Sophocles

Antigone

Αντιγονη
Αν.
Αν.
1
κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα,
2
ἆρ’οἶσθ’ τι Ζεὺς τῶν ἀπ’Οἰδίπου κακῶν
3
ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ;
4
οὐδὲν γὰρ οὔτ’ἀλγεινὸν οὔτ’ἄτης ἄτερ
5
οὔτ’αἰσχρὸν οὔτ’ἄτιμόν ἐσθ’, ὁποῖον οὐ
6
τῶν σῶντε κἀμῶν οὐκ ὄπωπ’ἐγὼ κακῶν.
7
καὶ νῦν τί τοῦτ’αὖ φασι πανδήμῳ πόλει
8
κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως;
9
ἔχεις τι κεἰσήκουσας; σε λανθάνει
10
πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά;
Ισμηνη
Ισ.
Ισ.
11
ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη φίλων
12
οὔθ’ἡδὺς οὔτ’ἀλγεινὸς ἵκετ’ἐξ ὅτου
13
δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο,
14
μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί ·
15
ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς
16
ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ’ὑπέρτερον,
17
οὔτ’εὐτυχοῦσα μᾶλλον οὔτ’ἀτωμένη.
Αντιγονη
Αν.
Αν.
18
ᾔδη καλῶς, καί σ’ἐκτὸς αὐλείων πυλῶν
19
τοῦδ’οὕνεκ’ἐξέπεμπον, ὡς μόνη κλύοις.
Ισμηνη
Ισ.
Ισ.
20
τί δ’ἔστι; δηλοῖς γάρ τι καλχαίνουσ’ἔπος.
Αντιγονη
Αν.
Αν.
21
οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων
22
τὸν μὲν προτίσας, τὸν δ’ἀτιμάσας ἔχει;
23
Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκης
24
χρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸς
25
ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς ·
26
τὸν δ’ἀθλίως θανόντα Πολυνείκους νέκυν
27
ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ
28
τάφῳ καλύψαι μη δὲ κωκῦσαί τινα,
29
ἐᾶν δ’ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν
30
θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς.
31
τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ
32
κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ’ἔχειν,
33
καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν
34
σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμ’ἄγειν
35
οὐχ ὡς παρ’οὐδέν, ἀλλ’ὃς ἂν τούτων τι δρᾷ,
36
φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.
37
οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα
38
εἴτ’εὐγενὴς πέφυκας εἴτ’ἐσθλῶν κακή.
Ισμηνη
Ισ.
Ισ.
39
τί δ’, ταλαῖφρον, εἰ τάδ’ἐν τούτοις, ἐγὼ
40
λύουσ’ἂν ’φάπτουσα προσθείμην πλέον;
Αντιγονη
Αν.
Αν.
41
εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει.
Ισμηνη
Ισ.
Ισ.
42
ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτ’εἶ;
Αντιγονη
Αν.
Αν.
43
εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.
Ισμηνη
Ισ.
Ισ.
44
γὰρ νοεῖς θάπτειν σφ’, ἀπόρρητον πόλει;
Αντιγονη
Αν.
Αν.
45
τὸν γοῦν ἐμὸν καὶ τὸν σόν ἢν σὺ μὴ θέλῃς
46
ἀδελφόν · οὐ γὰρ δὴ προδοῦσ’ἁλώσομαι.
Ισμηνη
Ισ.
Ισ.
47
σχετλία, Κρέοντος ἀντειρηκότος;
Αντιγονη
Αν.
Αν.
48
ἀλλ’οὐδὲν αὐτῷ τῶν ἐμῶν μ’εἴργειν μέτα.
Ισμηνη
Ισ.
Ισ.
49
οἴμοι. φρόνησον, κασιγνήτη, πατὴρ
50
ὡς νῷν ἀπεχθὴς δυσκλεήςτ’ἀπώλετο,
51
πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς
52
ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί.
53
ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,
54
πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον ·
55
τρίτον δ’ἀδελφὼ δύο μίαν καθ’ἡμέραν
56
αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον
57
κοινὸν κατειργάσαντ’ἐπαλλήλοιν χεροῖν.
58
νῦν δ’αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει
59
ὅσῳ κάκιστ’ὀλούμεθ’, εἰ νόμου βίᾳ
60
ψῆφον τυράννων κράτη παρέξιμεν.
61
ἀλλ’ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ’ὅτι
62
ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα.
63
ἔπειτα δ’οὕνεκ’ἀρχόμεσθ’ἐκ κρεισσόνων,
64
καὶ ταῦτ’ἀκούειν κἄτι τῶνδ’ἀλγίονα.
65
ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς
66
ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,
67
τοῖς ἐν τέλει βεβῶσι πείσομαι · τὸ γὰρ
68
περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.
Αντιγονη
Αν.
Αν.
69
οὔτ’ἂν κελεύσαιμ’οὔτ’ἄν, εἰ θέλοις ἔτι
70
πράσσειν, ἐμοῦ γ’ἂν ἡδέως δρῴης μέτα.
71
ἀλλ’ἴσθ’ὁποία σοι δοκεῖ, κεῖνον δ’ἐγὼ
72
θάψω · καλόν μοι τοῦτο ποιούσῃ θανεῖν.
73
φίλη μετ’αὐτοῦ κείσομαι, φίλου μέτα,
74
ὅσια πανουργήσασ’. ἐπεὶ πλείων χρόνος
75
ὃν δεῖ μ’ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε.
76
ἐκεῖ γὰρ αἰεὶ κείσομαι · σοὶ δ’, εἰ δοκεῖ,
77
τὰ τῶν θεῶν ἔντιμ’ἀτιμάσασ’ἔχε.
Ισμηνη
Ισ.
Ισ.
78
ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ
79
βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.
Αντιγονη
Αν.
Αν.
80
σὺ μὲν τάδ’ἂν προὔχοι’· ἐγὼ δὲ δὴ τάφον
81
χώσουσ’ἀδελφῷ φιλτάτῳ πορεύσομαι.
Ισμηνη
Ισ.
Ισ.
82
οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου.
Αντιγονη
Αν.
Αν.
83
μὴ ’μοῦ προτάρβει · τὸν σὸν ἐξόρθου πότμον.
Ισμηνη
Ισ.
Ισ.
84
ἀλλ’οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ
85
τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δ’αὔτως ἐγώ.
Αντιγονη
Αν.
Αν.
86
οἴμοι, καταύδα · πολλὸν ἐχθίων ἔσει
87
σιγῶσ’, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε.
Ισμηνη
Ισ.
Ισ.
88
θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις.
Αντιγονη
Αν.
Αν.
89
ἀλλ’οἶδ’ἀρέσκουσ’οἷς μάλισθ’ἁδεῖν με χρή.
Ισμηνη
Ισ.
Ισ.
90
εἰ καὶ δυνήσει γ’· ἀλλ’ἀμηχάνων ἐρᾷς.
Αντιγονη
Αν.
Αν.
91
οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι.
Ισμηνη
Ισ.
Ισ.
92
ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα.
Αντιγονη
Αν.
Αν.
93
εἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ,
94
ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ.
95
ἀλλ’ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν
96
παθεῖν τὸ δεινὸν τοῦτο · πείσομαι γὰρ οὐ
97
τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν.
Ισμηνη
Ισ.
Ισ.
98
ἀλλ’εἰ δοκεῖ σοι, στεῖχε · τοῦτο δ’ἴσθ’ὅτι
99
ἄνους μὲν ἔρχει, τοῖς φίλοις δ’ὀρθῶς φίλη.
Χορος
Χο.
Χο.
100
ἀκτὶς ἀελίου, τὸ κάλλιστον ἑπταπύλῳ φανὲν
101
Θήβᾳ τῶν προτέρων φάος,
102
ἐφάνθης ποτ’, χρυσέας
103
ἁμέρας βλέφαρον,
105
Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα,
106
τὸν λεύκασπιν Ἀργόθεν ἐκβάντα φῶτα πανσαγίᾳ
107
φυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ ·
110
ὃς ἐφ’ἡμετέρᾳ γᾷ Πολυνείκους
111
ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων
112
ὀξέα κλάζων
113
ἀετὸς εἰς γᾶν ὣς ὑπερέπτα,
114
λευκῆς χιόνος πτέρυγι στεγανός,
115
πολλῶν μεθ’ὅπλων
116
ξύνθ’ἱπποκόμοις κορύθεσσιν.
117
στὰς δ’ὑπὲρ μελάθρων φονώσαισιν ἀμφιχανὼν κύκλῳ
118
λόγχαις ἑπτάπυλον στόμα
119
ἔβα, πρίν ποθ’ἁμετέρων
120
αἱμάτων γένυσιν πλησθῆναίτε καὶ στεφάνωμα πύργων
121
πευκάενθ’Ἥφαιστον ἑλεῖν. τοῖος ἀμφὶ νῶτ’ἐτάθη
125
πάταγος Ἄρεος, ἀντιπάλῳ δυσχείρωμα δράκοντος.
127
Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους
128
ὑπερεχθαίρει, καὶ σφας ἐσιδὼν
129
πολλῷ ῥεύματι προσνισσομένους
130
χρυσοῦ καναχῆς ὑπεροπλίαις,
131
παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων
132
ἐπ’ἄκρων ἤδη
133
νίκην ὁρμῶντ’ἀλαλάξαι.
134
ἀντιτύπᾳ δ’ἐπὶ γᾷ πέσε τανταλωθεὶς
135
πυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ
136
βακχεύων ἐπέπνει
137
ῥιπαῖς ἐχθίστων ἀνέμων.
138
εἶχε δ’ἄλλᾳ τὰ μέν,
139
ἄλλα δ’ἐπ’ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρης
140
δεξιόσειρος.
141
ἑπτὰ λοχαγοὶ γὰρ ἐφ’ἑπτὰ πύλαις
142
ταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπον
143
Ζηνὶ τροπαίῳ πάγχαλκα τέλη,
144
πλὴν τοῖν στυγεροῖν, πατρὸς ἑνὸς
145
μητρόςτε μιᾶς φύντε καθ’αὑτοῖν
146
δικρατεῖς λόγχας στήσαντ’ἔχετον
147
κοινοῦ θανάτου μέρος ἄμφω.
148
ἀλλὰ γὰρ μεγαλώνυμος ἦλθε Νίκα
149
τᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ,
150
ἐκ μὲν δὴ πολέμων
151
τῶν νῦν θέσθαι λησμοσύναν,
152
θεῶν δὲ ναοὺς χοροῖς
153
παννυχίοις πάντας ἐπέλθωμεν, Θήβας δ’ἐλελίχθων
154
Βάκχιος ἄρχοι.
155
ἀλλ’ὅδε γὰρ δὴ βασιλεὺς χώρας,
156
Κρέων Μενοικέως ἄρχων νεοχμὸς
157
νεαραῖσι θεῶν ἐπὶ συντυχίαις
158
χωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων,
160
ὅτι σύγκλητον τήνδε γερόντων
161
προὔθετο λέσχην,
161b
κοινῷ κηρύγματι πέμψας;
Κρεων
Κρ.
Κρ.
162
ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ
163
πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν.
164
ὑμᾶς δ’ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα
165
ἔστειλ’ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐου
166
σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη,
167
τοῦτ’αὖθις, ἡνίκ’Οἰδίπους ὤρθου πόλιν,
168
κἀπεὶ διώλετ’, ἀμφὶ τοὺς κείνων ἔτι
169
παῖδας μένοντας ἐμπέδοις φρονήμασιν.
170
ὅτ’οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν
171
καθ’ἡμέραν ὤλοντο παίσαντέςτε καὶ
172
πληγέντες αὐτόχειρι σὺν μιάσματι,
173
ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω
174
γένους κατ’ἀγχιστεῖα τῶν ὀλωλότων.
175
ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν
176
ψυχήντε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν
177
ἀρχαῖςτε καὶ νόμοισιν ἐντριβὴς φανῇ.
178
ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν
179
μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων
180
ἀλλ’ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει
181
κάκιστος εἶναι νῦντε καὶ πάλαι δοκεῖ ·
182
καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας
183
φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.
184
ἐγὼ γάρ, ἴστω Ζεὺς πάνθ’ὁρῶν ἀεί,
185
οὔτ’ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν
186
στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,
187
οὔτ’ἂν φίλον ποτ’ἄνδρα δυσμενῆ χθονὸς
188
θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι
189
ἥδ’ἐστὶν σῴζουσα καὶ ταύτης ἔπι
190
πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα.
191
τοιοῖσδ’ἐγὼ νόμοισι τήνδ’αὔξω πόλιν,
192
καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω
193
ἀστοῖσι παίδων τῶν ἀπ’Οἰδίπου πέρι ·
194
Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν
195
ὄλωλε τῆσδε, πάντ’ἀριστεύσας δόρει,
196
τάφῳτε κρύψαι καὶ τὰ πάντ’ἐφαγνίσαι
197
τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς.
198
τὸν δ’αὖ ξύναιμον τοῦδε, Πολυνείκη λέγω,
199
ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
200
φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ
201
πρῆσαι κατ’ἄκρας, ἠθέλησε δ’αἵματος
202
κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν,
203
τοῦτον πόλει τῇδ’ἐκκεκήρυκται τάφῳ
204
μήτε κτερίζειν μήτε κωκῦσαί τινα,
205
ἐᾶν δ’ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας
206
καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέντ’ἰδεῖν.
207
τοιόνδ’ἐμὸν φρόνημα, κοὔποτ’ἔκ γ’ἐμοῦ
208
τιμὴν προέξουσ’οἱ κακοὶ τῶν ἐνδίκων ·
209
ἀλλ’ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν
210
καὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται.
Χορος
Χο.
Χο.
211
σοὶ ταῦτ’ἀρέσκει, παῖ Μενοικέως Κρέον,
212
τὸν τῇδε δύσνουν καὶ τὸν εὐμενῆ πόλει ·
213
νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοι
214
καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.
Κρεων
Κρ.
Κρ.
215
ὡς ἂν σκοποὶ νῦν ἦτε τῶν εἰρημένων.
Χορος
Χο.
Χο.
216
νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες.
Κρεων
Κρ.
Κρ.
217
ἀλλ’εἴσ’ἑτοῖμοι τοῦ νεκροῦ γ’ἐπίσκοποι.
Χορος
Χο.
Χο.
218
τί δῆτ’ἂν ἄλλο τοῦτ’ἐπεντέλλοις ἔτι;
Κρεων
Κρ.
Κρ.
219
τὸ μὴ ’πιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε.
Χορος
Χο.
Χο.
220
οὔκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ.
Κρεων
Κρ.
Κρ.
221
καὶ μὴν μισθός γ’, οὗτος · ἀλλ’ὑπ’ἐλπίδων
222
ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν.
Φυλαξ
Φυ.
Φυ.
223
ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο
224
δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.
225
πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις,
226
ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν ·
227
ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη ·
228
τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην;
229
τλήμων, μενεῖς αὖ; κεἰ τάδ’εἴσεται Κρέων
230
ἄλλου παρ’ἀνδρός; πῶς σὺ δῆτ’οὐκ ἀλγύνει;
231
τοιαῦθ’ἑλίσσων ἤνυτον σχολῇ βραδύς.
232
χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά.
233
τέλος γε μέντοι δεῦρ’ἐνίκησεν μολεῖν
234
σοί. κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δ’ὅμως ·
235
τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος,
236
τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον.
Κρεων
Κρ.
Κρ.
237
τί δ’ἐστὶν ἀνθ’οὗ τήνδ’ἔχεις ἀθυμίαν;
Φυλαξ
Φυ.
Φυ.
238
φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ · τὸ γὰρ
239
πρᾶγμ’οὔτ’ἔδρασ’οὔτ’εἶδον ὅστις ἦν δρῶν,
240
οὐ δ’ἂν δικαίως ἐς κακὸν πέσοιμί τι.
Κρεων
Κρ.
Κρ.
241
εὖ γε στοχάζει κἀποφάργνυσαι κύκλῳ
242
τὸ πρᾶγμα · δηλοῖς δ’ὥς τι σημανῶν νέον.
Φυλαξ
Φυ.
Φυ.
243
τὰ δεινὰ γάρ τοι προστίθησ’ὄκνον πολύν.
Κρεων
Κρ.
Κρ.
244
οὔκουν ἐρεῖς ποτ’, εἶτ’ἀπαλλαχθεὶς ἄπει;
Φυλαξ
Φυ.
Φυ.
245
καὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίως
246
θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν
247
κόνιν παλύνας κἀφαγιστεύσας χρή ·
Κρεων
Κρ.
Κρ.
248
τί φής; τίς ἀνδρῶν ἦν τολμήσας τάδε;
Φυλαξ
Φυ.
Φυ.
249
οὐκ οἶδ’· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν
250
πλῆγμ’, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆ
251
καὶ χέρσος, ἀρρὼξ οὐ δ’ἐπημαξευμένη
252
τροχοῖσιν, ἀλλ’ἄσημος οὑργάτης τις ἦν.
253
ὅπως δ’ πρῶτος ἡμὶν ἡμεροσκόπος
254
δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν.
255
μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ,
256
λεπτὴ δ’, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις
257
σημεῖα δ’οὔτε θηρὸς οὔτε του κυνῶν
258
ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο.
259
λόγοι δ’ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί,
260
φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο
261
πληγὴ τελευτῶσ’, οὐ δ’ κωλύσων παρῆν.
262
εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος,
263
κοὐδεὶς ἐναργής, ἀλλ’ἔφευγε μὴ εἰδέναι.
264
ἦμεν δ’ἑτοῖμοι καὶ μύδρους αἴρειν χεροῖν
265
καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν,
266
τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι
267
τὸ πρᾶγμα βουλεύσαντι μη δ’εἰργασμένῳ.
268
τέλος δ’ὅτ’οὐδὲν ἦν ἐρευνῶσιν πλέον,
269
λέγει τις εἷς, πάντας ἐς πέδον κάρα
270
νεῦσαι φόβῳ προὔτρεψεν · οὐ γὰρ εἴχομεν
271
οὔτ’ἀντιφωνεῖν οὔθ’ὅπως δρῶντες καλῶς
272
πράξαιμεν. ἦν δ’ μῦθος ὡς ἀνοιστέον
273
σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον.
274
καὶ ταῦτ’ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα
275
πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν.
276
πάρειμι δ’ἄκων οὐχ ἑκοῦσιν, οἶδ’ὅτι ·
277
στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.
Χορος
Χο.
Χο.
278
ἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατον
279
τοὔργον τόδ’, ξύννοια βουλεύει πάλαι.
Κρεων
Κρ.
Κρ.
280
παῦσαι, πρὶν ὀργῆς καὶ ’μὲ μεστῶσαι λέγων,
281
μὴ ’φευρεθῇς ἄνουςτε καὶ γέρων ἅμα.
282
λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων
283
πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.
284
πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην
285
ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας
286
ναοὺς πυρώσων ἦλθε κἀναθήματα
287
καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν;
288
τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;
289
οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως
290
ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί,
291
κρυφῇ κάρα σείοντες, οὐ δ’ὑπὸ ζυγῷ
292
λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.
293
ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς
294
παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.
295
οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος
296
κακὸν νόμισμ’ἔβλαστε. τοῦτο καὶ πόλεις
297
πορθεῖ, τόδ’ἄνδρας ἐξανίστησιν δόμων ·
298
τόδ’ἐκδιδάσκει καὶ παραλλάσσει φρένας
299
χρηστὰς πρὸς αἰσχρὰ πράγματ’ἵστασθαι βροτῶν ·
300
πανουργίας δ’ἔδειξεν ἀνθρώποις ἔχειν
301
καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.
302
ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε,
303
χρόνῳ ποτ’ἐξέπραξαν ὡς δοῦναι δίκην.
304
ἀλλ’εἴπερ ἴσχει Ζεὺς ἔτ’ἐξ ἐμοῦ σέβας,
305
εὖ τοῦτ’ἐπίστασ’, ὅρκιος δέ σοι λέγω ·
306
εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου
307
εὑρόντες ἐκφανεῖτ’ἐς ὀφθαλμοὺς ἐμούς,
308
οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν
309
ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ’ὕβριν,
310
ἵν’εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον
311
τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθ’ὅτι
312
οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.
313
ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας
314
ἀτωμένους ἴδοις ἂν σεσωσμένους.
Φυλαξ
Φυ.
Φυ.
315
εἰπεῖν τι δώσεις στραφεὶς οὕτως ἴω;
Κρεων
Κρ.
Κρ.
316
οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;
Φυλαξ
Φυ.
Φυ.
317
ἐν τοῖσιν ὠσὶν ’πὶ τῇ ψυχῇ δάκνει;
Κρεων
Κρ.
Κρ.
318
τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;
Φυλαξ
Φυ.
Φυ.
319
δρῶν σ’ἀνιᾷ τὰς φρένας, τὰ δ’ὦτ’ἐγώ.
Κρεων
Κρ.
Κρ.
320
οἴμ’ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ.
Φυλαξ
Φυ.
Φυ.
321
οὔκουν τό γ’ἔργον τοῦτο ποιήσας ποτέ.
Κρεων
Κρ.
Κρ.
322
καὶ ταῦτ’ἐπ’ἀργύρῳ γε τὴν ψυχὴν προδούς.
Φυλαξ
Φυ.
Φυ.
323
φεῦ ·
323a
δεινὸν δοκῇ γε καὶ ψευδῆ δοκεῖν.
Κρεων
Κρ.
Κρ.
324
κόμψευέ νυν τὴν δόξαν · εἰ δὲ ταῦτα μὴ
325
φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ’ὅτι
326
τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.
Φυλαξ
Φυ.
Φυ.
327
ἀλλ’εὑρεθείη μὲν μάλιστ’· ἐὰν δέ τοι
328
ληφθῇτε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ,
329
οὐκ ἔσθ’ὅπως ὄψει σὺ δεῦρ’ἐλθόντα με ·
330
καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμηςτ’ἐμῆς
331
σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.
Χορος
Χο.
Χο.
333
πολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερον πέλει.
334
τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳ
335
χωρεῖ, περιβρυχίοισιν
336
περῶν ὑπ’οἴδμασιν.
337
θεῶντε τὰν ὑπερτάταν, Γᾶν
338
ἄφθιτον, ἀκαμάταν, ἀποτρύεται
339
ἰλλομένων ἀρότρων ἔτος εἰς ἔτος
340
ἱππείῳ γένει πολεύων.
343
κουφονόωντε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγει
345
καὶ θηρῶν ἀγρίων ἔθνη πόντουτ’εἰναλίαν φύσιν
346
σπείραισι δικτυοκλώστοις,
347
περιφραδὴς ἀνήρ ·
348
κρατεῖ δὲ μηχαναῖς ἀγραύλου
350
θηρὸς ὀρεσσιβάτα, λασιαύχενάθ’
351
ἵππον ὀχμάζεται ἀμφὶ λόφον ζυγῶν
352
οὔρειόντ’ἀκμῆτα ταῦρον.
355
καὶ φθέγμα καὶ ἀνεμόεν φρόνημα καὶ ἀστυνόμους
356
ὀργὰς ἐδιδάξατο καὶ δυσαύλων
357
πάγων ὑπαίθρεια καὶ δύσομβρα φεύγειν βέλη
358
παντοπόρος · ἄπορος ἐπ’οὐδὲν ἔρχεται
360
τὸ μέλλον · Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται ·
361
νόσων δ’ἀμηχάνων φυγὰς ξυμπέφρασται.
365
σοφόν τι τὸ μηχανόεν τέχνας ὑπὲρ ἐλπίδ’ἔχων
366
τοτὲ μὲν κακόν, ἄλλοτ’ἐπ’ἐσθλὸν ἕρπει,
367
νόμους γεραίρων χθονὸς θεῶντ’ἔνορκον δίκαν,
370
ὑψίπολις · ἄπολις ὅτῳ τὸ μὴ καλὸν
371
ξύνεστι τόλμας χάριν. μήτ’ἐμοὶ παρέστιος
375
γένοιτο μήτ’ἴσον φρονῶν ὃς τάδ’ἔρδει.
376
ἐς δαιμόνιον τέρας ἀμφινοῶ
377
τόδε · πῶς εἰδὼς ἀντιλογήσω
378
τήνδ’οὐκ εἶναι παῖδ’Ἀντιγόνην.
379
δύστηνος
380
καὶ δυστήνου πατρὸς Οἰδιπόδα,
381
τί ποτ’; οὐ δή που σέ γ’ἀπιστοῦσαν
382
τοῖς βασιλείοισιν ἄγουσι νόμοις
383
καὶ ἐν ἀφροσύνῃ καθελόντες;
Φυλαξ
Φυ.
Φυ.
384
ἥδ’ἔστ’ἐκείνη τοὔργον ’ξειργασμένη ·
385
τήνδ’εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων;
Χορος
Χο.
Χο.
386
ὅδ’ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.
Κρεων
Κρ.
Κρ.
387
τί δ’ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ;
Φυλαξ
Φυ.
Φυ.
388
ἄναξ, βροτοῖσιν οὐδέν ἔστ’ἀπώμοτον.
389
ψεύδει γὰρ ’πίνοια τὴν γνώμην · ἐπεὶ
390
σχολῇ ποθ’ἥξειν δεῦρ’ἂν ἐξηύχουν ἐγὼ
391
ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε
392
ἀλλ’ γὰρ ἐκτὸς καὶ παρ’ἐλπίδας χαρὰ
393
ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ,
394
ἥκω, δι’ὅρκων καίπερ ὢν ἀπώμοτος,
395
κόρην ἄγων τήνδ’, καθῃρέθη τάφον
396
κοσμοῦσα. κλῆρος ἐνθάδ’οὐκ ἐπάλλετο,
397
ἀλλ’ἔστ’ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.
398
καὶ νῦν, ἄναξ, τήνδ’αὐτός, ὡς θέλεις, λαβὼν
399
καὶ κρῖνε κἀξέλεγχ’· ἐγὼ δ’ἐλεύθερος
400
δίκαιός εἰμι τῶνδ’ἀπηλλάχθαι κακῶν.
Κρεων
Κρ.
Κρ.
401
ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;
Φυλαξ
Φυ.
Φυ.
402
αὕτη τὸν ἄνδρ’ἔθαπτε · πάντ’ἐπίστασαι.
Κρεων
Κρ.
Κρ.
403
καὶ ξυνίης καὶ λέγεις ὀρθῶς φῄς;
Φυλαξ
Φυ.
Φυ.
404
ταύτην γ’ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν
405
ἀπεῖπας. ἆρ’ἔνδηλα καὶ σαφῆ λέγω;
Κρεων
Κρ.
Κρ.
406
καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;
Φυλαξ
Φυ.
Φυ.
407
τοιοῦτον ἦν τὸ πρᾶγμ’. ὅπως γὰρ ἥκομεν,
408
πρὸς σοῦ τὰ δείν’ἐκεῖν’ἐπηπειλημένοι,
409
πᾶσαν κόνιν σήραντες, κατεῖχε τὸν
410
νέκυν, μυδῶντε σῶμα γυμνώσαντες εὖ,
411
καθήμεθ’ἄκρων ἐκ πάγων ὑπήνεμοι,
412
ὀσμὴν ἀπ’αὐτοῦ μὴ βάλοι πεφευγότες,
413
ἐγερτὶ κινῶν ἄνδρ’ἀνὴρ ἐπιρρόθοις
414
κακοῖσιν, εἴ τις τοῦδ’ἀκηδήσοι πόνου.
415
χρόνον τάδ’ἦν τοσοῦτον, ἔστ’ἐν αἰθέρι
416
μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος
417
καὶ καῦμ’ἔθαλπε · καὶ τότ’ἐξαίφνης χθονὸς
418
τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος,
419
πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην
420
ὕλης πεδιάδος, ἐν δ’ἐμεστώθη μέγας
421
αἰθήρ · μύσαντες δ’εἴχομεν θείαν νόσον.
422
καὶ τοῦδ’ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ,
423
παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς
424
ὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆς
425
εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος.
426
οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν,
427
γόοισιν ἐξῴμωξεν, ἐκ δ’ἀρὰς κακὰς
428
ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις.
429
καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν,
430
ἔκτ’εὐκροτήτου χαλκέας ἄρδην πρόχου
431
χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.
432
χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν
433
θηρώμεθ’εὐθὺς οὐδὲν ἐκπεπληγμένην,
434
καὶ τάςτε πρόσθεν τάςτε νῦν ἠλέγχομεν
435
πράξεις · ἄπαρνος δ’οὐδενὸς καθίστατο,
436
ἅμ’ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα.
437
τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι
438
ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν
439
ἀλγεινόν · ἀλλὰ πάντα ταῦθ’ἥσσω λαβεῖν
440
ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας.
Κρεων
Κρ.
Κρ.
441
σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα,
442
φὴς καταρνεῖ μὴ δεδρακέναι τάδε ·
Αντιγονη
Αν.
Αν.
443
καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
Κρεων
Κρ.
Κρ.
444
σὺ μὲν κομίζοις ἂν σεαυτὸν θέλεις
445
ἔξω βαρείας αἰτίας ἐλεύθερον ·
446
σὺ δ’εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως,
447
ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;
Αντιγονη
Αν.
Αν.
448
ᾔδη · τί δ’οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.
Κρεων
Κρ.
Κρ.
449
καὶ δῆτ’ἐτόλμας τούσδ’ὑπερβαίνειν νόμους;
Αντιγονη
Αν.
Αν.
450
οὐ γάρ τί μοι Ζεὺς ἦν κηρύξας τάδε,
451
οὐ δ’ ξύνοικος τῶν κάτω θεῶν Δίκη
452
τοιούσδ’ἐν ἀνθρώποισιν ὥρισεν νόμους.
453
οὐ δὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ
454
κηρύγμαθ’, ὥστ’ἄγραπτα κἀσφαλῆ θεῶν
455
νόμιμα δύνασθαι θνητὸν ὄνθ’ὑπερδραμεῖν.
456
οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ’ἀεί ποτε
457
ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ’φάνη.
458
τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς
459
φρόνημα δείσασ’, ἐν θεοῖσι τὴν δίκην
460
δώσειν · θανουμένη γὰρ ἐξῄδη, τί δ’οὔ;
461
κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου
462
πρόσθεν θανοῦμαι, κέρδος αὔτ’ἐγὼ λέγω.
463
ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς
464
ζῇ, πῶς ὅδ’οὐχὶ κατθανὼν κέρδος φέρει;
465
οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν
466
παρ’οὐδὲν ἄλγος · ἀλλ’ἄν, εἰ τὸν ἐξ ἐμῆς
467
μητρὸς θανόντ’ἄθαπτον ἠνσχόμην νέκυν,
468
κείνοις ἂν ἤλγουν · τοῖσδε δ’οὐκ ἀλγύνομαι.
469
σοὶ δ’εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,
470
σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.
Χορος
Χο.
Χο.
471
δηλοῖ τὸ γέννημ’ὠμὸν ἐξ ὠμοῦ πατρὸς
472
τῆς παιδός. εἴκειν δ’οὐκ ἐπίσταται κακοῖς.
Κρεων
Κρ.
Κρ.
473
ἀλλ’ἴσθι τοι τὰ σκλήρ’ἄγαν φρονήματα
474
πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον
475
σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ
476
θραυσθέντα καὶ ῥαγέντα πλεῖστ’ἂν εἰσίδοις ·
477
σμικρῷ χαλινῷ δ’οἶδα τοὺς θυμουμένους
478
ἵππους καταρτυθέντας · οὐ γὰρ ἐκπέλει
479
φρονεῖν μέγ’ὅστις δοῦλός ἐστι τῶν πέλας.
480
αὕτη δ’ὑβρίζειν μὲν τότ’ἐξηπίστατο,
481
νόμους ὑπερβαίνουσα τοὺς προκειμένους ·
482
ὕβρις δ’, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,
483
τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.
484
νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δ’ἀνήρ,
485
εἰ ταῦτ’ἀνατὶ τῇδε κείσεται κράτη.
486
ἀλλ’εἴτ’ἀδελφῆς εἴθ’ὁμαιμονεστέρα
487
τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ,
488
αὐτήτε χἠ ξύναιμος οὐκ ἀλύξετον
489
μόρου κακίστου · καὶ γὰρ οὖν κείνην ἴσον
490
ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου.
491
καί νιν καλεῖτ’· ἔσω γὰρ εἶδον ἀρτίως
492
λυσσῶσαν αὐτὴν οὐ δ’ἐπήβολον φρενῶν.
493
φιλεῖ δ’ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺς
494
τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων ·
495
μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις
496
ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.
Αντιγονη
Αν.
Αν.
497
θέλεις τι μεῖζον κατακτεῖναί μ’ἑλών;
Κρεων
Κρ.
Κρ.
498
ἐγὼ μὲν οὐδέν · τοῦτ’ἔχων ἅπαντ’ἔχω.
Αντιγονη
Αν.
Αν.
499
τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων
500
ἀρεστὸν οὐδὲν μη δ’ἀρεσθείη ποτέ ·
501
οὕτω δὲ καὶ σοὶ τἄμ’ἀφανδάνοντ’ἔφυ.
502
καίτοι πόθεν κλέος γ’ἂν εὐκλεέστερον
503
κατέσχον τὸν αὐτάδελφον ἐν τάφῳ
504
τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν
505
λέγοιτ’ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος.
506
ἀλλ’ τυραννὶς πολλάτ’ἄλλ’εὐδαιμονεῖ
507
κἄξεστιν αὐτῇ δρᾶν λέγεινθ’ βούλεται.
Κρεων
Κρ.
Κρ.
508
σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.
Αντιγονη
Αν.
Αν.
509
ὁρῶσι χοὖτοι, σοὶ δ’ὑπίλλουσιν στόμα.
Κρεων
Κρ.
Κρ.
510
σὺ δ’οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς;
Αντιγονη
Αν.
Αν.
511
οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.
Κρεων
Κρ.
Κρ.
512
οὔκουν ὅμαιμος χὠ καταντίον θανών;
Αντιγονη
Αν.
Αν.
513
ὅμαιμος ἐκ μιᾶςτε καὶ ταὐτοῦ πατρός.
Κρεων
Κρ.
Κρ.
514
πῶς δῆτ’ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;
Αντιγονη
Αν.
Αν.
515
οὐ μαρτυρήσει ταῦθ’ κατθανὼν νέκυς.
Κρεων
Κρ.
Κρ.
516
εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.
Αντιγονη
Αν.
Αν.
517
οὐ γάρ τι δοῦλος, ἀλλ’ἀδελφὸς ὤλετο.
Κρεων
Κρ.
Κρ.
518
πορθῶν δὲ τήνδε γῆν · δ’ἀντιστὰς ὕπερ.
Αντιγονη
Αν.
Αν.
519
ὁμῶς γ’Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.
Κρεων
Κρ.
Κρ.
520
ἀλλ’οὐχ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος.
Αντιγονη
Αν.
Αν.
521
τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε;
Κρεων
Κρ.
Κρ.
522
οὔτοι ποθ’οὑχθρός, οὐ δ’ὅταν θάνῃ, φίλος.
Αντιγονη
Αν.
Αν.
523
οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.
Κρεων
Κρ.
Κρ.
524
κάτω νυν ἐλθοῦσ’, εἰ φιλητέον, φίλει
525
κείνους · ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.
Χορος
Χο.
Χο.
526
καὶ μὴν πρὸ πυλῶν ἥδ’Ἰσμήνη,
527
φιλάδελφα κάτω δάκρυ’εἰβομένη ·
528
νεφέλη δ’ὀφρύων ὕπερ αἱματόεν
529
ῥέθος αἰσχύνει,
530
τέγγουσ’εὐῶπα παρειάν.
Κρεων
Κρ.
Κρ.
531
σὺ δ’, κατ’οἴκους ὡς ἔχιδν’ὑφειμένη
532
λήθουσά μ’ἐξέπινες, οὐ δ’ἐμάνθανον
533
τρέφων δύ’ἄτα κἀπαναστάσεις θρόνων,
534
φέρ’, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου
535
φήσεις μετασχεῖν, ’ξομεῖ τὸ μὴ εἰδέναι;
Ισμηνη
Ισ.
Ισ.
536
δέδρακα τοὔργον, εἴπερ ἥδ’ὁμορροθεῖ
537
καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.
Αντιγονη
Αν.
Αν.
538
ἀλλ’οὐκ ἐάσει τοῦτό γ’ δίκη σ’, ἐπεὶ
539
οὔτ’ἠθέλησας οὔτ’ἐγὼ ’κοινωσάμην.
Ισμηνη
Ισ.
Ισ.
540
ἀλλ’ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι
541
ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.
Αντιγονη
Αν.
Αν.
542
ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες ·
543
λόγοις δ’ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.
Ισμηνη
Ισ.
Ισ.
544
μήτοι, κασιγνήτη, μ’ἀτιμάσῃς τὸ μὴ οὐ
545
θανεῖντε σὺν σοὶ τὸν θανόνταθ’ἁγνίσαι.
Αντιγονη
Αν.
Αν.
546
μή μοι θάνῃς σὺ κοινὰ μη δ’ μὴ ’θιγες
547
ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσ’ἐγώ.
Ισμηνη
Ισ.
Ισ.
548
καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;
Αντιγονη
Αν.
Αν.
549
Κρέοντ’ἐρώτα · τοῦδε γὰρ σὺ κηδεμών.
Ισμηνη
Ισ.
Ισ.
550
τί ταῦτ’ἀνιᾷς μ’, οὐδὲν ὠφελουμένη;
Αντιγονη
Αν.
Αν.
551
ἀλγοῦσα μὲν δῆτ’εἰ γελῶ γ’ἐν σοὶ γελῶ.
Ισμηνη
Ισ.
Ισ.
552
τί δῆτ’ἂν ἀλλὰ νῦν σ’ἔτ’ὠφελοῖμ’ἐγώ;
Αντιγονη
Αν.
Αν.
553
σῶσον σεαυτήν · οὐ φθονῶ σ’ὑπεκφυγεῖν.
Ισμηνη
Ισ.
Ισ.
554
οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;
Αντιγονη
Αν.
Αν.
555
σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν.
Ισμηνη
Ισ.
Ισ.
556
ἀλλ’οὐκ ἐπ’ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις.
Αντιγονη
Αν.
Αν.
557
καλῶς σὺ μὲν τοῖς, τοῖς δ’ἐγὼ ’δόκουν φρονεῖν.
Ισμηνη
Ισ.
Ισ.
558
καὶ μὴν ἴση νῷν ἐστιν ’ξαμαρτία.
Αντιγονη
Αν.
Αν.
559
θάρσει · σὺ μὲν ζῇς, δ’ἐμὴ ψυχὴ πάλαι
560
τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν.
Κρεων
Κρ.
Κρ.
561
τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως
562
ἄνουν πεφάνθαι, τὴν δ’ἀφ’οὗ τὰ πρῶτ’ἔφυ.
Ισμηνη
Ισ.
Ισ.
563
οὐ γάρ ποτ’, ὦναξ, οὐ δ’ὃς ἂν βλάστῃ μένει
564
νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ’ἐξίσταται.
Κρεων
Κρ.
Κρ.
565
σοὶ γοῦν, ὅθ’εἵλου σὺν κακοῖς πράσσειν κακά.
Ισμηνη
Ισ.
Ισ.
566
τί γὰρ μόνῃ μοι τῆσδ’ἄτερ βιώσιμον;
Κρεων
Κρ.
Κρ.
567
ἀλλ’ἥδε μέντοι μὴ λέγ’· οὐ γὰρ ἔστ’ἔτι.
Ισμηνη
Ισ.
Ισ.
568
ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου;
Κρεων
Κρ.
Κρ.
569
ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι.
Ισμηνη
Ισ.
Ισ.
570
οὐχ ὥς γ’ἐκείνῳ τῇδέτ’ἦν ἡρμοσμένα.
Κρεων
Κρ.
Κρ.
571
κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ.
Αντιγονη
Αν.
Αν.
572
φίλταθ’Αἷμον, ὥς σ’ἀτιμάζει πατήρ.
Κρεων
Κρ.
Κρ.
573
ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος.
Χορος
Χο.
Χο.
574
γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον;
Κρεων
Κρ.
Κρ.
575
Ἅιδης παύσων τούσδε τοὺς γάμους ἔφυ.
Χορος
Χο.
Χο.
576
δεδογμέν’, ὡς ἔοικε, τήνδε κατθανεῖν.
Κρεων
Κρ.
Κρ.
577
καὶ σοί γε κἀμοί. μὴ τριβὰς ἔτ’, ἀλλά νιν
578
κομίζετ’εἴσω, δμῶες · ἐκ δὲ τοῦδε χρὴ
579
γυναῖκας εἶναι τάσδε μη δ’ἀνειμένας.
580
φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας
581
ἤδη τὸν, Ἅιδην εἰσορῶσι τοῦ βίου.
Χορος
Χο.
Χο.
583
εὐδαίμονες οἷσι κακῶν ἄγευστος αἰών.
584
οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄτας
585
οὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον ·
586
ὅμοιον ὥστε ποντίαις οἶδμα δυσπνόοις ὅταν
587
Θρῄσσαισιν ἔρεβος ὕφαλον ἐπιδράμῃ πνοαῖς,
590
κυλίνδει βυσσόθεν κελαινὰν θῖνα καὶ
591
δυσάνεμοι, στόνῳ βρέμουσιν ἀντιπλῆγες ἀκταί.
593
ἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαι
595
πήματα φθιτῶν ἐπὶ πήμασι πίπτοντ’,
596
οὐ δ’ἀπαλλάσσει γενεὰν γένος, ἀλλ’ἐρείπει
597
θεῶν τις, οὐ δ’ἔχει λύσιν. νῦν γὰρ ἐσχάτας ὕπερ
600
ῥίζας τέτατο φάος ἐν Οἰδίπου δόμοις,
601
κατ’αὖ νιν φοινία θεῶν τῶν νερτέρων
602
ἀμᾷ κόνις λόγουτ’ἄνοια καὶ φρενῶν ἐρινύς.
605
τεάν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν ὑπερβασία κατάσχοι;
606
τὰν οὔθ’ὕπνος αἱρεῖ ποθ’ πάντ’ἀγρεύων,
607
οὔτε θεῶν ἄκματοι μῆνες, ἀγήρῳ δὲ χρόνῳ
610
δυνάστας κατέχεις Ὀλύμπου μαρμαρόεσσαν αἴγλαν.
611
τότ’ἔπειτα καὶ τὸ μέλλον
612
καὶ τὸ πρὶν ἐπαρκέσει
613
νόμος ὅδ’, οὐδὲν ἕρπει
614
θνατῶν βιότῳ πάμπολύ γ’ἐκτὸς ἄτας.
615
γὰρ δὴ πολύπλαγκτος ἐλπὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν,
616
πολλοῖς δ’ἀπάτα κουφονόων ἐρώτων ·
617
εἰδότι δ’οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τις
620
προσαύσῃ. σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται.
621
τὸ κακὸν δοκεῖν ποτ’ἐσθλὸν
622
τῷδ’ἔμμεν ὅτῳ φρένας
623
θεὸς ἄγει πρὸς ἄταν ·
625
πράσσει δ’ὀλίγιστον χρόνον ἐκτὸς ἄτας.
626
ὅδε μὴν Αἵμων, παίδων τῶν σῶν
627
νέατον γέννημ’· ἆρ’ἀχνύμενος
628
τάλιδος ἥκει μόρον Ἀντιγόνης,
630
ἀπάτης λεχέων ὑπεραλγῶν;
Κρεων
Κρ.
Κρ.
631
τάχ’εἰσόμεσθα μάντεων ὑπέρτερον.
632
παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων
633
τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει;
634
σοὶ μὲν ἡμεῖς πανταχῇ, δρῶντες φίλοι;
Αιμων
Αι.
Αι.
635
πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων
636
χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγ’ἐφέψομαι.
637
ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος
638
μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου.
Κρεων
Κρ.
Κρ.
639
οὕτω γάρ, παῖ, χρὴ διὰ στέρνων ἔχειν,
640
γνώμης πατρῴας πάντ’ὄπισθεν ἑστάναι.
641
τούτου γὰρ οὕνεκ’ἄνδρες εὔχονται γονὰς
642
κατηκόους φύσαντες ἐν δόμοις ἔχειν,
643
ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς
644
καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί.
645
ὅστις δ’ἀνωφέλητα φιτύει τέκνα,
646
τί τόνδ’ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους
647
φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων;
648
μή νύν ποτ’, παῖ, τὰς φρένας ὑφ’ἡδονῆς
649
γυναικὸς οὕνεκ’ἐκβάλῃς, εἰδὼς ὅτι
650
ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται,
651
γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰρ
652
γένοιτ’ἂν ἕλκος μεῖζον φίλος κακός;
653
ἀλλὰ πτύσας ὡσείτε δυσμενῆ μέθες
654
τὴν παῖδ’ἐν Αἴδου τήνδε νυμφεύειν τινί.
655
ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ
656
πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην,
657
ψευδῆ γ’ἐμαυτὸν οὐ καταστήσω πόλει,
658
ἀλλὰ κτενῶ. πρὸς ταῦτ’ἐφυμνείτω Δία
659
ξύναιμον. εἰ γὰρ δὴ τά γ’ἐγγενῆ φύσει
660
ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους.
661
ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστ’ἀνὴρ
662
χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν.
663
ὅστις δ’ὑπερβὰς νόμους βιάζεται
664
τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ,
665
οὐκ ἔστ’ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν.
666
ἀλλ’ὃν πόλις στήσειε τοῦδε χρὴ κλύειν
667
καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.
668
καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ
669
καλῶς μὲν ἄρχειν, εὖ δ’ἂν ἄρχεσθαι θέλειν,
670
δορόςτ’ἂν ἐν χειμῶνι προστεταγμένον
671
μένειν δίκαιον κἀγαθὸν παραστάτην.
672
ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν.
673
αὕτη πόλεις ὄλλυσιν, ἥδ’ἀναστάτους
674
οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς
675
τροπὰς καταρρήγνυσι · τῶν δ’ὀρθουμένων
676
σῴζει τὰ πολλὰ σώμαθ’ πειθαρχία.
677
οὕτως ἀμυντέ’ἐστὶ τοῖς κοσμουμένοις,
678
κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα.
679
κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν,
680
κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθ’ἄν.
Χορος
Χο.
Χο.
681
ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα,
682
λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι.
Αιμων
Αι.
Αι.
683
πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας,
684
πάντων ὅσ’ἐστὶ κτημάτων ὑπέρτατον.
685
ἐγὼ δ’ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε,
686
οὔτ’ἂν δυναίμην μήτ’ἐπισταίμην λέγειν.
687
γένοιτο μεντἂν χἀτέρῳ καλῶς ἔχον.
688
σοῦ δ’οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα
689
λέγει τις πράσσει τις ψέγειν ἔχει.
690
τὸ γὰρ σὸν ὄμμα δεινὸν, ἀνδρὶ δημότῃ
691
λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων ·
692
ἐμοὶ δ’ἀκούειν ἔσθ’ὑπὸ σκότου τάδε,
693
τὴν παῖδα ταύτην οἷ’, ὀδύρεται πόλις,
694
πασῶν γυναικῶν ὡς ἀναξιωτάτη
695
κάκιστ’ἀπ’ἔργων εὐκλεεστάτων φθίνει.
696
ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς
697
πεπτῶτ’ἄθαπτον μήθ’ὑπ’ὠμηστῶν κυνῶν
698
εἴασ’ὀλέσθαι μήθ’ὑπ’οἰωνῶν τινος.
699
οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;
700
τοιάδ’ἐρεμνὴ σῖγ’ἐπέρχεται φάτις.
701
ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ,
702
οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον,
703
τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις
704
ἄγαλμα μεῖζον, τί πρὸς παίδων πατρί;
705
μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει,
706
ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτ’ὀρθῶς ἔχειν.
707
ὅστις γὰρ αὐτὸς φρονεῖν μόνος δοκεῖ,
708
γλῶσσαν, ἣν οὐκ ἄλλος, ψυχὴν ἔχειν,
709
οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί.
710
ἀλλ’ἄνδρα, κεἴ τις σοφός, τὸ μανθάνειν
711
πόλλ’, αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν.
712
ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα
713
δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται,
714
τὰ δ’ἀντιτείνοντ’αὐτόπρεμν’ἀπόλλυται.
715
αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα
716
τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω
717
στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται.
718
ἀλλ’εἶκε καὶ θυμῷ μετάστασιν δίδου.
719
γνώμη γὰρ εἴ τις κἀπ’ἐμοῦ νεωτέρου
720
πρόσεστι, φήμ’ἔγωγε πρεσβεύειν πολὺ
721
φῦναι τὸν ἄνδρα πάντ’ἐπιστήμης πλέων ·
722
εἰ δ’οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν,
723
καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν.
Χορος
Χο.
Χο.
724
ἄναξ, σέτ’εἰκός, εἴ τι καίριον λέγει,
725
μαθεῖν, σέτ’αὖ τοῦδ’· εὖ γὰρ εἴρηται διπλῇ.
Κρεων
Κρ.
Κρ.
726
οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ
727
φρονεῖν ὑπ’ἀνδρὸς τηλικοῦδε τὴν φύσιν;
Αιμων
Αι.
Αι.
728
μηδὲν τὸ μὴ δίκαιον · εἰ δ’ἐγὼ νέος,
729
οὐ τὸν χρόνον χρὴ μᾶλλον τἄργα σκοπεῖν.
Κρεων
Κρ.
Κρ.
730
ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν;
Αιμων
Αι.
Αι.
731
οὐ δ’ἂν κελεύσαιμ’, εὐσεβεῖν εἰς τοὺς κακούς.
Κρεων
Κρ.
Κρ.
732
οὐχ ἥδε γὰρ τοιᾷδ’ἐπείληπται νόσῳ;
Αιμων
Αι.
Αι.
733
οὔ φησι Θήβης τῆσδ’ὁμόπτολις λεώς.
Κρεων
Κρ.
Κρ.
734
πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ;
Αιμων
Αι.
Αι.
735
ὁρᾷς τόδ’ὡς εἴρηκας ὡς ἄγαν νέος;
Κρεων
Κρ.
Κρ.
736
ἄλλῳ γὰρ ’μοὶ χρή με τῆσδ’ἄρχειν χθονός;
Αιμων
Αι.
Αι.
737
πόλις γὰρ οὐκ ἔσθ’ἥτις ἀνδρός ἐσθ’ἑνός.
Κρεων
Κρ.
Κρ.
738
οὐ τοῦ κρατοῦντος πόλις νομίζεται;
Αιμων
Αι.
Αι.
739
καλῶς γ’ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος.
Κρεων
Κρ.
Κρ.
740
ὅδ’, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ.
Αιμων
Αι.
Αι.
741
εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι.
Κρεων
Κρ.
Κρ.
742
παγκάκιστε, διὰ δίκης ἰὼν πατρί;
Αιμων
Αι.
Αι.
743
οὐ γὰρ δίκαιά σ’ἐξαμαρτάνονθ’ὁρῶ.
Κρεων
Κρ.
Κρ.
744
ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων;
Αιμων
Αι.
Αι.
745
οὐ γὰρ σέβεις τιμάς γε τὰς θεῶν πατῶν.
Κρεων
Κρ.
Κρ.
746
μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον.
Αιμων
Αι.
Αι.
747
οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ.
Κρεων
Κρ.
Κρ.
748
γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε.
Αιμων
Αι.
Αι.
749
καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων.
Κρεων
Κρ.
Κρ.
750
ταύτην ποτ’οὐκ ἔσθ’ὡς ἔτι ζῶσαν γαμεῖς.
Αιμων
Αι.
Αι.
751
δ’οὖν θανεῖται καὶ θανοῦσ’ὀλεῖ τινα.
Κρεων
Κρ.
Κρ.
752
κἀπαπειλῶν ὧδ’ἐπεξέρχει θρασύς;
Αιμων
Αι.
Αι.
753
τίς δ’ἔστ’ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν;
Κρεων
Κρ.
Κρ.
754
κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός.
Αιμων
Αι.
Αι.
755
εἰ μὴ πατὴρ ἦσθ’, εἶπον ἄν σ’οὐκ εὖ φρονεῖν.
Κρεων
Κρ.
Κρ.
756
γυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με.
Αιμων
Αι.
Αι.
757
βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;
Κρεων
Κρ.
Κρ.
758
ἄληθες; ἀλλ’οὐ τόνδ’Ὄλυμπον, ἴσθ’ὅτι,
759
χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ.
760
ἄγαγε τὸ μῖσος ὡς κατ’ὄμματ’αὐτίκα
761
παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ.
Αιμων
Αι.
Αι.
762
οὐ δῆτ’ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ,
763
οὔθ’ἥδ’ὀλεῖται πλησία, σύτ’οὐδαμὰ
764
τοὐμὸν προσόψει κρᾶτ’ἐν ὀφθαλμοῖς ὁρῶν,
765
ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ συνών.
Χορος
Χο.
Χο.
766
ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς ·
767
νοῦς δ’ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς.
Κρεων
Κρ.
Κρ.
768
δράτω · φρονείτω μεῖζον κατ’ἄνδρ’ἰών ·
769
τὼ δ’οὖν κόρα τώδ’οὐκ ἀπαλλάξει μόρου.
Χορος
Χο.
Χο.
770
ἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς;
Κρεων
Κρ.
Κρ.
771
οὐ τήν γε μὴ θιγοῦσαν · εὖ γὰρ οὖν λέγεις.
Χορος
Χο.
Χο.
772
μόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν;
Κρεων
Κρ.
Κρ.
773
ἄγων ἔρημος ἔνθ’ἂν βροτῶν στίβος
774
κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι,
775
φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς,
776
ὅπως μίασμα πᾶσ’ὑπεκφύγῃ πόλις.
777
κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν,
778
αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν,
779
γνώσεται γοῦν ἀλλὰ τηνικαῦθ’ὅτι
780
πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν.
Χορος
Χο.
Χο.
781
Ἔρως ἀνίκατε μάχαν, Ἔρως, ὃς ἐν κτήμασι πίπτεις,
782
ὃς ἐν μαλακαῖς παρειαῖς νεάνιδος ἐννυχεύεις,
785
φοιτᾷς δ’ὑπερπόντιος ἔντ’ἀγρονόμοις αὐλαῖς ·
786
καί σ’οὔτ’ἀθανάτων φύξιμος οὐδεὶς
790
οὔθ’ἁμερίων σέ γ’ἀνθρώπων. δ’ἔχων μέμηνεν.
791
σὺ καὶ δικαίων ἀδίκους φρένας παρασπᾷς ἐπὶ λώβᾳ,
792
σὺ καὶ τόδε νεῖκος ἀνδρῶν ξύναιμον ἔχεις ταράξας ·
795
νικᾷ δ’ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου
796
νύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖς
800
θεσμῶν. ἄμαχος γὰρ ἐμπαίζει θεὸς, Ἀφροδίτα.
801
νῦν δ’ἤδη ’γὼ καὐτὸς θεσμῶν
802
ἔξω φέρομαι τάδ’ὁρῶν ἴσχειν δ’
803
οὐκέτι πηγὰς δύναμαι δακρύων
804
τὸν παγκοίτην ὅθ’ὁρῶ θάλαμον
805
τήνδ’Ἀντιγόνην ἀνύτουσαν.
Αντιγονη
Αν.
Αν.
806
ὁρᾶτ’ἔμ’, γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν
807
στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου,
810
κοὔποτ’αὖθις. ἀλλά μ’ παγκοίτας Ἅιδας ζῶσαν ἄγει
811
τὰν Ἀχέροντος
812
ἀκτάν, οὔθ’ὑμεναίων ἔγκληρον, οὔτ’ἐπινύμφειός
815
πώ μέ τις ὕμνος ὕμνησεν, ἀλλ’Ἀχέροντι νυμφεύσω.
Χορος
Χο.
Χο.
817
οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσ’
818
ἐς τόδ’ἀπέρχει κεῦθος νεκύων,
819
οὔτε φθινάσιν πληγεῖσα νόσοις
820
οὔτε ξιφέων ἐπίχειρα λαχοῦσ’,
821
ἀλλ’αὐτόνομος ζῶσα μόνη δὴ
822
θνητῶν Ἅιδην καταβήσει.
Αντιγονη
Αν.
Αν.
823
ἤκουσα δὴ λυγρότατον ὀλέσθαι τὰν Φρυγίαν ξέναν
825
Ταντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς
826
πετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν,
827
ὡς φάτις ἀνδρῶν,
830
χιώντ’οὐδαμὰ λείπει, τέγγει δ’ὑπ’ὀφρύσι παγκλαύτοις
831
δειράδας · με δαίμων ὁμοιοτάταν κατευνάζει.
Χορος
Χο.
Χο.
834
ἀλλὰ θεός τοι καὶ θεογεννής,
835
ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς.
836
καίτοι φθιμένῃ μέγα κἀκοῦσαι
837
τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν.
838
ζῶσαν καὶ ἔπειτα θανοῦσαν.
Αντιγονη
Αν.
Αν.
839
οἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων,
840
οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλ’ἐπίφαντον;
841
πόλις, πόλεως πολυκτήμονες ἄνδρες ·
842
ἰὼ Διρκαῖαι κρῆναι
845
Θήβαςτ’εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμ’ἐπικτῶμαι,
846
οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις
847
πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου ·
850
ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα
851
μέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν.
Χορος
Χο.
Χο.
853
προβᾶσ’ἐπ’ἔσχατον θράσους
854
ὑψηλὸν ἐς Δίκας βάθρον
855
προσέπεσες, τέκνον, πολύ ·
856
πατρῷον δ’ἐκτίνεις τιν’ἆθλον.
Αντιγονη
Αν.
Αν.
858
ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας,
859
πατρὸς τριπόλιστον οἶκτον τοῦτε πρόπαντος
860
ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν.
861
ἰὼ ματρῷαι λέκτρων
865
ἆται κοιμήματάτ’αὐτογέννητ’ἐμῷ πατρὶ δυσμόρου ματρός,
866
οἵων ἐγώ ποθ’ ταλαίφρων ἔφυν ·
867
πρὸς οὓς ἀραῖος ἄγαμος ἅδ’ἐγὼ μέτοικος ἔρχομαι.
870
ἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας,
871
θανὼν ἔτ’οὖσαν κατήναρές με.
Χορος
Χο.
Χο.
872
σέβειν μὲν εὐσέβειά τις,
873
κράτος δ’ὅτῳ κράτος μέλει
874
παραβατὸν οὐδαμᾷ πέλει ·
875
σὲ δ’αὐτόγνωτος ὤλεσ’ὀργά.
Αντιγονη
Αν.
Αν.
876
ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαι
877
τὰν πυμάταν ὁδόν. οὐκέτι μοι τόδε
878
λαμπάδος ἱερὸν ὄμμα
880
θέμις ὁρᾶν ταλαίνᾳ.
881
τὸν δ’ἐμὸν πότμον ἀδάκρυτον
882
οὐδεὶς φίλων στενάζει.
Κρεων
Κρ.
Κρ.
883
ἆρ’ἴστ’, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν
884
ὡς οὐ δ’ἂν εἷς παύσαιτ’ἄν, εἰ χρείη λέγειν;
885
οὐκ ἄξεθ’ὡς τάχιστα; καὶ κατηρεφεῖ
886
τύμβῳ περιπτύξαντες, ὡς εἴρηκ’ἐγώ,
887
ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν
888
εἴτ’ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ ·
889
ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην
890
μετοικίας δ’οὖν τῆς ἄνω στερήσεται.
Αντιγονη
Αν.
Αν.
891
τύμβος, νυμφεῖον, κατασκαφὴς
892
οἴκησις ἀείφρουρος, οἷ πορεύομαι
893
πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς
894
πλεῖστον δέδεκται Φερσέφασσ’ὀλωλότων ·
895
ὧν λοισθία ’γὼ καὶ κάκιστα δὴ μακρῷ
896
κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.
897
ἐλθοῦσα μέντοι κάρτ’ἐν ἐλπίσιν τρέφω
898
φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,
899
μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα ·
900
ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ
901
ἔλουσα κἀκόσμησα κἀπιτυμβίους
902
χοὰς ἔδωκα. νῦν δέ Πολύνεικες, τὸ σὸν
903
δέμας περιστέλλουσα τοιάδ’ἄρνυμαι.
904
καίτοι σ’ἐγὼ ’τίμησα τοῖς φρονοῦσιν εὖ.
905
οὐ γάρ ποτ’οὔτ’ἄν, εἰ τέκνων μήτηρ ἔφυν,
906
οὔτ’εἰ πόσις μοι κατθανὼν ἐτήκετο,
907
βίᾳ πολιτῶν τόνδ’ἂν ᾐρόμην πόνον.
908
τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;
909
πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,
910
καὶ παῖς ἀπ’ἄλλου φωτός, εἰ τοῦδ’ἤμπλακον,
911
μητρὸς δ’ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν
912
οὐκ ἔστ’ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.
913
τοιῷδε μέντοι σ’ἐκπροτιμήσασ’ἐγὼ
914
νόμῳ Κρέοντι ταῦτ’ἔδοξ’ἁμαρτάνειν
915
καὶ δεινὰ τολμᾶν, κασίγνητον κάρα.
916
καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν
917
ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου
918
μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,
919
ἀλλ’ὧδ’ἔρημος πρὸς φίλων δύσμορος
920
ζῶσ’εἰς θανόντων ἔρχομαι κατασκαφάς.
921
ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;
922
τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι
923
βλέπειν; τίν’αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ
924
τὴν δυσσέβειαν εὐσεβοῦσ’, ἐκτησάμην.
925
ἀλλ’εἰ μὲν οὖν τάδ’ἐστὶν ἐν θεοῖς καλά,
926
παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες ·
927
εἰ δ’οἵδ’ἁμαρτάνουσι, μὴ πλείω κακὰ
928
πάθοιεν καὶ δρῶσιν ἐκδίκως ἐμέ.
Χορος
Χο.
Χο.
929
ἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶ
930
ψυχῆς ῥιπαὶ τήνδε γ’ἔχουσιν.
Κρεων
Κρ.
Κρ.
931
τοιγὰρ τούτων τοῖσιν ἄγουσιν
932
κλαύμαθ’ὑπάρξει βραδυτῆτος ὕπερ.
Αντιγονη
Αν.
Αν.
933
οἴμοι, θανάτου τοῦτ’ἐγγυτάτω
934
τοὔπος ἀφῖκται.
Χορος
Χο.
Χο.
935
θαρσεῖν οὐδὲν παραμυθοῦμαι
936
μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι.
Αντιγονη
Αν.
Αν.
937
γῆς Θήβης ἄστυ πατρῷον
938
καὶ θεοὶ προγενεῖς,
939
ἄγομαι δὴ κοὐκέτι μέλλω.
940
λεύσσετε, Θήβης οἱ κοιρανίδαι
941
τὴν βασιλειδᾶν μούνην λοιπήν,
942
οἷα πρὸς οἵων ἀνδρῶν πάσχω,
943
τὴν εὐσεβίαν σεβίσασα.
Χορος
Χο.
Χο.
944
ἔτλα καὶ Δανάας οὐράνιον φῶς
945
ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς ·
946
κρυπτομένα δ’ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη ·
947
καίτοι καὶ γενεᾷ τίμιος, παῖ παῖ,
950
καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους.
951
ἀλλ’ μοιριδία τις δύνασις δεινά ·
952
οὔτ’ἄν νιν ὄλβος οὔτ’Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποι
953
κελαιναὶ νᾶες ἐκφύγοιεν.
955
ζεύχθη δ’ὀξύχολος παῖς Δρύαντος,
956
Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς
957
ἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ.
958
οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει
960
ἀνθηρόντε μένος. κεῖνος ἐπέγνω μανίαις
961
ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις.
962
παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας εὔιόντε πῦρ,
965
φιλαύλουςτ’ἠρέθιζε Μούσας.
966
παρὰ δὲ κυανεᾶν πελάγει διδύμας ἁλὸς
967
ἀκταὶ Βοσπόριαι ἠδ’ Θρῃκῶν ἄξενος
970
Σαλμυδησσός, ἵν’ἀγχίπτολις Ἄρης
971
δισσοῖσι Φινείδαις
972
εἶδεν ἀρατὸν ἕλκος
973
τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος
974
ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις
975
ἀραχθέντων, ὑφ’αἱματηραῖς
976
χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν.
977
κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν
980
κλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν ·
981
δὲ σπέρμα μὲν ἀρχαιογόνων
982
ἄντασ’Ἐρεχθειδᾶν,
983
τηλεπόροις δ’ἐν ἄντροις
984
τράφη θυέλλαισιν ἐν πατρῴαις
985
Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου
986
θεῶν παῖς. ἀλλὰ κἀπ’ἐκείνᾳ
987
Μοῖραι μακραίωνες ἔσχον, παῖ.
Τειρεσιας
Τε.
Τε.
988
Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν
989
δύ’ἐξ ἑνὸς βλέποντε · τοῖς τυφλοῖσι γὰρ
990
αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει.
Κρεων
Κρ.
Κρ.
991
τί δ’ἔστιν, γεραιὲ Τειρεσία, νέον;
Τειρεσιας
Τε.
Τε.
992
ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ.
Κρεων
Κρ.
Κρ.
993
οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.
Τειρεσιας
Τε.
Τε.
994
τοιγὰρ δι’ὀρθῆς τήνδ’ἐναυκλήρεις πόλιν.
Κρεων
Κρ.
Κρ.
995
ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα.
Τειρεσιας
Τε.
Τε.
996
φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.
Κρεων
Κρ.
Κρ.
997
τί δ’ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.
Τειρεσιας
Τε.
Τε.
998
γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.
999
εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον
1000
ἵζων, ἵν’ἦν μοι παντὸς οἰωνοῦ λιμήν,
1001
ἀγνῶτ’ἀκούω φθόγγον ὀρνίθων, κακῷ
1002
κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ.
1003
καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς
1004
ἔγνων · πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.
1005
εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην
1006
βωμοῖσι παμφλέκτοισιν · ἐκ δὲ θυμάτων
1007
Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλ’ἐπὶ σποδῷ
1008
μυδῶσα κηκὶς μηρίων ἐτήκετο
1009
κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι
1010
χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς
1011
μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς.
1012
τοιαῦτα παιδὸς τοῦδ’ἐμάνθανον πάρα,
1013
φθίνοντ’ἀσήμων ὀργίων μαντεύματα.
1014
ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δ’ἐγώ.
1015
καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις.
1016
βωμοὶ γὰρ ἡμῖν ἐσχάραιτε παντελεῖς
1017
πλήρεις ὑπ’οἰωνῶντε καὶ κυνῶν βορᾶς
1018
τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.
1019
κᾆτ’οὐ δέχονται θυστάδας λιτὰς ἔτι
1020
θεοὶ παρ’ἡμῶν οὐ δὲ μηρίων φλόγα,
1021
οὐ δ’ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς
1022
ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.
1023
ταῦτ’οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ
1024
τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν ·
1025
ἐπεὶ δ’ἁμάρτῃ, κεῖνος οὐκέτ’ἔστ’ἀνὴρ
1026
ἄβουλος οὐ δ’ἄνολβος, ὅστις ἐς κακὸν
1027
πεσὼν ἀκῆται μη δ’ἀκίνητος πέλῃ.
1028
αὐθαδία τοι σκαιότητ’ὀφλισκάνει.
1029
ἀλλ’εἶκε τῷ θανόντι μη δ’ὀλωλότα
1030
κέντει · τίς ἀλκὴ τὸν θανόντ’ἐπικτανεῖν;
1031
εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δ’
1032
ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.
Κρεων
Κρ.
Κρ.
1033
πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ
1034
τοξεύετ’ἀνδρὸς τοῦδε, κοὐ δὲ μαντικῆς
1035
ἄπρακτος ὑμῖν εἰμι · τῶν δ’ὑπαὶ γένους
1036
ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.
1037
κερδαίνετ’, ἐμπολᾶτε τἀπὸ Σάρδεων
1038
ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν
1039
χρυσόν · τάφῳ δ’ἐκεῖνον οὐχὶ κρύψετε,
1040
οὐ δ’εἰ θέλουσ’, οἱ Ζηνὸς αἰετοὶ βορὰν
1041
φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους,
1042
οὐ δ’ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ
1043
θάπτειν παρήσω κεῖνον · εὖ γὰρ οἶδ’ὅτι
1044
θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.
1045
πίπτουσι δ’, γεραιὲ Τειρεσία, βροτῶν
1046
χοἰ πολλὰ δεινοὶ πτώματ’αἴσχρ’, ὅταν λόγους
1047
αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.
Τειρεσιας
Τε.
Τε.
1048
φεῦ.
1048a
ἆρ’οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται
Κρεων
Κρ.
Κρ.
1049
τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;
Τειρεσιας
Τε.
Τε.
1050
ὅσῳ κράτιστον κτημάτων εὐβουλία;
Κρεων
Κρ.
Κρ.
1051
ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.
Τειρεσιας
Τε.
Τε.
1052
ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.
Κρεων
Κρ.
Κρ.
1053
οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.
Τειρεσιας
Τε.
Τε.
1054
καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.
Κρεων
Κρ.
Κρ.
1055
τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος.
Τειρεσιας
Τε.
Τε.
1056
τὸ δ’ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ.
Κρεων
Κρ.
Κρ.
1057
ἆρ’οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;
Τειρεσιας
Τε.
Τε.
1058
οἶδ’· ἐξ ἐμοῦ γὰρ τήνδ’ἔχεις σώσας πόλιν.
Κρεων
Κρ.
Κρ.
1059
σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.
Τειρεσιας
Τε.
Τε.
1060
ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι.
Κρεων
Κρ.
Κρ.
1061
κίνει, μόνον δὲ μὴ ’πὶ κέρδεσιν λέγων.
Τειρεσιας
Τε.
Τε.
1062
οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.
Κρεων
Κρ.
Κρ.
1063
ὡς μὴ ’μπολήσων ἴσθι τὴν ἐμὴν φρένα.
Τειρεσιας
Τε.
Τε.
1064
ἀλλ’εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι
1065
τρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν,
1066
ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα
1067
νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει,
1068
ἀνθ’ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω
1069
ψυχήντ’ἀτίμως ἐν τάφῳ κατῴκισας,
1070
ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδ’αὖ θεῶν
1071
ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν.
1072
ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω
1073
θεοῖσιν, ἀλλ’ἐκ σοῦ βιάζονται τάδε.
1074
τούτων σε λωβητῆρες ὑστεροφθόροι
1075
λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες,
1076
ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.
1077
καὶ ταῦτ’ἄθρησον εἰ κατηργυρωμένος
1078
λέγω · φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ
1079
ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.
1080
ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις,
1081
ὅσων σπαράγματ’ κύνες καθήγνισαν
1082
θῆρες τις πτηνὸς οἰωνός, φέρων
1083
ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν.
1084
τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης
1085
ἀφῆκα θυμῷ, καρδίας τοξεύματα
1086
βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ.
1087
παῖ, σὺ δ’ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνα
1088
τὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ,
1089
καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχαιτέραν
1090
τὸν νοῦντ’ἀμείνω τῶν φρενῶν νῦν φέρει.
Χορος
Χο.
Χο.
1091
ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας ·
1092
ἐπιστάμεσθα δ’, ἐξ ὅτου λευκὴν ἐγὼ
1093
τήνδ’ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα,
1094
μή πώ ποτ’αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν.
Κρεων
Κρ.
Κρ.
1095
ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας.
1096
τότ’εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ
1097
ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα.
Χορος
Χο.
Χο.
1098
εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν.
Κρεων
Κρ.
Κρ.
1099
τί δῆτα χρὴ δρᾶν; φράζε. πείσομαι δ’ἐγώ.
Χορος
Χο.
Χο.
1100
ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης
1101
ἄνες, κτίσον δὲ τῷ προκειμένῳ, τάφον.
Κρεων
Κρ.
Κρ.
1102
καὶ ταῦτ’ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν;
Χορος
Χο.
Χο.
1103
ὅσον γ’, ἄναξ, τάχιστα · συντέμνουσι γὰρ
1104
θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι.
Κρεων
Κρ.
Κρ.
1105
οἴμοι · μόλις μέν, καρδίας δ’ἐξίσταμαι
1106
τὸ δρᾶν · ἀνάγκῃ δ’οὐχὶ δυσμαχητέον.
Χορος
Χο.
Χο.
1107
δρᾶ νυν τάδ’ἐλθὼν μη δ’ἐπ’ἄλλοισιν τρέπε.
Κρεων
Κρ.
Κρ.
1108
ὧδ’ὡς ἔχω στείχοιμ’ἄν · ἴτ’ἴτ’ὀπάονες,
1109
οἵτ’ὄντες οἵτ’ἀπόντες, ἀξίνας χεροῖν
1110
ὁρμᾶσθ’ἑλόντες εἰς ἐπόψιον τόπον.
1111
ἐγὼ δ’, ἐπειδὴ δόξα τῇδ’ἐπεστράφη,
1112
αὐτόςτ’ἔδησα καὶ παρὼν ἐκλύσομαι.
1113
δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους
1114
ἄριστον σῴζοντα τὸν βίον τελεῖν.
Χορος
Χο.
Χο.
1115
πολυώνυμε, Καδμείας νύμφας ἄγαλμα
1116
καὶ Διὸς βαρυβρεμέτα
1117
γένος, κλυτὰν ὃς ἀμφέπεις
1118
Ἰταλίαν, μέδεις δὲ
1119
παγκοίνοις, Ἐλευσινίας
1120
Δῃοῦς ἐν κόλποις, Βακχεῦ Βακχᾶν
1121
ματρόπολιν Θήβαν
1122
ναιετῶν παρ’ὑγρῶν
1125
Ἰσμηνοῦ ῥείθρων ἀγρίουτ’ἐπὶ σπορᾷ δράκοντος.
1126
σὲ δ’ὑπὲρ διλόφου πέτρας στέροψ ὄπωπε
1127
λιγνύς, ἔνθα Κωρύκιαι
1128
στείχουσι νύμφαι Βακχίδες,
1130
Κασταλίαςτε νᾶμα.
1131
καί σε Νυσαίων ὀρέων
1132
κισσήρεις ὄχθαι χλωράτ’ἀκτὰ
1133
πολυστάφυλος πέμπει,
1134
ἀμβρότων ἐπέων
1135
εὐαζόντων Θηβαΐας ἐπισκοποῦντ’ἀγυιάς ·
1137
τὰν ἐκ πασᾶν τιμᾷς ὑπερτάταν πόλεων
1138
ματρὶ σὺν κεραυνίᾳ ·
1140
καὶ νῦν, ὡς βιαίας ἔχεται
1141
πάνδαμος πόλις ἐπὶ νόσου,
1142
μολεῖν καθαρσίῳ ποδὶ Παρνασίαν ὑπὲρ κλιτὺν
1145
στονόεντα πορθμόν.
1146
ἰὼ πῦρ πνειόντων χοράγ’ἄστρων, νυχίων
1147
φθεγμάτων ἐπίσκοπε,
1148
παῖ Διὸς γένεθλον, προφάνηθ’
1150
ὦναξ, σαῖς ἅμα περιπόλοις
1151
Θυίαισιν, αἵ σε μαινόμεναι πάννυχοι χορεύουσι
1152
τὸν ταμίαν Ἴακχον.
Αγγελος
Αγ.
Αγ.
1155
Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος,
1156
οὐκ ἔσθ’ὁποῖον στάντ’ἂν ἀνθρώπου βίον
1157
οὔτ’αἰνέσαιμ’ἂν οὔτε μεμψαίμην ποτέ.
1158
τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει
1159
τὸν εὐτυχοῦντα τόντε δυστυχοῦντ’ἀεί ·
1160
καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς.
1161
Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,
1162
σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα
1163
λαβώντε χώρας παντελῆ μοναρχίαν
1164
ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ ·
1165
καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς
1166
ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ἐγὼ
1167
ζῆν τοῦτον, ἀλλ’ἔμψυχον ἡγοῦμαι νεκρόν.
1168
πλούτειτε γὰρ κατ’οἶκον, εἰ βούλει, μέγα
1169
καὶ ζῆ τύραννον σχῆμ’ἔχων · ἐὰν δ’ἀπῇ
1170
τούτων τὸ χαίρειν, τἄλλ’ἐγὼ καπνοῦ σκιᾶς
1171
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
Χορος
Χο.
Χο.
1172
τί δ’αὖ τόδ’ἄχθος βασιλέων ἥκεις φέρων;
Αγγελος
Αγ.
Αγ.
1173
τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.
Χορος
Χο.
Χο.
1174
καὶ τίς φονεύει; τίς δ’ κείμενος; λέγε.
Αγγελος
Αγ.
Αγ.
1175
Αἵμων ὄλωλεν · αὐτόχειρ δ’αἱμάσσεται.
Χορος
Χο.
Χο.
1176
πότερα πατρῴας πρὸς οἰκείας χερός;
Αγγελος
Αγ.
Αγ.
1177
αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.
Χορος
Χο.
Χο.
1178
μάντι, τοὔπος ὡς ἄρ’ὀρθὸν ἤνυσας.
Αγγελος
Αγ.
Αγ.
1179
ὡς ὧδ’ἐχόντων τἄλλα βουλεύειν πάρα.
Χορος
Χο.
Χο.
1180
καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ
1181
δάμαρτα τὴν Κρέοντος. ἐκ δὲ δωμάτων
1182
ἤτοι κλύουσα παιδὸς τύχῃ πάρα.
Ευρυδικη
Ευ.
Ευ.
1183
πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην
1184
πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς
1185
ὅπως ἱκοίμην εὐγμάτων προσήγορος.
1186
καὶ τυγχάνωτε κλῇθρ’ἀνασπαστοῦ πύλης
1187
χαλῶσα καί με φθόγγος οἰκείου κακοῦ
1188
βάλλει δι’ὤτων · ὑπτία δὲ κλίνομαι
1189
δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι
1190
ἀλλ’ὅστις ἦν μῦθος αὖθις εἴπατε ·
1191
κακῶν γὰρ οὐκ ἄπειρος οὖσ’ἀκούσομαι.
Αγγελος
Αγ.
Αγ.
1192
ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶ
1193
κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος.
1194
τί γάρ σε μαλθάσσοιμ’ἂν ὧν ἐς ὕστερον
1195
ψεῦσται φανούμεθ’; ὀρθὸν ἁλήθει’ἀεί.
1196
ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει
1197
πεδίον ἐπ’ἄκρον, ἔνθ’ἔκειτο νηλεὲς
1198
κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι ·
1199
καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν
1200
Πλούτωνάτ’ὀργὰς εὐμενεῖς κατασχεθεῖν
1201
λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν
1202
θαλλοῖς δὴ λέλειπτο συγκατῄθομεν,
1203
καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς
1204
χώσαντες αὖθις πρὸς λιθόστρωτον κόρης
1205
νυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν.
1206
φωνῆς δ’ἄπωθεν ὀρθίων κωκυμάτων
1207
κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα,
1208
καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών.
1209
τῷ δ’ἀθλίας ἄσημα περιβαίνει βοῆς
1210
ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δ’ἔπος
1211
ἵησι δυσθρήνητον · τάλας ἐγώ,
1212
ἆρ’εἰμὶ μάντις; ἆρα δυστυχεστάτην
1213
κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν;
1214
παιδός με σαίνει φθόγγος. ἀλλὰ πρόσπολοι,
1215
ἴτ’ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳ
1216
ἀθρήσαθ’, ἁρμὸν χώματος λιθοσπαδῆ
1217
δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος
1218
φθόγγον συνίημ’ θεοῖσι κλέπτομαι.
1219
τάδ’ἐξ ἀθύμου δεσπότου κελευσμάτων
1220
ἠθροῦμεν · ἐν δὲ λοισθίῳ τυμβεύματι
1221
τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν,
1222
βρόχῳ μιτώδει σινδόνος καθημμένην,
1223
τὸν δ’ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον,
1224
εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν
1225
καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος.
1226
δ’ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω
1227
χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ ·
1228
τλῆμον, οἷον ἔργον εἴργασαι · τίνα
1229
νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης;
1230
ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι.
1231
τὸν δ’ἀγρίοις ὄσσοισι παπτήνας παῖς,
1232
πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους
1233
ἕλκει διπλοῦς κνώδοντας. ἐκ δ’ὁρμωμένου
1234
πατρὸς φυγαῖσιν ἤμπλακ’· εἶθ’ δύσμορος
1235
αὑτῷ χολωθείς, ὥσπερ εἶχ’, ἐπενταθεὶς
1236
ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δ’ὑγρὸν
1237
ἀγκῶν’ἔτ’ἔμφρων παρθένῳ προσπτύσσεται.
1238
καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν
1239
λευκῇ παρειᾷ φοινίου σταλάγματος.
1240
κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ
1241
τέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις,
1242
δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν
1243
ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν.
Χορος
Χο.
Χο.
1244
τί τοῦτ’ἂν εἰκάσειας; γυνὴ πάλιν
1245
φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν κακὸν λόγον.
Αγγελος
Αγ.
Αγ.
1246
καὐτὸς τεθάμβηκ’· ἐλπίσιν δὲ βόσκομαι
1247
ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους
1248
οὐκ ἀξιώσειν, ἀλλ’ὑπὸ στέγης ἔσω
1249
δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.
1250
γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθ’ἁμαρτάνειν.
Χορος
Χο.
Χο.
1251
οὐκ οἶδ’· ἐμοὶ δ’οὖν τ’ἄγαν σιγὴ βαρὺ
1252
δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.
Αγγελος
Αγ.
Αγ.
1253
ἀλλ’εἰσόμεσθα, μή τι καὶ κατάσχετον
1254
κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ,
1255
δόμους παραστείχοντες · εὖ γὰρ οὖν λέγεις,
1256
καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.
Χορος
Χο.
Χο.
1257
καὶ μὴν ὅδ’ἄναξ αὐτὸς ἐφήκει
1258
μνῆμ’ἐπίσημον διὰ χειρὸς ἔχων,
1259
εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν
1260
ἄτην, ἀλλ’αὐτὸς ἁμαρτών.
Κρεων
Κρ.
Κρ.
1261
ἰὼ
1261a
φρενῶν δυσφρόνων ἁμαρτήματα
1262
στερεὰ θανατόεντ’,
1263
κτανόνταςτε καὶ
1264
θανόντας βλέποντες ἐμφυλίους.
1265
ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων.
1266
ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ
1267
αἰαῖ αἰαῖ,
1268
ἔθανες, ἀπελύθης
1269
ἐμαῖς οὐ δὲ σαῖς δυσβουλίαις.
Χορος
Χο.
Χο.
1270
οἴμ’ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν.
Κρεων
Κρ.
Κρ.
1271
οἴμοι,
1272
ἔχω μαθὼν δείλαιος · ἐν δ’ἐμῷ κάρᾳ
1273
θεὸς τότ’ἄρα τότε μέγα βάρος μ’ἔχων
1274
ἔπαισεν, ἐν δ’ἔσεισεν ἀγρίαις ὁδοῖς,
1275
οἴμοι, λακπάτητον ἀντρέπων χαράν.
1276
φεῦ φεῦ, πόνοι βροτῶν δύσπονοι.
Εξαγγελος
Εξ.
Εξ.
1278
δέσποθ’, ὡς ἔχωντε καὶ κεκτημένος,
1279
τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δ’ἐν δόμοις
1280
ἔοικας ἥκειν καὶ τάχ’ὄψεσθαι κακά.
Κρεων
Κρ.
Κρ.
1281
τί δ’ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι;
Εξαγγελος
Εξ.
Εξ.
1282
γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ,
1283
δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.
Κρεων
Κρ.
Κρ.
1284
ἰώ.
1284a
ἰὼ δυσκάθαρτος Ἅιδου λιμήν,
1285
τί μ’ἄρα τί μ’ὀλέκεις;
1286
κακάγγελτά μοι
1287
προπέμψας ἄχη, τίνα θροεῖς λόγον;
1288
αἰαῖ, ὀλωλότ’ἄνδρ’ἐπεξειργάσω.
1289
τί φής, παῖ; τίν’αὖ λέγεις μοι νέον,
1290
αἰαῖ αἰαῖ,
1291
σφάγιον ἐπ’ὀλέθρῳ
1292
γυναικεῖον ἀμφικεῖσθαι μόρον;
Χορος
Χο.
Χο.
1293
ὁρᾶν πάρεστιν · οὐ γὰρ ἐν μυχοῖς ἔτι.
Κρεων
Κρ.
Κρ.
1294
οἴμοι,
1295
κακὸν τόδ’ἄλλο δεύτερον βλέπω τάλας.
1296
τίς ἄρα, τίς με πότμος ἔτι περιμένει;
1297
ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον,
1298
τάλας, τὸν δ’ἔναντα προσβλέπω νεκρόν.
1300
φεῦ φεῦ μᾶτερ ἀθλία, φεῦ τέκνον.
Εξαγγελος
Εξ.
Εξ.
1301
δ’ὀξυθήκτῳ βωμία περὶ ξίφει
1302
λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν
1303
τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος,
1304
αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς
1305
πράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ.
Κρεων
Κρ.
Κρ.
1306
αἰαῖ αἰαῖ,
1307
ἀνέπταν φόβῳ. τί μ’οὐκ ἀνταίαν
1308
ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει;
1310
δείλαιος ἐγώ, αἰαῖ,
1311
δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ.
Εξαγγελος
Εξ.
Εξ.
1312
ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων
1313
πρὸς τῆς θανούσης τῆσδ’ἐπεσκήπτου μόρων
Κρεων
Κρ.
Κρ.
1314
ποίῳ δὲ κἀπελύσατ’ἐν φοναῖς τρόπῳ;
Εξαγγελος
Εξ.
Εξ.
1315
παίσασ’ὑφ’ἧπαρ αὐτόχειρ αὑτήν, ὅπως
1316
παιδὸς τόδ’ᾔσθετ’ὀξυκώκυτον πάθος.
Κρεων
Κρ.
Κρ.
1317
ὤμοι μοι, τάδ’οὐκ ἐπ’ἄλλον βροτῶν
1318
ἐμᾶς ἁρμόσει ποτ’ἐξ αἰτίας.
1319
ἐγὼ γάρ σ’ἐγὼ ἔκανον, μέλεος,
1320
ἐγώ, φάμ’ἔτυμον. ἰὼ πρόσπολοι,
1321
ἄγετέ μ’ὅτι τάχιστ’, ἄγετέ μ’ἐκποδών,
1325
τὸν οὐκ ὄντα μᾶλλον μηδένα.
Χορος
Χο.
Χο.
1326
κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς.
1327
βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά.
Κρεων
Κρ.
Κρ.
1328
ἴτω ἴτω,
1329
φανήτω μόρων κάλλιστ’ἔχων
1330
ἐμοὶ τερμίαν ἄγων ἁμέραν
1331
ὕπατος · ἴτω ἴτω,
1332
ὅπως μηκέτ’ἆμαρ ἄλλ’εἰσίδω.
Χορος
Χο.
Χο.
1334
μέλλοντα ταῦτα. τῶν προκειμένων τι χρὴ μέλειν
1335
πράσσειν. μέλει γὰρ τῶνδ’ὅτοισι χρὴ μέλειν
Κρεων
Κρ.
Κρ.
1336
ἀλλ’ὧν ἐρῶ, τοιαῦτα συγκατηυξάμην.
Χορος
Χο.
Χο.
1337
μή νυν προσεύχου μηδέν · ὡς πεπρωμένης
1338
οὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή.
Κρεων
Κρ.
Κρ.
1339
ἄγοιτ’ἂν μάταιον ἄνδρ’ἐκποδών,
1340
ὅς, παῖ, σέτ’οὐχ ἑκὼν κἄκτανον
1341
σέτ’αὖ τάνδ’, ὤμοι μέλεος, οὐ δ’ἔχω
1342
ὅπᾳ πρὸς πότερα κλιθῶ · πάντα γὰρ
1345
λέχρια τἀν χεροῖν, τὰ δ’ἐπὶ κρατί μοι
1346
πότμος δυσκόμιστος εἰσήλατο.
Χορος
Χο.
Χο.
1347
πολλῷ τὸ φρονεῖν εὐδαιμονίας
1348
πρῶτον ὑπάρχει. χρὴ δὲ τά γ’εἰς θεοὺς
1350
μηδὲν ἀσεπτεῖν. μεγάλοι δὲ λόγοι
1351
μεγάλας πληγὰς τῶν ὑπεραύχων
1352
ἀποτίσαντες
1353
γήρᾳ τὸ φρονεῖν ἐδίδαξαν.