Philoctetes
Οδυσσευς
Οδ.
Οδ.
1ἀκτὴ μὲν ἥδε τῆς περιρρύτου χθονὸς
2Λήμνου, βροτοῖς ἄστιπτος οὐ δ’οἰκουμένη,
3ἔνθ’, ὦ κρατίστου πατρὸς Ἑλλήνων τραφεὶς
4Ἀχιλλέως παῖ Νεοπτόλεμε, τὸν Μηλιᾶ
5Ποίαντος υἱὸν ἐξέθηκ’ἐγώ ποτε,
6ταχθεὶς τόδ’ἔρδειν τῶν ἀνασσόντων ὕπο,
7νόσῳ καταστάζοντα διαβόρῳ πόδα ·
8ὅτ’οὔτε λοιβῆς ἡμὶν οὔτε θυμάτων
9παρῆν ἑκήλοις προσθιγεῖν, ἀλλ’ἀγρίαις
10κατεῖχ’ἀεὶ πᾶν στρατόπεδον δυσφημίαις,
11βοῶν, στενάζων. ἀλλὰ ταῦτα μὲν τί δεῖ
12λέγειν; ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων,
13μὴ καὶ μάθῃ μ’ἥκοντα κα- κἀκχέω τὸ πᾶν
14σόφισμα, τῷ νιν αὐτίχ’αἱρήσειν δοκῶ.
15ἀλλ’ἔργον ἤδη σὸν τὰ λοίφ’ὑπηρετεῖν
16σκοπεῖνθ’ὅπου ’στ’ἐνταῦθα δίστομος πέτρα
17τοιάδ’, ἵν’ἐν ψύχει μὲν ἡλίου διπλῆ
18πάρεστιν ἐνθάκησις, ἐν θέρει δ’ὕπνον
19δι’ἀμφιτρῆτος αὐλίου πέμπει πνοή ·
20βαιὸν δ’ἔνερθεν ἐξ ἀριστερᾶς τάχ’ἂν
21ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν.
22ἅ μοι προσελθὼν σῖγα σήμαιν’εἴτ’ἐκεῖ
23χῶρον τὸν αὐτὸν τόνδ’ἔτ’εἴτ’ἄλλῃ κυρεῖ,
24ὡς τα- τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς,
25ἐγὼ δὲ φράζω, κοινὰ δ’ἐξ ἀμφοῖν ἴῃ.
Νεοπτολεμος
Νε.
Νε.
26ἄναξ Ὀδυσσεῦ, το- τοὔργον οὐ μακρὰν λέγεις ·
27δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν.
Οδυσσευς
Οδ.
Οδ.
28ἄνωθεν ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ.
Νεοπτολεμος
Νε.
Νε.
29τόδ’ἐξύπερθε · καὶ στίβου γ’οὐδεὶς κτύπος.
Οδυσσευς
Οδ.
Οδ.
30ὅρα καθ’ὕπνον μὴ καταυλισθεὶς κυρεῖ.
Νεοπτολεμος
Νε.
Νε.
31ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα.
Οδυσσευς
Οδ.
Οδ.
32οὐ δ’ἔνδον οἰκοποιός ἐστί τις τροφή;
Νεοπτολεμος
Νε.
Νε.
33στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ.
Οδυσσευς
Οδ.
Οδ.
34τὰ δ’ἄλλ’ἔρημα, κα- κοὐδέν ἐσθ’ὑπόστεγον;
Νεοπτολεμος
Νε.
Νε.
35αὐτόξυλόν γ’ἔκπωμα, φλαυρουργοῦ τινος
36τεχνήματ’ἀνδρός, καὶ πυρεῖ’ὁμοῦ τάδε.
Οδυσσευς
Οδ.
Οδ.
37κείνου τὸ θησαύρισμα σημαίνεις τόδε.
Νεοπτολεμος
Νε.
Νε.
38ἰοὺ ἰού · καὶ ταῦτά γ’ἄλλα θάλπεται
39ῥάκη, βαρείας του νοσηλείας πλέα.
Οδυσσευς
Οδ.
Οδ.
40ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς,
41κα- κἄστ’οὐχ ἑκάς που · πῶς γὰρ ἂν νοσῶν ἀνὴρ
42κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν;
43ἀλλ’ἢ ’πὶ φορβῆς νόστον ἐξελήλυθεν
44ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που.
45τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν,
46μὴ καὶ λάθῃ με προσπεσών · ὡς μᾶλλον ἂν
47ἕλοιτό μ’ἢ τοὺς πάντας Ἀργείους λαβεῖν.
Νεοπτολεμος
Νε.
Νε.
48ἀλλ’ἔρχεταίτε καὶ φυλάξεται στίβος.
49σὺ δ’, εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ.
Οδυσσευς
Οδ.
Οδ.
50Ἀχιλλέως παῖ, δεῖ σ’ἐφ’οἷς ἐλήλυθας
51γενναῖον εἶναι, μὴ μόνον τῷ σώματι,
52ἀλλ’ἤν τι καινὸν ὧν πρὶν οὐκ ἀκήκοας
53κλύῃς, ὑπουργεῖν, ὡς ὑπηρέτης πάρει.
Νεοπτολεμος
Νε.
Νε.
54τί δῆτ’ἄνωγας;
Οδυσσευς
Οδ.
Οδ.
54aτὴν Φιλοκτήτου σε δεῖ
55ψυχὴν ὅπως δόλοισιν ἐκκλέψεις λέγων.
56ὅταν σ’ἐρωτᾷ τίςτε καὶ πόθεν πάρει,
57λέγειν, Ἀχιλλέως παῖς · τόδ’οὐχὶ κλεπτέον ·
58πλεῖς δ’ὡς πρὸς οἶκον, ἐκλιπὼν τὸ ναυτικὸν
59στράτευμ’Ἀχαιῶν, ἔχθος ἐχθήρας μέγα,
60οἵ σ’ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν,
61μόνην ἔχοντες τήνδ’ἅλωσιν Ἰλίου,
62οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων
63ἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ,
64ἀλλ’αὔτ’Ὀδυσσεῖ παρέδοσαν · λέγων ὅσ’ἂν
65θέλῃς καθ’ἡμῶν ἔσχατ’ἐσχάτων κακά.
66τούτῳ γὰρ οὐδέν μ’ἀλγυνεῖς · εἰ δ’ἐργάσει
67μὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς.
68εἰ γὰρ τὰ τοῦδε τόξα μὴ ληφθήσεται,
69οὐκ ἔστι πέρσαι σοι τὸ Δαρδάνου πέδον.
70ὡς δ’ἔστ’ἐμοὶ μὲν οὐχί, σοὶ δ’ὁμιλία
71πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε.
72σὺ μὲν πέπλευκας οὔτ’ἔνορκος οὐδενὶ
73οὔτ’ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου ·
74ἐμοὶ δὲ τούτων οὐδέν ἐστ’ἀρνήσιμον.
75ὥστ’εἴ με τόξων ἐγκρατὴς αἰσθήσεται,
76ὄλωλα καὶ σὲ προσδιαφθερῶ ξυνών.
77ἀλλ’αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺς
78ὅπως γενήσει τῶν ἀνικήτων ὅπλων.
79ἔξοιδα, παῖ, φύσει σε μὴ πεφυκότα
80τοιαῦτα φωνεῖν μη δὲ τεχνᾶσθαι κακά ·
81ἀλλ’ἡδὺ γάρ τι κτῆμα τῆς νίκης λαβεῖν,
82τόλμα · δίκαιοι δ’αὖθις ἐκφανούμεθα.
83νῦν δ’εἰς ἀναιδὲς ἡμέρας μέρος βραχὺ
84δός μοι σεαυτόν, κα- κᾆτα τὸν λοιπὸν χρόνον
85κέκλησο πάντων εὐσεβέστατος βροτῶν.
Νεοπτολεμος
Νε.
Νε.
86ἐγὼ μὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων,
87Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ ·
88ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς,
89οὔτ’αὐτὸς οὔθ’, ὥς φασιν, οὑκφύσας ἐμέ.
90ἀλλ’εἴμ’ἑτοῖμος πρὸς βίαν τὸν ἄνδρ’ἄγειν
91καὶ μὴ δόλοισιν · οὐ γὰρ ἐξ ἑνὸς ποδὸς
92ἡμᾶς τοσούσδε πρὸς βίαν χειρώσεται.
93πεμφθείς γε μέντοι σοὶ ξυνεργάτης ὀκνῶ
94προδότης καλεῖσθαι · βούλομαι δ’, ἄναξ, καλῶς
95δρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶς.
Οδυσσευς
Οδ.
Οδ.
96ἐσθλοῦ πατρὸς παῖ, κα- καὐτὸς ὢν νέος ποτὲ
97γλῶσσαν μὲν ἀργόν, χεῖρα δ’εἶχον ἐργάτιν ·
98νῦν δ’εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖς
99τὴν γλῶσσαν, οὐχὶ τα- τἄργα, πάνθ’ἡγουμένην.
Νεοπτολεμος
Νε.
Νε.
100τί μ’οὖν ἄνωγας ἄλλο πλὴν ψευδῆ λέγειν;
Οδυσσευς
Οδ.
Οδ.
101λέγω σ’ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν.
Νεοπτολεμος
Νε.
Νε.
102τί δ’ἐν δόλῳ δεῖ μᾶλλον ἢ πείσαντ’ἄγειν;
Οδυσσευς
Οδ.
Οδ.
103οὐ μὴ πίθηται · πρὸς βίαν δ’οὐκ ἂν λάβοις.
Νεοπτολεμος
Νε.
Νε.
104οὕτως ἔχει τι δεινὸν ἰσχύος θράσος;
Οδυσσευς
Οδ.
Οδ.
105ἰούς γ’ἀφύκτους καὶ προπέμποντας φόνον.
Νεοπτολεμος
Νε.
Νε.
106οὐκ ἆρ’ἐκείνῳ γ’οὐ δὲ προσμῖξαι θρασύ;
Οδυσσευς
Οδ.
Οδ.
107οὔ, μὴ δόλῳ λαβόντα γ’, ὡς ἐγὼ λέγω.
Νεοπτολεμος
Νε.
Νε.
108οὐκ αἰσχρὸν ἡγεῖ δῆτα τὸ ψευδῆ λέγειν;
Οδυσσευς
Οδ.
Οδ.
109οὔκ, εἰ τὸ σωθῆναί γε τὸ ψεῦδος φέρει.
Νεοπτολεμος
Νε.
Νε.
110πῶς οὖν βλέπων τις ταῦτα τολμήσει λακεῖν;
Οδυσσευς
Οδ.
Οδ.
111ὅταν τι δρᾷς εἰς κέρδος, οὐκ ὀκνεῖν πρέπει.
Νεοπτολεμος
Νε.
Νε.
112κέρδος δ’ἐμοὶ τί τοῦτον ἐς Τροίαν μολεῖν;
Οδυσσευς
Οδ.
Οδ.
113αἱρεῖ τὰ τόξα ταῦτα τὴν Τροίαν μόνα.
Νεοπτολεμος
Νε.
Νε.
114οὐκ ἆρ’ὁ πέρσων, ὡς ἐφάσκετ’, εἴμ’ἐγώ;
Οδυσσευς
Οδ.
Οδ.
115οὔτ’ἂν σὺ κείνων χωρὶς οὔτ’ἐκεῖνα σοῦ.
Νεοπτολεμος
Νε.
Νε.
116θηρατέ’οὖν γίγνοιτ’ἄν, εἴπερ ὧδ’ἔχει.
Οδυσσευς
Οδ.
Οδ.
117ὡς τοῦτό γ’ἔρξας δύο φέρει δωρήματα.
Νεοπτολεμος
Νε.
Νε.
118ποίω; μαθὼν γὰρ οὐκ ἂν ἀρνοίμην τὸ δρᾶν.
Οδυσσευς
Οδ.
Οδ.
119σοφόςτ’ἂν αὑτὸς κα- κἀγαθὸς κεκλῇ’ἅμα.
Νεοπτολεμος
Νε.
Νε.
120ἴτω · ποήσω, πᾶσαν αἰσχύνην ἀφείς.
Οδυσσευς
Οδ.
Οδ.
121ἦ μνημονεύεις οὖν ἅ σοι παρῄνεσα;
Νεοπτολεμος
Νε.
Νε.
122σάφ’ἴσθ’, ἐπείπερ εἰσάπαξ συνῄνεσα.
Οδυσσευς
Οδ.
Οδ.
123σὺ μὲν μένων νυν κεῖνον ἐνθάδ’ἐκδέχου,
124ἐγὼ δ’ἄπειμι, μὴ κατοπτευθῶ παρών,
125καὶ τὸν σκοπὸν πρὸς ναῦν ἀποστελῶ πάλιν.
126καὶ δεῦρ’, ἐάν μοι τοῦ χρόνου δοκῆτέ τι
127κατασχολάζειν, αὖθις ἐκπέμψω πάλιν
128τοῦτον τὸν αὐτὸν ἄνδρα, ναυκλήρου τρόποις
129μορφὴν δολώσας, ὡς ἂν ἀγνοία προσῇ ·
130οὗ δῆτα, τέκνον, ποικίλως αὐδωμένου
131δέχου τὰ συμφέροντα τῶν ἀεὶ λόγων.
132ἐγὼ δὲ πρὸς ναῦν εἶμι, σοὶ παρεὶς τάδε ·
133Ἑρμῆς δ’ὁ πέμπων δόλιος ἡγήσαιτο νῷν
134Νίκητ’Ἀθάνα Πολιάς, ἣ σῴζει μ’ἀεί.
Χορος
Χο.
Χο.
135τί χρὴ τί χρή με, δέσποτ’, ἐν ξένᾳ ξένον
136στέγειν ἢ τί λέγειν πρὸς ἄνδρ’ὑπόπταν;
137φράζε μοι. τέχνα γὰρ
138τέχνας ἑτέρας προύχει
139καὶ γνώμα παρ’ὅτῳ τὸ θεῖον
140Διὸς σκῆπτρον ἀνάσσεται.
141σὲ δ’, ὦ τέκνον, τόδ’ἐλήλυθεν
142πᾶν κράτος ὠγύγιον · τό μοι ἔννεπε
143τί σοι χρεὼν ὑπουργεῖν.
Νεοπτολεμος
Νε.
Νε.
144νῦν μέν, ἴσως γὰρ τόπον ἐσχατιαῖς
145προσιδεῖν ἐθέλεις ὅντινα κεῖται,
146δέρκου θαρσῶν · ὁπόταν δὲ μόλῃ
147δεινὸς ὁδίτης, τῶνδ’οὑκ μελάθρων
148πρὸς ἐμὴν αἰεὶ χεῖρα προχωρῶν
149πειρῶ τὸ παρὸν θεραπεύειν.
Χορος
Χο.
Χο.
150μέλον πάλαι μέλημά μοι λέγεις, ἄναξ,
151φρουρεῖν ὄμμ’ἐπὶ σῷ μάλιστα καιρῷ ·
152νῦν δέ μοι λέγ’, αὐλὰς
153ποίας ἔνεδρος ναίει
154καὶ χῶρον τίν’ἔχει. τὸ γάρ μοι
155μαθεῖν οὐκ ἀποκαίριον,
156μὴ προσπεσών με λάθῃ ποθέν ·
157τίς τόπος ἢ τίς ἕδρα; τίν’ἔχει στίβον,
158ἔναυλον ἢ θυραῖον;
Νεοπτολεμος
Νε.
Νε.
159οἶκον μὲν ὁρᾷς τόνδ’ἀμφίθυρον
160πετρίνης κοίτης.
Χορος
Χο.
Χο.
161ποῦ γὰρ ὁ τλήμων αὐτὸς ἄπεστιν;
Νεοπτολεμος
Νε.
Νε.
162δῆλον ἔμοιγ’ὡς φορβῆς χρείᾳ
163στίβον ὀγμεύει τῇδε πέλας που.
164ταύτην γὰρ ἔχειν βιοτῆς αὐτὸν
165λόγος ἐστὶ φύσιν, θηροβολοῦντα
166πτηνοῖς ἰοῖς στυγερὸν στυγερῶς,
167οὐ δέ τιν’αὐτῷ
168παιῶνα κακῶν ἐπινωμᾶν.
Χορος
Χο.
Χο.
169οἰκτίρω νιν ἔγωγ’, ὅπως,
170μή του κηδομένου βροτῶν
171μη δὲ ξύντροφον ὄμμ’ἔχων,
172δύστανος, μόνος ἀεί,
173νοσεῖ μὲν νόσον ἀγρίαν,
174ἀλύει δ’ἐπὶ παντί τῳ
175χρείας ἱσταμένῳ. πῶς ποτε πῶς δύσμορος ἀντέχει;
176ὦ παλάμαι θεῶν,
177ὦ δύστανα γένη βροτῶν,
178οἷς μὴ μέτριος αἰών.
180οὗτος πρωτογόνων ἴσως
181οἴκων οὐδενὸς ὕστερος,
182πάντων ἄμμορος ἐν βίῳ
183κεῖται μοῦνος ἀπ’ἄλλων,
184στικτῶν ἢ λασίων μετὰ
185θηρῶν, ἔντ’ὀδύναις ὁμοῦ
186λιμῷτ’οἰκτρός, ἀνήκεστα μεριμνήματ’ἔχων ·
187ὀρεία δ’ἀθυρόστομος
188Ἀχὼ τηλεφανὴς πικραῖς
190οἰμωγαῖς ὑπακούει.
Νεοπτολεμος
Νε.
Νε.
191οὐδὲν τούτων θαυμαστὸν ἐμοί ·
192θεῖα γάρ, εἴπερ κα- κἀγώ τι φρονῶ,
193καὶ τὰ παθήματα κεῖνα πρὸς αὐτὸν
194τῆς ὠμόφρονος Χρύσης ἐπέβη,
195καὶ νῦν ἃ πονεῖ δίχα κηδεμόνων,
196οὐκ ἔσθ’ὡς οὐ θεῶν του μελέτῃ
197τοῦ μὴ πρότερον τόνδ’ἐπὶ Τροίᾳ
198τεῖναι τὰ θεῶν ἀμάχητα βέλη,
199πρὶν ὅδ’ἐξήκοι χρόνος, ᾧ λέγεται
200χρῆναί σφ’ὑπὸ τῶνδε δαμῆναι.
Χορος
Χο.
Χο.
201εὔστομ’ἔχε, παῖ.
Νεοπτολεμος
Νε.
Νε.
201aτί τόδε;
Χορος
Χο.
Χο.
201bπρουφάνη κτύπος,
202φωτὸς σύντροφος ὡς τειρομένου του,
203ἤ που τῇδ’ἢ τῇδε τόπων.
205βάλλει βάλλει μ’ἐτύμα
206φθογγά του στίβον κατ’ἀνάγκαν
207ἕρποντος, οὐ δέ με λάθει
208βαρεῖα τηλόθεν αὐδὰ τρυσάνωρ · διάσημα γὰρ θρηνεῖ.
210ἀλλ’ἔχε, τέκνον,
Νεοπτολεμος
Νε.
Νε.
211λέγ’ὅ τι.
Χορος
Χο.
Χο.
212φροντίδας νέας.
213ὡς οὐκ ἔξεδρος, ἀλλ’ἔντοπος ἁνήρ,
214οὐ μολπὰν σύριγγος ἔχων,
215ὡς ποιμὴν ἀγροβότας, ἀλλ’ἤ που πταίων ὑπ’ἀνάγκας
216βοᾷ τηλωπὸν ἰωάν,
217ἢ ναὸς ἄξενον αὐγάζων ὅρμον · προβοᾷ τι γὰρ δεινόν.
Φιλοκτητης
Φι.
Φι.
219ἰὼ ξένοι,
220τίνες ποτ’ἐς γῆν τήνδε κα- κἀκ ποίας πάτρας
221κατέσχετ’οὔτ’εὔορμον οὔτ’οἰκουμένην;
222ποίας ἂν ὑμᾶς πατρίδος ἢ γένους ποτὲ
223τύχοιμ’ἂν εἰπών; σχῆμα μὲν γὰρ Ἑλλάδος
224στολῆς ὑπάρχει προσφιλεστάτης ἐμοί ·
225φωνῆς δ’ἀκοῦσαι βούλομαι · καὶ μή μ’ὄκνῳ
226δείσαντες ἐκπλαγῆτ’ἀπηγριωμένον,
227ἀλλ’οἰκτίσαντες ἄνδρα δύστηνον, μόνον,
228ἔρημον ὧδε κα- κἄφιλον κακούμενον,
229φωνήσατ’, εἴπερ ὡς φίλοι προσήκετε.
230ἀλλ’ἀνταμείψασθ’· οὐ γὰρ εἰκὸς οὔτ’ἐμὲ
231ὑμῶν ἁμαρτεῖν τοῦτό γ’οὔθ’ὑμᾶς ἐμοῦ.
Νεοπτολεμος
Νε.
Νε.
232ἀλλ’, ὦ ξέν’, ἴσθι τοῦτο πρῶτον, οὕνεκα
233Ἕλληνές ἐσμεν · τοῦτο γὰρ βούλει μαθεῖν.
Φιλοκτητης
Φι.
Φι.
234ὦ φίλτατον φώνημα · φεῦ τὸ καὶ λαβεῖν
235πρόσφθεγμα τοιοῦδ’ἀνδρὸς ἐν χρόνῳ μακρῷ.
236τίς σ’, ὦ τέκνον, προσέσχε, τίς προσήγαγεν
237χρεία; τίς ὁρμή; τίς ἀνέμων ὁ φίλτατος;
238γέγωνέ μοι πᾶν τοῦθ’, ὅπως εἰδῶ τίς εἶ.
Νεοπτολεμος
Νε.
Νε.
239ἐγὼ γένος μέν εἰμι τῆς περιρρύτου
240Σκύρου · πλέω δ’ἐς οἶκον · αὐδῶμαι δὲ παῖς
241Ἀχιλλέως, Νεοπτόλεμος. οἶσθα δὴ τὸ πᾶν.
Φιλοκτητης
Φι.
Φι.
242ὦ φιλτάτου παῖ πατρός, ὦ φίλης χθονός,
243ὦ τοῦ γέροντος θρέμμα Λυκομήδους, τίνι
244στόλῳ προσέσχες τήνδε γῆν πόθεν πλέων;
Νεοπτολεμος
Νε.
Νε.
245ἐξ Ἰλίου τοι δὴ τανῦν γε ναυστολῶ.
Φιλοκτητης
Φι.
Φι.
246πῶς εἶπας; οὐ γὰρ δὴ σύ γ’ἦσθα ναυβάτης
247ἡμῖν κατ’ἀρχὴν τοῦ πρὸς Ἴλιον στόλου.
Νεοπτολεμος
Νε.
Νε.
248ἦ γὰρ μετέσχες καὶ σὺ τοῦδε τοῦ πόνου;
Φιλοκτητης
Φι.
Φι.
249ὦ τέκνον, οὐ γὰρ οἶσθά μ’ὅντιν’εἰσορᾷς;
Νεοπτολεμος
Νε.
Νε.
250πῶς γὰρ κάτοιδ’ὅν γ’εἶδον οὐδεπώποτε;
Φιλοκτητης
Φι.
Φι.
251οὐ δ’ὄνομ’ἄρ’οὐ δὲ τῶν ἐμῶν κακῶν κλέος
252ᾔσθου ποτ’οὐδέν, οἷς ἐγὼ διωλλύμην;
Νεοπτολεμος
Νε.
Νε.
253ὡς μηδὲν εἰδότ’ἴσθι μ’ὧν ἀνιστορεῖς.
Φιλοκτητης
Φι.
Φι.
254ὦ πόλλ’ἐγὼ μοχθηρός, ὦ πικρὸς θεοῖς,
255οὗ μη δὲ κληδὼν ὧδ’ἔχοντος οἴκαδε
256μη δ’Ἑλλάδος γῆς μηδαμοῦ διῆλθέ που.
257ἀλλ’οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ
258γελῶσι σῖγ’ἔχοντες, ἡ δ’ἐμὴ νόσος
259ἀεὶ τέθηλε κα- κἀπὶ μεῖζον ἔρχεται.
260ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως,
261ὅδ’εἴμ’ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως
262τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων,
263ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ
264δισσοὶ στρατηγοὶ κα- χὠ Κεφαλλήνων ἄναξ
265ἔρριψαν αἰσχρῶς ὧδ’ἔρημον, ἀγρίᾳ
266νόσῳ καταφθίνοντα, τῆς ἀνδροφθόρου
267πληγέντ’ἐχίδνης ἀγρίῳ χαράγματι ·
268ξὺν ᾗ μ’ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε
269ᾤχοντ’ἔρημον, ἡνίκ’ἐκ τῆς ποντίας
270Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ.
271τότ’ἄσμενοί μ’ὡς εἶδον ἐκ πολλοῦ σάλου
272εὕδοντ’ἐπ’ἀκτῆς ἐν κατηρεφεῖ πέτρᾳ,
273λιπόντες ᾤχονθ’, οἷα φωτὶ δυσμόρῳ
274ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς
275ἐπωφέλημα σμικρόν, οἷ’αὐτοῖς τύχοι.
276σὺ δή, τέκνον, ποίαν μ’ἀνάστασιν δοκεῖς
277αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;
278ποῖ’ἐκδακρῦσαι, ποῖ’ἀποιμῶξαι κακά;
279ὁρῶντα μὲν ναῦς, ἃς ἔχων ἐναυστόλουν,
280πάσας βεβώσας, ἄνδρα δ’οὐδέν’ἔντοπον,
281οὐχ ὅστις ἀρκέσειεν οὐ δ’ὅστις νόσου
282κάμνοντι συλλάβοιτο · πάντα δὲ σκοπῶν
283ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν,
284τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον.
285ὁ μὲν χρόνος δὴ διὰ χρόνου προύβαινέ μοι,
286κα- κἄδει τι βαιᾷ τῇδ’ὑπὸ στέγῃ μόνον
287διακονεῖσθαι. γαστρὶ μὲν τὰ σύμφορα
288τόξον τόδ’ἐξηύρισκε, τὰς ὑποπτέρους
289βάλλον πελείας · πρὸς δὲ τοῦθ’, ὅ μοι βάλοι
290νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας
291εἰλυόμην, δύστηνον ἐξέλκων πόδα,
292πρὸς τοῦτ’ἄν · εἴτ’ἔδει τι καὶ ποτὸν λαβεῖν,
293καί που πάγου χυθέντος, οἷα χείματι,
294ξύλον τι θραῦσαι, ταῦτ’ἂν ἐξέρπων τάλας
295ἐμηχανώμην · εἶτα πῦρ ἂν οὐ παρῆν,
296ἀλλ’ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις
297ἔφην’ἄφαντον φῶς, ὃ καὶ σῴζει μ’ἀεί.
298οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα
299πάντ’ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.
300φέρ’, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς.
301ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών ·
302οὐ γάρ τις ὅρμος ἔστιν οὐ δ’ὅποι πλέων
303ἐξεμπολήσει κέρδος ἢ ξενώσεται.
304οὐκ ἐνθάδ’οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν.
305τάχ’οὖν τις ἄκων ἔσχε · πολλὰ γὰρ τάδε
306ἐν τῷ μακρῷ γένοιτ’ἂν ἀνθρώπων χρόνῳ ·
307οὗτοί μ’, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις
308ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος
309προσέδοσαν οἰκτίραντες ἤ τινα στολήν ·
310ἐκεῖνο δ’οὐδείς, ἡνίκ’ἂν μνησθῶ, θέλει,
311σῶσαί μ’ἐς οἴκους, ἀλλ’ἀπόλλυμαι τάλας
312ἔτος τόδ’ἤδη δέκατον ἐν λιμῷτε καὶ
313κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.
314τοιαῦτ’Ἀτρεῖδαί μ’ἥτ’Ὀδυσσέως βία,
315ὦ παῖ, δεδράκασ’, οἷ’Ὀλύμπιοι θεοὶ
316δοῖέν ποτ’αὐτοῖς ἀντίποιν’ἐμοῦ παθεῖν.
Χορος
Χο.
Χο.
317ἔοικα κα- κἀγὼ τοῖς ἀφιγμένοις ἴσα
318ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον.
Νεοπτολεμος
Νε.
Νε.
319ἐγὼ δὲ κα- καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις,
320ὡς εἴσ’ἀληθεῖς οἶδα, συντυχὼν κακῶν
321ἀνδρῶν Ἀτρειδῶν τῆςτ’Ὀδυσσέως βίας.
Φιλοκτητης
Φι.
Φι.
322ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις
323ἔγκλημ’Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών;
Νεοπτολεμος
Νε.
Νε.
324θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε,
325ἵν’αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτηθ’ὅτι
326κα- χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ.
Φιλοκτητης
Φι.
Φι.
327εὖ γ’, ὦ τέκνον · τίνος γὰρ ὧδε τὸν μέγαν
328χόλον κατ’αὐτῶν ἐγκαλῶν ἐλήλυθας;
Νεοπτολεμος
Νε.
Νε.
329ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δ’ἐρῶ,
330ἅγωγ’ὑπ’αὐτῶν ἐξελωβήθην μολών.
331ἐπεὶ γὰρ ἔσχε μοῖρ’Ἀχιλλέα θανεῖν,
Φιλοκτητης
Φι.
Φι.
332οἴμοι · φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω
333πρῶτον τόδ’, ἦ τέθνηχ’ὁ Πηλέως γόνος;
Νεοπτολεμος
Νε.
Νε.
334τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δ’ὕπο,
335τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς.
Φιλοκτητης
Φι.
Φι.
336ἀλλ’εὐγενὴς μὲν ὁ κτανώντε κα- χὠ θανών ·
337ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν
338πάθημ’ἐλέγχω πρῶτον ἢ κεῖνον στένω.
Νεοπτολεμος
Νε.
Νε.
339οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σ’, ὦ τάλας,
340ἀλγήμαθ’, ὥστε μὴ τὰ τῶν πέλας στένειν.
Φιλοκτητης
Φι.
Φι.
341ὀρθῶς ἔλεξας · τοιγαροῦν τὸ σὸν φράσον
342αὖθις πάλιν μοι πρᾶγμ’, ὅτῳ σ’ἐνύβρισαν.
Νεοπτολεμος
Νε.
Νε.
343ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα
344δῖόςτ’Ὀδυσσεὺς κα- χὠ τροφεὺς το- τοὐμοῦ πατρός,
345λέγοντες, εἴτ’ἀληθὲς εἴτ’ἄρ’οὖν μάτην,
346ὡς οὐ θέμις γίγνοιτ’, ἐπεὶ κατέφθιτο
347πατὴρ ἐμός, τὰ πέργαμ’ἄλλον ἤ μ’ἑλεῖν.
348ταῦτ’, ὦ ξέν’, οὕτως ἐννέποντες οὐ πολὺν
349χρόνον μ’ἐπέσχον μή με ναυστολεῖν ταχύ,
350μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ,
351ὅπως ἴδοιμ’ἄθαπτον · οὐ γὰρ εἰδόμην ·
352ἔπειτα μέντοι κα- χὠ λόγος καλὸς προσῆν,
353εἰ τα- τἀπὶ Τροίᾳ πέργαμ’αἱρήσοιμ’ἰών.
354ἦν δ’ἦμαρ ἤδη δεύτερον πλέοντί μοι,
355κα- κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ
356κατηγόμην · καί μ’εὐθὺς ἐν κύκλῳ στρατὸς
357ἐκβάντα πᾶς ἠσπάζετ’, ὀμνύντες βλέπειν
358τὸν οὐκέτ’ὄντα ζῶντ’Ἀχιλλέα πάλιν.
359κεῖνος μὲν οὖν ἔκειτ’· ἐγὼ δ’ὁ δύσμορος
360ἐπεὶ ’δάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ
361ἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν,
362τάθ’ὅπλ’ἀπῄτουν τοῦ πατρὸς τάτ’ἄλλ’ὅσ’ἦν.
363οἱ δ’εἶπον, οἴμοι, τλημονέστατον λόγον ·
364ὦ σπέρμ’Ἀχιλλέως, τα- τἄλλα μὲν πάρεστί σοι
365πατρῷ’ἑλέσθαι, τῶν δ’ὅπλων κείνων ἀνὴρ
366ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος.
367κα- κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι
368ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω ·
369ὦ σχέτλι’, ἦ ’τολμήσατ’ἀντ’ἐμοῦ τινι
370δοῦναι τὰ τεύχη τα- τἀμά, πρὶν μαθεῖν ἐμοῦ;
371ὁ δ’εἶπ’Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ,
372ναί, παῖ, δεδώκασ’ἐνδίκως οὗτοι τάδε ·
373ἐγὼ γὰρ αὔτ’ἔσωσα κα- κἀκεῖνον παρών.
374κα- κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς
375τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος,
376εἰ τα- τἀμὰ κεῖνος ὅπλ’ἀφαιρήσοιτό με.
377ὁ δ’ἐνθάδ’ἥκων, καίπερ οὐ δύσοργος ὤν,
378δηχθεὶς πρὸς ἁξήκουσεν ὧδ’ἠμείψατο ·
379οὐκ ἦσθ’ἵν’ἡμεῖς, ἀλλ’ἀπῆσθ’ἵν’οὔ σ’ἔδει ·
380καὶ ταῦτ’, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν,
381οὐ μήποτ’ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων.
382τοιαῦτ’ἀκούσας κα- κἀξονειδισθεὶς κακὰ
383πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος
384πρὸς τοῦ κακίστου κα- κἀκ κακῶν Ὀδυσσέως.
385κα- κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει ·
386πόλις γάρ ἐστι πᾶσα τῶν ἡγουμένων
387στρατόςτε σύμπας · οἱ δ’ἀκοσμοῦντες βροτῶν
388διδασκάλων λόγοισι γίγνονται κακοί.
389λόγος λέλεκται πᾶς · ὁ δ’Ἀτρείδας στυγῶν
390ἐμοίθ’ὁμοίως καὶ θεοῖς εἴη φίλος.
Χορος
Χο.
Χο.
391ὀρεστέρα παμβῶτι Γᾶ, μᾶτερ αὐτοῦ Διός,
392ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις,
395σὲ κα- κἀκεῖ, μᾶτερ πότνι’, ἐπηυδώμαν,
396ὅτ’ἐς τόνδ’Ἀτρειδᾶν ὕβρις πᾶσ’ἐχώρει,
397ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν,
400ἰὼ μάκαιρα ταυροκτόνων
401λεόντων ἔφεδρε, τῷ Λαρτίου
402σέβας ὑπέρτατον.
Φιλοκτητης
Φι.
Φι.
403ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς
404λύπης πρὸς ἡμᾶς, ὦ ξένοι, πεπλεύκατε,
405καί μοι προσᾴδεθ’ὥστε γιγνώσκειν ὅτι
406ταῦτ’ἐξ Ἀτρειδῶν ἔργα κα- κἀξ Ὀδυσσέως.
407ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ
408γλώσσῃ θιγόντα καὶ πανουργίας, ἀφ’ἧς
409μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν.
410ἀλλ’οὔ τι τοῦτο θαῦμ’ἔμοιγ’, ἀλλ’εἰ παρὼν
411Αἴας ὁ μείζων ταῦθ’ὁρῶν ἠνείχετο.
Νεοπτολεμος
Νε.
Νε.
412οὐκ ἦν ἔτι ζῶν, ὦ ξέν’· οὐ γὰρ ἄν ποτε
413ζῶντός γ’ἐκείνου ταῦτ’ἐσυλήθην ἐγώ.
Φιλοκτητης
Φι.
Φι.
414πῶς εἶπας; ἀλλ’ἦ κα- χοὖτος οἴχεται θανών;
Νεοπτολεμος
Νε.
Νε.
415ὡς μηκέτ’ὄντα κεῖνον ἐν φάει νόει.
Φιλοκτητης
Φι.
Φι.
416οἴμοι τάλας. ἀλλ’οὐχ ὁ Τυδέως γόνος
417οὐ δ’οὑμπολητὸς Σισύφου Λαερτίῳ,
418οὐ μὴ θάνωσι · τούσδε γὰρ μὴ ζῆν ἔδει.
Νεοπτολεμος
Νε.
Νε.
419οὐ δῆτ’· ἐπίστω τοῦτό γ’· ἀλλὰ καὶ μέγα
420θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ.
Φιλοκτητης
Φι.
Φι.
421τί δ’; οὐ παλαιὸς κα- κἀγαθὸς φίλοςτ’ἐμός,
422Νέστωρ ὁ Πύλιος, ἔστιν; οὗτος γὰρ τά γε
423κείνων κάκ’ἐξήρυκε, βουλεύων σοφά.
Νεοπτολεμος
Νε.
Νε.
424κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν
425Ἀντίλοχος αὐτῷ φροῦδος, ὃς παρῆν, γόνος.
Φιλοκτητης
Φι.
Φι.
426οἴμοι, δύ’αὖ τώδ’ἄνδρ’ἔλεξας, οἷν ἐγὼ
427ἥκιστ’ἂν ἠθέλησ’ὀλωλότοιν κλύειν.
428φεῦ φεῦ · τί δῆτα δεῖ σκοπεῖν, ὅθ’οἵδε μὲν
429τεθνᾶσ’, Ὀδυσσεὺς δ’ἔστιν αὖ κα- κἀνταῦθ’ἵνα
430χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν;
Νεοπτολεμος
Νε.
Νε.
431σοφὸς παλαιστὴς κεῖνος · ἀλλὰ κα- χαἰ σοφαὶ
432γνῶμαι, Φιλοκτῆτ’, ἐμποδίζονται θαμά.
Φιλοκτητης
Φι.
Φι.
433φέρ’εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι
434Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα;
Νεοπτολεμος
Νε.
Νε.
435κα- χοὖτος τεθνηκὼς ἦν · λόγῳ δέ σ’ἐν βραχεῖ
436τοῦτ’ἐκδιδάξω · πόλεμος οὐδέν’ἄνδρ’ἑκὼν
437αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.
Φιλοκτητης
Φι.
Φι.
438ξυμμαρτυρῶ σοι · καὶ κατ’αὐτὸ τοῦτό γε
439ἀναξίου μὲν φωτὸς ἐξερήσομαι,
440γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ.
Νεοπτολεμος
Νε.
Νε.
441ποίου δὲ τούτου πλήν γ’Ὀδυσσέως ἐρεῖς;
Φιλοκτητης
Φι.
Φι.
442οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν,
443ὃς οὐκ ἂν εἵλετ’εἰσάπαξ εἰπεῖν, ὅπου
444μηδεὶς ἐῴη · τοῦτον οἶσθ’εἰ ζῶν κυρεῖ;
Νεοπτολεμος
Νε.
Νε.
445οὐκ εἶδον αὐτόν, ᾐσθόμην δ’ἔτ’ὄντα νιν.
Φιλοκτητης
Φι.
Φι.
446ἔμελλ’· ἐπεὶ οὐδέν πω κακόν γ’ἀπώλετο,
447ἀλλ’εὖ περιστέλλουσιν αὐτὰ δαίμονες,
448καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ
449χαίρουσ’ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ
450δίκαια καὶ τὰ χρήστ’ἀποστέλλουσ’ἀεί.
451ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δ’αἰνεῖν, ὅταν
452τὰ θεῖ’ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς;
Νεοπτολεμος
Νε.
Νε.
453ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός,
454τὸ λοιπὸν ἤδη τηλόθεν τότ’Ἴλιον
455καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι ·
456ὅπου δ’ὁ χείρων τα- τἀγαθοῦ μεῖζον σθένει
457κα- κἀποφθίνει τὰ χρηστὰ κα- χὠ δειλὸς κρατεῖ,
458τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ ·
459ἀλλ’ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι
460ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ.
461νῦν δ’εἶμι πρὸς ναῦν · καὶ σύ, Ποίαντος τέκνον,
462χαῖρ’ὡς μέγιστα, χαῖρε · καί σε δαίμονες
463νόσου μεταστήσειαν, ὡς αὐτὸς θέλεις.
464ἡμεῖς δ’ἴωμεν, ὡς ὁπηνίκ’ἂν θεὸς
465πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθ’ὁρμώμεθα.
Φιλοκτητης
Φι.
Φι.
466ἤδη, τέκνον, στέλλεσθε;
Νεοπτολεμος
Νε.
Νε.
466aκαιρὸς γὰρ καλεῖ
467πλοῦν μὴ ’ξ ἀπόπτου μᾶλλον ἢ ’γγύθεν σκοπεῖν.
Φιλοκτητης
Φι.
Φι.
468πρός νύν σε πατρὸς πρόςτε μητρός, ὦ τέκνον,
469πρόςτ’εἴ τί σοι κατ’οἶκόν ἐστι προσφιλές,
470ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μ’οὕτω μόνον,
471ἔρημον ἐν κακοῖσι τοῖσδ’οἵοις ὁρᾷς
472ὅσοισίτ’ἐξήκουσας ἐνναίοντά με ·
473ἀλλ’ἐν παρέργῳ θοῦ με. δυσχέρεια μέν,
474ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος ·
475ὅμως δὲ τλῆθι · τοῖσι γενναίοισί τοι
476τότ’αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές.
477σοὶ δ’ἐκλιπόντι τοῦτ’ὄνειδος οὐ καλόν,
478δράσαντι δ’, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας,
479ἐὰν μόλω ’γὼ ζῶν πρὸς Οὐταίαν χθόνα.
480ἴθ’· ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς.
481τόλμησον. ἐμβαλοῦ μ’ὅπῃ θέλεις ἄγων,
482εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύμνην, ὅποι
483ἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν.
484νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς ἱκεσίου, τέκνον,
485πείσθητι · προσπίτνω σε γόνασι, καίπερ ὢν
486ἀκράτωρ ὁ τλήμων, χωλός. ἀλλὰ μή μ’ἀφῇς
487ἔρημον οὕτω χωρὶς ἀνθρώπων στίβου,
488ἀλλ’ἢ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν μ’ἄγων
489ἢ πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθμά ·
490κα- κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλος
491Τραχινίαντε δειράδ’ἠδ’ἐς εὔροον
492Σπερχειὸν ἔσται · πατρί μ’ὡς δείξῃς φίλῳ,
493ὃν δὴ παλαιὸν ἐξ ὅτου δέδοικ’ἐγὼ
494μή μοι βεβήκῃ. πολλὰ γὰρ τοῖς ἱγμένοις
495ἔστελλον αὐτὸν ἱκεσίους πέμπων λιτάς,
496αὐτόστολον πέμψαντά μ’ἐκσῶσαι δόμους.
497ἀλλ’ἢ τέθνηκεν ἢ τὰ τῶν διακόνων,
498ὡς εἰκός, οἶμαι, το- τοὐμὸν ἐν σμικρῷ μέρος
499ποιούμενοι τὸν οἴκαδ’ἤπειγον στόλον.
500νῦν δ’, εἰς σὲ γὰρ πομπόντε κα- καὐτὸν ἄγγελον
501ἥκω, σὺ σῶσον, σύ μ’ἐλέησον, εἰσορῶν
502ὡς πάντα δεινὰ κα- κἀπικινδύνως βροτοῖς
503κεῖται παθεῖν μὲν εὖ, παθεῖν δὲ τα- θάτερα.
504χρὴ δ’ἐκτὸς ὄντα πημάτων τὰ δείν’ὁρᾶν,
505κα- χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίον
506σκοπεῖν μάλιστα, μὴ διαφθαρεὶς λάθῃ.
Χορος
Χο.
Χο.
507οἴκτιρ’, ἄναξ · πολλῶν ἔλεξεν δυσοίστων πόνων
508ἆθλ’, οἷα μηδεὶς τῶν ἐμῶν τύχοι φίλων.
510εἰ δὲ πικρούς, ἄναξ, ἔχθεις Ἀτρείδας,
511ἐγὼ μέν, τὸ κείνων κακὸν τῷδε κέρδος
515μετατιθέμενος, ἔνθαπερ ἐπιμέμονεν,
516ἐπ’εὐστόλου ταχείας νεὼς
517πορεύσαιμ’ἂν ἐς δόμους, τὰν θεῶν
518νέμεσιν ἐκφυγών.
Νεοπτολεμος
Νε.
Νε.
519ὅρα σὺ μὴ νῦν μέν τις εὐχερὴς παρῇς,
520ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ,
521τότ’οὐκέθ’αὑτὸς τοῖς λόγοις τούτοις φανῇς.
Χορος
Χο.
Χο.
522ἥκιστα · τοῦτ’οὐκ ἔσθ’ὅπως ποτ’εἰς ἐμὲ
523το- τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι.
Νεοπτολεμος
Νε.
Νε.
524ἀλλ’αἰσχρὰ μέντοι σοῦ γέ μ’ἐνδεέστερον
525ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν.
526ἀλλ’εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς ·
527κα- χἠ ναῦς γὰρ ἄξει κα- κοὐκ ἀπαρνηθήσεται.
528μόνον θεοὶ σῴζοιεν ἔκτε τῆσδε γῆς
529ἡμᾶς ὅποιτ’ἐνθένδε βουλοίμεσθα πλεῖν.
Φιλοκτητης
Φι.
Φι.
530ὦ φίλτατον μὲν ἦμαρ, ἥδιστος δ’ἀνήρ,
531φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴς
532ἔργῳ γενοίμην, ὥς μ’ἔθεσθε προσφιλῆ;
533ἴωμεν, ὦ παῖ, προσκύσαντε τὴν ἔσω
534ἄοικον εἰσοίκησιν, ὥς με καὶ μάθῃς
535ἀφ’ὧν διέζων ὥςτ’ἔφυν εὐκάρδιος.
536οἶμαι γὰρ οὐ δ’ἂν ὄμμασιν μόνην θέαν
537ἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε ·
538ἐγὼ δ’ἀνάγκῃ προύμαθον στέργειν κακά.
Χορος
Χο.
Χο.
539ἐπίσχετον, μάθωμεν · ἄνδρε γὰρ δύο,
540ὁ μὲν νεὼς σῆς ναυβάτης, ὁ δ’ἀλλόθρους,
541χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον.
Εμπορος
Εμ.
Εμ.
542Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον,
543ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ,
544ἐκέλευσ’ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι,
545ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ,
546τύχῃ δέ πως πρὸς τα- ταὐτὸν ὁρμισθεὶς πέδον.
547πλέων γὰρ ὡς ναύκληρος οὐ πολλῷ στόλῳ
548ἀπ’Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν
549Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι
550σοὶ πάντες εἶεν συννεναυστοληκότες,
551ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι,
552τὸν πλοῦν ποεῖσθαι, προστυχόντι τῶν ἴσων.
553οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι,
554ἃ τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέα
555βουλεύματ’ἐστί, κα- κοὐ μόνον βουλεύματα,
556ἀλλ’ἔργα δρώμεν’, οὐκέτ’ἐξαργούμενα.
Νεοπτολεμος
Νε.
Νε.
557ἀλλ’ἡ χάρις μὲν τῆς προμηθίας, ξένε,
558εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ ·
559φράσον δ’ἅπερ, γ’ἔλεξας, ὡς μάθω τί μοι
560νεώτερον, βούλευμ’ἀπ’Ἀργείων ἔχεις.
Εμπορος
Εμ.
Εμ.
561φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ
562Φοῖνιξ ὁ πρέσβυς οἵτε Θησέως κόροι.
Νεοπτολεμος
Νε.
Νε.
563ὡς ἐκ βίας μ’ἄξοντες ἢ λόγοις πάλιν;
Εμπορος
Εμ.
Εμ.
564οὐκ οἶδ’· ἀκούσας δ’ἄγγελος πάρειμί σοι.
Νεοπτολεμος
Νε.
Νε.
565ἦ ταῦτα δὴ Φοῖνίξτε κα- χοἰ ξυνναυβάται
566οὕτω καθ’ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν;
Εμπορος
Εμ.
Εμ.
567ὡς ταῦτ’ἐπίστω δρώμεν’, οὐ μέλλοντ’ἔτι.
Νεοπτολεμος
Νε.
Νε.
568πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδ’οὐκ αὐτάγγελος
569πλεῖν ἦν ἕτοιμος; ἢ φόβος τις εἶργέ νιν;
Εμπορος
Εμ.
Εμ.
570κεῖνός γ’ἐπ’ἄλλον ἄνδρ’ὁ Τυδέωςτε παῖς
571ἔστελλον, ἡνίκ’ἐξανηγόμην ἐγώ.
Νεοπτολεμος
Νε.
Νε.
572πρὸς ποῖον αὖ τόνδ’αὐτὸς Οὑδυσσεὺς ἔπλει;
Εμπορος
Εμ.
Εμ.
573ἦν δή τις — ἀλλὰ τόνδε μοι πρῶτον φράσον
574τίς ἐστίν · ἃν λέγῃς δὲ μὴ φώνει μέγα.
Νεοπτολεμος
Νε.
Νε.
575ὅδ’ἔσθ’ὁ κλεινός σοι Φιλοκτήτης, ξένε.
Εμπορος
Εμ.
Εμ.
576μή νύν μ’ἔρῃ τὰ πλείον’, ἀλλ’ὅσον τάχος
577ἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς.
Φιλοκτητης
Φι.
Φι.
578τί φησιν, ὦ παῖ; τί με κατὰ σκότον ποτὲ
579διεμπολᾷ λόγοισι πρός σ’ὁ ναυβάτης;
Νεοπτολεμος
Νε.
Νε.
580οὐκ οἶδά πω τί φησι · δεῖ δ’αὐτὸν λέγειν
581εἰς φῶς ὃ λέξει, πρὸς σὲ κα- κἀμὲ τούσδετε.
Εμπορος
Εμ.
Εμ.
582ὦ σπέρμ’Ἀχιλλέως, μή με διαβάλῃς στρατῷ
583λέγονθ’ἃ μὴ δεῖ · πόλλ’ἐγὼ κείνων ὕπο
584δρῶν ἀντιπάσχω χρηστάθ’, οἷ’ἀνὴρ πένης.
Νεοπτολεμος
Νε.
Νε.
585ἐγώ εἰμ’Ἀτρείδαις δυσμενής · οὗτος δέ μοι
586φίλος μέγιστος, οὕνεκ’Ἀτρείδας στυγεῖ.
587δεῖ δή σ’ἔμοιγ’ἐλθόντα προσφιλῆ, λόγων
588κρύψαι πρὸς ἡμᾶς μηδέν’ὧν ἀκήκοας.
Εμπορος
Εμ.
Εμ.
589ὅρα τί ποιεῖς, παῖ.
Νεοπτολεμος
Νε.
Νε.
589aσκοπῶ κα- κἀγὼ πάλαι.
Εμπορος
Εμ.
Εμ.
590σὲ θήσομαι τῶνδ’αἴτιον.
Νεοπτολεμος
Νε.
Νε.
590aποιοῦ λέγων.
Εμπορος
Εμ.
Εμ.
591λέγω. ’πὶ τοῦτον ἄνδρε τώδ’ὥπερ κλύεις,
592ὁ Τυδέως παῖς ἥτ’Ὀδυσσέως βία,
593διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳ
594πείσαντες ἄξειν ἢ πρὸς ἰσχύος κράτος.
595καὶ ταῦτ’Ἀχαιοὶ πάντες ἤκουον σαφῶς
596Ὀδυσσέως λέγοντος · οὗτος γὰρ πλέον
597τὸ θάρσος εἶχε τα- θατέρου δράσειν τάδε.
Νεοπτολεμος
Νε.
Νε.
598τίνος δ’Ἀτρεῖδαι τοῦδ’ἄγαν οὕτω χρόνῳ
599τοσῷδ’ἐπεστρέφοντο πράγματος χάριν,
600ὅν γ’εἶχον ἤδη χρόνιον ἐκβεβληκότες;
601τίς ὁ πόθος αὐτοὺς ἵκετ’; ἢ θεῶν βία
602καὶ νέμεσις, οἵπερ ἔργ’ἀμύνουσιν κακά;
Εμπορος
Εμ.
Εμ.
603ἐγώ σε τοῦτ’, ἴσως γὰρ οὐκ ἀκήκοας,
604πᾶν ἐκδιδάξω. μάντις ἦν τις εὐγενής,
605Πριάμου μὲν υἱός, ὄνομα δ’ὠνομάζετο
606Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος,
607ὁ πάντ’ἀκούων αἰσχρὰ καὶ λωβήτ’ἔπη
608δόλιος Ὀδυσσεὺς εἷλε · δέσμιόντ’ἄγων
609ἔδειξ’Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν ·
610ὃς δὴ τάτ’ἄλλ’αὐτοῖσι πάντ’ἐθέσπισεν
611καὶ τα- τἀπὶ Τροίᾳ πέργαμ’ὡς οὐ μή ποτε
612πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ
613ἄγοιντο νήσου τῆσδ’ἐφ’ἧς ναίει τανῦν.
614καὶ ταῦθ’ὅπως ἤκουσ’ὁ Λαέρτου τόκος
615τὸν μάντιν εἰπόντ’, εὐθέως ὑπέσχετο
616τὸν ἄνδρ’Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων ·
617οἴοιτο μὲν μάλισθ’ἑκούσιον λαβών,
618εἰ μὴ θέλοι δ’, ἄκοντα · καὶ τούτων κάρα
619τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.
620ἤκουσας, ὦ παῖ, πάντα · τὸ σπεύδειν δέ σοι
621κα- καὐτῷ παραινῶ κα- κεἴ τινος κήδει πέρι.
Φιλοκτητης
Φι.
Φι.
622οἴμοι τάλας · ἦ κεῖνος, ἡ πᾶσα βλάβη,
623ἔμ’εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν;
624πεισθήσομαι γὰρ ὧδε κα- κἀξ Ἅιδου θανὼν
625πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ.
Εμπορος
Εμ.
Εμ.
626οὐκ οἶδ’ἐγὼ ταῦτ’· ἀλλ’ἐγὼ μὲν εἶμ’ἐπὶ
627ναῦν, σφῷν δ’ὅπως ἄριστα συμφέροι θεός.
Φιλοκτητης
Φι.
Φι.
628οὔκουν τάδ’, ὦ παῖ, δεινά, τὸν Λαερτίου
629ἔμ’ἐλπίσαι ποτ’ἂν λόγοισι μαλθακοῖς
630δεῖξαι νεὼς ἄγοντ’ἐν Ἀργείοις μέσοις;
631οὔ · θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ
632κλύοιμ’ἐχίδνης, ἥ μ’ἔθηκεν ὧδ’ἄπουν.
633ἀλλ’ἔστ’ἐκείνῳ πάντα λεκτά, πάντα δὲ
634τολμητά · καὶ νῦν οἶδ’ὁθούνεχ’ἵξεται.
635ἀλλ’, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ
636πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς.
637ἴωμεν · ἥ τοι καίριος σπουδὴ πόνου
638λήξαντος ὕπνον κα- κἀνάπαυλαν ἤγαγεν.
Νεοπτολεμος
Νε.
Νε.
639οὐκοῦν ἐπειδὰν πνεῦμα το- τοὐκ πρῴρας ἀνῇ,
640τότε στελοῦμεν · νῦν γὰρ ἀντιοστατεῖ.
Φιλοκτητης
Φι.
Φι.
641ἀεὶ καλὸς πλοῦς ἔσθ’, ὅταν φεύγῃς κακά.
Νεοπτολεμος
Νε.
Νε.
642οὔκ, ἀλλὰ κα- κἀκείνοισι ταῦτ’ἐναντία.
Φιλοκτητης
Φι.
Φι.
643οὐκ ἔστι λῃσταῖς πνεῦμ’ἐναντιούμενον,
644ὅταν παρῇ κλέψαι τι κα- χἀρπάσαι βίᾳ.
Νεοπτολεμος
Νε.
Νε.
645ἀλλ’εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν
646ὅτου σε χρεία καὶ πόθος μάλιστ’ἔχει.
Φιλοκτητης
Φι.
Φι.
647ἀλλ’ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο.
Νεοπτολεμος
Νε.
Νε.
648τί τοῦθ’ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι;
Φιλοκτητης
Φι.
Φι.
649φύλλον τί μοι πάρεστιν, ᾧ μάλιστ’ἀεὶ
650κοιμῶ τόδ’ἕλκος, ὥστε πραΰνειν πάνυ.
Νεοπτολεμος
Νε.
Νε.
651ἀλλ’ἔκφερ’αὐτό. τί γὰρ ἔτ’ἄλλ’ἐρᾷς λαβεῖν;
Φιλοκτητης
Φι.
Φι.
652εἴ μοί τι τόξων τῶνδ’ἀπημελημένον
653παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν.
Νεοπτολεμος
Νε.
Νε.
654ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξ’ἃ νῦν ἔχεις;
Φιλοκτητης
Φι.
Φι.
655ταῦτ’, οὐ γὰρ ἄλλ’ἔστ’, ἀλλ’ἃ βαστάζω χεροῖν.
Νεοπτολεμος
Νε.
Νε.
656ἆρ’ἔστιν ὥστε κα- κἀγγύθεν θέαν λαβεῖν
657καὶ βαστάσαι με προσκύσαιθ’ὥσπερ θεόν;
Φιλοκτητης
Φι.
Φι.
658σοί γ’, ὦ τέκνον, καὶ τοῦτο κα- κἄλλο τῶν ἐμῶν
659ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται.
Νεοπτολεμος
Νε.
Νε.
660καὶ μὴν ἐρῶ γε, τὸν δ’ἔρωθ’οὕτως ἔχω ·
661εἴ μοι θέμις, θέλοιμ’ἄν · εἰ δὲ μή, πάρες.
Φιλοκτητης
Φι.
Φι.
662ὅσιάτε φωνεῖς ἔστιτ’, ὦ τέκνον, θέμις,
663ὅς γ’ἡλίου τόδ’εἰσορᾶν ἐμοὶ φάος
664μόνος δέδωκας, ὃς χθόν’Οἰταίαν ἰδεῖν,
665ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν
666ἐχθρῶν μ’ἔνερθεν ὄντ’ἀνέστησας πέρα.
667θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν
668καὶ δόντι δοῦναι κα- κἀξεπεύξασθαι βροτῶν
669ἀρετῆς ἕκατι τῶνδ’ἐπιψαῦσαι μόνον ·
670εὐεργετῶν γὰρ κα- καὐτὸς αὔτ’ἐκτησάμην.
Νεοπτολεμος
Νε.
Νε.
671οὐκ ἄχθομαί σ’ἰδώντε καὶ λαβὼν φίλον ·
672ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται,
673παντὸς γένοιτ’ἂν κτήματος κρείσσων φίλος. χωροῖς ἂν εἴσω.
Φιλοκτητης
Φι.
Φι.
674καὶ σέ γ’εἰσάξω · τὸ γὰρ
675νοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν.
Χορος
Χο.
Χο.
676λόγῳ μὲν ἐξήκουσ’, ὄπωπα δ’οὐ μάλα,
677τὸν πελάταν λέκτρων ποτὲ τῶν Διὸς
680κατὰ δρομάδ’ἄμπυκα δέσμιον ὡς ἔβαλεν παγκρατὴς Κρόνου παῖς ·
681ἄλλον δ’οὔτιν’ἔγωγ’οἶδα κλύων οὐ δ’ἐσιδὼν μοίρᾳ
682τοῦδ’ἐχθίονι συντυχόντα
683θνατῶν, ὃς οὔτ’ἔρξας τιν’οὔ τι νοσφίσας,
685ἀλλ’ἴσος ὢν ἴσοις ἀνήρ,
686ὤλλυθ’ὧδ’ἀναξίως.
687τόδε τοι θαῦμά μ’ἔχει,
688πῶς ποτε πῶς ποτ’ἀμφιπλάκτων ῥοθίων μόνος κλύων,
690πῶς ἄρα πανδάκρυτον οὕτω βιοτὰν κατέσχεν ·
691ἵν’αὐτὸς ἦν πρόσουρος, οὐκ ἔχων βάσιν,
692οὐ δέ τιν’ἐγχώρων κακογείτονα,
693παρ’ᾧ στόνον ἀντίτυπον βαρυβρῶτ’ἀποκλαύσειεν αἱματηρόν ·
696ὃς τὰν θερμοτάταν αἱμάδα κηκιομέναν ἑλκέων
697ἐνθήρου ποδὸς ἠπίοισι
698φύλλοις κατευνάσειεν, εἴ τις ἐμπέσοι,
700φορβάδος ἐκ γαίας ἑλών ·
701εἷρπε γὰρ ἄλλοτ’ἀλλαχᾷ
702τότ’ἂν εἰλυόμενος
703παῖς ἄτερ ὡς φίλας τιθήνας ὅθεν εὐμάρει’
705ὑπάρχοι πόρου, ἁνίκ’ἐξανείη δακέθυμος ἄτα ·
707οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον, οὐκ ἄλλων
708αἴρων τῶν νεμόμεσθ’ἀνέρες ἀλφησταί,
710πλὴν ἐξ ὠκυβόλων εἴ ποτε τόξων
711πτανοῖς ἰοῖς ἀνύσειε γαστρὶ φορβάν.
712ὦ μελέα ψυχά,
713ὃς μη δ’οἰνοχύτου πώματος ἥσθη δεκέτει χρόνῳ,
716λεύσσων δ’ὅπου γνοίη στατὸν εἰς ὕδωρ,
717ἀεὶ προσενώμα.
718νῦν δ’ἀνδρῶν ἀγαθῶν παιδὸς ὑπαντήσας
720εὐδαίμων ἀνύσει καὶ μέγας ἐκ κείνων ·
721ὅς νιν ποντοπόρῳ δούρατι, πλήθει
722πολλῶν μηνῶν, πατρίαν ἄγει πρὸς αὐλὰν
725Μαλιάδων νυμφᾶν
726Σπερχειοῦτε παρ’ὄχθας, ἵν’ὁ χάλκασπις ἀνὴρ θεοῖς
727πλάθει πατρὸς θείῳ πυρὶ παμφαής,
728Οἴτας ὑπὲρ ὄχθων.
Νεοπτολεμος
Νε.
Νε.
730ἕρπ’, εἰ θέλεις. τί δή ποθ’ὧδ’ἐξ οὐδενὸς
731λόγου σιωπᾷς κα- κἀπόπληκτος ὧδ’ἔχει;
Φιλοκτητης
Φι.
Φι.
732ἀᾶ, ἀᾶ.
Νεοπτολεμος
Νε.
Νε.
733τί δ’ἔστιν;
Φιλοκτητης
Φι.
Φι.
733aοὐδὲν δεινόν · ἀλλ’ἴθ’, ὦ τέκνον.
Νεοπτολεμος
Νε.
Νε.
734μῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου;
Φιλοκτητης
Φι.
Φι.
735οὐ δῆτ’ἔγωγ’, ἀλλ’ἄρτι κουφίζειν δοκῶ. ὦ θεοί.
Νεοπτολεμος
Νε.
Νε.
736τί τοὺς θεοὺς ὧδ’ἀναστένων καλεῖς;
Φιλοκτητης
Φι.
Φι.
737σωτῆρας αὐτοὺς ἠπίουςθ’ἡμῖν μολεῖν. ἀᾶ, ἀᾶ.
Νεοπτολεμος
Νε.
Νε.
740τί ποτε πέπονθας; οὐκ ἐρεῖς, ἀλλ’ὧδ’ἔσει
741σιγηλός; ἐν κακῷ δέ τῳ φαίνει κυρῶν.
Φιλοκτητης
Φι.
Φι.
742ἀπόλωλα, τέκνον, κα- κοὐ δυνήσομαι κακὸν
743κρύψαι παρ’ὑμῖν, ἀτταταῖ · διέρχεται
744διέρχεται. δύστηνος, ὦ τάλας ἐγώ.
745ἀπόλωλα, τέκνον · βρύκομαι, τέκνον · παπαῖ,
746ἀπαππαπαῖ, παπαππαπαππαπαππαπαῖ.
747πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάρα
748ξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα ·
749ἀπάμησον ὡς τάχιστα · μὴ φείσῃ βίου. ἴθ’, ὦ παῖ.
Νεοπτολεμος
Νε.
Νε.
751τί δ’ἔστιν οὕτω νεοχμὸν ἐξαίφνης, ὅτου
752τοσήνδ’ἰυγὴν καὶ στόνον σαυτοῦ ποεῖ;
Φιλοκτητης
Φι.
Φι.
753οἶσθ’, ὦ τέκνον;
Νεοπτολεμος
Νε.
Νε.
753aτί δ’ἔστιν;
Φιλοκτητης
Φι.
Φι.
753bοἶσθ’, ὦ παῖ;
Νεοπτολεμος
Νε.
Νε.
753cτί σοί;
754οὐκ οἶδα.
Φιλοκτητης
Φι.
Φι.
754aπῶς οὐκ οἶσθα; παππαπαππαπαῖ.
Νεοπτολεμος
Νε.
Νε.
755δεινόν γε το- τοὐπίσαγμα τοῦ νοσήματος.
Φιλοκτητης
Φι.
Φι.
756δεινὸν γὰρ οὐ δὲ ῥητόν · ἀλλ’οἴκτιρέ με.
Νεοπτολεμος
Νε.
Νε.
757τί δῆτα δράσω;
Φιλοκτητης
Φι.
Φι.
757aμή με ταρβήσας προδῷς ·
758ἥκει γὰρ αὕτη διὰ χρόνου πλάνοις ἴσως
759ὡς ἐξεπλήσθη.
Νεοπτολεμος
Νε.
Νε.
759aἰὼ ἰὼ δύστηνε σύ,
760δύστηνε δῆτα διὰ πόνων πάντων φανείς.
761βούλει λάβωμαι δῆτα καὶ θίγω τί σου;
Φιλοκτητης
Φι.
Φι.
762μὴ δῆτα τοῦτό γ’· ἀλλά μοι τὰ τόξ’ἑλὼν
763τάδ’, ὥσπερ ᾐτοῦ μ’ἀρτίως, ἕως ἀνῇ
765τὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν,
766σῷζ’αὐτὰ καὶ φύλασσε. λαμβάνει γὰρ οὖν
767ὕπνος μ’, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε ·
768κα- κοὐκ ἔστι λῆξαι πρότερον · ἀλλ’ἐᾶν χρεὼν
769ἕκηλον εὕδειν. ἢν δὲ τῷδε τῷ χρόνῳ
770μόλωσ’ἐκεῖνοι, πρὸς θεῶν ἐφίεμαι
771ἑκόντα μη δ’ἄκοντα μη δέ τῳ τέχνῃ
772κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόνθ’ἅμα
773κα- κἄμ’, ὄντα σαυτοῦ πρόστροπον, κτείνας γένῃ.
Νεοπτολεμος
Νε.
Νε.
774θάρσει προνοίας οὕνεκ’· οὐ δοθήσεται
775πλὴν σοίτε κα- κἀμοί · ξὺν τύχῃ δὲ πρόσφερε.
Φιλοκτητης
Φι.
Φι.
776ἰδοὺ δέχου, παῖ · τὸν φθόνον δὲ πρόσκυσον
777μή σοι γενέσθαι πολύπον’αὐτὰ μη δ’ὅπως
778ἐμοίτε καὶ τῷ πρόσθ’ἐμοῦ κεκτημένῳ.
Νεοπτολεμος
Νε.
Νε.
779ὦ θεοί, γένοιτο ταῦτα νῷν · γένοιτο δὲ
780πλοῦς οὔριόςτε κα- κεὐσταλὴς ὅποι ποτὲ
781θεὸς δικαιοῖ κα- χὠ στόλος πορσύνεται.
Φιλοκτητης
Φι.
Φι.
782ἀλλ’οὖν δέδοικα μὴ ἀτέλεστ’εὔχῃ, τέκνον.
783στάζει γὰρ αὖ μοι φοίνιον τόδ’ἐκ βυθοῦ
784κηκῖον αἷμα, καί τι προσδοκῶ νέον.
785παπαῖ, φεῦ.
786παπαῖ μάλ’, ὦ πούς, οἷά μ’ἐργάσει κακά.
787προσέρπει,
788προσέρχεται τόδ’ἐγγύς. οἴμοι μοι τάλας.
789ἔχετε τὸ πρᾶγμα · μὴ φύγητε μηδαμῇ.
790ἀτταταῖ.
791ὦ ξένε Κεφαλλήν, εἴθε σου διαμπερὲς
792στέρνων ἔχοιτ’ἄλγησις ἥδε. φεῦ, παπαῖ,
793παπαῖ μάλ’αὖθις. ὦ διπλοῖ στρατηλάται,
794Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντ’ἐμοῦ
795τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον; ἰώ μοι.
796ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος
797οὕτω κατ’ἦμαρ, οὐ δύνᾳ μολεῖν ποτε;
798ὦ τέκνον ὦ γενναῖον, ἀλλὰ συλλαβὼν
800τῷ Λημνίῳ τῷδ’ἀνακαλουμένῳ πυρὶ
801ἔμπρησον, ὦ γενναῖε · κα- κἀγώ τοί ποτε
802τὸν τοῦ Διὸς παῖδ’ἀντὶ τῶνδε τῶν ὅπλων,
803ἃ νῦν σὺ σῴζεις, τοῦτ’ἐπηξίωσα δρᾶν. τί φής, παῖ;
805τί φής; τί σιγᾷς; ποῦ ποτ’ὤν, τέκνον, κυρεῖς;
Νεοπτολεμος
Νε.
Νε.
806ἀλγῶ πάλαι δὴ τα- τἀπὶ σοὶ στένων κακά.
Φιλοκτητης
Φι.
Φι.
807ἀλλ’, ὦ τέκνον, καὶ θάρσος ἴσχ’· ὡς ἥδε μοι
808ὀξεῖα φοιτᾷ καὶ ταχεῖ’ἀπέρχεται.
809ἀλλ’ἀντιάζω, μή με καταλίπῃς μόνον.
Νεοπτολεμος
Νε.
Νε.
810θάρσει, μενοῦμεν.
Φιλοκτητης
Φι.
Φι.
810aἦ μενεῖς;
Νεοπτολεμος
Νε.
Νε.
810bσαφῶς φρόνει.
Φιλοκτητης
Φι.
Φι.
811οὐ μήν σ’ἔνορκόν γ’ἀξιῶ θέσθαι, τέκνον.
Νεοπτολεμος
Νε.
Νε.
812ὡς οὐ θέμις γ’ἐμο- ἐμοὔστι σοῦ μολεῖν ἄτερ.
Φιλοκτητης
Φι.
Φι.
813ἔμβαλλε χειρὸς πίστιν.
Νεοπτολεμος
Νε.
Νε.
813aἐμβάλλω μενεῖν.
Φιλοκτητης
Φι.
Φι.
814ἐκεῖσε νῦν μ’, ἐκεῖσε
Νεοπτολεμος
Νε.
Νε.
814aποῖ λέγεις;
Φιλοκτητης
Φι.
Φι.
814bἄνω
Νεοπτολεμος
Νε.
Νε.
815τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον;
Φιλοκτητης
Φι.
Φι.
816μέθες μέθες με.
Νεοπτολεμος
Νε.
Νε.
816aποῖ μεθῶ;
Φιλοκτητης
Φι.
Φι.
816bμέθες ποτέ.
Νεοπτολεμος
Νε.
Νε.
817οὔ φημ’ἐάσειν.
Φιλοκτητης
Φι.
Φι.
817aἀπό μ’ὀλεῖς, ἢν προσθίγῃς.
Νεοπτολεμος
Νε.
Νε.
818καὶ δὴ μεθίημ’, εἴ τι δὴ πλέον φρονεῖς.
Φιλοκτητης
Φι.
Φι.
819ὦ γαῖα, δέξαι θανάσιμόν μ’ὅπως ἔχω
820τὸ γὰρ κακὸν τόδ’οὐκέτ’ὀρθοῦσθαί μ’ἐᾷ.
Νεοπτολεμος
Νε.
Νε.
821τὸν ἄνδρ’ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου
822ἕξειν · κάρα γὰρ ὑπτιάζεται τόδε ·
823ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας,
824μέλαινάτ’ἄκρου τις παρέρρωγεν ποδὸς
825αἱμορραγὴς φλέψ. ἀλλ’ἐάσωμεν, φίλοι,
826ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ.
Χορος
Χο.
Χο.
827Ὕπν’ὀδύνας ἀδαής, Ὕπνε δ’ἀλγέων,
828εὐαὲς ἡμῖν ἔλθοις,
829εὐαίων εὐαίων, ὠ- ὦναξ ·
830ὄμμασι δ’ἀντίσχοις
831τάνδ’αἴγλαν, ἃ τέταται τανῦν.
832ἴθι ἴθι μοι παιών.
833ὦ τέκνον, ὅρα ποῦ στάσει,
834ποῖ δέ μοι τα- τἀνθένδε βάσει,
835φροντίδος. ὁρᾷς ἤδη.
836πρὸς τί μενοῦμεν πράσσειν;
837καιρός τοι πάντων γνώμαν ἴσχων
838πολύ τι πολὺ παρὰ πόδα κράτος ἄρνυται.
Νεοπτολεμος
Νε.
Νε.
839ἀλλ’ὅδε μὲν κλύει οὐδέν, ἐγὼ δ’ὁρῶ οὕνεκα θήραν
840τήνδ’ἁλίως ἔχομεν τόξων, δίχα τοῦδε πλέοντες.
841τοῦδε γὰρ ὁ στέφανος, τοῦτον θεὸς εἶπε κομίζειν.
842κομπεῖν δ’ἔστ’ἀτελῆ σὺν ψεύδεσιν αἰσχρὸν ὄνειδος.
Χορος
Χο.
Χο.
843ἀλλά, τέκνον, τάδε μὲν θεὸς ὄψεται ·
844ὧν δ’ἂν ἀμείβῃ μ’αὖθις,
845βαιάν μοι, βαιάν, ὦ τέκνον,
846πέμπε λόγων φάμαν ·
847ὡς πάντων ἐν νόσῳ εὐδρακὴς
848ὕπνος ἄϋπνος λεύσσειν.
849ἀλλ’ὅτι δύνᾳ μάκιστον
850κεῖνο δή μοι κεῖνο λάθρᾳ
851ἐξιδοῦ ὅπᾳ πράξεις.
852οἶσθα γὰρ ἃν αὐδῶμαι,
853εἰ ταύταν τούτων γνώμαν ἴσχεις,
854μάλα τοι ἄπορα πυκινοῖς ἐνιδεῖν πάθη.
855οὖρός τοι, τέκνον, οὖρος ·
856ἁνὴρ δ’ἀνόμματος οὐ δ’ἔχων
857ἀρωγὰν ἐκτέταται νύχιος,
858(ἀλεὴς ὕπνος ἐσθλός,)
860οὐ χερός, οὐ ποδός, οὔ τινος ἄρχων,
861ἀλλά τις ὡς Ἀΐδᾳ παρακείμενος.
862ὅρα, βλέπ’εἰ καίρια
863φθέγγει · τὸ δ’ἁλώσιμον
863bἐμᾷ φροντίδι, παῖ,
864πόνος ὁ μὴ φοβῶν κράτιστος.
Νεοπτολεμος
Νε.
Νε.
865σιγᾶν κελεύω μη δ’ἀφεστάναι φρενῶν ·
866κινεῖ γὰρ ἁνὴρ ὄμμα κα- κἀνάγει κάρα.
Φιλοκτητης
Φι.
Φι.
867ὦ φέγγος ὕπνου διάδοχον τότ’ἐλπίδων
868ἄπιστον οἰκούρημα τῶνδε τῶν ξένων.
869οὐ γάρ ποτ’, ὦ παῖ, τοῦτ’ἂν ἐξηύχησ’ἐγώ,
870τλῆναί σ’ἐλεινῶς ὧδε τα- τἀμὰ πήματα
871μεῖναι παρόντα καὶ ξυνωφελοῦντά μοι.
872οὔκουν Ἀτρεῖδαι τοῦτ’ἔτλησαν εὐφόρως
873οὕτως ἐνεγκεῖν, ἁγαθοὶ στρατηλάται.
874ἀλλ’εὐγενὴς γὰρ ἡ φύσις κα- κἀξ εὐγενῶν,
875ὦ τέκνον, ἡ σή, πάντα ταῦτ’ἐν εὐχερεῖ
876ἔθου, βοῆςτε καὶ δυσοσμίας γέμων.
877καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ
878λήθη τις εἶναι κα- κἀνάπαυλα δή, τέκνον,
879σύ μ’αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον,
880ἵν’, ἡνίκ’ἂν κόπος μ’ἀπαλλάξῃ ποτέ,
881ὁρμώμεθ’ἐς ναῦν μη δ’ἐπίσχωμεν τὸ πλεῖν.
Νεοπτολεμος
Νε.
Νε.
882ἀλλ’ἥδομαι μέν σ’εἰσιδὼν παρ’ἐλπίδα
883ἀνώδυνον βλέποντα κα- κἀμπνέοντ’ἔτι ·
884ὡς οὐκέτ’ὄντος γὰρ τὰ συμβόλαιά σου
885πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο.
886νῦν δ’αἶρε σαυτόν · εἰ δέ σοι μᾶλλον φίλον,
887οἴσουσί σ’οἵδε · τοῦ πόνου γὰρ οὐκ ὄκνος,
888ἐπείπερ οὕτω σοίτ’ἔδοξ’ἐμοίτε δρᾶν.
Φιλοκτητης
Φι.
Φι.
889αἰνῶ τάδ’, ὦ παῖ, καί μ’ἔπαιρ’, ὥσπερ νοεῖς ·
890τούτους δ’ἔασον, μὴ βαρυνθῶσιν κακῇ
891ὀσμῇ πρὸ τοῦ δέοντος · οὑπὶ νηὶ γὰρ
892ἅλις πόνος τούτοισι συνναίειν ἐμοί.
Νεοπτολεμος
Νε.
Νε.
893ἔσται τάδ’· ἀλλ’ἵστωτε κα- καὐτὸς ἀντέχου.
Φιλοκτητης
Φι.
Φι.
894θάρσει · τό τοι σύνηθες ὀρθώσει μ’ἔθος.
Νεοπτολεμος
Νε.
Νε.
895παπαῖ · τί δῆτ’ἂν δρῷμ’ἐγὼ το- τοὐνθένδε γε;
Φιλοκτητης
Φι.
Φι.
896τί δ’ἔστιν, ὦ παῖ; ποῖ ποτ’ἐξέβης λόγῳ;
Νεοπτολεμος
Νε.
Νε.
897οὐκ οἶδ’ὅποι χρὴ τα- τἄπορον τρέπειν ἔπος.
Φιλοκτητης
Φι.
Φι.
898ἀπορεῖς δὲ τοῦ σύ; μὴ λέγ’, ὦ τέκνον, τάδε.
Νεοπτολεμος
Νε.
Νε.
899ἀλλ’ἐνθάδ’ἤδη τοῦδε τοῦ πάθους κυρῶ.
Φιλοκτητης
Φι.
Φι.
900οὐ δή σε δυσχέρεια τοῦ νοσήματος
901ἔπεισεν ὥστε μή μ’ἄγειν ναύτην ἔτι;
Νεοπτολεμος
Νε.
Νε.
902ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν
903ὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα.
Φιλοκτητης
Φι.
Φι.
904ἀλλ’οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε
905δρᾷς οὐ δὲ φωνεῖς, ἐσθλὸν ἄνδρ’ἐπωφελῶν.
Νεοπτολεμος
Νε.
Νε.
906αἰσχρὸς φανοῦμαι · τοῦτ’ἀνιῶμαι πάλαι.
Φιλοκτητης
Φι.
Φι.
907οὔκουν ἐν οἷς γε δρᾷς · ἐν οἷς δ’αὐδᾷς ὀκνῶ.
Νεοπτολεμος
Νε.
Νε.
908ὦ Ζεῦ, τί δράσω; δεύτερον ληφθῶ κακός,
909κρύπτωνθ’ἃ μὴ δεῖ καὶ λέγων αἴσχιστ’ἐπῶν;
Φιλοκτητης
Φι.
Φι.
910ἁνὴρ ὅδ’, εἰ μὴ ’γὼ κακὸς γνώμων ἔφυν,
911προδούς μ’ἔοικε κα- κἀκλιπὼν τὸν πλοῦν στελεῖν.
Νεοπτολεμος
Νε.
Νε.
912λιπὼν μὲν οὐκ ἔγωγε · λυπηρῶς δὲ μὴ
913πέμπω σε μᾶλλον, τοῦτ’ἀνιῶμαι πάλαι.
Φιλοκτητης
Φι.
Φι.
914τί ποτε λέγεις, ὦ τέκνον; ὡς οὐ μανθάνω.
Νεοπτολεμος
Νε.
Νε.
915οὐδέν σε κρύψω · δεῖ γὰρ ἐς Τροίαν σε πλεῖν
916πρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον.
Φιλοκτητης
Φι.
Φι.
917οἴμοι, τί εἶπας;
Νεοπτολεμος
Νε.
Νε.
917aμὴ στέναζε, πρὶν μάθῃς.
Φιλοκτητης
Φι.
Φι.
918ποῖον μάθημα; τί με νοεῖς δρᾶσαί ποτε;
Νεοπτολεμος
Νε.
Νε.
919σῶσαι κακοῦ μὲν πρῶτα τοῦδ’, ἔπειτα δὲ
920ξὺν σοὶ τὰ Τροίας πεδία πορθῆσαι μολών.
Φιλοκτητης
Φι.
Φι.
921καὶ ταῦτ’ἀληθῆ δρᾶν νοεῖς;
Νεοπτολεμος
Νε.
Νε.
921aπολλὴ κρατεῖ
922τούτων ἀνάγκη, καὶ σὺ μὴ θυμοῦ κλύων.
Φιλοκτητης
Φι.
Φι.
923ἀπόλωλα τλήμων, προδέδομαι. τί μ’, ὦ ξένε,
924δέδρακας; ἀπόδος ὡς τάχος τὰ τόξα μοι.
Νεοπτολεμος
Νε.
Νε.
925ἀλλ’οὐχ οἷόντε · τῶν γὰρ ἐν τέλει κλύειν
926τότ’ἔνδικόν με καὶ τὸ συμφέρον ποεῖ.
Φιλοκτητης
Φι.
Φι.
927ὦ πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας
928δεινῆς τέχνημ’ἔχθιστον, οἷά μ’εἰργάσω,
929οἷ’ἠπάτηκας · οὐ δ’ἐπαισχύνει μ’ὁρῶν
930τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε;
931ἀπεστέρηκας τὸν βίον τὰ τόξ’ἑλών.
932ἀπόδος, ἱκνοῦμαί σ’, ἀπόδος, ἱκετεύω, τέκνον ·
933πρὸς θεῶν πατρῴων, τὸν βίον με μὴ ἀφέλῃ.
934ὤμοι τάλας. ἀλλ’οὐ δὲ προσφωνεῖ μ’ἔτι,
935ἀλλ’ὡς μεθήσων μήποθ’, ὧδ’ὁρᾷ πάλιν.
936ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι
937θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι,
938ὑμῖν τάδ’, οὐ γὰρ ἄλλον οἶδ’ὅτῳ λέγω,
939ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν,
940οἷ’ἔργ’ὁ παῖς μ’ἔδρασεν οὑξ Ἀχιλλέως ·
941ὀμόσας ἀπάξειν οἴκαδ’, ἐς Τροίαν μ’ἄγει ·
942προσθείςτε χεῖρα δεξιάν, τὰ τόξα μου
943ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει,
944καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει ·
945ὡς ἄνδρ’ἑλὼν ἰσχυρόν ἐκ βίας μ’ἄγει,
946κα- κοὐκ οἶδ’ἐναίρων νεκρὸν ἢ καπνοῦ σκιάν,
947εἴδωλον ἄλλως · οὐ γὰρ ἂν σθένοντά γε
948εἷλέν μ’· ἐπεὶ οὐ δ’ἂν ὧδ’ἔχοντ’, εἰ μὴ δόλῳ.
949νῦν δ’ἠπάτημαι δύσμορος. τί χρή με δρᾶν;
950ἀλλ’ἀπόδος, ἀλλὰ νῦν ἔτ’ἐν σαυτῷ γενοῦ.
951τί φής; σιωπᾷς; οὐδέν εἰμ’ὁ δύσμορος.
952ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν
953εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν ·
954ἀλλ’αὐανοῦμαι τῷδ’ἐν αὐλίῳ μόνος,
955οὐ πτηνὸν ὄρνιν οὐ δὲ θῆρ’ὀρειβάτην
956τόξοις ἐναίρων τοισίδ’, ἀλλ’αὐτὸς τάλας
957θανὼν παρέξω δαῖθ’ὑφ’ὧν ἐφερβόμην,
958καί μ’οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν ·
959φόνον φόνου δὲ ῥύσιον τίσω τάλας
960πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν.
961ὄλοιο — μή πω, πρὶν μάθοιμ’εἰ καὶ πάλιν
962γνώμην μετοίσεις · εἰ δὲ μή, θάνοις κακῶς.
Χορος
Χο.
Χο.
963τί δρῶμεν; ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ,
964ἤδη ’στὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις.
Νεοπτολεμος
Νε.
Νε.
965ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις
966τοῦδ’ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι.
Φιλοκτητης
Φι.
Φι.
967ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς
968σαυτοῦ βροτοῖς ὄνειδος, ἐκκλέψας ἐμέ.
Νεοπτολεμος
Νε.
Νε.
969οἴμοι, τί δράσω; μή ποτ’ὤφελον λιπεῖν
970τὴν Σκῦρον · οὕτω τοῖς παροῦσιν ἄχθομαι.
Φιλοκτητης
Φι.
Φι.
971οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δ’ἀνδρῶν μαθὼν
972ἔοικας ἥκειν αἰσχρά · νῦν δ’ἄλλοισι δοὺς
973οἷς εἰκὸς ἔκπλει, τα- τἀμά μοι μεθεὶς ὅπλα.
Νεοπτολεμος
Νε.
Νε.
974τί δρῶμεν, ἄνδρες;
Οδυσσευς
Οδ.
Οδ.
974aὦ κάκιστ’ἀνδρῶν, τί δρᾷς;
975οὐκ εἶ μεθεὶς τὰ τόξα ταῦτ’ἐμοὶ πάλιν;
Φιλοκτητης
Φι.
Φι.
976οἴμοι, τίς ἁνήρ; ἆρ’Ὀδυσσέως κλύω;
Οδυσσευς
Οδ.
Οδ.
977Ὀδυσσέως, σάφ’ἴσθ’, ἐμοῦ γ’, ὃν εἰσορᾷς.
Φιλοκτητης
Φι.
Φι.
978οἴμοι · πέπραμαι κα- κἀπόλωλ’· ὅδ’ἦν ἄρα
979ὁ ξυλλαβών με κα- κἀπονοσφίσας ὅπλων.
Οδυσσευς
Οδ.
Οδ.
980ἐγώ, σάφ’ἴσθ’, οὐκ ἄλλος · ὁμολογῶ τάδε.
Φιλοκτητης
Φι.
Φι.
981ἀπόδος, ἄφες μοι, παῖ, τὰ τόξα.
Οδυσσευς
Οδ.
Οδ.
981aτοῦτο μέν,
982οὐ δ’ἢν θέλῃ, δράσει ποτ’· ἀλλὰ καὶ σὲ δεῖ
983στείχειν ἅμ’αὐτοῖς, ἢ βίᾳ στελοῦσί σε.
Φιλοκτητης
Φι.
Φι.
984ἔμ’, ὦ κακῶν κάκιστε καὶ τολμήσατε,
985οἵδ’ἐκ βίας ἄξουσιν;
Οδυσσευς
Οδ.
Οδ.
985aἢν μὴ ἕρπῃς ἑκών.
Φιλοκτητης
Φι.
Φι.
986ὦ Λημνία χθὼν καὶ τὸ παγκρατὲς σέλας
987Ἡφαιστότευκτον, ταῦτα δῆτ’ἀνασχετά,
988εἴ μ’οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ;
Οδυσσευς
Οδ.
Οδ.
989Ζεύς ἐσθ’, ἵν’εἰδῇς, Ζεύς, ὁ τῆσδε γῆς κρατῶν,
990Ζεύς, ᾧ δέδοκται ταῦθ’· ὑπηρετῶ δ’ἐγώ.
Φιλοκτητης
Φι.
Φι.
991ὦ μῖσος, οἷα κα- κἀξανευρίσκεις λέγειν ·
992θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης.
Οδυσσευς
Οδ.
Οδ.
993οὔκ, ἀλλ’ἀληθεῖς · ἡ δ’ὁδὸς πορευτέα.
Φιλοκτητης
Φι.
Φι.
994οὔ φημ’.
Οδυσσευς
Οδ.
Οδ.
994aἐγὼ δέ φημι. πειστέον τάδε.
Φιλοκτητης
Φι.
Φι.
995οἴμοι τάλας. ἡμᾶς μὲν ὡς δούλους σαφῶς
996πατὴρ ἄρ’ἐξέφυσεν οὐ δ’ἐλευθέρους.
Οδυσσευς
Οδ.
Οδ.
997οὔκ, ἀλλ’ὁμοίους τοῖς ἀρίστοισιν, μεθ’ὧν
998Τροίαν σ’ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ.
Φιλοκτητης
Φι.
Φι.
999οὐδέποτέ γ’· οὐ δ’ἢν χρῇ με πᾶν παθεῖν κακόν,
1000ἕως ἂν ᾖ μοι γῆς τόδ’αἰπεινὸν βάθρον.
Οδυσσευς
Οδ.
Οδ.
1001τί δ’ἐργασείεις;
Φιλοκτητης
Φι.
Φι.
1001aκρᾶτ’ἐμὸν τόδ’αὐτίκα
1002πέτρᾳ πέτρας ἄνωθεν αἱμάξω πεσών.
Οδυσσευς
Οδ.
Οδ.
1003ξυλλάβετον αὐτόν · μὴ ’πὶ τῷδ’ἔστω τάδε.
Φιλοκτητης
Φι.
Φι.
1004ὦ χεῖρες, οἷα πάσχετ’ἐν χρείᾳ φίλης
1005νευρᾶς, ὑπ’ἀνδρὸς τοῦδε συνθηρώμεναι.
1006ὦ μηδὲν ὑγιὲς μη δ’ἐλεύθερον φρονῶν,
1007οἷ’αὖ μ’ὑπῆλθες, ὥς μ’ἐθηράσω, λαβὼν
1008πρόβλημα σαυτοῦ παῖδα τόνδ’ἀγνῶτ’ἐμοί,
1009ἀνάξιον μὲν σοῦ, κατάξιον δ’ἐμοῦ,
1010ὃς οὐδὲν ᾔδει πλὴν τὸ προσταχθὲν ποεῖν,
1011δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρων
1012οἷςτ’αὐτὸς ἐξήμαρτεν οἷςτ’ἐγὼ ’παθον.
1013ἀλλ’ἡ κακὴ σὴ διὰ μυχῶν βλέπουσ’ἀεὶ
1014ψυχή νιν ἀφυῆτ’ὄντα κα- κοὐ θέλονθ’ὅμως
1015εὖ προυδίδαξεν ἐν κακοῖς εἶναι σοφόν.
1016καὶ νῦν ἔμ’, ὦ δύστηνε, συνδήσας νοεῖς
1017ἄγειν ἀπ’ἀκτῆς τῆσδ’, ἐν ᾗ με προυβάλου
1018ἄφιλον ἔρημον ἄπολιν, ἐν ζῶσιν νεκρόν. φεῦ.
1019ὄλοιο · καί σοι πολλάκις τόδ’ηὐξάμην.
1020ἀλλ’οὐ γὰρ οὐδὲν θεοὶ νέμουσιν ἡδύ μοι,
1021σὺ μὲν γέγηθας ζῶν, ἐγὼ δ’ἀλγύνομαι
1022τοῦτ’αὔθ’, ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας,
1023γελώμενος πρὸς σοῦτε καὶ τῶν Ἀτρέως
1024διπλῶν στρατηγῶν, οἷς σὺ ταῦθ’ὑπηρετεῖς.
1025καίτοι σὺ μὲν κλοπῇτε κα- κἀνάγκῃ ζυγεὶς
1026ἔπλεις ἅμ’αὐτοῖς, ἐμὲ δὲ τὸν πανάθλιον,
1027ἑκόντα πλεύσανθ’ἑπτὰ ναυσὶ ναυβάτην,
1028ἄτιμον ἔβαλον, ὡς σὺ φής, κεῖνοι δὲ σέ.
1029καὶ νῦν τί μ’ἄγετε; τί μ’ἀπάγεσθε; τοῦ χάριν;
1030ὃς οὐδέν εἰμι καὶ τέθνηχ’ὑμῖν πάλαι.
1031πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι
1032χωλός, δυσώδης; πῶς θεοῖς ἔξεσθ’, ὁμοῦ
1033πλεύσαντος αἴθειν ἱερά; πῶς σπένδειν ἔτι;
1034αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ.
1035κακῶς ὄλοισθ’· ὀλεῖσθε δ’ἠδικηκότες
1036τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει.
1037ἔξοιδα δ’ὡς μέλει γ’· ἐπεὶ οὔποτ’ἂν στόλον
1038ἐπλεύσατ’ἂν τόνδ’εἵνεκ’ἀνδρὸς ἀθλίου,
1039εἰ μή τι κέντρον θεῖον ἦγ’ὑμᾶς ἐμοῦ.
1040ἀλλ’, ὦ πατρῴα γῆ θεοίτ’ἐπόψιοι,
1041τίσασθε τίσασθ’ἀλλὰ τῷ χρόνῳ ποτὲ
1042ξύμπαντας αὐτούς, εἴ τι κα- κἄμ’οἰκτίρετε ·
1043ὡς ζῶ μὲν οἰκτρῶς, εἰ δ’ἴδοιμ’ὀλωλότας
1044τούτους, δοκοῖμ’ἂν τῆς νόσου πεφευγέναι.
Χορος
Χο.
Χο.
1045βαρύςτε καὶ βαρεῖαν ὁ ξένος φάτιν
1046τήνδ’εἶπ’, Ὀδυσσεῦ, κα- κοὐχ ὑπείκουσαν κακοῖς.
Οδυσσευς
Οδ.
Οδ.
1047πόλλ’ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδ’ἔπη,
1048εἴ μοι παρείκοι · νῦν δ’ἑνὸς κρατῶ λόγου.
1049οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμ’ἐγώ ·
1050κα- χὤπου δικαίων κα- κἀγαθῶν ἀνδρῶν κρίσις,
1051οὐκ ἂν λάβοις μου μᾶλλον οὐδέν’εὐσεβῆ.
1052νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν,
1053πλὴν εἰς σέ · νῦν δὲ σοί γ’ἑκὼν ἐκστήσομαι.
1054ἄφετε γὰρ αὐτὸν μη δὲ προσψαύσητ’ἔτι ·
1055ἐᾶτε μίμνειν. οὐ δὲ σοῦ προσχρῄζομεν,
1056τά γ’ὅπλ’ἔχοντες ταῦτ’, ἐπεὶ πάρεστι μὲν
1057Τεῦκρος παρ’ἡμῖν, τήνδ’ἐπιστήμην ἔχων,
1058ἐγώθ’, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂν
1059τούτων κρατύνειν, μη δ’ἐπιθύνειν χερί.
1060τί δῆτα σοῦ δεῖ; χαῖρε τὴν Λῆμνον πατῶν ·
1061ἡμεῖς δ’ἴωμεν, καὶ τάχ’ἂν τὸ σὸν γέρας
1062τιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν.
Φιλοκτητης
Φι.
Φι.
1063οἴμοι · τί δράσω δύσμορος; σὺ τοῖς ἐμοῖς
1064ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανεῖ;
Οδυσσευς
Οδ.
Οδ.
1065μή μ’ἀντιφώνει μηδέν, ὡς στείχοντα δή.
Φιλοκτητης
Φι.
Φι.
1066ὦ σπέρμ’Ἀχιλλέως, οὐ δὲ σοῦ φωνῆς ἔτι
1067γενήσομαι προσφθεγκτός, ἀλλ’οὕτως ἄπει;
Οδυσσευς
Οδ.
Οδ.
1068χώρει σύ · μὴ πρόσλευσσε, γενναῖός περ ὤν,
1069ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς.
Φιλοκτητης
Φι.
Φι.
1070ἦ καὶ πρὸς ὑμῶν ὧδ’ἔρημος, ὦ ξένοι,
1071λειφθήσομαι δὴ κα- κοὐκ ἐποικτερεῖτέ με;
Χορος
Χο.
Χο.
1072ὅδ’ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς · ὅσ’ἂν
1073οὗτος λέγῃ σοι, ταῦτά σοι κα- χἠμεῖς φαμέν.
Νεοπτολεμος
Νε.
Νε.
1074ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέως
1075πρὸς τοῦδ’· ὅμως δὲ μείνατ’, εἰ τούτῳ δοκεῖ,
1076χρόνον τοσοῦτον, εἰς ὅσον τάτ’ἐκ νεὼς
1077στείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα.
1078κα- χοὖτος τάχ’ἂν φρόνησιν ἐν τούτῳ λάβοι
1079λῴω τιν’ἡμῖν. νὼ μὲν οὖν ὁρμώμεθον,
1080ὑμεῖς δ’, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς.
Φιλοκτητης
Φι.
Φι.
1081ὦ κοίλας πέτρας γύαλον
1082θερμὸν καὶ παγετῶδες, ὥς σ’οὐκ ἔμελλον ἄρ’, ὦ τάλας,
1083λείψειν οὐδέποτ’, ἀλλά μοι καὶ θνῄσκοντι συνείσει.
1086ὤμοι μοί μοι.
1087ὦ πληρέστατον αὔλιον
1088λύπας τᾶς ἀπ’ἐμοῦ τάλαν,
1089τίπτ’αὖ μοι τὸ κατ’ἆμαρ
1090ἔσται; τοῦ ποτε τεύξομαι
1091σιτονόμου μέλεος πόθεν ἐλπίδος;
1092πέλειαι δ’ἄνω
1093πτωκάδες ὀξυτόνου διὰ πνεύματος
1094ἐλῶσιν · οὐκέτ’ἴσχω.
Χορος
Χο.
Χο.
1095σύ τοι σύ τοι κατηξίωσας,
1096ὦ βαρύποτμε, κα- κοὐκ
1097ἄλλοθεν ἔχει τύχᾳ τᾷδ’ἀπὸ μείζονος,
1098εὖτέ γε παρὸν φρονῆσαι
1100τοῦ λῴονος δαίμονος εἵλου τὸ κάκιον αἰνεῖν.
Φιλοκτητης
Φι.
Φι.
1101ὦ τλάμων τλάμων ἄρ’ἐγὼ
1102καὶ μόχθῳ λωβατός, ὃς ἤδη μετ’οὐδενὸς ὕστερον
1103ἀνδρῶν εἰσοπίσω τάλας ναίων ἐνθάδ’ὀλοῦμαι,
1106αἰαῖ αἰαῖ,
1107οὐ φορβὰν ἔτι προσφέρων,
1108οὐ πτανῶν ἀπ’ἐμῶν ὅπλων
1110κραταιαῖς μετὰ χερσὶν
1111ἴσχων · ἀλλά μοι ἄσκοπα
1112κρυπτάτ’ἔπη δολερᾶς ὑπέδυ φρενός ·
1113ἰδοίμαν δέ νιν,
1114τὸν τάδε μησάμενον, τὸν ἴσον χρόνον
1115ἐμὰς λαχόντ’ἀνίας.
Χορος
Χο.
Χο.
1116πότμος, πότμος σε δαιμόνων τάδ’,
1117οὐ δὲ σέ γε δόλος,
1118ἔσχεν ὑπὸ χειρὸς ἀμᾶς. στυγερὰν ἔχε
1120δύσποτμον ἀρὰν ἐπ’ἄλλοις.
1121καὶ γὰρ ἐμοὶ τοῦτο μέλει, μὴ φιλότητ’ἀπώσῃ.
Φιλοκτητης
Φι.
Φι.
1123οἴμοι μοι, καί που πολιᾶς
1124πόντου θινὸς ἐφήμενος
1125ἐγγελᾷ, χερὶ πάλλων
1126τὰν ἐμὰν μελέου τροφάν,
1127τὰν οὐδείς ποτ’ἐβάστασεν.
1128ὦ τόξον φίλον, ὦ φίλων
1129χειρῶν ἐκβεβιασμένον,
1130ἦ που ἐλεινὸν ὁρᾷς, φρένας εἴ τινας
1131ἔχεις, τὸν Ἡράκλειον
1132ἄρθμιον ὧδέ σοι
1133οὐκέτι χρησόμενον τὸ μεθύστερον,
1134ἄλλου δ’ἐν μεταλλαγᾷ
1135πολυμηχάνου ἀνδρὸς ἐρέσσει,
1136ὁρῶν μὲν αἰσχρὰς ἀπάτας, στυγνὸν δὲ φῶτ’ἐχθοδοπόν,
1137μυρί’, ἀπ’αἰσχρῶν ἀνατέλλονθ’, ὃς ἐφ’ἡμῖν κάκ’ἐμήσατ’, ὦ Ζεῦ.
Χορος
Χο.
Χο.
1140ἀνδρός τοι τὰ μὲν ἔνδικ’αἰὲν εἰπεῖν,
1141εἰπόντος δὲ μὴ φθονερὰν
1142ἐξῶσαι γλώσσας ὀδύναν.
1143κεῖνος δ’εἷς ἀπὸ πολλῶν
1144ταχθεὶς τῶνδ’ἐφημοσύνᾳ
1145κοινὰν ἤνυσεν ἐς φίλους ἀρωγάν.
Φιλοκτητης
Φι.
Φι.
1146ὦ πταναὶ θῆραι χαροπῶντ’
1147ἔθνη θηρῶν, οὓς ὅδ’ἔχει
1148χῶρος οὐρεσιβώτας,
1149μηκέτ’ἀπ’αὐλίων φυγᾷ
1150πηδᾶτ’· οὐ γὰρ ἔχω χεροῖν
1151τὰν πρόσθεν βελέων ἀλκάν,
1152ὦ δύστανος ἐγὼ τανῦν,
1153ἀλλ’ἀνέδην, ὁ δὲ χῶρος ἄρ’οὐκέτι
1154φοβητὸς οὐκέθ’ὑμῖν,
1155ἕρπετε · νῦν καλὸν
1156ἀντίφονον κορέσαι στόμα πρὸς χάριν
1157ἐμᾶς σαρκὸς αἰόλας ·
1158ἀπὸ γὰρ βίον αὐτίκα λείψω.
1160πόθεν γὰρ ἔσται βιοτά; τίς ὧδ’ἐν αὔραις τρέφεται,
1161μηκέτι μηδενὸς κρατύνων ὅσα πέμπει βιόδωρος αἶα;
Χορος
Χο.
Χο.
1162πρὸς θεῶν, εἴ τι σέβει ξένον, πέλασσον,
1163εὐνοίᾳ πάσᾳ πελάταν ·
1165ἀλλὰ γνῶθ’, εὖ γνῶθ’ἐπὶ σοὶ
1166κῆρα τάνδ’ἀποφεύγειν.
1167οἰκτρὰ γὰρ βόσκειν, ἀδαὴς δ’
1168ἔχειν μυρίον ἄχθος, ὃ ξυνοικεῖ.
Φιλοκτητης
Φι.
Φι.
1170πάλιν πάλιν παλαιὸν ἄλγημ’ὑπέμνασας, ὦ
1171λῷστε τῶν πρὶν ἐντόπων.
1172τί μ’ὤλεσας; τί μ’εἴργασαι;
Χορος
Χο.
Χο.
1173τί τοῦτ’ἔλεξας;
Φιλοκτητης
Φι.
Φι.
1174εἰ σὺ τὰν ἐμοὶ στυγερὰν
1175Τρῳάδα γᾶν μ’ἤλπισας ἄξειν.
Χορος
Χο.
Χο.
1176τόδε γὰρ νοῶ κράτιστον.
Φιλοκτητης
Φι.
Φι.
1177ἀπό νύν με λείπετ’ἤδη.
Χορος
Χο.
Χο.
1178φίλα μοι, φίλα ταῦτα παρήγγειλας ἑκόντιτε πράσσειν.
1179ἴωμεν ἴωμεν
1180ναὸς ἵν’ἡμῖν τέτακται.
Φιλοκτητης
Φι.
Φι.
1181μή, πρὸς ἀραίου Διός, ἔλθῃς, ἱκετεύω.
Χορος
Χο.
Χο.
1182μετρίαζ’.
Φιλοκτητης
Φι.
Φι.
1183ὦ ξένοι, μείνατε, πρὸς θεῶν.
Χορος
Χο.
Χο.
1184τί θροεῖς;
Φιλοκτητης
Φι.
Φι.
1185αἰαῖ αἰαῖ, δαίμων δαίμων ·
1186ἀπόλωλ’ὁ τάλας ·
1187ὦ ποὺς πούς, τί σ’ἔτ’ἐν βίῳ
1188τεύξω τῷ μετόπιν τάλας;
1190ὦ ξένοι, ἔλθετ’ἐπήλυδες αὖθις.
Χορος
Χο.
Χο.
1191τί ῥέξοντες ἀλλοκότῳ
1192γνώμᾳ τῶν πάρος, ὧν προύφαινες;
Φιλοκτητης
Φι.
Φι.
1193οὔτοι νεμεσητόν,
1194ἀλύοντα χειμερίῳ
1195λύπᾳ καὶ παρὰ νοῦν θροεῖν.
Χορος
Χο.
Χο.
1196βᾶθί νυν, ὦ τάλαν, ὥς σε κελεύομεν.
Φιλοκτητης
Φι.
Φι.
1197οὐδέποτ’οὐδέποτ’, ἴσθι τόδ’ἔμπεδον,
1198οὐ δ’εἰ πυρφόρος ἀστεροπητὴς
1199βροντᾶς αὐγαῖς μ’εἶσι φλογίζων.
1200ἐρρέτω Ἴλιον οἵθ’ὑπ’ἐκείνῳ
1201πάντες ὅσοι τόδ’ἔτλασαν ἐμοῦ ποδὸς ἄρθρον ἀπῶσαι.
1202ἀλλ’, ὦ ξένοι, ἕν γέ μοι εὖχος ὀρέξατε.
Χορος
Χο.
Χο.
1203ποῖον ἐρεῖς τόδ’ἔπος;
Φιλοκτητης
Φι.
Φι.
1203aξίφος, εἴ ποθεν,
1204ἢ γένυν ἢ βελέων τι προπέμψατε.
Χορος
Χο.
Χο.
1205ὡς τίνα δὴ ῥέξῃς παλάμαν ποτέ;
Φιλοκτητης
Φι.
Φι.
1206χρῶτ’ἀπὸ πάντα καὶ ἄρθρα τέμω χερί ·
1207φονᾷ φονᾷ νόος ἤδη.
Χορος
Χο.
Χο.
1208τί ποτε;
Φιλοκτητης
Φι.
Φι.
1209πατέρα ματεύων.
Χορος
Χο.
Χο.
1210ποῖ γᾶς;
Φιλοκτητης
Φι.
Φι.
1210aἐς Ἅιδου ·
1211οὐ γάρ ἐστ’ἐν φάει γ’ἔτι.
1212ὦ πόλις, ὦ πατρία,
1213πῶς ἂν εἰσίδοιμ’ἄθλιός σ’ἀνήρ,
1214ὅς γε σὰν λιπὼν ἱερὰν
1215λιβάδ’ἐχθροῖς ἔβαν Δαναοῖς
1216ἀρωγός · ἔτ’οὐδέν εἰμι.
Χορος
Χο.
Χο.
1217ἐγὼ μὲν ἤδη καὶ πάλαι νεὼς ὁμοῦ
1218στείχων ἂν ἦ σοι τῆς ἐμῆς, εἰ μὴ πέλας
1219Ὀδυσσέα στείχοντα τόντ’Ἀχιλλέως
1220γόνον πρὸς ἡμᾶς δεῦρ’ἰόντ’ἐλεύσσομεν.
Οδυσσευς
Οδ.
Οδ.
1221οὐκ ἂν φράσειας ἥντιν’αὖ παλίντροπος
1222κέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς;
Νεοπτολεμος
Νε.
Νε.
1223λύσων ὅσ’ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ.
Οδυσσευς
Οδ.
Οδ.
1224δεινόν γε φωνεῖς · ἡ δ’ἁμαρτία τίς ἦν;
Νεοπτολεμος
Νε.
Νε.
1225ἣν σοὶ πιθόμενος τῷτε σύμπαντι στρατῷ
Οδυσσευς
Οδ.
Οδ.
1226ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον;
Νεοπτολεμος
Νε.
Νε.
1227ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών.
Οδυσσευς
Οδ.
Οδ.
1228τὸν ποῖον; ὤμοι · μῶν τι βουλεύει νέον;
Νεοπτολεμος
Νε.
Νε.
1230νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ,
Οδυσσευς
Οδ.
Οδ.
1231τί χρῆμα δράσεις; ὥς μ’ὑπῆλθέ τις φόβος.
Νεοπτολεμος
Νε.
Νε.
1232παρ’οὗπερ ἔλαβον τάδε τὰ τόξ’, αὖθις πάλιν
Οδυσσευς
Οδ.
Οδ.
1233ὦ Ζεῦ, τί λέξεις; οὔ τί που δοῦναι νοεῖς;
Νεοπτολεμος
Νε.
Νε.
1234αἰσχρῶς γὰρ αὐτὰ κα- κοὐ δίκῃ λαβὼν ἔχω.
Οδυσσευς
Οδ.
Οδ.
1235πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε;
Νεοπτολεμος
Νε.
Νε.
1236εἰ κερτόμησίς ἐστι τα- τἀληθῆ λέγειν.
Οδυσσευς
Οδ.
Οδ.
1237τί φής, Ἀχιλλέως παῖ; τίν’εἴρηκας λόγον;
Νεοπτολεμος
Νε.
Νε.
1238δὶς τα- ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν μ’ἔπη;
Οδυσσευς
Οδ.
Οδ.
1239ἀρχὴν κλύειν ἂν οὐ δ’ἅπαξ ἐβουλόμην.
Νεοπτολεμος
Νε.
Νε.
1240εὖ νῦν ἐπίστω πάντ’ἀκηκοὼς λόγον.
Οδυσσευς
Οδ.
Οδ.
1241ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν.
Νεοπτολεμος
Νε.
Νε.
1242τί φής; τίς ἔσται μ’οὑπικωλύσων τάδε;
Οδυσσευς
Οδ.
Οδ.
1243ξύμπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ.
Νεοπτολεμος
Νε.
Νε.
1244σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν.
Οδυσσευς
Οδ.
Οδ.
1245σὺ δ’οὔτε φωνεῖς οὔτε δρασείεις σοφά.
Νεοπτολεμος
Νε.
Νε.
1246ἀλλ’εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε.
Οδυσσευς
Οδ.
Οδ.
1247καὶ πῶς δίκαιον, ἅ γ’ἔλαβες βουλαῖς ἐμαῖς, πάλιν μεθεῖναι ταῦτα;
Νεοπτολεμος
Νε.
Νε.
1248τὴν ἁμαρτίαν
1249αἰσχρὰν ἁμαρτὼν ἀναλαβεῖν πειράσομαι.
Οδυσσευς
Οδ.
Οδ.
1250στρατὸν δ’Ἀχαιῶν οὐ φοβεῖ, πράσσων τάδε;
Νεοπτολεμος
Νε.
Νε.
1251ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ φόβον.
Οδυσσευς
Οδ.
Οδ.
1251aΝεοπτολεμος
Νε.
Νε.
1252ἀλλ’οὐ δέ τοι σῇ χειρὶ πείθομαι τὸ δρᾶν.
Οδυσσευς
Οδ.
Οδ.
1253οὔ τα- τἄρα Τρωσίν, ἀλλὰ σοὶ μαχούμεθα.
Νεοπτολεμος
Νε.
Νε.
1254ἴτω τὸ μέλλον.
Οδυσσευς
Οδ.
Οδ.
1254aχεῖρα δεξιὰν ὁρᾷς
1255κώπης ἐπιψαύουσαν;
Νεοπτολεμος
Νε.
Νε.
1255aἀλλὰ κα- κἀμέ τοι
1256τα- ταὐτὸν τόδ’ὄψει δρῶντα κα- κοὐ μέλλοντ’ἔτι.
Οδυσσευς
Οδ.
Οδ.
1257καίτοι σ’ἐάσω · τῷ δὲ σύμπαντι στρατῷ
1258λέξω τάδ’ἐλθών, ὅς σε τιμωρήσεται.
Νεοπτολεμος
Νε.
Νε.
1259ἐσωφρόνησας · κα- κἂν τὰ λοίφ’οὕτω φρονῇς,
1260ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα.
1261σὺ δ’, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω,
1262ἔξελθ’, ἀμείψας τάσδε πετρήρεις στέγας.
Φιλοκτητης
Φι.
Φι.
1263τίς αὖ παρ’ἄντροις θόρυβος ἵσταται βοῆς;
1264τί μ’ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι;
1265ὤμοι · κακὸν τὸ χρῆμα. μῶν τί μοι νέα
1266πάρεστε πρὸς κακοῖσι πέμποντες κακά;
Νεοπτολεμος
Νε.
Νε.
1267θάρσει · λόγους δ’ἄκουσον οὓς ἥκω φέρων.
Φιλοκτητης
Φι.
Φι.
1268δέδοικ’ἔγωγε · καὶ τὰ πρὶν γὰρ ἐκ λόγων
1269καλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις.
Νεοπτολεμος
Νε.
Νε.
1270οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν;
Φιλοκτητης
Φι.
Φι.
1271τοιοῦτος ἦσθα τοῖς λόγοισι κα- χὤτε μου
1272τὰ τόξ’ἔκλεπτες, πιστός, ἀτηρὸς λάθρᾳ.
Νεοπτολεμος
Νε.
Νε.
1273ἀλλ’οὔ τι μὴν νῦν · βούλομαι δέ σου κλύειν,
1274πότερα δέδοκταί σοι μένοντι καρτερεῖν
1275ἢ πλεῖν μεθ’ἡμῶν;
Φιλοκτητης
Φι.
Φι.
1275aπαῦε, μὴ λέξῃς πέρα ·
1276μάτην γὰρ ἃν εἴπῃς γε πάντ’εἰρήσεται.
Νεοπτολεμος
Νε.
Νε.
1277οὕτω δέδοκται;
Φιλοκτητης
Φι.
Φι.
1277aκαὶ πέρα γ’ἴσθ’ἢ λέγω.
Νεοπτολεμος
Νε.
Νε.
1278ἀλλ’ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις
1279ἐμοῖσιν · εἰ δὲ μή τι πρὸς καιρὸν λέγων
1280κυρῶ, πέπαυμαι.
Φιλοκτητης
Φι.
Φι.
1280aπάντα γὰρ φράσεις μάτην.
1281οὐ γάρ ποτ’εὔνουν τὴν ἐμὴν κτήσει φρένα,
1282ὅστις γ’ἐμοῦ δόλοισι τὸν βίον λαβὼν
1283ἀπεστέρηκας, κα- κᾆτα νουθετεῖς ἐμὲ
1284ἐλθών, ἀρίστου πατρὸς αἴσχιστος γεγώς.
1285ὄλοισθ’, Ἀτρεῖδαι μὲν μάλιστ’, ἔπειτα δὲ ὁ Λαρτίου παῖς καὶ σύ.
Νεοπτολεμος
Νε.
Νε.
1286μὴ ’πεύξῃ πέρα ·
1287δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε.
Φιλοκτητης
Φι.
Φι.
1288πῶς εἶπας; ἆρα δεύτερον δολούμεθα;
Νεοπτολεμος
Νε.
Νε.
1289ἀπώμοσ’ἁγνὸν Ζηνὸς ὑψίστου σέβας.
Φιλοκτητης
Φι.
Φι.
1290ὦ φίλτατ’εἰπών, εἰ λέγεις ἐτήτυμα.
Νεοπτολεμος
Νε.
Νε.
1291το- τοὔργον παρέσται φανερόν · ἀλλὰ δεξιὰν
1292πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων.
Οδυσσευς
Οδ.
Οδ.
1293ἐγὼ δ’ἀπαυδῶ γ’, ᾧ θεοὶ ξυνίστορες,
1294ὑπέρτ’Ἀτρειδῶν τοῦτε σύμπαντος στρατοῦ.
Φιλοκτητης
Φι.
Φι.
1295τέκνον, τίνος φώνημα, μῶν Ὀδυσσέως,
1296ἐπῃσθόμην;
Οδυσσευς
Οδ.
Οδ.
1296aσάφ’ἴσθι · καὶ πέλας γ’ὁρᾷς,
1297ὅς σ’ἐς τὰ Τροίας πεδί’ἀποστελῶ βίᾳ,
1298ἐάντ’Ἀχιλλέως παῖς ἐάντε μὴ θέλῃ ·
Φιλοκτητης
Φι.
Φι.
1299ἀλλ’οὔ τι χαίρων, ἢν τόδ’ὀρθωθῇ βέλος.
Νεοπτολεμος
Νε.
Νε.
1300ἆ, μηδαμῶς, μή, πρὸς θεῶν, μεθῇς βέλος.
Φιλοκτητης
Φι.
Φι.
1301μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον.
Νεοπτολεμος
Νε.
Νε.
1302οὐκ ἂν μεθείην.
Φιλοκτητης
Φι.
Φι.
1302aφεῦ · τί μ’ἄνδρα πολέμιον
1303ἐχθρόντ’ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς;
Νεοπτολεμος
Νε.
Νε.
1304ἀλλ’οὔτ’ἐμοὶ τοῦτ’ἐστὶν οὔτε σοὶ καλόν.
Φιλοκτητης
Φι.
Φι.
1305ἀλλ’οὖν τοσοῦτόν γ’ἴσθι, τοὺς πρώτους στρατοῦ,
1306τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς
1307ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς.
Νεοπτολεμος
Νε.
Νε.
1308εἶεν · τὰ μὲν δὴ τόξ’ἔχεις, κα- κοὐκ ἔσθ’ὅτου
1309ὀργὴν ἔχοις ἂν οὐ δὲ μέμψιν εἰς ἐμέ.
Φιλοκτητης
Φι.
Φι.
1310ξύμφημι · τὴν φύσιν δ’ἔδειξας, ὦ τέκνον,
1311ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός,
1312ἀλλ’ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτ’ἦν
1313ἤκου’ἄριστα, νῦν δὲ τῶν τεθνηκότων.
Νεοπτολεμος
Νε.
Νε.
1314ἥσθην πατέρα τὸν ἀμὸν εὐλογοῦντά σε
1315αὐτόντ’ἔμ’· ὧν δέ σου τυχεῖν ἐφίεμαι,
1316ἄκουσον. ἀνθρώποισι τὰς μὲν ἐκ θεῶν
1317τύχας δοθείσας ἔστ’ἀναγκαῖον φέρειν ·
1318ὅσοι δ’ἑκουσίοισιν ἔγκεινται βλάβαις,
1319ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχειν
1320δίκαιόν ἐστιν οὔτ’ἐποικτίρειν τινά.
1321σὺ δ’ἠγρίωσαι, κα- κοὔτε σύμβουλον δέχει,
1322ἐάντε νουθετῇ τις εὐνοίᾳ λέγων,
1323στυγεῖς, πολέμιον δυσμενῆθ’ἡγούμενος.
1324ὅμως δὲ λέξω · Ζῆνα δ’ὅρκιον καλῶ ·
1325καὶ ταῦτ’ἐπίστω καὶ γράφου φρενῶν ἔσω.
1326σὺ γὰρ νοσεῖς τόδ’ἄλγος ἐκ θείας τύχης,
1327Χρύσης πελασθεὶς φύλακος, ὃς τὸν ἀκαλυφῆ
1328σηκὸν φυλάσσει κρύφιος οἰκουρῶν ὄφις ·
1329καὶ παῦλαν ἴσθι τῆσδε μή ποτ’ἂν τυχεῖν
1330νόσου βαρείας, ἕως ἂν αὑτὸς ἥλιος
1331ταύτῃ μὲν αἴρῃ, τῇδε δ’αὖ δύνῃ πάλιν,
1332πρὶν ἂν τὰ Τροίας πεδί’ἑκὼν αὐτὸς μόλῃς,
1333καὶ τοῖν παρ’ἡμῖν ἐντυχὼν Ἀσκληπίδαιν
1334νόσου μαλαχθῇς τῆσδε, καὶ τὰ πέργαμα
1335ξὺν τοῖσδε τόξοις ξύντ’ἐμοὶ πέρσας φανῇς.
1336ὡς δ’οἶδα ταῦτα τῇδ’ἔχοντ’ἐγὼ φράσω.
1337ἀνὴρ γὰρ ἡμῖν ἐστιν ἐκ Τροίας ἁλούς,
1338Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶς
1339ὡς δεῖ γενέσθαι ταῦτα · καὶ πρὸς τοῖσδ’ἔτι
1340ὡς ἔστ’ἀνάγκη τοῦ παρεστῶτος θέρους
1341Τροίαν ἁλῶναι πᾶσαν · ἢ δίδωσ’ἑκὼν
1342κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων.
1343ταῦτ’οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων.
1344καλὴ γὰρ ἡ ’πίκτησις, Ἑλλήνων ἕνα
1345κριθέντ’ἄριστον τοῦτο μὲν παιωνίας
1346ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον
1347Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν.
Φιλοκτητης
Φι.
Φι.
1348ὦ στυγνὸς αἰών, τί με, τί δῆτ’ἔχεις ἄνω
1349βλέποντα κα- κοὐκ ἀφῆκας εἰς Ἅιδου μολεῖν;
1350οἴμοι, τί δράσω; πῶς ἀπιστήσω λόγοις
1351τοῖς τοῦδ’, ὃς εὔνους ὢν ἐμοὶ παρῄνεσεν;
1352ἀλλ’εἰκάθω δῆτ’; εἶτα πῶς ὁ δύσμορος
1353εἰς φῶς τάδ’ἔρξας εἶμι; τῷ προσήγορος;
1354πῶς, ὦ τὰ πάντ’ἰδόντες ἀμφ’ἐμοὶ κύκλοι,
1355ταῦτ’ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως
1356ἐμὲ ξυνόντα παισίν, οἵ μ’ἀπώλεσαν;
1357πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου;
1358οὐ γάρ με τα- τἄλγος τῶν παρελθόντων δάκνει,
1359ἀλλ’οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτι
1360δοκῶ προλεύσσειν · οἷς γὰρ ἡ γνώμη κακῶν
1361μήτηρ γένηται, τα- τἄλλα παιδεύει κακούς.
1362καὶ σοῦ δ’ἔγωγε θαυμάσας ἔχω τόδε.
1363χρῆν γάρ σε μήτ’αὐτόν ποτ’ἐς Τροίαν μολεῖν
1364ἡμᾶςτ’ἀπείργειν, οἵ γέ σου καθύβρισαν,
1365πατρὸς γέρας συλῶντες, εἶτα τοῖσδε σὺ
1366εἶ ξυμμαχήσων, κα- κἄμ’ἀναγκάζεις τόδε;
1367μὴ δῆτα, τέκνον · ἀλλ’ἅ μοι ξυνώμοσας,
1368πέμψον πρὸς οἴκους · κα- καὐτὸς ἐν Σκύρῳ μένων
1369ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς.
1370κα- χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσει χάριν,
1371διπλῆν δὲ πατρός, κα- κοὐ κακοὺς ἐπωφελῶν
1372δόξεις ὁμοῖος τοῖς κακοῖς πεφυκέναι.
Νεοπτολεμος
Νε.
Νε.
1373λέγεις μὲν εἰκότ’, ἀλλ’ὅμως σε βούλομαι
1374θεοῖςτε πιστεύσαντα τοῖςτ’ἐμοῖς λόγοις
1375φίλου μετ’ἀνδρὸς τοῦδε τῆσδ’ἐκπλεῖν χθονός.
Φιλοκτητης
Φι.
Φι.
1376ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως
1377ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί;
Νεοπτολεμος
Νε.
Νε.
1378πρὸς τοὺς μὲν οὖν σε τήνδετ’ἔμπυον βάσιν
1379παύσοντας ἄλγους κα- κἀποσώσοντας νόσου.
Φιλοκτητης
Φι.
Φι.
1380ὦ δεινὸν αἶνον αἰνέσας, τί φής ποτε;
Νεοπτολεμος
Νε.
Νε.
1381ἃ σοίτε κα- κἀμοὶ λῷσθ’ὁρῶ τελούμενα.
Φιλοκτητης
Φι.
Φι.
1382καὶ ταῦτα λέξας οὐ καταισχύνει θεούς;
Νεοπτολεμος
Νε.
Νε.
1383πῶς γάρ τις αἰσχύνοιτ’ἂν ὠφελῶν φίλους ·
Φιλοκτητης
Φι.
Φι.
1384λέγεις δ’Ἀτρείδαις ὄφελος ἢ ’π’ἐμοὶ τόδε;
Νεοπτολεμος
Νε.
Νε.
1385σοί που, φίλος γ’ὤν, κα- χὠ λόγος τοιόσδε μου.
Φιλοκτητης
Φι.
Φι.
1386πῶς, ὅς γε τοῖς ἐχθροῖσί μ’ἐκδοῦναι θέλεις;
Νεοπτολεμος
Νε.
Νε.
1387ὦ τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς.
Φιλοκτητης
Φι.
Φι.
1388ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις.
Νεοπτολεμος
Νε.
Νε.
1389οὔκουν ἔγωγε · φημὶ δ’οὔ σε μανθάνειν.
Φιλοκτητης
Φι.
Φι.
1390ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με;
Νεοπτολεμος
Νε.
Νε.
1391ἀλλ’ἐκβαλόντες εἰ πάλιν σώσουσ’ὅρα.
Φιλοκτητης
Φι.
Φι.
1392οὐδέποθ’ἑκόντα γ’ὥστε τὴν Τροίαν ἰδεῖν.
Νεοπτολεμος
Νε.
Νε.
1393τί δῆτ’ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γ’ἐν λόγοις
1394πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω;
1395ὡς ῥᾷστ’ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ
1396ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας.
Φιλοκτητης
Φι.
Φι.
1397ἔα με πάσχειν ταῦθ’ἅπερ παθεῖν με δεῖ ·
1398ἃ δ’ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών,
1399πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον,
1400καὶ μὴ βράδυνε μη δ’ἐπιμνησθῇς ἔτι
1401Τροίας · ἅλις γάρ μοι τεθρήνηται γόοις.
Νεοπτολεμος
Νε.
Νε.
1402εἰ δοκεῖ, στείχωμεν.
Φιλοκτητης
Φι.
Φι.
1402aὦ γενναῖον εἰρηκὼς ἔπος.
Νεοπτολεμος
Νε.
Νε.
1403ἀντέρειδε νῦν βάσιν σήν.
Φιλοκτητης
Φι.
Φι.
1403aεἰς ὅσον γ’ἐγὼ σθένω.
Νεοπτολεμος
Νε.
Νε.
1404αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξομαι;
Φιλοκτητης
Φι.
Φι.
1404aμὴ φροντίσῃς.
Νεοπτολεμος
Νε.
Νε.
1405τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν;
Φιλοκτητης
Φι.
Φι.
1405aἐγὼ παρὼν
Νεοπτολεμος
Νε.
Νε.
1406τίνα προσωφέλησιν ἔρξεις;
Φιλοκτητης
Φι.
Φι.
1406aβέλεσι τοῖς Ἡρακλέους
Νεοπτολεμος
Νε.
Νε.
1407πῶς λέγεις;
Φιλοκτητης
Φι.
Φι.
1407aεἴρξω πελάζειν.
Νεοπτολεμος
Νε.
Νε.
1407bστεῖχε προσκύσας χθόνα.
Ηρακλης
Ηρ.
Ηρ.
1408μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων
1409ἀίῃς μύθων, παῖ Ποίαντος ·
1410φάσκειν δ’αὐδὴν τὴν Ἡρακλέους
1411ἀκοῇτε κλύειν λεύσσειντ’ὄψιν.
1412τὴν σὴν δ’ἥκω χάριν οὐρανίας
1413ἕδρας προλιπών,
1415τὰ Διόςτε φράσων βουλεύματά σοι
1416κατερητύσωνθ’ὁδὸν ἣν στέλλει ·
1417σὺ δ’ἐμῶν μύθων ἐπάκουσον.
1418καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας,
1419ὅσους πονήσας καὶ διεξελθὼν πόνους
1420ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθ’ὁρᾶν.
1421καὶ σοί, σάφ’ἴσθι, τοῦτ’ὀφείλεται παθεῖν,
1422ἐκ τῶν πόνων τῶνδ’εὐκλεᾶ θέσθαι βίον.
1423ἐλθὼν δὲ σὺν τῷδ’ἀνδρὶ πρὸς τὸ Τρωικὸν
1424πόλισμα, πρῶτον μὲν νόσου παύσει λυγρᾶς,
1425ἀρετῇτε πρῶτος ἐκκριθεὶς στρατεύματος,
1426Πάριν μέν, ὃς τῶνδ’αἴτιος κακῶν ἔφυ,
1427τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου,
1428πέρσειςτε Τροίαν, σκῦλάτ’εἰς μέλαθρα σὰ
1429πέμψεις, ἀριστεῖ’ἐκλαβὼν στρατεύματος,
1430Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα.
1431ἃ δ’ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ,
1432τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν
1433κόμιζε. καὶ σοὶ ταῦτ’, Ἀχιλλέως τέκνον,
1434παρῄνεσ’· οὔτε γὰρ σὺ τοῦδ’ἄτερ σθένεις
1435ἑλεῖν τὸ Τροίας πεδίον οὔθ’οὗτος σέθεν.
1436ἀλλ’ὡς λέοντε συννόμω φυλάσσετον
1437οὗτος σὲ καὶ σὺ τόνδ’· ἐγὼ δ’Ἀσκληπιὸν
1438παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον.
1439τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν
1440τόξοις ἁλῶναι. τοῦτο δ’ἐννοεῖθ’, ὅταν
1441πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς ·
1442ὡς τα- τἄλλα πάντα δεύτερ’ἡγεῖται πατὴρ
1443Ζεύς · οὐ γὰρ εὐσέβεια συνθνῄσκει βροτοῖς ·
1444κα- κἂν ζῶσι κα- κἂν θάνωσιν, οὐκ ἀπόλλυται.
Φιλοκτητης
Φι.
Φι.
1445ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψας
1446χρόνιόςτε φανείς,
1447οὐκ ἀπιθήσω τοῖς σοῖς μύθοις.
Νεοπτολεμος
Νε.
Νε.
1448κα- κἀγὼ γνώμην ταύτῃ τίθεμαι.
Ηρακλης
Ηρ.
Ηρ.
1449μή νυν χρόνιοι μέλλετε πράσσειν ·
1450καιρὸς καὶ πλοῦς
1451ὅδ’ἐπείγει γὰρ κατὰ πρύμνην.
Φιλοκτητης
Φι.
Φι.
1452φέρε νυν στείχων χώραν καλέσω.
1453χαῖρ’, ὦ μέλαθρον ξύμφρουρον ἐμοί,
1454νύμφαιτ’ἔνυδροι λειμωνιάδες,
1455καὶ κτύπος ἄρσην πόντου προβολῆς,
1456οὗ πολλάκι δὴ το- τοὐμὸν ἐτέγχθη
1457κρᾶτ’ἐνδόμυχον πληγαῖσι νότου,
1458πολλὰ δὲ φωνῆς τῆς ἡμετέρας
1459Ἑρμαῖον ὄρος παρέπεμψεν ἐμοὶ
1460στόνον ἀντίτυπον χειμαζομένῳ.
1461νῦν δ’, ὦ κρῆναι Λύκιόντε ποτόν,
1462λείπομεν ὑμᾶς, λείπομεν ἤδη
1463δόξης οὔ ποτε τῆσδ’ἐπιβάντες.
1464χαῖρ’, ὦ Λήμνου πέδον ἀμφίαλον,
1465καί μ’εὐπλοίᾳ πέμψον ἀμέμπτως,
1466ἔνθ’ἡ μεγάλη Μοῖρα κομίζει
1467γνώμητε φίλων κα- χὠ πανδαμάτωρ
1468δαίμων, ὃς ταῦτ’ἐπέκρανεν.
Χορος
Χο.
Χο.
1469χωρῶμεν δὴ πάντες ἀολλεῖς,
1470νύμφαις ἁλίαισιν ἐπευξάμενοι
1471νόστου σωτῆρας ἱκέσθαι.