Sophocles

Oedipus the King

Οιδιπους
Οι.
Οι.
1
τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,
2
τίνας ποθ’ἕδρας τάσδε μοι θοάζετε
3
ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι;
4
πόλις δ’ὁμοῦ μὲν θυμιαμάτων γέμει,
5
ὁμοῦ δὲ παιάνωντε καὶ στεναγμάτων ·
6
ἁγὼ δικαιῶν μὴ παρ’ἀγγέλων, τέκνα,
7
ἄλλων ἀκούειν αὐτὸς ὧδ’ἐλήλυθα,
8
πᾶσι κλεινὸς Οἰδίπους καλούμενος.
9
ἀλλ’ γεραιέ, φράζ’, ἐπεὶ πρέπων ἔφυς
10
πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε,
11
δείσαντες στέρξαντες; ὡς θέλοντος ἂν
12
ἐμοῦ προσαρκεῖν πᾶν · δυσάλγητος γὰρ ἂν
13
εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.
Ιερευς
Ιε.
Ιε.
14
ἀλλ’ κρατύνων Οἰδίπους χώρας ἐμῆς,
15
ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα
16
βωμοῖσι τοῖς σοῖς · οἱ μὲν οὐδέπω μακρὰν
17
πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,
18
ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδετ’ᾐθέων
19
λεκτοί · τὸ δ’ἄλλο φῦλον ἐξεστεμμένον
20
ἀγοραῖσι θακεῖ πρόςτε Παλλάδος διπλοῖς
21
ναοῖς, ἐπ’Ἰσμηνοῦτε μαντείᾳ σποδῷ.
22
πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν
23
ἤδη σαλεύει κἀνακουφίσαι κάρα
24
βυθῶν ἔτ’οὐχ οἵατε φοινίου σάλου,
25
φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,
26
φθίνουσα δ’ἀγέλαις βουνόμοις τόκοισίτε
27
ἀγόνοις γυναικῶν · ἐν δ’ πυρφόρος θεὸς
28
σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,
29
ὑφ’οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ’
30
Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.
31
θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σ’ἐγὼ
32
οὐ δ’οἵδε παῖδες ἑζόμεσθ’ἐφέστιοι,
33
ἀνδρῶν δὲ πρῶτον ἔντε συμφοραῖς βίου
34
κρίνοντες ἔντε δαιμόνων συναλλαγαῖς ·
35
ὅς γ’ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν
36
σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,
37
καὶ ταῦθ’ὑφ’ἡμῶν οὐδὲν ἐξειδὼς πλέον
38
οὐ δ’ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ
39
λέγῃ νομίζειθ’ἡμὶν ὀρθῶσαι βίον ·
40
νῦντ’, κράτιστον πᾶσιν Οἰδίπου κάρα,
41
ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι
42
ἀλκήν τιν’εὑρεῖν ἡμίν, εἴτε του θεῶν
43
φήμην ἀκούσας εἴτ’ἀπ’ἀνδρὸς οἶσθά του ·
44
ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς
45
ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.
46
ἴθ’, βροτῶν ἄριστ’, ἀνόρθωσον πόλιν,
47
ἴθ’, εὐλαβήθηθ’· ὡς σὲ νῦν μὲν ἥδε γῆ
48
σωτῆρα κλῄζει τῆς πάρος προθυμίας ·
49
ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα
50
στάντεςτ’ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον.
51
ἀλλ’ἀσφαλείᾳ τήνδ’ἀνόρθωσον πόλιν ·
52
ὄρνιθι γὰρ καὶ τὴν τότ’αἰσίῳ τύχην
53
παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ.
54
ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς,
55
ξὺν ἀνδράσιν κάλλιον κενῆς κρατεῖν ·
56
ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς
57
ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.
Οιδιπους
Οι.
Οι.
58
παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι
59
προσήλθεθ’ἱμείροντες · εὖ γὰρ οἶδ’ὅτι
60
νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ
61
οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.
62
τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν’ἔρχεται
63
μόνον καθ’αὑτὸν κοὐδέν’ἄλλον, δ’ἐμὴ
64
ψυχὴ πόλιντε κἀμὲ καὶ σ’ὁμοῦ στένει.
65
ὥστ’οὐχ ὕπνῳ γ’εὕδοντά μ’ἐξεγείρετε,
66
ἀλλ’ἴστε πολλὰ μέν με δακρύσαντα δή,
67
πολλὰς δ’ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις ·
68
ἣν δ’εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην,
69
ταύτην ἔπραξα · παῖδα γὰρ Μενοικέως
70
Κρέοντ’, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ
71
ἔπεμψα Φοίβου δώμαθ’, ὡς πύθοιθ’ τι
72
δρῶν τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.
73
καί μ’ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ
74
λυπεῖ τί πράσσει · τοῦ γὰρ εἰκότος πέρα
75
ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου.
76
ὅταν δ’ἵκηται, τηνικαῦτ’ἐγὼ κακὸς
77
μὴ δρῶν ἂν εἴην πάνθ’ὅσ’ἂν δηλοῖ θεός.
Ιερευς
Ιε.
Ιε.
78
ἀλλ’εἰς καλὸν σύτ’εἶπας οἵδετ’ἀρτίως
79
Κρέοντα προσστείχοντα σημαίνουσί μοι.
Οιδιπους
Οι.
Οι.
80
ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ
81
σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι.
Ιερευς
Ιε.
Ιε.
82
ἀλλ’εἰκάσαι μέν, ἡδύς · οὐ γὰρ ἂν κάρα
83
πολυστεφὴς ὧδ’εἷρπε παγκάρπου δάφνης.
Οιδιπους
Οι.
Οι.
84
τάχ’εἰσόμεσθα · ξύμμετρος γὰρ ὡς κλύειν.
85
ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως,
86
τίν’ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;
Κρεων
Κρ.
Κρ.
87
ἐσθλήν · λέγω γὰρ καὶ τὰ δύσφορ’, εἰ τύχοι
88
κατ’ὀρθὸν ἐξελθόντα, πάντ’ἂν εὐτυχεῖν.
Οιδιπους
Οι.
Οι.
89
ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς
90
οὔτ’οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.
Κρεων
Κρ.
Κρ.
91
εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν,
92
ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.
Οιδιπους
Οι.
Οι.
93
ἐς πάντας αὔδα · τῶνδε γὰρ πλέον φέρω
94
τὸ πένθος καὶ τῆς ἐμῆς ψυχῆς πέρι.
Κρεων
Κρ.
Κρ.
95
λέγοιμ’ἂν οἷ’ἤκουσα τοῦ θεοῦ πάρα.
96
ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ
97
μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ
98
ἐν τῇδ’, ἐλαύνειν μη δ’ἀνήκεστον τρέφειν.
Οιδιπους
Οι.
Οι.
99
ποίῳ καθαρμῷ; τίς τρόπος τῆς ξυμφορᾶς;
Κρεων
Κρ.
Κρ.
100
ἀνδρηλατοῦντας φόνῳ φόνον πάλιν
101
λύοντας, ὡς τόδ’αἷμα χειμάζον πόλιν.
Οιδιπους
Οι.
Οι.
102
ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;
Κρεων
Κρ.
Κρ.
103
ἦν ἡμίν, ὦναξ, Λάϊός ποθ’ἡγεμὼν
104
γῆς τῆσδε, πρὶν σὲ τήνδ’ἀπευθύνειν πόλιν.
Οιδιπους
Οι.
Οι.
105
ἔξοιδ’ἀκούων · οὐ γὰρ εἰσεῖδόν γέ πω.
Κρεων
Κρ.
Κρ.
106
τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς
107
τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας.
Οιδιπους
Οι.
Οι.
108
οἳ δ’εἰσὶ ποῦ γῆς; ποῦ τόδ’εὑρεθήσεται
109
ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;
Κρεων
Κρ.
Κρ.
110
ἐν τῇδ’ἔφασκε γῇ · τὸ δὲ ζητούμενον
111
ἁλωτόν, ἐκφεύγειν δὲ τἀμελούμενον.
Οιδιπους
Οι.
Οι.
112
πότερα δ’ἐν οἴκοις ’ν ἀγροῖς Λάϊος
113
γῆς ἐπ’ἄλλης τῷδε συμπίπτει φόνῳ;
Κρεων
Κρ.
Κρ.
114
θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλιν
115
πρὸς οἶκον οὐκέθ’ἵκεθ’, ὡς ἀπεστάλη.
Οιδιπους
Οι.
Οι.
116
οὐ δ’ἄγγελός τις οὐ δὲ συμπράκτωρ ὁδοῦ
117
κατεῖδ’, ὅτου τις ἐκμαθὼν ἐχρήσατ’ἄν;
Κρεων
Κρ.
Κρ.
118
θνῄσκουσι γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼν
119
ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχ’εἰδὼς φράσαι.
Οιδιπους
Οι.
Οι.
120
τὸ ποῖον; ἓν γὰρ πόλλ’ἂν ἐξεύροι μαθεῖν,
121
ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.
Κρεων
Κρ.
Κρ.
122
λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ
123
ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.
Οιδιπους
Οι.
Οι.
124
πῶς οὖν λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ
125
ἐπράσσετ’ἐνθένδ’, ἐς τόδ’ἂν τόλμης ἔβη;
Κρεων
Κρ.
Κρ.
126
δοκοῦντα ταῦτ’ἦν · Λαΐου δ’ὀλωλότος
127
οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο.
Οιδιπους
Οι.
Οι.
128
κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος
129
οὕτω πεσούσης, εἶργε τοῦτ’ἐξειδέναι;
Κρεων
Κρ.
Κρ.
130
ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖν
131
μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.
Οιδιπους
Οι.
Οι.
132
ἀλλ’ἐξ ὑπαρχῆς αὖθις αὔτ’ἐγὼ φανῶ ·
133
ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺ
134
πρὸ τοῦ θανόντος τήνδ’ἔθεσθ’ἐπιστροφήν ·
135
ὥστ’ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον
136
γῇ τῇδε τιμωροῦντα τῷ θεῷθ’ἅμα.
137
ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων,
138
ἀλλ’αὐτὸς αὑτοῦ τοῦτ’ἀποσκεδῶ μύσος.
139
ὅστις γὰρ ἦν ἐκεῖνον κτανών, τάχ’ἂν
140
κἄμ’ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθ’ἕλοι.
141
κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ.
142
ἀλλ’ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων
143
ἵστασθε, τούσδ’ἄραντες ἱκτῆρας κλάδους,
144
ἄλλος δὲ Κάδμου λαὸν ὧδ’ἀθροιζέτω,
145
ὡς πᾶν ἐμοῦ δράσοντος · γὰρ εὐτυχεῖς
146
σὺν τῷ θεῷ φανούμεθ’ πεπτωκότες.
Ιερευς
Ιε.
Ιε.
147
παῖδες, ἱστώμεσθα · τῶνδε γὰρ χάριν
148
καὶ δεῦρ’ἔβημεν ὧν ὅδ’ἐξαγγέλλεται.
149
Φοῖβος δ’ πέμψας τάσδε μαντείας ἅμα
150
σωτήρ δ’ἵκοιτο καὶ νόσου παυστήριος.
Χορος
Χο.
Χο.
151
Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου
152
Πυθῶνος ἀγλαὰς ἔβας
153
Θήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων,
154
ἰήιε Δάλιε Παιάν,
155
ἀμφὶ σοὶ ἁζόμενος τί μοι νέον
156
περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος.
157
εἰπέ μοι, χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα.
160
πρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτ’Ἀθάνα
161
γαιάοχόντ’ἀδελφεὰν
162
Ἄρτεμιν, κυκλόεντ’ἀγορᾶς θρόνον εὐκλέα θάσσει,
163
καὶ Φοῖβον ἑκαβόλον, ἰὼ
164
τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,
165
εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλει
166
ἠνύσατ’ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν.
169
πόποι, ἀνάριθμα γὰρ φέρω
170
πήματα · νοσεῖ δέ μοι πρόπας στόλος, οὐ δ’ἔνι φροντίδος ἔγχος
171
τις ἀλέξεται. οὔτε γὰρ ἔκγονα
172
κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν
173
ἰηίων καμάτων ἀνέχουσι γυναῖκες ·
175
ἄλλον δ’ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν
176
κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον
177
ἀκτὰν πρὸς ἑσπέρου θεοῦ.
179
ὧν πόλις ἀνάριθμος ὄλλυται ·
180
νηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται ἀνοίκτως ·
181
ἐν δ’ἄλοχοι πολιαίτ’ἔπι ματέρες
182
ἀχὰν παραβώμιον ἄλλοθεν ἄλλαν
183
λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσιν.
185
παιὰν δὲ λάμπει στονόεσσάτε γῆρυς ὅμαυλος
186
ὧν ὕπερ, χρυσέα θύγατερ Διός,
187
εὐῶπα πέμψον ἀλκάν.
190
Ἄρεάτε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδων
191
φλέγει με περιβόατον, ἀντιάζω
192
παλίσσυτον δράμημα νωτίσαι πάτρας
193
ἔπουρον, εἴτ’ἐς μέγαν θάλαμον Ἀμφιτρίτας
195
εἴτ’ἐς τὸν ἀπόξενον ὅρμων
196
Θρῄκιον κλύδωνα ·
197
τελεῖν γὰρ εἴ τι νὺξ ἀφῇ,
198
τοῦτ’ἐπ’ἦμαρ ἔρχεται ·
199
τόν, τᾶν πυρφόρων
200
ἀστραπᾶν κράτη νέμων,
201
Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ.
203
Λύκει’ἄναξ, τάτε σὰ χρυσοστρόφων ἀπ’ἀγκυλᾶν
204
βέλεα θέλοιμ’ἂν ἀδάματ’ἐνδατεῖσθαι
205
ἀρωγὰ προσταχθέντα τάςτε πυρφόρους
206
Ἀρτέμιδος αἴγλας, ξὺν αἷς Λύκι’ὄρεα διᾴσσει ·
207
τὸν χρυσομίτραντε κικλήσκω,
210
τᾶσδ’ἐπώνυμον γᾶς,
211
οἰνῶπα Βάκχον εὔιον,
212
Μαινάδων ὁμόστολον,
213
πελασθῆναι φλέγοντ’
214
ἀγλαῶπι
215
πεύκᾳ ’πὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν.
Οιδιπους
Οι.
Οι.
216
αἰτεῖς · δ’αἰτεῖς, τἄμ’ἐὰν θέλῃς ἔπη
217
κλύων δέχεσθαι τῇ νόσῳθ’ὑπηρετεῖν,
218
ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν ·
219
ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ’ἐξερῶ,
220
ξένος δὲ τοῦ πραχθέντος · οὐ γὰρ ἂν μακρὰν
221
ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον,
222
νῦν δ’ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,
223
ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε ·
224
ὅστις ποθ’ὑμῶν Λάϊον τὸν Λαβδάκου
225
κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο,
226
τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί ·
227
κεἰ μὲν φοβεῖται, τοὐπίκλημ’ὑπεξελεῖν
228
αὐτὸν καθ’αὑτοῦ · πείσεται γὰρ ἄλλο μὲν
229
ἀστεργὲς οὐδέν. γῆς δ’ἄπεισιν ἀσφαλής.
230
εἰ δ’αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς
231
τὸν αὐτόχειρα, μὴ σιωπάτω · τὸ γὰρ
232
κέρδος τελῶ ’γὼ χἠ χάρις προσκείσεται.
233
εἰ δ’αὖ σιωπήσεσθε, καί τις φίλου
234
δείσας ἀπώσει τοὔπος χαὐτοῦ τόδε,
235
ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.
236
τὸν ἄνδρ’ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς
237
τῆσδ’, ἧς ἐγὼ κράτητε καὶ θρόνους νέμω,
238
μήτ’εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα,
239
μήτ’ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν
240
κοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν ·
241
ὠθεῖν δ’ἀπ’οἴκων πάντας, ὡς μιάσματος
242
τοῦδ’ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ
243
μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί.
244
ἐγὼ μὲν οὖν τοιόσδε τῷτε δαίμονι
245
τῷτ’ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω ·
246
κατεύχομαι δὲ τὸν δεδρακότ’, εἴτε τις
247
εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα,
248
κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον ·
249
ἐπεύχομαι δ’, οἴκοισιν εἰ ξυνέστιος
250
ἐν τοῖς ἐμοῖς γένοιτ’ἐμοῦ συνειδότος,
251
παθεῖν ἅπερ τοῖσδ’ἀρτίως ἠρασάμην.
252
ὑμῖν δὲ ταῦτα πάντ’ἐπισκήπτω τελεῖν,
253
ὑπέρτ’ἐμαυτοῦ τοῦ θεοῦτε τῆσδέτε
254
γῆς ὧδ’ἀκάρπως κἀθέως ἐφθαρμένης.
255
οὐ δ’εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον,
256
ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν,
257
ἀνδρός γ’ἀρίστου βασιλέωςτ’ὀλωλότος,
258
ἀλλ’ἐξερευνᾶν · νῦν δ’ἐπεὶ κυρῶ γ’ἐγὼ
259
ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν,
260
ἔχων δὲ λέκτρα καὶ γυναῖχ’ὁμόσπορον,
261
κοινῶντε παίδων κοίν’ἄν, εἰ κείνῳ γένος
262
μὴ ’δυστύχησεν, ἦν ἂν ἐκπεφυκότα ·
263
νῦν δ’ἐς τὸ κείνου κρᾶτ’ἐνήλαθ’ τύχη ·
264
ἀνθ’ὧν ἐγὼ τάδ’, ὡσπερεὶ τοὐμοῦ πατρός,
265
ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι,
266
ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν,
267
τῷ Λαβδακείῳ παιδὶ Πολυδώρουτε καὶ
268
τοῦ πρόσθε Κάδμου τοῦ πάλαιτ’Ἀγήνορος.
269
καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς
270
μήτ’ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ
271
μήτ’οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ
272
τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ’ἐχθίονι ·
273
ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις
274
τάδ’ἔστ’ἀρέσκονθ’, τε σύμμαχος Δίκη
275
χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.
Χορος
Χο.
Χο.
276
ὥσπερ μ’ἀραῖον ἔλαβες, ὧδ’, ἄναξ, ἐρῶ.
277
οὔτ’ἔκτανον γὰρ οὔτε τὸν κτανόντ’ἔχω
278
δεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν
279
Φοίβου τόδ’εἰπεῖν, ὅστις εἴργασταί ποτε.
Οιδιπους
Οι.
Οι.
280
δίκαι’ἔλεξας · ἀλλ’ἀναγκάσαι θεοὺς
281
ἃν μὴ θέλωσιν οὐ δ’ἂν εἷς δύναιτ’ἀνήρ.
Χορος
Χο.
Χο.
282
τὰ δεύτερ’ἐκ τῶνδ’ἂν λέγοιμ’ἁμοὶ δοκεῖ.
Οιδιπους
Οι.
Οι.
283
εἰ καὶ τρίτ’ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι.
Χορος
Χο.
Χο.
284
ἄνακτ’ἄνακτι ταὔθ’ὁρῶντ’ἐπίσταμαι
285
μάλιστα Φοίβῳ Τειρεσίαν, παρ’οὗ τις ἂν
286
σκοπῶν τάδ’, ὦναξ, ἐκμάθοι σαφέστατα.
Οιδιπους
Οι.
Οι.
287
ἀλλ’οὐκ ἐν ἀργοῖς οὐ δὲ τοῦτ’ἐπραξάμην.
288
ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς
289
πομπούς · πάλαι δὲ μὴ παρῶν θαυμάζεται.
Χορος
Χο.
Χο.
290
καὶ μὴν τά γ’ἄλλα κωφὰ καὶ παλαί’ἔπη.
Οιδιπους
Οι.
Οι.
291
τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον.
Χορος
Χο.
Χο.
292
θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων.
Οιδιπους
Οι.
Οι.
293
ἤκουσα κἀγώ. τὸν δ’ἰδόντ’οὐδεὶς ὁρᾷ.
Χορος
Χο.
Χο.
294
ἀλλ’εἴ τι μὲν δὴ δείματός γ’ἔχει μέρος,
295
τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδ’ἀράς.
Οιδιπους
Οι.
Οι.
296
μή ’στι δρῶντι τάρβος, οὐ δ’ἔπος φοβεῖ.
Χορος
Χο.
Χο.
297
ἀλλ’οὑξελέγξων αὐτὸν ἔστιν · οἵδε γὰρ
298
τὸν θεῖον ἤδη μάντιν ὧδ’ἄγουσιν,
299
τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.
Οιδιπους
Οι.
Οι.
300
πάντα νωμῶν Τειρεσία, διδακτάτε
301
ἄρρητάτ’, οὐράνιάτε καὶ χθονοστιβῆ,
302
πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ’ὅμως
303
οἵᾳ νόσῳ σύνεστιν · ἧς σὲ προστάτην
304
σωτῆράτ’, ὦναξ, μοῦνον ἐξευρίσκομεν.
305
Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων,
306
πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν
307
μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος,
308
εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ
309
κτείναιμεν γῆς φυγάδας ἐκπεμψαίμεθα.
310
σύ νυν φθονήσας μήτ’ἀπ’οἰωνῶν φάτιν
311
μήτ’εἴ τιν’ἄλλην μαντικῆς ἔχεις ὁδόν,
312
ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ’ἐμέ,
313
ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος.
314
ἐν σοὶ γὰρ ἐσμέν · ἄνδρα δ’ὠφελεῖν ἀφ’ὧν
315
ἔχοιτε καὶ δύναιτο, κάλλιστος πόνων.
Τειρεσιας
Τε.
Τε.
316
φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη
317
λύῃ φρονοῦντι · ταῦτα γὰρ καλῶς ἐγὼ
318
εἰδὼς διώλεσ’· οὐ γὰρ ἂν δεῦρ’ἱκόμην.
Οιδιπους
Οι.
Οι.
319
τί δ’ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας.
Τειρεσιας
Τε.
Τε.
320
ἄφες μ’ἐς οἴκους · ῥᾷστα γὰρ τὸ σόντε σὺ
321
κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ.
Οιδιπους
Οι.
Οι.
322
οὔτ’ἔννομ’εἶπας οὔτε προσφιλῆ πόλει
323
τῇδ’, σ’ἔθρεψε, τήνδ’ἀποστερῶν φάτιν.
Τειρεσιας
Τε.
Τε.
324
ὁρῶ γὰρ οὐ δὲ σοὶ τὸ σὸν φώνημ’ἰὸν
325
πρὸς καιρόν · ὡς οὖν μη δ’ἐγὼ ταὐτὸν πάθω
Οιδιπους
Οι.
Οι.
326
μὴ πρὸς θεῶν φρονῶν γ’ἀποστραφῇς, ἐπεὶ
327
πάντες σε προσκυνοῦμεν οἵδ’ἱκτήριοι.
Τειρεσιας
Τε.
Τε.
328
πάντες γὰρ οὐ φρονεῖτ’· ἐγὼ δ’οὐ μή ποτε
329
τἄμ’, ὡς ἂν εἴπω μὴ τὰ σ’, ἐκφήνω κακά.
Οιδιπους
Οι.
Οι.
330
τί φής; ξυνειδὼς οὐ φράσεις, ἀλλ’ἐννοεῖς
331
ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν;
Τειρεσιας
Τε.
Τε.
332
ἐγὼ οὔτ’ἐμαυτὸν οὔτε σ’ἀλγυνῶ. τί ταῦτ’
333
ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου.
Οιδιπους
Οι.
Οι.
334
οὐκ, κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου
335
φύσιν σύ γ’ὀργάνειας, ἐξερεῖς ποτε,
336
ἀλλ’ὧδ’ἄτεγκτος κἀτελεύτητος φανεῖ;
Τειρεσιας
Τε.
Τε.
337
ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δ’ὁμοῦ
338
ναίουσαν οὐ κατεῖδες, ἀλλ’ἐμὲ ψέγεις.
Οιδιπους
Οι.
Οι.
339
τίς γὰρ τοιαῦτ’ἂν οὐκ ἂν ὀργίζοιτ’ἔπη
340
κλύων, νῦν σὺ τήνδ’ἀτιμάζεις πόλιν;
Τειρεσιας
Τε.
Τε.
341
ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω.
Οιδιπους
Οι.
Οι.
342
οὐκοῦν γ’ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί.
Τειρεσιας
Τε.
Τε.
343
οὐκ ἂν πέρα φράσαιμι. πρὸς τάδ’, εἰ θέλεις,
344
θυμοῦ δι’ὀργῆς ἥτις ἀγριωτάτη.
Οιδιπους
Οι.
Οι.
345
καὶ μὴν παρήσω γ’οὐδέν, ὡς ὀργῆς ἔχω,
346
ἅπερ ξυνίημ’· ἴσθι γὰρ δοκῶν ἐμοὶ
347
καὶ ξυμφυτεῦσαι τοὔργον εἰργάσθαιθ’, ὅσον
348
μὴ χερσὶ καίνων · εἰ δ’ἐτύγχανες βλέπων,
349
καὶ τοὔργον ἂν σοῦ τοῦτ’, ἔφην εἶναι μόνου.
Τειρεσιας
Τε.
Τε.
350
ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι
351
ᾧπερ προεῖπας ἐμμένειν, κἀφ’ἡμέρας
352
τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτ’ἐμέ,
353
ὡς ὄντι γῆς τῆσδ’ἀνοσίῳ μιάστορι.
Οιδιπους
Οι.
Οι.
354
οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε
355
τὸ ῥῆμα; καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς;
Τειρεσιας
Τε.
Τε.
356
πέφευγα · τἀληθὲς γὰρ ἰσχῦον τρέφω.
Οιδιπους
Οι.
Οι.
357
πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης.
Τειρεσιας
Τε.
Τε.
358
πρὸς σοῦ · σὺ γάρ μ’ἄκοντα προυτρέψω λέγειν.
Οιδιπους
Οι.
Οι.
359
ποῖον λόγον; λέγ’αὖθις, ὡς μᾶλλον μάθω.
Τειρεσιας
Τε.
Τε.
360
οὐχὶ ξυνῆκας πρόσθεν; ’κπειρᾷ λέγων;
Οιδιπους
Οι.
Οι.
361
οὐχ ὥστε γ’εἰπεῖν γνωστόν · ἀλλ’αὖθις φράσον.
Τειρεσιας
Τε.
Τε.
362
φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν.
Οιδιπους
Οι.
Οι.
363
ἀλλ’οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς.
Τειρεσιας
Τε.
Τε.
364
εἴπω τι δῆτα κἄλλ’, ἵν’ὀργίζῃ πλέον;
Οιδιπους
Οι.
Οι.
365
ὅσον γε χρῄζεις · ὡς μάτην εἰρήσεται.
Τειρεσιας
Τε.
Τε.
366
λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοις
367
αἴσχισθ’ὁμιλοῦντ’, οὐ δ’ὁρᾶν ἵν’εἶ κακοῦ.
Οιδιπους
Οι.
Οι.
368
καὶ γεγηθὼς ταῦτ’ἀεὶ λέξειν δοκεῖς;
Τειρεσιας
Τε.
Τε.
369
εἴπερ τί γ’ἐστὶ τῆς ἀληθείας σθένος.
Οιδιπους
Οι.
Οι.
370
ἀλλ’ἔστι, πλὴν σοί · σοὶ δὲ τοῦτ’οὐκ ἔστ’ἐπεὶ
371
τυφλὸς τάτ’ὦτα τόντε νοῦν τάτ’ὄμματ’εἶ.
Τειρεσιας
Τε.
Τε.
372
σὺ δ’ἄθλιός γε ταῦτ’ὀνειδίζων, σοὶ
373
οὐδεὶς ὃς οὐχὶ τῶνδ’ὀνειδιεῖ τάχα.
Οιδιπους
Οι.
Οι.
374
μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτ’ἐμὲ
375
μήτ’ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτ’ἄν.
Τειρεσιας
Τε.
Τε.
376
οὐ γάρ σε μοῖρα πρός γ’ἐμοῦ πεσεῖν, ἐπεὶ
377
ἱκανὸς Ἀπόλλων, τάδ’ἐκπρᾶξαι μέλει.
Οιδιπους
Οι.
Οι.
378
Κρέοντος σοῦ ταῦτα τἀξευρήματα;
Τειρεσιας
Τε.
Τε.
379
Κρέων δέ σοι πῆμ’οὐδέν, ἀλλ’αὐτὸς σὺ σοί.
Οιδιπους
Οι.
Οι.
380
πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης
381
ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ,
382
ὅσος παρ’ὑμῖν φθόνος φυλάσσεται,
383
εἰ τῆσδέ γ’ἀρχῆς οὕνεχ’, ἣν ἐμοὶ πόλις
384
δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν,
385
ταύτης Κρέων πιστός, οὑξ ἀρχῆς φίλος,
386
λάθρᾳ μ’ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,
387
ὑφεὶς μάγον τοιόνδε μηχανορράφον,
388
δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν
389
μόνον δέδορκε, τὴν τέχνην δ’ἔφυ τυφλός.
390
ἐπεί, φέρ’εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής;
391
πῶς οὐκ, ὅθ’ ῥαψῳδὸς ἐνθάδ’ἦν κύων,
392
ηὔδας τι τοῖσδ’ἀστοῖσιν ἐκλυτήριον;
393
καίτοι τό γ’αἴνιγμ’οὐχὶ τοὐπιόντος ἦν
394
ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει ·
395
ἣν οὔτ’ἀπ’οἰωνῶν σὺ προυφάνης ἔχων
396
οὔτ’ἐκ θεῶν του γνωτόν · ἀλλ’ἐγὼ μολών,
397
μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,
398
γνώμῃ κυρήσας οὐ δ’ἀπ’, οἰωνῶν μαθών ·
399
ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις
400
παραστατήσειν τοῖς Κρεοντείοις πέλας.
401
κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε
402
ἀγηλατήσειν · εἰ δὲ μὴ ’δόκεις γέρων
403
εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς.
Χορος
Χο.
Χο.
404
ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδ’ἔπη
405
ὀργῇ λελέχθαι καὶ τά σ’, Οἰδίπους, δοκεῖ,
406
δεῖ δ’οὐ τοιούτων, ἀλλ’ὅπως τὰ τοῦ θεοῦ
407
μαντεῖ’ἄριστα λύσομεν, τόδε σκοπεῖν.
Τειρεσιας
Τε.
Τε.
408
εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν
409
ἴσ’ἀντιλέξαι · τοῦδε γὰρ κἀγὼ κρατῶ.
410
οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ ·
411
ὥστ’οὐ Κρέοντος προστάτου γεγράψομαι.
412
λέγω δ’, ἐπειδὴ καὶ τυφλόν μ’ὠνείδισας ·
413
σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵν’εἶ κακοῦ,
414
οὐ δ’ἔνθα ναίεις, οὐ δ’ὅτων οἰκεῖς μέτα.
415
ἆρ’οἶσθ’ἀφ’ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν
416
τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω,
417
καί σ’ἀμφιπλὴξ μητρόςτε καὶ τοῦ σοῦ πατρὸς
418
ἐλᾷ ποτ’ἐκ γῆς τῆσδε δεινόπους ἀρά,
419
βλέποντα νῦν μὲν ὄρθ’, ἔπειτα δὲ σκότον.
420
βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν,
421
ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα,
422
ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοις
423
ἄνορμον εἰσέπλευσας, εὐπλοίας τυχών;
424
ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν,
425
σ’ἐξισώσει σοίτε καὶ τοῖς σοῖς τέκνοις.
426
πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα
427
προπηλάκιζε · σοῦ γὰρ οὐκ ἔστιν βροτῶν
428
κάκιον ὅστις ἐκτριβήσεταί ποτε.
Οιδιπους
Οι.
Οι.
429
ταῦτα δῆτ’ἀνεκτὰ πρὸς τούτου κλύειν;
430
οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν
431
ἄψορρος οἴκων τῶνδ’ἀποστραφεὶς ἄπει;
Τειρεσιας
Τε.
Τε.
432
οὐ δ’ἱκόμην ἔγωγ’ἄν, εἰ σὺ μὴ ’κάλεις.
Οιδιπους
Οι.
Οι.
433
οὐ γάρ τί σ’ᾔδη μῶρα φωνήσοντ’, ἐπεὶ
434
σχολῇ σ’ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.
Τειρεσιας
Τε.
Τε.
435
ἡμεῖς τοιοίδ’ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ,
436
μῶροι, γονεῦσι δ’, οἵ σ’ἔφυσαν, ἔμφρονες.
Οιδιπους
Οι.
Οι.
437
ποίοισι; μεῖνον, τίς δέ μ’ἐκφύει βροτῶν;
Τειρεσιας
Τε.
Τε.
438
ἥδ’ἡμέρα φύσει σε καὶ διαφθερεῖ.
Οιδιπους
Οι.
Οι.
439
ὡς πάντ’ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις.
Τειρεσιας
Τε.
Τε.
440
οὔκουν σὺ ταῦτ’ἄριστος εὑρίσκειν ἔφυς;
Οιδιπους
Οι.
Οι.
441
τοιαῦτ’ὀνείδιζ’, οἷς ἔμ’εὑρήσεις μέγαν.
Τειρεσιας
Τε.
Τε.
442
αὕτη γε μέντοι σ’ τύχη διώλεσεν.
Οιδιπους
Οι.
Οι.
443
ἀλλ’εἰ πόλιν τήνδ’ἐξέσωσ’, οὔ μοι μέλει.
Τειρεσιας
Τε.
Τε.
444
ἄπειμι τοίνυν · καὶ σύ, παῖ, κόμιζέ με.
Οιδιπους
Οι.
Οι.
445
κομιζέτω δῆθ’· ὡς παρὼν σύ γ’ἐμποδὼν
446
ὀχλεῖς, συθείςτ’ἂν οὐκ ἂν ἀλγύνοις πλέον.
Τειρεσιας
Τε.
Τε.
447
εἰπὼν ἄπειμ’ὧν οὕνεκ’, ἦλθον, οὐ τὸ σὸν
448
δείσας πρόσωπον · οὐ γὰρ ἔσθ’ὅπου μ’ὀλεῖς.
449
λέγω δέ σοι · τὸν ἄνδρα τοῦτον, ὃν πάλαι
450
ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον
451
τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε,
452
ξένος λόγῳ μέτοικος, εἶτα δ’ἐγγενὴς
453
φανήσεται Θηβαῖος, οὐ δ’ἡσθήσεται
454
τῇ ξυμφορᾷ · τυφλὸς γὰρ ἐκ δεδορκότος
455
καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι
456
σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται.
457
φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν
458
ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ
459
γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς
460
ὁμόσπορόςτε καὶ φονεύς. καὶ ταῦτ’ἰὼν
461
εἴσω λογίζου · κἂν λάβῃς ἐψευσμένον,
462
φάσκειν ἔμ’ἤδη μαντικῇ μηδὲν φρονεῖν.
Χορος
Χο.
Χο.
463
τίς ὅντιν’ θεσπιέπεια Δελφὶς εἶπε πέτρα
465
ἄρρητ’ἀρρήτων τελέσαντα φοινίαισι χερσίν;
466
ὥρα νιν ἀελλάδων
467
ἵππων σθεναρώτερον
468
φυγᾷ πόδα νωμᾶν.
469
ἔνοπλος γὰρ ἐπ’αὐτὸν ἐπενθρῴσκει
470
πυρὶ καὶ στεροπαῖς Διὸς γενέτας,
471
δειναὶ δ’ἅμ’ἕπονται
472
κῆρες ἀναπλάκητοι.
473
ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα
474
φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντ’ἰχνεύειν.
475
φοιτᾷ γὰρ ὑπ’ἀγρίαν
476
ὕλαν ἀνάτ’ἄντρα καὶ
477
πέτρας ἰσόταυρος
478
μέλεος μελέῳ ποδὶ χηρεύων,
480
τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων
481
μαντεῖα · τὰ δ’ἀεὶ
482
ζῶντα περιποτᾶται.
483
δεινὰ μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας
485
οὔτε δοκοῦντ’οὔτ’ἀποφάσκονθ’· τι λέξω δ’ἀπορῶ.
486
πέτομαι δ’ἐλπίσιν οὔτ’, ἐνθάδ’ὁρῶν οὔτ’ὀπίσω.
487
τί γὰρ Λαβδακίδαις
490
τῷ Πολύβου νεῖκος ἔκειτ’, οὔτε πάροιθέν ποτ’ἔγωγ’
491
ἔμαθον, πρὸς ὅτου δὴ βασανίζων βασάνῳ
492
ἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμ’Οἰδιπόδα Λαβδακίδαις
495
ἐπίκουρος ἀδήλων θανάτων.
496
ἀλλ’ μὲν οὖν Ζεὺς τ’Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν
500
εἰδότες · ἀνδρῶν δ’ὅτι μάντις πλέον ’γὼ φέρεται,
501
κρίσις οὔκ ἔστιν ἀλαθής · σοφίᾳ δ’ἂν σοφίαν
502
παραμείψειεν ἀνήρ.
505
ἀλλ’οὔποτ’ἔγωγ’ἄν, πρὶν ἴδοιμ’ὀρθὸν ἔπος, μεμφομένων ἂν καταφαίην.
506
φανερὰ γὰρ ἐπ’αὐτῷ, πτερόεσσ’ἦλθε κόρα
510
ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳθ’ἁδύπολις τῷ ἀπ’ἐμᾶς
511
φρενὸς οὔποτ’ὀφλήσει κακίαν.
Κρεων
Κρ.
Κρ.
513
ἄνδρες πολῖται, δείν’ἔπη πεπυσμένος
514
κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν,
515
πάρειμ’ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς
516
ταῖς νῦν νομίζει πρός γ’ἐμοῦ πεπονθέναι
517
λόγοισιν εἴτ’ἔργοισιν εἰς βλάβην φέρον,
518
οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,
519
φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν
520
ζημία μοι τοῦ λόγου τούτου φέρει,
521
ἀλλ’ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,
522
κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.
Χορος
Χο.
Χο.
523
ἀλλ’ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχ’ἂν
524
ὀργῇ βιασθὲν μᾶλλον γνώμῃ φρενῶν.
Κρεων
Κρ.
Κρ.
525
τοὔπος δ’ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι
526
πεισθεὶς μάντις τοὺς λόγους ψευδεῖς λέγοι;
Χορος
Χο.
Χο.
527
ηὐδᾶτο μὲν τάδ’, οἶδα δ’οὐ γνώμῃ τίνι.
Κρεων
Κρ.
Κρ.
528
ἐξ ὀμμάτων δ’ὀρθῶντε κἀξ ὀρθῆς φρενὸς
529
κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;
Χορος
Χο.
Χο.
530
οὐκ οἶδ’· γὰρ δρῶσ’, οἱ κρατοῦντες οὐχ ὁρῶ.
531
αὐτὸς δ’ὅδ’ἤδη δωμάτων ἔξω περᾷ.
Οιδιπους
Οι.
Οι.
532
οὗτος σύ, πῶς δεῦρ’ἦλθες; τοσόνδ’ἔχεις
533
τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας
534
ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς
535
λῃστήςτ’ἐναργὴς τῆς ἐμῆς τυραννίδος;
536
φέρ’εἰπὲ πρὸς θεῶν, δειλίαν μωρίαν
537
ἰδών τιν’ἔν μοι ταῦτ’ἐβουλεύσω ποεῖν;
538
τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε
539
δόλῳ προσέρπον οὐκ ἀλεξοίμην μαθών;
540
ἆρ’οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου,
541
ἄνευτε πλήθους καὶ φίλων τυραννίδα
542
θηρᾶν, πλήθει χρήμασίνθ’ἁλίσκεται;
Κρεων
Κρ.
Κρ.
543
οἶσθ’ὡς πόησον; ἀντὶ τῶν εἰρημένων
544
ἴσ’ἀντάκουσον, κᾆτα κρῖν’αὐτὸς μαθών.
Οιδιπους
Οι.
Οι.
545
λέγειν σὺ δεινός, μανθάνειν δ’ἐγὼ κακὸς
546
σοῦ · δυσμενῆ γὰρ καὶ βαρύν σ’ηὕρηκ’ἐμοί.
Κρεων
Κρ.
Κρ.
547
τοῦτ’αὐτὸ νῦν μου πρῶτ’ἄκουσον ὡς ἐρῶ.
Οιδιπους
Οι.
Οι.
548
τοῦτ’αὐτὸ μή μοι φράζ’, ὅπως οὐκ εἶ κακός.
Κρεων
Κρ.
Κρ.
549
εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν
550
εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς.
Οιδιπους
Οι.
Οι.
551
εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς
552
δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.
Κρεων
Κρ.
Κρ.
553
ξύμφημί σοι ταῦτ’ἔνδικ’εἰρῆσθαι · τὸ δὲ
554
πάθημ’ὁποῖον φὴς παθεῖν, δίδασκέ με.
Οιδιπους
Οι.
Οι.
555
ἔπειθες οὐκ ἔπειθες, ὡς χρείη μ’ἐπὶ
556
τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;
Κρεων
Κρ.
Κρ.
557
καὶ νῦν ἔθ’αὑτός εἰμι τῷ βουλεύματι.
Οιδιπους
Οι.
Οι.
558
πόσον τιν’ἤδη δῆθ’ Λάϊος χρόνον
Κρεων
Κρ.
Κρ.
559
δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.
Οιδιπους
Οι.
Οι.
560
ἄφαντος ἔρρει θανασίμῳ χειρώματι;
Κρεων
Κρ.
Κρ.
561
μακροὶ παλαιοίτ’ἂν μετρηθεῖεν χρόνοι.
Οιδιπους
Οι.
Οι.
562
τότ’οὖν μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;
Κρεων
Κρ.
Κρ.
563
σοφός γ’ὁμοίως κἀξ ἴσου τιμώμενος.
Οιδιπους
Οι.
Οι.
564
ἐμνήσατ’οὖν ἐμοῦ τι τῷ τότ’ἐν χρόνῳ;
Κρεων
Κρ.
Κρ.
565
οὔκουν ἐμοῦ γ’ἑστῶτος οὐδαμοῦ πέλας.
Οιδιπους
Οι.
Οι.
566
ἀλλ’οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε;
Κρεων
Κρ.
Κρ.
567
παρέσχομεν, πῶς δ’οὐχί; κοὐκ ἠκούσαμεν.
Οιδιπους
Οι.
Οι.
568
πῶς οὖν τόθ’οὗτος σοφὸς οὐκ ηὔδα τάδε;
Κρεων
Κρ.
Κρ.
569
οὐκ οἶδ’· ἐφ’οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.
Οιδιπους
Οι.
Οι.
570
τοσόνδε γ’οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν.
Κρεων
Κρ.
Κρ.
571
ποῖον τόδ’; εἰ γὰρ οἶδά γ’, οὐκ ἀρνήσομαι.
Οιδιπους
Οι.
Οι.
572
ὁθούνεκ’, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδ’ἐμὰς
573
οὐκ ἄν ποτ’εἶπε Λαΐου διαφθοράς.
Κρεων
Κρ.
Κρ.
574
εἰ μὲν λέγει τάδ’, αὐτὸς οἶσθ’· ἐγὼ δὲ σοῦ
575
μαθεῖν δικαιῶ ταὔθ’ἅπερ κἀμοῦ σὺ νῦν.
Οιδιπους
Οι.
Οι.
576
ἐκμάνθαν’· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.
Κρεων
Κρ.
Κρ.
577
τί δῆτ’; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;
Οιδιπους
Οι.
Οι.
578
ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.
Κρεων
Κρ.
Κρ.
579
ἄρχεις δ’ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;
Οιδιπους
Οι.
Οι.
580
ἃν θέλουσα πάντ’ἐμοῦ κομίζεται.
Κρεων
Κρ.
Κρ.
581
οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;
Οιδιπους
Οι.
Οι.
582
ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος.
Κρεων
Κρ.
Κρ.
583
οὔκ, εἰ διδοίης γ’ὡς ἐγὼ σαυτῷ λόγον.
584
σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τιν’ἂν δοκεῖς
585
ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον
586
ἄτρεστον εὕδοντ’, εἰ τά γ’αὔθ’ἕξει κράτη.
587
ἐγὼ μὲν οὖν οὔτ’αὐτὸς ἱμείρων ἔφυν
588
τύραννος εἶναι μᾶλλον τύραννα δρᾶν,
589
οὔτ’ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.
590
νῦν μὲν γὰρ ἐκ σοῦ πάντ’ἄνευ φόβου φέρω,
591
εἰ δ’αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.
592
πῶς δῆτ’ἐμοὶ τυραννὶς ἡδίων ἔχειν
593
ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ;
594
οὔπω τοσοῦτον ἠπατημένος κυρῶ
595
ὥστ’ἄλλα χρῄζειν τὰ σὺν κέρδει καλά.
596
νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται,
597
νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με ·
598
τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθ’ἔνι.
599
πῶς δῆτ’ἐγὼ κεῖν’ἂν λάβοιμ’ἀφεὶς τάδε;
600
οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν.
601
ἀλλ’οὔτ’ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν
602
οὔτ’ἂν μετ’ἄλλου δρῶντος ἂν τλαίην ποτέ.
603
καὶ τῶνδ’ἔλεγχον τοῦτο μὲν Πυθώδ’ἰὼν
604
πεύθου τὰ χρησθέντ’εἰ σαφῶς ἤγγειλά σοι ·
605
τοῦτ’ἄλλ’, ἐάν με τῷ τερασκόπῳ λάβῃς
606
κοινῇ τι βουλεύσαντα, μή μ’ἁπλῇ κτάνῃς
607
ψήφῳ, διπλῇ δέ, τῇτ’ἐμῇ καὶ σῇ, λαβών ·
608
γνώμῃ δ’ἀδήλῳ μή με χωρὶς αἰτιῶ.
609
οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην
610
χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς.
611
φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω
612
καὶ τὸν παρ’αὑτῷ βίοτον, ὃν πλεῖστον, φιλεῖ.
613
ἀλλ’ἐν χρόνῳ γνώσει τάδ’ἀσφαλῶς, ἐπεὶ
614
χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος ·
615
κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ.
Χορος
Χο.
Χο.
616
καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν,
617
ἄναξ · φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.
Οιδιπους
Οι.
Οι.
618
ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ
619
χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν ·
620
εἰ δ’ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν
621
πεπραγμέν’ἔσται, τἀμὰ δ’ἡμαρτημένα.
Κρεων
Κρ.
Κρ.
622
τί δῆτα χρῄζεις; με γῆς ἔξω βαλεῖν;
Οιδιπους
Οι.
Οι.
623
ἥκιστα · θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι.
624
ὡς ἂν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν.
Κρεων
Κρ.
Κρ.
625
ὡς οὐχ ὑπείξων οὐ δὲ πιστεύσων λέγεις;
Οιδιπους
Οι.
Οι.
625a
[…]
Κρεων
Κρ.
Κρ.
626
οὐ γὰρ φρονοῦντά σ’εὖ βλέπω.
Οιδιπους
Οι.
Οι.
626a
τὸ γοῦν ἐμόν.
Κρεων
Κρ.
Κρ.
627
ἀλλ’ἐξ ἴσου δεῖ κἀμόν.
Οιδιπους
Οι.
Οι.
627a
ἀλλ’ἔφυς κακός.
Κρεων
Κρ.
Κρ.
628
εἰ δὲ ξυνίης μηδέν;
Οιδιπους
Οι.
Οι.
628a
ἀρκτέον γ’ὅμως.
Κρεων
Κρ.
Κρ.
629
οὔτοι κακῶς γ’ἄρχοντος.
Οιδιπους
Οι.
Οι.
629a
πόλις πόλις.
Κρεων
Κρ.
Κρ.
630
κἀμοὶ πόλεως μέτεστιν, οὐχί σοι μόνῳ.
Χορος
Χο.
Χο.
631
παύσασθ’, ἄνακτες · καιρίαν δ’ὑμῖν ὁρῶ
632
τήνδ’ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθ’ἧς
633
τὸ νῦν παρεστὸς νεῖκος εὖ θέσθαι χρεών.
Ιοκαστη
Ιο.
Ιο.
634
τί τὴν ἄβουλον, ταλαίπωροι, στάσιν
635
γλώσσης ἐπήρασθ’οὐ δ’ἐπαισχύνεσθε γῆς
636
οὕτω νοσούσης ἴδια κινοῦντες κακά;
637
οὐκ εἶ σύτ’οἴκους σύτε, Κρέων, κατὰ στέγας,
638
καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγ’οἴσετε;
Κρεων
Κρ.
Κρ.
639
ὅμαιμε, δεινά μ’Οἰδίπους σὸς πόσις
640
δρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν
641
γῆς ἀπῶσαι πατρίδος κτεῖναι λαβών.
Οιδιπους
Οι.
Οι.
642
ξύμφημι · δρῶντα γάρ νιν, γύναι, κακῶς
643
εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.
Κρεων
Κρ.
Κρ.
644
μή νυν ὀναίμην, ἀλλ’ἀραῖος, εἴ σέ τι
645
δέδρακ’, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν.
Ιοκαστη
Ιο.
Ιο.
646
πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε,
647
μάλιστα μὲν τόνδ’ὅρκον αἰδεσθεὶς θεῶν,
648
ἔπειτα κἀμὲ τούσδεθ’οἳ πάρεισί σοι.
Χορος
Χο.
Χο.
649
πιθοῦ θελήσας φρονήσαςτ’, ἄναξ, λίσσομαι.
Οιδιπους
Οι.
Οι.
650
τί σοι θέλεις δῆτ’εἰκάθω;
Χορος
Χο.
Χο.
651
τὸν οὔτε πρὶν νήπιον νῦντ’ἐν ὅρκῳ μέγαν καταίδεσαι.
Οιδιπους
Οι.
Οι.
652
οἶσθ’οὖν χρῄζεις;
Χορος
Χο.
Χο.
653
οἶδα.
Οιδιπους
Οι.
Οι.
654
φράζε δὴ τί φής.
Χορος
Χο.
Χο.
655
τὸν ἐναγῆ φίλον μήποτ’ἐν αἰτίᾳ
656
σὺν ἀφανεῖ λόγῳ σ’ἄτιμον βαλεῖν.
Οιδιπους
Οι.
Οι.
657
εὖ νυν ἐπίστω, ταῦθ’ὅταν ζητῇς, ἐμοὶ
658
ζητῶν ὄλεθρον φυγὴν ἐκ τῆσδε γῆς.
Χορος
Χο.
Χο.
660
οὐ τὸν πάντων θεῶν θεὸν πρόμον
661
Ἅλιον · ἐπεὶ ἄθεος ἄφιλος τι πύματον
662
ὀλοίμαν, φρόνησιν εἰ τάνδ’ἔχω.
665
ἀλλά μοι δυσμόρῳ γᾶ φθινὰς
666
τρύχει ψυχάν, τάδ’εἰ κακοῖς κακὰ
667
προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν.
Οιδιπους
Οι.
Οι.
668
δ’οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν
670
γῆς ἄτιμον τῆσδ’ἀπωσθῆναι βίᾳ.
671
τὸ γὰρ σόν, οὐ τὸ τοῦδ’, ἐποικτίρω στόμα
672
ἐλεινόν · οὗτος δ’ἔνθ’ἂν στυγήσεται.
Κρεων
Κρ.
Κρ.
673
στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δ’, ὅταν
674
θυμοῦ περάσῃς · αἱ δὲ τοιαῦται φύσεις
675
αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν.
Οιδιπους
Οι.
Οι.
676
οὔκουν μ’ἐάσεις κἀκτὸς εἶ;
Κρεων
Κρ.
Κρ.
677
πορεύσομαι,
678
σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδ’ἴσος.
Χορος
Χο.
Χο.
679
γύναι, τί μέλλεις κομίζειν δόμων τόνδ’ἔσω;
Ιοκαστη
Ιο.
Ιο.
680
μαθοῦσά γ’ἥτις τύχη.
Χορος
Χο.
Χο.
681
δόκησις ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ ’νδικον.
Ιοκαστη
Ιο.
Ιο.
682
ἀμφοῖν ἀπ’αὐτοῖν;
Χορος
Χο.
Χο.
683
ναίχι.
Ιοκαστη
Ιο.
Ιο.
684
καὶ τίς ἦν λόγος;
Χορος
Χο.
Χο.
685
ἅλις ἔμοιγ’, ἅλις, γᾶς προπονουμένας,
686
φαίνεται ἔνθ’ἔληξεν αὐτοῦ μένειν.
Οιδιπους
Οι.
Οι.
687
ὁρᾷς ἵν’ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,
688
τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;
Χορος
Χο.
Χο.
690
ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον,
691
ἴσθι δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμα
692
πεφάνθαι μ’ἄν, εἴ σ’ἐνοσφιζόμαν,
693
ὅςτ’ἐμὰν γᾶν φίλαν ἐν πόνοις
695
ἀλύουσαν κατ’ὀρθὸν οὔρισας,
696
τανῦντ’εὔπομπος, ἂν γένοιο.
Ιοκαστη
Ιο.
Ιο.
697
πρὸς θεῶν δίδαξον κἄμ’, ἄναξ, ὅτου ποτὲ
698
μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.
Οιδιπους
Οι.
Οι.
700
ἐρῶ · σὲ γὰρ τῶνδ’ἐς πλέον, γύναι, σέβω ·
701
Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει.
Ιοκαστη
Ιο.
Ιο.
702
λέγ’, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.
Οιδιπους
Οι.
Οι.
703
φονέα με φησὶ Λαΐου καθεστάναι.
Ιοκαστη
Ιο.
Ιο.
704
αὐτὸς ξυνειδὼς μαθὼν ἄλλου πάρα;
Οιδιπους
Οι.
Οι.
705
μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ
706
τό γ’εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα.
Ιοκαστη
Ιο.
Ιο.
707
σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι
708
ἐμοῦ ’πάκουσον, καὶ μάθ’οὕνεκ’ἐστί σοι
709
βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης.
710
φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα.
711
χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτ’, οὐκ ἐρῶ
712
Φοίβου γ’ἄπ’αὐτοῦ, τῶν δ’ὑπηρετῶν ἄπο,
713
ὡς αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν,
714
ὅστις γένοιτ’ἐμοῦτε κἀκείνου πάρα.
715
καὶ τὸν μέν, ὥσπερ γ’ φάτις, ξένοι ποτὲ
716
λῃσταὶ φονεύουσ’ἐν τριπλαῖς ἁμαξιτοῖς ·
717
παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι
718
τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν
719
ἔρριψεν ἄλλων χερσὶν ἄβατον εἰς ὄρος.
720
κἀνταῦθ’Ἀπόλλων οὔτ’ἐκεῖνον ἤνυσεν
721
φονέα γενέσθαι πατρὸς οὔτε Λάϊον
722
τὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν.
723
τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν,
724
ὧν ἐντρέπου σὺ μηδέν · ὧν γὰρ ἂν θεὸς
725
χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ.
Οιδιπους
Οι.
Οι.
726
οἷόν μ’ἀκούσαντ’ἀρτίως ἔχει, γύναι,
727
ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.
Ιοκαστη
Ιο.
Ιο.
728
ποίας μερίμνης τοῦθ’ὑποστραφεὶς λέγεις;
Οιδιπους
Οι.
Οι.
729
ἔδοξ’ἀκοῦσαι σοῦ τόδ’, ὡς Λάϊος
730
κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς.
Ιοκαστη
Ιο.
Ιο.
731
ηὐδᾶτο γὰρ ταῦτ’οὐ δέ πω λήξαντ’ἔχει.
Οιδιπους
Οι.
Οι.
732
καὶ ποῦ ’σθ’ χῶρος οὗτος οὗ τόδ’ἦν πάθος;
Ιοκαστη
Ιο.
Ιο.
733
Φωκὶς μὲν γῆ κλῄζεται, σχιστὴ δ’ὁδὸς
734
ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.
Οιδιπους
Οι.
Οι.
735
καὶ τίς χρόνος τοῖσδ’ἐστὶν οὑξεληλυθώς;
Ιοκαστη
Ιο.
Ιο.
736
σχεδόν τι πρόσθεν σὺ τῆσδ’ἔχων χθονὸς
737
ἀρχὴν ἐφαίνου, τοῦτ’ἐκηρύχθη πόλει.
Οιδιπους
Οι.
Οι.
738
Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι;
Ιοκαστη
Ιο.
Ιο.
739
τί δ’ἐστί σοι τοῦτ’, Οἰδίπους, ἐνθύμιον;
Οιδιπους
Οι.
Οι.
740
μήπω μ’ἐρώτα · τὸν δὲ Λάϊον φύσιν
741
τίν’ἦλθε φράζε, τίνα δ’ἀκμὴν ἥβης ἔχων.
Ιοκαστη
Ιο.
Ιο.
742
μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα,
743
μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.
Οιδιπους
Οι.
Οι.
744
οἴμοι τάλας · ἔοικ’ἐμαυτὸν εἰς ἀρὰς
745
δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι.
Ιοκαστη
Ιο.
Ιο.
746
πῶς φῄς; ὀκνῶ τοι πρός σ’ἀποσκοποῦσ’, ἄναξ.
Οιδιπους
Οι.
Οι.
747
δεινῶς ἀθυμῶ μὴ βλέπων μάντις ·
748
δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.
Ιοκαστη
Ιο.
Ιο.
749
καὶ μὴν ὀκνῶ μέν, δ’ἂν ἔρῃ μαθοῦσ’ἐρῶ.
Οιδιπους
Οι.
Οι.
750
πότερον ἐχώρει βαιὸς πολλοὺς ἔχων
751
ἄνδρας λοχίτας, οἷ’ἀνὴρ ἀρχηγέτης;
Ιοκαστη
Ιο.
Ιο.
752
πέντ’ἦσαν οἱ ξύμπαντες, ἐν δ’αὐτοῖσιν ἦν.
753
κῆρυξ · ἀπήνη δ’ἦγε Λάϊον μία.
Οιδιπους
Οι.
Οι.
754
αἰαῖ, τάδ’ἤδη διαφανῆ. τίς ἦν ποτε
755
τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι;
Ιοκαστη
Ιο.
Ιο.
756
οἰκεύς τις, ὅσπερ ἵκετ’ἐκσωθεὶς μόνος.
Οιδιπους
Οι.
Οι.
757
κἀν δόμοισι τυγχάνει τανῦν παρών;
Ιοκαστη
Ιο.
Ιο.
758
οὐ δῆτ’· ἀφ’οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη
759
σέτ’εἶδ’ἔχοντα Λάϊόντ’ὀλωλότα,
760
ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν
761
ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,
762
ὡς πλεῖστον εἴη τοῦδ’ἄποπτος ἄστεως.
763
κἄπεμψ’ἐγώ νιν · ἄξιος γὰρ οἷ’ἀνὴρ
764
δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν.
Οιδιπους
Οι.
Οι.
765
πῶς ἂν μόλοι δῆθ’ἡμὶν ἐν τάχει πάλιν;
Ιοκαστη
Ιο.
Ιο.
766
πάρεστιν · ἀλλὰ πρὸς τί τοῦτ’ἐφίεσαι;
Οιδιπους
Οι.
Οι.
767
δέδοικ’ἐμαυτόν, γύναι, μὴ πόλλ’ἄγαν
768
εἰρημέν’ μοι δι’ νιν εἰσιδεῖν θέλω.
Ιοκαστη
Ιο.
Ιο.
769
ἀλλ’ἵξεται μέν · ἀξία δέ που μαθεῖν
770
κἀγὼ τά γ’ἐν σοὶ δυσφόρως ἔχοντ’, ἄναξ.
Οιδιπους
Οι.
Οι.
771
κοὐ μὴ στερηθῇς γ’, ἐς τοσοῦτον ἐλπίδων
772
ἐμοῦ βεβῶτος. τῷ γὰρ ἂν καὶ μείζονι
773
λέξαιμ’ἂν σοί, διὰ τύχης τοιᾶσδ’ἰών;
774
ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος,
775
μήτηρ δὲ Μερόπη Δωρίς. ἠγόμην δ’ἀνὴρ
776
ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη
777
τοιάδ’ἐπέστη, θαυμάσαι μὲν ἀξία,
778
σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία.
779
ἀνὴρ γὰρ ἐν δείπνοις μ’ὑπερπλησθεὶς μέθῃ
780
καλεῖ παρ’οἴνῳ, πλαστὸς ὡς εἴην πατρί.
781
κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν
782
μόλις κατέσχον, θἀτέρᾳ δ’ἰὼν πέλας
783
μητρὸς πατρόςτ’ἤλεγχον · οἱ δὲ δυσφόρως
784
τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον.
785
κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δ’
786
ἔκνιζέ μ’ἀεὶ τοῦθ’· ὑφεῖρπε γὰρ πολύ.
787
λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι
788
Πυθώδε, καί μ’ Φοῖβος ὧν μὲν ἱκόμην
789
ἄτιμον ἐξέπεμψεν, ἄλλα δ’ἄθλια
790
καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων,
791
ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δ’
792
ἄτλητον ἀνθρώποισι δηλώσοιμ’ὁρᾶν,
793
φονεὺς δ’ἐσοίμην τοῦ φυτεύσαντος πατρός.
794
κἀγὼ ’πακούσας ταῦτα τὴν Κορινθίαν,
795
ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος, χθόνα
796
ἔφευγον, ἔνθα μήποτ’ὀψοίμην κακῶν
797
χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.
798
στείχων δ’ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν οἷς
799
σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.
800
καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς
801
ὅτ’ κελεύθου τῆσδ’ὁδοιπορῶν πέλας,
802
ἐνταῦθά μοι κῆρύξτε κἀπὶ πωλικῆς
803
ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῇς,
804
ξυνηντίαζον · κἀξ ὁδοῦ μ’θ’ἡγεμὼν
805
αὐτόςθ’ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.
806
κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,
807
παίω δι’ὀργῆς · καί μ’ πρέσβυς ὡς ὁρᾷ,
808
ὄχου παραστείχοντα τηρήσας, μέσον
809
κάρα διπλοῖς κέντροισί μου καθίκετο.
810
οὐ μὴν ἴσην γ’ἔτισεν, ἀλλὰ συντόμως
811
σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος
812
μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται ·
813
κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ
814
τούτῳ προσήκει Λαΐου τι συγγενές,
815
τίς τοῦδέ γ’ἀνδρός ἐστιν ἀθλιώτερος;
816
τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτ’ἀνήρ;
817
ὃν μὴ ξένων ἔξεστι μη δ’ἀστῶν τινι
818
δόμοις δέχεσθαι μη δὲ προσφωνεῖν τινα,
819
ὠθεῖν δ’ἀπ’οἴκων. καὶ τάδ’οὔτις ἄλλος ἦν
820
’γὼ ’π’ἐμαυτῷ τάσδ’ἀρὰς προστιθείς.
821
λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν
822
χραίνω, δι’ὧνπερ ὤλετ’· ἆρ’ἔφυν κακός;
823
ἆρ’οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,
824
καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν
825
μη δ’ἐμβατεύειν πατρίδος, γάμοις με δεῖ
826
μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν
827
Πόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με.
828
ἆρ’οὐκ ἀπ’ὠμοῦ ταῦτα δαίμονός τις ἂν
829
κρίνων ἐπ’ἀνδρὶ τῷδ’ἂν ὀρθοίη λόγον;
830
μὴ δῆτα, μὴ δῆτ’, θεῶν ἁγνὸν σέβας,
831
ἴδοιμι ταύτην ἡμέραν, ἀλλ’ἐκ βροτῶν
832
βαίην ἄφαντος πρόσθεν τοιάνδ’ἰδεῖν
833
κηλῖδ’ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.
Χορος
Χο.
Χο.
834
ἡμῖν μέν, ὦναξ, ταῦτ’ὀκνήρ’· ἕως δ’ἂν οὖν
835
πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχ’ἐλπίδα.
Οιδιπους
Οι.
Οι.
836
καὶ μὴν τοσοῦτόν γ’ἐστί μοι τῆς ἐλπίδος,
837
τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον.
Ιοκαστη
Ιο.
Ιο.
838
πεφασμένου δὲ τίς ποθ’ προθυμία;
Οιδιπους
Οι.
Οι.
839
ἐγὼ διδάξω σ’· ἢν γὰρ εὑρεθῇ λέγων
840
σοὶ ταὔτ’, ἔγωγ’ἂν ἐκπεφευγοίην πάθος.
Ιοκαστη
Ιο.
Ιο.
841
ποῖον δέ μου περισσὸν ἤκουσας λόγον;
Οιδιπους
Οι.
Οι.
842
λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν
843
ὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτι
844
λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ’κτανον ·
845
οὐ γὰρ γένοιτ’ἂν εἷς γε τοῖς πολλοῖς ἴσος ·
846
εἰ δ’ἄνδρ’ἕν’οἰόζωνον αὐδήσει, σαφῶς
847
τοῦτ’ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.
Ιοκαστη
Ιο.
Ιο.
848
ἀλλ’ὡς φανέν γε τοὔπος ὧδ’ἐπίστασο,
849
κοὐκ ἔστιν αὐτῷ τοῦτό γ’ἐκβαλεῖν πάλιν ·
850
πόλις γὰρ ἤκουσ’, οὐκ ἐγὼ μόνη, τάδε.
851
εἰ δ’οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,
852
οὔτοι ποτ’, ὦναξ, σόν γε Λαΐου φόνον
853
φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας
854
διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.
855
καίτοι νιν οὐ κεῖνός γ’ δύστηνός ποτε
856
κατέκταν’, ἀλλ’αὐτὸς πάροιθεν ὤλετο.
857
ὥστ’οὐχὶ μαντείας γ’ἂν οὔτε τῇδ’ἐγὼ
858
βλέψαιμ’ἂν εἵνεκ’οὔτε τῇδ’ἂν ὕστερον.
Οιδιπους
Οι.
Οι.
859
καλῶς νομίζεις · ἀλλ’ὅμως τὸν ἐργάτην
860
πέμψον τινὰ στελοῦντα μη δὲ τοῦτ’ἀφῇς.
Ιοκαστη
Ιο.
Ιο.
861
πέμψω ταχύνασ’· ἀλλ’ἴωμεν ἐς δόμους ·
862
οὐδὲν γὰρ ἂν πράξαιμ’ἂν ὧν οὐ σοὶ φίλον.
Χορος
Χο.
Χο.
863
εἴ μοι ξυνείη φέροντι
864
μοῖρα τὰν εὔσεπτον ἁγνείαν λόγων
865
ἔργωντε πάντων, ὧν νόμοι πρόκεινται
866
ὑψίποδες, οὐρανίαν
867
δι’αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος
868
πατὴρ μόνος, οὐ δέ νιν
869
θνατὰ φύσις ἀνέρων
870
ἔτικτεν οὐ δὲ μή ποτε λάθα κατακοιμάσῃ ·
871
μέγας ἐν τούτοις θεὸς οὐ δὲ γηράσκει.
873
ὕβρις φυτεύει τύραννον ·
874
ὕβρις, εἰ πολλῶν ὑπερπλησθῇ μάταν,
875
μὴ ’πίκαιρα μη δὲ συμφέροντα,
876
ἀκρότατον εἰσαναβᾶσ’
877
αἶπος ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν,
878
ἔνθ’οὐ ποδὶ χρησίμῳ
880
χρῆται. τὸ καλῶς δ’ἔχον
881
πόλει πάλαισμα μήποτε λῦσαι θεὸν αἰτοῦμαι.
882
θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων.
884
εἰ δέ τις ὑπέροπτα χερσὶν λόγῳ πορεύεται,
885
δίκας ἀφόβητος οὐ δὲ δαιμόνων ἕδη σέβων,
886
κακά νιν ἕλοιτο μοῖρα,
887
δυσπότμου χάριν χλιδᾶς,
888
εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως
890
καὶ τῶν ἀσέπτων ἔρξεται
891
τῶν ἀθίκτων θίξεται ματᾴζων.
892
τίς ἔτι ποτ’ἐν τοῖσδ’ἀνὴρ θεῶν βέλη
893
εὔξεται ψυχᾶς ἀμύνειν;
895
εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι,
896
τί δεῖ με χορεύειν;
897
οὐκέτι τὸν ἄθικτον εἶμι γᾶς ἐπ’ὀμφαλὸν σέβων,
900
οὐ δ’ἐς τὸν Ἀβαῖσι ναὸν οὐ δὲ τὰν Ὀλυμπίαν,
901
εἰ μὴ τάδε χειρόδεικτα
902
πᾶσιν ἁρμόσει βροτοῖς.
903
ἀλλ’, κρατύνων, εἴπερ ὄρθ’ἀκούεις,
905
Ζεῦ, πάντ’ἀνάσσων, μὴ λάθοι
906
σὲ τάντε σὰν ἀθάνατον αἰὲν ἀρχάν.
907
φθίνοντα γὰρ Λαΐου παλαίφατα
908
θέσφατ’ἐξαιροῦσιν ἤδη,
909
κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής ·
910
ἔρρει δὲ τὰ θεῖα.
Ιοκαστη
Ιο.
Ιο.
911
χώρας ἄνακτες, δόξα μοι παρεστάθη
912
ναοὺς ἱκέσθαι δαιμόνων, τάδ’ἐν χεροῖν
913
στέφη λαβούσῃ κἀπιθυμιάματα.
914
ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν
915
λύπαισι παντοίαισιν · οὐ δ’ὁποῖ’ἀνὴρ
916
ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,
917
ἀλλ’ἐστὶ τοῦ λέγοντος, εἰ φόβους λέγοι.
918
ὅτ’οὖν παραινοῦσ’οὐδὲν ἐς πλέον ποιῶ,
919
πρὸς σ’, Λύκει’Ἄπολλον, ἄγχιστος γὰρ εἶ,
920
ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν,
921
ὅπως λύσιν τιν’ἡμὶν εὐαγῆ πόρῃς ·
922
ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον
923
κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.
Αγγελος
Αγ.
Αγ.
924
ἆρ’ἂν παρ’ὑμῶν, ξένοι, μάθοιμ’ὅπου
925
τὰ τοῦ τυράννου δώματ’ἐστὶν Οἰδίπου;
926
μάλιστα δ’αὐτὸν εἴπατ’, εἰ κάτισθ’ὅπου.
Χορος
Χο.
Χο.
927
στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ξένε ·
928
γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.
Αγγελος
Αγ.
Αγ.
929
ἀλλ’ὀλβίατε καὶ ξὺν ὀλβίοις ἀεὶ
930
γένοιτ’, ἐκείνου γ’οὖσα παντελὴς δάμαρ.
Ιοκαστη
Ιο.
Ιο.
931
αὔτως δὲ καὶ σύ γ’, ξέν’· ἄξιος γὰρ εἶ
932
τῆς εὐεπείας εἵνεκ’· ἀλλὰ φράζ’ὅτου
933
χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων.
Αγγελος
Αγ.
Αγ.
934
ἀγαθὰ δόμοιςτε καὶ πόσει τῷ σῷ, γύναι.
Ιοκαστη
Ιο.
Ιο.
935
τὰ ποῖα ταῦτα; παρὰ τίνος δ’ἀφιγμένος;
Αγγελος
Αγ.
Αγ.
936
ἐκ τῆς Κορίνθου · τὸ δ’ἔπος οὑξερῶ τάχα,
937
ἥδοιο μέν, πῶς δ’οὐκ ἄν, ἀσχάλλοις δ’ἴσως.
Ιοκαστη
Ιο.
Ιο.
938
τί δ’ἔστι; ποίαν δύναμιν ὧδ’ἔχει διπλῆν;
Αγγελος
Αγ.
Αγ.
939
τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς
940
τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτ’ἐκεῖ.
Ιοκαστη
Ιο.
Ιο.
941
τί δ’; οὐχ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι;
Αγγελος
Αγ.
Αγ.
942
οὐ δῆτ’, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει.
Ιοκαστη
Ιο.
Ιο.
943
πῶς εἶπας; τέθνηκε Πόλυβος, γέρον;
Αγγελος
Αγ.
Αγ.
944
εἰ μὴ λέγω τἀληθές, ἀξιῶ θανεῖν.
Ιοκαστη
Ιο.
Ιο.
945
πρόσπολ’, οὐχὶ δεσπότῃ τάδ’ὡς τάχος
946
μολοῦσα λέξεις; θεῶν μαντεύματα,
947
ἵν’ἐστέ · τοῦτον Οἰδίπους πάλαι τρέμων
948
τὸν ἄνδρ’ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε
949
πρὸς τῆς τύχης ὄλωλεν οὐ δὲ τοῦδ’ὕπο.
Οιδιπους
Οι.
Οι.
950
φίλτατον γυναικὸς Ἰοκάστης κάρα,
951
τί μ’ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;
Ιοκαστη
Ιο.
Ιο.
952
ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων
953
τὰ σέμν’ἵν’ἥκει τοῦ θεοῦ μαντεύματα.
Οιδιπους
Οι.
Οι.
954
οὗτος δὲ τίς ποτ’ἐστὶ καὶ τί μοι λέγει;
Ιοκαστη
Ιο.
Ιο.
955
ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν
956
ὡς οὐκέτ’ὄντα Πόλυβον, ἀλλ’ὀλωλότα.
Οιδιπους
Οι.
Οι.
957
τί φῄς, ξέν’; αὐτός μοι σὺ σημάντωρ γενοῦ.
Αγγελος
Αγ.
Αγ.
958
εἰ τοῦτο πρῶτον δεῖ μ’ἀπαγγεῖλαι σαφῶς,
959
εὖ ἴσθ’ἐκεῖνον θανάσιμον βεβηκότα.
Οιδιπους
Οι.
Οι.
960
πότερα δόλοισιν νόσου ξυναλλαγῇ;
Αγγελος
Αγ.
Αγ.
961
σμικρὰ παλαιὰ σώματ’εὐνάζει ῥοπή.
Οιδιπους
Οι.
Οι.
962
νόσοις τλήμων, ὡς ἔοικεν, ἔφθιτο.
Αγγελος
Αγ.
Αγ.
963
καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.
Οιδιπους
Οι.
Οι.
964
φεῦ φεῦ, τί δῆτ’ἄν, γύναι, σκοποῖτό τι
965
τὴν Πυθόμαντιν ἑστίαν τοὺς ἄνω
966
κλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼ
967
κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; δὲ θανὼν
968
κεύθει κάτω δὴ γῆς. ἐγὼ δ’ὅδ’ἐνθάδε
969
ἄψαυστος ἔγχους · εἴ τι μὴ τὠμῷ πόθῳ
970
κατέφθιθ’· οὕτω δ’ἂν θανὼν εἴη ’ξ ἐμοῦ.
971
τὰ δ’οὖν παρόντα συλλαβὼν θεσπίσματα
972
κεῖται παρ’Ἅιδῃ Πόλυβος ἄξι’οὐδενός.
Ιοκαστη
Ιο.
Ιο.
973
οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι;
Οιδιπους
Οι.
Οι.
974
ηὔδας · ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.
Ιοκαστη
Ιο.
Ιο.
975
μὴ νῦν ἔτ’αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς.
Οιδιπους
Οι.
Οι.
976
καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ;
Ιοκαστη
Ιο.
Ιο.
977
τί δ’ἂν φοβοῖτ’ἄνθρωπος τὰ τῆς τύχης
978
κρατεῖ, πρόνοια δ’ἐστὶν οὐδενὸς σαφής;
979
εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις.
980
σὺ δ’εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα ·
981
πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν
982
μητρὶ ξυνηυνάσθησαν. ἀλλὰ ταῦθ’ὅτῳ
983
παρ’οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει.
Οιδιπους
Οι.
Οι.
984
καλῶς ἅπαντα ταῦτ’ἂν ἐξείρητό σοι,
985
εἰ μὴ ’κύρει ζῶσ’ τεκοῦσα · νῦν δ’ἐπεὶ
986
ζῇ, πᾶσ’ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν.
Ιοκαστη
Ιο.
Ιο.
987
καὶ μὴν μέγας γ’ὀφθαλμὸς οἱ πατρὸς τάφοι.
Οιδιπους
Οι.
Οι.
988
μέγας, ξυνίημ’· ἀλλὰ τῆς ζώσης φόβος.
Αγγελος
Αγ.
Αγ.
989
ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθ’ὕπερ;
Οιδιπους
Οι.
Οι.
990
Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα.
Αγγελος
Αγ.
Αγ.
991
τί δ’ἔστ’ἐκείνης ὑμὶν ἐς φόβον φέρον;
Οιδιπους
Οι.
Οι.
992
θεήλατον μάντευμα δεινόν, ξένε.
Αγγελος
Αγ.
Αγ.
993
ῥητόν; οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι;
Οιδιπους
Οι.
Οι.
994
μάλιστά γ’· εἶπε γάρ με Λοξίας ποτὲ
995
χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τότε
996
πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν.
997
ὧν οὕνεχ’ Κόρινθος ἐξ ἐμοῦ πάλαι
998
μακρὰν ἀπῳκεῖτ’· εὐτυχῶς μέν, ἀλλ’ὅμως
999
τὰ τῶν τεκόντων ὄμμαθ’ἥδιστον βλέπειν.
Αγγελος
Αγ.
Αγ.
1000
γὰρ τάδ’ὀκνῶν κεῖθεν ἦσθ’ἀπόπτολις;
Οιδιπους
Οι.
Οι.
1001
πατρόςτε χρῄζων μὴ φονεὺς εἶναι, γέρον.
Αγγελος
Αγ.
Αγ.
1002
τί δῆτ’ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σ’, ἄναξ,
1003
ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην;
Οιδιπους
Οι.
Οι.
1004
καὶ μὴν χάριν γ’ἂν ἀξίαν λάβοις ἐμοῦ.
Αγγελος
Αγ.
Αγ.
1005
καὶ μὴν μάλιστα τοῦτ’ἀφικόμην, ὅπως
1006
σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι.
Οιδιπους
Οι.
Οι.
1007
ἀλλ’οὔποτ’εἶμι τοῖς φυτεύσασίν γ’ὅμοῦ.
Αγγελος
Αγ.
Αγ.
1008
παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς.
Οιδιπους
Οι.
Οι.
1009
πῶς, γεραιέ; πρὸς θεῶν δίδασκέ με.
Αγγελος
Αγ.
Αγ.
1010
εἰ τῶνδε φεύγεις οὕνεκ’εἰς οἴκους μολεῖν.
Οιδιπους
Οι.
Οι.
1011
ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής.
Αγγελος
Αγ.
Αγ.
1012
μὴ μίασμα τῶν φυτευσάντων λάβῃς;
Οιδιπους
Οι.
Οι.
1013
τοῦτ’αὐτό, πρέσβυ, τοῦτό μ’εἰσαεὶ φοβεῖ.
Αγγελος
Αγ.
Αγ.
1014
ἆρ’οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων;
Οιδιπους
Οι.
Οι.
1015
πῶς δ’οὐχί, παῖς γ’εἰ τῶνδε γεννητῶν ἔφυν;
Αγγελος
Αγ.
Αγ.
1016
ὁθούνεκ’ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει.
Οιδιπους
Οι.
Οι.
1017
πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με;
Αγγελος
Αγ.
Αγ.
1018
οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλ’ἴσον.
Οιδιπους
Οι.
Οι.
1019
καὶ πῶς φύσας ἐξ ἴσου τῷ μηδενί;
Αγγελος
Αγ.
Αγ.
1020
ἀλλ’οὔ σ’ἐγείνατ’οὔτ’ἐκεῖνος οὔτ’ἐγώ.
Οιδιπους
Οι.
Οι.
1021
ἀλλ’ἀντὶ τοῦ δὴ παῖδά μ’ὠνομάζετο;
Αγγελος
Αγ.
Αγ.
1022
δῶρόν ποτ’, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών.
Οιδιπους
Οι.
Οι.
1023
κᾆθ’ὧδ’ἀπ’ἄλλης χειρὸς ἔστερξεν μέγα;
Αγγελος
Αγ.
Αγ.
1024
γὰρ πρὶν αὐτὸν ἐξέπεισ’ἀπαιδία.
Οιδιπους
Οι.
Οι.
1025
σὺ δ’ἐμπολήσας τυχών μ’αὐτῷ δίδως;
Αγγελος
Αγ.
Αγ.
1026
εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς.
Οιδιπους
Οι.
Οι.
1027
ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους;
Αγγελος
Αγ.
Αγ.
1028
ἐνταῦθ’ὀρείοις ποιμνίοις ἐπεστάτουν.
Οιδιπους
Οι.
Οι.
1029
ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης;
Αγγελος
Αγ.
Αγ.
1030
σοῦτ’, τέκνον, σωτήρ γε τῷ τότ’ἐν χρόνῳ.
Οιδιπους
Οι.
Οι.
1031
τί δ’ἄλγος ἴσχοντ’ἀγκάλαις με λαμβάνεις;
Αγγελος
Αγ.
Αγ.
1032
ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά ·
Οιδιπους
Οι.
Οι.
1033
οἴμοι, τί τοῦτ’ἀρχαῖον ἐννέπεις κακόν;
Αγγελος
Αγ.
Αγ.
1034
λύω σ’ἔχοντα διατόρους ποδοῖν ἀκμάς.
Οιδιπους
Οι.
Οι.
1035
δεινόν γ’ὄνειδος σπαργάνων ἀνειλόμην.
Αγγελος
Αγ.
Αγ.
1036
ὥστ’ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ.
Οιδιπους
Οι.
Οι.
1037
πρὸς θεῶν, πρὸς μητρὸς πατρός; φράσον.
Αγγελος
Αγ.
Αγ.
1038
οὐκ οἶδ’· δοὺς δὲ ταῦτ’ἐμοῦ λῷον φρονεῖ.
Οιδιπους
Οι.
Οι.
1039
γὰρ παρ’ἄλλου μ’ἔλαβες οὐ δ’αὐτὸς τυχών;
Αγγελος
Αγ.
Αγ.
1040
οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι.
Οιδιπους
Οι.
Οι.
1041
τίς οὗτος; κάτοισθα δηλῶσαι λόγῳ;
Αγγελος
Αγ.
Αγ.
1042
τῶν Λαΐου δήπου τις ὠνομάζετο.
Οιδιπους
Οι.
Οι.
1043
τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ;
Αγγελος
Αγ.
Αγ.
1044
μάλιστα · τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ.
Οιδιπους
Οι.
Οι.
1045
κἄστ’ἔτι ζῶν οὗτος, ὥστ’ἰδεῖν ἐμέ;
Αγγελος
Αγ.
Αγ.
1046
ὑμεῖς γ’ἄριστ’εἰδεῖτ’ἂν οὑπιχώριοι.
Οιδιπους
Οι.
Οι.
1047
ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας,
1048
ὅστις κάτοιδε τὸν βοτῆρ’ὃν ἐννέπει,
1049
εἴτ’οὖν ἐπ’ἀγρῶν εἴτε κἀνθάδ’εἰσιδών;
1050
σημήναθ’, ὡς καιρὸς ηὑρῆσθαι τάδε.
Χορος
Χο.
Χο.
1051
οἶμαι μὲν οὐδέν’ἄλλον τὸν ἐξ ἀγρῶν,
1052
ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν · ἀτὰρ
1053
ἥδ’ἂν τάδ’οὐχ ἥκιστ’ἂν Ἰοκάστη λέγοι.
Οιδιπους
Οι.
Οι.
1054
γύναι, νοεῖς ἐκεῖνον, ὅντιν’ἀρτίως
1055
μολεῖν ἐφιέμεσθα; τόνδ’οὗτος λέγει;
Ιοκαστη
Ιο.
Ιο.
1056
τί δ’ὅντιν’εἶπε; μηδὲν ἐντραπῇς · τὰ δὲ
1057
ῥηθέντα βούλου μη δὲ μεμνῆσθαι μάτην.
Οιδιπους
Οι.
Οι.
1058
οὐκ ἂν γένοιτο τοῦθ’ὅπως ἐγὼ λαβὼν
1059
σημεῖα τοιαῦτ’οὐ φανῶ τοὐμὸν γένος.
Ιοκαστη
Ιο.
Ιο.
1060
μὴ πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου
1061
κήδει, ματεύσῃς τοῦθ’· ἅλις νοσοῦσ’ἐγώ.
Οιδιπους
Οι.
Οι.
1062
θάρσει · σὺ μὲν γὰρ οὐ δ’ἐὰν τρίτης ἐγὼ
1063
μητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή.
Ιοκαστη
Ιο.
Ιο.
1064
ὅμως πιθοῦ μοι, λίσσομαι · μὴ δρᾶ τάδε.
Οιδιπους
Οι.
Οι.
1065
οὐκ ἂν πιθοίμην μὴ οὐ τάδ’ἐκμαθεῖν σαφῶς.
Ιοκαστη
Ιο.
Ιο.
1066
καὶ μὴν φρονοῦσά γ’εὖ τὰ λῷστά σοι λέγω.
Οιδιπους
Οι.
Οι.
1067
τὰ λῷστα τοίνυν ταῦτά μ’ἀλγύνει πάλαι.
Ιοκαστη
Ιο.
Ιο.
1068
δύσποτμ’, εἴθε μήποτε γνοίης ὃς εἶ.
Οιδιπους
Οι.
Οι.
1069
ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι;
1070
ταύτην δ’ἐᾶτε πλουσίῳ χαίρειν γένει.
Ιοκαστη
Ιο.
Ιο.
1071
ἰοὺ ἰού, δύστηνε · τοῦτο γάρ σ’ἔχω
1072
μόνον προσειπεῖν, ἄλλο δ’οὔποθ’ὕστερον.
Χορος
Χο.
Χο.
1073
τί ποτε βέβηκεν, Οἰδίπους, ὑπ’ἀγρίας
1074
ᾄξασα λύπης γυνή; δέδοιχ’ὅπως
1075
μὴ ’κ τῆς σιωπῆς τῆσδ’ἀναρρήξει κακά.
Οιδιπους
Οι.
Οι.
1076
ὁποῖα χρῄζει ῥηγνύτω · τοὐμὸν δ’ἐγώ,
1077
κεἰ σμικρόν ἐστι, σπέρμ’ἰδεῖν βουλήσομαι.
1078
αὕτη δ’ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,
1079
τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται.
1080
ἐγὼ δ’ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων
1081
τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι.
1082
τῆς γὰρ πέφυκα μητρός · οἱ δὲ συγγενεῖς
1083
μῆνές με μικρὸν καὶ μέγαν διώρισαν.
1084
τοιόσδε δ’ἐκφὺς οὐκ ἂν ἐξέλθοιμ’ἔτι
1085
ποτ’ἄλλος, ὥστε μὴ ’κμαθεῖν τοὐμὸν γένος.
Χορος
Χο.
Χο.
1086
εἴπερ ἐγὼ μάντις εἰμὶ καὶ κατὰ γνώμαν ἴδρις,
1087
οὐ τὸν Ὄλυμπον ἀπείρων, Κιθαιρών,
1090
οὐκ ἔσει τὰν αὔριον
1091
πανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπουν
1092
καὶ τροφὸν καὶ ματέρ’αὔξειν,
1095
καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπὶ ἦρα φέροντα τοῖς ἐμοῖς τυράννοις.
1096
ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτ’ἀρέστ’εἴη.
1098
τίς σε, τέκνον, τίς σ’ἔτικτε τᾶν μακραιώνων ἄρα
1100
Πανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖσ’;
1101
σέ γ’εὐνάτειρά τις
1102
Λοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι ·
1105
εἴθ’ Κυλλάνας ἀνάσσων,
1106
εἴθ’ Βακχεῖος θεὸς ναίων ἐπ’ἄκρων ὀρέων σ’εὕρημα δέξατ’ἔκ του
1107
Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει.
Οιδιπους
Οι.
Οι.
1110
εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω,
1111
πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρ’ὁρᾶν δοκῶ,
1112
ὅνπερ πάλαι ζητοῦμεν · ἔντε γὰρ μακρῷ
1113
γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος,
1114
ἄλλωςτε τοὺς ἄγοντας ὥσπερ οἰκέτας
1115
ἔγνωκ’ἐμαυτοῦ · τῇ δ’ἐπιστήμῃ σύ μου
1116
προύχοις τάχ’ἄν που, τὸν βοτῆρ’ἰδὼν πάρος.
Χορος
Χο.
Χο.
1117
ἔγνωκα γάρ, σάφ’ἴσθι · Λαΐου γὰρ ἦν
1118
εἴπερ τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ.
Οιδιπους
Οι.
Οι.
1119
σὲ πρῶτ’ἐρωτῶ, τὸν Κορίνθιον ξένον, τόνδε φράζεις;
Αγγελος
Αγ.
Αγ.
1120
τοῦτον, ὅνπερ εἰσορᾷς.
Οιδιπους
Οι.
Οι.
1121
οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων
1122
ὅσ’ἄν σ’ἐρωτῶ. Λαΐου ποτ’ἦσθα σύ;
Θεραπων
Θε.
Θε.
1123
δοῦλος οὐκ ὠνητός, ἀλλ’οἴκοι τραφείς.
Οιδιπους
Οι.
Οι.
1124
ἔργον μεριμνῶν ποῖον βίον τινά;
Θεραπων
Θε.
Θε.
1125
ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην.
Οιδιπους
Οι.
Οι.
1126
χώροις μάλιστα πρὸς τίσι ξύναυλος ὤν;
Θεραπων
Θε.
Θε.
1127
ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος.
Οιδιπους
Οι.
Οι.
1128
τὸν ἄνδρα τόνδ’οὖν οἶσθα τῇδέ που μαθών;
Θεραπων
Θε.
Θε.
1129
τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις;
Οιδιπους
Οι.
Οι.
1130
τόνδ’ὃς πάρεστιν · ξυναλλάξας τί πω;
Θεραπων
Θε.
Θε.
1131
οὐχ ὥστε γ’εἰπεῖν ἐν τάχει μνήμης ἄπο.
Αγγελος
Αγ.
Αγ.
1132
κοὐδέν γε θαῦμα, δέσποτ’· ἀλλ’ἐγὼ σαφῶς
1133
ἀγνῶτ’ἀναμνήσω νιν. εὖ γὰρ οἶδ’ὅτι
1134
κάτοιδεν, ἦμος τῷ Κιθαιρῶνος τόπῳ,
1135
μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δ’ἑνί,
1136
ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους
1137
ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους ·
1138
χειμῶνα δ’ἤδη τἀμάτ’εἰς ἔπαυλ’ἐγὼ
1139
ἤλαυνον οὗτόςτ’εἰς τὰ Λαΐου σταθμά.
1140
λέγω τι τούτων οὐ λέγω πεπραγμένον;
Θεραπων
Θε.
Θε.
1141
λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου.
Αγγελος
Αγ.
Αγ.
1142
φέρ’εἰπὲ νῦν, τότ’οἶσθα παῖδά μοί τινα
1143
δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ;
Θεραπων
Θε.
Θε.
1144
τί δ’ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς;
Αγγελος
Αγ.
Αγ.
1145
ὅδ’ἐστίν, τᾶν, κεῖνος ὃς τότ’ἦν νέος.
Θεραπων
Θε.
Θε.
1146
οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσει;
Οιδιπους
Οι.
Οι.
1147
, μὴ κόλαζε, πρέσβυ, τόνδ’, ἐπεὶ τὰ σὰ
1148
δεῖται κολαστοῦ μᾶλλον τὰ τοῦδ’ἔπη.
Θεραπων
Θε.
Θε.
1149
τί δ’, φέριστε δεσποτῶν, ἁμαρτάνω;
Οιδιπους
Οι.
Οι.
1150
οὐκ ἐννέπων τὸν παῖδ’ὃν οὗτος ἱστορεῖ.
Θεραπων
Θε.
Θε.
1151
λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλ’ἄλλως πονεῖ.
Οιδιπους
Οι.
Οι.
1152
σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δ’ἐρεῖς.
Θεραπων
Θε.
Θε.
1153
μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μ’αἰκίσῃ.
Οιδιπους
Οι.
Οι.
1154
οὐχ ὡς τάχος τις τοῦδ’ἀποστρέψει χέρας;
Θεραπων
Θε.
Θε.
1155
δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν;
Οιδιπους
Οι.
Οι.
1156
τὸν παῖδ’ἔδωκας τῷδ’ὃν οὗτος ἱστορεῖ;
Θεραπων
Θε.
Θε.
1157
ἔδωκ’· ὀλέσθαι δ’ὤφελον τῇδ’ἡμέρᾳ.
Οιδιπους
Οι.
Οι.
1158
ἀλλ’εἰς τόδ’ἥξεις μὴ λέγων γε τοὔνδικον.
Θεραπων
Θε.
Θε.
1159
πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι.
Οιδιπους
Οι.
Οι.
1160
ἁνὴρ ὅδ’, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ.
Θεραπων
Θε.
Θε.
1161
οὐ δῆτ’ἔγωγ’, ἀλλ’εἶπον, ὡς δοίην, πάλαι.
Οιδιπους
Οι.
Οι.
1162
πόθεν λαβών; οἰκεῖον ’ξ ἄλλου τινός;
Θεραπων
Θε.
Θε.
1163
ἐμὸν μὲν οὐκ ἔγωγ’, ἐδεξάμην δέ του.
Οιδιπους
Οι.
Οι.
1164
τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης;
Θεραπων
Θε.
Θε.
1165
μὴ πρὸς θεῶν, μή, δέσποθ’, ἱστόρει πλέον.
Οιδιπους
Οι.
Οι.
1166
ὄλωλας, εἴ σε ταῦτ’ἐρήσομαι πάλιν.
Θεραπων
Θε.
Θε.
1167
τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων.
Οιδιπους
Οι.
Οι.
1168
δοῦλος κείνου τις ἐγγενὴς γεγώς;
Θεραπων
Θε.
Θε.
1169
οἴμοι, πρὸς αὐτῷ γ’εἰμὶ τῷ δεινῷ λέγειν.
Οιδιπους
Οι.
Οι.
1170
κἄγωγ’ἀκούειν · ἀλλ’ὅμως ἀκουστέον.
Θεραπων
Θε.
Θε.
1171
κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθ’· δ’ἔσω
1172
κάλλιστ’ἂν εἴποι σὴ γυνὴ τάδ’ὡς ἔχει.
Οιδιπους
Οι.
Οι.
1173
γὰρ δίδωσιν ἥδε σοι;
Θεραπων
Θε.
Θε.
1173a
μάλιστ’, ἄναξ.
Οιδιπους
Οι.
Οι.
1174
ὡς πρὸς τί χρείας;
Θεραπων
Θε.
Θε.
1174a
ὡς ἀναλώσαιμί νιν.
Οιδιπους
Οι.
Οι.
1175
τεκοῦσα τλήμων;
Θεραπων
Θε.
Θε.
1175a
θεσφάτων γ’ὄκνῳ κακῶν.
Οιδιπους
Οι.
Οι.
1176
ποίων;
Θεραπων
Θε.
Θε.
1176a
κτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος.
Οιδιπους
Οι.
Οι.
1177
πῶς δῆτ’ἀφῆκας τῷ γέροντι τῷδε σύ;
Θεραπων
Θε.
Θε.
1178
κατοικτίσας, δέσποθ’, ὡς ἄλλην χθόνα
1179
δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν · δὲ
1180
κάκ’εἰς μέγιστ’ἔσωσεν. εἰ γὰρ οὗτος εἶ
1181
ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς.
Οιδιπους
Οι.
Οι.
1182
ἰοὺ ἰού · τὰ πάντ’ἂν ἐξήκοι σαφῆ.
1183
φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν,
1184
ὅστις πέφασμαι φύςτ’ἀφ’ὧν οὐ χρῆν, ξὺν οἷςτ’
1185
οὐ χρῆν ὁμιλῶν, οὕςτέ μ’οὐκ ἔδει κτανών.
Χορος
Χο.
Χο.
1186
ἰὼ γενεαὶ βροτῶν,
1187
ὡς ὑμᾶς ἴσα καὶ τὸ μηδὲν ζώσας ἐναριθμῶ.
1188
τίς γάρ, τίς ἀνὴρ πλέον
1190
τᾶς εὐδαιμονίας φέρει
1191
τοσοῦτον ὅσον δοκεῖν
1192
καὶ δόξαντ’ἀποκλῖναι;
1193
τὸν σόν τοι παράδειγμ’ἔχων,
1194
τὸν σὸν δαίμονα, τὸν σόν, τλᾶμον Οἰδιπόδα, βροτῶν
1195
οὐδὲν μακαρίζω ·
1196
ὅστις καθ’ὑπερβολὰν
1197
τοξεύσας ἐκράτησε τοῦ πάντ’εὐδαίμονος ὄλβου,
1198
Ζεῦ, κατὰ μὲν φθίσας
1199
τὰν γαμψώνυχα παρθένον
1200
χρησμῳδόν, θανάτων δ’ἐμᾷ
1201
χώρᾳ πύργος ἀνέστα ·
1201a
ἐξ οὗ καὶ βασιλεὺς καλεῖ
1202
ἐμὸς καὶ τὰ μέγιστ’ἐτιμάθης, ταῖς μεγάλαισιν ἐν
1203
Θήβαισιν ἀνάσσων.
1204
τανῦν δ’ἀκούειν τίς ἀθλιώτερος;
1205
τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις
1206
ξύνοικος ἀλλαγᾷ βίου;
1207
ἰὼ κλεινὸν Οἰδίπου κάρα,
1208
στέγας λιμὴν
1208a
αὑτὸς ἤρκεσεν
1209
παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν;
1210
πῶς ποτε πῶς ποθ’αἱ πατρῷαί σ’ἄλοκες φέρειν, τάλας,
1211
σῖγ’ἐδυνάθησαν ἐς τοσόνδε;
1212
ἐφηῦρέ σ’ἄκονθ’ πάνθ’ὁρῶν χρόνος,
1213
δικάζειτ’ἄγαμον γάμον πάλαι
1215
τεκνοῦντα καὶ τεκνούμενον.
1216
ἰώ, Λαΐειον τέκνον,
1217
εἴθε σ’εἴθε σε
1217a
μήποτ’εἰδόμαν.
1218
δύρομαι γὰρ ὥσπερ ἰάλεμον χέων
1219
ἐκ στομάτων. τὸ δ’ὀρθὸν εἰπεῖν, ἀνέπνευσάτ’ἐκ
1220
σέθεν
1221
καὶ κατεκοίμασα τοὐμὸν ὄμμα.
Εξαγγελος
Εξ.
Εξ.
1223
γῆς μέγιστα τῆσδ’ἀεὶ τιμώμενοι,
1224
οἷ’, ἔργ’ἀκούσεσθ’, οἷα δ’εἰσόψεσθ’, ὅσον δ’
1225
ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι
1226
τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων.
1227
οἶμαι γὰρ οὔτ’ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν
1228
νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα
1229
κεύθει, τὰ δ’αὐτίκ’εἰς τὸ φῶς φανεῖ κακὰ
1230
ἑκόντα κοὐκ ἄκοντα. τῶν δὲ πημονῶν
1231
μάλιστα λυποῦσ’αἳ φανῶσ’αὐθαίρετοι.
Χορος
Χο.
Χο.
1232
λείπει μὲν οὐ δ’ πρόσθεν εἴδομεν τὸ μὴ οὐ
1233
βαρύστον’εἶναι · πρὸς δ’ἐκείνοισιν τί φῄς;
Εξαγγελος
Εξ.
Εξ.
1234
μὲν τάχιστος τῶν λόγων εἰπεῖντε καὶ
1235
μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα.
Χορος
Χο.
Χο.
1236
δυστάλαινα, πρὸς τίνος ποτ’αἰτίας;
Εξαγγελος
Εξ.
Εξ.
1237
αὐτὴ πρὸς αὑτῆς. τῶν δὲ πραχθέντων τὰ μὲν
1238
ἄλγιστ’ἄπεστιν · γὰρ ὄψις οὐ πάρα.
1239
ὅμως δ’, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι,
1240
πεύσει τὰ κείνης ἀθλίας παθήματα.
1241
ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθ’ἔσω
1242
θυρῶνος, ἵετ’εὐθὺ πρὸς τὰ νυμφικὰ
1243
λέχη, κόμην σπῶσ’ἀμφιδεξίοις ἀκμαῖς.
1244
πύλας δ’, ὅπως εἰσῆλθ’, ἐπιρράξασ’ἔσω
1245
καλεῖ τὸν ἤδη Λάϊον πάλαι νεκρόν,
1246
μνήμην παλαιῶν σπερμάτων ἔχουσ’, ὑφ’ὧν
1247
θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι
1248
τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν.
1249
γοᾶτο δ’εὐνάς, ἔνθα δύστηνος διπλοῦς
1250
ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκν’ἐκ τέκνων τέκοι.
1251
χὤπως μὲν ἐκ τῶνδ’οὐκέτ’οἶδ’ἀπόλλυται ·
1252
βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφ’οὗ
1253
οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν,
1254
ἀλλ’εἰς ἐκεῖνον περιπολοῦντ’ἐλεύσσομεν.
1255
φοιτᾷ γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν,
1256
γυναῖκάτ’οὐ γυναῖκα, μητρῴαν δ’ὅπου
1257
κίχοι διπλῆν ἄρουραν οὗτε καὶ τέκνων.
1258
λυσσῶντι δ’αὐτῷ δαιμόνων δείκνυσί τις ·
1259
οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.
1260
δεινὸν δ’ἀύσας ὡς ὑφηγητοῦ τινος
1261
πύλαις διπλαῖς ἐνήλατ’, ἐκ δὲ πυθμένων
1262
ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.
1263
οὗ δὴ κρεμαστὴν τὴν γυναῖκ’ἐσείδομεν,
1264
πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην.
1265
δ’ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας
1266
χαλᾷ κρεμαστὴν ἀρτάνην. ἐπεὶ δὲ γῇ
1267
ἔκειτο τλήμων, δεινὰ δ’ἦν τἀνθένδ’ὁρᾶν.
1268
ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους
1269
περόνας ἀπ’αὐτῆς, αἷσιν ἐξεστέλλετο,
1270
ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων,
1271
αὐδῶν τοιαῦθ’, ὁθούνεκ’οὐκ ὄψοιντό νιν
1272
οὔθ’οἷ’ἔπασχεν οὔθ’ὁποῖ’ἔδρα κακά,
1273
ἀλλ’ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει
1274
ὀψοίαθ’, οὓς δ’ἔχρῃζεν οὐ γνωσοίατο.
1275
τοιαῦτ’ἐφυμνῶν πολλάκιςτε κοὐχ ἅπαξ
1276
ἤρασσ’ἐπαίρων βλέφαρα. φοίνιαι δ’ὁμοῦ
1277
γλῆναι γένει’ἔτελλον, οὐ δ’ἀνίεσαν
1278
φόνου μυδώσας σταγόνας, ἀλλ’ὁμοῦ μέλας
1279
ὄμβρος χαλάζης αἱματοῦς ἐτέγγετο.
1279a
τάδ’ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου κάτα,
1280
ἀλλ’ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.
1281
πρὶν παλαιὸς δ’ὄλβος ἦν πάροιθε μὲν
1282
ὄλβος δικαίως · νῦν δὲ τῇδε θἠμέρᾳ
1283
στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν
1284
ὅσ’ἐστὶ πάντων ὀνόματ’, οὐδέν ἐστ’ἀπόν.
Χορος
Χο.
Χο.
1285
νῦν δ’ἔσθ’ τλήμων ἐν τίνι σχολῇ κακοῦ;
Εξαγγελος
Εξ.
Εξ.
1286
βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα
1287
τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον,
1288
τὸν μητέρ’ αὐδῶν ἀνόσι’οὐ δὲ ῥητά μοι,
1290
ὡς ἐκ χθονὸς ῥίψων ἑαυτὸν οὐ δ’ἔτι
1291
μενῶν δόμοις ἀραῖος, ὡς ἠράσατο.
1292
ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος
1293
δεῖται · τὸ γὰρ νόσημα μεῖζον φέρειν.
1294
δείξει δὲ καὶ σοί · κλῇθρα γὰρ πυλῶν τάδε
1295
διοίγεται · θέαμα δ’εἰσόψει τάχα
1296
τοιοῦτον οἷον καὶ στυγοῦντ’ἐποικτίσαι.
Χορος
Χο.
Χο.
1297
δεινὸν ἰδεῖν πάθος ἀνθρώποις,
1298
δεινότατον πάντων ὅσ’ἐγὼ
1299
προσέκυρσ’ἤδη. τίς σ’, τλῆμον,
1300
προσέβη μανία; τίς πηδήσας
1301
μείζονα δαίμων τῶν μακίστων
1302
πρὸς σῇ δυσδαίμονι μοίρᾳ;
1303
φεῦ φεῦ, δύσταν’·
1304
ἀλλ’οὐ δ’ἐσιδεῖν δύναμαί σε, θέλων
1305
πόλλ’ἀνερέσθαι, πολλὰ πυθέσθαι,
1306
πολλὰ δ’ἀθρῆσαι ·
1307
τοίαν φρίκην παρέχεις μοι.
Οιδιπους
Οι.
Οι.
1308
αἰαῖ αἰαῖ, δύστανος ἐγώ,
1309
ποῖ γᾶς φέρομαι τλάμων; πᾷ μοι
1310
φθογγὰ διαπωτᾶται φοράδην;
1311
ἰὼ δαῖμον, ἵν’ἐξήλλου.
Χορος
Χο.
Χο.
1312
ἐς δεινὸν οὐ δ’ἀκουστὸν οὐ δ’ἐπόψιμον.
Οιδιπους
Οι.
Οι.
1313
ἰὼ σκότου
1314
νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον,
1315
ἀδάματόντε καὶ δυσούριστον ὄν.
1316
οἴμοι,
1317
οἴμοι μάλ’αὖθις · οἷον εἰσέδυ μ’ἅμα
1318
κέντρωντε τῶνδ’οἴστρημα καὶ μνήμη κακῶν.
Χορος
Χο.
Χο.
1319
καὶ θαῦμά γ’οὐδὲν ἐν τοσοῖσδε πήμασιν
1320
διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά.
Οιδιπους
Οι.
Οι.
1321
ἰὼ φίλος,
1322
σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος · ἔτι γὰρ
1323
ὑπομένεις με τὸν τυφλὸν κηδεύων.
1324
φεῦ φεῦ.
1325
οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς,
1326
καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.
Χορος
Χο.
Χο.
1327
δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς
1328
ὄψεις μαρᾶναι; τίς σ’ἐπῆρε δαιμόνων;
Οιδιπους
Οι.
Οι.
1329
Ἀπόλλων τάδ’ἦν, Ἀπόλλων, φίλοι,
1330
κακὰ κακὰ τελῶν ἐμὰ τάδ’ἐμὰ πάθεα.
1331
ἔπαισε δ’αὐτόχειρ νιν οὔτις, ἀλλ’ἐγὼ τλάμων.
1332
τί γὰρ ἔδει μ’ὁρᾶν,
1335
ὅτῳ γ’ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ;
Χορος
Χο.
Χο.
1336
ἦν τᾷδ’ὅπωσπερ καὶ σύ φῄς.
Οιδιπους
Οι.
Οι.
1337
τί δῆτ’ἐμοὶ βλεπτὸν
1338
στερκτὸν προσήγορον
1339
ἔτ’ἔστ’ἀκούειν ἡδονᾷ φίλοι;
1340
ἀπάγετ’ἐκτόπιον τι τάχιστά με,
1341
ἀπάγετ’, φίλοι, τὸν μέγ’ὀλέθριον
1342
τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς
1345
ἐχθρότατον βροτῶν.
Χορος
Χο.
Χο.
1346
δείλαιε τοῦ νοῦ τῆςτε συμφορᾶς ἴσον,
1347
ὡς σ’ἠθέλησα μη δέ γ’ἂν γνῶναί ποτε.
Οιδιπους
Οι.
Οι.
1349
ὄλοιθ’ὅστις ἦν, ὃς ἀγρίας πέδας
1350
μονάδ’ἐπιποδίας ἔλυσ’μ’ἀπότε φόνου
1351
ἔρυτο κἀνέσωσεν, οὐδὲν εἰς χάριν πράσσων.
1352
τότε γὰρ ἂν θανὼν
1355
οὐκ φίλοισιν οὐ δ’ἐμοὶ τοσόνδ’ἄχος.
Χορος
Χο.
Χο.
1356
θέλοντι κἀμοὶ τοῦτ’ἂν ἦν.
Οιδιπους
Οι.
Οι.
1357
οὔκουν πατρός γ’ἂν φονεὺς
1358
ἦλθον οὐ δὲ νυμφίος
1359
βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο.
1360
νῦν δ’ἄθεος μέν εἰμ’, ἀνοσίων δὲ παῖς,
1361
ὁμολεχὴς δ’ἀφ’ὧν αὐτὸς ἔφυν τάλας.
1365
εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν,
1366
τοῦτ’ἔλαχ’Οἰδίπους.
Χορος
Χο.
Χο.
1367
οὐκ οἶδ’ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς ·
1368
κρείσσων γὰρ ἦσθα μηκέτ’ὢν ζῶν τυφλός.
Οιδιπους
Οι.
Οι.
1369
ὡς μὲν τάδ’οὐχ ὧδ’ἔστ’ἄριστ’εἰργασμένα,
1370
μή μ’ἐκδίδασκε, μη δὲ συμβούλευ’ἔτι.
1371
ἐγὼ γὰρ οὐκ οἶδ’ὄμμασιν ποίοις βλέπων
1372
πατέρα ποτ’ἂν προσεῖδον εἰς Ἅιδου μολὼν
1373
οὐ δ’αὖ τάλαιναν μητέρ’, οἷν ἐμοὶ δυοῖν
1374
ἔργ’ἐστὶ κρείσσον’ἀγχόνης εἰργασμένα.
1375
ἀλλ’ τέκνων δῆτ’ὄψις ἦν ἐφίμερος,
1376
βλαστοῦσ’ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;
1377
οὐ δῆτα τοῖς γ’ἐμοῖσιν ὀφθαλμοῖς ποτε ·
1378
οὐ δ’ἄστυ γ’οὐ δὲ πύργος οὐ δὲ δαιμόνων
1379
ἀγάλμαθ’ἱερά, τῶν παντλήμων ἐγὼ
1380
κάλλιστ’ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς
1381
ἀπεστέρησ’ἐμαυτόν, αὐτὸς ἐννέπων
1382
ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν
1383
φανέντ’ἄναγνον καὶ γένους τοῦ Λαΐου.
1384
τοιάνδ’ἐγὼ κηλῖδα μηνύσας ἐμὴν
1385
ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν;
1386
ἥκιστά γ’· ἀλλ’εἰ τῆς ἀκουούσης ἔτ’ἦν
1387
πηγῆς δι’ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην
1388
τὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,
1389
ἵν’ τυφλόςτε καὶ κλύων μηδέν · τὸ γὰρ
1390
τὴν φροντίδ’ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ.
1391
ἰὼ Κιθαιρών, τί μ’ἐδέχου; τί μ’οὐ λαβὼν
1392
ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε
1393
ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν γεγώς;
1394
Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια
1395
λόγῳ παλαιὰ δώμαθ’, οἷον ἆρά με
1396
κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε ·
1397
νῦν γὰρ κακόςτ’ὢν κἀκ κακῶν εὑρίσκομαι.
1398
τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη
1399
δρυμόςτε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς,
1400
αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο
1401
ἐπίετε πατρός, ἆρά μου μέμνησθ’ἔτι
1402
οἷ’ἔργα δράσας ὑμὶν εἶτα δεῦρ’ἰὼν
1403
ὁποῖ’ἔπρασσον αὖθις; γάμοι γάμοι,
1404
ἐφύσαθ’ἡμᾶς, καὶ φυτεύσαντες πάλιν
1405
ἀνεῖτε ταὐτοῦ σπέρμα, κἀπεδείξατε
1406
πατέρας, ἀδελφούς, παῖδας, αἷμ’ἐμφύλιον,
1407
νύμφας, γυναῖκας μητέραςτε, χὠπόσα
1408
αἴσχιστ’ἐν ἀνθρώποισιν ἔργα γίγνεται.
1409
ἀλλ’οὐ γὰρ αὐδᾶν ἔσθ’ μη δὲ δρᾶν καλόν,
1410
ὅπως τάχιστα πρὸς θεῶν ἔξω μέ που
1411
καλύψατ’ φονεύσατ’ θαλάσσιον
1412
ἐκρίψατ’, ἔνθα μήποτ’εἰσόψεσθ’ἔτι.
1413
ἴτ’, ἀξιώσατ’ἀνδρὸς ἀθλίου θιγεῖν.
1414
πίθεσθε, μὴ δείσητε · τἀμὰ γὰρ κακὰ
1415
οὐδεὶς οἷόςτε πλὴν ἐμοῦ φέρειν βροτῶν.
Χορος
Χο.
Χο.
1416
ἀλλ’ὧν ἐπαιτεῖς εἰς δέον πάρεσθ’ὅδε
1417
Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ
1418
χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ.
Οιδιπους
Οι.
Οι.
1419
οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδ’ἔπος;
1420
τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ
1421
πάρος πρὸς αὐτὸν πάντ’ἐφεύρημαι κακός.
Κρεων
Κρ.
Κρ.
1422
οὐχ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα,
1423
οὐ δ’ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν.
1424
ἀλλ’εἰ τὰ θνητῶν μὴ καταισχύνεσθ’ἔτι
1425
γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα
1426
αἰδεῖσθ’ἄνακτος Ἡλίου, τοιόνδ’ἄγος
1427
ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ
1428
μήτ’ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται.
1429
ἀλλ’ὡς τάχιστ’ἐς οἶκον ἐσκομίζετε ·
1430
τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθ’ὁρᾶν
1431
μόνοιςτ’ἀκούειν εὐσεβῶς ἔχει κακά.
Οιδιπους
Οι.
Οι.
1432
πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μ’ἀπέσπασας,
1433
ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρ’ἐμέ,
1434
πιθοῦ τί μοι · πρὸς σοῦ γὰρ οὐ δ’ἐμοῦ φράσω.
Κρεων
Κρ.
Κρ.
1435
καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν;
Οιδιπους
Οι.
Οι.
1436
ῥῖψόν με γῆς ἐκ τῆσδ’ὅσον τάχισθ’, ὅπου
1437
θνητῶν φανοῦμαι μηδενὸς προσήγορος.
Κρεων
Κρ.
Κρ.
1438
ἔδρασ’ἂν εὖ τοῦτ’ἴσθ’ἄν, εἰ μὴ τοῦ θεοῦ
1439
πρώτιστ’ἔχρῃζον ἐκμαθεῖν τί πρακτέαν.
Οιδιπους
Οι.
Οι.
1440
ἀλλ’ γ’ἐκείνου πᾶσ’ἐδηλώθη φάτις,
1441
τὸν πατροφόντην, τὸν ἀσεβῆ μ’ἀπολλύναι.
Κρεων
Κρ.
Κρ.
1442
οὕτως ἐλέχθη ταῦθ’· ὅμως δ’ἵν’ἕσταμεν
1443
χρείας, ἄμεινον ἐκμαθεῖν τι δραστέον.
Οιδιπους
Οι.
Οι.
1444
οὕτως ἄρ’ἀνδρὸς ἀθλίου πεύσεσθ’ὕπερ;
Κρεων
Κρ.
Κρ.
1445
καὶ γὰρ σὺ νῦν τἠν τῷ θεῷ πίστιν φέροις.
Οιδιπους
Οι.
Οι.
1446
καὶ σοί γ’ἐπισκήπτωτε καὶ προστέψομαι,
1447
τῆς μὲν κατ’οἴκους αὐτὸς ὃν θέλεις τάφον
1448
θοῦ · καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ ·
1449
ἐμοῦ δὲ μήποτ’ἀξιωθήτω τόδε
1450
πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν,
1451
ἀλλ’ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται
1452
οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρτέ μοι
1453
πατήρτ’ἐθέσθην ζῶντε κύριον τάφον,
1454
ἵν’ἐξ ἐκείνων, οἵ μ’ἀπωλλύτην, θάνω.
1455
καίτοι τοσοῦτόν γ’οἶδα, μήτε μ’ἂν νόσον
1456
μήτ’ἄλλο πέρσαι μηδέν · οὐ γὰρ ἄν ποτε
1457
θνῄσκων ἐσώθην, μὴ ’πί τῳ δεινῷ κακῷ.
1458
ἀλλ’ μὲν ἡμῶν μοῖρ’, ὅποιπερ εἶσ’, ἴτω ·
1459
παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,
1460
προσθῇ μέριμναν · ἄνδρες εἰσίν, ὥστε μὴ
1461
σπάνιν ποτὲ σχεῖν, ἔνθ’ἂν ὦσι, τοῦ βίου ·
1462
ταῖν δ’ἀθλίαιν οἰκτραῖντε παρθένοιν ἐμαῖν,
1463
αἷν οὔποθ’ἡμὴ χωρὶς ἐστάθη βορᾶς
1464
τράπεζ’ἄνευ τοῦδ’ἀνδρός, ἀλλ’ὅσων ἐγὼ
1465
ψαύοιμι, πάντων τῶνδ’ἀεὶ μετειχέτην ·
1466
αἷν μοι μέλεσθαι · καὶ μάλιστα μὲν χεροῖν
1467
ψαῦσαί μ’ἔασον κἀποκλαύσασθαι κακά.
1468
ἴθ’ ὦναξ,
1469
ἴθ’ γονῇ γενναῖε · χερσί τἂν θιγὼν
1470
δοκοῖμ’ἔχειν σφᾶς, ὥσπερ ἡνίκ’ἔβλεπον.
1471
τί φημί;
1472
οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν
1473
δακρυρροούντοιν, καί μ’ἐποικτίρας Κρέων
1474
ἔπεμψέ μοι τὰ φίλτατ’ἐκγόνοιν ἐμοῖν;
1475
λέγω τι;
Κρεων
Κρ.
Κρ.
1476
λέγεις · ἐγὼ γὰρ εἰμ’ πορσύνας τάδε,
1477
γνοὺς τὴν παροῦσαν τέρψιν, σ’εἶχεν πάλαι.
Οιδιπους
Οι.
Οι.
1478
ἀλλ’εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ
1479
δαίμων ἄμεινον ’μὲ φρουρήσας τύχοι.
1480
τέκνα, ποῦ ποτ’ἐστέ; δεῦρ’ἴτ’, ἔλθετε
1481
ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,
1482
αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδ’ὁρᾶν
1483
τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα ·
1484
ὃς ὑμίν, τέκν’, οὔθ’ὁρῶν οὔθ’ἱστορῶν
1485
πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην.
1486
καὶ σφὼ δακρύω · προσβλέπειν γὰρ οὐ σθένω ·
1487
νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,
1488
οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.
1489
ποίας γὰρ ἀστῶν ἥξετ’εἰς ὁμιλίας,
1490
ποίας δ’ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι
1491
πρὸς οἶκον ἵξεσθ’ἀντὶ τῆς θεωρίας;
1492
ἀλλ’ἡνίκ’ἂν δὴ πρὸς γάμων ἥκητ’ἀκμάς,
1493
τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα,
1494
τοιαῦτ’ὀνείδη λαμβάνων, ταῖς ἐμαῖς
1495
γοναῖσιν ἔσται σφῷνθ’ὁμοῦ δηλήματα;
1496
τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ
1497
ὑμῶν ἔπεφνε · τὴν τεκοῦσαν ἤροσεν,
1498
ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων
1499
ἐκτήσαθ’ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.
1500
τοιαῦτ’ὀνειδιεῖσθε · κᾆτα τίς γαμεῖ;
1501
οὐκ ἔστιν οὐδείς, τέκν’, ἀλλὰ δηλαδὴ
1502
χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.
1503
παῖ Μενοικέως, ἀλλ’ἐπεὶ μόνος πατὴρ
1504
ταύταιν λέλειψαι, νὼ γάρ, ’φυτεύσαμεν,
1505
ὀλώλαμεν δύ’ὄντε, μή σφε περιίδῃς
1506
πτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας,
1507
μη δ’ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.
1508
ἀλλ’οἴκτισόν σφας, ὧδε τηλικάσδ’ὁρῶν
1509
πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.
1510
ξύννευσον, γενναῖε, σῇ ψαύσας χερί.
1511
πόλλ’ἂν παρῄνουν · νῦν δὲ τοῦτ’εὔχεσθέ μοι,
1512
οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος
1513
ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.
Κρεων
Κρ.
Κρ.
1515
ἅλις ἵν’ἐξήκεις δακρύων · ἀλλ’ἴθι στέγης ἔσω.
Οιδιπους
Οι.
Οι.
1516
πειστέον, κεἰ μηδὲν ἡδύ.
Κρεων
Κρ.
Κρ.
1516a
πάντα γὰρ καιρῷ καλά.
Οιδιπους
Οι.
Οι.
1517
οἶσθ’ἐφ’οἷς οὖν εἶμι;
Κρεων
Κρ.
Κρ.
1517a
λέξεις, καὶ τότ’εἴσομαι κλύων.
Οιδιπους
Οι.
Οι.
1518
γῆς μ’ὅπως πέμψεις ἄποικον.
Κρεων
Κρ.
Κρ.
1518a
τοῦ θεοῦ μ’αἰτεῖς δόσιν.
Οιδιπους
Οι.
Οι.
1519
ἀλλὰ θεοῖς γ’ἔχθιστος ἥκω.
Κρεων
Κρ.
Κρ.
1519a
τοιγαροῦν τεύξει τάχα.
Οιδιπους
Οι.
Οι.
1520
φῂς τάδ’οὖν;
Κρεων
Κρ.
Κρ.
1520a
μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην.
Οιδιπους
Οι.
Οι.
1521
ἄπαγέ νύν μ’ἐντεῦθεν ἤδη.
Κρεων
Κρ.
Κρ.
1521a
στεῖχέ νυν, τέκνων δ’ἀφοῦ.
Οιδιπους
Οι.
Οι.
1522
μηδαμῶς ταύτας γ’ἕλῃ μου.
Κρεων
Κρ.
Κρ.
1522a
πάντα μὴ βούλου κρατεῖν ·
1523
καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο.
Χορος
Χο.
Χο.
1524
πάτρας Θήβης ἔνοικοι, λεύσσετ’, Οἰδίπους ὅδε,
1525
ὃς τὰ κλείν’αἰνίγματ’ᾔδει καὶ κράτιστος ἦν ἀνήρ,
1526
οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων,
1527
εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν.
1528
ὥστε θνητὸν ὄντα κείνην τὴν τελευταίαν ἰδεῖν
1529
ἡμέραν ἐπισκοποῦντα μηδέν’ὀλβίζειν, πρὶν ἂν
1530
τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών.