Oedipus at Colonus
Οιδιπους
Οι.
Οι.
1τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας
2χώρους ἀφίγμεθ’ἢ τίνων ἀνδρῶν πόλιν;
3τίς τὸν πλανήτην Οἰδίπουν καθ’ἡμέραν
4τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν;
5σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δ’ἔτι
6μεῖον φέροντα, καὶ τόδ’ἐξαρκοῦν ἐμοί ·
7στέργειν γὰρ αἱ πάθαι με κα- χὠ χρόνος ξυνὼν
8μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον.
9ἀλλ’, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις
10ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν,
11στῆσόν με κα- κἀξίδρυσον, ὡς πυθώμεθα
12ὅπου ποτ’ἐσμέν · μανθάνειν γὰρ ἥκομεν
13ξένοι πρὸς ἀστῶν, ἃν δ’ἀκούσωμεν τελεῖν.
Αντιγονη
Αν.
Αν.
14πάτερ ταλαίπωρ’Οἰδίπους, πύργοι μέν, οἳ
15πόλιν στέγουσιν, ὡς ἀπ’ὀμμάτων, πρόσω ·
16χῶρος δ’ὅδ’ἱερός, ὡς ἀπεικάσαι, βρύων
17δάφνης, ἐλαίας, ἀμπέλου · πυκνόπτεροι δ’
18εἴσω κατ’αὐτὸν εὐστομοῦσ’ἀηδόνες ·
19οὗ κῶλα κάμψον τοῦδ’ἐπ’ἀξέστου πέτρου ·
20μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν.
Οιδιπους
Οι.
Οι.
21κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν.
Αντιγονη
Αν.
Αν.
22χρόνου μὲν οὕνεκ’οὐ μαθεῖν με δεῖ τόδε.
Οιδιπους
Οι.
Οι.
23ἔχεις διδάξαι δή μ’ὅποι καθέσταμεν;
Αντιγονη
Αν.
Αν.
24τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ.
Οιδιπους
Οι.
Οι.
25πᾶς γάρ τις ηὔδα τοῦτό γ’ἡμὶν ἐμπόρων.
Αντιγονη
Αν.
Αν.
26ἀλλ’ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι;
Οιδιπους
Οι.
Οι.
27ναί, τέκνον, εἴπερ ἐστί γ’ἐξοικήσιμος.
Αντιγονη
Αν.
Αν.
28ἀλλ’ἐστὶ μὴν οἰκητός · οἴομαι δὲ δεῖν
29οὐδέν · πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ.
Οιδιπους
Οι.
Οι.
30ἦ δεῦρο προσστείχοντα κα- κἀξορμώμενον;
Αντιγονη
Αν.
Αν.
31καὶ δὴ μὲν οὖν παρόντα · κα- χὤ τί σοι λέγειν
32εὔκαιρόν ἐστιν, ἔννεφ’, ὡς ἀνὴρ ὅδε.
Οιδιπους
Οι.
Οι.
33ὦ ξεῖν’, ἀκούων τῆσδε τῆς ὑπέρτ’ἐμοῦ
34αὑτῆςθ’ὁρώσης, οὕνεχ’ἡμὶν αἴσιος
35σκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι —
Ξενος
Ξε.
Ξε.
36πρὶν νῦν τὰ πλείον’ἱστορεῖν, ἐκ τῆσδ’ἕδρας
37ἔξελθ’· ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν.
Οιδιπους
Οι.
Οι.
38τίς δ’ἔσθ’ὁ χῶρος; τοῦ θεῶν νομίζεται;
Ξενος
Ξε.
Ξε.
39ἄθικτος οὐ δ’οἰκητός · αἱ γὰρ ἔμφοβοι
40θεαί σφ’ἔχουσι, Γῆςτε καὶ Σκότου κόραι.
Οιδιπους
Οι.
Οι.
41τίνων τὸ σεμνὸν ὄνομ’ἂν εὐξαίμην κλύων;
Ξενος
Ξε.
Ξε.
42τὰς πάνθ’ὁρώσας Εὐμενίδας ὅ γ’ἐνθάδ’ἂν
43εἴποι λεώς νιν · ἄλλα δ’ἀλλαχοῦ καλά.
Οιδιπους
Οι.
Οι.
44ἀλλ’ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο ·
45ὡς οὐχ ἕδρας γῆς τῆσδ’ἂν ἐξέλθοιμ’ἔτι.
Ξενος
Ξε.
Ξε.
46τί δ’ἐστὶ τοῦτο;
Οιδιπους
Οι.
Οι.
46aξυμφορᾶς ξύνθημ’ἐμῆς.
Ξενος
Ξε.
Ξε.
47ἀλλ’οὐ δ’ἐμοί τοι το- τοὐξανιστάναι πόλεως
48δίχ’ἐστὶ θάρσος, πρίν γ’ἂν ἐνδείξω τί δρῶ.
Οιδιπους
Οι.
Οι.
49πρός νυν θεῶν, ὦ ξεῖνε, μή μ’ἀτιμάσῃς,
50τοιόνδ’ἀλήτην, ὧν σε προστρέπω φράσαι.
Ξενος
Ξε.
Ξε.
51σήμαινε, κα- κοὐκ’ἄτιμος ἔκ γ’ἐμοῦ φανεῖ.
Οιδιπους
Οι.
Οι.
52τίς ἔσθ’ὁ χῶρος δῆτ’, ἐν ᾧ βεβήκαμεν;
Ξενος
Ξε.
Ξε.
53ὅσ’οἶδα κα- κἀγὼ πάντ’ἐπιστήσει κλύων ·
54χῶρος μὲν ἱερὸς πᾶς ὅδ’ἔστ’· ἔχει δέ νιν
55σεμνὸς Ποσειδῶν · ἐν δ’ὁ πυρφόρος θεὸς
56Τιτὰν Προμηθεύς · ὃν δ’ἐπιστείβεις τόπον,
57χθονὸς καλεῖται τῆσδε χαλκόπους ὀδός,
58ἔρεισμ’Ἀθηνῶν · οἱ δὲ πλησίοι γύαι
59τόνδ’ἱππότην Κολωνὸν εὔχονται σφίσιν
60ἀρχηγὸν εἶναι καὶ φέρουσι το- τοὔνομα
61τὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι.
62τοιαῦτά σοι ταῦτ’ἐστίν, ὦ ξέν’, οὐ λόγοις
63τιμώμεν’, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον.
Οιδιπους
Οι.
Οι.
64ἦ γάρ τινες ναίουσι τούσδε τοὺς τόπους;
Ξενος
Ξε.
Ξε.
65καὶ κάρτα, τοῦδε τοῦ θεοῦ γ’ἐπώνυμοι.
Οιδιπους
Οι.
Οι.
66ἄρχει τις αὐτῶν ἢ ’πὶ τῷ πλήθει λόγος;
Ξενος
Ξε.
Ξε.
67ἐκ τοῦ κατ’ἄστυ βασιλέως τάδ’ἄρχεται.
Οιδιπους
Οι.
Οι.
68οὗτος δὲ τίς λόγῳτε καὶ σθένει κρατεῖ;
Ξενος
Ξε.
Ξε.
69Θησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος.
Οιδιπους
Οι.
Οι.
70ἆρ’ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι;
Ξενος
Ξε.
Ξε.
71ὡς πρὸς τί λέξων ἢ καταρτύσων μολεῖν;
Οιδιπους
Οι.
Οι.
72ὡς ἂν προσαρκῶν σμικρὰ κερδάνῃ μέγα.
Ξενος
Ξε.
Ξε.
73καὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις;
Οιδιπους
Οι.
Οι.
74ὅσ’ἂν λέγωμεν πάνθ’ὁρῶντα λέξομεν.
Ξενος
Ξε.
Ξε.
75οἶσθ’, ὦ ξέν’, ὡς νῦν μὴ σφαλῇς; ἐπείπερ εἰ
76γενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος,
77αὐτοῦ μέν’οὗπερ κα- κἀφάνης, ἕως ἐγὼ
78τοῖς ἐνθάδ’αὐτοῦ μὴ κατ’ἄστυ δημόταις
79λέξω τάδ’ἐλθών · οἵδε γὰρ κρινοῦσί σοι
80εἰ χρή σε μίμνειν ἢ πορεύεσθαι πάλιν.
Οιδιπους
Οι.
Οι.
81ὦ τέκνον, ἦ βέβηκεν ἡμὶν ὁ ξένος;
Αντιγονη
Αν.
Αν.
82βέβηκεν, ὥστε πᾶν ἐν ἡσύχῳ, πάτερ,
83ἔξεστι φωνεῖν, ὡς ἐμοῦ μόνης πέλας.
Οιδιπους
Οι.
Οι.
84ὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδρας
85πρώτων ἐφ’ὑμῶν τῆσδε γῆς ἔκαμψ’ἐγώ,
86Φοίβῳτε κα- κἀμοὶ μὴ γένησθ’ἀγνώμονες,
87ὅς μοι, τὰ πόλλ’ἐκεῖν’ὅτ’ἐξέχρη κακά,
88ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ,
89ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶν
90σεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν,
91ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον,
92κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις,
93ἄτην δὲ τοῖς πέμψασιν, οἵ μ’ἀπήλασαν ·
94σημεῖα δ’ἥξειν τῶνδέ μοι παρηγγύα,
95ἢ σεισμὸν ἢ βροντήν τιν’ἢ Διὸς σέλας,
96ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸν
97οὐκ ἔσθ’ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸν
98ἐξήγαγ’εἰς τόδ’ἄλσος · οὐ γὰρ ἄν ποτε
99πρώταισιν ὑμῖν ἀντέκυρσ’ὁδοιπορῶν,
100νήφων ἀοίνοις, κα- κἀπὶ σεμνὸν ἑζόμην
101βάθρον τόδ’ἀσκέπαρνον. ἀλλά μοι, θεαί,
102βίου κατ’ὀμφὰς τὰς Ἀπόλλωνος δότε
103πέρασιν ἤδη καὶ καταστροφήν τινα,
104εἰ μὴ δοκῶ τι μειόνως ἔχειν, ἀεὶ
105μόχθοις λατρεύων τοῖς ὑπερτάτοις βροτῶν.
106ἴτ’, ὦ γλυκεῖαι παῖδες ἀρχαίου Σκότου,
107ἴτ’, ὦ μεγίστης Παλλάδος καλούμεναι
108πασῶν Ἀθῆναι τιμιωτάτη πόλις,
109οἰκτίρατ’ἀνδρὸς Οἰδίπου τόδ’ἄθλιον
110εἴδωλον · οὐ γὰρ δὴ τόδ’ἀρχαῖον δέμας.
Αντιγονη
Αν.
Αν.
111σίγα · πορεύονται γὰρ οἵδε δή τινες
112χρόνῳ παλαιοί, σῆς ἕδρας ἐπίσκοποι.
Οιδιπους
Οι.
Οι.
113σιγήσομαίτε καὶ σύ μ’ἐξ ὁδοῦ πόδα
114κρύψον κατ’ἄλσος, τῶνδ’ἕως ἂν ἐκμάθω
115τίνας λόγους ἐροῦσιν · ἐν γὰρ τῷ μαθεῖν
116ἔνεστιν ηὑλάβεια τῶν ποιουμένων.
Χορος
Χο.
Χο.
117ὅρα. τίς ἄρ’ἦν; ποῦ ναίει;
118ποῦ κυρεῖ ἐκτόπιος συθεὶς ὁ πάντων
120ὁ πάντων ἀκορέστατος;
121προσδέρκου λεῦσσέ νιν,
122προσπεύθου πανταχῇ.
123πλανάτας πλανάτας τις ὁ πρέσβυς οὐ δ’
125ἔγχωρος · προσέβα γὰρ οὐκ
126ἄν ποτ’ἀστιβὲς ἄλσος ἐς
127τᾶνδ’ἀμαιμακετᾶν κορᾶν,
128ἃς τρέμομεν λέγειν
130καὶ παραμειβόμεσθ’ἀδέρκτως,
131ἀφώνως, ἀλόγως τὸ τᾶς.
132εὐφάμου στόμα φροντίδος
133ἱέντες, τὰ δὲ νῦν τιν’ἥκειν
134λόγος οὐδὲν ἅζονθ’,
135ὃν ἐγὼ λεύσσων περὶ πᾶν οὔπω
136δύναμαι τέμενος
137γνῶναι ποῦ μοί ποτε ναίει.
Οιδιπους
Οι.
Οι.
138ὅδ’ἐκεῖνος ἐγώ · φωνῇ γὰρ ὁρῶ,
139τὸ φατιζόμενον.
Χορος
Χο.
Χο.
140ἰὼ ἰώ,
141δεινὸς μὲν ὁρᾶν, δεινὸς δὲ κλύειν.
Οιδιπους
Οι.
Οι.
142μή μ’, ἱκετεύω, προσίδητ’ἄνομον.
Χορος
Χο.
Χο.
143Ζεῦ ἀλεξῆτορ, τίς ποθ’ὁ πρέσβυς;
Οιδιπους
Οι.
Οι.
144οὐ πάνυ μοίρας εὐδαιμονίσαι
145πρώτης, ὦ τῆσδ’ἔφοροι χώρας.
146δηλῶ δ’· οὐ γὰρ ἂν ὧδ’ἀλλοτρίοις
147ὄμμασιν εἷρπον
148κα- κἀπὶ σμικροῖς μέγας ὥρμουν.
Χορος
Χο.
Χο.
149ἐή, ἀλαῶν ὀμμάτων
150ἆρα καὶ ἦσθα φυτάλμιος; δυσαίων
151μακραίων γ’, ὅσ’ἐπεικάσαι.
152ἀλλ’οὐ μὰν ἔν γ’ἐμοὶ
153προσθήσει τάσδ’ἀράς.
155περᾷς γάρ, περᾷς · ἀλλ’ἵνα τῷδ’ἐν
156ἀφθέγκτῳ μὴ προπέσῃς νάπει
157ποιάεντι, κάθυδρος οὗ
158κρατὴρ μειλιχίων ποτῶν
160ῥεύματι συντρέχει,
161τόν, ξένε πάμμορ’, εὖ φύλαξαι;
162μετάσταθ’ἀπόβαθι.
163πολλὰ κέλευθος ἐρατύει ·
165κλύεις, ὦ πολύμοχθ’ἀλᾶτα;
166λόγον εἴ τιν’οἴσεις
167πρὸς ἐμὰν λέσχαν, ἀβάτων ἀποβάς,
168ἵνα πᾶσι νόμος,
169φώνει · πρόσθεν δ’ἀπερύκου.
Οιδιπους
Οι.
Οι.
170θύγατερ, ποῖ τις φροντίδος ἔλθῃ;
Αντιγονη
Αν.
Αν.
171ὦ πάτερ, ἀστοῖς ἴσα χρὴ μελετᾶν,
172εἴκοντας ἃ δεῖ κα- κἀκούοντας.
Οιδιπους
Οι.
Οι.
173πρόσθιγέ νύν μου.
Αντιγονη
Αν.
Αν.
173aψαύω καὶ δή.
Οιδιπους
Οι.
Οι.
174ὦ ξένε, μὴ δῆτ’ἀδικηθῶ σοὶ
175πιστεύσας καὶ μεταναστάς.
Χορος
Χο.
Χο.
176οὔ τοι μήποτέ σ’ἐκ τῶνδ’ἑδράνων,
177ὦ γέρον, ἄκοντά τις ἄξει.
Οιδιπους
Οι.
Οι.
178ἔτ’οὖν;
Χορος
Χο.
Χο.
178aἔτι βαῖνε πόρσω.
Οιδιπους
Οι.
Οι.
179ἔτι;
Χορος
Χο.
Χο.
180προβίβαζε, κούρα,
181πόρσω · σὺ γὰρ ἀΐεις.
Αντιγονη
Αν.
Αν.
181a[…]
Οιδιπους
Οι.
Οι.
181b[…]
Αντιγονη
Αν.
Αν.
181c[…]
182ἕπεο μάν, ἕπε’ὧδ’ἀμαυρῷ κώλῳ, πάτερ, ᾇ σ’ἄγω.
Οιδιπους
Οι.
Οι.
183[…]
Χορος
Χο.
Χο.
184τόλμα ξεῖνος ἐπὶ ξένης,
185ὦ τλάμων, ὅ τι καὶ πόλις
186τέτροφεν ἄφιλον ἀποστυγεῖν
187καὶ τὸ φίλον σέβεσθαι.
Οιδιπους
Οι.
Οι.
188ἄγε νυν σύ με, παῖ,
189ἵν’ἂν εὐσεβίας ἐπιβαίνοντες
190τὸ μὲν εἴποιμεν, τὸ δ’ἀκούσαιμεν,
191καὶ μὴ χρείᾳ πολεμῶμεν.
Χορος
Χο.
Χο.
192αὐτοῦ · μηκέτι τοῦδ’αὐτοπέτρου βήματος ἔξω πόδα κλίνῃς.
Οιδιπους
Οι.
Οι.
193οὕτως;
Χορος
Χο.
Χο.
193aἅλις, ὡς ἀκούεις.
Οιδιπους
Οι.
Οι.
195ἦ ἑσθῶ;
Χορος
Χο.
Χο.
195aλέχριός γ’ἐπ’ἄκρου
196λᾶος βραχὺς ὀκλάσας.
Αντιγονη
Αν.
Αν.
197πάτερ, ἐμὸν τόδ’· ἐν ἁσυχαίᾳ
Οιδιπους
Οι.
Οι.
198ἰώ μοί μοι.
Αντιγονη
Αν.
Αν.
199βάσει βάσιν ἅρμοσαι,
200γεραὸν ἐς χέρα σῶμα σὸν
201προκλίνας φιλίαν ἐμάν.
Οιδιπους
Οι.
Οι.
202ὤμοι δύσφρονος ἄτας.
Χορος
Χο.
Χο.
203ὦ τλάμων, ὅτε νῦν χαλᾷς,
204αὔδασον, τίς ἔφυς βροτῶν;
205τίς ὁ πολύπονος ἄγει; τίν’ἂν
206σοῦ πατρίδ’ἐκπυθοίμαν;
Οιδιπους
Οι.
Οι.
207ὦ ξένοι,
208ἀπόπτολις · ἀλλὰ μὴ
Χορος
Χο.
Χο.
209τί τόδ’ἀπεννέπεις, γέρον;
Οιδιπους
Οι.
Οι.
210μὴ μὴ μή μ’ἀνέρῃ τίς εἰμι,
211μη δ’ἐξετάσῃς πέρα ματεύων.
Χορος
Χο.
Χο.
212τί τόδ’;
Οιδιπους
Οι.
Οι.
212aαἰνὰ φύσις.
Χορος
Χο.
Χο.
212bαὔδα.
Οιδιπους
Οι.
Οι.
213τέκνον, ὤμοι, τί γεγώνω;
Χορος
Χο.
Χο.
214τίνος εἶ σπέρματος, ὦ ξένε, φώνει, πατρόθεν.
Οιδιπους
Οι.
Οι.
215ὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν;
Αντιγονη
Αν.
Αν.
216λέγ’, ἐπείπερ ἐπ’ἔσχατα βαίνεις.
Οιδιπους
Οι.
Οι.
217ἀλλ’ἐρῶ · οὐ γὰρ ἔχω κατακρυφάν.
Χορος
Χο.
Χο.
218μακρὰ μέλλετον, ἀλλὰ τάχυνε.
Οιδιπους
Οι.
Οι.
220Λαΐου ἴστε τιν’;
Χορος
Χο.
Χο.
220aὢ ἰοὺ ἰού.
Οιδιπους
Οι.
Οι.
221τότε Λαβδακιδᾶν γένος;
Χορος
Χο.
Χο.
221aὦ Ζεῦ.
Οιδιπους
Οι.
Οι.
222ἄθλιον Οἰδιπόδαν;
Χορος
Χο.
Χο.
222aσὺ γὰρ ὅδ’εἶ;
Οιδιπους
Οι.
Οι.
223δέος ἴσχετε μηδὲν ὅσ’αὐδῶ.
Χορος
Χο.
Χο.
224ἰὼ ὢ ὤ.
Οιδιπους
Οι.
Οι.
224aδύσμορος.
Χορος
Χο.
Χο.
224bὢ ὤ.
Οιδιπους
Οι.
Οι.
225θύγατερ, τί ποτ’αὐτίκα κύρσει;
Χορος
Χο.
Χο.
226ἔξω πόρσω βαίνετε χώρας.
Οιδιπους
Οι.
Οι.
227ἃ δ’ὑπέσχεο ποῖ καταθήσεις,
Χορος
Χο.
Χο.
228οὐδενὶ μοιριδία τίσις ἔρχεται
230ἃν προπάθῃ τὸ τίνειν · ἀπάτα δ’
231ἀπάταις ἑτέραις ἑτέρα
232παραβαλλομένα πόνον, οὐ χάριν, ἀντιδίδωσιν
233ἔχειν. σὺ δὲ τῶνδ’ἑδράνων πάλιν ἔκτοπος
234αὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε,
235μή τι πέρα χρέος
236ἐμᾷ πόλει προσάψῃς.
Αντιγονη
Αν.
Αν.
237ὦ ξένοι
238αἰδόφρονες, ἀλλ’ἐπεὶ
239γεραὸν πατέρα τόνδ’ἐμὸν
240οὐκ ἀνέτλατ’, ἔργων
241ἀκόντων ἀΐοντες αὐδάν,
242ἀλλ’ἐμὲ τὰν μελέαν, ἱκετεύομεν, ὦ ξένοι, οἰκτίραθ’, ἃ
243πατρὸς ὑπὲρ το- τοὐμοῦ μόνου
244ἄντομαι οὐκ ἀλαοῖς προσορωμένα
245ὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφ’αἵματος
246ὑμετέρου προφανεῖσα, τὸν ἄθλιον
247αἰδοῦς κῦρσαι · ἐν ὔμμι γὰρ ὡς θεῷ
248κείμεθα τλάμονες. ἀλλ’ἴτε, νεύσατε τὰν ἀδόκητον χάριν ·
250πρός σ’ὅ τι σοι φίλον ἐκ σέθεν ἄντομαι,
251ἢ τέκνον ἢ λέχος ἢ χρέος ἢ θεός ·
252οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν,
253εἰ θεὸς ἄγοι,
253bἐκφυγεῖν δύναιτο.
Χορος
Χο.
Χο.
254ἀλλ’ἴσθι, τέκνον Οἰδίπου, σέτ’ἐξ ἴσου
255οἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν ·
256τὰ δ’ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν
257φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων.
Οιδιπους
Οι.
Οι.
258τί δῆτα δόξης ἢ τί κληδόνος καλῆς
259μάτην ῥεούσης ὠφέλημα γίγνεται,
260εἰ τάς γ’Ἀθήνας φασὶ θεοσεβεστάτας
261εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον
262σῴζειν οἵαςτε καὶ μόνας ἀρκεῖν ἔχειν;
263κα- κἄμοιγε ποῦ τοῦτ’ἐστίν, οἵτινες βάθρων
264ἐκ τῶνδέ μ’ἐξάραντες εἶτ’ἐλαύνετε,
265ὄνομα μόνον δείσαντες; οὐ γὰρ δὴ τό γε
266σῶμ’οὐ δὲ τα- τἄργα τα- τἄμ’· ἐπεὶ τά γ’ἔργα μου
267πεπονθότ’ἐστὶ μᾶλλον ἢ δεδρακότα,
268εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν,
269ὧν οὕνεκ’ἐκφοβεῖ με · τοῦτ’ἐγὼ καλῶς
270ἔξοιδα. καίτοι πῶς ἐγὼ κακὸς φύσιν,
271ὅστις παθὼν μὲν ἀντέδρων, ὥστ’εἰ φρονῶν
272ἔπρασσον, οὐ δ’ἂν ὧδ’ἐγιγνόμην κακός;
273νῦν δ’οὐδὲν εἰδὼς ἱκόμην ἵν’ἱκόμην,
274ὑφ’ὧν δ’ἔπασχον, εἰδότων ἀπωλλύμην.
275ἀνθ’ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι,
276ὥσπερ με κα- κἀνεστήσαθ’, ὧδε σώσατε,
277καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς
278μοίρας ποιεῖσθε μηδαμῶς · ἡγεῖσθε δὲ
279βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν,
280βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ του
281μήπω γενέσθαι φωτὸς ἀνοσίου βροτῶν.
282ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας
283ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν,
284ἀλλ’ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον,
285ῥύου με κα- κἀκφύλασσε · μη δέ μου κάρα
286τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς,
287ἥκω γὰρ ἱερὸς εὐσεβήςτε καὶ φέρων
288ὄνησιν ἀστοῖς τοῖσδ’· ὅταν δ’ὁ κύριος
289παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών,
290τότ’εἰσακούων πάντ’ἐπιστήσει · τὰ δὲ
291μεταξὺ τούτου μηδαμῶς γίγνου κακός.
Χορος
Χο.
Χο.
292ταρβεῖν μέν, ὦ γεραιέ, τα- τἀνθυμήματα
293πολλή ’στ’ἀνάγκη τα- τἀπὸ σοῦ · λόγοισι γὰρ
294οὐκ ὠνόμασται βραχέσι · τοὺς δὲ τῆσδε γῆς
295ἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι.
Οιδιπους
Οι.
Οι.
296καὶ ποῦ ’σθ’ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι;
Χορος
Χο.
Χο.
297πατρῷον ἄστυ γῆς ἔχει · σκοπὸς δέ νιν,
298ὃς κα- κἀμὲ δεῦρ’ἔπεμψεν, οἴχεται στελῶν.
Οιδιπους
Οι.
Οι.
299ἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τιν’ἐντροπὴν
300ἢ φροντίδ’, ἕξειν, αὐτὸν ὥστ’ἐλθεῖν πέλας;
Χορος
Χο.
Χο.
301καὶ κάρθ’, ὅταν περ το- τοὔνομ’αἴσθηται τὸ σόν.
Οιδιπους
Οι.
Οι.
302τίς δ’ἔσθ’ὁ κείνῳ τοῦτο το- τοὔπος ἀγγελῶν;
Χορος
Χο.
Χο.
303μακρὰ κέλευθος · πολλὰ δ’ἐμπόρων ἔπη
304φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων,
305θάρσει, παρέσται. πολὺ γάρ, ὦ γέρον, τὸ σὸν
306ὄνομα διήκει πάντας, ὥστε κα- κεἰ βραδὺς
307εὕδει, κλύων σοῦ δεῦρ’ἀφίξεται ταχύς.
Οιδιπους
Οι.
Οι.
308ἀλλ’εὐτυχὴς ἵκοιτο τῇθ’αὑτοῦ πόλει
309ἐμοίτε · τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος;
Αντιγονη
Αν.
Αν.
310ὦ Ζεῦ, τί λέξω; ποῖ φρενῶν ἔλθω, πάτερ;
Οιδιπους
Οι.
Οι.
311τί δ’ἔστι, τέκνον Ἀντιγόνη;
Αντιγονη
Αν.
Αν.
311aγυναῖχ’ὁρῶ
312στείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶ
313πώλου βεβῶσαν · κρατὶ δ’ἡλιοστεγὴς
314κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει.
315τί φῶ;
316ἆρ’ἔστιν; ἆρ’οὐκ ἔστιν; ἢ γνώμη πλανᾷ;
317καὶ φημὶ κα- κἀπόφημι κα- κοὐκ ἔχω τί φῶ.
318τάλαινα.
319οὐκ ἔστιν ἄλλη · φαιδρὰ γοῦν ἀπ’ὀμμάτων
320σαίνει με προσστείχουσα · σημαίνει δ’ὅτι
321μόνης τόδ’ἐστὶ δῆλον Ἰσμήνης κάρα.
Οιδιπους
Οι.
Οι.
322πῶς εἶπας, ὦ παῖ;
Αντιγονη
Αν.
Αν.
322aπαῖδα σήν, ἐμὴν δ’ὁρᾶν
323ὅμαιμον · αὐδῇ δ’αὐτίκ’ἔξεστιν μαθεῖν.
Ισμηνη
Ισ.
Ισ.
324ὦ δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶ
325ἥδιστα προσφωνήμαθ’, ὡς ὑμᾶς μόλις
326εὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω.
Οιδιπους
Οι.
Οι.
327ὦ τέκνον, ἥκεις;
Ισμηνη
Ισ.
Ισ.
327aὦ πάτερ δύσμοιρ’ὁρᾶν.
Οιδιπους
Οι.
Οι.
328τέκνον, πέφηνας;
Ισμηνη
Ισ.
Ισ.
328aοὐκ ἄνευ μόχθου γέ μοι.
Οιδιπους
Οι.
Οι.
329πρόσψαυσον, ὦ παῖ.
Ισμηνη
Ισ.
Ισ.
329aθιγγάνω δυοῖν ὁμοῦ.
Οιδιπους
Οι.
Οι.
330ὦ σπέρμ’ὅμαιμον.
Ισμηνη
Ισ.
Ισ.
330aὦ δυσάθλιαι τροφαί.
Οιδιπους
Οι.
Οι.
331ἦ τῆσδε κα- κἀμοῦ;
Ισμηνη
Ισ.
Ισ.
331aδυσμόρουτ’ἐμοῦ τρίτης.
Οιδιπους
Οι.
Οι.
332τέκνον, τί δ’ἦλθες;
Ισμηνη
Ισ.
Ισ.
332aσῇ, πάτερ, προμηθίᾳ.
Οιδιπους
Οι.
Οι.
333πότερα πόθοισι;
Ισμηνη
Ισ.
Ισ.
333aκαὶ λόγων γ’αὐτάγγελος,
334ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ.
Οιδιπους
Οι.
Οι.
335οἱ δ’αὐθόμαιμοι ποῦ νεανίαι πονεῖν;
Ισμηνη
Ισ.
Ισ.
336εἴσ’οὗπέρ εἰσι · δεινὰ τα- τἀν κείνοις τανῦν.
Οιδιπους
Οι.
Οι.
337ὦ πάντ’ἐκείνω τοῖς ἐν Αἰγύπτῳ νόμοις
338φύσιν κατεικασθέντε καὶ βίου τροφάς ·
339ἐκεῖ γὰρ οἱ μὲν ἄρσενες κατὰ στέγας
340θακοῦσιν ἱστουργοῦντες, αἱ δὲ σύννομοι
341τα- τἄξω βίου τροφεῖα πορσύνουσ’ἀεί.
342σφῷν δ’, ὦ τέκν’, οὓς μὲν εἰκὸς ἦν πονεῖν τάδε,
343κατ’οἶκον οἰκουροῦσιν ὥστε παρθένοι,
344σφὼ δ’ἀντ’ἐκείνων τα- τἀμὰ δυστήνου κακὰ
345ὑπερπονεῖτον. ἡ μὲν ἐξ ὅτου νέας
346τροφῆς ἔληξε καὶ κατίσχυσεν δέμας,
347ἀεὶ μεθ’ἡμῶν δύσμορος πλανωμένη
348γερονταγωγεῖ, πολλὰ μὲν κατ’ἀγρίαν
349ὕλην ἄσιτος νηλίπουςτ’ἀλωμένη,
350πολλοῖσι δ’ὄμβροις ἡλίουτε καύμασιν
351μοχθοῦσα τλήμων δεύτερ’ἡγεῖται τὰ τῆς
352οἴκοι διαίτης, εἰ πατὴρ τροφὴν ἔχοι.
353σὺ δ’, ὦ τέκνον, πρόσθεν μὲν ἐξίκου πατρὶ
354μαντεῖ’ἄγουσα πάντα, Καδμείων λάθρᾳ,
355ἃ τοῦδ’ἐχρήσθη σώματος, φύλαξτέ μου
356πιστὴ κατέστης, γῆς ὅτ’ἐξηλαυνόμην ·
357νῦν δ’αὖ τίν’ἥκεις μῦθον, Ἰσμήνη, πατρὶ
358φέρουσα; τίς σ’ἐξῆρεν οἴκοθεν στόλος;
359ἥκεις γὰρ οὐ κενή γε, τοῦτ’ἐγὼ σαφῶς
360ἔξοιδα, μὴ οὐχὶ δεῖμ’ἐμοὶ φέρουσά τι.
Ισμηνη
Ισ.
Ισ.
361ἐγὼ τὰ μὲν παθήμαθ’ἅπαθον, πάτερ,
362ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν,
363παρεῖσ’ἐάσω · δὶς γὰρ οὐχὶ βούλομαι
364πονοῦσάτ’ἀλγεῖν καὶ λέγουσ’αὖθις πάλιν.
365ἃ δ’ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰ
366νῦν ἐστι, ταῦτα σημανοῦσ’ἐλήλυθα.
367πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρως Κρέοντίτε
368θρόνους ἐᾶσθαι μη δὲ χραίνεσθαι πόλιν,
369λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθοράν,
370οἵα κατέσχε τὸν σὸν ἄθλιον δόμον ·
371νῦν δ’ἐκ θεῶν του κα- κἀλιτηρίου φρενὸς
372εἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακή,
373ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ.
374κα- χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γεγὼς
375τὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνων
376ἀποστερίσκει, κα- κἀξελήλακεν πάτρας.
377ὁ δ’, ὡς καθ’ἡμᾶς ἔσθ’ὁ πληθύων λόγος,
378τὸ κοῖλον Ἄργος βὰς φυγὰς προσλαμβάνει
379κῆδόςτε καινὸν καὶ ξυνασπιστὰς φίλους
380ὡς αὐτίκ’Ἄργος ἢ τὸ Καδμείων πέδον
381τιμῇ καθέξον ἢ πρὸς οὐρανὸν βιβῶν.
382ταῦτ’οὐκ ἀριθμός ἐστιν, ὦ πάτερ, λόγων,
383ἀλλ’ἔργα δεινά · τοὺς δὲ σοὺς ὅπου θεοὶ
384πόνους κατοικτιοῦσιν οὐκ ἔχω μαθεῖν.
Οιδιπους
Οι.
Οι.
385ἤδη γὰρ ἔσχες ἐλπίδ’ὡς ἐμοῦ θεοὺς
386ὤραν τιν’ἕξειν, ὥστε σωθῆναί ποτε;
Ισμηνη
Ισ.
Ισ.
387ἔγωγε τοῖς νὺν γ’, ὦ πάτερ, μαντεύμασιν.
Οιδιπους
Οι.
Οι.
388ποίοισι τούτοις; τί δὲ τεθέσπισται, τέκνον;
Ισμηνη
Ισ.
Ισ.
389σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ
390θανόντ’ἔσεσθαι ζῶντάτ’εὐσοίας χάριν.
Οιδιπους
Οι.
Οι.
391τίς δ’ἂν τοιοῦδ’ὑπ’ἀνδρὸς εὖ πράξειεν ἄν;
Ισμηνη
Ισ.
Ισ.
392ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη.
Οιδιπους
Οι.
Οι.
393ὅτ’οὐκέτ’εἰμί, τηνικαῦτ’ἄρ’εἴμ’ἀνήρ;
Ισμηνη
Ισ.
Ισ.
394νῦν γὰρ θεοί σ’ὀρθοῦσι, πρόσθε δ’ὤλλυσαν.
Οιδιπους
Οι.
Οι.
395γέροντα δ’ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ.
Ισμηνη
Ισ.
Ισ.
396καὶ μὴν Κρέοντά γ’ἴσθι σοι τούτων χάριν
397ἥξοντα βαιοῦ κα- κοὐχὶ μυρίου χρόνου.
Οιδιπους
Οι.
Οι.
398ὅπως τί δράσῃ, θύγατερ; ἑρμήνευέ μοι.
Ισμηνη
Ισ.
Ισ.
399ὥς σ’ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως
400κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ ’μβαίνῃς ὅρων.
Οιδιπους
Οι.
Οι.
401ἡ δ’ὠφέλησις τίς θύρασι κειμένου;
Ισμηνη
Ισ.
Ισ.
402κείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς.
Οιδιπους
Οι.
Οι.
403κα- κἄνευ θεοῦ τις τοῦτό γ’ἂν γνώμῃ μάθοι.
Ισμηνη
Ισ.
Ισ.
404τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας
405χώρας θέλουσι, μη δ’ἵν’ἂν σαυτοῦ κρατοῖς.
Οιδιπους
Οι.
Οι.
406ἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει;
Ισμηνη
Ισ.
Ισ.
407ἀλλ’οὐκ ἐᾷ το- τοὔμφυλον αἷμά σ’, ὦ πάτερ.
Οιδιπους
Οι.
Οι.
408οὐκ ἆρ’ἐμοῦ γε μὴ κρατήσωσίν ποτε.
Ισμηνη
Ισ.
Ισ.
409ἔσται ποτ’ἆρα τοῦτο Καδμείοις βάρος.
Οιδιπους
Οι.
Οι.
410ποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς;
Ισμηνη
Ισ.
Ισ.
411τῆς σῆς ὑπ’ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις.
Οιδιπους
Οι.
Οι.
412ἃ δ’ἐννέπεις, κλύουσα τοῦ λέγεις, τέκνον;
Ισμηνη
Ισ.
Ισ.
413ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφ’ἑστίας.
Οιδιπους
Οι.
Οι.
414καὶ ταῦτ’ἐφ’ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ;
Ισμηνη
Ισ.
Ισ.
415ὥς φασιν οἱ μολόντες εἰς Θήβης πέδον.
Οιδιπους
Οι.
Οι.
416παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε;
Ισμηνη
Ισ.
Ισ.
417ἄμφω γ’ὁμοίως, κα- κἀξεπίστασθον καλῶς.
Οιδιπους
Οι.
Οι.
418κα- κᾆθ’οἱ κάκιστοι τῶνδ’ἀκούσαντες, πάρος
419το- τοὐμοῦ πόθου προύθεντο τὴν τυραννίδα;
Ισμηνη
Ισ.
Ισ.
420ἀλγῶ κλύουσα ταῦτ’ἐγώ, φέρω δ’ὅμως.
Οιδιπους
Οι.
Οι.
421ἀλλ’οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην
422ἔριν κατασβέσειαν, ἔντ’ἐμοὶ τέλος
423αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι,
424ἧς νῦν ἔχονται κα- κἀπαναίρονται δόρυ ·
425ὡς οὔτ’ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει
426μείνειεν οὔτ’ἂν οὑξεληλυθὼς πάλιν
427ἔλθοι ποτ’αὖθις · οἵ γε τὸν φύσαντ’ἐμὲ
428οὕτως ἀτίμως πατρίδος ἐξωθούμενον
429οὐκ ἔσχον οὐ δ’ἤμυναν, ἀλλ’ἀνάστατος
430αὐτοῖς ἐπέμφθην κα- κἀξεκηρύχθην φυγάς.
431εἴποις ἂν ὡς θέλοντι τοῦτ’ἐμοὶ τότε
432πόλις τὸ δῶρον εἰκότως κατῄνεσεν.
433οὐ δῆτ’, ἐπεί τοι τὴν μὲν αὐτίχ’ἡμέραν,
434ὁπηνίκ’ἔζει θυμός, ἥδιστον δέ μοι
435τὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις,
436οὐδεὶς ἔρωτ’ἐς τόνδ’ἐφαίνετ’ὠφελῶν ·
437χρόνῳ δ’, ὅτ’ἤδη πᾶς ὁ μόχθος ἦν πέπων,
438κα- κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι
439μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων,
440τὸ τηνίκ’ἤδη τοῦτο μὲν πόλις βίᾳ
441ἤλαυνέ μ’ἐκ γῆς χρόνιον, οἱ δ’ἐπωφελεῖν,
442οἱ τοῦ πατρός, τῷ πατρὶ δυνάμενοι, τὸ δρᾶν
443οὐκ ἠθέλησαν, ἀλλ’ἔπους σμικροῦ χάριν
444φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί.
445ἐκ ταῖνδε δ’, οὔσαιν παρθένοιν, ὅσον φύσις
446δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου
447καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν ·
448τὼ δ’ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους
449καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός.
450ἀλλ’οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου,
451οὐ δέ σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ
452ὄνησις ἥξει · τοῦτ’ἐγῷδα, τῆσδέτε
453μαντεῖ’ἀκούων συννοῶντε τα- τἀξ ἐμοῦ
454παλαίφαθ’ἁμοὶ Φοῖβος ἤνυσέν ποτε.
455πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ
456μαστῆρα, κα- κεἴ τις ἄλλος ἐν πόλει σθένει.
457ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέληθ’ὁμοῦ
458προστάτισι ταῖς σεμναῖσι δημούχοις θεαῖς
459ἀλκὴν ποεῖσθαι, τῇδε τῇ πόλει μέγαν
460σωτῆρ’ἀρεῖσθε, τοῖς δ’ἐμοῖς ἐχθροῖς πόνους.
Χορος
Χο.
Χο.
461ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι,
462αὐτόςτε παῖδέςθ’αἵδ’· ἐπεὶ δὲ τῆσδε γῆς
463σωτῆρα σαυτὸν τῷδ’ἐπεμβάλλεις λόγῳ,
464παραινέσαι σοι βούλομαι τὰ σύμφορα.
Οιδιπους
Οι.
Οι.
465ὦ φίλταθ’, ὡς νῦν πᾶν τελοῦντι προξένει.
Χορος
Χο.
Χο.
466θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφ’ἃς
467τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον.
Οιδιπους
Οι.
Οι.
468τρόποισι ποίοις; ὦ ξένοι, διδάσκετε.
Χορος
Χο.
Χο.
469πρῶτον μὲν ἱερὰς ἐξ ἀειρύτου χοὰς
470κρήνης ἐνεγκοῦ, δι’ὁσίων χειρῶν θιγών.
Οιδιπους
Οι.
Οι.
471ὅταν δὲ τοῦτο χεῦμ’ἀκήρατον λάβω;
Χορος
Χο.
Χο.
472κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη,
473ὧν κρᾶτ’ἔρεψον καὶ λαβὰς ἀμφιστόμους.
Οιδιπους
Οι.
Οι.
474θαλλοῖσιν ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ;
Χορος
Χο.
Χο.
475οἰός γε νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών.
Οιδιπους
Οι.
Οι.
476εἶεν · τὸ δ’ἔνθεν ποῖ τελευτῆσαί με χρή;
Χορος
Χο.
Χο.
477χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω.
Οιδιπους
Οι.
Οι.
478ἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε;
Χορος
Χο.
Χο.
479τρισσάς γε πηγάς · τὸν τελευταῖον δ’ὅλον.
Οιδιπους
Οι.
Οι.
480τοῦ τόνδε πλήσας θῶ; δίδασκε καὶ τόδε.
Χορος
Χο.
Χο.
481ὕδατος, μελίσσης · μη δὲ προσφέρειν μέθυ.
Οιδιπους
Οι.
Οι.
482ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ;
Χορος
Χο.
Χο.
483τρὶς ἐννέ’αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν
484τιθεὶς ἐλαίας τάσδ’ἐπεύχεσθαι λιτάς.
Οιδιπους
Οι.
Οι.
485τούτων ἀκοῦσαι βούλομαι · μέγιστα γάρ.
Χορος
Χο.
Χο.
486ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν
487στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον,
488αἰτοῦ σύτ’αὐτὸς κα- κεἴ τις ἄλλος ἀντὶ σοῦ,
489ἄπυστα φωνῶν μη δὲ μηκύνων βοήν ·
490ἔπειτ’ἀφέρπειν ἄστροφος. καὶ ταῦτά σοι
491δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ ·
492ἄλλως δὲ δειμαίνοιμ’ἄν, ὦ ξέν’, ἀμφὶ σοι.
Οιδιπους
Οι.
Οι.
493ὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων;
Αντιγονη
Αν.
Αν.
494ἠκούσαμέντε κα- χὤ τι δεῖ πρόστασσε δρᾶν.
Οιδιπους
Οι.
Οι.
495ἐμοὶ μὲν οὐχ ὁδωτά · λείπομαι γὰρ ἐν
496τῷ μὴ δύνασθαι μήδ’ὁρᾶν, δυοῖν κακοῖν ·
497σφῷν δ’ἁτέρα μολοῦσα πραξάτω τάδε.
498ἀρκεῖν γὰρ οἶμαι κα- κἀντὶ μυρίων μίαν
499ψυχὴν τάδ’ἐκτίνουσαν, ἢν εὔνους παρῇ.
500ἀλλ’ἐν τάχει τι πράσσετον · μόνον δέ με
501μὴ λείπετ’· οὐ γὰρ ἂν σθένοι το- τοὐμὸν δέμας
502ἔρημον ἕρπειν οὐ δ’ὑφηγητοῦ δίχα.
Ισμηνη
Ισ.
Ισ.
503ἀλλ’εἶμ’ἐγὼ τελοῦσα · τὸν τόπον δ’ἵνα
504χρῆσταί μ’ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν.
Χορος
Χο.
Χο.
505το- τοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδ’· ἢν δέ του
506σπάνιν τιν’ἴσχῃς, ἔστ’ἔποικος ὃς φράσει.
Ισμηνη
Ισ.
Ισ.
507χωροῖμ’ἂν ἐς τόδ’· Ἀντιγόνη, σὺ δ’ἐνθάδε
508φύλασσε πατέρα τόνδε · τοῖς τεκοῦσι γὰρ
509οὐ δ’εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.
Χορος
Χο.
Χο.
510δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖν’, ἐπεγείρειν ·
511ὅμως δ’ἔραμαι πυθέσθαι
Οιδιπους
Οι.
Οι.
512τί τοῦτο;
Χορος
Χο.
Χο.
513τᾶς δειλαίας ἀπόρου φανείσας
514ἀλγηδόνος, ᾇ ξυνέστας.
Οιδιπους
Οι.
Οι.
515μὴ πρὸς ξενίας ἀνοίξῃς
516τᾶς σᾶς ἃ πέπονθ’ἀναιδῆ.
Χορος
Χο.
Χο.
517τό τοι πολὺ καὶ μηδαμὰ λῆγον
518χρῄζω, ξεῖν’, ὀρθὸν ἄκουσμ’ἀκοῦσαι.
Οιδιπους
Οι.
Οι.
519ὤμοι.
Χορος
Χο.
Χο.
519aστέρξον, ἱκετεύω.
Οιδιπους
Οι.
Οι.
519bφεῦ φεῦ.
Χορος
Χο.
Χο.
520πείθου · κα- κἀγὼ γὰρ ὅσον σὺ προσχρῄζεις.
Οιδιπους
Οι.
Οι.
521ἤνεγκ’οὖν κακότατ’, ὦ ξένοι, ἤνεγκ’ἀέκων μέν,
522θεὸς ἴστω,
523τούτων δ’αὐθαίρετον οὐδέν.
Χορος
Χο.
Χο.
524ἀλλ’ἐς τί;
Οιδιπους
Οι.
Οι.
525κακᾷ μ’εὐνᾷ πόλις οὐδὲν ἴδριν
526γάμων ἐνέδησεν ἄτᾳ.
Χορος
Χο.
Χο.
527ἦ ματρόθεν, ὡς ἀκούω,
528δυσώνυμα λέκτρ’ἐπλήσω;
Οιδιπους
Οι.
Οι.
529ὤμοι θάνατος μὲν τάδ’ἀκούειν,
530ὦ ξεῖν’· αὗται δὲ δύ’ἐξ ἐμοῦ μὲν
Χορος
Χο.
Χο.
531πῶς φῄς;
Οιδιπους
Οι.
Οι.
532παῖδε, δύο δ’ἄτα
Χορος
Χο.
Χο.
533ὦ Ζεῦ.
Οιδιπους
Οι.
Οι.
534ματρὸς κοινᾶς ἀπέβλαστον ὠδῖνος.
Χορος
Χο.
Χο.
535σαίτ’εἴσ’ἄρ’ἀπόγονοίτε καὶ
Οιδιπους
Οι.
Οι.
536κοιναί γε πατρὸς ἀδελφεαί.
Χορος
Χο.
Χο.
537ἰώ.
Οιδιπους
Οι.
Οι.
537aἰὼ δῆτα μυρίων γ’ἐπιστροφαὶ κακῶν.
Χορος
Χο.
Χο.
538ἔπαθες
Οιδιπους
Οι.
Οι.
538aἔπαθον ἄλαστ’ἔχειν.
Χορος
Χο.
Χο.
539ἔρεξας
Οιδιπους
Οι.
Οι.
539aοὐκ ἔρεξα.
Χορος
Χο.
Χο.
539bτί γάρ;
Οιδιπους
Οι.
Οι.
539cἐδεξάμην
540δῶρον, ὃ μήποτ’ἐγὼ ταλακάρδιος
541ἐπωφέλησας πόλεος ἐξελέσθαι.
Χορος
Χο.
Χο.
542δύστανε, τί γάρ; ἔθου φόνον
Οιδιπους
Οι.
Οι.
543τί τοῦτο; τί δ’ἐθέλεις μαθεῖν;
Χορος
Χο.
Χο.
544πατρός;
Οιδιπους
Οι.
Οι.
544aπαπαῖ. δευτέραν ἔπαισας, ἐπὶ νόσῳ νόσον,
Χορος
Χο.
Χο.
545ἔκανες
Οιδιπους
Οι.
Οι.
545aἔκανον. ἔχει δέ μοι
Χορος
Χο.
Χο.
546τί τοῦτο;
Οιδιπους
Οι.
Οι.
546aπρὸς δίκας τι.
Χορος
Χο.
Χο.
546bτί γάρ;
Οιδιπους
Οι.
Οι.
546cἐγὼ φράσω.
547καὶ γὰρ ἄν, οὓς ἐφόνευσ’, ἔμ’ἀπώλεσαν ·
548νόμῳ δὲ καθαρός, ἄϊδρις εἰς τόδ’ἦλθον.
Χορος
Χο.
Χο.
549καὶ μὴν ἄναξ ὅδ’ἡμὶν Αἰγέως γόνος
550Θησεὺς κατ’ὀμφὴν σὴν ἐφ’ἁστάλη πάρα.
Θησευς
Θη.
Θη.
551πολλῶν ἀκούων ἔντε τῷ πάρος χρόνῳ
552τὰς αἱματηρὰς ὀμμάτων διαφθορὰς
553ἔγνωκά σ’, ὦ παῖ Λαΐου, τανῦνθ’ὁδοῖς
554ἐν ταῖσδ’ἀκούων μᾶλλον ἐξεπίσταμαι.
555σκευήτε γάρ σε καὶ τὸ δύστηνον κάρα
556δηλοῦτον ἡμῖν ὄνθ’ὃς εἶ, καί σ’οἰκτίσας
557θέλω ’περέσθαι, δύσμορ’Οἰδίπους, τίνα
558πόλεως ἐπέστης προστροπὴν ἐμοῦτ’ἔχων,
559αὐτόςτε κα- χἠ σὴ δύσμορος παραστάτις.
560δίδασκε · δεινὴν γάρ τιν’ἂν πρᾶξιν τύχοις
561λέξας ὁποίας ἐξαφισταίμην ἐγώ,
562ὃς οἶδα κα- καὐτὸς ὡς ἐπαιδεύθην ξένος,
563ὥσπερ σύ, κα- χὢς εἷς πλεῖστ’ἀνὴρ ἐπὶ ξένης
564ἤθλησα κινδυνεύματ’ἐν τω- τὠμῷ κάρᾳ ·
565ὥστε ξένον γ’ἂν οὐδέν’ὄνθ’, ὥσπερ σὺ νῦν,
566ὑπεκτραποίμην μὴ οὐ συνεκσῴζειν · ἐπεὶ
567ἔξοιδ’ἀνὴρ ὢν κα- χὤτι τῆς εἰς αὔριον
568οὐδὲν πλέον μοι σοῦ μέτεστιν ἡμέρας.
Οιδιπους
Οι.
Οι.
569Θησεῦ, τὸ σὸν γενναῖον ἐν σμικρῷ λόγῳ
570παρῆκεν, ὥστε βραχέα μοι δεῖσθαι φράσαι.
571σὺ γάρ μ’ὅς εἰμι κα- κἀφ’ὅτου πατρὸς γεγὼς
572καὶ γῆς ὁποίας ἦλθον, εἰρηκὼς κυρεῖς ·
573ὥστ’ἐστί μοι τὸ λοιπὸν οὐδὲν ἄλλο πλὴν
574εἰπεῖν ἃ χρῄζω, κα- χὠ λόγος διοίχεται.
Θησευς
Θη.
Θη.
575τοῦτ’αὐτὸ νῦν δίδασχ’, ὅπως ἂν ἐκμάθω.
Οιδιπους
Οι.
Οι.
576δώσων ἱκάνω το- τοὐμὸν ἄθλιον δέμας
577σοὶ δῶρον, οὐ σπουδαῖον εἰς ὄψιν · τὰ δὲ
578κέρδη παρ’αὐτοῦ κρείσσον’ἢ μορφὴ καλή.
Θησευς
Θη.
Θη.
579ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων;
Οιδιπους
Οι.
Οι.
580χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που.
Θησευς
Θη.
Θη.
581ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται;
Οιδιπους
Οι.
Οι.
582ὅταν θάνω ’γὼ καὶ σύ μου ταφεὺς γένῃ
Θησευς
Θη.
Θη.
583τὰ λοίσθι’αἰτεῖ τοῦ βίου, τὰ δ’ἐν μέσῳ
584ἢ λῆστιν ἴσχεις ἢ δι’οὐδενὸς ποεῖ.
Οιδιπους
Οι.
Οι.
585ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται.
Θησευς
Θη.
Θη.
586ἀλλ’ἐν βραχεῖ δὴ τήνδε μ’ἐξαιτεῖ χάριν.
Οιδιπους
Οι.
Οι.
587ὅρα γε μήν · οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε.
Θησευς
Θη.
Θη.
588πότερα τὰ τῶν σῶν ἐκγόνων κα- κἀμοῦ λέγεις; —
Οιδιπους
Οι.
Οι.
589κεῖνοι κομίζειν κεῖσ’ἄναξ, χρῄζουσί με.
Θησευς
Θη.
Θη.
590ἀλλ’εἰ θέλοντά γ’οὐ δὲ σοὶ φεύγειν καλόν.
Οιδιπους
Οι.
Οι.
591ἀλλ’οὐ δ’, ὅτ’αὐτὸς ἤθελον, παρίεσαν.
Θησευς
Θη.
Θη.
592ὦ μῶρε, θυμὸς δ’ἐν κακοῖς οὐ ξύμφορον.
Οιδιπους
Οι.
Οι.
593ὅταν μάθῃς μου, νουθέτει, τανῦν δ’ἔα.
Θησευς
Θη.
Θη.
594δίδασκ’· ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν.
Οιδιπους
Οι.
Οι.
595πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά.
Θησευς
Θη.
Θη.
596ἦ τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς;
Οιδιπους
Οι.
Οι.
597οὐ δῆτ’, ἐπεὶ πᾶς τοῦτό γ’Ἑλλήνων θροεῖ.
Θησευς
Θη.
Θη.
598τί γὰρ τὸ μεῖζον ἢ κατ’ἄνθρωπον νοσεῖς;
Οιδιπους
Οι.
Οι.
599οὕτως ἔχει μοι. γῆς ἐμῆς ἀπηλάθην
600πρὸς τῶν ἐμαυτοῦ σπερμάτων · ἔστιν δέ μοι
601πάλιν κατελθεῖν μήποθ’, ὡς πατροκτόνῳ.
Θησευς
Θη.
Θη.
602πῶς δῆτα σ’ἂν πεμψαίαθ’, ὥστ’οἰκεῖν δίχα;
Οιδιπους
Οι.
Οι.
603τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει στόμα.
Θησευς
Θη.
Θη.
604ποῖον πάθος δείσαντας ἐκ χρηστηρίων;
Οιδιπους
Οι.
Οι.
605ὅτι σφ’ἀνάγκη τῇδε πληγῆναι χθονί.
Θησευς
Θη.
Θη.
606καὶ πῶς γένοιτ’ἂν τα- τἀμὰ κα- κἀκείνων πικρά;
Οιδιπους
Οι.
Οι.
607ὦ φίλτατ’Αἰγέως παῖ, μόνοις οὐ γίγνεται
608θεοῖσι γῆρας οὐ δὲ κατθανεῖν ποτε.
609τὰ δ’ἄλλα συγχεῖ πάνθ’ὁ παγκρατὴς χρόνος.
610φθίνει μὲν ἰσχὺς γῆς, φθίνει δὲ σώματος,
611θνῄσκει δὲ πίστις, βλαστάνει δ’ἀπιστία,
612καὶ πνεῦμα τα- ταὐτὸν οὔποτ’οὔτ’ἐν ἀνδράσιν
613φίλοις βέβηκεν οὔτε πρὸς πόλιν πόλει.
614τοῖς μὲν γὰρ ἤδη, τοῖς δ’ἐν ὑστέρῳ χρόνῳ
615τὰ τερπνὰ πικρὰ γίγνεται κα- καὖθις φίλα.
616καὶ ταῖσι Θήβαις εἰ τανῦν εὐημερεῖ
617καλῶς τὰ πρὸς σέ, μυρίας ὁ μυρίος
618χρόνος τεκνοῦται νύκτας ἡμέραςτ’ἰών,
619ἐν αἷς τὰ νῦν ξύμφωνα δεξιώματα
620δόρει διασκεδῶσιν ἐκ σμικροῦ λόγου ·
621ἵν’ὁ- οὑμὸς εὕδων καὶ κεκρυμμένος νέκυς
622ψυχρός ποτ’αὐτῶν θερμὸν αἷμα πίεται,
623εἰ Ζεὺς ἔτι Ζεὺς κα- χὠ Διὸς Φοῖβος σαφής.
624ἀλλ’οὐ γὰρ αὐδᾶν ἡδὺ τα- τἀκίνητ’ἔπη,
625ἔα μ’ἐν οἷσιν ἠρξάμην, τὸ σὸν μόνον
626πιστὸν φυλάσσων, κα- κοὔποτ’Οἰδίπουν ἐρεῖς
627ἀχρεῖον οἰκητῆρα δέξασθαι τόπων
628τῶν ἐνθάδ’, εἴπερ μὴ θεοὶ ψεύσουσί με.
Χορος
Χο.
Χο.
629ἄναξ, πάλαι καὶ ταῦτα καὶ τοιαῦτ’ἔπη
630γῇ τῇδ’ὅδ’ἁνὴρ ὡς τελῶν ἐφαίνετο.
Θησευς
Θη.
Θη.
631τίς δῆτ’ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοι
632τοιοῦδ’, ὅτῳ πρῶτον μὲν ἡ δορύξενος
633κοινή παρ’ἡμῖν αἰέν ἐστιν ἑστία;
634ἔπειτα δ’ἱκέτης δαιμόνων ἀφιγμένος
635γῇ τῇδε κα- κἀμοὶ δασμὸν οὐ σμικρὸν τίνει.
636ἁ- ἁγὼ σεβισθεὶς οὔποτ’ἐκβαλῶ χάριν
637τὴν τοῦδε, χώρᾳ δ’ἔμπολιν κατοικιῶ.
638εἰ δ’ἐνθάδ’ἡδὺ τῷ ξένῳ μίμνειν, σέ νιν
639τάξω φυλάσσειν, εἴτ’ἐμοῦ στείχειν μέτα,
640τόδ’ἡδύ, τούτων, Οἰδίπους, δίδωμί σοι
641κρίναντι χρῆσθαι · τῇδε γὰρ ξυνοίσομαι.
Οιδιπους
Οι.
Οι.
642ὦ Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ.
Θησευς
Θη.
Θη.
643τί δῆτα χρῄζεις; ἦ δόμους στείχειν ἐμούς;
Οιδιπους
Οι.
Οι.
644εἴ μοι θέμις γ’ἦν · ἀλλ’ὁ χῶρός ἐσθ’ὅδε,
Θησευς
Θη.
Θη.
645ἐν ᾧ τί πράξεις; οὐ γὰρ ἀντιστήσομαι.
Οιδιπους
Οι.
Οι.
646ἐν ᾧ κρατήσω τῶν ἔμ’ἐκβεβληκότων.
Θησευς
Θη.
Θη.
647μέγ’ἂν λέγοις δώρημα τῆς συνουσίας.
Οιδιπους
Οι.
Οι.
648εἰ σοί γ’ἅπερ φῂς ἐμμενεῖ τελοῦντί μοι.
Θησευς
Θη.
Θη.
649θάρσει τὸ τοῦδέ γ’ἀνδρός · οὔ σε μὴ προδῶ.
Οιδιπους
Οι.
Οι.
650οὔτοι σ’ὑφ’ὅρκου γ’ὡς κακὸν πιστώσομαι.
Θησευς
Θη.
Θη.
651οὔκουν πέρα γ’ἂν οὐδὲν ἢ λόγῳ φέροις.
Οιδιπους
Οι.
Οι.
652πῶς οὖν ποήσεις;
Θησευς
Θη.
Θη.
652aτοῦ μάλιστ’ὄκνος σ’ἔχει;
Οιδιπους
Οι.
Οι.
653ἥξουσιν ἄνδρες
Θησευς
Θη.
Θη.
653aἀλλὰ τοῖσδ’ἔσται μέλον.
Οιδιπους
Οι.
Οι.
654ὅρα με λείπων
Θησευς
Θη.
Θη.
654aμὴ δίδασχ’ἃ χρή με δρᾶν.
Οιδιπους
Οι.
Οι.
655ὀκνοῦντ’ἀνάγκη.
Θησευς
Θη.
Θη.
655aτο- τοὐμὸν οὐκ ὀκνεῖ κέαρ.
Οιδιπους
Οι.
Οι.
656οὐκ οἶσθ’ἀπειλὰς
Θησευς
Θη.
Θη.
656aοἶδ’ἐγώ σε μή τινα
657ἐνθένδ’ἀπάξοντ’ἄνδρα πρὸς βίαν ἐμοῦ.
658πολλαὶ δ’ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη
659θυμῷ κατηπείλησαν, ἀλλ’ὁ νοῦς ὅταν
660αὑτοῦ γένηται, φροῦδα τα- τἀπειλήματα.
661κείνοις δ’ἴσως κα- κεἰ δείν’ἐπερρώσθη λέγειν
662τῆς σῆς ἀγωγῆς, οἶδ’ἐγώ, φανήσεται
663μακρὸν τὸ δεῦρο πέλαγος οὐ δὲ πλώσιμον.
664θαρσεῖν μὲν οὖν ἔγωγε κα- κἂν ἐμῆς ἄνευ
665γνώμης ἐπαινῶ, Φοῖβος εἰ προὔπεμψέ σε ·
666ὅμως δὲ κα- κἀμοῦ μὴ παρόντος οἶδ’ὅτι
667το- τοὐμὸν φυλάξει σ’ὄνομα μὴ πάσχειν κακῶς.
Χορος
Χο.
Χο.
668εὐίππου, ξένε, τᾶσδε χώρας
669ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα,
670τὸν ἀργῆτα Κολωνόν, ἔνθ’
671ἁ λίγεια μινύρεται
672θαμίζουσα μάλιστ’ἀηδὼν
673χλωραῖς ὑπὸ βάσσαις,
674τὸν οἰνωπὸν ἔχουσα κισσὸν
675καὶ τὰν ἄβατον θεοῦ
676φυλλάδα μυριόκαρπον ἀνήλιον
677ἀνήνεμόντε πάντων
678χειμώνων · ἵν’ὁ βακχιώτας
679ἀεὶ Διόνυσος ἐμβατεύει
680θεαῖς ἀμφιπολῶν τιθήναις.
681θάλλει δ’οὐρανίας ὑπ’ἄχνας
682ὁ καλλίβοτρυς κατ’ἦμαρ ἀεὶ
683νάρκισσος, μεγάλαιν θεαῖν
684ἀρχαῖον στεφάνωμ’, ὅτε
685χρυσαυγὴς κρόκος · οὐ δ’ἄϋπνοι
686κρῆναι μινύθουσιν
687Κηφισοῦ νομάδες ῥεέθρων,
688ἀλλ’αἰὲν ἐπ’ἤματι
689ὠκυτόκος πεδίων ἐπινίσσεται
690ἀκηράτῳ σὺν ὄμβρῳ
691στερνούχου χθονός · οὐ δὲ Μουσᾶν
692χοροί νιν ἀπεστύγησαν οὐ δ’ἁ
693χρυσάνιος Ἀφροδίτα.
695ἔστιν δ’οἷον ἐγὼ γᾶς Ἀσίας οὐκ ἐπακούω
696οὐ δ’ἐν τᾷ μεγάλᾳ Δωρίδι νάσῳ Πέλοπος πώποτε βλαστὸν
697φύτευμ’ἀχείρωτον αὐτόποιον,
698ἐγχέων φόβημα δαΐων,
700ὃ τᾷδε θάλλει μέγιστα χώρᾳ,
701γλαυκᾶς παιδοτρόφου φύλλον ἐλαίας ·
702τὸ μέν τις οὐ νεαρὸς οὐ δὲ γήρᾳ
703συνναίων ἁλιώσει χερὶ πέρσας · ὁ γὰρ αἰὲν ὁρῶν κύκλος
705λεύσσει νιν μορίου Διὸς
706κα- χἀ γλαυκῶπις Ἀθάνα.
707ἄλλον δ’αἶνον ἔχω ματροπόλει τᾷδε κράτιστον
710δῶρον τοῦ μεγάλου δαίμονος, εἰπεῖν, χθονὸς αὔχημα μέγιστον,
711εὔιππον, εὔπωλον, εὐθάλασσον.
712ὦ παῖ Κρόνου, σὺ γάρ νιν εἰς
713τόδ’εἷσας αὔχημ’, ἄναξ Ποσειδάν,
715ἵπποισιν τὸν ἀκεστῆρα χαλινὸν
716πρώταισι ταῖσδε κτίσας ἀγυιαῖς.
717ἁ δ’εὐήρετμος ἔκπαγλ’ἁλία χερσὶ παραπτομένα πλάτα
718θρῴσκει, τῶν ἑκατομπόδων
719Νηρῄδων ἀκόλουθος.
Αντιγονη
Αν.
Αν.
720ὦ πλεῖστ’ἐπαίνοις εὐλογούμενον πέδον,
721νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη.
Οιδιπους
Οι.
Οι.
722τί δ’ἔστιν, ὦ παῖ, καινόν;
Αντιγονη
Αν.
Αν.
722aἆσσον ἔρχεται
723Κρέων ὅδ’ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ.
Οιδιπους
Οι.
Οι.
724ὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶ
725φαίνοιτ’ἂν ἤδη τέρμα τῆς σωτηρίας.
Χορος
Χο.
Χο.
726θάρσει, παρέσται · καὶ γὰρ εἰ γέρων ἐγώ,
727τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος.
Κρεων
Κρ.
Κρ.
728ἄνδρες χθονὸς τῆσδ’εὐγενεῖς οἰκήτορες,
729ὁρῶ τιν’ὑμᾶς ὀμμάτων εἰληφότας
730φόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου,
731ὃν μήτ’ὀκνεῖτε μήτ’ἀφῆτ’ἔπος κακόν.
732ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶ
733γέρων μέν εἰμι, πρὸς πόλιν δ’ἐπίσταμαι
734σθένουσαν ἥκων, εἴ τιν’Ἑλλάδος, μέγα.
735ἀλλ’ἄνδρα τόνδε τηλικόσδ’ἀπεστάλην
736πείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον,
737οὐκ ἐξ ἑνὸς στείλαντος, ἀλλ’ἀνδρῶν ὑπὸ
738πάντων κελευσθείς, οὕνεχ’ἧκέ μοι γένει
739τὰ τοῦδε πενθεῖν πήματ’εἰς πλεῖστον πόλεως.
740ἀλλ’ὦ ταλαίπωρ’Οἰδίπους, κλύων ἐμοῦ
741ἱκοῦ πρὸς οἴκους. πᾶς σε Καδμείων λεὼς
742καλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστ’ἐγώ,
743ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυν
744κάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον,
745ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον,
746ἀεὶ δ’ἀλήτην κα- κἀπὶ προσπόλου μιᾶς
747βιοστερῆ χωροῦντα · τὴν ἐγὼ τάλας
748οὐκ ἄν ποτ’ἐς τοσοῦτον αἰκίας πεσεῖν
749ἔδοξ’, ὅσον πέπτωκεν ἥδε δύσμορος,
750ἀεί σε κηδεύουσα καὶ τὸ σὸν κάρα
751πτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμων
752ἔμπειρος, ἀλλὰ το- τοὐπιόντος ἁρπάσαι.
753ἆρ’ἄθλιον το- τοὔνειδος, ὦ τάλας ἐγώ,
754ὠνείδισ’εἰς σὲ κα- κἀμὲ καὶ τὸ πᾶν γένος;
755ἀλλ’οὐ γὰρ ἔστι τα- τἀμφανῆ κρύπτειν, σύ νιν
756πρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶ
757κρύψον, θελήσας ἄστυ καὶ δόμους μολεῖν
758τοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλως
759εἰπών · ἐπαξία γάρ · ἡ δ’οἴκοι πλέον
760δίκῃ σέβοιτ’ἄν, οὖσα σὴ πάλαι τροφός.
Οιδιπους
Οι.
Οι.
761ὦ πάντα τολμῶν κα- κἀπὸ παντὸς ἂν φέρων
762λόγου δικαίου μηχάνημα ποικίλον,
763τί ταῦτα πειρᾷ κα- κἀμὲ δεύτερον θέλεις
764ἑλεῖν ἐν οἷς μάλιστ’ἂν ἀλγοίην ἁλούς;
765πρόσθεντε γάρ με τοῖσιν οἰκείοις κακοῖς
766νοσοῦνθ’, ὅτ’ἦν μοι τέρψις ἐκπεσεῖν χθονός,
767οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν ·
768ἀλλ’ἡνίκ’ἤδη μεστὸς ἦ θυμούμενος
769καὶ το- τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ,
770τότ’ἐξεώθεις κα- κἀξέβαλλες, οὐ δέ σοι
771τὸ συγγενὲς τοῦτ’οὐδαμῶς τότ’ἦν φίλον ·
772νῦντ’αὖθις ἡνίκ’εἰσορᾷς πόλιντέ μοι
773ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν,
774πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων.
775καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν;
776ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν
777μηδὲν διδοίη μη δ’ἐπαρκέσαι θέλοι,
778πλήρη δ’ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε
779δωροῖθ’, ὅτ’οὐδὲν ἡ χάρις χάριν φέροι ·
780ἆρ’ἂν ματαίου τῆσδ’ἂν ἡδονῆς τύχοις;
781τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί,
782λόγῳ μὲν ἐσθλά. τοῖσι δ’ἔργοισιν κακά.
783φράσω δὲ καὶ τοῖσδ’, ὥς σε δηλώσω κακόν.
784ἥκεις ἔμ’ἄξων, οὐχ’ἵν’ἐς δόμους ἄγῃς,
785ἀλλ’ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι
786κακῶν ἄνατος τῆσδ’ἀπαλλαχθῇ χθονός.
787οὐκ ἔστι σοι ταῦτ’, ἀλλά σοι τάδ’ἔστ’, ἐκεῖ
788χώρας ἀλάστωρ ὁ- οὑμὸς ἐνναίων ἀεί ·
789ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς
790χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον.
791ἆρ’οὐκ ἄμεινον ἢ σὺ τα- τἀν Θήβαις φρονῶ;
792πολλῷ γ’, ὅσῳπερ κα- κἀκ σαφεστέρων κλύω,
793Φοίβουτε κα- καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ.
794τὸ σὸν δ’ἀφῖκται δεῦρ’ὑπόβλητον στόμα,
795πολλὴν ἔχον στόμωσιν · ἐν δὲ τῷ λέγειν
796κάκ’ἂν λάβοις τὰ πλείον’ἢ σωτήρια.
797ἀλλ’οἶδα γάρ σε ταῦτα μὴ τείθων, ἴθι ·
798ἡμᾶς δ’ἔα ζῆν ἐνθάδ’· οὐ γὰρ ἂν κακῶς
799οὐ δ’ὧδ’ἔχοντες ζῷμεν, εἰ τερποίμεθα.
Κρεων
Κρ.
Κρ.
800πότερα νομίζεις δυστυχεῖν ἔμ’ἐς τὰ σά,
801ἤ σ’εἰς τὰ σαυτοῦ μᾶλλον, ἐς τῷ νῦν λόγῳ;
Οιδιπους
Οι.
Οι.
802ἐμοὶ μέν ἐσθ’ἥδιστον, εἰ σὺ μήτ’ἐμὲ
803πείθειν οἷόςτ’εἶ μήτε τούσδε τοὺς πέλας.
Κρεων
Κρ.
Κρ.
804ὦ δύσμορ’, οὐ δὲ τῷ χρόνῳ φύσας φανεῖ
805φρένας ποτ’ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφει;
Οιδιπους
Οι.
Οι.
806γλώσσῃ σὺ δεινός · ἄνδρα δ’οὐδέν’οἶδ’ἐγὼ
807δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει.
Κρεων
Κρ.
Κρ.
808χωρὶς τότ’εἰπεῖν πολλὰ καὶ τὰ καίρια.
Οιδιπους
Οι.
Οι.
809ὡς δὴ σὺ βραχέα, ταῦτα δ’ἐν καιρῷ λέγεις.
Κρεων
Κρ.
Κρ.
810οὐ δῆθ’ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα.
Οιδιπους
Οι.
Οι.
811ἄπελθ’, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μη δέ με
812φύλασσ’ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ.
Κρεων
Κρ.
Κρ.
813μαρτύρομαι τούσδ’, οὐ σέ · πρὸς δὲ τοὺς φίλους
814οἷ’ἀνταμείβει ῥήματ’, ἤν σ’ἕλω ποτέ
Οιδιπους
Οι.
Οι.
815τίς δ’ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ;
Κρεων
Κρ.
Κρ.
816ἦ μὴν σὺ κα- κἄνευ τοῦδε λυπηθεὶς ἔσει.
Οιδιπους
Οι.
Οι.
817ποίῳ σὺν ἔργῳ τοῦτ’ἀπειλήσας ἔχεις;
Κρεων
Κρ.
Κρ.
818παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼ
819ξυναρπάσας ἔπεμψα, τὴν δ’ἄξω τάχα.
Οιδιπους
Οι.
Οι.
820οἴμοι.
Κρεων
Κρ.
Κρ.
820aτάχ’ἕξεις μᾶλλον οἰμώζειν τάδε.
Οιδιπους
Οι.
Οι.
821τὴν παῖδ’ἔχεις μου;
Κρεων
Κρ.
Κρ.
821aτήνδετ’οὐ μακροῦ χρόνου.
Οιδιπους
Οι.
Οι.
822ἰὼ ξένοι, τί δράσετ’; ἦ προδώσετε,
823κα- κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός;
Χορος
Χο.
Χο.
824χώρει, ξέν’, ἔξω θᾶσσον. οὔτε γὰρ τὰ νῦν
825δίκαια πράσσεις οὔθ’ἃ πρόσθεν εἴργασαι.
Κρεων
Κρ.
Κρ.
826ὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγειν
827ἄκουσαν, εἰ θέλουσα μὴ πορεύεται.
Αντιγονη
Αν.
Αν.
828οἴμοι τάλαινα, ποῖ φύγω; ποίαν λάβω
829θεῶν ἄρηξιν ἢ βροτῶν;
Χορος
Χο.
Χο.
829aτί δρᾷς, ξένε;
Κρεων
Κρ.
Κρ.
830οὐχ ἅψομαι τοῦδ’ἀνδρός, ἀλλὰ τῆς ἐμῆς.
Οιδιπους
Οι.
Οι.
831ὦ γῆς ἄνακτες.
Χορος
Χο.
Χο.
831aὦ ξέν’, οὐ δίκαια δρᾷς.
Κρεων
Κρ.
Κρ.
832δίκαια.
Χορος
Χο.
Χο.
832aπῶς δίκαια;
Κρεων
Κρ.
Κρ.
832bτοὺς ἐμοὺς ἄγω.
Οιδιπους
Οι.
Οι.
833ἰὼ πόλις.
Χορος
Χο.
Χο.
834τί δρᾷς, ὦ ξέν’; οὐκ ἀφήσεις; τάχ’εἰς βάσανον εἶ χερῶν.
Κρεων
Κρ.
Κρ.
835εἴργου.
Χορος
Χο.
Χο.
835aσοῦ μὲν οὔ, τάδε γε μωμένου.
Κρεων
Κρ.
Κρ.
836πόλει μαχεῖ γάρ, εἴ τι πημανεῖς ἐμέ.
Οιδιπους
Οι.
Οι.
837οὐκ ἠγόρευον ταῦτ’ἐγώ;
Χορος
Χο.
Χο.
837aμέθες χεροῖν
838τὴν παῖδα θᾶσσον.
Κρεων
Κρ.
Κρ.
838aμὴ ’πίτασσ’ἃ μὴ κρατεῖς.
Χορος
Χο.
Χο.
840χαλᾶν λέγω σοι.
Κρεων
Κρ.
Κρ.
840aσοὶ δ’ἔγωγ’ὁδοιπορεῖν.
Χορος
Χο.
Χο.
841πρόβαθ’ὧδε, βᾶτε βᾶτ’, ἔντοποι ·
842πόλις ἐναίρεται, πόλις ἐμά, σθένει · πρόβαθ’ὧδέ μοι.
Αντιγονη
Αν.
Αν.
843ἀφέλκομαι δύστηνος, ὦ ξένοι ξένοι.
Οιδιπους
Οι.
Οι.
844ποῦ, τέκνον, εἴ μοι;
Αντιγονη
Αν.
Αν.
844aπρὸς βίαν πορεύομαι.
Οιδιπους
Οι.
Οι.
845ὄρεξον, ὦ παῖ, χεῖρας.
Αντιγονη
Αν.
Αν.
845aἀλλ’οὐδὲν σθένω.
Κρεων
Κρ.
Κρ.
846οὐκ ἄξεθ’ὑμεῖς;
Οιδιπους
Οι.
Οι.
846aὦ τάλας ἐγώ, τάλας.
Κρεων
Κρ.
Κρ.
848οὔκουν ποτ’ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτι
849ὁδοιπορήσῃς · ἀλλ’ἐπεὶ νικᾶν θέλεις
850πατρίδατε τὴν σὴν καὶ φίλους, ὑφ’ὧν ἐγὼ
851ταχθεὶς τάδ’ἔρδω, καὶ τύραννος ὢν ὅμως,
852νίκα. χρόνῳ γάρ, οἶδ’ἐγώ, γνώσει τάδε,
853ὁθούνεκ’αὐτὸς αὑτὸν οὔτε νῦν καλὰ
854δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων,
855ὀργῇ χάριν δούς, ἥ σ’ἀεὶ λυμαίνεται.
Χορος
Χο.
Χο.
856ἐπίσχες αὐτοῦ, ξεῖνε.
Κρεων
Κρ.
Κρ.
856aμὴ ψαύειν λέγω.
Χορος
Χο.
Χο.
857οὔτοι σ’ἀφήσω, τῶνδέ γ’ἐστερημένος.
Κρεων
Κρ.
Κρ.
858καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχα
859θήσεις · ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν.
Χορος
Χο.
Χο.
860ἀλλ’ἐς τί τρέψει;
Κρεων
Κρ.
Κρ.
860aτόνδ’ἀπάξομαι λαβών.
Χορος
Χο.
Χο.
861δεινὸν λέγοις ἄν.
Κρεων
Κρ.
Κρ.
861aτοῦτο νῦν πεπράξεται.
Χορος
Χο.
Χο.
862ἢν μή σ’ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ.
Οιδιπους
Οι.
Οι.
863ὦ φθέγμ’ἀναιδές, ἦ σὺ γὰρ ψαύσεις ἐμοῦ;
Κρεων
Κρ.
Κρ.
864αὐδῶ σιωπᾶν.
Οιδιπους
Οι.
Οι.
864aμὴ γὰρ αἵδε δαίμονες
865θεῖέν μ’ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι,
866ὅς μ’, ὦ κάκιστε, ψιλὸν ὄμμ’ἀποσπάσας
867πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχει βίᾳ.
868τοιγὰρ σέτ’αὐτὸν καὶ γένος τὸ σὸν θεῶν
869ὁ πάντα λεύσσων Ἥλιος δοίη βίον
870τοιοῦτον οἷον κα- κἀμὲ γηρᾶναί ποτε.
Κρεων
Κρ.
Κρ.
871ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι;
Οιδιπους
Οι.
Οι.
872ὁρῶσι κα- κἀμὲ καὶ σέ, καὶ φρονοῦσ’ὅτι
873ἔργοις πεπονθὼς ῥήμασίν σ’ἀμύνομαι.
Κρεων
Κρ.
Κρ.
874οὔτοι καθέξω θυμόν, ἀλλ’ἄξω βίᾳ
875κα- κεἰ μοῦνός εἰμι τόνδε καὶ χρόνῳ βραδύς.
Οιδιπους
Οι.
Οι.
876ἰὼ τάλας.
Χορος
Χο.
Χο.
877ὅσον λῆμ’ἔχων ἀφίκου, ξέν’, εἰ τάδε δοκεῖς τελεῖν.
Κρεων
Κρ.
Κρ.
878δοκῶ.
Χορος
Χο.
Χο.
879τάνδ’ἄρ’οὐκέτι νεμῶ πόλιν.
Κρεων
Κρ.
Κρ.
880τοῖς τοι δικαίοις κα- χὠ βραχὺς νικᾷ μέγαν.
Οιδιπους
Οι.
Οι.
881ἀκούεθ’οἷα φθέγγεται;
Χορος
Χο.
Χο.
881aτά γ’οὐ τελεῖ.
882Κρεων
Κρ.
Κρ.
883Ζεύς γ’ἂν εἰδείη, σὺ δ’οὔ.
Χορος
Χο.
Χο.
884ἆρ’οὐχ ὕβρις τάδ’;
Κρεων
Κρ.
Κρ.
884aὕβρις, ἀλλ’ἀνεκτέα.
Χορος
Χο.
Χο.
885ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι,
886μόλετε σὺν τάχει, μόλετ’, ἐπεὶ πέραν περῶσ’οἵδε δή.
Οιδιπους
Οι.
Οι.
887τίς ποθ’ἡ βοή; τί το- τοὔργον; ἐκ τίνος φόβου ποτὲ
888βουθυτοῦντά μ’ἀμφὶ βωμὸν ἔσχετ’ἐναλίῳ θεῷ
889τοῦδ’ἐπιστάτῃ Κολωνοῦ; λέξαθ’, ὡς εἰδῶ τὸ πᾶν,
890οὗ χάριν δεῦρ’ᾖξα θᾶσσον ἢ καθ’ἡδονὴν ποδός.
891ὦ φίλτατ’, ἔγνων γὰρ τὸ προσφώνημά σου,
892πέπονθα δεινὰ τοῦδ’ὑπ’ἀνδρὸς ἀρτίως.
Θησευς
Θη.
Θη.
893τὰ ποῖα ταῦτα, τίς δ’ὁ πημήνας; λέγε.
Οιδιπους
Οι.
Οι.
894Κρέων ὅδ’, ὃν δέδορκας, οἴχεται τέκνων
895ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα.
Θησευς
Θη.
Θη.
896πῶς εἶπας;
Οιδιπους
Οι.
Οι.
896aοἷά περ πέπονθ’ἀκήκοας.
Θησευς
Θη.
Θη.
897οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν
898πρὸς τούσδε βωμούς, πάντ’ἀναγκάσει λεὼν
899ἄνιππον ἱππότηντε θυμάτων ἄπο
900σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι
901μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί,
902ὡς μὴ παρέλθωσ’αἱ κόραι, γέλως δ’ἐγὼ
903ξένῳ γένωμαι τῷδε, χειρωθεὶς βίᾳ.
904ἴθ’, ὡς ἄνωγα, σὺν τάχει. τοῦτον δ’ἐγώ,
905εἰ μὲν δι’ὀργῆς ἧκον, ἧς ὅδ’ἄξιος,
906ἄτρωτον οὐ μεθῆκ’ἂν ἐξ ἐμῆς χερός.
907νῦν δ’οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθ’ἔχων,
908τούτοισι κα- κοὐκ ἄλλοισιν ἁρμοσθήσεται.
909οὐ γάρ ποτ’ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂν
910κείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων ·
911ἐπεὶ δέδρακας οὔτ’ἐμοῦ καταξίως
912οὔθ’ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός ·
913ὅστις δίκαι’ἀσκοῦσαν εἰσελθὼν πόλιν
914κα- κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτ’ἀφεὶς
915τὰ τῆσδε τῆς γῆς κύρι’, ὧδ’ἐπεισπεσὼν
916ἄγειςθ’ἃ χρῄζεις καὶ παρίστασαι βίᾳ,
917καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ
918ἔδοξας εἶναι κα- κἄμ’ἴσον τῷ μηδενί.
919καίτοι σε Θῆβαί γ’οὐκ ἐπαίδευσαν κακόν ·
920οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν,
921οὐ δ’ἄν σ’ἐπαινέσειαν, εἰ πυθοίατο
922συλῶντα τα- τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ
923ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια.
924οὔκουν ἔγωγ’ἂν σῆς ἐπεμβαίνων χθονός,
925οὐ δ’εἰ τὰ πάντων εἶχον ἐνδικώτατα,
926ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸς
927οὔθ’εἷλκον οὔτ’ἂν ἦγον, ἀλλ’ἠπιστάμην
928ξένον παρ’ἀστοῖς ὡς διαιτᾶσθαι χρεών.
929σὺ δ’ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν
930τὴν αὐτὸς αὑτοῦ, καί σ’ὁ πληθύων χρόνος
931γέρονθ’ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.
932εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν,
933τὰς παῖδας ὡς τάχιστα δεῦρ’ἄγειν τινά,
934εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις
935εἶναι βίᾳτε κα- κοὐχ ἑκών · καὶ ταῦτά σοι
936τῷ νῷθ’ὁμοίως κα- κἀπὸ τῆς γλώσσης λέγω.
Χορος
Χο.
Χο.
937ὁρᾷς ἵν’ἥκεις, ὦ ξέν’; ὡς ἀφ’ὧν μὲν εἶ
938φαίνει δίκαιος, δρῶν δ’ἐφευρίσκει κακά.
Κρεων
Κρ.
Κρ.
939ἐγὼ οὔτ’ἄνανδρον τήνδε τὴν πόλιν νέμων,
940ὦ τέκνον Αἰγέως, οὔτ’ἄβουλον, ὡς σὺ φῄς,
941το- τοὔργον τόδ’ἐξέπραξα, γιγνώσκων δ’ὅτι
942οὐδείς ποτ’αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοι
943ζῆλος ξυναίμων, ὥστ’ἐμοῦ τρέφειν βίᾳ.
944ᾔδη δ’ὁθούνεκ’ἄνδρα καὶ πατροκτόνον
945κα- κἄναγνον οὐ δεξοίατ’, οὐ δ’ὅτῳ γάμοι
946ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων.
947τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον
948ἐγὼ ξυνῄδη χθόνιον ὄνθ’, ὃς οὐκ ἐᾷ
949τοιούσδ’ἀλήτας τῇδ’ὁμοῦ ναίειν πόλει ·
950ᾧ πίστιν ἴσχων τήνδ’ἐχειρούμην ἄγραν.
951καὶ ταῦτ’ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς
952αὐτῷτ’ἀρὰς ἠρᾶτο καὶ τω- τὠμῷ γένει ·
953ἀνθ’ὧν πεπονθὼς ἠξίουν τάδ’ἀντιδρᾶν.
954θυμοῦ γὰρ οὐδὲν γῆράς ἐστιν ἄλλο πλὴν
955θανεῖν · θανόντων δ’οὐδὲν ἄλγος ἅπτεται.
956πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς · ἐπεὶ
957ἐρημία με, κα- κεἰ δίκαι’, ὅμως λέγω,
958σμικρὸν τίθησι · πρὸς δὲ τὰς πράξεις ὅμως,
959καὶ τηλικόσδ’ὤν, ἀντιδρᾶν πειράσομαι.
Οιδιπους
Οι.
Οι.
960ὦ λῆμ’ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς,
961πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε;
962ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς
963τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας
964ἤνεγκον ἄκων · θεοῖς γὰρ ἦν οὕτω φίλον,
965τάχ’ἄν τι μηνίουσιν εἰς γένος πάλαι.
966ἐπεὶ καθ’αὑτόν γ’οὐκ ἂν ἐξεύροις ἐμοὶ
967ἁμαρτίας ὄνειδος οὐδέν, ἀνθ’ὅτου
968τάδ’εἰς ἐμαυτὸν τοὺς ἐμούςθ’ἡμάρτανον.
969ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ
970χρησμοῖσιν ἱκνεῖθ’ὥστε πρὸς παίδων θανεῖν,
971πῶς ἂν δικαίως τοῦτ’ὀνειδίζοις ἐμοί,
972ὃς οὔτε βλάστας πω γενεθλίους πατρός,
973οὐ μητρὸς εἶχον, ἀλλ’ἀγέννητος τότ’ἦ;
974εἰ δ’αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ ’φάνην,
975ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον,
976μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕςτ’ἔδρων,
977πῶς ἂν τό γ’ἆκον πρᾶγμ’ἂν εἰκότως ψέγοις;
978μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνει γάμους
979οὔσης ὁμαίμου σῆς μ’ἀναγκάζων λέγειν,
979aοἵους ἐρῶ τάχ’· οὐ γὰρ οὖν σιγήσομαι,
980σοῦ γ’εἰς τόδ’ἐξελθόντος ἀνόσιον στόμα.
981ἔτικτε γάρ μ’ἔτικτεν, ὤμοι μοι κακῶν,
982οὐκ εἰδότ’οὐκ εἰδυῖα, καὶ τεκοῦσά με,
983αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι.
984ἀλλ’ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντ’ἐμὲ
985κείνηντε ταῦτα δυσστομεῖν · ἐγὼ δέ νιν
986ἄκων ἔγημα φθέγγομαίτ’ἄκων τάδε.
987ἀλλ’οὐ γὰρ οὔτ’ἐν τοῖσδ’ἁλώσομαι κακὸς
988γάμοισιν οὔθ’οὓς αἰὲν ἐμφορεῖς σύ μοι
990φόνους πατρῴους ἐξονειδίζων πικρῶς.
991ἓν γάρ μ’ἄμειψαι μοῦνον ὧν σ’ἀνιστορῶ.
992εἴ τις σὲ τὸν δίκαιον αὐτίκ’ἐνθάδε
993κτείνοι παραστάς, πότερα πυνθάνοι’ἂν εἰ
994πατήρ σ’ὁ καίνων ἢ τίνοι’ἂν εὐθέως;
995δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιον
996τίνοι’ἂν οὐ δὲ το- τοὔνδικον περιβλέποις.
997τοιαῦτα μέντοι κα- καὐτὸς εἰσέβην κακά,
998θεῶν ἀγόντων · οἷς ἐγὼ οὐ δὲ τὴν πατρὸς
999ψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί.
1000σὺ δ’, εἶ γὰρ οὐ δίκαιος, ἀλλ’ἅπαν καλὸν
1001λέγειν νομίζων ῥητὸν ἄρρητόντ’ἔπος,
1002τοιαῦτ’ὀνειδίζεις με τῶνδ’ἐναντίον.
1003καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν,
1004καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς ·
1005κα- κᾆθ’ὧδ’ἐπαινῶν πολλὰ τοῦδ’ἐκλανθάνει,
1006ὁθούνεκ’εἴ τις γῆ θεοὺς ἐπίσταται
1007τιμαῖς σεβίζειν, ἥδε τοῦθ’ὑπερφέρει ·
1008ἀφ’ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντ’ἐμὲ
1009αὐτόντ’ἐχειροῦ τὰς κόραςτ’οἴχει λαβών.
1010ἀνθ’ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ
1011καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς
1012ἐλθεῖν ἀρωγοὺς ξυμμάχουςθ’, ἵν’ἐκμάθῃς
1013οἵων ὑπ’ἀνδρῶν ἥδε φρουρεῖται πόλις.
Χορος
Χο.
Χο.
1014ὁ ξεῖνος, ὠ- ὦναξ, χρηστός · αἱ δὲ συμφοραὶ
1015αὐτοῦ πανώλεις, ἄξιαι δ’ἀμυναθεῖν.
Θησευς
Θη.
Θη.
1016ἅλις λόγων, ὡς οἱ μὲν ἐξειργασμένοι
1017σπεύδουσιν, ἡμεῖς δ’οἱ παθόντες ἕσταμεν.
Κρεων
Κρ.
Κρ.
1018τί δῆτ’ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν;
Θησευς
Θη.
Θη.
1019ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ με
1020χωρεῖν, ἵν’, εἰ μὲν ἐν τόποισι τοῖσδ’ἔχεις
1021τὰς παῖδας ἡμῖν αὐτὸς ἐκδείξῃς ἐμοί ·
1022εἰ δ’ἐγκρατεῖς φεύγουσιν, οὐδὲν δεῖ πονεῖν.
1023ἄλλοι γὰρ οἱ σπεύδοντες, οὓς οὐ μή ποτε
1024χώρας φυγόντες τῆσδ’ἐπεύξωνται θεοῖς.
1025ἀλλ’ἐξυφηγοῦ · γνῶθι δ’ὡς ἔχων ἔχει
1026καί σ’εἷλε θηρῶνθ’ἡ τύχη · τὰ γὰρ δόλῳ
1027τῷ μὴ δικαίῳ κτήματ’οὐχὶ σῴζεται.
1028κα- κοὐκ ἄλλον ἕξεις εἰς τάδ’· ὡς ἔξοιδά σε
1029οὐ ψιλὸν οὐ δ’ἄσκευον ἐς τοσήνδ’ὕβριν
1030ἥκοντα τόλμης τῆς παρεστώσης τανῦν,
1031ἀλλ’ἔσθ’ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε.
1032ἃ δεῖ μ’ἀθρῆσαι, μη δὲ τήνδε τὴν πόλιν
1033ἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν.
1034νοεῖς τι τούτων, ἢ μάτην τὰ νῦντέ σοι
1035δοκεῖ λελέχθαι κα- χὤτε ταῦτ’ἐμηχανῶ;
Κρεων
Κρ.
Κρ.
1036οὐδὲν σὺ μεμπτὸν ἐνθάδ’ὢν ἐρεῖς ἐμοί ·
1037οἴκοι δὲ κα- χἠμεῖς εἰσόμεσθ’ἃ χρὴ ποεῖν.
Θησευς
Θη.
Θη.
1038χωρῶν ἀπείλει νῦν · σὺ δ’ἡμίν, Οἰδίπους,
1039ἕκηλος αὐτοῦ μίμνε, πιστωθεὶς ὅτι,
1040ἢν μὴ θάνω ’γὼ πρόσθεν, οὐχὶ παύσομαι
1041πρὶν ἄν σε τῶν σῶν κύριον στήσω τέκνων.
Οιδιπους
Οι.
Οι.
1042ὄναιο, Θησεῦ, τοῦτε γενναίου χάριν
1043καὶ τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθίας.
Χορος
Χο.
Χο.
1044εἴην ὅθι δαΐων
1045ἀνδρῶν τάχ’ἐπιστροφαὶ
1046τὸν χαλκοβόαν Ἄρη
1047μείξουσιν, ἢ πρὸς Πυθίαις
1048ἢ λαμπάσιν ἀκταῖς,
1050οὗ πότνιαι σεμνὰ τιθηνοῦνται τέλη
1051θνατοῖσιν, ὧν καὶ χρυσέα
1052κλῂς ἐπὶ γλώσσᾳ βέβακε
1053προσπόλων Εὐμολπιδᾶν ·
1054ἔνθ’οἶμαι τὸν ἐγρεμάχαν
1055Θησέα καὶ τὰς διστόλους
1056ἀδμῆτας ἀδελφὰς
1057αὐτάρκει τάχ’ἐμμίξειν βοᾷ
1058τούσδ’ἀνὰ χώρους ·
1059ἤ που τὸν ἐφεσπέρου
1060πέτρας νιφάδος πελῶσ’
1061Οἰάτιδος εἰς νόμον,
1062πώλοισιν ἢ ῥιμφαρμάτοις
1063φεύγοντες ἁμίλλαις.
1065ἁλώσεται · δεινὸς ὁ προσχώρων Ἄρης,
1066δεινὰ δὲ Θησειδᾶν ἀκμά.
1067πᾶς γὰρ ἀστράπτει χαλινός,
1068πᾶσα δ’ὁρμᾶται καθεῖσ’
1069ἀμπυκτήρια στομίων
1070ἄμβασις, οἳ τὰν ἱππίαν
1071τιμῶσιν Ἀθάναν
1072καὶ τὸν πόντιον γαιάοχον
1073Ῥέας φίλον υἱόν.
1074ἔρδουσ’ἢ μέλλουσιν; ὡς
1075προμνᾶταί τί μοι
1076γνώμα τάχ’ἀντάσειν
1077τᾶν δεινὰ τλασᾶν, δεινὰ δ’εὑρουσᾶν πρὸς αὐθαίμων πάθη.
1078τελεῖ τελεῖ Ζεύς τι κατ’ἆμαρ
1079μάντις εἴμ’ἐσθλῶν ἀγώνων.
1079aεἴθ’ἀελλαία ταχύρρωστος πελειὰς
1080αἰθερίας νεφέλας κύρσαιμ’ἄνωθ’ἀγώνων
1081αἰωρήσασα το- τοὐμὸν ὄμμα.
1085ἰὼ θεῶν πάνταρχε,
1086παντόπτα Ζεῦ, πόροις
1087γᾶς τᾶσδε δαμούχοις
1088σθένει ’πινικείῳ τὸν εὔαγρον τελειῶσαι λόχον,
1090σεμνάτε παῖς Παλλὰς Ἀθάνα.
1091καὶ τὸν ἀγρευτὰν Ἀπόλλω
1092καὶ κασιγνήταν πυκνοστίκτων ὀπαδὸν
1093ὠκυπόδων ἐλάφων στέργω διπλᾶς ἀρωγὰς
1094μολεῖν γᾷ τᾷδε καὶ πολίταις.
1095ὦ ξεῖν’ἀλῆτα, τῷ σκοπῷ μὲν οὐκ ἐρεῖς
1096ὡς ψευδόμαντις · τὰς κόρας γὰρ εἰσορῶ
1097τάσδ’ἆσσον αὖθις ὧδε προσπολουμένας.
Οιδιπους
Οι.
Οι.
1098ποῦ ποῦ; τί φής; πῶς εἶπας;
Αντιγονη
Αν.
Αν.
1099ὦ πάτερ πάτερ,
1100τίς ἂν θεῶν σοι τόνδ’ἄριστον ἄνδρ’ἰδεῖν
1101δοίη, τὸν ἡμᾶς δεῦρο προσπέμψαντά σοι;
Οιδιπους
Οι.
Οι.
1102ὦ τέκνον, ἦ πάρεστον;
Αντιγονη
Αν.
Αν.
1102aαἵδε γὰρ χέρες
1103Θησέως ἔσωσαν φιλτάτωντ’ὀπαόνων.
Οιδιπους
Οι.
Οι.
1104προσέλθετ’ὦ παῖ, πατρὶ καὶ τὸ μηδαμὰ
1105ἐλπισθὲν ἥξειν σῶμα βαστάσαι δότε.
Αντιγονη
Αν.
Αν.
1106αἰτεῖς ἃ τεύξει · σὺν πόθῳ γὰρ ἡ χάρις.
Οιδιπους
Οι.
Οι.
1107ποῦ δῆτα, ποῦ ’στόν;
Αντιγονη
Αν.
Αν.
1107aαἵδ’ὁμοῦ πελάζομεν.
Οιδιπους
Οι.
Οι.
1108ὦ φίλτατ’ἔρνη.
Αντιγονη
Αν.
Αν.
1108aτῷ τεκόντι πᾶν φίλον.
Οιδιπους
Οι.
Οι.
1109ὦ σκῆπτρα φωτός.
Αντιγονη
Αν.
Αν.
1109aδυσμόρου γε δύσμορα.
Οιδιπους
Οι.
Οι.
1110ἔχω τὰ φίλτατ’, οὐ δ’ἔτ’ἂν πανάθλιος
1111θανὼν ἂν εἴην σφῷν παρεστώσαιν ἐμοί.
1112ἐρείσατ’, ὦ παῖ, πλευρὸν ἀμφιδέξιον
1113ἐμφύντε τῷ φύσαντι, κα- κἀναπαύσατον
1114τοῦ πρόσθ’ἐρήμου τοῦδε δυστήνου πλάνου.
1115καί μοι τὰ πραχθέντ’εἴπαθ’ὡς βράχιστ’, ἐπεὶ
1116ταῖς τηλικαῖσδε σμικρὸς ἐξαρκεῖ λόγος.
Αντιγονη
Αν.
Αν.
1117ὅδ’ἔσθ’ὁ σώσας · τοῦδε χρὴ κλύειν, πάτερ,
1118οὗ κα- κἄστι το- τοὔργον · το- τοὐμὸν ὧδ’ἔσται βραχύ.
Οιδιπους
Οι.
Οι.
1119ὦ ξεῖνε, μὴ θαύμαζε, πρὸς τὸ λιπαρὲς
1120τέκν’εἰ φανέντ’ἄελπτα μηκύνω λόγον.
1121ἐπίσταμαι γὰρ τήνδε τὴν ἐς τάσδε μοι
1122τέρψιν παρ’ἄλλου μηδενὸς πεφασμένην ·
1123σὺ γάρ νιν ἐξέσωσας, οὐκ ἄλλος βροτῶν.
1124καί σοι θεοὶ πόροιεν ὡς ἐγὼ θέλω,
1125αὐτῷτε καὶ γῇ τῇδ’, ἐπεὶ τό γ’εὐσεβὲς
1126μόνοις παρ’ὑμῖν ηὗρον ἀνθρώπων ἐγὼ
1127καὶ το- τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν.
1128εἰδὼς δ’ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε ·
1129ἔχω γὰρ ἅχω διὰ σὲ κα- κοὐκ ἄλλον βροτῶν ·
1130καί μοι χέρ’, ὠ- ὦναξ, δεξιὰν ὄρεξον, ὡς
1131ψαύσω φιλήσωτ’, εἰ θέμις, τὸ σὸν κάρα.
1132καίτοι τί φωνῶ; πῶς σ’ἂν ἄθλιος γεγὼς
1133θιγεῖν θελήσαιμ’ἀνδρός, ᾧ τίς οὐκ ἔνι
1134κηλὶς κακῶν ξύνοικος; οὐκ ἔγωγέ σε,
1135οὐ δ’οὖν ἐάσω · τοῖς γὰρ ἐμπείροις βροτῶν
1136μόνοις οἷόντε συνταλαιπωρεῖν τάδε.
1137σὺ δ’αὐτόθεν μοι χαῖρε καὶ τὰ λοιπά μου
1138μέλου δικαίως, ὥσπερ ἐς τόδ’ἡμέρας.
Θησευς
Θη.
Θη.
1139οὔτ’εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον,
1140τέκνοισι τερφθεὶς τοῖσδε, θαυμάσας ἔχω,
1141οὔτ’εἰ πρὸ το- τοὐμοῦ προύλαβες τὰ τῶνδ’ἔπη.
1142βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει.
1143οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν
1144λαμπρὸν ποεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις.
1145δείκνυμι δ’· ὧν γὰρ ὤμοσ’οὐκ ἐψευσάμην
1146οὐδέν σε, πρέσβυ · τάσδε γὰρ πάρειμ’ἄγων
1147ζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων.
1148κα- χὤπως μὲν ἁγὼν ᾑρέθη, τί δεῖ μάτην
1149κομπεῖν, ἅ γ’εἴσει κα- καὐτὸς ἐκ ταύταιν ξυνών;
1150λόγος δ’ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶ
1151στείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶ
1152σμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι ·
1153πρᾶγος δ’ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών.
Οιδιπους
Οι.
Οι.
1154τί δ’ἔστι, τέκνον Αἰγέως; δίδασκέ με
1155ὡς μὴ εἰδότ’αὐτὸν μηδὲν ὧν σὺ πυνθάνει.
Θησευς
Θη.
Θη.
1156φασίν τιν’ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολιν
1157οὐκ ὄντα, συγγενῆ δέ, προσπεσόντα πως
1158βωμῷ καθῆσθαι τῷ Ποσειδῶνος, παρ’ᾧ
1159θύων ἔκυρον, ἡνίχ’ὡρμώμην ἐγώ.
Οιδιπους
Οι.
Οι.
1160ποδαπόν; τί προσχρῄζοντα τῷ θακήματι ·
Θησευς
Θη.
Θη.
1161οὐκ οἶδα πλὴν ἕν · σοῦ γάρ, ὡς λέγουσί μοι,
1162βραχύν τιν’αἰτεῖ μῦθον οὐκ ὄγκου πλέων.
Οιδιπους
Οι.
Οι.
1163ποῖόν τιν’; οὐ γὰρ ἥδ’ἕδρα σμικροῦ λόγου.
1164σοὶ φασὶν αὐτὸν ἐς λόγους ἐλθεῖν μόνον
1165αἰτεῖν ἀπελθεῖντ’ἀσφαλῶς τῆς δεῦρ’ὁδοῦ.
1166τίς δῆτ’ἂν εἴη τήνδ’ὁ προσθακῶν ἕδραν;
Θησευς
Θη.
Θη.
1167ὅρα κατ’Ἄργος εἴ τις ὑμὶν ἐγγενὴς
1168ἔσθ’, ὅστις ἄν σου τοῦτο προσχρῄζοι τυχεῖν.
Οιδιπους
Οι.
Οι.
1169ὦ φίλτατε, σχὲς οὗπερ εἶ.
Θησευς
Θη.
Θη.
1169aτί δ’ἔστι σοι;
Οιδιπους
Οι.
Οι.
1170μή μου δεηθῇς.
Θησευς
Θη.
Θη.
1170aπράγματος ποίου; λέγε.
Οιδιπους
Οι.
Οι.
1171ἔξοιδ’ἀκούων τῶνδ’ὅς ἐσθ’ὁ προστάτης.
Θησευς
Θη.
Θη.
1172καὶ τίς ποτ’ἐστὶν ὅν γ’ἐγὼ ψέξαιμί τι;
Οιδιπους
Οι.
Οι.
1173παῖς ὁ- οὑμός, ὠ- ὦναξ, στυγνός, οὗ λόγων ἐγὼ
1174ἄλγιστ’ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων.
Θησευς
Θη.
Θη.
1175τί δ’; οὐκ ἀκούειν ἔστι καὶ μὴ δρᾶν ἃ μὴ
1176χρῄζεις; τί σοι τοῦτ’ἐστὶ λυπηρὸν κλύειν;
Οιδιπους
Οι.
Οι.
1177ἔχθιστον, ὠ- ὦναξ, φθέγμα τοῦθ’ἥκει πατρί ·
1178καὶ μή μ’ἀνάγκῃ προσβάλῃς τάδ’εἰκαθεῖν.
Θησευς
Θη.
Θη.
1179ἀλλ’εἰ τὸ θάκημ’ἐξαναγκάζει, σκόπει
1180μή σοι πρόνοι’ᾖ τοῦ θεοῦ φυλακτέα.
Αντιγονη
Αν.
Αν.
1181πάτερ, πιθοῦ μοι, κα- κεἰ νέα παραινέσω.
1182τὸν ἄνδρ’ἔασον τόνδε τῇθ’αὑτοῦ φρενὶ
1183χάριν παρασχεῖν τῷ θεῷθ’ἃ βούλεται,
1185καὶ νῷν ὕπεικε τὸν κασίγνητον μολεῖν.
1186οὐ γάρ σε, θάρσει, πρὸς βίαν παρασπάσει
1187γνώμης, ἃ μή σοι συμφέροντα λέξεται.
1188λόγων δ’ἀκοῦσαι τίς βλάβη; τά τοι κακῶς
1189ηὑρημέν’ἔργα τῷ λόγῳ μηνύεται.
1190ἔφυσας αὐτόν · ὥστε μη δὲ δρῶντά σε
1191τὰ τῶν κακίστων δυσσεβέστατ’, ὦ πάτερ,
1192θέμις σέ γ’εἶναι κεῖνον ἀντιδρᾶν κακῶς.
1193ἀλλ’ἔασον · εἰσὶ κα- χἀτέροις γοναὶ κακαὶ
1194καὶ θυμὸς ὀξύς, ἀλλὰ νουθετούμενοι
1195φίλων ἐπῳδαῖς ἐξεπᾴδονται φύσιν.
1196σὺ δ’εἰς ἐκεῖνα, μὴ τὰ νῦν, ἀποσκόπει
1197πατρῷα καὶ μητρῷα πήμαθ’ἅπαθες ·
1198κα- κἂν κεῖνα λεύσσῃς, οἶδ’ἐγώ, γνώσει κακοῦ
1199θυμοῦ τελευτὴν ὡς κακὴ προσγίγνεται.
1200ἔχεις γὰρ οὐχὶ βαιὰ τα- τἀνθυμήματα,
1201τῶν σῶν ἀδέρκτων ὀμμάτων τητώμενος.
1202ἀλλ’ἡμὶν εἶκε · λιπαρεῖν γὰρ οὐ καλὸν
1203δίκαια προσχρῄζουσιν, οὐ δ’αὐτὸν μὲν εὖ
1204πάσχειν, παθόντα δ’οὐκ ἐπίστασθαι τίνειν.
Οιδιπους
Οι.
Οι.
1205τέκνον, βαρεῖαν ἡδονὴν νικᾶτέ με
1206λέγοντες · ἔστω δ’οὖν ὅπως ὑμῖν φίλον.
1207μόνον, ξέν’, εἴπερ κεῖνος ὧδ’ἐλεύσεται,
1208μηδεὶς κρατείτω τῆς ἐμῆς ψυχῆς ποτε.
Θησευς
Θη.
Θη.
1209ἅπαξ τὰ τοιαῦτ’, οὐχὶ δὶς χρῄζω κλύειν,
1209aὦ πρέσβυ. κομπεῖν δ’οὐχὶ βούλομαι · σὺ δ’ὢν
1210σῶς ἴσθ’, ἐάν περ κα- κἀμέ τις σῴζῃ θεῶν.
Χορος
Χο.
Χο.
1211ὅστις τοῦ πλέονος μέρους χρῄζει τοῦ μετρίου παρεὶς
1212ζώειν, σκαιοσύναν φυλάσσων
1213ἐν ἐμοὶ κατάδηλος ἔσται.
1215ἐπεὶ πολλὰ μὲν αἱ μακραὶ ἁμέραι κατέθεντο δὴ
1216λύπας ἐγγυτέρω, τὰ τέρποντα δ’οὐκ ἂν ἴδοις ὅπου,
1217ὅταν τις ἐς πλέον πέσῃ
1220τοῦ δέοντος · ὁ δ’ἐπίκουρος ἰσοτέλεστος,
1221Ἄϊδος ὅτε μοῖρ’ἀνυμέναιος
1222ἄλυρος ἄχορος ἀναπέφηνε,
1223θάνατος ἐς τελευτάν.
1225μὴ φῦναι τὸν ἅπαντα νικᾷ λόγον · τὸ δ’, ἐπεὶ φανῇ,
1226βῆναι κεῖθεν ὅθεν περ ἥκει,
1227πολὺ δεύτερον, ὡς τάχιστα.
1230ὡς εὖτ’ἂν τὸ νέον παρῇ κούφας ἀφροσύνας φέρον,
1231τίς πλαγὰ πολύμοχθος ἔξω; τίς οὐ καμάτων ἔνι;
1232φθόνος, στάσεις, ἔρις, μάχαι
1235καὶ φόνοι · τότε κατάμεμπτον ἐπιλέλογχε
1236πύματον ἀκρατὲς ἀπροσόμιλον
1237γῆρας ἄφιλον, ἵνα πρόπαντα
1238κακὰ κακῶν ξυνοικεῖ.
1239ἐν ᾧ τλάμων ὅδ’, οὐκ ἐγὼ μόνος,
1240πάντοθεν βόρειος ὥς τις
1241ἀκτὰ κυματοπλὴξ χειμερία κλονεῖται,
1242ὣς καὶ τόνδε κατ’ἄκρας
1243δειναὶ κυματοαγεῖς
1244ἆται κλονέουσιν ἀεὶ ξυνοῦσαι,
1245αἱ μὲν ἀπ’ἀελίου δυσμᾶν,
1246αἱ δ’ἀνατέλλοντος ·
1247αἱ δ’ἀνὰ μέσσαν ἀκτῖν’,
1248αἱ δ’ἐννυχιᾶν ἀπὸ Ῥιπᾶν.
Αντιγονη
Αν.
Αν.
1249καὶ μὴν ὅδ’ἡμῖν, ὡς ἔοικεν, ὁ ξένος
1250ἀνδρῶν γε μοῦνος, ὦ πάτερ, δι’ὄμματος
1251ἀστακτὶ λείβων δάκρυον ὧδ’ὁδοιπορεῖ.
Οιδιπους
Οι.
Οι.
1252τίς οὗτος;
1252aὅνπερ καὶ πάλαι κατείχομεν
1253γνώμῃ, πάρεστι δεῦρο Πολυνείκης ὅδε.
Πολυνεικης
Πο.
Πο.
1254οἴμοι, τί δράσω; πότερα τα- τἀμαυτοῦ κακὰ
1255πρόσθεν δακρύσω, παῖδες, ἢ τὰ τοῦδ’ὁρῶν
1256πατρὸς γέροντος; ὃς ξένης ἐπὶ χθονὸς
1257σὺν σφῷν ἐφηύρηκ’ἐνθάδ’ἐκβεβλημένον
1258ἐσθῆτι σὺν τοιᾷδε, τῆς ὁ δυσφιλὴς
1259γέρων γέροντι συγκατῴκηκεν πίνος
1260πλευρὰν μαραίνων, κρατὶ δ’ὀμματοστερεῖ
1261κόμη δι’αὔρας ἀκτένιστος ᾄσσεται ·
1262ἀδελφὰ δ’, ὡς ἔοικε, τούτοισιν φορεῖ
1263τὰ τῆς ταλαίνης νηδύος θρεπτήρια.
1264ἁ- ἁγὼ πανώλης ὄψ’ἄγαν ἐκμανθάνω ·
1265καὶ μαρτυρῶ κάκιστος ἀνθρώπων τροφαῖς
1266ταῖς σαῖσιν ἥκειν · τα- τἀμὰ μὴ ’ξ ἄλλων πύθῃ.
1267ἀλλ’ἔστι γὰρ καὶ Ζηνὶ σύνθακος θρόνων
1268Αἰδὼς ἐπ’ἔργοις πᾶσι, καὶ πρὸς σοί, πάτερ,
1269παρασταθήτω · τῶν γὰρ ἡμαρτημένων
1270ἄκη μέν ἐστι, προσφορὰ δ’οὐκ ἔστ’ἔτι.
1271τί σιγᾷς;
1272φώνησον, ὦ πάτερ, τι · μή μ’ἀποστραφῇς.
1273οὐ δ’ἀνταμείβει μ’οὐδέν, ἀλλ’ἀτιμάσας
1274πέμψεις ἄναυδος, οὐ δ’ἃ μηνίεις φράσας;
1275ὦ σπέρματ’ἀνδρὸς τοῦδ’, ἐμαὶ δ’ὁμαίμονες,
1276πειράσατ’ἀλλ’ὑμεῖς γε κινῆσαι πατρὸς
1277τὸ δυσπρόσοιστον κα- κἀπροσήγορον στόμα,
1278ὡς μή μ’ἄτιμον, τοῦ θεοῦ γε προστάτην,
1279οὕτως ἀφῇ με μηδὲν ἀντειπὼν ἔπος.
Αντιγονη
Αν.
Αν.
1280λέγ’, ὦ ταλαίπωρ’, αὐτὸς ὧν χρείᾳ πάρει ·
1281τὰ πολλὰ γάρ τοι ῥήματ’ἢ τέρψαντά τι,
1282ἢ δυσχεράναντ’ἢ κατοικτίσαντά πως,
1283παρέσχε φωνὴν τοῖς ἀφωνήτοις τινά.
Πολυνεικης
Πο.
Πο.
1284ἀλλ’ἐξερῶ · καλῶς γὰρ ἐξηγεῖ σύ μοι ·
1285πρῶτον μὲν αὐτὸν τὸν θεὸν ποιούμενος
1286ἀρωγόν, ἔνθεν μ’ὧδ’ἀνέστησεν μολεῖν
1287ὁ τῆσδε τῆς γῆς κοίρανος, διδοὺς ἐμοὶ
1288λέξαιτ’ἀκοῦσαίτ’ἀσφαλεῖ σὺν ἐξόδῳ.
1289καὶ ταῦτ’ἀφ’ὑμῶν, ὧ ξένοι, βουλήσομαι
1290καὶ ταῖνδ’ἀδελφαῖν καὶ πατρὸς κυρεῖν ἐμοί.
1291ἃ δ’ἦλθον, ἤδη σοι θέλω λέξαι, πάτερ.
1292γῆς ἐκ πατρῴας ἐξελήλαμαι φυγάς,
1293τοῖς σοῖς πανάρχοις οὕνεκ’ἐνθακεῖν θρόνοις
1294γονῇ πεφυκὼς ἠξίουν γεραίτερος.
1295ἀνθ’ὧν μ’Ἐτεοκλῆς, ὢν φύσει νεώτερος,
1296γῆς ἐξέωσεν, οὔτε νικήσας λόγῳ
1297οὔτ’εἰς ἔλεγχον χειρὸς οὐ δ’ἔργου μολών,
1298πόλιν δὲ πείσας. ὧν ἐγὼ μάλιστα μὲν
1299τὴν σὴν ἐρινὺν αἰτίαν εἶναι λέγω.
1300ἔπειτα κα- κἀπὸ μάντεων ταύτῃ κλύω.
1301ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν,
1302λαβὼν Ἄδραστον πενθερόν, ξυνωμότας
1303ἔστησ’ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίας
1304πρῶτοι καλοῦνται καὶ τετίμηνται δόρει,
1305ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλον
1306ξὺν τοῖσδ’ἀγείρας ἢ θάνοιμι πανδίκως
1307ἢ τοὺς τάδ’ἐκπράξαντας ἐκβάλοιμι γῆς.
1308εἶεν · τί δῆτα νῦν ἀφιγμένος κυρῶ;
1309σοὶ προστροπαίους, ὦ πάτερ, λιτὰς ἔχων
1310αὐτόςτ’ἐμαυτοῦ ξυμμάχωντε τῶν ἐμῶν,
1311οἳ νῦν σὺν ἑπτὰ τάξεσιν σὺν ἑπτάτε
1312λόγχαις τὸ Θήβης πέδιον ἀμφεστᾶσι πᾶν ·
1313οἷος δορυσσοῦς Ἀμφιάρεως, τὰ πρῶτα μὲν
1314δόρει κρατύνων, πρῶτα δ’οἰωνῶν ὁδοῖς ·
1315ὁ δεύτερος δ’Αἰτωλὸς Οἰνέως τόκος
1316Τυδεύς. τρίτος δ’Ἐτέοκλος, Ἀργεῖος γεγώς ·
1317τέταρτον Ἱππομέδοντ’ἀπέστειλεν πατὴρ
1318Ταλαός · ὁ πέμπτος δ’εὔχεται κατασκαφῇ
1319Καπανεὺς τὸ Θήβης ἄστυ δῃώσειν πυρί ·
1320ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται,
1321ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνῳ
1322μητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης γόνος ·
1323ἐγὼ δὲ σός, κα- κεἰ μὴ σός, ἀλλὰ τοῦ κακοῦ
1324πότμου φυτευθείς, σός γέ τοι καλούμενος,
1325ἄγω τὸν Ἄργους ἄφοβον ἐς Θήβας στρατόν.
1326οἵ σ’ἀντὶ παίδων τῶνδε καὶ ψυχῆς, πάτερ,
1327ἱκετεύομεν ξύμπαντες ἐξαιτούμενοι
1328μῆνιν βαρεῖαν εἰκαθεῖν ὁρμωμένῳ
1329τῷδ’ἀνδρὶ το- τοὐμοῦ πρὸς κασιγνήτου τίσιν,
1330ὅς μ’ἐξέωσε κα- κἀπεσύλησεν πάτρας.
1331εἰ γάρ τι πιστόν ἐστιν ἐκ χρηστηρίων,
1332οἷς ἂν σὺ προσθῇ, τοῖσδ’ἔφασκ’εἶναι κράτος.
1333πρὸς νῦν σε κρηνῶν καὶ θεῶν ὁμογνίων
1334αἰτῶ πιθέσθαι καὶ παρεικαθεῖν, ἐπεὶ
1335πτωχοὶ μὲν ἡμεῖς καὶ ξένοι, ξένος δὲ σύ.
1336ἄλλους δὲ θωπεύοντες οἰκοῦμεν σύτε
1337κα- κἀγώ, τὸν αὐτὸν δαίμον’ἐξειληχότες.
1338ὁ δ’ἐν δόμοις τύραννος, ὦ τάλας ἐγώ,
1339κοινῇ καθ’ἡμῶν ἐγγελῶν ἁβρύνεται ·
1340ὅν, εἰ σὺ τη- τἠμῇ ξυμπαραστήσει φρενί,
1341βραχεῖ σὺν ὄγκῳ καὶ χρόνῳ διασκεδῶ.
1342ὥστ’ἐν δόμοισι τοῖσι σοῖς στήσω σ’ἄγων.
1343στήσω δ’ἐμαυτόν, κεῖνον ἐκβαλὼν βίᾳ.
1344καὶ ταῦτα σοῦ μὲν ξυνθέλοντος ἔστι μοι
1345κομπεῖν, ἄνευ σοῦ δ’οὐ δὲ σωθῆναι σθένω.
Χορος
Χο.
Χο.
1346τὸν ἄνδρα τοῦ πέμψαντος οὕνεκ’, Οἰδίπους
1347εἰπὼν ὁποῖα ξύμφορ’ἔκπεμψαι πάλιν.
Οιδιπους
Οι.
Οι.
1348ἀλλ’εἰ μέν, ἄνδρες, τῆσδε δημοῦχοι χθονός
1349μὴ ’τύγχαν’αὐτὸν δεῦρο προσπέμψας ἐμοὶ
1350Θησεύς, δικαιῶν ὥστ’ἐμοῦ κλύειν λόγους,
1351οὔ τα- τἄν ποτ’ὀμφῆς τῆς ἐμῆς ἐπῄσθετο ·
1352νῦν δ’ἀξιωθεὶς εἶσι κα- κἀκούσας γ’ἐμοῦ
1353τοιαῦθ’ἃ τὸν τοῦδ’οὔ ποτ’εὐφρανεῖ βίον ·
1354ὅς γ’, ὦ κάκιστε, σκῆπτρα καὶ θρόνους ἔχων,
1355ἃ νῦν ὁ σὸς ξύναιμος ἐν Θήβαις ἔχει,
1356τὸν αὐτὸς αὑτοῦ πατέρα τόνδ’ἀπήλασας
1357κα- κἄθηκας ἄπολιν καὶ στολὰς ταύτας φορεῖν,
1358ἃς νῦν δακρύεις εἰσορῶν, ὅτ’ἐν πόνῳ
1359τα- ταὐτῷ βεβηκὼς τυγχάνεις κακῶν ἐμοί.
1360οὐ κλαυστὰ δ’ἐστίν, ἀλλ’ἐμοὶ μὲν οἰστέα
1361τάδ’, ἕωσπερ ἂν ζῶ, σοῦ φονέως μεμνημένος ·
1362σὺ γάρ με μόχθῳ τῷδ’ἔθηκας ἔντροφον,
1363σύ μ’ἐξέωσας, ἐκ σέθεν δ’ἀλώμενος
1364ἄλλους ἐπαιτῶ τὸν καθ’ἡμέραν βίον.
1365εἰ δ’ἐξέφυσα τάσδε μὴ ’μαυτῷ τροφοὺς
1366τὰς παῖδας, ἦ τα- τἂν οὐκ ἂν ἦ, τὸ σὸν μέρος ·
1367νῦν δ’αἵδε μ’ἐκσῴζουσιν, αἵδ’ἐμαὶ τροφοί,
1368αἵδ’ἄνδρες, οὐ γυναῖκες, εἰς τὸ συμπονεῖν ·
1369ὑμεῖς δ’ἀπ’ἄλλου κα- κοὐκ ἐμοῦ πεφύκατον.
1370τοιγάρ σ’ὁ δαίμων εἰσορᾷ μὲν οὔ τί πω
1371ὡς αὐτίκ’, εἴπερ οἵδε κινοῦνται λόχοι
1372πρὸς ἄστυ Θήβης. οὐ γὰρ ἔσθ’ὅπως πόλιν
1373κείνην ἐρείψεις, ἀλλὰ πρόσθεν αἵματι
1374πεσεῖ μιανθεὶς χὼ σύναιμος ἐξ ἴσου.
1375τοιάσδ’ἀρὰς σφῷν πρόσθετ’ἐξανῆκ’ἐγὼ
1376νῦντ’ἀνακαλοῦμαι ξυμμάχους ἐλθεῖν ἐμοί,
1377ἵν’ἀξιῶτον τοὺς φυτεύσαντας σέβειν
1378καὶ μὴ ’ξατιμάζητον, εἰ τυφλοῦ πατρὸς
1379τοιώδ’ἐφύτην · αἵδε γὰρ τάδ’οὐκ ἔδρων.
1380τοιγὰρ τὸ σὸν θάκημα καὶ τοὺς σοὺς θρόνους
1381κρατοῦσιν, εἴπερ ἐστὶν ἡ παλαίφατος
1382Δίκη ξύνεδρος Ζηνὸς ἀρχαίοις νόμοις.
1383σὺ δ’ἔρρ’ἀπόπτυστόςτε κα- κἀπάτωρ ἐμοῦ,
1384κακῶν κάκιστε, τάσδε συλλαβὼν ἀράς,
1385ἅς σοι καλοῦμαι, μήτε γῆς ἐμφυλίου
1386δόρει κρατῆσαι μήτε νοστῆσαί ποτε
1387τὸ κοῖλον Ἄργος, ἀλλὰ συγγενεῖ χερὶ
1388θανεῖν κτανεῖνθ’ὑφ’οὗπερ ἐξελήλασαι.
1389τοιαῦτ’ἀρῶμαι καὶ καλῶ τὸ Ταρτάρου
1390στυγνὸν πατρῷον ἔρεβος, ὥς σ’ἀποικίσῃ,
1391καλῶ δὲ τάσδε δαίμονας, καλῶ δ’Ἄρη
1392τὸν σφῷν τὸ δεινὸν μῖσος ἐμβεβληκότα.
1393καὶ ταῦτ’ἀκούσας στεῖχε, κα- κἀξάγγελλ’ἰὼν
1394καὶ πᾶσι Καδμείοισι τοῖς σαυτοῦθ’ἅμα
1395πιστοῖσι συμμάχοισιν, οὕνεκ’Οἰδίπους
1396τοιαῦτ’ἔνειμε παισὶ τοῖς αὑτοῦ γέρα.
Χορος
Χο.
Χο.
1397Πολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖς
1398ξυνήδομαί σοι, νῦντ’ἴθ’ὡς τάχος πάλιν.
Πολυνεικης
Πο.
Πο.
1399οἴμοι κελεύθου τῆςτ’ἐμῆς δυσπραξίας,
1400οἴμοι δ’ἑταίρων · οἷον ἆρ’ὁδοῦ τέλος
1401Ἄργους ἀφωρμήθημεν, ὦ τάλας ἐγώ,
1402τοιοῦτον οἷον οὐ δὲ φωνῆσαί τινι
1403ἔξεσθ’ἑταίρων, οὐ δ’ἀποστρέψαι πάλιν,
1404ἀλλ’ὄντ’ἄναυδον τῇδε συγκῦρσαι τύχῃ.
1405ὦ τοῦδ’ὅμαιμοι παῖδες, ἀλλ’ὑμεῖς, ἐπεὶ
1406τὰ σκληρὰ πατρὸς κλύετε ταῦτ’ἀρωμένου,
1407μή τοί με πρὸς θεῶν σφώ γ’, ἐὰν αἱ τοῦδ’ἀραὶ
1408πατρὸς τελῶνται καί τις ὑμῖν ἐς δόμους
1409νόστος γένηται, μή μ’ἀτιμάσητέ γε,
1410ἀλλ’ἐν τάφοισι θέσθε κα- κἀν κτερίσμασιν.
1411καὶ σφῷν ὁ νῦν ἔπαινος, ὃν κομίζετον
1412τοῦδ’, ἀνδρὸς οἷς πονεῖτον, οὐκ ἐλάσσονα
1413ἔτ’ἄλλον οἴσει τῆς ἐμῆς ὑπουργίας.
Αντιγονη
Αν.
Αν.
1414Πολύνεικες, ἱκετεύω σε πεισθῆναί τί μοι.
Πολυνεικης
Πο.
Πο.
1415ὦ φιλτάτη, τὸ ποῖον, Ἀντιγόνη; λέγε.
Αντιγονη
Αν.
Αν.
1416στρέψαι στράτευμ’ἐς Ἄργος ὡς τάχιστά γε,
1417καὶ μὴ σέτ’αὐτὸν καὶ πόλιν διεργάσῃ.
Πολυνεικης
Πο.
Πο.
1418ἀλλ’οὐχ οἷόντε · πῶς γὰρ αὖθις ἂν πάλιν
1419στράτευμ’ἄγοιμι τα- ταὐτόν. εἰσάπαξ τρέσας;
Αντιγονη
Αν.
Αν.
1420τί δ’αὖθις, ὦ παῖ, δεῖ σε θυμοῦσθαι; τί σοι
1421πάτραν κατασκάψαντι κέρδος ἔρχεται;
Πολυνεικης
Πο.
Πο.
1422αἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντ’ἐμὲ
1423οὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα.
Αντιγονη
Αν.
Αν.
1424ὁρᾷς τὰ τοῦδ’οὖν ὡς ἐς ὀρθὸν ἐκφέρει
1425μαντεύμαθ’, ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ;
Πολυνεικης
Πο.
Πο.
1426χρῄζει γάρ · ἡμῖν δ’οὐχὶ συγχωρητέα.
Αντιγονη
Αν.
Αν.
1427οἴμοι τάλαινα · τίς δὲ τολμήσει κλύων
1428τὰ τοῦδ’ἕπεσθαι τα- τἀνδρός, οἷ’ἐθέσπισεν;
Πολυνεικης
Πο.
Πο.
1429οὐκ ἀγγελοῦμεν φλαῦρ’· ἐπεὶ στρατηλάτου
1430χρηστοῦ τὰ κρείσσω μη δὲ τα- τἀνδεᾶ λέγειν.
Αντιγονη
Αν.
Αν.
1431οὕτως ἄρ’, ὦ παῖ, ταῦτά σοι δεδογμένα;
Πολυνεικης
Πο.
Πο.
1432καὶ μή μ’ἐπίσχῃς γ’· ἀλλ’ἐμοὶ μὲν ἥδ’ὁδὸς
1433ἔσται μέλουσα δύσποτμόςτε καὶ κακὴ
1434πρὸς τοῦδε πατρὸς τῶντε τοῦδ’ἐρινύων ·
1435σφῷν δ’εὖ διδοίη Ζεύς, τάδ’εἰ θανόντι μοι
1436τελεῖτ’, ἐπεὶ οὔ μοι ζῶντί γ’αὖθις ἕξετον.
1437μέθεσθε δ’ἤδη χαίρετόντ’· οὐ γάρ μ’ἔτι
1438βλέποντ’ἐσόψεσθ’αὖθις.
Αντιγονη
Αν.
Αν.
1438aὦ τάλαιν’ἐγώ.
Πολυνεικης
Πο.
Πο.
1439μή τοί μ’ὀδύρου.
Αντιγονη
Αν.
Αν.
1439aκαὶ τίς ἄν σ’ὁρμώμενον
1440εἰς προὖπτον Ἅιδην οὐ καταστένοι, κάσι;
Πολυνεικης
Πο.
Πο.
1441εἰ χρή, θανοῦμαι.
Αντιγονη
Αν.
Αν.
1441aμὴ σύ γ’, ἀλλ’ἐμοὶ πιθοῦ.
Πολυνεικης
Πο.
Πο.
1442μὴ πεῖθ’ἃ μὴ δεῖ.
Αντιγονη
Αν.
Αν.
1442aδυστάλαινά τα- τἄρ’ἐγώ, εἴ σου στερηθῶ.
Πολυνεικης
Πο.
Πο.
1443ταῦτα δ’ἐν τῷ δαίμονι
1443aκαὶ τῇδε φῦναι κα- χἀτέρᾳ. σφὼ δ’οὖν ἐγὼ
1445θεοῖς ἀρῶμαι μή ποτ’ἀντῆσαι κακῶν ·
1446ἀνάξιαι γὰρ πᾶσίν ἐστε δυστυχεῖν.
Χορος
Χο.
Χο.
1447νέα τάδε νεόθεν ἦλθέ μοι
1448κακὰ βαρύποτμὰ παρ’ἀλαοῦ ξένου,
1450εἴ τι μοῖρα μὴ κιγχάνει.
1451μάταν γὰρ οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι.
1452ὁρᾷ ὁρᾷ ταῦτ’ἀεὶ χρόνος, τρέχων μὲν ἕτερα,
1455τὰ δὲ παρ’ἦμαρ αὖθις αὔξων ἄνω.
1456ἔκτυπεν αἰθήρ, ὦ Ζεῦ.
Οιδιπους
Οι.
Οι.
1457ὦ τέκνα τέκνα, πῶς ἄν, εἴ τις ἔντοπος,
1458τὸν πάντ’ἄριστον δεῦρο Θησέα πόροι;
Αντιγονη
Αν.
Αν.
1459πάτερ, τί δ’ἐστὶ τα- τἀξίωμ’ἐφ’ᾧ καλεῖς;
Οιδιπους
Οι.
Οι.
1460Διὸς πτερωτὸς ἥδε μ’αὐτίκ’ἄξεται
1461βροντὴ πρὸς Ἅιδην · ἀλλὰ πέμψαθ’ὡς τάχος.
Χορος
Χο.
Χο.
1462μέγας, ἴδε, μάλ’ὅδ’ἐρείπεται
1463κτύπος ἄφατος διόβολος · ἐς δ’ἄκραν
1465δεῖμ’ὑπῆλθε κρατὸς φόβαν.
1466ἔπτηξα θυμόν · οὐρανία γὰρ ἀστραπὴ φλέγει πάλιν.
1467τί μὰν ἀφήσει τέλος; δέδοικα δ’· οὐ γὰρ ἅλιον
1470ἀφορμᾷ ποτ’, οὐκ ἄνευ ξυμφορᾶς.
1471ὦ μέγας αἰθήρ, ὦ Ζεῦ.
Οιδιπους
Οι.
Οι.
1472ὦ παῖδες, ἥκει τῷδ’ἐπ’ἀνδρὶ θέσφατος
1473βίου τελευτὴ κα- κοὐκέτ’ἔστ’ἀποστροφή.
Αντιγονη
Αν.
Αν.
1474πῶς οἶσθα; τῷ δὲ τοῦτο συμβαλὼν ἔχεις;
Οιδιπους
Οι.
Οι.
1475καλῶς κάτοιδ’· ἀλλ’ὡς τάχιστά μοι μολὼν
1476ἄνακτα χώρας τῆσδέ τις πορευσάτω.
Χορος
Χο.
Χο.
1477ἔα ἔα, ἰδοὺ μάλ’αὖθις ἀμφίσταται διαπρύσιος ὄτοβος.
1480ἵλαος, ὦ δαίμων, ἵλαος εἴ τι γᾷ
1481ματέρι τυγχάνεις ἀφεγγὲς φέρων.
1482ἐναισίου δὲ σοῦ τύχοιμι, μη δ’ἄλαστον ἄνδρ’ἰδὼν
1483ἀκερδῆ χάριν μετάσχοιμί πως. Ζεῦ ἄνα σοὶ φωνῶ.
Οιδιπους
Οι.
Οι.
1486ἆρ’ἐγγὺς ἁνήρ; ἆρ’ἔτ’ἐμψύχου, τέκνα,
1487κιχήσεταί μου καὶ κατορθοῦντος φρένα;
Αντιγονη
Αν.
Αν.
1488τί δ’ἂν θέλοις τὸ πιστὸν ἐμφῦναι φρενί;
Οιδιπους
Οι.
Οι.
1489ἀνθ’ὧν ἔπασχον εὖ, τελεσφόρον χάριν
1490δοῦναί σφιν, ἥνπερ τυγχάνων ὑπεσχόμην.
Χορος
Χο.
Χο.
1491ἰὼ ἰὼ παῖ, βᾶθι βᾶθ’, εἴτ’ἄκρα,
1492περὶ γύαλ’ἐναλίῳ Ποσειδωνίῳ θεῷ, τυγχάνεις
1493βούθυτον ἑστίαν ἁγίζων, ἱκοῦ.
1494ὁ γὰρ ξένος σε καὶ πόλισμα καὶ φίλους ἐπαξιοῖ
1495δικαίαν χάριν παρασχεῖν παθών.
1496 ἄϊσσ’, ὠ- ὦναξ.
Θησευς
Θη.
Θη.
1500τίς αὖ παρ’ὑμῶν κοινὸς ἠχεῖται κτύπος,
1501σαφὴς μὲν ἀστῶν, ἐμφανὴς δὲ τοῦ ξένου;
1502μή τις Διὸς κεραυνὸς ἤ τις ὀμβρία
1503χάλαζ’ἐπιρράξασα; πάντα γὰρ θεοῦ
1504τοιαῦτα χειμάζοντος εἰκάσαι πάρα.
Οιδιπους
Οι.
Οι.
1505ἄναξ, ποθοῦντι προυφάνης, καί σοι θεῶν
1506τύχην τις ἐσθλὴν τῆσδ’ἔθηκε τῆς ὁδοῦ.
Θησευς
Θη.
Θη.
1507τί δ’ἐστίν, ὦ παῖ Λαΐου, νέορτον αὖ;
Οιδιπους
Οι.
Οι.
1508ῥοπὴ βίου μοι · καί σ’ἅπερ ξυνῄνεσα
1509θέλω πόλιντε τήνδε μὴ ψεύσας θανεῖν.
Θησευς
Θη.
Θη.
1510τῷ δ’ἐκπέπεισαι τοῦ μόρου τεκμηρίῳ;
Οιδιπους
Οι.
Οι.
1511αὐτοὶ θεοὶ κήρυκες ἀγγέλλουσί μοι,
1512ψεύδοντες οὐδὲν σῆμα τῶν προκειμένων.
Θησευς
Θη.
Θη.
1513πῶς εἶπας, ὦ γεραιέ, δηλοῦσθαι τάδε;
Οιδιπους
Οι.
Οι.
1514αἱ πολλὰ βρονταὶ διατελεῖς τὰ πολλάτε
1515στράψαντα χειρὸς τῆς ἀνικήτου βέλη.
Θησευς
Θη.
Θη.
1516πείθεις με · πολλὰ γάρ σε θεσπίζονθ’ὁρῶ
1517κα- κοὐ ψευδόφημα · κα- χὤ τι χρὴ ποιεῖν λέγε.
Οιδιπους
Οι.
Οι.
1518ἐγὼ διδάξω, τέκνον Αἰγέως, ἅ σοι
1519γήρως ἄλυπα τῇδε κείσεται πόλει.
1520χῶρον μὲν αὐτὸς αὐτίκ’ἐξηγήσομαι,
1521ἄθικτος ἡγητῆρος, οὗ με χρὴ θανεῖν.
1522τοῦτον δὲ φράζε μή ποτ’ἀνθρώπων τινί,
1523μήθ’οὗ κέκευθε μήτ’ἐν οἷς κεῖται τόποις ·
1524ὥς σοι πρὸ πολλῶν ἀσπίδων ἀλκὴν ὅδε
1525δορόςτ’ἐπακτοῦ γειτονῶν ἀεὶ τιθῇ.
1526ἃ δ’ἐξάγιστα μη δὲ κινεῖται λόγῳ,
1527αὐτὸς μαθήσει, κεῖσ’ὅταν μόλῃς μόνος ·
1528ὡς οὔτ’ἂν ἀστῶν τῶνδ’ἂν ἐξείποιμί τῳ
1529οὔτ’ἂν τέκνοισι τοῖς ἐμοῖς, στέργων ὅμως.
1530ἀλλ’αὐτὸς αἰεὶ σῷζε, κα- χὤταν εἰς τέλος
1531τοῦ ζῆν ἀφικνῇ, τῷ προφερτάτῳ μόνῳ
1532σήμαιν’, ὁ δ’αἰεὶ τω- τὠπιόντι δεικνύτω.
1533κα- χοὔτως ἀδῇον τήνδ’ἐνοικήσεις πόλιν
1534σπαρτῶν ἀπ’ἀνδρῶν · αἱ δὲ μυρίαι πόλεις,
1535κα- κἂν εὖ τις οἰκῇ, ῥᾳδίως καθύβρισαν.
1536θεοὶ γὰρ εὖ μέν, ὀψὲ δ’εἰσορῶσ’, ὅταν
1537τὰ θεῖ’ἀφείς τις εἰς τὸ μαίνεσθαι τραπῇ ·
1538ὃ μὴ σύ, τέκνον Αἰγέως, βούλου παθεῖν.
1539τὰ μὲν τοιαῦτ’οὖν εἰδότ’ἐκδιδάσκομεν.
1540χῶρον δ’, ἐπείγει γάρ με το- τοὐκ θεοῦ παρόν,
1541στείχωμεν ἤδη μη δ’ἔτ’ἐντρεπώμεθα.
1542ὦ παῖδες, ὧδ’ἕπεσθ’· ἐγὼ γὰρ ἡγεμὼν
1543σφῷν αὖ πέφασμαι καινός, ὥσπερ σφὼ πατρί.
1544χωρεῖτε καὶ μὴ ψαύετ’, ἀλλ’ἐᾶτέ με
1545αὐτὸν τὸν ἱερὸν τύμβον ἐξευρεῖν, ἵνα
1546μοῖρ’ἀνδρὶ τῷδε τῇδε κρυφθῆναι χθονί.
1547τῇδ’ὧδε, τῇδε βᾶτε · τῇδε γάρ μ’ἄγει
1548Ἑρμῆς ὁ πομπὸς ἥτε νερτέρα θεός.
1549ὦ φῶς ἀφεγγές, πρόσθε πού ποτ’ἦσθ’ἐμόν,
1550νῦν δ’ἔσχατόν σου το- τοὐμὸν ἅπτεται δέμας.
1551ἤδη γὰρ ἕρπω τὸν τελευταῖον βίον
1552κρύψων παρ’Ἅιδην. ἀλλά, φίλτατε ξένων,
1553αὐτόςτε χώραθ’ἥδε πρόσπολοίτε σοὶ
1554εὐδαίμονες γένοισθε, κα- κἀπ’εὐπραξίᾳ
1555μέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί.
Χορος
Χο.
Χο.
1556εἰ θέμις ἐστί μοι τὰν ἀφανῆ θεὸν
1557καὶ σὲ λιταῖς σεβίζειν,
1558ἐννυχίων ἄναξ,
1560Αἰδωνεῦ Αἰδωνεῦ, λίσσωμαι
1561ἄπονα μήτ’ἐπὶ βαρυαχεῖ
1562ξένον ἐξανύσαι
1563μόρῳ τὰν παγκευθῆ κάτω
1564νεκρῶν πλάκα καὶ Στύγιον δόμον.
1565πολλῶν γὰρ ἂν καὶ μάταν
1566πημάτων ἱκνουμένων
1567πάλιν σφε δαίμων δίκαιος αὔξοι.
1568ὦ χθόνιαι θεαὶ σῶμάτ’ἀνικάτου
1569θηρός, ὃν ἐν πύλαισι
1570ταῖσι πολυξένοις
1571εὐνᾶσθαι κνυζεῖσθαίτ’ἐξ ἄντρων
1572ἀδάματον φύλακα παρ’Ἁίδᾳ
1573λόγος αἰὲν ἔχει ·
1574τόν, ὦ Γᾶς παῖ καὶ Ταρτάρου,
1575κατεύχομαι ἐν καθαρῷ βῆναι
1576ὁρμωμένῳ νερτέρας
1577τῷ ξένῳ νεκρῶν πλάκας ·
1578σέ τοι κικλήσκω τὸν αἰένυπνον.
Αγγελος
Αγ.
Αγ.
1579ἄνδρες πολῖται, ξυντομωτάτως, μὲν ἂν
1580τύχοιμι λέξας Οἰδίπουν ὀλωλότα ·
1581ἃ δ’ἦν τὰ πραχθέντ’, οὔθ’ὁ μῦθος ἐν βραχεῖ
1582φράσαι πάρεστιν οὔτε τα- τἄργ’ὅσ’ἦν ἐκεῖ.
Χορος
Χο.
Χο.
1583ὄλωλε γὰρ δύστηνος;
Αγγελος
Αγ.
Αγ.
1583aὡς λελοιπότα
1584κεῖνον τὸν ἀεὶ βίοτον ἐξεπίστασο.
Χορος
Χο.
Χο.
1585πῶς; ἆρα θείᾳ κα- κἀπόνῳ τάλας τύχῃ;
Αγγελος
Αγ.
Αγ.
1586ταῦτ’ἐστὶν ἤδη κα- κἀποθαυμάσαι πρέπον.
1587ὡς μὲν γὰρ ἐνθένδ’εἷρπε, καὶ σύ που παρὼν
1588ἔξοισθ’, ὑφηγητῆρος οὐδενὸς φίλων,
1589ἀλλ’αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος.
1590ἐπεὶ δ’ἀφῖκτο τὸν καταρράκτην ὀδὸν
1591χαλκοῖς βάθροισι γῆθεν ἐρριζωμένον,
1592ἔστη κελεύθων ἐν πολυσχίστων μιᾷ,
1593κοίλου πέλας κρατῆρος, οὗ τὰ Θησέως
1594Περίθουτε κεῖται πίστ’ἀεὶ ξυνθήματα.
1595ἀφ’οὗ μέσος στὰς τοῦτε Θορικίου πέτρου
1596κοίληςτ’ἀχέρδου κα- κἀπὸ λαΐνου τάφου,
1597καθέζετ’· εἶτ’ἔλυσε δυσπινεῖς στολάς.
1598κα- κἄπειτ’ἀΰσας παῖδας ἠνώγει ῥυτῶν
1599ὑδάτων ἐνεγκεῖν λουτρὰ καὶ χοάς ποθεν ·
1600τὼ δ’εὐχλόου Δήμητρος εἰς προσόψιον
1601πάγον μολοῦσαι τάσδ’ἐπιστολὰς πατρὶ
1602ταχεῖ ’πόρευσαν σῦν χρόνῳ, λουτροῖςτέ νιν
1603ἐσθῆτίτ’ἐξήσκησαν ᾗ νομίζεται.
1604ἐπεὶ δὲ παντὸς εἶχε δρῶντος ἡδονὴν
1605κα- κοὐκ ἦν ἔτ’οὐδὲν ἀργὸν ὧν ἐφίετο,
1606κτύπησε μὲν Ζεὺς χθόνιος αἱ δὲ παρθένοι
1607ῥίγησαν, ὡς ἤκουσαν · ἐς δὲ γούνατα
1608πατρὸς πεσοῦσαι ’κλαιον οὐ δ’ἀνίεσαν
1609στέρνων ἀραγμοὺς οὐ δὲ παμμήκεις γόους.
1610ὁ δ’ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν,
1611πτύξας ἐπ’αὐταῖς χεῖρας εἶπεν · ὦ τέκνα,
1612οὐκ ἔστ’ἔθ’ὑμῖν τῇδ’ἐν ἡμέρᾳ πατήρ.
1613ὄλωλε γὰρ δὴ πάντα τα- τἀμά, κα- κοὐκέτι
1614τὴν δυσπόνητον ἕξετ’ἀμφ’ἐμοὶ τροφήν ·
1615σκληρὰν μέν, οἶδα, παῖδες · ἀλλ’ἓν γὰρ μόνον
1616τὰ πάντα λύει ταῦτ’ἔπος μοχθήματα.
1617τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέον
1618ἢ τοῦδε τα- τἀνδρὸς ἔσχεθ’, οὗ τητώμεναι
1619τὸ λοιπὸν ἤδη τὸν βίον διάζετον.
1620τοιαῦτ’ἐπ’ἀλλήλοισιν ἀμφικείμενοι
1621λύγδην ἔκλαιον πάντες. ὡς δὲ πρὸς τέλος
1622γόων ἀφίκοντ’οὐ δ’ἔτ’ὠρώρει βοή,
1623ἦν μὲν σιωπή · φθέγμα δ’ἐξαίφνης τινὸς
1624θώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίας
1625στῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας,
1626καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός ·
1627ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομεν
1628χωρεῖν; πάλαι δὴ τα- τἀπὸ σοῦ βραδύνεται.
1629ὁ δ’ὡς ἐπῄσθετ’ἐκ θεοῦ καλούμενος,
1630αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα.
1631κα- κἀπεὶ προσῆλθεν, εἶπεν · ὦ φίλον κάρα,
1632δός μοι χερὸς σῆς πίστιν ὁρκίαν τέκνοις,
1633ὑμεῖςτε, παῖδες, τῷδε · καὶ καταίνεσον
1634μήποτε προδώσειν τάσδ’ἑκών, τελεῖν δ’ὅσ’ἂν
1635μέλλῃς φρονῶν εὖ ξυμφέροντ’αὐτοῖς ἀεί.
1636ὁ δ’, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτα
1637κατῄνεσεν τάδ’ὅρκιος δράσειν ξένῳ.
1638ὅπως δὲ ταῦτ’ἔδρασεν, εὐθὺς Οἰδίπους
1639ψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει ·
1640ὦ παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶ
1641χωρεῖν τόπων ἐκ τῶνδε, μη δ’ἃ μὴ θέμις
1642λεύσσειν δικαιοῦν μη δὲ φωνούντων κλύειν,
1643ἀλλ’ἕρπεθ’ὡς τάχιστα · πλὴν ὁ κύριος
1644Θησεὺς παρέστω μανθάνων τὰ δρώμενα.
1645τοσαῦτα φωνήσαντος εἰσηκούσαμεν
1646ξύμπαντες · ἀστακτὶ δὲ σὺν ταῖς παρθένοις
1647στένοντες ὡμαρτοῦμεν. ὡς δ’ἀπήλθομεν,
1648χρόνῳ βραχεῖ στραφέντες ἐξαπείδομεν
1649τὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντ’ἔτι,
1650ἄνακτα δ’αὐτὸν ὀμμάτων ἐπίσκιον
1651χεῖρ’ἀντέχοντα κρατός, ὡς δεινοῦ τινος
1652φόβου φανέντος οὐ δ’ἀνασχετοῦ βλέπειν.
1653ἔπειτα μέντοι βαιὸν οὐ δὲ σὺν χρόνῳ
1654ὁρῶμεν αὐτὸν γῆντε προσκυνοῦνθ’ἅμα
1655καὶ τὸν θεῶν Ὄλυμπον ἐν τα- ταὐτῷ λόγῳ.
1656μόρῳ δ’ὁποίῳ κεῖνος ὤλετ’, οὐ δ’ἂν εἷς
1657θνητῶν φράσειε, πλὴν τὸ Θησέως κάρα.
1658οὐ γάρ τις αὐτὸν οὔτε πυρφόρος θεοῦ
1659κεραυνὸς ἐξέπραξεν οὔτε ποντία
1660θύελλα κινηθεῖσα τῷ τότ’ἐν χρόνῳ,
1661ἀλλ’ἤ τις ἐκ θεῶν πομπὸς ἢ τὸ νερτέρων
1662εὔνουν διαστὰν γῆς ἀλύπητον βάθρον.
1663ἁνὴρ γὰρ οὐ στενακτὸς οὐ δὲ σὺν νόσοις
1664ἀλγεινὸς ἐξεπέμπετ’, ἀλλ’εἴ τις βροτῶν
1665θαυμαστός. εἰ δὲ μὴ δοκῶ φρονῶν λέγειν,
1666οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν.
Χορος
Χο.
Χο.
1667ποῦ δ’αἵτε παῖδες κα- χοἰ προπέμψαντες φίλων;
Αγγελος
Αγ.
Αγ.
1668αἵδ’οὐχ ἑκάς · γόων γὰρ οὐκ ἀσήμονες
1669φθόγγοι σφε σημαίνουσι δεῦρ’ὁρμωμένας.
Αντιγονη
Αν.
Αν.
1670αἰαῖ, φεῦ, ἔστιν ἔστι νῷν δὴ
1671οὐ τὸ μέν, ἄλλο δὲ μή, πατρὸς ἔμφυτον
1672ἄλαστον αἷμα δυσμόροιν στενάζειν,
1673ᾧτινι τὸν πολὺν
1674ἄλλοτε μὲν πόνον ἔμπεδον εἴχομεν,
1675ἐν πυμάτῳ δ’ἀλόγιστα παροίσομεν
1676ἰδόντε καὶ παθόντε.
Χορος
Χο.
Χο.
1677τί δ’ἔστιν;
Αντιγονη
Αν.
Αν.
1677aἔστιν μὲν εἰκάσαι, φίλοι.
Χορος
Χο.
Χο.
1678βέβηκεν;
Αντιγονη
Αν.
Αν.
1678aὡς μάλιστ’ἂν ἐν πόθῳ λάβοις.
1679τί γάρ, ὅτῳ μήτ’Ἄρης
1680μήτε πόντος ἀντέκυρσεν,
1681ἄσκοποι δὲ πλάκες ἔμαρψαν
1682ἐν ἀφανεῖ τινι μόρῳ φερόμενον.
1683τάλαινα · νῶν δ’ὀλεθρία
1684νὺξ ἐπ’ὄμμασιν βέβακε.
1685πῶς γὰρ ἤ τιν’ἀπίαν
1686γᾶν ἢ πόντιον κλύδων’ἀλώμεναι, βίου δύσοιστον ἕξομεν τροφάν;
Ισμηνη
Ισ.
Ισ.
1687οὐ κάτοιδα. κατά με φόνιος
1688Ἀΐδας ἕλοι πατρὶ ξυνθανεῖν γεραιῷ
1690τάλαιναν, ὡς ἔμοιγ’ὁ μέλλων βίος οὐ βιωτός.
Χορος
Χο.
Χο.
1691ὦ διδύμα τέκνων ἀρίστα,
1692τὸ φέρον ἐκ θεοῦ φέρειν,
1695μηδὲν ἄγαν φλέγεσθον · οὔ τοι κατάμεμπτ’ἔβητον.
Αντιγονη
Αν.
Αν.
1696πόθος τοὶ καὶ κακῶν ἄρ’ἦν τις.
1700καὶ γὰρ ὃ μηδαμὰ δὴ φίλον ἦν φίλον,
1701ὁπότε γε καὶ τὸν ἐν χεροῖν κατεῖχον.
1702ὦ πάτερ, ὦ φίλος,
1703ὦ τὸν ἀεὶ κατὰ γᾶς σκότον εἱμένος ·
1704οὐ δέ γ’ἔνερθ’ἀφίλητος ἐμοί ποτε
1705καὶ τᾷδε μὴ κυρήσῃς.
Χορος
Χο.
Χο.
1706ἔπραξεν;
Αντιγονη
Αν.
Αν.
1706aἔπραξεν οἷον ἤθελεν.
Χορος
Χο.
Χο.
1707τὸ ποῖον;
Αντιγονη
Αν.
Αν.
1707aἇς ἔχρῃζε γᾶς ἐπὶ ξένας
1708ἔθανε · κοίταν δ’ἔχει
1708aνέρθεν εὐσκίαστον αἰέν,
1709οὐ δὲ πένθος ἔλιπ’ἄκλαυτον.
1709aἀνὰ γὰρ ὄμμα σε τόδ’, ὦ πάτερ, ἐμὸν
1710στένει δακρῦον, οὐ δ’ἔχω
1711πῶς με χρὴ τὸ σὸν τάλαιναν
1712ἀφανίσαι τοσόνδ’ἄχος.
1713ὤμοι, γᾶς ἐπὶ ξένας θανεῖν ἔχρῃζες ἀλλ’
1714ἔρημος ἔθανες ὧδέ μοι.
Ισμηνη
Ισ.
Ισ.
1715ὦ τάλαινα, τίς ἄρα με πότμος αὖθις ὧδ’
1716[…]
1717[…]
1719ἐπαμμένει σέτ’, ὦ φίλα, τὰς πατρὸς ὧδ’ἐρήμας;
Χορος
Χο.
Χο.
1720ἀλλ’ἐπεὶ ὀλβίως γ’ἔλυσεν
1721τὸ τέλος, ὦ φίλαι, βίου,
1722λήγετε τοῦδ’ἄχους · κακῶν γὰρ δυσάλωτος οὐδείς.
Αντιγονη
Αν.
Αν.
1723πάλιν, φίλα, συθῶμεν.
Ισμηνη
Ισ.
Ισ.
1723aὡς τί ῥέξομεν;
Αντιγονη
Αν.
Αν.
1724ἵμερος ἔχει με.
Ισμηνη
Ισ.
Ισ.
1724aτίς;
Αντιγονη
Αν.
Αν.
1725τὰν χθόνιον ἑστίαν ἰδεῖν
Ισμηνη
Ισ.
Ισ.
1726τίνος;
Αντιγονη
Αν.
Αν.
1726aπατρός, τάλαιν’ἐγώ.
Ισμηνη
Ισ.
Ισ.
1727θέμις δὲ πῶς τάδ’ἐστί; μῶν
1728οὐχ ὁρᾷς;
Αντιγονη
Αν.
Αν.
1730τί τόδε ἐπέπληξας;
Ισμηνη
Ισ.
Ισ.
1731καὶ τόδ’, ὡς
Αντιγονη
Αν.
Αν.
1731aτί τόδε μάλ’αὖθις;
Ισμηνη
Ισ.
Ισ.
1732ἄταφος ἔπιτνε δίχατε παντός.
Αντιγονη
Αν.
Αν.
1733ἄγε με, καὶ τότ’ἐπενάριξον.
Ισμηνη
Ισ.
Ισ.
1734αἰαῖ, δυστάλαινα, ποῦ δῆτ’
1735αὖθις ὧδ’ἔρημος ἄπορος
1736αἰῶνα τλάμον’ἕξω;
Χορος
Χο.
Χο.
1737φίλαι, τρέσητε μηδέν.
Αντιγονη
Αν.
Αν.
1737aἀλλὰ ποῖ φύγω;
Χορος
Χο.
Χο.
1738καὶ πάρος ἀπέφυγε
Αντιγονη
Αν.
Αν.
1738aτί;
Χορος
Χο.
Χο.
1740τὰ σφῷν τὸ μὴ πίτνειν κακῶς.
Αντιγονη
Αν.
Αν.
1741φρονῶ.
Χορος
Χο.
Χο.
1741aτί δῆθ’ὅπερ νοεῖς;
Αντιγονη
Αν.
Αν.
1742ὅπως μολούμεθ’ἐς δόμους,
1743οὐκ ἔχω.
Χορος
Χο.
Χο.
1743aμη δέ γε μάτευε.
Αντιγονη
Αν.
Αν.
1744μόγος ἔχει.
Χορος
Χο.
Χο.
1744aκαὶ πάρος ἐπεῖχε.
Αντιγονη
Αν.
Αν.
1745τοτὲ μὲν ἄπορα, τοτὲ δ’ὕπερθεν.
Χορος
Χο.
Χο.
1746μέγ’ἄρα πέλαγος ἐλάχετόν τι.
Αντιγονη
Αν.
Αν.
1747ναὶ ναί.
Χορος
Χο.
Χο.
1747aξύμφημι κα- καὐτός.
Αντιγονη
Αν.
Αν.
1748αἰαῖ, ποῖ μόλωμεν, ὦ Ζεῦ;
1749ἐλπίδων γὰρ ἐς τίν’ἔτι με
1750δαίμων τανῦν γ’ἐλαύνει;
Θησευς
Θη.
Θη.
1751παύετε θρήνων, παῖδες · ἐν οἷς γὰρ
1752χάρις ἡ χθονία ξύν’ἀπόκειται,
1753πενθεῖν οὐ χρή · νέμεσις γάρ.
Αντιγονη
Αν.
Αν.
1754ὦ τέκνον Αἰγέως, προσπίτνομέν σοι.
Θησευς
Θη.
Θη.
1755τίνος, ὦ παῖδες, χρείας ἀνύσαι;
Αντιγονη
Αν.
Αν.
1756τύμβον θέλομεν προσιδεῖν αὐταὶ πατρὸς ἡμετέρου.
Θησευς
Θη.
Θη.
1757ἀλλ’οὐ θεμιτόν.
Αντιγονη
Αν.
Αν.
1758πῶς εἶπας, ἄναξ, κοίραν’Ἀθηνῶν;
Θησευς
Θη.
Θη.
1760ὦ παῖδες, ἀπεῖπεν ἐμοὶ κεῖνος
1761μήτε πελάζειν ἐς τούσδε τόπους
1762μήτ’ἐπιφωνεῖν μηδένα θνητῶν
1763θήκην ἱεράν, ἣν κεῖνος ἔχει.
1764καὶ ταῦτά μ’ἔφη πράσσοντα καλῶς
1765χώραν ἕξειν αἰὲν ἄλυπον.
1766ταῦτ’οὖν ἔκλυεν δαίμων ἡμῶν
1767κα- χὠ πάντ’ἀΐων Διὸς Ὅρκος.
Αντιγονη
Αν.
Αν.
1768ἀλλ’εἰ τάδ’ἔχει κατὰ νοῦν κείνῳ,
1769ταῦτ’ἂν ἀπαρκοῖ · Θήβας δ’ἡμᾶς
1770τὰς ὠγυγίους πέμψον, ἐάν πως
1771διακωλύσωμεν ἰόντα φόνον
1772τοῖσιν ὁμαίμοις.
Θησευς
Θη.
Θη.
1773δράσω καὶ τάδε καὶ πάνθ’ὁπόσ’ἂν
1774μέλλω πράσσειν πρόσφοράθ’ὑμῖν
1775καὶ τῷ κατὰ γῆς, ὃς νέον ἔρρει,
1776πρὸς χάριν · οὐ δεῖ μ’ἀποκάμνειν.
Χορος
Χο.
Χο.
1777ἀλλ’ἀποπαύετε μη δ’ἐπὶ πλείω
1778θρῆνον ἐγείρετε ·
1779πάντως γὰρ ἔχει τάδε κῦρος.