Electra
Παιδαγωγος
Πα.
Πα.
1ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ
2Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν’ἔξεστί σοι
3παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθ’ἀεί.
4τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε,
5τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης ·
6αὕτη δ’, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ
7ἀγορὰ Λύκειος · οὑξ ἀριστερᾶς δ’ὅδε
8Ἥρας ὁ κλεινὸς ναός · οἷ δ’ἱκάνομεν,
9φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν
10πολύφθορόντε δῶμα Πελοπιδῶν τόδε,
11ὅθεν σε πατρὸς ἐκ φονῶν ἐγώ ποτε
12πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν
13ἤνεγκα κα- κἀξέσωσα κα- κἀξεθρεψάμην
14τοσόνδ’ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου.
15νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένων
16Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον ·
17ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας
18ἑῷα κινεῖ φθέγματ’ὀρνίθων σαφῆ
19μέλαινάτ’ἄστρων ἐκλέλοιπεν εὐφρόνη.
20πρὶν οὖν τιν’ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,
21ξυνάπτετον λόγοισιν · ὡς ἐνταῦθ’ἐμέν,
22ἵν’οὐκέτ’ὀκνεῖν καιρός, ἀλλ’ἔργων ἀκμή.
Ορεστης
Ορ.
Ορ.
23ὦ φίλτατ’ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ
24σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς.
25ὥσπερ γὰρ ἵππος εὐγενής, κα- κἂν ᾖ γέρων,
26ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,
27ἀλλ’ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ
28ἡμᾶςτ’ὀτρύνεις κα- καὐτὸς ἐν πρώτοις ἕπει.
29τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ
30ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς,
31εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.
32ἐγὼ γὰρ ἡνίχ’ἱκόμην τὸ Πυθικὸν
33μαντεῖον, ὡς μάθοιμ’ὅτῳ τρόπῳ πατρὶ
34δίκας ἀροίμην τῶν φονευσάντων πάρα,
35χρῇ μοι τοιαῦθ’ὁ Φοῖβος ὧν πεύσει τάχα ·
36ἄσκευον αὐτὸν ἀσπίδωντε καὶ στρατοῦ
37δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.
38ὅτ’οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν,
39σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ,
40δόμων ἔσω τῶνδ’, ἴσθι πᾶν τὸ δρώμενον,
41ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ.
42οὐ γάρ σε μὴ γήρᾳτε καὶ χρόνῳ μακρῷ
43γνῶσ’, οὐ δ’ὑποπτεύσουσιν ὧδ’ἠνθισμένον.
44λόγῳ δὲ χρῶ τοιῷδ’, ὅτι ξένος μὲν εἶ
45Φωκέως παρ’ἀνδρὸς Φανοτέως ἥκων · ὃ γὰρ
46μέγιστος αὐτοῖς τυγχάνει δορυξένων.
47ἄγγελλε δ’ὅρκον προστιθεὶς ὁθούνεκα
48τέθνηκ’Ὀρέστης ἐξ ἀναγκαίας τύχης,
49ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων
50δίφρων κυλισθείς · ὧδ’ὁ μῦθος ἑστάτω.
51ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,
52λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς
53στέψαντες εἶτ’ἄψορρον ἥξομεν πάλιν,
54τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν,
55ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον,
56ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν
57φέρωμεν αὐτοῖς, το- τοὐμὸν ὡς ἔρρει δέμας
58φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.
59τί γάρ με λυπεῖ τοῦθ’, ὅταν λόγῳ θανὼν
60ἔργοισι σωθῶ κα- κἀξενέγκωμαι κλέος;
61δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν.
62ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς
63λόγῳ μάτην θνῄσκοντας · εἶθ’, ὅταν δόμους
64ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον ·
65ὡς κα- κἄμ’ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο
66δεδορκότ’ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι.
67ἀλλ’, ὦ πατρῴα γῆ θεοίτ’ἐγχώριοι,
68δέξασθέ μ’εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,
69σύτ’, ὦ πατρῷον δῶμα · σοῦ γὰρ ἔρχομαι
70δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος ·
71καὶ μή μ’ἄτιμον τῆσδ’ἀποστείλητε γῆς,
72ἀλλ’ἀρχέπλουτον καὶ καταστάτην δόμων.
73εἴρηκα μέν νυν ταῦτα · σοὶ δ’ἤδη, γέρον,
74τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος.
75νὼ δ’ἔξιμεν · καιρὸς γάρ, ὅσπερ ἀνδράσιν
76μέγιστος ἔργου παντός ἐστ’ἐπιστάτης.
Ηλεκτρα
Ηλ.
Ηλ.
77ἰώ μοί μοι δύστηνος.
Παιδαγωγος
Πα.
Πα.
78καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς
79ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον.
Ορεστης
Ορ.
Ορ.
80ἆρ’ἐστὶν ἡ δύστηνος Ἠλέκτρα · θέλεις
81μείνωμεν αὐτοῦ κα- κἀπακούσωμεν γόων;
Παιδαγωγος
Πα.
Πα.
82ἥκιστα · μηδὲν πρόσθεν ἢ τὰ Λοξίου
83πειρώμεθ’ἔρδειν κα- κἀπὸ τῶνδ’ἀρχηγετεῖν,
84πατρὸς χέοντες λουτρά · ταῦτα γὰρ φέρει
85νίκηντ’ἐφ’ἡμῖν καὶ κράτος τῶν δρωμένων.
Ηλεκτρα
Ηλ.
Ηλ.
86ὦ φάος ἁγνὸν
87καὶ γῆς ἰσόμοιρ’ἀήρ, ὥς μοι
88πολλὰς μὲν θρήνων ᾠδάς,
89πολλὰς δ’ἀντήρεις ᾔσθου
90στέρνων πληγὰς αἱμασσομένων,
91ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ ·
92τὰ δὲ παννυχίδων ἤδη στυγεραὶ
93ξυνίσασ’εὐναὶ μογερῶν οἴκων,
94ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ
95πατέρ’, ὃν κατὰ μὲν βάρβαρον αἶαν
96φοίνιος Ἄρης οὐκ ἐξένισεν,
97μήτηρ δ’ἡμὴ κα- χὠ κοινολεχὴς
98Αἴγισθος ὅπως δρῦν ὑλοτόμοι
99σχίζουσι κάρα φονίῳ πελέκει,
100κα- κοὐδεὶς τούτων οἶκτος ἀπ’ἄλλης
101ἢ ’μοῦ φέρεται, σοῦ, πάτερ, οὕτως
102αἰκῶς οἰκτρῶςτε θανόντος.
103ἀλλ’οὐ μὲν δὴ
104λήξω θρήνων στυγερῶντε γόων,
105ἔστ’ἂν παμφεγγεῖς ἄστρων
106ῥιπάς, λεύσσω δὲ τόδ’ἦμαρ,
107μὴ οὐ τεκνολέτειρ’ὥς τις ἀηδὼν
108ἐπὶ κωκυτῷ τῶνδε πατρῴων
109πρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν.
110ὦ δῶμ’Ἀΐδου καὶ Περσεφόνης,
111ὦ χθόνι’Ἑρμῆ καὶ πότνι’Ἀρὰ
112σεμναίτε θεῶν παῖδες Ἐρινύες,
113αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθ’,
114αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους,
115ἔλθετ’, ἀρήξατε, τίσασθε πατρὸς
116φόνον ἡμετέρου,
117καί μοι τὸν ἐμὸν πέμψατ’ἀδελφόν ·
118μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ
120λύπης ἀντίρροπον ἄχθος.
Χορος
Χο.
Χο.
121ὦ παῖ, παῖ δυστανοτάτας
122Ἠλέκτρα ματρός, τίν’ἀεὶ
123τάκεις ὧδ’ἀκόρεστον οἰμωγὰν
124τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα
125ματρὸς ἁλόντ’ἀπάταις Ἀγαμέμνονα
126κακᾷτε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν
127ὄλοιτ’, εἴ μοι θέμις τάδ’αὐδᾶν.
Ηλεκτρα
Ηλ.
Ηλ.
128ὦ γενέθλα γενναίων,
130ἥκετ’ἐμῶν καμάτων παραμύθιον.
131οἶδάτε καὶ ξυνίημι τάδ’, οὔ τί με
132φυγγάνει, οὐ δ’ἐθέλω προλιπεῖν τόδε,
133μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρ’ἄθλιον.
134ἀλλ’ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν,
135ἐᾶτέ μ’ὧδ’ἀλύειν,
136αἰαῖ, ἱκνοῦμαι.
Χορος
Χο.
Χο.
137ἀλλ’οὔτοι τόν γ’ἐξ Ἀΐδα
138παγκοίνου λίμνας πατέρ’
139ἀνστάσεις οὔτε γόοισιν οὔτ’εὐχαῖς.
140ἀλλ’ἀπὸ τῶν μετρίων ἐπ’ἀμήχανον
141ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι,
142ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν.
143τί μοι τῶν δυσφόρων ἐφίει;
Ηλεκτρα
Ηλ.
Ηλ.
144νήπιος ὃς τῶν οἰκτρῶς
145οἰχομένων γονέων ἐπιλάθεται.
146ἀλλ’ἐμέ γ’ἁ στονόεσσ’ἄραρεν φρένας,
147ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται,
148ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος.
150ἰὼ παντλάμων Νιόβα, σὲ δ’ἔγωγε νέμω θεόν,
151ἅτ’ἐν τάφῳ πετραίῳ
152αἰεὶ δακρύεις.
Χορος
Χο.
Χο.
153οὔτοι σοὶ μούνᾳ, τέκνον,
155ἄχος ἐφάνη βροτῶν,
156πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά,
157οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος,
158οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα,
159κρυπτᾷτ’ἀχέων ἐν ἥβᾳ,
160ὄλβιος, ὃν ἁ κλεινὰ
161γᾶ ποτε Μυκηναίων
162δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι
163βήματι μολόντα τάνδε γᾶν Ὀρέσταν.
Ηλεκτρα
Ηλ.
Ηλ.
164ὅν γ’ἐγὼ ἀκάματα προσμένουσ’, ἄτεκνος,
165τάλαιν’, ἀνύμφευτος αἰὲν οἰχνῶ,
166δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον
167οἶτον ἔχουσα κακῶν · ὁ δὲ λάθεται
168ὧντ’ἔπαθ’ὧντ’ἐδάη. τί γὰρ οὐκ ἐμοὶ
170ἔρχεται ἀγγελίας ἀπατώμενον;
171ἀεὶ μὲν γὰρ ποθεῖ,
172ποθῶν δ’οὐκ ἀξιοῖ φανῆναι.
Χορος
Χο.
Χο.
173θάρσει μοι, θάρσει, τέκνον.
175ἔτι μέγας οὐρανῷ
176Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει ·
177ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα
178μήθ’οἷς ἐχθαίρεις ὑπεράχθεο μήτ’ἐπιλάθου ·
179χρόνος γὰρ εὐμαρὴς θεός.
180οὔτε γὰρ ὁ τὰν Κρῖσαν
181βούνομον ἔχων ἀκτὰν
182παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος
183οὔθ’ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων.
Ηλεκτρα
Ηλ.
Ηλ.
185ἀλλ’ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη
186βίοτος ἀνέλπιστος, οὐ δ’ἔτ’ἀρκῶ ·
187ἅτις ἄνευ τεκέων κατατάκομαι,
188ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται,
189ἀλλ’ἁπερεί τις ἔποικος ἀναξία
190οἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν
191ἀεικεῖ σὺν στολᾷ,
192κεναῖς δ’ἀμφίσταμαι τραπέζαις.
Χορος
Χο.
Χο.
193οἰκτρὰ μὲν νόστοις αὐδά,
194οἰκτρὰ δ’ἐν κοίταις πατρῴαις
195ὅτε οἱ παγχάλκων ἀνταία
196γενύων ὡρμάθη πλαγά.
197δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας,
198δεινὰν δεινῶς προφυτεύσαντες
199μορφάν, εἴτ’οὖν θεὸς εἴτε βροτῶν
200ἦν ὁ ταῦτα πράσσων.
Ηλεκτρα
Ηλ.
Ηλ.
201ὦ πασᾶν κείνα πλέον ἁμέρα
202ἐλθοῦσ’ἐχθίστα δή μοι ·
203ὦ νύξ, ὦ δείπνων ἀρρήτων
204ἔκπαγλ’ἄχθη,
205τοὺς ἐμὸς ἴδε πατὴρ
206θανάτους αἰκεῖς διδύμαιν χειροῖν,
207αἳ τὸν ἐμὸν εἷλον βίον πρόδοτον, αἵ μ’ἀπώλεσαν ·
208οἷς θεὸς ὁ μέγας Ὀλύμπιος
210ποίνιμα πάθεα παθεῖν πόροι,
211μη δέ ποτ’ἀγλαΐας ἀποναίατο
212τοιάδ’ἀνύσαντες ἔργα.
Χορος
Χο.
Χο.
213φράζου μὴ πόρσω φωνεῖν.
214οὐ γνώμαν ἴσχεις ἐξ οἵων
215τὰ παρόντ’οἰκείας εἰς ἄτας
216ἐμπίπτεις οὕτως αἰκῶς;
217πολὺ γάρ τι κακῶν ὑπερεκτήσω,
218σᾷ δυσθύμῳ τίκτουσ’ἀεὶ
219ψυχᾷ πολέμους · τὰ δὲ τοῖς δυνατοῖς
220οὐκ ἐριστὰ πλάθειν.
Ηλεκτρα
Ηλ.
Ηλ.
221δεινοῖς ἠναγκάσθην, δεινοῖς ·
222ἔξοιδ’, οὐ λάθει μ’ὀργά.
223ἀλλ’ἐν γὰρ δεινοῖς οὐ σχήσω
224ταύτας ἄτας,
225ὄφρα με βίος ἔχῃ.
226τίνι γάρ ποτ’ἄν, ὦ φιλία γενέθλα,
227πρόσφορον ἀκούσαιμ’ἔπος, τίνι φρονοῦντι καίρια;
228ἄνετέ μ’ἄνετε, παράγοροι ·
229τάδε γὰρ ἄλυτα κεκλήσεται,
230οὐ δέ ποτ’ἐκ καμάτων ἀποπαύσομαι
231ἀνάριθμος ὧδε θρήνων.
Χορος
Χο.
Χο.
232ἀλλ’οὖν εὐνοίᾳ γ’αὐδῶ,
233μάτηρ ὡσεί τις πιστά,
235μὴ τίκτειν σ’ἄταν ἄταις.
Ηλεκτρα
Ηλ.
Ηλ.
236καὶ τί μέτρον κακότατος ἔφυ; φέρε,
237πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν;
238ἐν τίνι τοῦτ’ἔβλαστ’ἀνθρώπων;
239μήτ’εἴην ἔντιμος τούτοις
240μήτ’, εἴ τῳ πρόσκειμαι χρηστῷ,
241ξυνναίοιμ’εὔκηλος, γονέων
242ἐκτίμους ἴσχουσα πτέρυγας
243ὀξυτόνων γόων.
245εἰ γὰρ ὁ μὲν θανὼν γᾶτε καὶ οὐδὲν ὢν
246κείσεται τάλας,
247οἱ δὲ μὴ πάλιν
248δώσουσ’ἀντιφόνους δίκας,
249ἔρροιτ’ἂν αἰδὼς
250ἁπάντωντ’εὐσέβεια θνατῶν.
Χορος
Χο.
Χο.
251ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσ’ἅμα
252καὶ το- τοὐμὸν αὐτῆς ἦλθον · εἰ δὲ μὴ καλῶς
253λέγω, σὺ νίκα · σοὶ γὰρ ἑψόμεσθ’ἅμα.
Ηλεκτρα
Ηλ.
Ηλ.
254αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ
255πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν.
256ἀλλ’ἡ βία γὰρ ταῦτ’ἀναγκάζει με δρᾶν,
257σύγγνωτε · πῶς γὰρ ἥτις εὐγενὴς γυνή,
258πατρῷ’ὁρῶσα πήματ’, οὐ δρῴη τάδ’ἄν;
259ἁ- ἁγὼ κατ’ἦμαρ καὶ κατ’εὐφρόνην ἀεὶ
260θάλλοντα μᾶλλον ἢ καταφθίνονθ’ὁρῶ ·
261ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μ’ἐγείνατο,
262ἔχθιστα συμβέβηκεν · εἶτα δώμασιν
263ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς
264ξύνειμι, κα- κἀκ τῶνδ’ἄρχομαι κα- κἀκ τῶνδέ μοι
265λαβεῖνθ’ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.
266ἔπειτα ποίας ἡμέρας δοκεῖς μ’ἄγειν,
267ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντ’ἴδω
268τοῖσιν πατρῴοις, εἰσίδω δ’ἐσθήματα
269φοροῦντ’ἐκείνῳ τα- ταὐτὰ καὶ παρεστίους
270σπένδοντα λοιβὰς ἔνθ’ἐκεῖνον ὤλεσεν,
271ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,
272τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς
273ξὺν τῇ ταλαίνῃ μητρί, μητέρ’εἰ χρεὼν
274ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην ·
275ἡ δ’ὧδε τλήμων ὥστε τῷ μιάστορι
276ξύνεστ’, ἐρινὺν οὔτιν’ἐκφοβουμένη ·
277ἀλλ’ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,
278εὑροῦσ’ἐκείνην ἡμέραν, ἐν ᾗ τότε
279πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,
280ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ
281θεοῖσιν ἔμμην’ἱερὰ τοῖς σωτηρίοις.
282ἐγὼ δ’ὁρῶσ’ἡ δύσμορος κατὰ στέγας
283κλαίω, τέτηκα, κα- κἀπικωκύω πατρὸς
284τὴν δυστάλαιναν δαῖτ’ἐπωνομασμένην
285αὐτὴ πρὸς αὑτήν. οὐ δὲ γὰρ κλαῦσαι πάρα
286τοσόνδ’ὅσον μοι θυμὸς ἡδονὴν φέρει.
287αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ
288φωνοῦσα τοιάδ’ἐξονειδίζει κακά ·
289ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ
290τέθνηκεν; ἄλλος δ’οὔτις ἐν πένθει βροτῶν;
291κακῶς ὄλοιο, μη δέ σ’ἐκ γόων ποτὲ
292τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.
293τάδ’ἐξυβρίζει · πλὴν ὅταν κλύῃ τινὸς
294ἥξοντ’Ὀρέστην · τηνικαῦτα δ’ἐμμανὴς
295βοᾷ παραστᾶσ’· οὐ σύ μοι τῶνδ’αἰτία;
296οὐ σὸν τόδ’ἐστὶ το- τοὔργον, ἥτις ἐκ χερῶν
297κλέψασ’Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;
298ἀλλ’ἴσθι τοι τίσουσά γ’ἀξίαν δίκην.
299τοιαῦθ’ὑλακτεῖ, σὺν δ’ἐποτρύνει πέλας
300ὁ κλεινὸς αὐτῇ τα- ταὐτὰ νυμφίος παρών,
301ὁ πάντ’ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη,
302ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος.
303ἐγὼ δ’Ὀρέστην τῶνδε προσμένουσ’ἀεὶ
304παυστῆρ’ἐφήξειν ἡ τάλαιν’ἀπόλλυμαι.
305μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσαςτέ μου
306καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν.
307ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,
308οὔτ’εὐσεβεῖν πάρεστιν · ἀλλ’ἔν τοι κακοῖς
309πολλή ’στ’ἀνάγκη κα- κἀπιτηδεύειν κακά.
Χορος
Χο.
Χο.
310φέρ’εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας
311λέγεις τάδ’ἡμῖν ἢ βεβῶτος ἐκ δόμων;
Ηλεκτρα
Ηλ.
Ηλ.
312ἦ κάρτα · μὴ δόκει μ’ἄν, εἴπερ ἦν πέλας,
313θυραῖον οἰχνεῖν · νῦν δ’ἀγροῖσι τυγχάνει.
Χορος
Χο.
Χο.
314ἦ κα- κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους
315τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτ’ἔχει;
Ηλεκτρα
Ηλ.
Ηλ.
316ὡς νῦν ἀπόντος ἱστόρει · τί σοι φίλον;
Χορος
Χο.
Χο.
317καὶ δή σ’ἐρωτῶ · τοῦ κασιγνήτου τί φής,
318ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω.
Ηλεκτρα
Ηλ.
Ηλ.
319φησίν γε · φάσκων δ’οὐδὲν ὧν λέγει ποεῖ.
Χορος
Χο.
Χο.
320φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμ’ἀνὴρ πράσσων μέγα.
Ηλεκτρα
Ηλ.
Ηλ.
321καὶ μὴν ἔγωγ’ἔσωσ’ἐκεῖνον οὐκ ὄκνῳ.
Χορος
Χο.
Χο.
322θάρσει · πέφυκεν ἐσθλός, ὥστ’ἀρκεῖν φίλοις.
Ηλεκτρα
Ηλ.
Ηλ.
323πέποιθ’, ἐπεί τα- τἂν οὐ μακρὰν ἔζων ἐγώ.
Χορος
Χο.
Χο.
324μὴ νῦν ἔτ’εἴπῃς μηδέν · ὡς δόμων ὁρῶ
325τὴν σὴν ὅμαιμον ἐκ πατρὸς τα- ταὐτοῦ φύσιν,
326Χρυσόθεμιν, ἔκτε μητρός, ἐντάφια χεροῖν
327φέρουσαν, οἷα τοῖς κάτω νομίζεται.
Χρυσοθεμις
Χρ.
Χρ.
328τίν’αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις
329ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν,
330κα- κοὐ δ’ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις
331θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;
332καίτοι τοσοῦτόν γ’οἶδα κα- κἀμαυτήν, ὅτι
333ἀλγῶ ’πὶ τοῖς παροῦσιν · ὥστ’ἄν, εἰ σθένος
334λάβοιμι, δηλώσαιμ’ἂν οἷ’αὐτοῖς φρονῶ.
335νῦν δ’ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ,
336καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή ·
337τοιαῦτα δ’ἄλλα καὶ σὲ βούλομαι ποεῖν.
338καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ’γὼ λέγω,
339ἀλλ’ᾗ σὺ κρίνεις · εἰ δ’ἐλευθέραν με δεῖ
340ζῆν, τῶν κρατούντων ἐστὶ πάντ’ἀκουστέα.
Ηλεκτρα
Ηλ.
Ηλ.
341δεινόν γέ σ’οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς,
342κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.
343ἅπαντα γάρ σοι τα- τἀμὰ νουθετήματα
344κείνης διδακτά, κα- κοὐδὲν ἐκ σαυτῆς λέγεις.
345ἔπειθ’ἑλοῦ γε θάτερ’, ἢ φρονεῖν κακῶς
346ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν ·
347ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις
348σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν,
349ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης
350οὔτε ξυνέρδεις τήντε δρῶσαν ἐκτρέπεις.
351οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;
352ἐπεὶ δίδαξον, ἢ μάθ’ἐξ ἐμοῦ, τί μοι
353κέρδος γένοιτ’ἂν τῶνδε ληξάσῃ γόων.
354οὐ ζῶ; κακῶς μέν, οἶδ’, ἐπαρκούντως δ’ἐμοί.
355λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι
356τιμὰς προσάπτειν, εἴ τις ἔστ’ἐκεῖ χάρις.
357σὺ δ’ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,
358ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.
359ἐγὼ μὲν οὖν οὐκ ἄν ποτ’, οὐ δ’εἴ μοι τὰ σὰ
360μέλλοι τις οἴσειν δῶρ’, ἐφ’οἷσι νῦν χλιδᾷς,
361τούτοις ὑπεικάθοιμι · σοὶ δὲ πλουσία
362τράπεζα κείσθω καὶ περιρρείτω βίος.
363ἐμοὶ γὰρ ἔστω το- τοὐμὲ μὴ λυπεῖν μόνον
364βόσκημα · τῆς σῆς δ’οὐκ ἐρῶ τιμῆς τυχεῖν,
365οὐ δ’ἂν σύ, σώφρων γ’οὖσα. νῦν δ’ἐξὸν πατρὸς
366πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ
367τῆς μητρός · οὕτω γὰρ φανεῖ πλείστοις κακή,
368θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.
Χορος
Χο.
Χο.
369μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν · ὡς τοῖς λόγοις
370ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις
371τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν.
Χρυσοθεμις
Χρ.
Χρ.
372ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως
373τῶν τῆσδε μύθων · οὐ δ’ἂν ἐμνήσθην ποτέ,
374εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν
375ἤκουσ’, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων.
Ηλεκτρα
Ηλ.
Ηλ.
376φέρ’εἰπὲ δὴ τὸ δεινόν · εἰ γὰρ τῶνδέ μοι
377μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμ’ἔτι.
Χρυσοθεμις
Χρ.
Χρ.
378ἀλλ’ἐξερῶ σοι πᾶν ὅσον κάτοιδ’ἐγώ.
379μέλλουσι γάρ σ’, εἰ τῶνδε μὴ λήξεις γόων,
380ἐνταῦθα πέμψειν ἔνθα μή ποθ’ἡλίου
381φέγγος προσόψει, ζῶσα δ’ἐν κατηρεφεῖ
382στέγῃ χθονὸς τῆσδ’ἐκτὸς ὑμνήσεις κακά.
383πρὸς ταῦτα φράζου καί με μή ποθ’ὕστερον
384παθοῦσα μέμψῃ · νῦν γὰρ ἐν καλῷ φρονεῖν.
Ηλεκτρα
Ηλ.
Ηλ.
385ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν;
Χρυσοθεμις
Χρ.
Χρ.
386μάλισθ’· ὅταν περ οἴκαδ’Αἴγισθος μόλῃ.
Ηλεκτρα
Ηλ.
Ηλ.
387ἀλλ’ἐξίκοιτο τοῦδέ γ’οὕνεκ’ἐν τάχει.
Χρυσοθεμις
Χρ.
Χρ.
388τίν’, ὦ τάλαινα, τόνδ’ἐπηράσω λόγον;
Ηλεκτρα
Ηλ.
Ηλ.
389ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ.
Χρυσοθεμις
Χρ.
Χρ.
390ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτ’εἶ φρενῶν;
Ηλεκτρα
Ηλ.
Ηλ.
391ὅπως ἀφ’ὑμῶν ὡς προσωτάτω φύγω.
Χρυσοθεμις
Χρ.
Χρ.
392βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις;
Ηλεκτρα
Ηλ.
Ηλ.
393καλὸς γὰρ ὁ- οὑμὸς βίοτος ὥστε θαυμάσαι.
Χρυσοθεμις
Χρ.
Χρ.
394ἀλλ’ἦν ἄν, εἰ σύ γ’εὖ φρονεῖν ἠπίστασο.
Ηλεκτρα
Ηλ.
Ηλ.
395μή μ’ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν.
Χρυσοθεμις
Χρ.
Χρ.
396ἀλλ’οὐ διδάσκω · τοῖς κρατοῦσι δ’εἰκαθεῖν.
Ηλεκτρα
Ηλ.
Ηλ.
397σὺ ταῦτα θώπευ’· οὐκ ἐμοὺς τρόπους λέγεις.
Χρυσοθεμις
Χρ.
Χρ.
398καλόν γε μέντοι μὴ ’ξ ἀβουλίας πεσεῖν.
Ηλεκτρα
Ηλ.
Ηλ.
399πεσούμεθ’, εἰ χρή, πατρὶ τιμωρούμενοι.
Χρυσοθεμις
Χρ.
Χρ.
400πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει.
Ηλεκτρα
Ηλ.
Ηλ.
401ταῦτ’ἐστὶ τα- τἄπη πρὸς κακῶν ἐπαινέσαι.
Χρυσοθεμις
Χρ.
Χρ.
402σὺ δ’οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί;
Ηλεκτρα
Ηλ.
Ηλ.
403οὐ δῆτα · μή πω νοῦ τοσόνδ’εἴην κενή.
Χρυσοθεμις
Χρ.
Χρ.
404χωρήσομαί τα- τἄρ’οἷπερ ἐστάλην ὁδοῦ.
Ηλεκτρα
Ηλ.
Ηλ.
405ποῖ δ’ἐμπορεύει; τῷ φέρεις τάδ’ἔμπυρα;
Χρυσοθεμις
Χρ.
Χρ.
406μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς.
Ηλεκτρα
Ηλ.
Ηλ.
407πῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν;
Χρυσοθεμις
Χρ.
Χρ.
408ὃν ἔκταν’αὐτή · τοῦτο γὰρ λέξαι θέλεις.
Ηλεκτρα
Ηλ.
Ηλ.
409ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτ’ἤρεσεν;
Χρυσοθεμις
Χρ.
Χρ.
410ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί;
Ηλεκτρα
Ηλ.
Ηλ.
411ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γ’ἀλλὰ νῦν.
Χρυσοθεμις
Χρ.
Χρ.
412ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι;
Ηλεκτρα
Ηλ.
Ηλ.
413εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμ’ἂν τότε.
Χρυσοθεμις
Χρ.
Χρ.
414ἀλλ’οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι.
Ηλεκτρα
Ηλ.
Ηλ.
415λέγ’ἀλλὰ τοῦτο · πολλά τοι σμικροὶ λόγοι
416ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς.
Χρυσοθεμις
Χρ.
Χρ.
417λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς
418τοῦ σοῦτε κα- κἀμοῦ δευτέραν ὁμιλίαν
419ἐλθόντος ἐς φῶς · εἶτα τόνδ’ἐφέστιον
420πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ
421αὐτός, τανῦν δ’Αἴγισθος · ἐκ δὲ τοῦδ’ἄνω
422βλαστεῖν βρύοντα θαλλόν, ᾧ κατάσκιον
423πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα.
424τοιαῦτά του παρόντος, ἡνίχ’Ἡλίῳ
425δείκνυσι το- τοὔναρ, ἔκλυον ἐξηγουμένου.
426πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι
427πέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν.
428πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν
429ἐμοὶ πιθέσθαι μη δ’ἀβουλίᾳ πεσεῖν ·
430εἰ γάρ μ’ἀπώσει, σὺν κακῷ μέτει πάλιν.
Ηλεκτρα
Ηλ.
Ηλ.
431ἀλλ’, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν
432τύμβῳ προσάψῃς μηδέν · οὐ γάρ σοι θέμις
433οὐ δ’ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι
434κτερίσματ’οὐ δὲ λουτρὰ προσφέρειν πατρί ·
435ἀλλ’ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει
436κρύψον νιν, ἔνθα μή ποτ’εἰς εὐνὴν πατρὸς
437τούτων πρόσεισι μηδέν · ἀλλ’ὅταν θάνῃ
438κειμήλι’αὐτῇ ταῦτα σῳζέσθω κάτω.
439ἀρχὴν δ’ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ
440πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς
441οὐκ ἄν ποθ’ὅν γ’ἔκτεινε, τῷδ’ἐπέστεφε.
442σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ
443γέρα τάδ’οὑν τάφοισι δέξασθαι νέκυς,
444ὑφ’ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής,
445ἐμασχαλίσθη, κα- κἀπὶ λουτροῖσιν κάρᾳ
446κηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖς
447λυτήρι’αὐτῇ ταῦτα τοῦ φόνου φέρειν;
448οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες · σὺ δὲ
449τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας
450κα- κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδ’, ἀλλ’ὅμως
451ἅχω, δὸς αὐτῷ, τήνδ’ἀλιπαρῆ τρίχα
452καὶ ζῶμα το- τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον.
453αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ
454ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν,
455καὶ παῖδ’Ὀρέστην ἐξ ὑπερτέρας χερὸς
456ἐχθροῖσιν αὐτοῦ ζῶντ’ἐπεμβῆναι ποδί,
457ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις
458χερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα.
459οἶμαι μὲν οὖν, οἶμαί τι κα- κἀκείνῳ μέλον
460πέμψαι τάδ’αὐτῇ δυσπρόσοπτ’ὀνείρατα ·
461ὅμως δ’, ἀδελφή, σοίθ’ὑπούργησον τάδε
462ἐμοίτ’ἀρωγὰ τῷτε φιλτάτῳ βροτῶν
463πάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί.
Χορος
Χο.
Χο.
464πρὸς εὐσέβειαν ἡ κόρη λέγει · σὺ δέ,
465εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε.
Χρυσοθεμις
Χρ.
Χρ.
466δράσω · τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον
467δυοῖν ἐρίζειν, ἀλλ’ἐπισπεύδειν τὸ δρᾶν.
468πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ
469σιγὴ παρ’ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι ·
470ὡς εἰ τάδ’ἡ τεκοῦσα πεύσεται, πικρὰν
471δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι.
Χορος
Χο.
Χο.
472εἰ μὴ ’γὼ παράφρων μάντις ἔφυν καὶ γνώμας
473λειπομένα σοφᾶς,
474εἶσιν ἁ πρόμαντις
475Δίκα δίκαια φερομένα χεροῖν κράτη ·
476μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου.
477ὕπεστί μοι θάρσος,
480ἁδυπνόων κλύουσαν
481ἀρτίως ὀνειράτων.
482οὐ γάρ ποτ’ἀμναστεῖ γ’ὁ φύσας σ’Ἑλλάνων ἄναξ,
485οὐ δ’ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς,
486ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις.
487ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δεινοῖς
490κρυπτομένα λόχοις
491χαλκόπους Ἐρινύς.
492ἄλεκτρ’ἄνυμφα γὰρ ἐπέβα μιαιφόνων
493γάμων ἁμιλλήμαθ’οἷσιν οὐ θέμις.
495πρὸ τῶνδέ τοί μ’ἔχει
496μή ποτε μή ποθ’ἡμῖν
497ἀψεγὲς πελᾶν τέρας
500τοῖς δρῶσι καὶ συνδρῶσιν. ἤ τοι μαντεῖαι βροτῶν
501οὐκ εἰσὶν ἐν δεινοῖς ὀνείροις οὐ δ’ἐν θεσφάτοις,
502εἰ μὴ τόδε φάσμα νυκτὸς εὖ κατασχήσει.
503ὦ Πέλοπος ἁ πρόσθεν
505πολύπονος ἱππεία,
506ὡς ἔμολες αἰανὴς
507τᾷδε γᾷ.
508εὖτε γὰρ ὁ ποντισθεὶς
509Μυρτίλος ἐκοιμάθη,
510παγχρύσων δίφρων
511δυστάνοις αἰκίαις
512πρόρριζος ἐκριφθείς,
513οὔ τί πω
514ἔλειπεν ἐκ τοῦδ’οἴκου
515πολύπονος αἰκία.
Κλυταιμνηστρα
Κλ.
Κλ.
516ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει ·
517οὐ γὰρ πάρεστ’Αἴγισθος, ὅς σ’ἐπεῖχ’ἀεὶ
518μή τοι θυραίαν γ’οὖσαν αἰσχύνειν φίλους ·
519νῦν δ’ὡς ἄπεστ’ἐκεῖνος, οὐδὲν ἐντρέπει
520ἐμοῦ γε · καίτοι πολλὰ πρὸς πολλούς με δὴ
521ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης
522ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά ·
523ἐγὼ δ’ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε
524λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά.
525πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημ’ἀεὶ
526ὡς ἐξ ἐμοῦ τέθνηκεν. ἐξ ἐμοῦ · καλῶς
527ἔξοιδα · τῶνδ’ἄρνησις οὐκ ἔνεστί μοι ·
528ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη,
529ᾗ χρῆν σ’ἀρήγειν, εἰ φρονοῦσ’ἐτύγχανες ·
530ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί,
531τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη
532θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ
533λύπης, ὅτ’ἔσπειρ’, ὥσπερ ἡ τίκτουσ’ἐγώ.
534εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνων
535ἔθυσεν αὐτήν · πότερον Ἀργείων ἐρεῖς;
536ἀλλ’οὐ μετῆν αὐτοῖσι τήν γ’ἐμὴν κτανεῖν.
537ἀλλ’ἀντ’ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν
538τα- τἄμ’, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην;
539πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,
540οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς
541καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδ’ἦν χάριν;
542ἢ τῶν ἐμῶν Ἅιδης τιν’ἵμερον τέκνων
543ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον;
544ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ
545παίδων πόθος παρεῖτο, Μενέλεω δ’ἐνῆν;
546οὐ ταῦτ’ἀβούλου καὶ κακοῦ γνώμην πατρός;
547δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω ·
548φαίη δ’ἂν ἡ θανοῦσά γ’, εἰ φωνὴν λάβοι.
549ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις
550δύσθυμος · εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς,
551γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε.
Ηλεκτρα
Ηλ.
Ηλ.
552ἐρεῖς μὲν οὐχὶ νῦν γέ μ’ὡς ἄρξασά τι
553λυπηρὸν εἶτα σοῦ τάδ’ἐξήκουσ’ὕπο ·
554ἀλλ’ἢν ἐφῇς μοι, τοῦ τεθνηκότοςθ’ὕπερ
555λέξαιμ’ἂν ὀρθῶς τῆς κασιγνήτηςθ’ὁμοῦ.
Κλυταιμνηστρα
Κλ.
Κλ.
556καὶ μὴν ἐφίημ’· εἰ δέ μ’ὧδ’ἀεὶ λόγους
557ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν.
Ηλεκτρα
Ηλ.
Ηλ.
558καὶ δὴ λέγω σοι. πατέρα φὴς κτεῖναι. τίς ἂν
559τούτου λόγος γένοιτ’ἂν αἰσχίων ἔτι,
560εἴτ’οὖν δικαίως εἴτε μή; λέξω δέ σοι
561ὡς οὐ δίκῃ γ’ἔκτεινας, ἀλλά σ’ἔσπασεν
562πειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει.
563ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνος
564ποινὰς τὰ πολλὰ πνεύματ’ἔσχ’ἐν Αὐλίδι ·
565ἢ ’γὼ φράσω · κείνης γὰρ οὐ θέμις μαθεῖν.
566πατήρ ποθ’ὁ- οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς
567παίζων κατ’ἄλσος ἐξεκίνησεν ποδοῖν
568στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς
569ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών.
570κα- κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη
571κατεῖχ’Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον
572τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.
573ὧδ’ἦν τὰ κείνης θύματ’· οὐ γὰρ ἦν λύσις
574ἄλλη στρατῷ πρὸς οἶκον οὐ δ’εἰς Ἴλιον.
575ἀνθ’ὧν, βιασθεὶς πολλὰ κα- κἀντιβάς, μόλις
576ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.
577εἰ δ’οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων
578ἐπωφελῆσαι ταῦτ’ἔδρα, τούτου θανεῖν
579χρῆν αὐτὸν οὕνεκ’ἐκ σέθεν; ποίῳ νόμῳ;
580ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς
581μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς.
582εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντ’ἄλλου, σύ τοι
583πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.
584ἀλλ’εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης.
585εἰ γὰρ θέλεις, δίδαξον ἀνθ’ὅτου τανῦν
586αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,
587ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθ’οὗ
588πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,
589καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς
590κα- κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσ’ἔχεις.
591πῶς ταῦτ’ἐπαινέσαιμ’ἄν; ἢ καὶ ταῦτ’ἐρεῖς
592ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;
593αἰσχρῶς δ’, ἐάν περ καὶ λέγῃς · οὐ γὰρ καλὸν
594ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα.
595ἀλλ’οὐ γὰρ οὐ δὲ νουθετεῖν ἔξεστί σε,
596ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα
597κακοστομοῦμεν. καί σ’ἔγωγε δεσπότιν
598ἢ μητέρ’οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,
599ἣ ζῶ βίον μοχθηρόν, ἔκτε σοῦ κακοῖς
600πολλοῖς ἀεὶ ξυνοῦσα τοῦτε συννόμου ·
601ὃ δ’ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,
602τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον ·
603ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα
604ἐπῃτιάσω · καὶ τόδ’, εἴπερ ἔσθενον,
605ἔδρων ἄν, εὖ τοῦτ’ἴσθι · τοῦδέ γ’οὕνεκα
606κήρυσσέ μ’εἰς ἅπαντας, εἴτε χρῇς κακὴν
607εἴτε στόμαργον εἴτ’ἀναιδείας πλέαν.
608εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,
609σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.
Χορος
Χο.
Χο.
610ὁρῶ μένος πνέουσαν · εἰ δὲ σὺν δίκῃ
611ξύνεστι, τοῦδε φροντίδ’οὐκέτ’εἰσορῶ.
Κλυταιμνηστρα
Κλ.
Κλ.
612ποίας δ’ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,
613ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,
614καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖ
615χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;
Ηλεκτρα
Ηλ.
Ηλ.
616εὖ νυν ἐπίστω τῶνδέ μ’αἰσχύνην ἔχειν,
617κα- κεἰ μὴ δοκῶ σοι · μανθάνω δ’ὁθούνεκα
618ἔξωρα πράσσω κα- κοὐκ ἐμοὶ προσεικότα.
619ἀλλ’ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ
620ἔργ’ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ ·
621αἰσχροῖς γὰρ αἰσχρὰ πράγματ’ἐκδιδάσκεται.
Κλυταιμνηστρα
Κλ.
Κλ.
622ὦ θρέμμ’ἀναιδές, ἦ σ’ἐγὼ καὶ τα- τἄμ’ἔπη
623καὶ τα- τἄργα τα- τἀμὰ πόλλ’ἄγαν λέγειν ποεῖ.
Ηλεκτρα
Ηλ.
Ηλ.
624σύ τοι λέγεις νιν, οὐκ ἐγώ · σὺ γὰρ ποεῖς
625το- τοὔργον · τὰ δ’ἔργα τοὺς λόγους εὑρίσκεται.
Κλυταιμνηστρα
Κλ.
Κλ.
626ἀλλ’οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους
627τοῦδ’οὐκ ἀλύξεις, εὖτ’ἂν Αἴγισθος μόλῃ.
Ηλεκτρα
Ηλ.
Ηλ.
628ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι
629λέγειν ἃ χρῄζοιμ’, οὐ δ’ἐπίστασαι κλύειν.
Κλυταιμνηστρα
Κλ.
Κλ.
630οὔκουν ἐάσεις οὐ δ’ὑπ’εὐφήμου βοῆς
631θῦσαί μ’, ἐπειδὴ σοί γ’ἐφῆκα πᾶν λέγειν;
Ηλεκτρα
Ηλ.
Ηλ.
632ἐῶ, κελεύω, θῦε · μη δ’ἐπαιτιῶ
633το- τοὐμὸν στόμ’, ὡς οὐκ ἂν πέρα λέξαιμ’ἔτι.
Κλυταιμνηστρα
Κλ.
Κλ.
634ἔπαιρε δὴ σὺ θύμαθ’ἡ παροῦσά μοι
635πάγκαρπ’, ἄνακτι τῷδ’ὅπως λυτηρίους
636εὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω.
637κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε,
638κεκρυμμένην μου βάξιν · οὐ γὰρ ἐν φίλοις
639ὁ μῦθος, οὐ δὲ πᾶν ἀναπτύξαι πρέπει
640πρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί,
641μὴ σὺν φθόνῳτε καὶ πολυγλώσσῳ βοῇ
642σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν.
643ἀλλ’ὧδ’ἄκουε · τῇδε γὰρ κα- κἀγὼ φράσω.
644ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα
645δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκει’ἄναξ,
646εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα,
647εἰ δ’ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες ·
648καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες
649δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς,
650ἀλλ’ὧδέ μ’αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ
651δόμους Ἀτρειδῶν σκῆπτράτ’ἀμφέπειν τάδε,
652φίλοισίτε ξυνοῦσαν οἷς ξύνειμι νῦν
653εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ
654δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά.
655ταῦτ’, ὦ Λύκει’Ἄπολλον, ἵλεως κλύων
656δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα.
657τὰ δ’ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ
658ἐπαξιῶ σε δαίμον’ὄντ’ἐξειδέναι ·
659τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθ’ὁρᾶν.
Παιδαγωγος
Πα.
Πα.
660ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς
661εἰ τοῦ τυράννου δώματ’Αἰγίσθου τάδε;
Χορος
Χο.
Χο.
662τάδ’ἐστίν, ὦ ξέν’· αὐτὸς ᾔκασας καλῶς.
Παιδαγωγος
Πα.
Πα.
663ἦ καὶ δάμαρτα τήνδ’ἐπεικάζων κυρῶ
664κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.
Χορος
Χο.
Χο.
665μάλιστα πάντων · ἥδε σοι κείνη πάρα.
Παιδαγωγος
Πα.
Πα.
666ὦ χαῖρ’, ἄνασσα · σοὶ φέρων ἥκω λόγους
667ἡδεῖς φίλου παρ’ἀνδρὸς Αἰγίσθῳθ’ὁμοῦ.
Κλυταιμνηστρα
Κλ.
Κλ.
668ἐδεξάμην τὸ ῥηθέν · εἰδέναι δέ σου
669πρώτιστα χρῄζω τίς σ’ἀπέστειλεν βροτῶν.
Παιδαγωγος
Πα.
Πα.
670Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα.
Κλυταιμνηστρα
Κλ.
Κλ.
671τὸ ποῖον, ὦ ξέν’; εἰπέ · παρὰ φίλου γὰρ ὢν
672ἀνδρός, σάφ’οἶδα, προσφιλεῖς λέξεις λόγους.
Παιδαγωγος
Πα.
Πα.
673τέθνηκ’Ὀρέστης · ἐν βραχεῖ ξυνθεὶς λέγω.
Ηλεκτρα
Ηλ.
Ηλ.
674οἲ ’γὼ τάλαιν’, ὄλωλα τῇδ’ἐν ἡμέρᾳ.
Κλυταιμνηστρα
Κλ.
Κλ.
675τί φής, τί φής, ὦ ξεῖνε; μὴ ταύτης κλύε.
Παιδαγωγος
Πα.
Πα.
676θανόντ’Ὀρέστην νῦντε καὶ πάλαι λέγω.
Ηλεκτρα
Ηλ.
Ηλ.
677ἀπωλόμην δύστηνος, οὐδέν εἰμ’ἔτι.
Κλυταιμνηστρα
Κλ.
Κλ.
678σὺ μὲν τὰ σαυτῆς πρᾶσσ’, ἐμοὶ δὲ σύ, ξένε,
679τα- τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται;
Παιδαγωγος
Πα.
Πα.
680κα- κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω.
681κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος
682πρόσχημ’ἀγῶνος Δελφικῶν ἄθλων χάριν,
683ὅτ’ᾔσθετ’ἀνδρὸς ὀρθίων κηρυγμάτων
684δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,
685εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας ·
686δρόμου δ’ἰσώσας τῇ φύσει τὰ τέρματα
687νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας.
688κα- χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω
689οὐκ οἶδα τοιοῦδ’ἀνδρὸς ἔργα καὶ κράτη ·
690ἓν δ’ἴσθ’· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς
691692
τούτων ἐνεγκὼν πάντα τα- τἀπινίκια
693ὠλβίζετ’, Ἀργεῖος μὲν ἀνακαλούμενος,
694ὄνομα δ’Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος
695Ἀγαμέμνονος στράτευμ’ἀγείραντός ποτε.
696καὶ ταῦτα μὲν τοιαῦθ’· ὅταν δέ τις θεῶν
697βλάπτῃ, δύναιτ’ἂν οὐ δ’ἂν ἰσχύων φυγεῖν.
698κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθ’ἱππικῶν
699ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών,
700εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα.
701εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο
702Λίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται ·
703κα- κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχων
704ἵππους, ὁ πέμπτος · ἕκτος ἐξ Αἰτωλίας
705ξανθαῖσι πώλοις · ἕβδομος Μάγνης ἀνήρ ·
706ὁ δ’ὄγδοος λεύκιππος, Αἰνιὰν γένος ·
707ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο ·
708Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον.
709στάντες δ’ὅθ’αὐτοὺς οἱ τεταγμένοι βραβῆς
710κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους,
711χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν · οἱ δ’ἅμα
712ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν
713ἔσεισαν · ἐν δὲ πᾶς ἐμεστώθη δρόμος
714κτύπου κροτητῶν ἁρμάτων · κόνις δ’ἄνω
715φορεῖθ’· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι
716φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι
717χνόας τις αὐτῶν καὶ φρυάγμαθ’ἱππικά.
718ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις
719ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί.
720κεῖνος δ’ὑπ’αὐτὴν ἐσχάτην στήλην ἔχων
721ἔχριμπτ’ἀεὶ σύριγγα, δεξιὸν δ’ἀνεὶς
722σειραῖον ἵππον εἶργε τὸν προσκείμενον.
723καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι ·
724ἔπειτα δ’Αἰνιᾶνος ἀνδρὸς ἄστομοι
725πῶλοι βίᾳ φέρουσιν · ἐκ δ’ὑποστροφῆς
726τελοῦντες ἕκτον ἕβδομόντ’ἤδη δρόμον
727μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις ·
728κα- κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ
729ἔθραυε κα- κἀνέπιπτε, πᾶν δ’ἐπίμπλατο
730ναυαγίων Κρισαῖον ἱππικῶν πέδον.
731γνοὺς δ’οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος
732ἔξω παρασπᾷ κα- κἀνακωχεύει παρεὶς
733κλύδων’ἔφιππον ἐν μέσῳ κυκώμενον.
734ἤλαυνε δ’ἔσχατος μέν, ὑστέρας ἔχων
735πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων ·
736ὅπως δ’ὁρᾷ μόνον νιν ἐλλελειμμένον,
737ὀξὺν δι’ὤτων κέλαδον ἐνσείσας θοαῖς
738πώλοις διώκει, κα- κἀξισώσαντε ζυγὰ
739ἠλαυνέτην, τότ’ἄλλος, ἄλλοθ’ἅτερος
740κάρα προβάλλων ἱππικῶν ὀχημάτων.
741καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους
742ὠρθοῦθ’ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων ·
743ἔπειτα λύων ἡνίαν ἀριστερὰν
744κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν
745παίσας · ἔθραυσε δ’ἄξονος μέσας χνόας
746κα- κἀξ ἀντύγων ὤλισθεν · ἐν δ’ἑλίσσεται
747τμητοῖς ἱμᾶσι · τοῦ δὲ πίπτοντος πέδῳ
748πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον.
749στρατὸς δ’ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα
750δίφρων, ἀνωλόλυξε τὸν νεανίαν,
751οἷ’ἔργα δράσας οἷα λαγχάνει κακά,
752φορούμενος πρὸς οὖδας, ἄλλοτ’οὐρανῷ
753σκέλη προφαίνων, ἔστε νιν διφρηλάται,
754μόλις κατασχεθόντες ἱππικὸν δρόμον,
755ἔλυσαν αἱματηρόν, ὥστε μηδένα
756γνῶναι φίλων ἰδόντ’ἂν ἄθλιον δέμας.
757καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ
758χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ
759φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι,
760ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός.
761τοιαῦτά σοι ταῦτ’ἐστίν, ὡς μὲν ἐν λόγῳ
762ἀλγεινά, τοῖς δ’ἰδοῦσιν, οἵπερ εἴδομεν,
763μέγιστα πάντων ὧν ὄπωπ’ἐγὼ κακῶν.
Χορος
Χο.
Χο.
764φεῦ φεῦ · τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι
765πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος.
Κλυταιμνηστρα
Κλ.
Κλ.
766ὦ Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω,
767ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δ’ἔχει,
768εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς.
Παιδαγωγος
Πα.
Πα.
769τί δ’ὧδ’ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ;
Κλυταιμνηστρα
Κλ.
Κλ.
770δεινὸν τὸ τίκτειν ἐστίν · οὐ δὲ γὰρ κακῶς
771πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται.
Παιδαγωγος
Πα.
Πα.
772μάτην ἄρ’ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν.
Κλυταιμνηστρα
Κλ.
Κλ.
773οὔτοι μάτην γε · πῶς γὰρ ἂν μάτην λέγοις,
774εἴ μοι θανόντος πίστ’ἔχων τεκμήρια
775προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς,
776μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς
777ἀπεξενοῦτο καί μ’, ἐπεὶ τῆσδε χθονὸς
778ἐξῆλθεν, οὐκέτ’εἶδεν, ἐγκαλῶν δέ μοι
779φόνους πατρῴους δείν’ἐπηπείλει τελεῖν;
780ὥστ’οὔτε νυκτὸς ὕπνον οὔτ’ἐξ ἡμέρας
781ἐμὲ στεγάζειν ἡδύν, ἀλλ’ὁ προστατῶν
782χρόνος διῆγέ μ’αἰὲν ὡς θανουμένην.
783νῦν δ’— ἡμέρᾳ γὰρ τῇδ’ἀπήλλαγμαι φόβου
784πρὸς τῆσδ’ἐκείνουθ’· ἥδε γὰρ μείζων βλάβη
785ξύνοικος ἦν μοι, το- τοὐμὸν ἐκπίνουσ’ἀεὶ
786ψυχῆς ἄκρατον αἷμα — νῦν δ’ἕκηλά που
787τῶν τῆσδ’ἀπειλῶν οὕνεχ’ἡμερεύσομεν.
Ηλεκτρα
Ηλ.
Ηλ.
788οἴμοι τάλαινα · νῦν γὰρ οἰμῶξαι πάρα,
789Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθ’ὧδ’ἔχων
790πρὸς τῆσδ’ὑβρίζει μητρός. ἆρ’ἔχει καλῶς;
Κλυταιμνηστρα
Κλ.
Κλ.
791οὔτοι σύ · κεῖνος δ’ὡς ἔχει καλῶς ἔχει.
Ηλεκτρα
Ηλ.
Ηλ.
792ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως.
Κλυταιμνηστρα
Κλ.
Κλ.
793ἤκουσεν ὧν δεῖ κα- κἀπεκύρωσεν καλῶς.
Ηλεκτρα
Ηλ.
Ηλ.
794ὕβριζε · νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις.
Κλυταιμνηστρα
Κλ.
Κλ.
795οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε.
Ηλεκτρα
Ηλ.
Ηλ.
796πεπαύμεθ’ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν.
Κλυταιμνηστρα
Κλ.
Κλ.
797πολλῶν ἂν ἥκοις, ὦ ξέν’, ἄξιος τυχεῖν,
798εἰ τήνδ’ἔπαυσας τῆς πολυγλώσσου βοῆς.
Παιδαγωγος
Πα.
Πα.
799οὐκοῦν ἀποστείχοιμ’ἄν, εἰ τάδ’εὖ κυρεῖ.
Κλυταιμνηστρα
Κλ.
Κλ.
800ἥκιστ’· ἐπείπερ οὔτ’ἐμοῦ κατάξι’ἂν
801πράξειας οὔτε τοῦ πορεύσαντος ξένου.
802ἀλλ’εἴσιθ’εἴσω · τήνδε δ’ἔκτοθεν βοᾶν
803ἔα τάθ’αὑτῆς καὶ τὰ τῶν φίλων κακά.
Ηλεκτρα
Ηλ.
Ηλ.
804ἆρ’ὑμὶν ὡς ἀλγοῦσα κα- κὠδυνωμένη
805δεινῶς δακρῦσαι κα- κἀπικωκῦσαι δοκεῖ
806τὸν υἱὸν ἡ δύστηνος ὧδ’ὀλωλότα;
807ἀλλ’ἐγγελῶσα φροῦδος · ὦ τάλαιν’ἐγώ.
808Ὀρέστα φίλταθ’, ὥς μ’ἀπώλεσας θανών.
809ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸς
810αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι,
811σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε
812κα- κἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν;
813μόνη γάρ εἰμι, σοῦτ’ἀπεστερημένη
814καὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλιν
815ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶ
816φονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει;
817ἀλλ’οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου
818ξύνοικος, εἴσειμ’, ἀλλὰ τῇδε πρὸς πύλῃ
819παρεῖσ’ἐμαυτὴν ἄφιλος αὐανῶ βίον.
820πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται,
821τῶν ἔνδον ὄντων · ὡς χάρις μέν, ἢν κτάνῃ,
822λύπη δ’, ἐὰν ζῶ · τοῦ βίου δ’οὐδεὶς πόθος.
Χορος
Χο.
Χο.
823ποῦ ποτε κεραυνοὶ Διὸς ἢ ποῦ φαέθων
825Ἅλιος, εἰ ταῦτ’ἐφορῶντες κρύπτουσιν ἕκηλοι;
Ηλεκτρα
Ηλ.
Ηλ.
826ἒ ἔ, αἰαῖ.
Χορος
Χο.
Χο.
827ὦ παῖ, τί δακρύεις;
Ηλεκτρα
Ηλ.
Ηλ.
828φεῦ.
Χορος
Χο.
Χο.
830μηδὲν μέγ’ἀΰσῃς.
Ηλεκτρα
Ηλ.
Ηλ.
831ἀπολεῖς.
Χορος
Χο.
Χο.
832πῶς;
Ηλεκτρα
Ηλ.
Ηλ.
833εἰ τῶν φανερῶς οἰχομένων
834εἰς Ἀΐδαν ἐλπίδ’ὑποίσεις, κατ’ἐμοῦ τακομένας
835μᾶλλον ἐπεμβάσει.
Χορος
Χο.
Χο.
836οἶδα γὰρ ἄνακτ’Ἀμφιάρεων χρυσοδέτοις
837ἕρκεσι κρυφθέντα γυναικῶν · καὶ νῦν ὑπὸ γαίας
Ηλεκτρα
Ηλ.
Ηλ.
840ἒ ἔ, ἰώ.
Χορος
Χο.
Χο.
841πάμψυχος ἀνάσσει.
Ηλεκτρα
Ηλ.
Ηλ.
842φεῦ.
Χορος
Χο.
Χο.
843φεῦ δῆτ’· ὀλοὰ γὰρ
Ηλεκτρα
Ηλ.
Ηλ.
844ἐδάμη.
Χορος
Χο.
Χο.
845ναί.
Ηλεκτρα
Ηλ.
Ηλ.
846οἶδ’οἶδ’· ἐφάνη γὰρ μελέτωρ
847ἀμφὶ τὸν ἐν πένθει · ἐμοὶ δ’οὔτις ἔτ’ἔσθ’· ὃς γὰρ ἔτ’ἦν,
848φροῦδος ἀναρπασθείς.
Χορος
Χο.
Χο.
849δειλαία δειλαίων κυρεῖς.
Ηλεκτρα
Ηλ.
Ηλ.
850κα- κἀγὼ τοῦδ’ἴστωρ, ὑπερίστωρ,
851πανσύρτῳ παμμήνῳ πολλῶν
852δεινῶν στυγνῶντ’αἰῶνι.
Χορος
Χο.
Χο.
853εἴδομεν ἁθρήνεις.
Ηλεκτρα
Ηλ.
Ηλ.
855μή μέ νυν μηκέτι
856παραγάγῃς, ἵν’οὐ
Χορος
Χο.
Χο.
857τί φής;
Ηλεκτρα
Ηλ.
Ηλ.
858πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων
859εὐπατριδᾶν ἀρωγαί.
Χορος
Χο.
Χο.
860πᾶσι θνατοῖς ἔφυ μόρος.
Ηλεκτρα
Ηλ.
Ηλ.
861ἦ καὶ χαλάργοις ἐν ἁμίλλαις
862οὕτως, ὡς κείνῳ δυστάνῳ,
863τμητοῖς ὁλκοῖς ἐγκῦρσαι;
Χορος
Χο.
Χο.
864ἄσκοπος ἁ λώβα.
Ηλεκτρα
Ηλ.
Ηλ.
865πῶς γὰρ οὔκ; εἰ ξένος
866ἄτερ ἐμᾶν χερῶν
Χορος
Χο.
Χο.
867παπαῖ.
Ηλεκτρα
Ηλ.
Ηλ.
868κέκευθεν, οὔτε του τάφου ἀντιάσας
870οὔτε γόων παρ’ἡμῶν.
Χρυσοθεμις
Χρ.
Χρ.
871ὑφ’ἡδονῆς τοι, φιλτάτη, διώκομαι
872τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν ·
873φέρω γὰρ ἡδονάςτε κα- κἀνάπαυλαν ὧν
874πάροιθεν εἶχες καὶ κατέστενες κακῶν
Ηλεκτρα
Ηλ.
Ηλ.
875πόθεν δ’ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων
876ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστ’ἰδεῖν;
Χρυσοθεμις
Χρ.
Χρ.
877πάρεστ’Ὀρέστης ἡμίν, ἴσθι τοῦτ’ἐμοῦ
878κλύουσ’, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ.
Ηλεκτρα
Ηλ.
Ηλ.
879ἀλλ’ἦ μέμηνας, ὦ τάλαινα, κα- κἀπὶ τοῖς
880σαυτῆς κακοῖσι κα- κἀπὶ τοῖς ἐμοῖς γελᾷς;
Χρυσοθεμις
Χρ.
Χρ.
881μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλ’οὐχ ὕβρει
882λέγω τάδ’, ἀλλ’ἐκεῖνον ὡς παρόντα νῷν.
Ηλεκτρα
Ηλ.
Ηλ.
883οἴμοι τάλαινα · καὶ τίνος βροτῶν λόγον
884τόνδ’εἰσακούσασ’ὧδε πιστεύεις ἄγαν;
Χρυσοθεμις
Χρ.
Χρ.
885ἐγὼ μὲν ἐξ ἐμοῦτε κα- κοὐκ ἄλλης, σαφῆ
886σημεῖ’ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.
Ηλεκτρα
Ηλ.
Ηλ.
887τίν’, ὦ τάλαιν’, ἔχουσα πίστιν; ἐς τί μοι
888βλέψασα θάλπει τῷδ’ἀνηκέστῳ πυρί;
Χρυσοθεμις
Χρ.
Χρ.
889πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου
890τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς.
Ηλεκτρα
Ηλ.
Ηλ.
891σὺ δ’οὖν λέγ’, εἴ σοι τῷ λόγῳ τις ἡδονή.
Χρυσοθεμις
Χρ.
Χρ.
892καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.
893ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,
894ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους
895πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ
896πάντων ὅσ’ἐστὶν ἀνθέων θήκην πατρός.
897ἰδοῦσα δ’ἔσχον θαῦμα, καὶ περισκοπῶ
898μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.
899ὡς δ’ἐν γαλήνῃ πάντ’ἐδερκόμην τόπον,
900τύμβου προσεῖρπον ἆσσον · ἐσχάτης δ’ὁρῶ
901πυρᾶς νεώρη βόστρυχον τετμημένον ·
902κα- κεὐθὺς τάλαιν’ὡς εἶδον, ἐμπαίει τί μοι
903ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν
904πάντων Ὀρέστου τοῦθ’ὁρᾶν τεκμήριον ·
905καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ,
906χαρᾷ δὲ πίμπλημ’εὐθὺς ὄμμα δακρύων.
907καὶ νῦνθ’ὁμοίως καὶ τότ’ἐξεπίσταμαι
908μή του τόδ’ἀγλάϊσμα πλὴν κείνου μολεῖν ·
909τῷ γὰρ προσήκει πλήν γ’ἐμοῦ καὶ σοῦ τόδε;
910κα- κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτ’ἐπίσταμαι,
911οὐ δ’αὖ σύ · πῶς γάρ; ᾗ γε μη δὲ πρὸς θεοὺς
912ἔξεστ’ἀκλαύστῳ τῆσδ’ἀποστῆναι στέγης.
913ἀλλ’οὐ δὲ μὲν δὴ μητρὸς οὔθ’ὁ νοῦς φιλεῖ
914τοιαῦτα πράσσειν οὔτε δρῶσ’ἐλάνθαν’ἄν ·
915ἀλλ’ἔστ’Ὀρέστου ταῦτα τα- τἀπιτύμβια.
916ἀλλ’, ὦ φίλη, θάρσυνε · τοῖς αὐτοῖσί τοι
917οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ.
918νῷν ἦν τὰ πρόσθεν στυγνός · ἡ δὲ νῦν ἴσως
919πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν.
Ηλεκτρα
Ηλ.
Ηλ.
920φεῦ, τῆς ἀνοίας ὥς σ’ἐποικτίρω πάλαι.
Χρυσοθεμις
Χρ.
Χρ.
921τί δ’ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε;
Ηλεκτρα
Ηλ.
Ηλ.
922οὐκ οἶσθ’ὅποι γῆς οὐ δ’ὅποι γνώμης φέρει.
Χρυσοθεμις
Χρ.
Χρ.
923πῶς δ’οὐκ ἐγὼ κάτοιδ’ἅ γ’εἶδον ἐμφανῶς;
Ηλεκτρα
Ηλ.
Ηλ.
924τέθνηκεν, ὦ τάλαινα, τα- τἀκείνου δέ σοι
925σωτήρι’ἔρρει · μηδὲν εἰς κεῖνόν γ’ὅρα.
Χρυσοθεμις
Χρ.
Χρ.
926οἴμοι τάλαινα · τοῦ τάδ’ἤκουσας βροτῶν;
Ηλεκτρα
Ηλ.
Ηλ.
927τοῦ πλησίον παρόντος, ἡνίκ’ὤλλυτο.
Χρυσοθεμις
Χρ.
Χρ.
928καὶ ποῦ ’στιν οὗτος; θαῦμά τοί μ’ὑπέρχεται.
Ηλεκτρα
Ηλ.
Ηλ.
929κατ’οἶκον, ἡδὺς οὐ δὲ μητρὶ δυσχερής.
Χρυσοθεμις
Χρ.
Χρ.
930οἴμοι τάλαινα · τοῦ γὰρ ἀνθρώπων ποτ’ἦν
931τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα;
Ηλεκτρα
Ηλ.
Ηλ.
932οἶμαι μάλιστ’ἔγωγε τοῦ τεθνηκότος
933μνημεῖ’Ὀρέστου ταῦτα προσθεῖναί τινα.
Χρυσοθεμις
Χρ.
Χρ.
934ὦ δυστυχής · ἐγὼ δὲ σὺν χαρᾷ λόγους
935τοιούσδ’ἔχουσ’ἔσπευδον, οὐκ εἰδυῖ’ἄρα
936ἵν’ἦμεν ἄτης · ἀλλὰ νῦν, ὅθ’ἱκόμην,
937τάτ’ὄντα πρόσθεν ἄλλαθ’εὑρίσκω κακά.
Ηλεκτρα
Ηλ.
Ηλ.
938οὕτως ἔχει σοι ταῦτ’· ἐὰν δέ μοι πίθῃ,
939τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος.
Χρυσοθεμις
Χρ.
Χρ.
940ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ;
Ηλεκτρα
Ηλ.
Ηλ.
941οὐκ ἔσθ’ὅ γ’εἶπον · οὐ γὰρ ὧδ’ἄφρων ἔφυν.
Χρυσοθεμις
Χρ.
Χρ.
942τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος;
Ηλεκτρα
Ηλ.
Ηλ.
943τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω.
Χρυσοθεμις
Χρ.
Χρ.
944ἀλλ’εἴ τις ὠφέλειά γ’, οὐκ ἀπώσομαι.
Ηλεκτρα
Ηλ.
Ηλ.
945ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ.
Χρυσοθεμις
Χρ.
Χρ.
946ὁρῶ. ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω.
Ηλεκτρα
Ηλ.
Ηλ.
947ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν.
948παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων
949ὡς οὔτις ἡμῖν ἔστιν, ἀλλ’Ἅιδης λαβὼν
950ἀπεστέρηκε καὶ μόνα λελείμμεθον.
951ἐγὼ δ’ἕως μὲν τὸν κασίγνητον βίῳ
952θάλλοντ’ἔτ’εἰσήκουον, εἶχον ἐλπίδας
953φόνου ποτ’αὐτὸν πράκτορ’ἵξεσθαι πατρός ·
954νῦν δ’ἡνίκ’οὐκέτ’ἔστιν, εἰς σὲ δὴ βλέπω,
955ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου
956ξὺν τῇδ’ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν
957Αἴγισθον · οὐδὲν γάρ σε δεῖ κρύπτειν μ’ἔτι.
958ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίν’ἐλπίδων
959βλέψασ’ἔτ’ὀρθήν; ᾗ πάρεστι μὲν στένειν
960πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ,
961πάρεστι δ’ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου
962ἄλεκτρα γηράσκουσαν ἀνυμέναιάτε.
963καὶ τῶνδε μέντοι μηκέτ’ἐλπίσῃς ὅπως
964τεύξει ποτ’· οὐ γὰρ ὧδ’ἄβουλός ἐστ’ἀνὴρ
965Αἴγισθος ὥστε σόν ποτ’ἢ κα- κἀμὸν γένος
966βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.
967ἀλλ’ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν,
968πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω
969θανόντος οἴσει τοῦ κασιγνήτουθ’ἅμα ·
970ἔπειτα δ’, ὥσπερ ἐξέφυς, ἐλευθέρα
971καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων
972τεύξει · φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.
973λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην
974σαυτῇτε κα- κἀμοὶ προσβαλεῖς πεισθεῖσ’ἐμοί;
975τίς γάρ ποτ’ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν
976τοιοῖσδ’ἐπαίνοις οὐχὶ δεξιώσεται ·
977ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,
978ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην,
979ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ
980ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου ·
981τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν,
982τώδ’ἔνθ’ἑορταῖς ἔντε πανδήμῳ πόλει
983τιμᾶν ἅπαντας οὕνεκ’ἀνδρείας χρεών.
984τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν,
985ζώσαιν θανούσαινθ’ὥστε μὴ ’κλιπεῖν κλέος.
986ἀλλ’, ὦ φίλη, πείσθητι, συμπόνει πατρί,
987σύγκαμν’ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ,
988παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσ’ὅτι
989ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.
Χορος
Χο.
Χο.
990ἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθία
991καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος.
Χρυσοθεμις
Χρ.
Χρ.
992καὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶν
993ἐτύγχαν’αὕτη μὴ κακῶν, ἐσῴζετ’ἂν
994τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται.
995ποῖ γάρ ποτ’ἐμβλέψασα τοιοῦτον θράσος
996αὐτήθ’ὁπλίζει κα- κἄμ’ὑπηρετεῖν καλεῖς;
997οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐ δ’ἀνὴρ ἔφυς,
998σθένεις δ’ἔλασσον τῶν ἐναντίων χερί.
999δαίμων δὲ τοῖς μὲν εὐτυχεῖ καθ’ἡμέραν,
1000ἡμῖν δ’ἀπορρεῖ κα- κἀπὶ μηδὲν ἔρχεται.
1001τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν
1002ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;
1003ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ
1004κτησώμεθ’, εἴ τις τούσδ’ἀκούσεται λόγους.
1005λύει γὰρ ἡμῖν οὐδὲν οὐ δ’ἐπωφελεῖ
1006βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν.
1007οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλ’ὅταν θανεῖν
1008χρῄζων τις εἶτα μη δὲ τοῦτ’ἔχῃ λαβεῖν.
1009ἀλλ’ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν
1010ἡμᾶςτ’ὀλέσθαι κα- κἀξερημῶσαι γένος,
1011κατάσχες ὀργήν. καὶ τὰ μὲν λελεγμένα
1012ἄρρητ’ἐγώ σοι κα- κἀτελῆ φυλάξομαι,
1013αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ,
1014σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν.
Χορος
Χο.
Χο.
1015πείθου · προνοίας οὐδὲν ἀνθρώποις ἔφυ
1016κέρδος λαβεῖν ἄμεινον οὐ δὲ νοῦ σοφοῦ.
Ηλεκτρα
Ηλ.
Ηλ.
1017ἀπροσδόκητον οὐδὲν εἴρηκας · καλῶς δ’
1018ᾔδη σ’ἀπορρίψουσαν ἁπηγγελλόμην.
1019ἀλλ’αὐτόχειρί μοι μόνῃτε δραστέον
1020το- τοὔργον τόδ’· οὐ γὰρ δὴ κενόν γ’ἀφήσομεν.
Χρυσοθεμις
Χρ.
Χρ.
1021φεῦ ·
1021aεἴθ’ὤφελες τοιάδε τὴν γνώμην πατρὸς
1022θνῄσκοντος εἶναι · πᾶν γὰρ ἂν κατειργάσω.
Ηλεκτρα
Ηλ.
Ηλ.
1023ἀλλ’ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε.
Χρυσοθεμις
Χρ.
Χρ.
1024ἄσκει τοιαύτη νοῦν δι’αἰῶνος μένειν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1025ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε.
Χρυσοθεμις
Χρ.
Χρ.
1026εἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς.
Ηλεκτρα
Ηλ.
Ηλ.
1027ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ.
Χρυσοθεμις
Χρ.
Χρ.
1028ἀνέξομαι κλύουσα κα- χὤταν εὖ λέγῃς.
Ηλεκτρα
Ηλ.
Ηλ.
1029ἀλλ’οὔ ποτ’ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε.
Χρυσοθεμις
Χρ.
Χρ.
1030μακρὸς τὸ κρῖναι ταῦτα κα- χὠ λοιπὸς χρόνος.
Ηλεκτρα
Ηλ.
Ηλ.
1031ἄπελθε · σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι.
Χρυσοθεμις
Χρ.
Χρ.
1032ἔνεστιν · ἀλλὰ σοὶ μάθησις οὐ πάρα.
Ηλεκτρα
Ηλ.
Ηλ.
1033ἐλθοῦσα μητρὶ ταῦτα πάντ’ἔξειπε σῇ.
Χρυσοθεμις
Χρ.
Χρ.
1034οὐ δ’αὖ τοσοῦτον ἔχθος ἐχθαίρω σ’ἐγώ.
Ηλεκτρα
Ηλ.
Ηλ.
1035ἀλλ’οὖν ἐπίστω γ’οἷ μ’ἀτιμίας ἄγεις.
Χρυσοθεμις
Χρ.
Χρ.
1036ἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ.
Ηλεκτρα
Ηλ.
Ηλ.
1037τῷ σῷ δικαίῳ δῆτ’ἐπισπέσθαι με δεῖ;
Χρυσοθεμις
Χρ.
Χρ.
1038ὅταν γὰρ εὖ φρονῇς, τόθ’ἡγήσει σὺ νῷν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1039ἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν.
Χρυσοθεμις
Χρ.
Χρ.
1040εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ.
Ηλεκτρα
Ηλ.
Ηλ.
1041τί δ’; οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν;
Χρυσοθεμις
Χρ.
Χρ.
1042ἀλλ’ἔστιν ἔνθα κα- χἠ δίκη βλάβην φέρει.
Ηλεκτρα
Ηλ.
Ηλ.
1043τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι.
Χρυσοθεμις
Χρ.
Χρ.
1044ἀλλ’εἰ ποήσεις ταῦτ’, ἐπαινέσεις ἐμέ.
Ηλεκτρα
Ηλ.
Ηλ.
1045καὶ μὴν ποήσω γ’οὐδὲν ἐκπλαγεῖσά σε.
Χρυσοθεμις
Χρ.
Χρ.
1046καὶ τοῦτ’ἀληθές, οὐ δὲ βουλεύσει πάλιν;
Ηλεκτρα
Ηλ.
Ηλ.
1047βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς.
Χρυσοθεμις
Χρ.
Χρ.
1048φρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω.
Ηλεκτρα
Ηλ.
Ηλ.
1049πάλαι δέδοκται ταῦτα κα- κοὐ νεωστί μοι.
Χρυσοθεμις
Χρ.
Χρ.
1050ἄπειμι τοίνυν · οὔτε γὰρ σὺ τα- τἄμ’ἔπη
1051τολμᾷς ἐπαινεῖν οὔτ’ἐγὼ τοὺς σοὺς τρόπους.
Ηλεκτρα
Ηλ.
Ηλ.
1052ἀλλ’εἴσιθ’. οὔ σοι μὴ μεθέψομαί ποτε,
1053οὐ δ’ἢν σφόδρ’ἱμείρουσα τυγχάνῃς · ἐπεὶ
1054πολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά.
Χρυσοθεμις
Χρ.
Χρ.
1055ἀλλ’εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τι
1056φρονεῖν, φρόνει τοιαῦθ’. ὅταν γὰρ ἐν κακοῖς
1057ἤδη βεβήκῃς, τα- τἄμ’ἐπαινέσεις ἔπη.
Χορος
Χο.
Χο.
1060τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ἐσορώμενοι τροφᾶς
1061κηδομένους ἀφ’ὧντε βλάστωσιν ἀφ’ὧντ’ὄνασιν
1062εὕρωσι, τάδ’οὐκ ἐπ’ἴσας τελοῦμεν;
1063ἀλλ’οὐ τὰν Διὸς ἀστραπὰν
1064καὶ τὰν οὐρανίαν Θέμιν,
1065δαρὸν οὐκ ἀπόνητοι.
1066ὦ χθονία βροτοῖσι φάμα, κατά μοι βόασον οἰκτρὰν
1067ὄπα τοῖς ἔνερθ’Ἀτρείδαις, ἀχόρευτα φέρουσ’
1068ὀνείδη ·
1070ὅτι σφὶν ἤδη τὰ μὲν ἐκ δόμων νοσεῖ δή, τὰ δὲ πρὸς τέκνων διπλῆ
1071φύλοπις οὐκέτ’ἐξισοῦται φιλοτασίῳ
1072διαίτᾳ · πρόδοτος δὲ μόνα σαλεύει
1075Ἠλέκτρα, τὸν ἀεὶ πατρὸς
1076δειλαία στενάχουσ’, ὅπως
1077ἁ πάνδυρτος ἀηδών,
1078οὔτε τι τοῦ θανεῖν προμηθὴς τότε μὴ βλέπειν ἑτοίμα,
1080διδύμαν ἑλοῦσ’Ἐρινύν · τίς ἂν εὔπατρις ὧδε βλάστοι;
1081οὐδεὶς τῶν ἀγαθῶν γὰρ
1082ζῶν κακῶς εὔκλειαν αἰσχῦναι θέλει
1083νώνυμος, ὦ παῖ παῖ.
1085ὡς καὶ σὺ πάγκλαυτον αἰῶνα κοινὸν εἵλου,
1086τὸ μὴ καλὸν καθοπλίσασα, δύο φέρειν ἐν ἑνὶ λόγῳ,
1087σοφάτ’ἀρίστατε παῖς κεκλῆσθαι.
1090ζῴης μοι καθύπερθεν
1091χειρὶ καὶ πλούτῳ τεῶν ἐχθρῶν ὅσον
1092νῦν ὑπόχειρ ναίεις ·
1093ἐπεί σ’ἐφηύρηκα μοίρᾳ μὲν οὐκ ἐν ἐσθλᾷ
1095βεβῶσαν, ἃ δὲ μέγιστ’ἔβλαστε νόμιμα, τῶνδε φερομέναν
1096ἄριστα τᾷ Ζηνὸς εὐσεβείᾳ.
Ορεστης
Ορ.
Ορ.
1097ἆρ’, ὦ γυναῖκες, ὀρθάτ’εἰσηκούσαμεν
1098ὀρθῶςθ’ὁδοιποροῦμεν ἔνθα χρῄζομεν;
Χορος
Χο.
Χο.
1100τί δ’ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει;
Ορεστης
Ορ.
Ορ.
1101Αἴγισθον ἔνθ’ᾤκηκεν ἱστορῶ πάλαι.
Χορος
Χο.
Χο.
1102ἀλλ’εὖθ’ἱκάνεις κα- χὠ φράσας ἀζήμιος.
Ορεστης
Ορ.
Ορ.
1103τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν
1104ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν;
Χορος
Χο.
Χο.
1105ἥδ’, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών.
Ορεστης
Ορ.
Ορ.
1106ἴθ’, ὦ γύναι, δήλωσον εἰσελθοῦσ’ὅτι
1107Φωκῆς ματεύουσ’ἄνδρες Αἴγισθόν τινες,
Ηλεκτρα
Ηλ.
Ηλ.
1108οἴμοι τάλαιν’, οὐ δή ποθ’ἧς ἠκούσαμεν
1109φήμης φέροντες ἐμφανῆ τεκμήρια;
Ορεστης
Ορ.
Ορ.
1110οὐκ οἶδα τὴν σὴν κληδόν’· ἀλλά μοι γέρων
1111ἐφεῖτ’Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι.
Ηλεκτρα
Ηλ.
Ηλ.
1112τί δ’ἔστιν, ὦ ξέν’; ὥς μ’ὑπέρχεται φόβος.
Ορεστης
Ορ.
Ορ.
1113φέροντες αὐτοῦ σμικρὰ λείψαν’ἐν βραχεῖ
1114τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1115οἲ ’γὼ τάλαινα, τοῦτ’ἐκεῖν’ἤδη σαφὲς
1116πρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι.
Ορεστης
Ορ.
Ορ.
1117εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν,
1118τόδ’ἄγγος ἴσθι σῶμα το- τοὐκείνου στέγον.
Ηλεκτρα
Ηλ.
Ηλ.
1119ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε
1120κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν,
1121ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ
1122ξὺν τῇδε κλαύσω κα- κἀποδύρωμαι σποδῷ.
Ορεστης
Ορ.
Ορ.
1123δόθ’, ἥτις ἐστί, προσφέροντες · οὐ γὰρ ὡς
1124ἐν δυσμενείᾳ γ’οὖσ’ἐπαιτεῖται τάδε,
1125ἀλλ’ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1126ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ
1127ψυχῆς Ὀρέστου λοιπόν, ὥς σ’ἀπ’ἐλπίδων
1128οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.
1129νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν,
1130δόμων δέ σ’, ὦ παῖ, λαμπρὸν ἐξέπεμψ’ἐγώ.
1131ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον,
1132πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν
1133κλέψασα ταῖνδε κα- κἀνασώσασθαι φόνου,
1134ὅπως θανὼν ἔκεισο τῇ τόθ’ἡμέρᾳ,
1135τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος.
1136νῦν δ’ἐκτὸς οἴκων κα- κἀπὶ γῆς ἄλλης φυγὰς
1137κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα,
1138κα- κοὔτ’ἐν φίλαισι χερσὶν ἡ τάλαιν’ἐγὼ
1139λουτροῖς σ’ἐκόσμησ’οὔτε παμφλέκτου πυρὸς
1140ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος,
1141ἀλλ’ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλας
1142σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.
1143οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς
1144ἀνωφελήτου, τὴν ἐγὼ θάμ’ἀμφὶ σοὶ
1145πόνῳ γλυκεῖ παρέσχον · οὔτε γάρ ποτε
1146μητρὸς σύ γ’ἦσθα μᾶλλον ἢ κα- κἀμοῦ φίλος,
1147οὔθ’οἱ κατ’οἶκον ἦσαν, ἀλλ’ἐγὼ τροφός,
1148ἐγὼ δ’ἀδελφὴ σοὶ προσηυδώμην ἀεί.
1149νῦν δ’ἐκλέλοιπε ταῦτ’ἐν ἡμέρᾳ μιᾷ
1150θανόντι σὺν σοί · πάντα γὰρ συναρπάσας
1151θύελλ’ὅπως βέβηκας. οἴχεται πατήρ ·
1152τέθνηκ’ἐγὼ σοί · φροῦδος αὐτὸς εἶ θανών ·
1153γελῶσι δ’ἐχθροί · μαίνεται δ’ὑφ’ἡδονῆς
1154μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις
1155φήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος
1156τιμωρὸς αὐτός. ἀλλὰ ταῦθ’ὁ δυστυχὴς
1157δαίμων ὁ σόςτε κα- κἀμὸς ἐξαφείλετο,
1158ὅς σ’ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτης
1159μορφῆς σποδόντε καὶ σκιὰν ἀνωφελῆ.
1160οἴμοι μοι.
1161ὦ δέμας οἰκτρόν. φεῦ φεῦ.
1162ὦ δεινοτάτας, οἴμοι μοι,
1163πεμφθεὶς κελεύθους, φίλταθ’, ὥς μ’ἀπώλεσας ·
1164ἀπώλεσας δῆτ’, ὦ κασίγνητον κάρα.
1165τοιγὰρ σὺ δέξαι μ’ἐς τὸ σὸν τόδε στέγος,
1166τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω
1167ναίω τὸ λοιπόν · καὶ γὰρ ἡνίκ’ἦσθ’ἄνω,
1168ξὺν σοὶ μετεῖχον τῶν ἴσων, καὶ νῦν ποθῶ
1169τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου.
1170τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους.
Χορος
Χο.
Χο.
1171θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει,
1172θνητὸς δ’Ὀρέστης. ὥστε μὴ λίαν στένε.
1173πᾶσιν γὰρ ἡμῖν τοῦτ’ὀφείλεται παθεῖν.
Ορεστης
Ορ.
Ορ.
1174φεῦ φεῦ. τί λέξω; ποῖ λόγων ἀμηχανῶν
1175ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω.
Ηλεκτρα
Ηλ.
Ηλ.
1176τί δ’ἔσχες ἄλγος; πρὸς τί τοῦτ’εἰπὼν κυρεῖς;
Ορεστης
Ορ.
Ορ.
1177ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε;
Ηλεκτρα
Ηλ.
Ηλ.
1178τόδ’ἔστ’ἐκεῖνο, καὶ μάλ’ἀθλίως ἔχον.
Ορεστης
Ορ.
Ορ.
1179οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς.
Ηλεκτρα
Ηλ.
Ηλ.
1180οὐ δή ποτ’, ὦ ξέν’, ἀμφ’ἐμοὶ στένεις τάδε;
Ορεστης
Ορ.
Ορ.
1181ὦ σῶμ’ἀτίμως κα- κἀθέως ἐφθαρμένον.
Ηλεκτρα
Ηλ.
Ηλ.
1182οὔτοι ποτ’ἄλλην ἢ ’μὲ δυσφημεῖς, ξένε.
Ορεστης
Ορ.
Ορ.
1183φεῦ τῆς ἀνύμφου δυσμόρουτε σῆς τροφῆς,
Ηλεκτρα
Ηλ.
Ηλ.
1184τί δή ποτ’, ὦ ξέν’, ὧδ’ἐπισκοπῶν στένεις;
Ορεστης
Ορ.
Ορ.
1185ὡς οὐκ ἄρ’ᾔδη τῶν ἐμῶν οὐδὲν κακῶν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1186ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων;
Ορεστης
Ορ.
Ορ.
1187ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1188καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν.
Ορεστης
Ορ.
Ορ.
1189καὶ πῶς γένοιτ’ἂν τῶνδ’ἔτ’ἐχθίω βλέπειν;
Ηλεκτρα
Ηλ.
Ηλ.
1190ὁθούνεκ’εἰμὶ τοῖς φονεῦσι σύντροφος
Ορεστης
Ορ.
Ορ.
1191τοῖς τοῦ; πόθεν τοῦτ’ἐξεσήμηνας κακόν;
Ηλεκτρα
Ηλ.
Ηλ.
1192τοῖς πατρός · εἶτα τοῖσδε δουλεύω βίᾳ.
Ορεστης
Ορ.
Ορ.
1193τίς γάρ σ’ἀνάγκῃ τῇδε προτρέπει βροτῶν;
Ηλεκτρα
Ηλ.
Ηλ.
1194μήτηρ καλεῖται, μητρὶ δ’οὐδὲν ἐξισοῖ.
Ορεστης
Ορ.
Ορ.
1195τί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου;
Ηλεκτρα
Ηλ.
Ηλ.
1196καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς.
Ορεστης
Ορ.
Ορ.
1197οὐ δ’οὑπαρήξων οὐ δ’ὁ κωλύσων πάρα;
Ηλεκτρα
Ηλ.
Ηλ.
1198οὐ δῆθ’. ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν.
Ορεστης
Ορ.
Ορ.
1199ὦ δύσποτμ’, ὡς ὁρῶν σ’ἐποικτίρω πάλαι.
Ηλεκτρα
Ηλ.
Ηλ.
1200μόνος βροτῶν νυν ἴσθ’ἐποικτίρας ποτέ.
Ορεστης
Ορ.
Ορ.
1201μόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς.
Ηλεκτρα
Ηλ.
Ηλ.
1202οὐ δή ποθ’ἡμῖν ξυγγενὴς ἥκεις ποθέν;
Ορεστης
Ορ.
Ορ.
1203ἐγὼ φράσαιμ’ἄν, εἰ τὸ τῶνδ’εὔνουν πάρα.
Ηλεκτρα
Ηλ.
Ηλ.
1204ἀλλ’ἐστὶν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς.
Ορεστης
Ορ.
Ορ.
1205μέθες τόδ’ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς.
Ηλεκτρα
Ηλ.
Ηλ.
1206μὴ δῆτα πρὸς θεῶν τοῦτό μ’ἐργάσῃ, ξένε.
Ορεστης
Ορ.
Ορ.
1207πείθου λέγοντι κα- κοὐχ ἁμαρτήσει ποτέ.
Ηλεκτρα
Ηλ.
Ηλ.
1208μή, πρὸς γενείου, μὴ ’ξέλῃ τὰ φίλτατα.
Ορεστης
Ορ.
Ορ.
1209οὔ φημ’ἐάσειν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1209aὦ τάλαιν’ἐγὼ σέθεν,
1210Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς.
Ορεστης
Ορ.
Ορ.
1211εὔφημα φώνει · πρὸς δίκης γὰρ οὐ στένεις.
Ηλεκτρα
Ηλ.
Ηλ.
1212πῶς τὸν θανόντ’ἀδελφὸν οὐ δίκῃ στένω;
Ορεστης
Ορ.
Ορ.
1213οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1214οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος;
Ορεστης
Ορ.
Ορ.
1215ἄτιμος οὐδενὸς σύ · τοῦτο δ’οὐχὶ σόν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1216εἴπερ γ’Ὀρέστου σῶμα βαστάζω τόδε;
Ορεστης
Ορ.
Ορ.
1217ἀλλ’οὐκ Ὀρέστου, πλὴν λόγῳ γ’ἠσκημένον.
Ηλεκτρα
Ηλ.
Ηλ.
1218ποῦ δ’ἔστ’ἐκείνου τοῦ ταλαιπώρου τάφος;
Ορεστης
Ορ.
Ορ.
1219οὐκ ἔστι · τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος.
Ηλεκτρα
Ηλ.
Ηλ.
1220πῶς εἶπας, ὦ παῖ;
Ορεστης
Ορ.
Ορ.
1220aψεῦδος οὐδὲν ὧν λέγω.
Ηλεκτρα
Ηλ.
Ηλ.
1221ἦ ζῇ γὰρ ἁνήρ;
Ορεστης
Ορ.
Ορ.
1221aεἴπερ ἔμψυχός γ’ἐγώ.
Ηλεκτρα
Ηλ.
Ηλ.
1222ἦ γὰρ σὺ κεῖνος;
Ορεστης
Ορ.
Ορ.
1222aτήνδε προσβλέψασά μου
1223σφραγῖδα πατρὸς ἔκμαθ’εἰ σαφῆ λέγω.
Ηλεκτρα
Ηλ.
Ηλ.
1224ὦ φίλτατον φῶς.
Ορεστης
Ορ.
Ορ.
1224aφίλτατον, συμμαρτυρῶ.
Ηλεκτρα
Ηλ.
Ηλ.
1225ὦ φθέγμ’, ἀφίκου;
Ορεστης
Ορ.
Ορ.
1225aμηκέτ’ἄλλοθεν πύθῃ,
Ηλεκτρα
Ηλ.
Ηλ.
1226ἔχω σε χερσίν;
Ορεστης
Ορ.
Ορ.
1226aὡς τὰ λοίπ’ἔχοις ἀεί.
Ηλεκτρα
Ηλ.
Ηλ.
1227ὦ φίλταται γυναῖκες, ὦ πολίτιδες,
1228ὁρᾶτ’Ὀρέστην τόνδε, μηχαναῖσι μὲν
1229θανόντα, νῦν δὲ μηχαναῖς σεσωσμένον.
Χορος
Χο.
Χο.
1230ὁρῶμεν, ὦ παῖ, κα- κἀπὶ συμφοραῖσί μοι
1231γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο.
Ηλεκτρα
Ηλ.
Ηλ.
1232ἰὼ γοναί,
1233γοναὶ σωμάτων ἐμοὶ φιλτάτων,
1234ἐμόλετ’ἀρτίως,
1235ἐφηύρετ’, ἤλθετ’, εἴδεθ’οὓς ἐχρῄζετε.
Ορεστης
Ορ.
Ορ.
1236πάρεσμεν · ἀλλὰ σῖγ’ἔχουσα πρόσμενε.
Ηλεκτρα
Ηλ.
Ηλ.
1237τί δ’ἔστιν;
Ορεστης
Ορ.
Ορ.
1238σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ.
Ηλεκτρα
Ηλ.
Ηλ.
1239ἀλλ’οὐ μὰ τὴν ἄδμητον αἰὲν Ἄρτεμιν,
1240τόδε μὲν οὔ ποτ’ἀξιώσω τρέσαι,
1241περισσὸν ἄχθος ἔνδον
1242γυναικῶν ὂν αἰεί.
Ορεστης
Ορ.
Ορ.
1243ὅρα γε μὲν δὴ κα- κἀν γυναιξὶν ὡς Ἄρης
1244ἔνεστιν · εὖ δ’ἔξοισθα πειραθεῖσά που.
Ηλεκτρα
Ηλ.
Ηλ.
1245ὀτοτοτοτοῖ τοτοῖ,
1246ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον,
1247οὐ δέ ποτε λησόμενον ἁμέτερον
1250οἷον ἔφυ κακόν.
Ορεστης
Ορ.
Ορ.
1251ἔξοιδα, παῖ, ταῦτ’· ἀλλ’ὅταν παρουσία
1252φράζῃ, τότ’ἔργων τῶνδε μεμνῆσθαι χρεών.
Ηλεκτρα
Ηλ.
Ηλ.
1253ὁ πᾶς ἐμοί,
1254ὁ πᾶς ἂν πρέποι παρὼν ἐννέπειν
1255τάδε δίκᾳ χρόνος ·
1256μόλις γὰρ ἔσχον νῦν ἐλεύθερον στόμα.
Ορεστης
Ορ.
Ορ.
1257ξύμφημι κα- κἀγώ · τοιγαροῦν σῴζου τόδε.
Ηλεκτρα
Ηλ.
Ηλ.
1258τί δρῶσα;
Ορεστης
Ορ.
Ορ.
1259οὗ μή ’στι καιρὸς μὴ μακρὰν βούλου λέγειν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1260τίς οὖν ἂν ἀξίαν γε σοῦ πεφηνότος
1261μεταβάλοιτ’ἂν ὧδε σιγὰν λόγων;
1262ἐπεί σε νῦν ἀφράστως
1263ἀέλπτωςτ’ἐσεῖδον.
Ορεστης
Ορ.
Ορ.
1264τότ’εἶδες, εὖτε θεοί μ’ἐπώτρυναν μολεῖν
1265[…]
Ηλεκτρα
Ηλ.
Ηλ.
1266ἔφρασας ὑπερτέραν
1267τᾶς πάρος ἔτι χάριτος, εἴ σε θεὸς ἐπόρισεν
1268ἁμέτερα πρὸς μέλαθρα · δαιμόνιον
1270αὐτὸ τίθημ’ἐγώ.
Ορεστης
Ορ.
Ορ.
1271τὰ μέν σ’ὀκνῶ χαίρουσαν εἰργαθεῖν, τὰ δὲ
1272δέδοικα λίαν ἡδονῇ νικωμένην.
Ηλεκτρα
Ηλ.
Ηλ.
1273ἰὼ χρόνῳ μακρῷ φιλτάταν ὁδὸν
1274ἐπαξιώσας ὧδέ μοι φανῆναι,
1275μή τί με, πολύπονον ὧδ’ἰδὼν
Ορεστης
Ορ.
Ορ.
1276τί μὴ ποήσω;
Ηλεκτρα
Ηλ.
Ηλ.
1277μή μ’ἀποστερήσῃς
1278τῶν σῶν προσώπων ἁδονὰν μεθέσθαι.
Ορεστης
Ορ.
Ορ.
1279ἦ κάρτα κα- κἂν ἄλλοισι θυμοίμην ἰδών.
Ηλεκτρα
Ηλ.
Ηλ.
1280ξυναινεῖς;
Ορεστης
Ορ.
Ορ.
1281τί μὴν οὔ;
Ηλεκτρα
Ηλ.
Ηλ.
1282ὦ φίλαι, ἔκλυον ἃν ἐγὼ οὐ δ’ἂν ἤλπισ’αὐδάν,
1283οὐ δ’ἂν ἔσχον ὁρμὰν
1284ἄναυδον οὐ δὲ σὺν βοᾷ κλύουσα,
1285τάλαινα. νῦν δ’ἔχω σε · προυφάνης δὲ
1286φιλτάταν ἔχων πρόσοψιν,
1287ἇς ἐγὼ οὐ δ’ἂν ἐν κακοῖς λαθοίμαν.
Ορεστης
Ορ.
Ορ.
1288τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες,
1289καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με,
1290μήθ’ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων
1291ἀντλεῖ, τὰ δ’ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην ·
1292χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος.
1293ἃ δ’ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ
1294σήμαιν’, ὅπου φανέντες ἢ κεκρυμμένοι
1295γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ.
1296οὕτω δ’ὅπως μήτηρ σε μὴ ’πιγνώσεται
1297φαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους ·
1298ἀλλ’ὡς ἐπ’ἄτῃ τῇ μάτην λελεγμένῃ
1299στέναζ’· ὅταν γὰρ εὐτυχήσωμεν, τότε
1300χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως.
Ηλεκτρα
Ηλ.
Ηλ.
1301ἀλλ’ὦ κασίγνηθ’, ὧδ’ὅπως καὶ σοὶ φίλον
1302καὶ το- τοὐμὸν ἔσται τῇδ’· ἐπεὶ τὰς ἡδονὰς
1303πρὸς σοῦ λαβοῦσα κα- κοὐκ ἐμὰς ἐκτησάμην,
1304κα- κοὐ δ’ἄν σε λυπήσασα δεξαίμην βραχὺ
1305αὐτὴ μέγ’εὑρεῖν κέρδος · οὐ γὰρ ἂν καλῶς
1306ὑπηρετοίην τῷ παρόντι δαίμονι.
1307ἀλλ’οἶσθα μὲν τα- τἀνθένδε, πῶς γὰρ οὔ; κλύων
1308ὁθούνεκ’Αἴγισθος μὲν οὐ κατὰ στέγας,
1309μήτηρ δ’ἐν οἴκοις · ἣν σὺ μὴ δείσῃς ποθ’ὡς
1310γέλωτι το- τοὐμὸν φαιδρὸν ὄψεται κάρα.
1311μῖσόςτε γὰρ παλαιὸν ἐντέτηκέ μοι,
1312κα- κἀπεί σ’ἐσεῖδον, οὔ ποτ’ἐκλήξω χαρᾷ
1313δακρυρροοῦσα · πῶς γὰρ ἂν λήξαιμ’ἐγώ,
1314ἥτις μιᾷ σε τῇδ’ὁδῷ θανόντατε
1315καὶ ζῶντ’ἐσεῖδον; εἴργασαι δέ μ’ἄσκοπα ·
1316ὥστ’εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτ’ἂν
1317τέρας νομίζειν αὐτό, πιστεύειν δ’ὁρᾶν.
1318ὅτ’οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδόν,
1319ἄρχ’αὐτὸς ὥς σοι θυμός · ὡς ἐγὼ μόνη
1320οὐκ ἂν δυοῖν ἥμαρτον · ἢ γὰρ ἂν καλῶς
1321ἔσωσ’ἐμαυτὴν ἢ καλῶς ἀπωλόμην.
Ορεστης
Ορ.
Ορ.
1322σιγᾶν ἐπῄνεσ’ὡς ἐπ’ἐξόδῳ κλύω τῶν ἔνδοθεν χωροῦντος.
Ηλεκτρα
Ηλ.
Ηλ.
1323εἴσιτ’, ὦ ξένοι,
1324ἄλλωςτε καὶ φέροντες οἷ’ἂν οὔτε τις
1325δόμων ἀπώσαιτ’οὔτ’ἂν ἡσθείη λαβών.
Παιδαγωγος
Πα.
Πα.
1326ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι,
1327πότερα παρ’οὐδὲν τοῦ βίου κήδεσθ’ἔτι
1328ἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενής,
1329ὅτ’οὐ παρ’αὐτοῖς, ἀλλ’ἐν αὐτοῖσιν κακοῖς
1330τοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε;
1331ἀλλ’εἰ σταθμοῖσι τοῖσδε μὴ ’κύρουν ἐγὼ
1332πάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοις
1333τὰ δρώμεν’ὑμῶν πρόσθεν ἢ τὰ σώματα ·
1334νῦν δ’εὐλάβειαν τῶνδε προυθέμην ἐγώ.
1335καὶ νῦν ἀπαλλαχθέντε τῶν μακρῶν λόγων
1336καὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆς
1337εἴσω παρέλθεθ’, ὡς τὸ μὲν μέλλειν κακὸν
1338ἐν τοῖς τοιούτοις ἔστ’, ἀπηλλάχθαι δ’ἀκμή.
Ορεστης
Ορ.
Ορ.
1339πῶς οὖν ἔχει τα- τἀντεῦθεν εἰσιόντι μοι;
Παιδαγωγος
Πα.
Πα.
1340καλῶς · ὑπάρχει γάρ σε μὴ γνῶναί τινα.
Ορεστης
Ορ.
Ορ.
1341ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα.
Παιδαγωγος
Πα.
Πα.
1342εἷς τῶν ἐν Ἅιδου μάνθαν’ἐνθάδ’ὢν ἀνήρ.
Ορεστης
Ορ.
Ορ.
1343χαίρουσιν οὖν τούτοισιν; ἢ τίνες λόγοι;
Παιδαγωγος
Πα.
Πα.
1344τελουμένων εἴποιμ’ἄν · ὡς δὲ νῦν ἔχει,
1345καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς.
Ηλεκτρα
Ηλ.
Ηλ.
1346τίς οὗτός ἐστ’, ἀδελφέ; πρὸς θεῶν φράσον.
Ορεστης
Ορ.
Ορ.
1347οὐχὶ ξυνίης;
Ηλεκτρα
Ηλ.
Ηλ.
1347aοὐ δέ γ’ἐς θυμὸν φέρω.
Ορεστης
Ορ.
Ορ.
1348οὐκ οἶσθ’ὅτῳ μ’ἔδωκας εἰς χέρας ποτέ;
Ηλεκτρα
Ηλ.
Ηλ.
1349ποίῳ; τί φωνεῖς;
Ορεστης
Ορ.
Ορ.
1349aοὗ τὸ Φωκέων πέδον
1350ὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1351ἦ κεῖνος οὗτος, ὅν ποτ’ἐκ πολλῶν ἐγὼ
1352μόνον προσηῦρον πιστὸν ἐν πατρὸς φόνῳ;
Ορεστης
Ορ.
Ορ.
1353ὅδ’ἐστί · μή μ’ἔλεγχε πλείοσιν λόγοις.
Ηλεκτρα
Ηλ.
Ηλ.
1354ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων
1355Ἀγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἶ,
1356ὃς τόνδε κα- κἄμ’ἔσωσας ἐκ πολλῶν πόνων;
1357ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δ’ἔχων
1358ποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαι
1359ξυνών μ’ἔληθες οὐ δ’ἔφαινες, ἀλλά με
1360λόγοις ἀπώλλυς, ἔργ’ἔχων ἥδιστ’ἐμοί;
1361χαῖρ’, ὦ πάτερ · πατέρα γὰρ εἰσορᾶν δοκῶ ·
1362χαῖρ’· ἴσθι δ’ὡς μάλιστά σ’ἀνθρώπων ἐγὼ
1363ἤχθηρα κα- κἀφίλησ’ἐν ἡμέρᾳ μιᾷ.
Παιδαγωγος
Πα.
Πα.
1364ἀρκεῖν δοκεῖ μοι · τοὺς γὰρ ἐν μέσῳ λόγους
1365πολλαὶ κυκλοῦνται νύκτες ἡμέραιτ’ἴσαι,
1366αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ.
1367σφῷν δ’ἐννέπω γε τοῖν παρεστώτοιν ὅτι
1368νῦν καιρὸς ἔρδειν · νῦν Κλυταιμνήστρα μόνη,
1369νῦν οὔτις ἀνδρῶν ἔνδον · εἰ δ’ἐφέξετον,
1370φροντίζεθ’ὡς τούτοιςτε καὶ σοφωτέροις
1371ἄλλοισι τούτων πλείοσιν μαχούμενοι.
Ορεστης
Ορ.
Ορ.
1372οὐκ ἂν μακρῶν ἔθ’ἡμὶν οὐδὲν ἂν λόγων,
1373Πυλάδη, τόδ’εἴη το- τοὔργον, ἀλλ’ὅσον τάχος
1374χωρεῖν ἔσω, πατρῷα προσκύσανθ’ἕδη
1375θεῶν, ὅσοιπερ πρόπυλα ναίουσιν τάδε.
Ηλεκτρα
Ηλ.
Ηλ.
1376ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε
1377ἐμοῦτε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ
1378ἀφ’ὧν ἔχοιμι λιπαρεῖ προύστην χερί.
1379νῦν δ’, ὦ Λύκει’Ἄπολλον, ἐξ οἵων ἔχω
1380αἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρων
1381ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων,
1382καὶ δεῖξον ἀνθρώποισι τα- τἀπιτίμια
1383τῆς δυσσεβείας οἷα δωροῦνται θεοί.
Χορος
Χο.
Χο.
1384ἴδεθ’ὅποι προνέμεται
1385τὸ δυσέριστον αἷμα φυσῶν Ἄρης.
1386βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοι
1387μετάδρομοι κακῶν πανουργημάτων ἄφυκτοι κύνες,
1388ὥστ’οὐ μακρὰν ἔτ’ἀμμενεῖ
1390το- τοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον.
1391παράγεται γὰρ ἐνέρων
1392δολιόπους ἀρωγὸς εἴσω στέγας,
1393ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια,
1394νεακόνητον αἷμα χειροῖν ἔχων · ὁ Μαίας δὲ παῖς
1395Ἑρμῆς σφ’ἄγει δόλον σκότῳ
1396κρύψας πρὸς αὐτὸ τέρμα κα- κοὐκέτ’ἀμμένει.
Ηλεκτρα
Ηλ.
Ηλ.
1397ὦ φίλταται γυναῖκες, ἅνδρες αὐτίκα
1398τελοῦσι το- τοὔργον · ἀλλὰ σῖγα πρόσμενε.
Χορος
Χο.
Χο.
1399πῶς δή; τί νῦν πράσσουσιν;
Ηλεκτρα
Ηλ.
Ηλ.
1400ἡ μὲν ἐς τάφον
1401λέβητα κοσμεῖ, τὼ δ’ἐφέστατον πέλας.
Χορος
Χο.
Χο.
1402σὺ δ’ἐκτὸς ᾖξας πρὸς τί;
Ηλεκτρα
Ηλ.
Ηλ.
1402aφρουρήσουσ’ὅπως
1403Αἴγισθος ἡμᾶς μὴ λάθῃ μολὼν ἔσω.
Κλυταιμνηστρα
Κλ.
Κλ.
1404αἰαῖ. ἰὼ στέγαι
1405φίλων ἔρημοι, τῶν δ’ἀπολλύντων πλέαι.
Ηλεκτρα
Ηλ.
Ηλ.
1406βοᾷ τις ἔνδον · οὐκ ἀκούετ’, ὦ φίλαι;
Χορος
Χο.
Χο.
1407ἤκουσ’ἀνήκουστα δύστανος, ὥστε φρῖξαι.
Κλυταιμνηστρα
Κλ.
Κλ.
1408οἴμοι τάλαιν’· Αἴγισθε, ποῦ ποτ’ὢν κυρεῖς;
Ηλεκτρα
Ηλ.
Ηλ.
1409ἰδοὺ μάλ’αὖ θροεῖ τις.
Κλυταιμνηστρα
Κλ.
Κλ.
1410ὦ τέκνον τέκνον, οἴκτιρε τὴν τεκοῦσαν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1411ἀλλ’οὐκ ἐκ σέθεν
1412ᾠκτίρεθ’οὗτος οὐ δ’ὁ γεννήσας πατήρ.
Χορος
Χο.
Χο.
1413ὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοι
1414μοῖρα καθαμερία φθίνει φθίνει.
Κλυταιμνηστρα
Κλ.
Κλ.
1415ὤμοι πέπληγμαι.
Ηλεκτρα
Ηλ.
Ηλ.
1416παῖσον, εἰ σθένεις, διπλῆν.
Κλυταιμνηστρα
Κλ.
Κλ.
1417ὤμοι μάλ’αὖθις.
Ηλεκτρα
Ηλ.
Ηλ.
1418εἰ γὰρ Αἰγίσθῳθ’ὁμοῦ.
Χορος
Χο.
Χο.
1419τελοῦσ’ἀραί · ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι.
1420παλίρρυτον γὰρ αἷμ’ὑπεξαιροῦσι τῶν
1421κτανόντων οἱ πάλαι θανόντες.
1422καὶ μὴν πάρεισιν οἵδε · φοινία δὲ χεὶρ
1423στάζει θυηλῆς Ἄρεος, οὐ δ’ἔχω ψέγειν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1424Ὀρέστα, πῶς κυρεῖτε;
Ορεστης
Ορ.
Ορ.
1424aτα- τἀν δόμοισι μὲν
1425καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1426τέθνηκεν ἡ τάλαινα;
Ορεστης
Ορ.
Ορ.
1427μηκέτ’ἐκφοβοῦ
1428μητρῷον ὥς σε λῆμ’ἀτιμάσει ποτέ.
Χορος
Χο.
Χο.
1429παύσασθε · λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου.
Ηλεκτρα
Ηλ.
Ηλ.
1430ὦ παῖδες, οὐκ ἄψορρον;
Ορεστης
Ορ.
Ορ.
1431εἰσορᾶτε ποῦ τὸν ἄνδρ’;
Ηλεκτρα
Ηλ.
Ηλ.
1432ἐφ’ἡμῖν οὗτος ἐκ προαστίου
1433χωρεῖ γεγηθὼς […]
Χορος
Χο.
Χο.
1434βᾶτε κατ’ἀντιθύρων ὅσον τάχιστα,
1435νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδ’ὡς πάλιν.
Ορεστης
Ορ.
Ορ.
1436θάρσει · τελοῦμεν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1437ᾗ νοεῖς ἔπειγέ νυν.
Ορεστης
Ορ.
Ορ.
1438καὶ δὴ βέβηκα.
Ηλεκτρα
Ηλ.
Ηλ.
1438aτα- τἀνθάδ’ἂν μέλοιτ’ἐμοί.
Χορος
Χο.
Χο.
1439δι’ὠτὸς ἂν παῦρά γ’ὡς ἠπίως ἐννέπειν
1440πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς
1441ὀρούσῃ πρὸς δίκας ἀγῶνα.
Αιγισθος
Αι.
Αι.
1442τίς οἶδεν ὑμῶν ποῦ ποθ’οἱ Φωκῆς ξένοι,
1443οὕς φασ’Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίον
1444λελοιπόθ’ἱππικοῖσιν ἐν ναυαγίοις;
1445σέ τοι, σὲ κρίνω, ναὶ σέ, τὴν ἐν τῷ πάρος
1446χρόνῳ θρασεῖαν · ὡς μάλιστα σοὶ μέλειν
1447οἶμαι, μάλιστα δ’ἂν κατειδυῖαν φράσαι.
Ηλεκτρα
Ηλ.
Ηλ.
1448ἔξοιδα · πῶς γὰρ οὐχί; συμφορᾶς γὰρ ἂν
1449ἔξωθεν εἴην τῶν ἐμῶν τῆς φιλτάτης.
Αιγισθος
Αι.
Αι.
1450ποῦ δῆτ’ἂν εἶεν οἱ ξένοι; δίδασκέ με.
Ηλεκτρα
Ηλ.
Ηλ.
1451ἔνδον · φίλης γὰρ προξένου κατήνυσαν.
Αιγισθος
Αι.
Αι.
1452ἦ καὶ θανόντ’ἤγγειλαν ὡς ἐτητύμως;
Ηλεκτρα
Ηλ.
Ηλ.
1453οὔκ, ἀλλὰ κα- κἀπέδειξαν, οὐ λόγῳ μόνον.
Αιγισθος
Αι.
Αι.
1454πάρεστ’ἄρ’ἡμῖν ὥστε κα- κἀμφανῆ μαθεῖν;
Ηλεκτρα
Ηλ.
Ηλ.
1455πάρεστι δῆτα, καὶ μάλ’ἄζηλος θέα.
Αιγισθος
Αι.
Αι.
1456ἦ πολλὰ χαίρειν μ’εἶπας οὐκ εἰωθότως.
Ηλεκτρα
Ηλ.
Ηλ.
1457χαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνει τάδε.
Αιγισθος
Αι.
Αι.
1458σιγᾶν ἄνωγα κα- κἀναδεικνύναι πύλας
1459πᾶσιν Μυκηναίοισιν Ἀργείοιςθ’ὁρᾶν,
1460ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάρος
1461ἐξῄρετ’ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸν
1462στόμια δέχηται τα- τἀμὰ μη δὲ πρὸς βίαν
1463ἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας.
Ηλεκτρα
Ηλ.
Ηλ.
1464καὶ δὴ τελεῖται τα- τἀπ’ἐμοῦ · τῷ γὰρ χρόνῳ
1465νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν.
Αιγισθος
Αι.
Αι.
1466ὦ Ζεῦ, δέδορκα φάσμ’ἄνευ φθόνου μὲν οὐ
1467πεπτωκός · εἰ δ’ἔπεστι νέμεσις, οὐ λέγω.
1468χαλᾶτε πᾶν κάλυμμ’ἀπ’ὀφθαλμῶν, ὅπως
1469τὸ συγγενές τοι κα- κἀπ’ἐμοῦ θρήνων τύχῃ.
Ορεστης
Ορ.
Ορ.
1470αὐτὸς σὺ βάσταζ’· οὐκ ἐμὸν τόδ’, ἀλλὰ σόν,
1471τὸ ταῦθ’ὁρᾶντε καὶ προσηγορεῖν φίλως.
Αιγισθος
Αι.
Αι.
1472ἀλλ’εὖ παραινεῖς κα- κἀπιπείσομαι · σὺ δέ,
1473εἴ που κατ’οἶκόν μοι Κλυταιμνήστρα, κάλει.
Ορεστης
Ορ.
Ορ.
1474αὕτη πέλας σοῦ · μηκέτ’ἄλλοσε σκόπει.
Αιγισθος
Αι.
Αι.
1475οἴμοι, τί λεύσσω;
Ορεστης
Ορ.
Ορ.
1476τίνα φοβεῖ; τίν’ἀγνοεῖς;
Αιγισθος
Αι.
Αι.
1477τίνων ποτ’ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις πέπτωχ’ὁ τλήμων;
Ορεστης
Ορ.
Ορ.
1478οὐ γὰρ αἰσθάνει πάλαι
1479ζῶν τοῖς θανοῦσιν οὕνεκ’ἀνταυδᾷς ἴσα;
Αιγισθος
Αι.
Αι.
1480οἴμοι, ξυνῆκα το- τοὔπος · οὐ γὰρ ἔσθ’ὅπως
1481ὅδ’οὐκ Ὀρέστης ἔσθ’ὁ προσφωνῶν ἐμέ.
Ορεστης
Ορ.
Ορ.
1482καὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι.
Αιγισθος
Αι.
Αι.
1483ὄλωλα δὴ δείλαιος. ἀλλά μοι πάρες
1484κα- κἂν σμικρὸν εἰπεῖν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1484aμὴ πέρα λέγειν ἔα
1485πρὸς θεῶν, ἀδελφέ, μη δὲ μηκύνειν λόγους.
1486τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένων
1487θνῄσκειν ὁ μέλλων οὐ χρόνου κέρδος φέροι;
1488ἀλλ’ὡς τάχιστα κτεῖνε καὶ κτανὼν πρόθες
1489ταφεῦσιν, ὧν τόνδ’εἰκός ἐστι τυγχάνειν,
1490ἄποπτον ἡμῶν · ὡς ἐμοὶ τόδ’ἂν κακῶν
1490aμόνον γένοιτο τῶν πάλαι λυτήριον.
Ορεστης
Ορ.
Ορ.
1491χωροῖς ἂν εἴσω σὺν τάχει · λόγων γὰρ οὐ
1492νῦν ἐστιν ἁγών, ἀλλὰ σῆς ψυχῆς πέρι.
Αιγισθος
Αι.
Αι.
1493τί δ’ἐς δόμους ἄγεις με; πῶς, τόδ’εἰ καλὸν
1494το- τοὔργον, σκότου δεῖ κα- κοὐ πρόχειρος εἶ κτανεῖν;
Ορεστης
Ορ.
Ορ.
1495μὴ τάσσε · χώρει δ’ἔνθαπερ κατέκτανες
1496πατέρα τὸν ἀμόν, ὡς ἂν ἐν τα- ταὐτῷ θάνῃς.
Αιγισθος
Αι.
Αι.
1497ἦ πᾶσ’ἀνάγκη τήνδε τὴν στέγην ἰδεῖν
1498τάτ’ὄντα καὶ μέλλοντα Πελοπιδῶν κακά;
Ορεστης
Ορ.
Ορ.
1499τὰ γοῦν σ’· ἐγώ σοι μάντις εἰμὶ τῶνδ’ἄκρος.
Αιγισθος
Αι.
Αι.
1500ἀλλ’οὐ πατρῴαν τὴν τέχνην ἐκόμπασας.
Ορεστης
Ορ.
Ορ.
1501πόλλ’ἀντιφωνεῖς, ἡ δ’ὁδὸς βραδύνεται.
1502ἀλλ’ἕρφ’.
Αιγισθος
Αι.
Αι.
1502aὑφηγοῦ.
Ορεστης
Ορ.
Ορ.
1502bσοὶ βαδιστέον πάρος.
Αιγισθος
Αι.
Αι.
1503ἦ μὴ φύγω σε;
Ορεστης
Ορ.
Ορ.
1503aμὴ μὲν οὖν καθ’ἡδονὴν
1504θάνῃς · φυλάξαι δεῖ με τοῦτό σοι πικρόν.
1505χρῆν δ’εὐθὺς εἶναι τήνδε τοῖς πᾶσιν δίκην,
1506ὅστις πέρα πράσσειν τι τῶν νόμων θέλει,
1507κτείνειν · τὸ γὰρ πανοῦργον οὐκ ἂν ἦν πολύ.
Χορος
Χο.
Χο.
1508ὦ σπέρμ’Ἀτρέως, ὡς πολλὰ παθὸν
1509δι’ἐλευθερίας μόλις ἐξῆλθες
1510τῇ νῦν ὁρμῇ τελεωθέν.