Ajax
Αθηνα
Αθ.
Αθ.
1ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε
2πεῖράν τιν’ἐχθρῶν ἁρπάσαι θηρώμενον ·
3καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ
4Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,
5πάλαι κυνηγετοῦντα καὶ μετρούμενον
6ἴχνη τὰ κείνου νεοχάραχθ’, ὅπως ἴδῃς
7εἴτ’ἔνδον εἴτ’οὐκ ἔνδον. εὖ δέ σ’ἐκφέρει
8κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.
9ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα
10στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους.
11καί σ’οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης
12ἔτ’ἔργον ἐστίν, ἐννέπειν δ’ὅτου χάριν
13σπουδὴν ἔθου τήνδ’, ὡς παρ’εἰδυίας μάθῃς.
Οδυσσευς
Οδ.
Οδ.
14ὦ φθέγμ’Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν,
15ὡς εὐμαθές σου, κα- κἂν ἄποπτος ᾖς ὅμως,
16φώνημ’ἀκούω καὶ ξυναρπάζω φρενὶ
17χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς.
18καὶ νῦν ἐπέγνως εὖ μ’ἐπ’ἀνδρὶ δυσμενεῖ
19βάσιν κυκλοῦντ’, Αἴαντι τῷ σακεσφόρῳ ·
20κεῖνον γάρ, οὐδέν’ἄλλον, ἰχνεύω πάλαι.
21νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον
22ἔχει περάνας, εἴπερ εἴργασται τάδε ·
23ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλ’ἀλώμεθα ·
24κα- κἀγὼ ’θελοντὴς τῷδ’ὑπεζύγην πόνῳ.
25ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν
26λείας ἁπάσας καὶ κατηναρισμένας
27ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις.
28τήνδ’οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει.
29καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον
30πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει
31φράζειτε κα- κἀδήλωσεν · εὐθέως δ’ἐγὼ
32κατ’ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι,
33τὰ δ’ἐκπέπληγμαι κα- κοὐκ ἔχω μαθεῖν ὅτου.
34καιρὸν δ’ἐφήκεις · πάντα γὰρ τάτ’οὖν πάρος
35τάτ’εἰσέπειτα σῇ κυβερνῶμαι χερί.
Αθηνα
Αθ.
Αθ.
36ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην
37τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.
Οδυσσευς
Οδ.
Οδ.
38ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;
Αθηνα
Αθ.
Αθ.
39ὡς ἔστιν ἀνδρὸς τοῦδε τα- τἄργα ταῦτά σοι.
Οδυσσευς
Οδ.
Οδ.
40καὶ πρὸς τί δυσλόγιστον ὧδ’ᾖξεν χέρα;
Αθηνα
Αθ.
Αθ.
41χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.
Οδυσσευς
Οδ.
Οδ.
42τί δῆτα ποίμναις τήνδ’ἐπεμπίπτει βάσιν;
Αθηνα
Αθ.
Αθ.
43δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.
Οδυσσευς
Οδ.
Οδ.
44ἦ καὶ τὸ βούλευμ’ὡς ἐπ’Ἀργείοις τόδ’ἦν;
Αθηνα
Αθ.
Αθ.
45κα- κἂν ἐξεπράξατ’, εἰ κατημέλησ’ἐγώ.
Οδυσσευς
Οδ.
Οδ.
46ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει;
Αθηνα
Αθ.
Αθ.
47νύκτωρ ἐφ’ὑμᾶς δόλιος ὁρμᾶται μόνος.
Οδυσσευς
Οδ.
Οδ.
48ἦ καὶ παρέστη κα- κἀπὶ τέρμ’ἀφίκετο;
Αθηνα
Αθ.
Αθ.
49καὶ δὴ ’πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.
Οδυσσευς
Οδ.
Οδ.
50καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;
Αθηνα
Αθ.
Αθ.
51ἐγώ σφ’ἀπείργω, δυσφόρους ἐπ’ὄμμασι
52γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς,
53καὶ πρόςτε ποίμνας ἐκτρέπω σύμμικτάτε
54λείας ἄδαστα βουκόλων φρουρήματα ·
55ἔνθ’εἰσπεσὼν ἔκειρε πολύκερων φόνον
56κύκλῳ ῥαχίζων · κα- κἀδόκει μὲν ἔσθ’ὅτε
57δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,
58ὅτ’ἄλλοτ’ἄλλον ἐμπίτνων στρατηλατῶν.
59ἐγὼ δὲ φοιτῶντ’ἄνδρα μανιάσιν νόσοις
60ὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά.
61κα- κἄπειτ’ἐπειδὴ τοῦδ’ἐλώφησεν πόνου,
62τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν
63ποίμναςτε πάσας εἰς δόμους κομίζεται,
64ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων,
65καὶ νῦν κατ’οἴκους συνδέτους αἰκίζεται.
66δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,
67ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
68θαρσῶν δὲ μίμνε μη δὲ συμφορὰν δέχου
69τὸν ἄνδρ’· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους
70αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.
71οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας
72δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ ·
73Αἴαντα φωνῶ · στεῖχε δωμάτων πάρος.
Οδυσσευς
Οδ.
Οδ.
74τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφ’ἔξω κάλει.
Αθηνα
Αθ.
Αθ.
75οὐ σῖγ’ἀνέξει μη δὲ δειλίαν ἀρεῖ;
Οδυσσευς
Οδ.
Οδ.
76μὴ πρὸς θεῶν, ἀλλ’ἔνδον ἀρκείτω μένων.
Αθηνα
Αθ.
Αθ.
77τί μὴ γένηται; πρόσθεν οὐκ ἀνὴρ ὅδ’ἦν;
Οδυσσευς
Οδ.
Οδ.
78ἐχθρός γε τῷδε τα- τἀνδρὶ καὶ τανῦν ἔτι.
Αθηνα
Αθ.
Αθ.
79οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν;
Οδυσσευς
Οδ.
Οδ.
80ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.
Αθηνα
Αθ.
Αθ.
81μεμηνότ’ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;
Οδυσσευς
Οδ.
Οδ.
82φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.
Αθηνα
Αθ.
Αθ.
83ἀλλ’οὐ δὲ νῦν σε μὴ παρόντ’ἴδῃ πέλας.
Οδυσσευς
Οδ.
Οδ.
84πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ;
Αθηνα
Αθ.
Αθ.
85ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.
Οδυσσευς
Οδ.
Οδ.
86γένοιτο μεντ- μέντἂν πᾶν θεοῦ τεχνωμένου.
Αθηνα
Αθ.
Αθ.
87σίγα νυν ἑστὼς καὶ μέν’ὡς κυρεῖς ἔχων.
Οδυσσευς
Οδ.
Οδ.
88μένοιμ’ἄν · ἤθελον δ’ἂν ἐκτὸς ὢν τυχεῖν.
Αθηνα
Αθ.
Αθ.
89ὦ οὕτος, Αἴας, δεύτερόν σε προσκαλῶ.
90τί βαιὸν οὕτως ἐντρέπει τῆς συμμάχου;
Αιας
Αι.
Αι.
91ὦ χαῖρ’Ἀθάνα, χαῖρε Διογενὲς τέκνον,
92ὡς εὖ παρέστης · καί σε παγχρύσοις ἐγὼ
93στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.
Αθηνα
Αθ.
Αθ.
94καλῶς ἔλεξας · ἀλλ’ἐκεῖνό μοι φράσον,
95ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;
Αιας
Αι.
Αι.
96κόμπος πάρεστι κα- κοὐκ ἀπαρνοῦμαι τὸ μή.
Αθηνα
Αθ.
Αθ.
97ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;
Αιας
Αι.
Αι.
98ὥστ’οὔποτ’Αἴανθ’οἵδ’ἀτιμάσουσ’ἔτι.
Αθηνα
Αθ.
Αθ.
99τεθνᾶσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκ’ἐγώ.
Αιας
Αι.
Αι.
100θανόντες ἤδη τα- τἄμ’ἀφαιρείσθων ὅπλα.
Αθηνα
Αθ.
Αθ.
101εἶεν, τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου,
102ποῦ σοι τύχης ἕστηκεν; ἢ πέφευγέ σε;
Αιας
Αι.
Αι.
103ἦ το- τοὐπίτριπτον κίναδος ἐξήρου μ’ὅπου;
Αθηνα
Αθ.
Αθ.
104ἔγωγ’· Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω.
Αιας
Αι.
Αι.
105ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω
106θακεῖ · θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.
Αθηνα
Αθ.
Αθ.
107πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον;
Αιας
Αι.
Αι.
108πρὶν ἂν δεθεὶς πρὸς κίον’ἑρκείου στέγης.
Αθηνα
Αθ.
Αθ.
109τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;
Αιας
Αι.
Αι.
110μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.
Αθηνα
Αθ.
Αθ.
111μὴ δῆτα τὸν δύστηνον ὧδέ γ’αἰκίσῃ.
Αιας
Αι.
Αι.
112χαίρειν, Ἀθάνα, τα- τἄλλ’ἐγώ σ’ἐφίεμαι ·
113κεῖνος δὲ τίσει τήνδε κα- κοὐκ ἄλλην δίκην.
Αθηνα
Αθ.
Αθ.
114σὺ δ’οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,
115χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς.
Αιας
Αι.
Αι.
116χωρῶ πρὸς ἔργον · σοὶ δὲ τοῦτ’ἐφίεμαι,
117τοιάνδ’ἀεί μοι σύμμαχον παρεστάναι.
Αθηνα
Αθ.
Αθ.
118ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση;
119τούτου τίς ἄν σοι τα- τἀνδρὸς ἢ προνούστερος
120ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;
Οδυσσευς
Οδ.
Οδ.
121ἐγὼ μὲν οὐδέν’οἶδ’· ἐποικτίρω δέ νιν
122δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ,
123ὁθούνεκ’ἄτῃ συγκατέζευκται κακῇ,
124οὐδὲν τὸ τούτου μᾶλλον ἢ το- τοὐμὸν σκοπῶν ·
125ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν
126εἴδωλ’ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν.
Αθηνα
Αθ.
Αθ.
127τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον
128μηδέν ποτ’εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος,
129μη δ’ὄγκον ἄρῃ μηδέν’, εἴ τινος πλέον
130ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.
131ὡς ἡμέρα κλίνειτε κα- κἀνάγει πάλιν
132ἅπαντα τα- τἀνθρώπεια · τοὺς δὲ σώφρονας
133θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.
Χορος
Χο.
Χο.
134Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου
135Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,
136σὲ μὲν εὖ πράσσοντ’ἐπιχαίρω ·
137σὲ δ’ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς
138λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,
139μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι
140πτηνῆς ὡς ὄμμα πελείας.
141ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς
142μεγάλοι θόρυβοι κατέχουσ’ἡμᾶς
143ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ
144λειμῶν’ἐπιβάντ’ὀλέσαι Δαναῶν
145βοτὰ καὶ λείαν,
146ἥπερ δορίληπτος ἔτ’ἦν λοιπή,
147κτείνοντ’αἴθωνι σιδήρῳ.
148τοιούσδε λόγους ψιθύρους πλάσσων
149εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς,
150καὶ σφόδρα πείθει · περὶ γὰρ σοῦ νῦν
151εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων
152τοῦ λέξαντος χαίρει μᾶλλον
153τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
154τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς
155οὐκ ἂν ἁμάρτοις · κατὰ δ’ἄν τις ἐμοῦ
156τοιαῦτα λέγων οὐκ ἂν πείθοι ·
157πρὸς γὰρ τὸν ἔχονθ’ὁ φθόνος ἕρπει.
158καίτοι σμικροὶ μεγάλων χωρὶς
159σφαλερὸν πύργου ῥῦμα πέλονται ·
160μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ’ἂν
161καὶ μέγας ὀρθοῖθ’ὑπὸ μικροτέρων.
162ἀλλ’οὐ δυνατὸν τοὺς ἀνοήτους
163τούτων γνώμας προδιδάσκειν.
164ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ
165κα- χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ’
166ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ.
167ἀλλ’ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ’ἀπέδραν,
168παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι ·
169μέγαν αἰγυπιὸν δ’ὑποδείσαντες
170τάχ’ἂν ἐξαίφνης, εἰ σὺ φανείης,
171σιγῇ πτήξειαν ἄφωνοι.
172ἦ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις —
173ὦ μεγάλα φάτις, ὦ
174μᾶτερ αἰσχύνας ἐμᾶς —
175ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,
176ἦ πού τινος νίκας ἀκάρπωτον χάριν,
177ἤ ῥα κλυτῶν ἐνάρων
178ψευσθεῖσ’, ἀδώροις, εἴτ’ἐλαφαβολίας;
179ἢ χαλκοθώραξ μή τιν’Ἐνυάλιος
180μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις
181μαχαναῖς ἐτίσατο λώβαν;
182οὔ ποτε γὰρ φρενόθεν γ’ἐπ’ἀριστερά,
183παῖ Τελαμῶνος, ἔβας
185τόσσον, ἐν ποίμναις πίτνων ·
186ἥκοι γὰρ ἂν θεία νόσος · ἀλλ’ἀπερύκοι
187καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν.
188εἰ δ’ὑποβαλλόμενοι
189κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς
190ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,
191μὴ μή, ἄναξ, ἔθ’ὧδ’ἐφάλοις κλισίαις
192ὄμμ’ἔχων κακὰν φάτιν ἄρῃ.
193ἀλλ’ἄνα ἐξ ἑδράνων, ὅπου μακραίωνι
194στηρίζει ποτὲ τᾷδ’ἀγωνίῳ σχολᾷ
195ἄταν οὐρανίαν φλέγων.
196ἐχθρῶν δ’ὕβρις ὧδ’ἀτάρβητα
197ὁρμᾶται ἐν εὐανέμοις βάσσαις,
198πάντων καγχαζόντων
199γλώσσαις βαρυάλγητα ·
200ἐμοὶ δ’ἄχος ἕστακεν.
Τεκμησσα
Τε.
Τε.
201ναὸς ἀρωγοὶ τῆς Αἴαντος,
202γενεᾶς χθονίων ἀπ’Ἐρεχθειδῶν,
203ἔχομεν στοναχὰς οἱ κηδόμενοι
204τοῦ Τελαμῶνος τηλόθεν οἴκου.
205νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς
206Αἴας θολερῷ
207κεῖται χειμῶνι νοσήσας.
Χορος
Χο.
Χο.
208τί δ’ἐνήλλακται τῆς ἡμερίας
209νὺξ ἥδε βάρος;
210παῖ τοῦ Φρυγίου Τελεύταντος,
211λέγ’, ἐπεὶ σὲ λέχος δουριάλωτον
212στέρξας ἀνέχει θούριος Αἴας ·
213ὥστ’οὐκ ἂν ἄϊδρις ὑπείποις.
Τεκμησσα
Τε.
Τε.
214πῶς δῆτα λέγω λόγον ἄρρητον;
215θανάτῳ γὰρ ἴσον βάρος ἐκπεύσει.
216μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς
217νύκτερος Αἴας ἀπελωβήθη.
218τοιαῦτ’ἂν ἴδοις σκηνῆς ἔνδον
219χειροδάϊκτα σφάγι’αἱμοβαφῆ,
220κείνου χρηστήρια τα- τἀνδρός.
Χορος
Χο.
Χο.
221οἵαν ἐδήλωσας ἀνέρος αἴθονος
222ἀγγελίαν ἄτλατον οὐ δὲ φευκτάν,
225τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν,
226τὰν ὁ μέγας μῦθος ἀέξει.
227οἴμοι φοβοῦμαι τὸ προσέρπον · περίφαντος ἁνὴρ
230θανεῖται, παραπλάκτῳ χερὶ συγκατακτὰς
231κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας.
Τεκμησσα
Τε.
Τε.
233ὤμοι · κεῖθεν κεῖθεν ἄρ’ἡμῖν
234δεσμῶτιν ἄγων ἤλυθε ποίμνην ·
235ὧν τὴν μὲν ἔσω σφάζ’ἐπὶ γαίας,
236τὰ δὲ πλευροκοπῶν δίχ’ἀνερρήγνυ.
237δύο δ’ἀργίποδας κριοὺς ἀνελὼν
238τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν
239ῥιπτεῖ θερίσας, τὸν δ’ὀρθὸν ἄνω
240κίονι δήσας
241μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν
242παίει λιγυρᾷ μάστιγι διπλῇ,
243κακὰ δεννάζων ῥήμαθ’, ἃ δαίμων
244κα- κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.
Χορος
Χο.
Χο.
245ὥρα τιν’ἤδη τοι κρᾶτα καλύμμασι
246κρυψάμενον ποδοῖν κλοπὰν ἀρέσθαι
247ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον
250ποντοπόρῳ ναῒ μεθεῖναι.
251τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι
252καθ’ἡμῶν · πεφόβημαι λιθόλευστον Ἄρη
255ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσ’ἄπλατος ἴσχει.
Τεκμησσα
Τε.
Τε.
257οὐκέτι · λαμπρᾶς γὰρ ἄτερ στεροπῆς
258ᾄξας ὀξὺς νότος ὣς λήγει,
259καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει ·
260τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη,
261μηδενὸς ἄλλου παραπράξαντος,
262μεγάλας ὀδύνας ὑποτείνει.
Χορος
Χο.
Χο.
263ἀλλ’εἰ πέπαυται, κάρτ’ἂν εὐτυχεῖν δοκῶ ·
264φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.
Τεκμησσα
Τε.
Τε.
265πότερα δ’ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,
266φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,
267ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;
Χορος
Χο.
Χο.
268τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.
Τεκμησσα
Τε.
Τε.
269ἡμεῖς ἄρ’οὐ νοσοῦντες ἀτώμεσθα νῦν.
Χορος
Χο.
Χο.
270πῶς τοῦτ’ἔλεξας; οὐ κάτοιδ’ὅπως λέγεις.
Τεκμησσα
Τε.
Τε.
271ἁνὴρ ἐκεῖνος, ἡνίκ’ἦν ἐν τῇ νόσῳ,
272αὐτὸς μὲν ἥδεθ’οἷσιν εἴχετ’ἐν κακοῖς,
273ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών ·
274νῦν δ’ὡς ἔληξε κα- κἀνέπνευσε τῆς νόσου,
275κεῖνόςτε λύπῃ πᾶς ἐλήλαται κακῇ
276ἡμεῖςθ’ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.
277ἆρ’ἔστι ταῦτα δὶς τόσ’ἐξ ἁπλῶν κακά;
Χορος
Χο.
Χο.
278ξύμφημι δή σοι καὶ δέδοικα μὴ ’κ θεοῦ
279πληγή τις ἥκῃ. πῶς γάρ, εἰ πεπαυμένος
280μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;
Τεκμησσα
Τε.
Τε.
281ὡς ὧδ’ἐχόντων τῶνδ’ἐπίστασθαί σε χρή.
Χορος
Χο.
Χο.
282τίς γάρ ποτ’ἀρχὴ τοῦ κακοῦ προσέπτατο;
283δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.
Τεκμησσα
Τε.
Τε.
284ἅπαν μαθήσει το- τοὔργον ὡς κοινωνὸς ὤν.
285κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχ’ἕσπεροι
286λαμπτῆρες οὐκέτ’ᾖθον, ἄμφηκες λαβὼν
287ἐμαίετ’ἔγχος ἐξόδους ἕρπειν κενάς.
288κα- κἀγὼ ’πιπλήσσω καὶ λέγω · τί χρῆμα δρᾷς,
289Αἴας; τί τήνδ’ἄκλητος οὔθ’ὑπ’ἀγγέλων
290κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε τοῦ κλύων
291σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.
292ὁ δ’εἶπε πρός με βαί’, ἀεὶ δ’ὑμνούμενα ·
293γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.
294κα- κἀγὼ μαθοῦσ’ἔληξ’, ὁ δ’ἐσσύθη μόνος.
295καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας ·
296ἔσω δ’ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ
297ταύρους, κύνας βοτῆρας, εὔερόντ’ἄγραν.
298καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δ’ἄνω τρέπων
299ἔσφαζε κα- κἀρράχιζε, τοὺς δὲ δεσμίους
300ᾐκίζεθ’ὥστε φῶτας ἐν ποίμναις πίτνων.
301τέλος δ’ὑπᾴξας διὰ θυρῶν σκιᾷ τινι
302λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα,
303τοὺς δ’ἀμφ’Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν,
304ὅσην κατ’αὐτῶν ὕβριν ἐκτίσαιτ’ἰών ·
305κα- κἄπειτ’ἐπᾴξας αὖθις ἐς δόμους πάλιν,
306ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,
307καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,
308παίσας κάρα ’θώϋξεν · ἐν δ’ἐρειπίοις
309νεκρῶν ἐρειφθεὶς ἕζετ’ἀρνείου φόνου,
310κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.
311καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον ·
312ἔπειτ’ἐμοὶ τὰ δείν’ἐπηπείλησ’ἔπη,
313εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,
314κα- κἀνήρετ’ἐν τῷ πράγματος κυροῖ ποτέ.
315κα- κἀγώ, φίλοι, δείσασα το- τοὐξειργασμένον
316ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.
317ὁ δ’εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς,
318ἃς οὔποτ’αὐτοῦ πρόσθεν εἰσήκουσ’ἐγώ ·
319πρὸς γὰρ κακοῦτε καὶ βαρυψύχου γόους
320τοιούσδ’ἀεί ποτ’ἀνδρὸς ἐξηγεῖτ’ἔχειν ·
321ἀλλ’ἀψόφητος ὀξέων κωκυμάτων
322ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος.
323νῦν δ’ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ
324ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς
325σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών ·
326καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν.
327τοιαῦτα γάρ πως καὶ λέγει κα- κὠδύρεται.
328ἀλλ’, ὦ φίλοι, τούτων γὰρ οὕνεκ’ἐστάλην,
329ἀρήξατ’εἰσελθόντες, εἰ δύνασθέ τι ·
330φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.
Χορος
Χο.
Χο.
331Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις
332ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.
Αιας
Αι.
Αι.
333ἰώ μοί μοι.
Τεκμησσα
Τε.
Τε.
334τάχ’, ὡς ἔοικε, μᾶλλον · ἢ οὐκ ἠκούσατε
335Αἴαντος οἵαν τήνδε θωΰσσει βοήν;
Αιας
Αι.
Αι.
336ἰώ μοί μοι.
Χορος
Χο.
Χο.
337ἁνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι
338νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών.
Αιας
Αι.
Αι.
339ἰὼ παῖ παῖ.
Τεκμησσα
Τε.
Τε.
340ὤμοι τάλαιν’· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ.
341τί ποτε μενοινᾷ; ποῦ ποτ’εἶ; τάλαιν’ἐγώ.
Αιας
Αι.
Αι.
342Τεῦκρον καλῶ. ποῦ Τεῦκρος; ἢ τὸν εἰσαεὶ
343λεηλατήσει χρόνον, ἐγὼ δ’ἀπόλλυμαι;
Χορος
Χο.
Χο.
344ἁνὴρ φρονεῖν ἔοικεν. ἀλλ’ἀνοίγετε.
345τάχ’ἄν τιν’αἰδῶ κα- κἀπ’ἐμοὶ βλέψας λάβοι.
Τεκμησσα
Τε.
Τε.
346ἰδού, διοίγω · προσβλέπειν δ’ἔξεστί σοι
347τὰ τοῦδε πράγη, κα- καὐτὸς ὡς ἔχων κυρεῖ.
Αιας
Αι.
Αι.
348ἰὼ
349φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων,
350μόνοι ἔτ’ἐμμένοντες ὀρθῷ νόμῳ,
351ἴδεσθέ μ’οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης
352ἀμφίδρομον κυκλεῖται.
Χορος
Χο.
Χο.
354οἴμ’ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.
355δηλοῖ δὲ το- τοὔργον ὡς ἀφροντίστως ἔχει.
Αιας
Αι.
Αι.
356ἰὼ
357γένος ναΐας ἀρωγὸν τέχνας,
358ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν,
360σέ τοι σέ τοι μόνον δέδορκα πημονὰν ἐπαρκέσοντ’·
361ἀλλά με συνδάϊξον.
Χορος
Χο.
Χο.
362εὔφημα φώνει · μὴ κακὸν κακῷ διδοὺς
363ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει.
Αιας
Αι.
Αι.
364ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον,
365τὸν ἐν δαΐοις ἄτρεστον μάχαις,
366ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;
367ὤμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.
Τεκμησσα
Τε.
Τε.
368μή, δέσποτ’Αἴας, λίσσομαί σ’, αὔδα τάδε.
Αιας
Αι.
Αι.
369οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμεῖ πόδα;
370αἰαῖ αἰαῖ.
Χορος
Χο.
Χο.
371ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ.
Αιας
Αι.
Αι.
372ὦ δύσμορος, ὃς χερὶ μὲν
373μεθῆκα τοὺς ἀλάστορας, ἐν δ’ἑλίκεσσι
375βουσὶ καὶ κλυτοῖς πεσὼν αἰπολίοις
376ἐρεμνὸν αἷμ’ἔδευσα.
Χορος
Χο.
Χο.
377τί δῆτ’ἂν ἀλγοίης ἐπ’ἐξειργασμένοις;
378οὐ γὰρ γένοιτ’ἂν ταῦθ’ὅπως οὐχ ὧδ’ἔχειν.
Αιας
Αι.
Αι.
379ἰὼ πάνθ’ὁρῶν ἁπάντωντ’ἀεὶ
380κακῶν ὄργανον, τέκνον Λαρτίου,
381κακοπινέστατόντ’ἄλημα στρατοῦ,
382ἦ που πολὺν γέλωθ’ὑφ’ἡδονῆς ἄγεις.
Χορος
Χο.
Χο.
383ξύν τοι θεῷ πᾶς καὶ γελᾷ κα- κὠδύρεται.
Αιας
Αι.
Αι.
384ἴδοιμι μήν νιν, καίπερ ὧδ’ἀτώμενος.
385ἰώ μοί μοι.
Χορος
Χο.
Χο.
386μηδὲν μέγ’εἴπῃς · οὐχ ὁρᾷς ἵν’εἶ κακοῦ;
Αιας
Αι.
Αι.
387ὦ Ζεῦ, προγόνων προπάτωρ,
388πῶς ἂν τὸν αἱμυλώτατον, ἐχθρὸν ἄλημα,
390τούςτε δισσάρχας ὀλέσσας βασιλῆς
391τέλος θάνοιμι κα- καὐτός;
Τεκμησσα
Τε.
Τε.
392ὅταν κατεύχῃ ταῦθ’, ὁμοῦ κα- κἀμοὶ θανεῖν
393εὔχου · τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;
Αιας
Αι.
Αι.
394ἰὼ
394aσκότος, ἐμὸν φάος,
395ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί,
396ἕλεσθ’ἕλεσθέ μ’οἰκήτορα,
397ἕλεσθέ μ’· οὔτε γὰρ θεῶν γένος οὔθ’ἁμερίων
400ἔτ’ἄξιος βλέπειν τιν’εἰς ὄνασιν ἀνθρώπων.
400aἀλλά μ’ἁ Διὸς
401ἀλκίμα θεὸς
402ὀλέθρι’αἰκίζει.
403ποῖ τις οὖν φύγῃ;
404ποῖ μολὼν μενῶ;
405εἰ τὰ μὲν φθίνει, φίλοι, τοιοῖσδ’
406ὁμοῦ πέλας, μώραις δ’ἄγραις προσκείμεθα,
407πᾶς δὲ στρατὸς δίπαλτος ἄν με
408χειρὶ φονεύοι.
Τεκμησσα
Τε.
Τε.
410ὦ δυστάλαινα, τοιάδ’ἄνδρα χρήσιμον
411φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτ’ἄν.
Αιας
Αι.
Αι.
412ἰὼ
412aπόροι ἁλίρροθοι
413πάραλάτ’ἄντρα καὶ νέμος ἐπάκτιον,
414πολὺν πολύν με δαρόντε δὴ
415κατείχετ’ἀμφὶ Τροίαν χρόνον · ἀλλ’οὐκέτι μ’, οὐκ
416ἔτ’ἀμπνοὰς ἔχοντα · τοῦτό τις φρονῶν ἴστω.
417ὦ Σκαμάνδριοι
418γείτονες ῥοαί,
420εὔφρονες Ἀργείοις,
421οὐκέτ’ἄνδρα μὴ
422τόνδ’ἴδητ’, ἔπος
423ἐξερῶ μέγ’, οἷον οὔτινα
425Τροία στρατοῦ δέρχθη χθονὸς μολόντ’ἀπὸ
426Ἑλλανίδος · τανῦν δ’ἄτιμος
427ὧδε πρόκειμαι.
Χορος
Χο.
Χο.
428οὔτοι σ’ἀπείργειν οὐ δ’ὅπως ἐῶ λέγειν
429ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.
Αιας
Αι.
Αι.
430αἰαῖ · τίς ἄν ποτ’ᾤεθ’ὧδ’ἐπώνυμον
431το- τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;
432νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ
433καὶ τρίς · τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω ·
434ὅτου πατὴρ μὲν τῆσδ’ἀπ’Ἰδαίας χθονὸς
435τὰ πρῶτα καλλιστεῖ’ἀριστεύσας στρατοῦ
436πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων ·
437ἐγὼ δ’ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον
438Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει
439οὐ δ’ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
440ἄτιμος Ἀργείοισιν ὧδ’ἀπόλλυμαι.
441καίτοι τοσοῦτόν γ’ἐξεπίστασθαι δοκῶ ·
442εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι
443κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,
444οὐκ ἄν τις αὔτ’ἔμαρψεν ἄλλος ἀντ’ἐμοῦ.
445νῦν δ’αὔτ’Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας
446ἔπραξαν, ἀνδρὸς τοῦδ’ἀπώσαντες κράτη.
447κα- κεἰ μὴ τόδ’ὄμμα καὶ φρένες διάστροφοι
448γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε
449δίκην κατ’ἄλλου φωτὸς ὧδ’ἐψήφισαν.
450νῦν δ’ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ
451ἤδη μ’ἐπ’αὐτοῖς χεῖρ’ἐπεντύνοντ’ἐμὴν
452ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον,
453ὥστ’ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς ·
454κεῖνοι δ’ἐπεγγελῶσιν ἐκπεφευγότες,
455ἐμοῦ μὲν οὐχ ἑκόντος · εἰ δέ τις θεῶν
456βλάπτοι, φύγοι τα- τἂν κα- χὠ κακὸς τὸν κρείσσονα.
457καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς
458ἐχθαίρομαι, μισεῖ δέ μ’Ἑλλήνων στρατός,
459ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
460πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας
461μόνουςτ’Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;
462καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς
463Τελαμῶνι; πῶς με τλήσεταί ποτ’εἰσιδεῖν
464γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,
465ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;
466οὐκ ἔστι το- τοὔργον τλητόν. ἀλλὰ δῆτ’ἰὼν
467πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις
468καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω;
469ἀλλ’ὧδέ γ’Ἀτρείδας ἂν εὐφράναιμί που.
470οὐκ ἔστι ταῦτα. πεῖρά τις ζητητέα
471τοιάδ’ἀφ’ἧς γέροντι δηλώσω πατρὶ
472μή τοι φύσιν γ’ἄσπλαγχνος ἐκ κείνου γεγώς.
473αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,
474κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
475τί γὰρ παρ’ἦμαρ ἡμέρα τέρπειν ἔχει
476προσθεῖσα κα- κἀναθεῖσα τοῦ γε κατθανεῖν;
477οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν
478ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται ·
479ἀλλ’ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι
480τὸν εὐγενῆ χρή. πάντ’ἀκήκοας λόγον.
Χορος
Χο.
Χο.
481οὐδεὶς ἐρεῖ ποθ’ὡς ὑπόβλητον λόγον,
482Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός ·
483παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις
484γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς.
Τεκμησσα
Τε.
Τε.
485ὦ δέσποτ’Αἴας, τῆς ἀναγκαίας τύχης
486οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.
487ἐγὼ δ’ἐλευθέρου μὲν ἐξέφυν πατρός,
488εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν ·
489νῦν δ’εἰμὶ δούλη · θεοῖς γὰρ ὧδ’ἔδοξέ που
490καὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶ
491τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά,
492καί σ’ἀντιάζω πρόςτ’ἐφεστίου Διὸς
493εὐνῆςτε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί,
494μή μ’ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν
495τῶν σῶν ὑπ’ἐχθρῶν, χειρίαν ἐφείς τινι.
496ᾗ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,
497ταύτῃ νόμιζε κα- κἀμὲ τῇ τόθ’ἡμέρᾳ
498βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο
499ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
500καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ
501λόγοις ἰάπτων · ἴδετε τὴν ὁμευνέτιν
502Αἴαντος, ὃς μέγιστον ἴσχυσεν στρατοῦ,
503οἵας λατρείας ἀνθ’ὅσου ζήλου τρέφει.
504τοιαῦτ’ἐρεῖ τις · κα- κἀμὲ μὲν δαίμων ἐλᾷ,
505σοὶ δ’αἰσχρὰ τα- τἄπη ταῦτα καὶ τῷ σῷ γένει.
506ἀλλ’αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ
507γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα
508πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις
509θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν ·
510οἴκτιρε δ’, ὠ- ὦναξ, παῖδα τὸν σόν, εἰ νέας
511τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
512ὑπ’ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν
513κείνῳτε κα- κἀμοὶ τοῦθ’, ὅταν θάνῃς, νεμεῖς.
514ἐμοὶ γὰρ οὐκέτ’ἔστιν εἰς ὅ τι βλέπω
515πλὴν σοῦ. σὺ γάρ μοι πατρίδ’ᾔστωσας δόρει,
516καὶ μητέρ’ἄλλη μοῖρα τὸν φύσαντάτε
517καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.
518τίς δῆτ’ἐμοὶ γένοιτ’ἂν ἀντὶ σοῦ πατρίς;
519τίς πλοῦτος; ἐν σοὶ πᾶσ’ἔγωγε σῴζομαι.
520ἀλλ’ἴσχε κα- κἀμοῦ μνῆστιν · ἀνδρί τοι χρεὼν
521μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι.
522χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσ’ἀεί ·
523ὅτου δ’ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,
524οὐκ ἂν γένοιτ’ἔθ’οὗτος εὐγενὴς ἀνήρ.
Χορος
Χο.
Χο.
525Αἴας, ἔχειν σ’ἂν οἶκτον ὡς κα- κἀγὼ φρενὶ
526θέλοιμ’ἄν · αἰνοίης γὰρ ἂν τὰ τῆσδ’ἔπη.
Αιας
Αι.
Αι.
527καὶ κάρτ’ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
528ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
Τεκμησσα
Τε.
Τε.
529ἀλλ’ὦ φίλ’Αἴας, πάντ’ἔγωγε πείσομαι.
Αιας
Αι.
Αι.
530κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.
Τεκμησσα
Τε.
Τε.
531καὶ μὴν φόβοισί γ’αὐτὸν ἐξελυσάμην.
Αιας
Αι.
Αι.
532ἐν τοῖσδε τοῖς κακοῖσιν; ἢ τί μοι λέγεις;
Τεκμησσα
Τε.
Τε.
533μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.
Αιας
Αι.
Αι.
534πρέπον γέ τα- τἂν ἦν δαίμονος το- τοὐμοῦ τόδε.
Τεκμησσα
Τε.
Τε.
535ἀλλ’οὖν ἐγὼ ’φύλαξα τοῦτό γ’ἀρκέσαι.
Αιας
Αι.
Αι.
536ἐπῄνεσ’ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
Τεκμησσα
Τε.
Τε.
537τί δῆτ’ἂν ὡς ἐκ τῶνδ’ἂν ὠφελοῖμί σε;
Αιας
Αι.
Αι.
538δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆτ’ἰδεῖν.
Τεκμησσα
Τε.
Τε.
539καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.
Αιας
Αι.
Αι.
540τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;
Τεκμησσα
Τε.
Τε.
541ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλων
542ἄγ’αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.
Αιας
Αι.
Αι.
543ἕρποντι φωνεῖς ἢ λελειμμένῳ λόγων;
Τεκμησσα
Τε.
Τε.
544καὶ δὴ κομίζει προσπόλων ὅδ’ἐγγύθεν.
Αιας
Αι.
Αι.
545αἶρ’αὐτόν, αἶρε δεῦρο · ταρβήσει γὰρ οὒ
546νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον,
547εἴπερ δικαίως ἔστ’ἐμὸς τὰ πατρόθεν.
548ἀλλ’αὐτίκ’ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς
549δεῖ πωλοδαμνεῖν κα- κἀξομοιοῦσθαι φύσιν.
550ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος,
551τὰ δ’ἄλλ’ὅμοιος · καὶ γένοι’ἂν οὐ κακός.
552καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,
553ὁθούνεκ’οὐδὲν τῶνδ’ἐπαισθάνει κακῶν ·
554ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος,
554aτὸ μὴ φρονεῖν γὰρ κάρτ’ἀνώδυνον κακόν
555ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.
556ὅταν δ’ἵκῃ πρὸς τοῦτο, δεῖ σ’ὅπως πατρὸς
557δείξεις ἐν ἐχθροῖς, οἷος ἐξ οἵου ’τράφης.
558τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν
559ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν.
560οὔτοι σ’Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ
561στυγναῖσι λώβαις, οὐ δὲ χωρὶς ὄντ’ἐμοῦ.
562τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι
563λείψω τροφῆτ’ἄοκνον ἔμπα, κα- κεἰ τανῦν
564τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων.
565ἀλλ’, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς,
566ὑμῖντε κοινὴν τήνδ’ἐπισκήπτω χάριν,
567κείνῳτ’ἐμὴν ἀγγείλατ’ἐντολήν, ὅπως
568τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων
569Τελαμῶνι δείξει μητρίτ’, Ἐριβοίᾳ λέγω,
570ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί,
571μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ,
572καὶ τα- τἀμὰ τεύχη μήτ’ἀγωνάρχαι τινὲς
573θήσουσ’Ἀχαιοῖς μήθ’ὁ λυμεὼν ἐμός.
574ἀλλ’αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον,
575Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων
576πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος ·
577τὰ δ’ἄλλα τεύχη κοίν’ἐμοὶ τεθάψεται.
578ἀλλ’ὡς τάχος τὸν παῖδα τόνδ’ἤδη δέχου
579καὶ δῶμα πάκτου, μη δ’ἐπισκήνους γόους
580δάκρυε · κάρτα τοι φιλοίκτιστον γυνή.
581πύκαζε θᾶσσον · οὐ πρὸς ἰατροῦ σοφοῦ
582θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.
Χορος
Χο.
Χο.
583δέδοικ’ἀκούων τήνδε τὴν προθυμίαν ·
584οὐ γάρ μ’ἀρέσκει γλῶσσά σου τεθηγμένη.
Τεκμησσα
Τε.
Τε.
585ὦ δέσποτ’Αἴας, τί ποτε δρασείεις φρενί;
Αιας
Αι.
Αι.
586μὴ κρῖνε, μὴ ’ξέταζε · σωφρονεῖν καλόν.
Τεκμησσα
Τε.
Τε.
587οἴμ’ὡς ἀθυμῶ · καί σε πρὸς τοῦ σοῦ τέκνου
588καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ.
Αιας
Αι.
Αι.
589ἄγαν γε λυπεῖς · οὐ κάτοισθ’ἐγὼ θεοῖς
590ὡς οὐδὲν ἀρκεῖν εἴμ’ὀφειλέτης ἔτι;
Τεκμησσα
Τε.
Τε.
591εὔφημα φώνει.
Αιας
Αι.
Αι.
591aτοῖς ἀκούουσιν λέγε.
Τεκμησσα
Τε.
Τε.
592σὺ δ’οὐχὶ πείσει;
Αιας
Αι.
Αι.
592aπόλλ’ἄγαν ἤδη θροεῖς.
Τεκμησσα
Τε.
Τε.
593ταρβῶ γάρ, ὠ- ὦναξ.
Αιας
Αι.
Αι.
593aοὐ ξυνέρξεθ’ὡς τάχος;
Τεκμησσα
Τε.
Τε.
594πρὸς θεῶν, μαλάσσου.
Αιας
Αι.
Αι.
594aμῶρά μοι δοκεῖς φρονεῖν,
595εἰ το- τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.
Χορος
Χο.
Χο.
596ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που
597ναίεις ἁλίπλακτος, εὐδαίμων,
598πᾶσιν περίφαντος ἀεί ·
600ἐγὼ δ’ὁ τλάμων παλαιὸς ἀφ’οὗ χρόνος
601Ἰδαῖα μίμνων λειμώνι’ἔπαυλα μηνῶν
602ἀνήριθμος αἰὲν εὐνῶμαι
605χρόνῳ τρυχόμενος,
606κακὰν ἐλπίδ’ἔχων
607ἔτι μέ ποτ’ἀνύσειν
608τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν.
609καί μοι δυσθεράπευτος Αἴας
610ξύνεστιν ἔφεδρος, ὤμοι μοι,
611θείᾳ μανίᾳ ξύναυλος ·
612ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ
613κρατοῦντ’ἐν Ἄρει · νῦν δ’αὖ φρενὸς οἰοβώτας
615φίλοις μέγα πένθος ηὕρηται.
616τὰ πρὶν δ’ἔργα χεροῖν
617μεγίστας ἀρετᾶς
620ἄφιλα παρ’ἀφίλοις
621ἔπεσ’ἔπεσε μελέοις Ἀτρείδαις.
622ἦ που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ,
625λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα
626φρενομόρως ἀκούσῃ,
627αἴλινον αἴλινον
628οὐ δ’οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς
630ἥσει δύσμορος, ἀλλ’ὀξυτόνους μὲν ᾠδὰς
631θρηνήσει, χερόπλακτοι δ’
632ἐν στέρνοισι πεσοῦνται
633δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.
635κρείσσων παρ’Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν,
636ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος
637πολυπόνων Ἀχαιῶν,
638οὐκέτι συντρόφοις
640ὀργαῖς ἔμπεδος, ἀλλ’ἐκτὸς ὁμιλεῖ.
641ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι
642παιδὸς δύσφορον ἄταν,
643ἃν οὔπω τις ἔθρεψεν
645δίων Αἰακιδᾶν ἄτερθε τοῦδε.
Αιας
Αι.
Αι.
646ἅπανθ’ὁ μακρὸς κα- κἀναρίθμητος χρόνος
647φύειτ’ἄδηλα καὶ φανέντα κρύπτεται ·
648κα- κοὐκ ἔστ’ἄελπτον οὐδέν, ἀλλ’ἁλίσκεται
649κα- χὠ δεινὸς ὅρκος κα- χαἰ περισκελεῖς φρένες.
650κα- κἀγὼ γάρ, ὃς τὰ δείν’ἐκαρτέρουν τότε,
651βαφῇ σίδηρος ὣς ἐθηλύνθην στόμα
652πρὸς τῆσδε τῆς γυναικός · οἰκτίρω δέ νιν
653χήραν παρ’ἐχθροῖς παῖδάτ’ὀρφανὸν λιπεῖν.
654ἀλλ’εἶμι πρόςτε λουτρὰ καὶ παρακτίους
655λειμῶνας, ὡς ἂν λύμαθ’ἁγνίσας ἐμὰ
656μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς ·
657μολώντε χῶρον ἔνθ’ἂν ἀστιβῆ κίχω,
658κρύψω τόδ’ἔγχος το- τοὐμόν, ἔχθιστον βελῶν,
659γαίας ὀρύξας ἔνθα μή τις ὄψεται ·
660ἀλλ’αὐτὸ νὺξ Ἅιδηςτε σῳζόντων κάτω.
661ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτ’ἐδεξάμην
662παρ’Ἕκτορος δώρημα δυσμενεστάτου,
663οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.
664ἀλλ’ἔστ’ἀληθὴς ἡ βροτῶν παροιμία,
665ἐχθρῶν ἄδωρα δῶρα κα- κοὐκ ὀνήσιμα.
666τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς
667εἴκειν, μαθησόμεσθα δ’Ἀτρείδας σέβειν.
668ἄρχοντές εἰσιν, ὥσθ’ὑπεικτέον. τί μήν;
669καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
670ἕτοιμ’ὑπείκει · τοῦτο μὲν νιφοστιβεῖς
671χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει ·
672ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος
673τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν ·
674δεινῶντ’ἄημα πνευμάτων ἐκοίμισε
675στένοντα πόντον · ἐν δ’ὁ παγκρατὴς ὕπνος
676λύει πεδήσας, οὐ δ’ἀεὶ λαβὼν ἔχει.
677ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
678ἔγωγ’· ἐπίσταμαι γὰρ ἀρτίως ὅτι
679ὅτ’ἐχθρὸς ἡμῖν ἐς τοσόνδ’ἐχθαρτέος,
680ὡς καὶ φιλήσων αὖθις, ἔςτε τὸν φίλον
681τοσαῦθ’ὑπουργῶν ὠφελεῖν βουλήσομαι,
682ὡς αἰὲν οὐ μενοῦντα · τοῖς πολλοῖσι γὰρ
683βροτῶν ἄπιστός ἐσθ’ἑταιρείας λιμήν.
684ἀλλ’ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει · σὺ δὲ
685ἔσω θεοῖς ἐλθοῦσα διὰ τάχους, γύναι,
686εὔχου τελεῖσθαι το- τοὐμὸν ὧν ἐρᾷ κέαρ.
687ὑμεῖς δ’, ἑταῖροι, τα- ταὐτὰ τῇδέ μοι τάδε
688τιμᾶτε, Τεύκρῳτ’, ἢν μόλῃ, σημήνατε
689μέλειν μὲν ἡμῶν, εὐνοεῖν δ’ὑμῖν ἅμα.
690ἐγὼ γὰρ εἶμ’ἐκεῖσ’ὅποι πορευτέον ·
691ὑμεῖς δ’ἃ φράζω δρᾶτε, καὶ τάχ’ἄν μ’ἴσως
692πύθοισθε, κα- κεἰ νῦν δυστυχῶ, σεσωσμένον.
Χορος
Χο.
Χο.
693ἔφριξ’ἔρωτι, περιχαρὴς δ’ἀνεπτόμαν.
694ἰὼ ἰὼ Πὰν Πάν,
695ὦ Πὰν Πὰν ἁλίπλαγκτε, Κυλλανίας χιονοκτύπου
696πετραίας ἀπὸ δειράδος φάνηθ’, ὦ
697θεῶν χοροποί’ἄναξ, ὅπως μοι
700Νύσια Κνώσι’ὀρχήματ’αὐτοδαῆ ξυνὼν ἰάψῃς ·
701νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
702Ἰκαρίων δ’ὑπὲρ πελαγέων μολὼν ἄναξ Ἀπόλλων
705ὁ Δάλιος εὔγνωστος
706ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.
707ἔλυσεν αἰνὸν ἄχος ἀπ’ὀμμάτων Ἄρης.
708ἰὼ ἰώ, νῦν αὖ,
709νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐάμερον πελάσαι φάος
710θοᾶν ὠκυάλων νεῶν, ὅτ’Αἴας
711λαθίπονος πάλιν, θεῶν δ’αὖ
712πάνθυτα θέσμι’ἐξήνυσ’εὐνομίᾳ σέβων μεγίστᾳ.
713πάνθ’ὁ μέγας χρόνος μαραίνει,
715κα- κοὐδὲν ἀναύδατον φατίσαιμ’ἄν, εὖτέ γ’ἐξ ἀέλπτων
716Αἴας μετανεγνώσθη
717θυμοῦτ’Ἀτρείδαις μεγάλωντε νεικέων.
Αγγελος
Αγ.
Αγ.
719ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω ·
720Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ
721κρημνῶν · μέσον δὲ προσμολὼν στρατήγιον
722κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
723στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ
724μαθόντες ἀμφέστησαν, εἶτ’ὀνείδεσιν
725ἤρασσον ἔνθεν κα- κἄνθεν οὔτις ἔσθ’ὃς οὔ,
726τὸν τοῦ μανέντος κα- κἀπιβουλευτοῦ στρατοῦ
727ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι
728τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν ·
729ὥστ’εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν
730κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
731λήγει δ’ἔρις δραμοῦσα τοῦ προσωτάτω
732ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
733ἀλλ’ἡμὶν Αἴας ποῦ ’στιν, ὡς φράσω τάδε;
734τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.
Χορος
Χο.
Χο.
735οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας
736βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.
Αγγελος
Αγ.
Αγ.
737ἰοὺ ἰού ·
738βραδεῖαν ἡμᾶς ἆρ’ὁ τήνδε τὴν ὁδὸν
739πέμπων ἔπεμψεν ἢ ’φάνην ἐγὼ βραδύς.
Χορος
Χο.
Χο.
740τί δ’ἐστὶ χρείας τῆσδ’ὑπεσπανισμένον;
Αγγελος
Αγ.
Αγ.
741τὸν ἄνδρ’ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης
742μὴ ’ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.
Χορος
Χο.
Χο.
743ἀλλ’οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς
744γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
Αγγελος
Αγ.
Αγ.
745ταῦτ’ἐστὶ τα- τἄπη μωρίας πολλῆς πλέα,
746εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
Χορος
Χο.
Χο.
747ποῖον; τί δ’εἰδὼς τοῦδε πράγματος πάρει;
Αγγελος
Αγ.
Αγ.
748τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.
749ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου
750Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα,
751εἰς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
752θεὶς εἶπε κα- κἀπέσκηψε, παντοίᾳ τέχνῃ
753εἶρξαι κατ’ἦμαρ το- τοὐμφανὲς τὸ νῦν τόδε
754Αἴανθ’ὑπὸ σκηναῖσι μη δ’ἀφέντ’ἐᾶν,
755εἰ ζῶντ’ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ.
756ἐλᾷ γὰρ αὐτὸν τῇδε τη- θἠμέρᾳ μόνῃ
757δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων.
758τὰ γὰρ περισσὰ κα- κἀνόνητα σώματα
759πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις
760ἔφασχ’ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν
761βλαστὼν ἔπειτα μὴ κατ’ἄνθρωπον φρονῇ.
762κεῖνος δ’ἀπ’οἴκων εὐθὺς ἐξορμώμενος
763ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.
764ὁ μὲν γὰρ αὐτὸν ἐννέπει · τέκνον, δόρει
765βούλου κρατεῖν μέν, σὺν θεῷ δ’ἀεὶ κρατεῖν.
766ὁ δ’ὑψικόμπως κα- κἀφρόνως ἠμείψατο ·
767πάτερ, θεοῖς μὲν κα- κἂν ὁ μηδὲν ὢν ὁμοῦ
768κράτος κατακτήσαιτ’· ἐγὼ δὲ καὶ δίχα
769κείνων πέποιθα τοῦτ’ἐπισπάσειν κλέος.
770τοσόνδ’ἐκόμπει μῦθον. εἶτα δεύτερον
771δίας Ἀθάνας, ἡνίκ’ὀτρύνουσά νιν
772ηὐδᾶτ’ἐπ’ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,
773τότ’ἀντιφωνεῖ δεινὸν ἄρρητόντ’ἔπος ·
774ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας
775ἵστω, καθ’ἡμᾶς δ’οὔποτ’ἐκρήξει μάχη.
776τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς
777ἐκτήσατ’ὀργήν, οὐ κατ’ἄνθρωπον φρονῶν.
778ἀλλ’εἴπερ ἔστι τῇδε τη- θἠμέρᾳ, τάχ’ἂν
779γενοίμεθ’αὐτοῦ σὺν θεῷ σωτήριοι.
780τοσαῦθ’ὁ μάντις εἶφ’· ὁ δ’εὐθὺς ἐξ ἕδρας
781πέμπει με σοὶ φέροντα τάσδ’ἐπιστολὰς
782Τεῦκρος φυλάσσειν. εἰ δ’ἀπεστερήμεθα,
783οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.
Χορος
Χο.
Χο.
784ὦ δαΐα Τέκμησσα, δύσμορον γένος,
785ὅρα μολοῦσα τόνδ’ὁποῖ’ἔπη θροεῖ ·
786ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.
Τεκμησσα
Τε.
Τε.
787τί μ’αὖ τάλαιναν, ἀρτίως πεπαυμένην
788κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
Χορος
Χο.
Χο.
789τοῦδ’εἰσάκουε τα- τἀνδρός, ὡς ἥκει φέρων
790Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησ’ἐγώ.
Τεκμησσα
Τε.
Τε.
791οἴμοι, τί φής, ἄνθρωπε; μῶν ὀλώλαμεν;
Αγγελος
Αγ.
Αγ.
792οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δ’ὅτι,
793θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι.
Τεκμησσα
Τε.
Τε.
794καὶ μὴν θυραῖος, ὥστε μ’ὠδίνειν τί φής.
Αγγελος
Αγ.
Αγ.
795ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται
796σκηνῆς ὕπαυλον μη δ’ἀφιέναι μόνον.
Τεκμησσα
Τε.
Τε.
797ποῦ δ’ἐστὶ Τεῦκρος, κα- κἀπὶ τῷ λέγει τάδε;
Αγγελος
Αγ.
Αγ.
798πάρεστ’ἐκεῖνος ἄρτι · τήνδε δ’ἔξοδον
799ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.
Τεκμησσα
Τε.
Τε.
800οἴμοι τάλαινα, τοῦ ποτ’ἀνθρώπων μαθών;
Αγγελος
Αγ.
Αγ.
801τοῦ Θεστορείου μάντεως, καθ’ἡμέραν
802τὴν νῦν, ὅτ’αὐτῷ θάνατον ἢ βίον φέρει.
Τεκμησσα
Τε.
Τε.
803οἲ ’γώ, φίλοι, πρόστητ’ἀναγκαίας τύχης,
804καὶ σπεύσαθ’, οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν,
805οἱ δ’ἑσπέρους ἀγκῶνας, οἱ δ’ἀντηλίους
806ζητεῖτ’ἰόντες τα- τἀνδρὸς ἔξοδον κακήν.
807ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
808καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
809οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον ·
810ἀλλ’εἶμι κα- κἀγὼ κεῖσ’ὅποιπερ ἂν σθένω.
811χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴ
812σῴζειν θέλοντας ἄνδρα γ’ὃς σπεύδῃ θανεῖν.
Χορος
Χο.
Χο.
813χωρεῖν ἕτοιμος, κα- κοὐ λόγῳ δείξω μόνον ·
814τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμ’ἕψεται,
Αιας
Αι.
Αι.
815ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος
816γένοιτ’ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή ·
817δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ
818μάλιστα μισηθέντος ἐχθίστουθ’ὁρᾶν ·
819πέπηγε δ’ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,
820σιδηροβρῶτι θηγάνῃ νεηκονής ·
821ἔπηξα δ’αὐτὸν εὖ περιστείλας ἐγώ,
822εὐνούστατον τῷδ’ἀνδρὶ διὰ τάχους θανεῖν.
823οὕτω μὲν εὐσκευοῦμεν · ἐκ δὲ τῶνδέ μοι
824σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον.
825αἰτήσομαι δέ σ’οὐ μακρὸν γέρας λαχεῖν.
826πέμψον τιν’ἡμῖν ἄγγελον, κακὴν φάτιν
827Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ
828πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,
829καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
830ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖςθ’ἕλωρ.
831τοσαῦτά σ’, ὦ Ζεῦ, προστρέπω, καλῶ δ’ἅμα
832πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,
833ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι
834πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
835καλῶ δ’ἀρωγοὺς τὰς ἀείτε παρθένους
836ἀείθ’ὁρώσας πάντα τα- τἀν βροτοῖς πάθη,
837σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲ
838πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας,
839καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
840ξυναρπάσειαν, ὥσπερ εἰσορῶσ’ἐμὲ
841αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς
842πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.
843ἴτ’, ὦ ταχεῖαι ποίνιμοίτ’Ἐρινύες,
844γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ ·
845σὺ δ’, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν
846Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα
847ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν
848ἄγγειλον ἄτας τὰς ἐμὰς μόροντ’ἐμὸν
849γέροντι πατρὶ τῇτε δυστήνῳ τροφῷ.
850ἦ που τάλαινα, τήνδ’ὅταν κλύῃ φάτιν,
851ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
852ἀλλ’οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην,
853ἀλλ’ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
854ὦ Θάνατε Θάνατε, νῦν μ’ἐπίσκεψαι μολών.
855καίτοι σὲ μὲν κα- κἀκεῖ προσαυδήσω ξυνών.
856σὲ δ’, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
857καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,
858πανύστατον δὴ κα- κοὔποτ’αὖθις ὕστερον.
859ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον
860Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον
861κλειναίτ’Ἀθῆναι καὶ τὸ σύντροφον γένος
862κρῆναίτε ποταμοίθ’οἵδε, καὶ τὰ Τρωϊκὰ
863πεδία προσαυδῶ, χαίρετ’, ὦ τροφῆς ἐμοί ·
864τοῦθ’ὑμὶν Αἴας το- τοὔπος ὕστατον θροεῖ,
865τὰ δ’ἄλλ’ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι.
Ημιχοριον 1
Ημ.
Ημ.
866πόνος πόνῳ πόνον φέρει.
867πᾷ πᾷ
868πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;
869κα- κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος.
870ἰδού.
871δοῦπον αὖ κλύω τινά.
Ημιχοριον 2
Ημ.
Ημ.
872ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.
Ημιχοριον 1
Ημ.
Ημ.
873τί οὖν δή;
Ημιχοριον 2
Ημ.
Ημ.
874πᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν.
Ημιχοριον 1
Ημ.
Ημ.
875ἔχεις οὖν;
Ημιχοριον 2
Ημ.
Ημ.
876πόνου γε πλῆθος, κα- κοὐδὲν εἰς ὄψιν πλέον.
Ημιχοριον 1
Ημ.
Ημ.
877ἀλλ’οὐ δὲ μὲν δὴ τὴν ἀφ’ἡλίου βολῶν
878κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.
Χορος
Χο.
Χο.
879τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων
880ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας,
883ἢ τίς Ὀλυμπιάδων θεᾶν ἢ ῥυτῶν
884Βοσπορίων ποταμῶν, τὸν ὠμόθυμον
885εἴ ποθι πλαζόμενον λεύσσων
886ἀπύοι; σχέτλια γὰρ
887ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων
888οὐρίῳ μὴ πελάσαι δρόμῳ,
890ἀλλ’ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.
Τεκμησσα
Τε.
Τε.
891ἰώ μοί μοι.
Χορος
Χο.
Χο.
892τίνος βοὴ πάραυλος ἐξέβη νάπους;
Τεκμησσα
Τε.
Τε.
893ἰὼ τλήμων.
Χορος
Χο.
Χο.
894τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ
895Τέκμησσαν, οἴκτῳ, τῷδε συγκεκραμένην.
Τεκμησσα
Τε.
Τε.
896ᾤχωκ’, ὄλωλα, διαπεπόρθημαι, φίλοι.
Χορος
Χο.
Χο.
897τί δ’ἔστιν;
Τεκμησσα
Τε.
Τε.
898Αἴας ὅδ’ἡμῖν ἀρτίως νεοσφαγὴς
899κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.
Χορος
Χο.
Χο.
900ὤμοι ἐμῶν νόστων ·
901ὤμοι, κατέπεφνες, ἄναξ,
902τόνδε συνναύταν, τάλας
903ὦ ταλαίφρων γύναι ·
Τεκμησσα
Τε.
Τε.
904ὡς ὧδε τοῦδ’ἔχοντος αἰάζειν πάρα.
Χορος
Χο.
Χο.
905τίνος ποτ’ἆρ’ἔπραξε χειρὶ δύσμορος;
Τεκμησσα
Τε.
Τε.
906αὐτὸς πρὸς αὑτοῦ, δῆλον · ἐν γάρ οἱ χθονὶ
907πηκτὸν τόδ’ἔγχος περιπετὲς κατηγορεῖ.
Χορος
Χο.
Χο.
911ὤμοι ἐμᾶς ἄτας, οἶος ἄρ’αἱμάχθης, ἄφαρκτος φίλων ·
912ἐγὼ δ’ὁ πάντα κωφός, ὁ πάντ’ἄϊδρις,
913κατημέλησα. πᾷ πᾷ
914κεῖται ὁ δυστράπελος, δυσώνυμος Αἴας;
Τεκμησσα
Τε.
Τε.
915οὔτοι θεατός · ἀλλά νιν περιπτυχεῖ
916φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ
917οὐδεὶς ἄν, ὅστις καὶ φίλος, τλαίη βλέπειν
918φυσῶντ’ἄνω πρὸς ῥῖνας ἔκτε φοινίας
920πληγῆς μελανθὲν αἷμ’ἀπ’οἰκείας σφαγῆς.
921οἴμοι, τί δράσω; τίς σε βαστάσει φίλων;
922ποῦ Τεῦκρος; ὡς ἀκμαῖ’ἄν, εἰ βαίη, μόλοι,
923πεπτῶτ’ἀδελφὸν τόνδε συγκαθαρμόσαι.
924ὦ δύσμορ’Αἴας, οἷος ὢν οἵως ἔχεις,
925ὡς καὶ παρ’ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.
Χορος
Χο.
Χο.
926ἔμελλες, τάλας, ἔμελλες χρόνῳ
927στερεόφρων ἄρ’ἐξανύσσειν κακὰν
930μοῖραν ἀπειρεσίων πόνων. τοῖά μοι
931πάννυχα καὶ φαέθοντ’ἀνεστέναζες
932ὠμόφρων ἐχθοδόπ’Ἀτρείδαις
933οὐλίῳ σὺν πάθει.
934μέγας ἄρ’ἦν ἐκεῖνος ἄρχων χρόνος
935πημάτων, ἦμος ἀριστόχειρ
936[…] ὅπλων ἔκειτ’ἀγὼν πέρι.
Τεκμησσα
Τε.
Τε.
937ἰώ μοί μοι.
Χορος
Χο.
Χο.
938χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη.
Τεκμησσα
Τε.
Τε.
939ἰώ μοί μοι.
Χορος
Χο.
Χο.
940οὐδέν σ’ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,
941τοιοῦδ’ἀποβλαφθεῖσαν ἀρτίως φίλου.
Τεκμησσα
Τε.
Τε.
942σοὶ μὲν δοκεῖν ταῦτ’ἔστ’, ἐμοὶ δ’ἄγαν φρονεῖν.
Χορος
Χο.
Χο.
943ξυναυδῶ.
Τεκμησσα
Τε.
Τε.
944οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ
945χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσιν σκοποί.
Χορος
Χο.
Χο.
946ὤμοι, ἀναλγήτων
947δισσῶν ἐθρόησας ἄναυδ’
948ἔργ’Ἀτρειδᾶν τῷδ’ἄχει.
949ἀλλ’ἀπείργοι θεός.
Τεκμησσα
Τε.
Τε.
950οὐκ ἂν τάδ’ἔστη τῇδε μὴ θεῶν μέτα.
Χορος
Χο.
Χο.
951ἄγαν ὑπερβριθὲς γὰρ ἄχθος ἤνυσαν.
Τεκμησσα
Τε.
Τε.
952τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς
953Παλλὰς φυτεύει πῆμ’Ὀδυσσέως χάριν.
Χορος
Χο.
Χο.
954ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει πολύτλας ἀνήρ,
955γελᾷ δὲ τοῖσδε μαινομένοις ἄχεσιν
956πολὺν γέλωτα, φεῦ φεῦ,
960ξύντε διπλοῖ βασιλῆς κλύοντες Ἀτρεῖδαι.
Τεκμησσα
Τε.
Τε.
961οἱ δ’οὖν γελώντων κα- κἀπιχαιρόντων κακοῖς
962τοῖς τοῦδ’· ἴσως τοι, κα- κεἰ βλέποντα μὴ ’πόθουν,
963θανόντ’ἂν οἰμώξειαν ἐν χρείᾳ δορός.
964οἱ γὰρ κακοὶ γνώμαισι τα- τἀγαθὸν χεροῖν
965ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ.
966ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς,
967αὑτῷ δὲ τερπνός · ὧν γὰρ ἠράσθη τυχεῖν
968ἐκτήσαθ’αὑτῷ, θάνατον ὅνπερ ἤθελεν.
969τί δῆτα τοῦδ’ἐπεγγελῷεν ἂν κάτα;
970θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ.
971πρὸς ταῦτ’Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω.
972Αἴας γὰρ αὐτοῖς οὐκέτ’ἐστίν, ἀλλ’ἐμοὶ
973λιπὼν ἀνίας καὶ γόους διοίχεται.
Τευκρος
Τε.
Τε.
974ἰώ μοί μοι.
Χορος
Χο.
Χο.
975σίγησον · αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν
976βοῶντος ἄτης τῆσδ’ἐπίσκοπον μέλος.
Τευκρος
Τε.
Τε.
977ὦ φίλτατ’Αἴας, ὦ ξύναιμον ὄμμ’ἐμοί,
978ἆρ’ἠμπόληκας, ὥσπερ ἡ φάτις κρατεῖ;
Χορος
Χο.
Χο.
979ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτ’ἐπίστασο.
Τευκρος
Τε.
Τε.
980ὤμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.
Χορος
Χο.
Χο.
981ὡς ὧδ’ἐχόντων —
Τευκρος
Τε.
Τε.
981aὦ τάλας ἐγώ, τάλας.
Χορος
Χο.
Χο.
982πάρα στενάζειν.
Τευκρος
Τε.
Τε.
982aὦ περισπερχὲς πάθος.
Χορος
Χο.
Χο.
983ἄγαν γε, Τεῦκρε.
Τευκρος
Τε.
Τε.
983aφεῦ τάλας · τί γὰρ τέκνον
984τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;
Χορος
Χο.
Χο.
985μόνος παρὰ σκηναῖσιν.
Τευκρος
Τε.
Τε.
985aοὐχ ὅσον τάχος
986δῆτ’αὐτὸν ἄξεις δεῦρο, μή τις ὡς κενῆς
987σκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ;
988ἴθ’, ἐγκόνει, σύγκαμνε · τοῖς θανοῦσί τοι
989φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν.
Χορος
Χο.
Χο.
990καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν
991ἐφίεθ’ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει.
Τευκρος
Τε.
Τε.
992ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ
993ἄλγιστον ὧν προσεῖδον ὀφθαλμοῖς ἐγώ,
994ὁδόςθ’ὁδῶν πασῶν ἀνιάσασα δὴ
995μάλιστα το- τοὐμὸν σπλάγχνον, ἣν δὴ νῦν ἔβην.
996ὦ φίλτατ’Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην
997μόρον διώκων κα- κἀξιχνοσκοπούμενος.
998ὀξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος
999διῆλθ’Ἀχαιοὺς πάντας ὡς οἴχει θανών.
1000ἁ- ἁγὼ κλύων δύστηνος ἐκποδὼν μὲν ὢν
1001ὑπεστέναζον, νῦν δ’ὁρῶν ἀπόλλυμαι.
1002οἴμοι.
1003ἴθ’, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.
1004ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς,
1005ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.
1006ποῖ γὰρ μολεῖν μοι δυνατόν, εἰς ποίους βροτούς,
1007τοῖς σοῖς ἀρήξαντ’ἐν πόνοισι μηδαμοῦ;
1008ἦ πού με Τελαμών, σὸς πατὴρ ἐμόςθ’ἅμα,
1009δέξαιτ’ἂν εὐπρόσωπος ἵλεώςτ’ἴσως
1010χωροῦντ’ἄνευ σοῦ. πῶς γὰρ οὔχ; ὅτῳ πάρα
1011μη δ’εὐτυχοῦντι μηδὲν ἥδιον γελᾶν.
1012οὗτος τί κρύψει; ποῖον οὐχ ἐρεῖ κακὸν
1013τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,
1014τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ
1015σέ, φίλτατ’Αἴας, ἢ δόλοισιν, ὡς τὰ σὰ
1016κράτη θανόντος καὶ δόμους νέμοιμι σούς.
1017τοιαῦτ’ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς,
1018ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος.
1019τέλος δ’ἀπωστὸς γῆς ἀπορριφθήσομαι,
1020δοῦλος λόγοισιν ἀντ’ἐλευθέρου φανείς.
1021τοιαῦτα μὲν κατ’οἶκον · ἐν Τροίᾳ δέ μοι
1022πολλοὶ μὲν ἐχθροί, παῦρα δ’ὠφελήσιμα.
1023καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην.
1024οἴμοι, τί δράσω; πῶς σ’ἀποσπάσω πικροῦ ·
1025τοῦδ’αἰόλου κνώδοντος, ὦ τάλας, ὑφ’οὗ
1026φονέως ἄρ’ἐξέπνευσας; εἶδες ὡς χρόνῳ
1027ἔμελλέ σ’Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν;
1028σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν.
1029Ἕκτωρ μέν, ᾧ δὴ τοῦδ’ἐδωρήθη πάρα,
1030ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων
1031ἐκνάπτετ’αἰέν, ἔστ’ἀπέψυξεν βίον ·
1032οὗτος δ’ἐκείνου τήνδε δωρεὰν ἔχων
1033πρὸς τοῦδ’ὄλωλε θανασίμῳ πεσήματι.
1034ἆρ’οὐκ Ἐρινὺς τοῦτ’ἐχάλκευσεν ξίφος
1035κα- κἀκεῖνον Ἅιδης, δημιουργὸς ἄγριος;
1036ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντ’ἀεὶ
1037φάσκοιμ’ἂν ἀνθρώποισι μηχανᾶν θεούς ·
1038ὅτῳ δὲ μὴ τάδ’ἐστὶν ἐν γνώμῃ φίλα,
1039κεῖνόςτ’ἐκεῖνα στεργέτω κα- κἀγὼ τάδε.
Χορος
Χο.
Χο.
1040μὴ τεῖνε μακράν, ἀλλ’ὅπως κρύψεις τάφῳ
1041φράζου τὸν ἄνδρα κα- χὤ τι μυθήσει τάχα.
1042βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχ’ἂν κακοῖς
1043γελῶν ἃ δὴ κακοῦργος ἐξίκοιτ’ἀνήρ.
Τευκρος
Τε.
Τε.
1044τίς δ’ἐστὶν ὅντιν’ἄνδρα προσλεύσσεις στρατοῦ;
Χορος
Χο.
Χο.
1045Μενέλαος, ᾧ δὴ τόνδε πλοῦν ἐστείλαμεν.
Τευκρος
Τε.
Τε.
1046ὁρῶ · μαθεῖν γὰρ ἐγγὺς ὢν οὐ δυσπετής.
Μενελαος
Με.
Με.
1047οὗτος, σὲ φωνῶ τόνδε τὸν νεκρὸν χεροῖν
1048μὴ συγκομίζειν, ἀλλ’ἐᾶν ὅπως ἔχει.
Τευκρος
Τε.
Τε.
1049τίνος χάριν τοσόνδ’ἀνήλωσας λόγον;
Μενελαος
Με.
Με.
1050δοκοῦντ’ἐμοί, δοκοῦντα δ’ὃς κραίνει στρατοῦ.
Τευκρος
Τε.
Τε.
1051οὔκουν ἂν εἴποις ἥντιν’αἰτίαν προθείς;
Μενελαος
Με.
Με.
1052ὁθούνεκ’αὐτὸν ἐλπίσαντες οἴκοθεν
1053ἄγειν Ἀχαιοῖς ξύμμαχόντε καὶ φίλον,
1054ἐξηύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν ·
1055ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον
1056νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δόρει ·
1057κα- κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν,
1058ἡμεῖς μὲν ἂν τήνδ’ἣν ὅδ’εἴληχεν τύχην
1059θανόντες ἂν προυκείμεθ’αἰσχίστῳ μόρῳ,
1060οὗτος δ’ἂν ἔζη. νῦν δ’ἐνήλλαξεν θεὸς
1061τὴν τοῦδ’ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.
1062ὧν εἵνεκ’αὐτὸν οὔτις ἔστ’ἀνὴρ σθένων
1063τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ,
1064ἀλλ’ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος
1065ὄρνισι φορβὴ παραλίοις γενήσεται.
1066πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος.
1067εἰ γὰρ βλέποντος μὴ ’δυνήθημεν κρατεῖν,
1068πάντως θανόντος γ’ἄρξομεν, κα- κἂν μὴ θέλῃς,
1069χερσὶν παρευθύνοντες · οὐ γὰρ ἔσθ’ὅπου
1070λόγων γ’ἀκοῦσαι ζῶν ποτ’ἠθέλησ’ἐμῶν.
1071καίτοι κακοῦ πρὸς ἀνδρὸς ὄντα δημότην
1072μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.
1073οὐ γάρ ποτ’οὔτ’ἂν ἐν πόλει νόμοι καλῶς
1074φέροιντ’ἄν, ἔνθα μὴ καθεστήκῃ δέος,
1075οὔτ’ἂν στρατός γε σωφρόνως ἄρχοιτ’ἔτι,
1076μηδὲν φόβου πρόβλημα μη δ’αἰδοῦς ἔχων.
1077ἀλλ’ἄνδρα χρή, κα- κἂν σῶμα γεννήσῃ μέγα,
1078δοκεῖν πεσεῖν ἂν κα- κἂν ἀπὸ σμικροῦ κακοῦ.
1079δέος γὰρ ᾧ πρόσεστιν αἰσχύνηθ’ὁμοῦ,
1080σωτηρίαν ἔχοντα τόνδ’ἐπίστασο ·
1081ὅπου δ’ὑβρίζειν δρᾶνθ’ἃ βούλεται παρῇ,
1082ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ
1083ἐξ οὐρίων δραμοῦσαν εἰς βυθὸν πεσεῖν.
1084ἀλλ’ἑστάτω μοι καὶ δέος τι καίριον,
1085καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθα
1086οὐκ ἀντιτίσειν αὖθις ἂν λυπώμεθα.
1087ἕρπει παραλλὰξ ταῦτα. πρόσθεν οὗτος ἦν
1088αἴθων ὑβριστής, νῦν δ’ἐγὼ μέγ’αὖ φρονῶ.
1089καί σοι προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως
1090μὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς.
Χορος
Χο.
Χο.
1091Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς
1092εἶτ’αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ.
Τευκρος
Τε.
Τε.
1093οὐκ ἄν ποτ’, ἄνδρες, ἄνδρα θαυμάσαιμ’ἔτι,
1094ὃς μηδὲν ὢν γοναῖσιν εἶθ’ἁμαρτάνει,
1095ὅθ’οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι
1096τοιαῦθ’ἁμαρτάνουσιν ἐν λόγοις ἔπη ·
1097ἄγ’εἴπ’ἀπ’ἀρχῆς αὖθις, ἦ σὺ φὴς ἄγειν
1098τόνδ’ἄνδρ’Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;
1099οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν;
1100ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεῶν
1101ἔξεστ’ἀνάσσειν ὧν ὅδ’ἤγαγ’οἴκοθεν;
1102Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν ·
1103οὐ δ’ἔσθ’ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον
1104ἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδε σέ.
1105ὕπαρχος ἄλλων δεῦρ’ἔπλευσας, οὐχ ὅλων
1106στρατηγός, ὥστ’Αἴαντος ἡγεῖσθαί ποτε.
1107ἀλλ’ὧνπερ ἄρχεις ἄρχε καὶ τὰ σέμν’ἔπη
1108κόλαζ’ἐκείνους · τόνδε δ’, εἴτε μὴ σὺ φὴς
1109εἴθ’ἅτερος στρατηγός, εἰς ταφὰς ἐγὼ
1110θήσω δικαίως, οὐ τὸ σὸν δείσας στόμα.
1111οὐ γάρ τι τῆς σῆς εἵνεκ’ἐστρατεύσατο
1112γυναικός, ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ,
1113ἀλλ’εἵνεχ’ὅρκων οἷσιν ἦν ἐνώμοτος,
1114σοῦ δ’οὐδέν · οὐ γὰρ ἠξίου τοὺς μηδένας.
1115πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν
1116καὶ τὸν στρατηγὸν ἧκε, τοῦ δὲ σοῦ ψόφου
1117οὐκ ἂν στραφείην, ἕως ἂν ᾖς οἷός περ εἶ.
Χορος
Χο.
Χο.
1118οὐ δ’αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ ·
1119τὰ σκληρὰ γάρ τοι, κα- κἂν ὑπέρδικ’ᾖ, δάκνει.
Μενελαος
Με.
Με.
1120ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.
Τευκρος
Τε.
Τε.
1121οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.
Μενελαος
Με.
Με.
1122μέγ’ἄν τι κομπάσειας, ἀσπίδ’εἰ λάβοις.
Τευκρος
Τε.
Τε.
1123κα- κἂν ψιλὸς ἀρκέσαιμι σοί γ’ὡπλισμένῳ.
Μενελαος
Με.
Με.
1124ἡ γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.
Τευκρος
Τε.
Τε.
1125ξὺν τῷ δικαίῳ γὰρ μέγ’ἔξεστιν φρονεῖν.
Μενελαος
Με.
Με.
1126δίκαια γὰρ τόνδ’εὐτυχεῖν κτείναντά με;
Τευκρος
Τε.
Τε.
1127κτείναντα; δεινόν γ’εἶπας, εἰ καὶ ζῇς θανών.
Μενελαος
Με.
Με.
1128θεὸς γὰρ ἐκσῴζει με, τῷδε δ’οἴχομαι.
Τευκρος
Τε.
Τε.
1129μή νυν ἀτίμα θεούς, θεοῖς σεσωσμένος.
Μενελαος
Με.
Με.
1130ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;
Τευκρος
Τε.
Τε.
1131εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών.
Μενελαος
Με.
Με.
1132τούς γ’αὐτὸς αὑτοῦ πολεμίους. οὐ γὰρ καλόν.
Τευκρος
Τε.
Τε.
1133ἦ σοὶ γὰρ Αἴας πολέμιος προύστη ποτέ;
Μενελαος
Με.
Με.
1134μισοῦντ’ἐμίσει · καὶ σὺ τοῦτ’ἠπίστασο.
Τευκρος
Τε.
Τε.
1135κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης.
Μενελαος
Με.
Με.
1136ἐν τοῖς δικασταῖς, κα- κοὐκ ἐμοί, τόδ’ἐσφάλη.
Τευκρος
Τε.
Τε.
1137πόλλ’ἂν κακῶς λάθρᾳ σὺ κλέψειας κακά.
Μενελαος
Με.
Με.
1138τοῦτ’εἰς ἀνίαν το- τοὔπος ἔρχεταί τινι.
Τευκρος
Τε.
Τε.
1139οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν.
Μενελαος
Με.
Με.
1140ἕν σοι φράσω · τόνδ’ἐστὶν οὐχὶ θαπτέον.
Τευκρος
Τε.
Τε.
1141ἀλλ’ἀντακούσει τοῦτον ὡς τεθάψεται.
Μενελαος
Με.
Με.
1142ἤδη ποτ’εἶδον ἄνδρ’ἐγὼ γλώσσῃ θρασὺν
1143ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,
1144ᾧ φθέγμ’ἂν οὐκ ἂν ηὗρες, ἡνίκ’ἐν κακῷ
1145χειμῶνος εἴχετ’, ἀλλ’ὑφ’εἵματος κρυφεὶς
1146πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.
1147οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα
1148σμικροῦ νέφους τάχ’ἄν τις ἐκπνεύσας μέγας
1149χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.
Τευκρος
Τε.
Τε.
1150ἐγὼ δέ γ’ἄνδρ’ὄπωπα μωρίας πλέων,
1151ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας.
1152κα- κᾆτ’αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ
1153ὀργήνθ’ὅμοιος εἶπε τοιοῦτον λόγον ·
1154ὠ- ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς ·
1155εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος.
1156τοιαῦτ’ἄνολβον ἄνδρ’ἐνουθέτει παρών.
1157ὁρῶ δέ τοί νιν, κα- κἄστιν, ὡς ἐμοὶ δοκεῖ,
1158οὐδείς ποτ’ἄλλος ἢ σύ. μῶν ᾐνιξάμην;
Μενελαος
Με.
Με.
1159ἄπειμι · καὶ γὰρ αἰσχρόν, εἰ πύθοιτό τις
1160λόγοις κολάζειν ᾧ βιάζεσθαι πάρα.
Τευκρος
Τε.
Τε.
1161ἄφερπέ νυν · κα- κἀμοὶ γὰρ αἴσχιστον κλύειν
1162ἀνδρὸς ματαίου φλαῦρ’ἔπη μυθουμένου.
Χορος
Χο.
Χο.
1163ἔσται μεγάλης ἔριδός τις ἀγών.
1164ἀλλ’ὡς δύνασαι, Τεῦκρε, ταχύνας
1165σπεῦσον κοίλην κάπετόν τιν’ἰδεῖν
1166τῷδ’, ἔνθα βροτοῖς τὸν ἀείμνηστον
1167τάφον εὐρώεντα καθέξει.
Τευκρος
Τε.
Τε.
1168καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίοι
1169πάρεισιν ἀνδρὸς τοῦδε παῖςτε καὶ γυνή,
1170τάφον περιστελοῦντε δυστήνου νεκροῦ.
1171ὦ παῖ, πρόσελθε δεῦρο καὶ σταθεὶς πέλας
1172ἱκέτης ἔφαψαι πατρός, ὅς σ’ἐγείνατο.
1173θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων
1174κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου,
1175ἱκτήριον θησαυρόν. εἰ δέ τις στρατοῦ
1176βίᾳ σ’ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ,
1177κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός,
1178γένους ἅπαντος ῥίζαν ἐξημημένος,
1179αὔτως ὅπωσπερ τόνδ’ἐγὼ τέμνω πλόκον.
1180ἔχ’αὐτόν, ὦ παῖ, καὶ φύλασσε, μη δέ σε
1181κινησάτω τις, ἀλλὰ προσπεσὼν ἔχου.
1182ὑμεῖςτε μὴ γυναῖκες ἀντ’ἀνδρῶν πέλας
1183παρέστατ’, ἀλλ’ἀρήγετ’, ἔστ’ἐγὼ μολὼν
1184τάφου μεληθῶ τῷδε, κα- κἂν μηδεὶς ἐᾷ.
Χορος
Χο.
Χο.
1185τίς ἄρα νέατος ἐς πότε λήξει πολυπλάγκτων ἐτέων ἀριθμός,
1186τὰν ἄπαυστον αἰὲν ἐμοὶ δορυσσοήτων
1187μόχθων ἄταν ἐπάγων
1190ἄν τὰν εὐρώδεα Τρωΐαν,
1191δύστανον ὄνειδος Ἑλλάνων;
1192ὄφελε πρότερον αἰθέρα δῦναι μέγαν ἢ τὸν πολύκοινον Ἅιδαν
1195κεῖνος ἁνήρ, ὃς στυγερῶν ἔδειξεν ὅπλων
1196Ἕλλασιν κοινὸν Ἄρη.
1197ἰὼ πόνοι πρόγονοι πόνων ·
1198κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους.
1199ἐκεῖνος οὔτε στεφάνων
1200οὔτε βαθεῖαν κυλίκων
1201νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν,
1202οὔτε γλυκὺν αὐλῶν ὄτοβον,
1203δύσμορος, οὔτ’ἐννυχίαν
1204τέρψιν ἰαύειν.
1205ἐρώτων δ’ἐρώτων ἀπέπαυσεν, ὤμοι.
1206κεῖμαι δ’, ἀμέριμνος οὕτως,
1207ἀεὶ πυκιναῖς δρόσοις
1208τεγγόμενος κόμας,
1210λυγρᾶς μνήματα Τροίας.
1211καὶ πρὶν μὲν αἰὲν νυχίου
1212δείματος ἦν μοι προβολὰ
1213καὶ βελέων θούριος Αἴας ·
1214νῦν δ’οὗτος ἀνεῖται στυγερῷ
1215δαίμονι · τίς μοι, τίς ἔτ’οὖν
1216τέρψις ἐπέσται;
1217γενοίμαν ἵν’ὑλᾶεν ἔπεστι πόντου
1218πρόβλημ’ἁλίκλυστον, ἄκραν
1220ὑπὸ πλάκα Σουνίου,
1221τὰς ἱερὰς ὅπως
1222προσείποιμεν Ἀθάνας.
Τευκρος
Τε.
Τε.
1223καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην
1224Ἀγαμέμνον’ἡμῖν δεῦρο τόνδ’ὁρμώμενον ·
1225δῆλος δέ μο- μοὐστὶ σκαιὸν ἐκλύσων στόμα.
Αγαμεμνων
Αγ.
Αγ.
1226σὲ δὴ τὰ δεινὰ ῥήματ’ἀγγέλλουσί μοι
1227τλῆναι καθ’ἡμῶν ὧδ’ἀνοιμωκτὶ χανεῖν;
1228σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω,
1229ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο
1230ὑψήλ’ἐκόμπεις κα- κἀπ’ἄκρων ὡδοιπόρεις,
1231ὅτ’οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ,
1232κα- κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν
1233ἡμᾶς Ἀχαιῶν οὐ δὲ σοῦ διωμόσω
1234ἀλλ’αὐτὸς ἄρχων, ὡς σὺ φής, Αἴας ἔπλει.
1235ταῦτ’οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά;
1236ποίου κέκραγας ἀνδρὸς ὧδ’ὑπέρφρονα;
1237ποῖ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ;
1238οὐκ ἆρ’Ἀχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε;
1239πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων
1240ἀγῶνας Ἀργείοισι κηρῦξαι τότε,
1241εἰ πανταχοῦ φανούμεθ’ἐκ Τεύκρου κακοί,
1242κα- κοὐκ ἀρκέσει ποθ’ὑμὶν οὐ δ’ἡσσημένοις
1243εἴκειν ἃ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς,
1244ἀλλ’αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που
1245ἢ σὺν δόλῳ κεντήσεθ’οἱ λελειμμένοι.
1246ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε
1247κατάστασις γένοιτ’ἂν οὐδενὸς νόμου,
1248εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν
1249καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.
1250ἀλλ’εἰρκτέον τάδ’ἐστίν · οὐ γὰρ οἱ πλατεῖς
1251οὐ δ’εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,
1252ἀλλ’οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.
1253μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως
1254μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.
1255καὶ σοὶ προσέρπον τοῦτ’ἐγὼ τὸ φάρμακον
1256ὁρῶ τάχ’, εἰ μὴ νοῦν κατακτήσει τινά ·
1257ὃς ἀνδρὸς οὐκέτ’ὄντος, ἀλλ’ἤδη σκιᾶς,
1258θαρσῶν ὑβρίζεις κα- κἀξελευθεροστομεῖς.
1259οὐ σωφρονήσεις; οὐ μαθὼν ὃς εἶ φύσιν
1260ἄλλον τιν’ἄξεις ἄνδρα δεῦρ’ἐλεύθερον,
1261ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά;
1262σοῦ γὰρ λέγοντος οὐκέτ’ἂν μάθοιμ’ἐγώ ·
1263τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.
Χορος
Χο.
Χο.
1264εἴθ’ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν ·
1265τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι.
Τευκρος
Τε.
Τε.
1266φεῦ · τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς
1267χάρις διαρρεῖ καὶ προδοῦσ’ἁλίσκεται,
1268εἰ σοῦ γ’ὅδ’ἁνὴρ οὐ δ’ἐπὶ σμικρῶν λόγων,
1269Αἴας, ἔτ’ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις
1270τὴν σὴν προτείνων προύκαμες ψυχὴν δόρει.
1271ἀλλ’οἴχεται δὴ πάντα ταῦτ’ἐρριμμένα.
1272ὦ πολλὰ λέξας ἄρτι κα- κἀνόητ’ἔπη,
1273οὐ μνημονεύεις οὐκέτ’οὐδέν, ἡνίκα
1274ἑρκέων ποθ’ὑμᾶς οὗτος ἐγκεκλῃμένους,
1275ἤδη τὸ μηδὲν ὄντας, ἐν τροπῇ δορὸς
1276ἐρρύσατ’ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν
1277ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις
1278πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη
1279πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ;
1280τίς ταῦτ’ἀπεῖρξεν; οὐχ ὅδ’ἦν ὁ δρῶν τάδε,
1281ὃν οὐδαμοῦ φής, οὗ σὺ μή, βῆναι ποδί;
1282ἆρ’ὑμὶν οὗτος ταῦτ’ἔδρασεν ἔνδικα;
1283κα- χὤτ’αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου
1284λαχώντε κα- κἀκέλευστος ἦλθ’ἐναντίος,
1285οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς,
1286ὑγρᾶς ἀρούρας βῶλον, ἀλλ’ὃς εὐλόφου
1287κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν;
1288ὅδ’ἦν ὁ πράσσων ταῦτα, σὺν δ’ἐγὼ παρών,
1289ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς.
1290δύστηνε, ποῖ βλέπων ποτ’αὐτὰ καὶ θροεῖς;
1291οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ
1292ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα;
1293Ἀτρέα δ’, ὃς αὖ σ’ἔσπειρε δυσσεβέστατον,
1294προθέντ’ἀδελφῷ δεῖπνον οἰκείων τέκνων;
1295αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφ’ᾗ
1296λαβὼν ἐπακτὸν ἄνδρ’ὁ φιτύσας πατὴρ
1297ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν.
1298τοιοῦτος ὢν τοιῷδ’ὀνειδίζεις σποράν;
1299ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς,
1300ὅστις στρατοῦ τὰ πρῶτ’ἀριστεύσας ἐμὴν
1301ἴσχει ξύνευνον μητέρ’, ἣ φύσει μὲν ἦν
1302βασίλεια, Λαομέδοντος · ἔκκριτον δέ νιν
1303δώρημα κείνῳ ’δωκεν Ἀλκμήνης γόνος.
1304ἆρ’ὧδ’ἄριστος ἐξ ἀριστέοιν δυοῖν
1305βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος,
1306οὓς νῦν σὺ τοιοῖσδ’ἐν πόνοισι κειμένους
1307ὠθεῖς ἀθάπτους, οὐ δ’ἐπαισχύνει λέγων;
1308εὖ νυν τόδ’ἴσθι, τοῦτον εἰ βαλεῖτέ που,
1309βαλεῖτε κα- χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους.
1310ἐπεὶ καλόν μοι τοῦδ’ὑπερπονουμένῳ
1311θανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ
1312γυναικός, ἢ τοῦ σοῦ γ’ὁμαίμονος λέγω;
1313πρὸς ταῦθ’ὅρα μὴ το- τοὐμόν, ἀλλὰ καὶ τὸ σόν ·
1314ὡς εἴ με πημανεῖς τι, βουλήσει ποτὲ
1315καὶ δειλὸς εἶναι μᾶλλον ἢ ’ν ἐμοὶ θρασύς.
Χορος
Χο.
Χο.
1316ἄναξ, Ὀδυσσεῦ, καιρὸν ἴσθ’ἐληλυθώς,
1317εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει.
Οδυσσευς
Οδ.
Οδ.
1318τί δ’ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην
1319βοὴν Ἀτρειδῶν τῷδ’ἐπ’ἀλκίμῳ νεκρῷ.
Αγαμεμνων
Αγ.
Αγ.
1320οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους,
1321ἄναξ Ὀδυσσεῦ, τοῦδ’ὑπ’ἀνδρὸς ἀρτίως;
Οδυσσευς
Οδ.
Οδ.
1322ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω
1323κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά.
Αγαμεμνων
Αγ.
Αγ.
1324ἤκουσεν αἰσχρά · δρῶν γὰρ ἦν τοιαῦτά με.
Οδυσσευς
Οδ.
Οδ.
1325τί γάρ σ’ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν;
Αγαμεμνων
Αγ.
Αγ.
1326οὔ φησ’ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς
1327ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ.
Οδυσσευς
Οδ.
Οδ.
1328ἔξεστιν οὖν εἰπόντι τα- τἀληθῆ φίλῳ
1329σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν;
Αγαμεμνων
Αγ.
Αγ.
1330εἴπ’· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ
1331φίλον σ’ἐγὼ μέγιστον Ἀργείων νέμω.
Οδυσσευς
Οδ.
Οδ.
1332ἄκουέ νυν. τὸν ἄνδρα τόνδε πρὸς θεῶν
1333μὴ τλῇς ἄθαπτον ὧδ’ἀναλγήτως βαλεῖν ·
1334μη δ’ἡ βία σε μηδαμῶς νικησάτω
1335τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν.
1336κα- κἀμοὶ γὰρ ἦν ποθ’οὗτος ἔχθιστος στρατοῦ,
1337ἐξ οὗ ’κράτησα τῶν Ἀχιλλείων ὅπλων,
1338ἀλλ’αὐτὸν ἔμπας ὄντ’ἐγὼ τοιόνδ’ἐμοὶ
1339οὐκ ἀντατιμάσαιμ’ἄν, ὥστε μὴ λέγειν
1340ἕν’ἄνδρ’ἰδεῖν ἄριστον Ἀργείων, ὅσοι
1341Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως.
1342ὥστ’οὐκ ἂν ἐνδίκως γ’ἀτιμάζοιτό σοι ·
1343οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους
1344φθείροις ἄν. ἄνδρα δ’οὐ δίκαιον, εἰ θάνοι,
1345βλάπτειν τὸν ἐσθλόν, οὐ δ’ἐὰν μισῶν κυρῇς.
Αγαμεμνων
Αγ.
Αγ.
1346σὺ ταῦτ’, Ὀδυσσεῦ, τοῦδ’ὑπερμαχεῖς ἐμοί;
Οδυσσευς
Οδ.
Οδ.
1347ἔγωγ’· ἐμίσουν δ’, ἡνίκ’ἦν μισεῖν καλόν.
Αγαμεμνων
Αγ.
Αγ.
1348οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή;
Οδυσσευς
Οδ.
Οδ.
1349μὴ χαῖρ’, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς.
Αγαμεμνων
Αγ.
Αγ.
1350τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον.
Οδυσσευς
Οδ.
Οδ.
1351ἀλλ’εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν.
Αγαμεμνων
Αγ.
Αγ.
1352κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει.
Οδυσσευς
Οδ.
Οδ.
1353παῦσαι · κρατεῖς τοι τῶν φίλων νικώμενος.
Αγαμεμνων
Αγ.
Αγ.
1354μέμνησ’ὁποίῳ φωτὶ τὴν χάριν δίδως.
Οδυσσευς
Οδ.
Οδ.
1355ὅδ’ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτ’ἦν.
Αγαμεμνων
Αγ.
Αγ.
1356τί ποτε ποήσεις; ἐχθρὸν ὧδ’αἰδεῖ νέκυν;
Οδυσσευς
Οδ.
Οδ.
1357νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ.
Αγαμεμνων
Αγ.
Αγ.
1358τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν.
Οδυσσευς
Οδ.
Οδ.
1359ἦ κάρτα πολλοὶ νῦν φίλοι κα- καὖθις πικροί.
Αγαμεμνων
Αγ.
Αγ.
1360τοιούσδ’ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους;
Οδυσσευς
Οδ.
Οδ.
1361σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ.
Αγαμεμνων
Αγ.
Αγ.
1362ἡμᾶς σὺ δειλοὺς τῇδε τη- θἠμέρᾳ φανεῖς.
Οδυσσευς
Οδ.
Οδ.
1363ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους.
Αγαμεμνων
Αγ.
Αγ.
1364ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν;
Οδυσσευς
Οδ.
Οδ.
1365ἔγωγε · καὶ γὰρ αὐτὸς ἐνθάδ’ἵξομαι.
Αγαμεμνων
Αγ.
Αγ.
1366ἦ πάνθ’ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεῖ.
Οδυσσευς
Οδ.
Οδ.
1367τῷ γάρ με μᾶλλον εἰκὸς ἢ ’μαυτῷ πονεῖν;
Αγαμεμνων
Αγ.
Αγ.
1368σὸν ἆρα το- τοὔργον, οὐκ ἐμὸν κεκλήσεται.
Οδυσσευς
Οδ.
Οδ.
1369ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γ’ἔσει.
Αγαμεμνων
Αγ.
Αγ.
1370ἀλλ’εὖ γε μέντοι τοῦτ’ἐπίστασ’ὡς ἐγὼ
1371σοὶ μὲν νέμοιμ’ἂν τῆσδε καὶ μείζω χάριν,
1372οὗτος δὲ κα- κἀκεῖ κα- κἀνθάδ’ὢν ἔμοιγ’ὁμῶς
1373ἔχθιστος ἔσται · σοὶ δὲ δρᾶν ἔξεσθ’ἃ χρῇς.
Χορος
Χο.
Χο.
1374ὅστις σ’, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν
1375φῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστ’ἀνήρ.
Οδυσσευς
Οδ.
Οδ.
1376καὶ νῦν γε Τεύκρῳ τα- τἀπὸ τοῦδ’ἀγγέλλομαι,
1377ὅσον τότ’ἐχθρὸς ἦ, τοσόνδ’εἶναι φίλος.
1378καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω
1379καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων
1380χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς.
Τευκρος
Τε.
Τε.
1381ἄριστ’Ὀδυσσεῦ, πάντ’ἔχω σ’ἐπαινέσαι
1382λόγοισι, καί μ’ἔψευσας ἐλπίδος πολύ.
1383τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ
1384μόνος παρέστης χερσίν, οὐ δ’ἔτλης παρὼν
1385θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα,
1386ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν
1387αὐτόςτε κα- χὠ ξύναιμος ἠθελησάτην
1388λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ.
1389τοιγάρ σφ’Ὀλύμπου τοῦδ’ὁ πρεσβεύων πατὴρ
1390μνήμωντ’Ἐρινὺς καὶ τελεσφόρος Δίκη
1391κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον
1392τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως.
1393σὲ δ’, ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρός,
1394τάφου μὲν ὀκνῶ τοῦδ’ἐπιψαύειν ἐᾶν,
1395μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποιῶ ·
1396τὰ δ’ἄλλα καὶ ξύμπρασσε, κα- κεἴ τινα στρατοῦ
1397θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν.
1398ἐγὼ δὲ τα- τἄλλα πάντα πορσυνῶ · σὺ δὲ
1399ἀνὴρ καθ’ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο.
Οδυσσευς
Οδ.
Οδ.
1400ἀλλ’ἤθελον μέν · εἰ δὲ μή ’στί σοι φίλον
1401πράσσειν τάδ’ἡμᾶς, εἶμ’ἐπαινέσας τὸ σόν.
Τευκρος
Τε.
Τε.
1402ἅλις · ἤδη γὰρ πολὺς ἐκτέταται
1403χρόνος. ἀλλ’οἱ μὲν κοίλην κάπετον
1404χερσὶ ταχύνατε, τοὶ δ’ὑψίβατον
1405τρίποδ’ἀμφίπυρον λουτρῶν ὁσίων
1406θέσθ’ἐπίκαιρον ·
1407μία δ’ἐκ κλισίας ἀνδρῶν ἴλη
1408τὸν ὑπασπίδιον κόσμον φερέτω.
1410παῖ, σὺ δὲ πατρός γ’, ὅσον ἰσχύεις,
1411φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ
1412τάσδ’ἐπικούφιζ’· ἔτι γὰρ θερμαὶ
1413σύριγγες ἄνω φυσῶσι μέλαν
1414μένος. ἀλλ’ἄγε πᾶς, φίλος ὅστις ἀνὴρ
1415φησὶ παρεῖναι, σούσθω, βάτω,
1416τῷδ’ἀνδρὶ πονῶν τῷ πάντ’ἀγαθῷ
1417κα- κοὐδενί πω λῴονι θνητῶν
1418Αἴαντος, ὅτ’ἦν, τότε φωνῶ.
Χορος
Χο.
Χο.
1419ἦ πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν
1420γνῶναι · πρὶν ἰδεῖν δ’οὐδεὶς μάντις
1421τῶν μελλόντων, ὅ τι πράξει.