Sophocles

The Women of Trachis

Δηιανειρα
Δη.
Δη.
1
λόγος μέν ἐστ’ἀρχαῖος ἀνθρώπων φανείς,
2
ὡς οὐκ ἂν αἰῶν’ἐκμάθοις βροτῶν, πρὶν ἂν
3
θάνῃ τις, οὔτ’εἰ χρηστὸς οὔτ’εἴ τῳ κακός ·
4
ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,
5
ἔξοιδ’ἔχουσα δυστυχῆτε καὶ βαρύν,
6
ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως
7
ναίουσ’ἔτ’ἐν Πλευρῶνι νυμφείων ὄκνον
8
ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.
9
μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,
10
ὅς μ’ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,
11
φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτ’αἰόλος
12
δράκων ἑλικτός, ἄλλοτ’ἀνδρείῳ κύτει
13
βούπρῳρος · ἐκ δὲ δασκίου γενειάδος
14
κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ.
15
τοιόνδ’ἐγὼ μνηστῆρα προσδεδεγμένη
16
δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην,
17
πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.
18
χρόνῳ δ’ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,
19
κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνηςτε παῖς ·
20
ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης
21
ἐκλύεταί με · καὶ τρόπον μὲν ἂν πόνων
22
οὐκ ἂν διείποιμ’· οὐ γὰρ οἶδ’· ἀλλ’ὅστις ἦν
23
θακῶν ἀταρβὴς τῆς θέας, ὅδ’ἂν λέγοι ·
24
ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ
25
μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ.
26
τέλος δ’ἔθηκε Ζεὺς ἀγώνιος καλῶς,
27
εἰ δὴ καλῶς. λέχος γὰρ Ἡρακλεῖ κριτὸν
28
ξυστᾶσ’ἀεί τιν’ἐκ φόβου φόβον τρέφω,
29
κείνου προκηραίνουσα · νὺξ γὰρ εἰσάγει
30
καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.
31
κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,
32
γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,
33
σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ.
34
τοιοῦτος αἰὼν εἰς δόμουςτε κἀκ δόμων
35
αἰεὶ τὸν ἄνδρ’ἔπεμπε λατρεύοντά τῳ.
36
νῦν δ’ἡνίκ’ἄθλων τῶνδ’ὑπερτελὴς ἔφυ,
37
ἐνταῦθα δὴ μάλιστα ταρβήσασ’ἔχω.
38
ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,
39
ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδ’ἀνάστατοι
40
ξένῳ παρ’ἀνδρὶ ναίομεν, κεῖνος δ’ὅπου
41
βέβηκεν οὐδεὶς οἶδε · πλὴν ἐμοὶ πικρὰς
42
ὠδῖνας αὐτοῦ προσβαλὼν ἀποίχεται.
43
σχεδὸν δ’ἐπίσταμαί τι πῆμ’ἔχοντά νιν ·
44
χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλ’ἤδη δέκα
45
μῆνας πρὸς ἄλλοις πέντ’ἀκήρυκτος μένει.
46
κἀστίν τι δεινὸν πῆμα · τοιαύτην ἐμοὶ
47
δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ
48
θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.
Θεραπαινα
Θε.
Θε.
49
δέσποινα Δῃάνειρα, πολλὰ μέν σ’ἐγὼ
50
κατεῖδον ἤδη πανδάκρυτ’ὀδύρματα
51
τὴν Ἡράκλειον ἔξοδον γοωμένην ·
52
νῦν δ’, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν
53
γνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τὸ σόν ·
54
πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρ
55
ἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά,
56
μάλιστα δ’ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸς
57
νέμοι τιν’ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν;
58
ἐγγὺς δ’ὅδ’αὐτὸς ἀρτίπους θρῴσκει δόμους,
59
ὥστ’εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ,
60
πάρεστι χρῆσθαι τἀνδρὶ τοῖςτ’ἐμοῖς λόγοις.
Δηιανειρα
Δη.
Δη.
61
τέκνον, παῖ, κἀξ ἀγεννήτων ἄρα
62
μῦθοι καλῶς πίπτουσιν · ἥδε γὰρ γυνὴ
63
δούλη μέν, εἴρηκεν δ’ἐλεύθερον λόγον.
Υλλος
Υλ.
Υλ.
64
ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι.
Δηιανειρα
Δη.
Δη.
65
σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου
66
τὸ μὴ πυθέσθαι ποῦ ’στιν, αἰσχύνην φέρειν.
Υλλος
Υλ.
Υλ.
67
ἀλλ’οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών.
Δηιανειρα
Δη.
Δη.
68
καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;
Υλλος
Υλ.
Υλ.
69
τὸν μὲν παρελθόντ’ἄροτον ἐν μήκει χρόνου
70
Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν.
Δηιανειρα
Δη.
Δη.
71
πᾶν τοίνυν, εἰ καὶ τοῦτ’ἔτλη, κλύοι τις ἄν.
Υλλος
Υλ.
Υλ.
72
ἀλλ’ἐξαφεῖται τοῦδέ γ’, ὡς ἐγὼ κλύω.
Δηιανειρα
Δη.
Δη.
73
ποῦ δῆτα νῦν ζῶν θανὼν ἀγγέλλεται;
Υλλος
Υλ.
Υλ.
74
Εὐβοΐδα χώραν φασίν, Εὐρύτου πόλιν,
75
ἐπιστρατεύειν αὐτὸν μέλλειν ἔτι.
Δηιανειρα
Δη.
Δη.
76
ἆρ’οἶσθα δῆτ’, τέκνον, ὡς ἔλειπέ μοι
77
μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι;
Υλλος
Υλ.
Υλ.
78
τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ.
Δηιανειρα
Δη.
Δη.
79
ὡς τελευτὴν τοῦ βίου μέλλει τελεῖν
80
τοῦτον ἄρας ἆθλον εἰς τό γ’ὕστερον
81
τὸν λοιπὸν ἤδη βίοτον εὐαίων’ἔχειν.
82
ἐν οὖν ῥοπῇ, τοιᾷδε κειμένῳ, τέκνον,
83
οὐκ εἶ ξυνέρξων, ἡνίκ’ σεσώσμεθα
84
πίπτομεν σοῦ πατρὸς ἐξολωλότος
85
κείνου βίον σώσαντος, οἰχόμεσθ’ἅμα;
Υλλος
Υλ.
Υλ.
86
ἀλλ’εἶμι, μῆτερ · εἰ δὲ θεσφάτων ἐγὼ
87
βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ ·
88
νῦν δ’ ξυνήθης πότμος οὐκ εἴα πατρὸς
89
ἡμᾶς προταρβεῖν οὐ δὲ δειμαίνειν ἄγαν.
90
νῦν δ’ὡς ξυνίημ’, οὐδὲν ἐλλείψω τὸ μὴ οὐ
91
πᾶσαν πυθέσθαι τῶνδ’ἀλήθειαν πέρι.
Δηιανειρα
Δη.
Δη.
92
χώρει νυν, παῖ · καὶ γὰρ ὑστέρῳ τό γ’εὖ
93
πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.
Χορος
Χο.
Χο.
94
ὃν αἰόλα νὺξ ἐναριζομένα
95
τίκτει κατευνάζειτε, φλογιζόμενον
96
Ἅλιον Ἅλιον αἰτῶ
97
τοῦτο καρῦξαι, τὸν Ἀλκμήνας πόθι μοι πόθι παῖς
98
ναίει ποτ’, λαμπρᾷ στεροπᾷ φλεγέθων,
100
ποντίας αὐλῶνος δισσαῖσιν ἀπείροις κλιθείς,
101
εἴπ’, κρατιστεύων κατ’ὄμμα.
103
ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαι
104
τὰν ἀμφινεικῆ Δηιάνειραν ἀεί,
105
οἷά τιν’ἄθλιον ὄρνιν,
106
οὔποτ’εὐνάζειν ἀδακρύτων βλεφάρων πόθον, ἀλλ’
107
εὔμναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦ
110
ἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι, κακὰν
111
δύστανον ἐλπίζουσαν αἶσαν.
112
πολλὰ γὰρ ὥστ’ἀκάμαντος νότου βορέα τις
113
κύματ’ἂν εὐρέϊ πόντῳ βάντ’ἐπιόντατ’ἴδοι,
114
οὕτω δὲ τὸν Καδμογενῆ τρέφει, τὸ δ’αὔξει,
115
βιότου πολύπονον ὥσπερ πέλαγος
120
Κρήσιον. ἀλλά τις θεῶν αἰὲν ἀναμπλάκητον Ἅιδα
121
σφε δόμων ἐρύκει.
122
ὧν ἐπιμεμφομένα σ’ἁδεῖα μέν, ἀντία δ’οἴσω.
125
φαμὶ γὰρ οὐκ ἀποτρύειν ἐλπίδα τὰν ἀγαθὰν
126
χρῆναί σ’· ἀνάλγητα γὰρ οὐ δ’ πάντα κραίνων βασιλεὺς ἐπέβαλε θνατοῖς Κρονίδας ·
127
ἀλλ’ἐπὶ πῆμα καὶ χαρὰ πᾶσι κυκλοῦσιν, οἷον
130
ἄρκτου στροφάδες κέλευθοι.
131
μένει γὰρ οὔτ’αἰόλα
132
νὺξ βροτοῖσιν οὔτε κῆρες
133
οὔτε πλοῦτος, ἀλλ’ἄφαρ
134
βέβακε, τῷ δ’ἐπέρχεται
135
χαίρειντε καὶ στέρεσθαι.
136
καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω
137
τάδ’αἰὲν ἴσχειν · ἐπεὶ τίς ὧδε
140
τέκνοισι Ζῆν’ἄβουλον εἶδεν;
Δηιανειρα
Δη.
Δη.
141
πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει
142
πάθημα τοὐμόν · ὡς δ’ἐγὼ θυμοφθορῶ,
143
μήτ’ἐκμάθοις παθοῦσα νῦν δ’ἄπειρος εἶ.
144
τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται
145
χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ
146
οὐ δ’ὄμβρος οὐ δὲ πνευμάτων οὐδὲν κλονεῖ,
147
ἀλλ’ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον
148
ἐς τοῦθ’ἕως τις ἀντὶ παρθένου γυνὴ
149
κληθῇ λάβῃτ’ἐν νυκτὶ φροντίδων μέρος,
150
ἤτοι πρὸς ἀνδρὸς τέκνων φοβουμένη.
151
τότ’ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν
152
πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.
153
πάθη μὲν οὖν δὴ πόλλ’ἔγωγ’ἐκλαυσάμην ·
154
ἓν δ’, οἷον οὔπω πρόσθεν, αὐτίκ’ἐξερῶ.
155
ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ
156
ὡρμᾶτ’ἀπ’οἴκων Ἡρακλῆς, τότ’ἐν δόμοις
157
λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην
158
ξυνθήμαθ’, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ,
159
πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι,
160
ἀλλ’ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.
161
νῦν δ’ὡς ἔτ’οὐκ ὢν εἶπε μὲν λέχους τι
162
χρείη μ’ἑλέσθαι κτῆσιν εἶπε δ’ἣν τέκνοις
163
μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,
164
χρόνον προτάξας ὡς τρίμηνον ἡνίκα
165
χώρας ἀπείη κἀνιαύσιον βεβώς,
166
τότ’ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ
167
τοῦθ’ὑπεκδραμόντα τοῦ χρόνου τέλος
168
τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.
169
τοιαῦτ’ἔφραζε πρὸς θεῶν εἱμαρμένα
170
τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων,
171
ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε
172
Δωδῶνι δισσῶν ἐκ Πελειάδων ἔφη.
173
καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου
174
τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών ·
175
ὥσθ’ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ
176
φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν
177
πάντων ἀρίστου φωτὸς ἐστερημένην.
Χορος
Χο.
Χο.
178
εὐφημίαν νῦν ἴσχ’· ἐπεὶ καταστεφῆ
179
στείχονθ’ὁρῶ τιν’ἄνδρα πρὸς χαρὰν λόγων.
Αγγελος
Αγ.
Αγ.
180
δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων
181
ὄκνου σε λύσω · τὸν γὰρ Ἀλκμήνης τόκον
182
καὶ ζῶντ’ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης
183
ἄγοντ’ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.
Δηιανειρα
Δη.
Δη.
184
τίν’εἶπας, γεραιέ, τόνδε μοι λόγον;
Αγγελος
Αγ.
Αγ.
185
τάχ’ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν
186
ἥξειν φανέντα σὺν κράτει νικηφόρῳ.
Δηιανειρα
Δη.
Δη.
187
καὶ τοῦ τόδ’ἀστῶν ξένων μαθὼν λέγεις;
Αγγελος
Αγ.
Αγ.
188
ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ
189
Λίχας κῆρυξ ταῦτα · τοῦδ’ἐγὼ κλύων
190
ἀπῇξ’, ὅπως τοι πρῶτος ἀγγείλας τάδε
191
πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.
Δηιανειρα
Δη.
Δη.
192
αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;
Αγγελος
Αγ.
Αγ.
193
οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι.
194
κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς
195
κρίνει παραστάς, οὐ δ’ἔχει βῆναι πρόσω ·
196
τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων
197
οὐκ ἂν μεθεῖτο, πρὶν καθ’ἡδονὴν κλύειν.
198
οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ
199
ξύνεστιν · ὄψει δ’αὐτὸν αὐτίκ’ἐμφανῆ.
Δηιανειρα
Δη.
Δη.
200
Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶν’ἔχεις,
201
ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.
202
φωνήσατ’, γυναῖκες, αἵτ’εἴσω στέγης
203
αἵτ’ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμ’ἐμοὶ
204
φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.
Χορος
Χο.
Χο.
205
ἀνολολυξάτω δόμοις ἐφεστίοις
206
ἀλαλαγαῖς μελλόνυμφος, ἐν δὲ
207
κοινὸς ἀρσένων ἴτω
208
κλαγγὰ τὸν εὐφαρέτραν
209
Ἀπόλλω προστάταν · ὁμοῦ δὲ
210
παιᾶνα παιᾶν’ἀνάγετ’, παρθένοι,
211
βοᾶτε τὰν ὁμόσπορον
212
Ἄρτεμιν Ὀρτυγίαν
213
ἐλαφαβόλον ἀμφίπυρον,
214
γείτονάςτε Νύμφας.
215
ἀείρομαι οὐ δ’ἀπώσομαι
216
τὸν αὐλόν, τύραννε τᾶς ἐμᾶς φρενός.
217
ἰδού μ’ἀναταράσσει,
218
εὐοῖ μ’,
219
κισσὸς ἄρτι βακχίαν
220
ὑποστρέφων ἅμιλλαν. ἰὼ ἰὼ Παιάν.
221
ἴδ’, φίλα γύναι,
222
τάδ’ἀντίπρῳρα δή σοι
223
βλέπειν πάρεστ’ἐναργῆ.
Δηιανειρα
Δη.
Δη.
225
ὁρῶ, φίλαι γυναῖκες, οὐ δέ μ’ὄμματος
226
φρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον ·
227
χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳ
228
πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.
Λιχας
Λι.
Λι.
229
ἀλλ’εὖ μὲν ἵγμεθ’, εὖ δὲ προσφωνούμεθα,
230
γύναι, κατ’ἔργου κτῆσιν · ἄνδρα γὰρ καλῶς
231
πράσσοντ’ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.
Δηιανειρα
Δη.
Δη.
232
φίλτατ’ἀνδρῶν, πρῶθ’ πρῶτα βούλομαι
233
δίδαξον, εἰ ζῶνθ’Ἡρακλῆ προσδέξομαι.
Λιχας
Λι.
Λι.
234
ἔγωγέ τοι σφ’ἔλειπον ἰσχύοντάτε
235
καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν.
Δηιανειρα
Δη.
Δη.
236
ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε.
Λιχας
Λι.
Λι.
237
ἀκτή τις ἔστ’Εὐβοιίς, ἔνθ’ὁρίζεται
238
βωμοὺς τέλητ’ἔγκαρπα Κηναίῳ Διί.
Δηιανειρα
Δη.
Δη.
239
εὐκταῖα φαίνων ἀπὸ μαντείας τινός;
Λιχας
Λι.
Λι.
240
εὐχαῖς ὅθ’ᾕρει τῶνδ’ἀνάστατον δορὶ
241
χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.
Δηιανειρα
Δη.
Δη.
242
αὗται δέ, πρὸς θεῶν, τοῦ ποτ’εἰσὶ καὶ τίνες;
243
οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.
Λιχας
Λι.
Λι.
244
ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν
245
ἐξείλεθ’αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν.
Δηιανειρα
Δη.
Δη.
246
κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον
247
χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;
Λιχας
Λι.
Λι.
248
οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον
249
κατείχεθ’, ὥς φησ’αὐτός, οὐκ ἐλεύθερος,
250
ἀλλ’ἐμποληθείς · τοῦ λόγου δ’οὐ χρὴ φθόνον,
251
γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.
252
κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ
253
ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει.
254
χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν
255
ὥσθ’ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν,
256
μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους
257
ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.
258
κοὐχ ἡλίωσε τοὔπος, ἀλλ’ὅθ’ἁγνὸς ἦν,
259
στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν
260
τὴν Εὐρυτείαν. τόνδε γὰρ μεταίτιον
261
μόνον βροτῶν ἔφασκε τοῦδ’εἶναι πάθους ·
262
ὃς αὐτὸν ἐλθόντ’ἐς δόμους ἐφέστιον,
263
ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις
264
ἐπερρόθησε, πολλὰ δ’ἀτηρᾷ φρενί,
265
λέγων χεροῖν μὲν ὡς ἄφυκτ’ἔχων βέλη
266
τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,
267
φωνεῖ δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου
268
ῥαίοιτο · δείπνοις δ’ἡνίκ’ἦν ᾠνωμένος,
269
ἔρριψεν ἐκτὸς αὐτόν. ὧν ἔχων χόλον,
270
ὡς ἵκετ’αὖθις Ἴφιτος Τιρυνθίαν
271
πρὸς κλιτύν, ἵππους νομάδας ἐξιχνοσκοπῶν,
272
τότ’ἄλλοσ’αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦν
273
ἔχοντ’, ἀπ’ἄκρας ἧκε πυργώδους πλακός.
274
ἔργου δ’ἕκατι τοῦδε μηνίσας ἄναξ
275
τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος
276
πρατόν νιν ἐξέπεμψεν οὐ δ’ἠνέσχετο,
277
ὁθούνεκ’αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ
278
ἔκτεινεν · εἰ γὰρ ἐμφανῶς ἠμύνατο,
279
Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ ·
280
ὕβριν γὰρ οὐ στέργουσιν οὐ δὲ δαίμονες.
281
κεῖνοι δ’ὑπερχλίοντες ἐκ γλώσσης κακῆς
282
αὐτοὶ μὲν Ἅιδου πάντες εἴσ’οἰκήτορες,
283
πόλις δὲ δούλη · τάσδε δ’ἅσπερ εἰσορᾷς
284
ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον
285
χωροῦσι πρὸς σέ · ταῦτα γὰρ πόσιςτε σὸς
286
ἐφεῖτ’, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.
287
αὐτὸν δ’ἐκεῖνον, εὖτ’ἂν ἁγνὰ θύματα
288
ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,
289
φρόνει νιν ὡς ἥξοντα · τοῦτο γὰρ λόγου
290
πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν.
Χορος
Χο.
Χο.
291
ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ,
292
τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.
Δηιανειρα
Δη.
Δη.
293
πῶς δ’οὐκ ἐγὼ χαίροιμ’ἄν, ἀνδρὸς εὐτυχῆ
294
κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;
295
πολλή ’στ’ἀνάγκη τῇδε τοῦτο συντρέχειν.
296
ὅμως δ’ἔνεστι τοῖσιν εὖ σκοπουμένοις
297
ταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτε.
298
ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι,
299
ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης
300
χώρας ἀοίκους ἀπάτοράςτ’ἀλωμένας,
301
αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως
302
ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.
303
Ζεῦ τροπαῖε, μή ποτ’εἰσίδοιμί σε
304
πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,
305
μη δ’, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι.
306
οὕτως ἐγὼ δέδοικα τάσδ’ὁρωμένη.
307
δυστάλαινα, τίς ποτ’εἶ νεανίδων;
308
ἄνανδρος τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσιν
309
πάντων ἄπειρος τῶνδε, γενναία δέ τις.
310
Λίχα, τίνος ποτ’ἐστὶν ξένη βροτῶν;
311
τίς τεκοῦσα, τίς δ’ φιτύσας πατήρ;
312
ἔξειπ’· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα
313
βλέπουσ’, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.
Λιχας
Λι.
Λι.
314
τί δ’οἶδ’ἐγώ, τί δ’ἄν με καὶ κρίνοις; ἴσως
315
γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις.
Δηιανειρα
Δη.
Δη.
316
μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;
Λιχας
Λι.
Λι.
317
οὐκ οἶδα · καὶ γὰρ οὐ δ’ἀνιστόρουν μακράν.
Δηιανειρα
Δη.
Δη.
318
οὐ δ’ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;
Λιχας
Λι.
Λι.
319
ἥκιστα · σιγῇ τοὐμὸν ἔργον ἤνυτον.
Δηιανειρα
Δη.
Δη.
320
εἴπ’, τάλαιν’, ἀλλ’ἡμὶν ἐκ σαυτῆς, ἐπεὶ
321
καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γ’ἥτις εἶ.
Λιχας
Λι.
Λι.
322
οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου
323
χρόνῳ διήσει γλῶσσαν, ἥτις οὐδαμὰ
324
προύφηνεν οὔτε μείζον’οὔτ’ἐλάσσονα,
325
ἀλλ’αἰὲν ὠδίνουσα συμφορᾶς βάρος
326
δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν
327
διήνεμον λέλοιπεν · δέ τοι τύχη
328
κακὴ μὲν αὐτῇ γ’, ἀλλὰ συγγνώμην ἔχει.
Δηιανειρα
Δη.
Δη.
329
δ’οὖν ἐάσθω, καὶ πορευέσθω στέγας
330
οὕτως ὅπως ἥδιστα, μη δὲ πρὸς κακοῖς
331
τοῖς οὖσιν ἄλλην πρός γ’ἐμοῦ λύπην λάβοι ·
332
ἅλις γὰρ παροῦσα. πρὸς δὲ δώματα
333
χωρῶμεν ἤδη πάντες, ὡς σύθ’οἷ θέλεις
334
σπεύδῃς, ἐγώτε τἄνδον ἐξαρκῆ τιθῶ.
Αγγελος
Αγ.
Αγ.
335
αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασ’, ὅπως
336
μάθῃς ἄνευ τῶνδ’, οὕστινάςτ’ἄγεις ἔσω,
337
ὧντ’οὐδὲν εἰσήκουσας ἐκμάθῃς δεῖ ·
338
τούτων ἔχω γὰρ πάντ’ἐπιστήμην ἐγώ.
Δηιανειρα
Δη.
Δη.
339
τί δ’ἐστί; τοῦ με τήνδ’ἐφίστασαι βάσιν;
Αγγελος
Αγ.
Αγ.
340
σταθεῖσ’ἄκουσον · καὶ γὰρ οὐ δὲ τὸν πάρος
341
μῦθον μάτην ἤκουσας, οὐ δὲ νῦν δοκῶ.
Δηιανειρα
Δη.
Δη.
342
πότερον ἐκείνους δῆτα δεῦρ’αὖθις πάλιν
343
καλῶμεν, ’μοὶ ταῖσδέτ’ἐξειπεῖν θέλεις;
Αγγελος
Αγ.
Αγ.
344
σοὶ ταῖσδέτ’οὐδὲν εἴργεται, τούτους δ’ἔα.
Δηιανειρα
Δη.
Δη.
345
καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω.
Αγγελος
Αγ.
Αγ.
346
ἁνὴρ ὅδ’οὐδὲν ὧν ἔλεξεν ἀρτίως
347
φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλ’ νῦν κακὸς
348
πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.
Δηιανειρα
Δη.
Δη.
349
τί φής; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς.
350
μὲν γὰρ ἐξείρηκας ἀγνοία μ’ἔχει.
Αγγελος
Αγ.
Αγ.
351
τούτου λέγοντος τἀνδρὸς εἰσήκουσ’ἐγώ,
352
πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης
353
ταύτης ἕκατι κεῖνος Εὔρυτόνθ’ἕλοι
354
τήνθ’ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν
355
μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε,
356
οὐ τἀπὶ Λυδοῖς οὐ δ’ὑπ’Ὀμφάλῃ πόνων
357
λατρεύματ’οὐ δ’ ῥιπτὸς Ἰφίτου μόρος ·
358
ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.
359
ἀλλ’ἡνίκ’οὐκ ἔπειθε τὸν φυτοσπόρον
360
τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος,
361
ἔγκλημα μικρὸν αἰτίανθ’ἑτοιμάσας
362
ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν
363
τὸν Εὔρυτον τόνδ’εἶπε δεσπόζειν θρόνων,
364
κτείνειτ’ἄνακτα πατέρα τῆσδε καὶ πόλιν
365
ἔπερσε. καὶ νῦν, ὡς ὁρᾷς, ἥκει δόμους
366
ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι,
367
οὐ δ’ὥστε δούλην · μη δὲ προσδόκα τόδε ·
368
οὐ δ’εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ.
369
ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,
370
δέσποιν’, τοῦδε τυγχάνω μαθὼν πάρα.
371
καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων
372
ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί,
373
ὥστ’ἐξελέγχειν · εἰ δὲ μὴ λέγω φίλα,
374
οὐχ ἥδομαι, τὸ δ’ὀρθὸν ἐξείρηχ’ὅμως.
Δηιανειρα
Δη.
Δη.
375
οἴμοι τάλαινα, ποῦ ποτ’εἰμὶ πράγματος;
376
τίν’εἰσδέδεγμαι πημονὴν ὑπόστεγον
377
λαθραῖον; δύστηνος · ἆρ’ἀνώνυμος
378
πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;
Αγγελος
Αγ.
Αγ.
379
κάρτα λαμπρὰ καὶ κατ’ὄνομα καὶ φύσιν,
380
πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ
381
Ἰόλη ’καλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ
382
βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.
Χορος
Χο.
Χο.
383
ὄλοιντο μή τι πάντες οἱ κακοί, τὰ δὲ
384
λαθραῖ’ὃς ἀσκεῖ μὴ πρέποντ’αὐτῷ κακά.
Δηιανειρα
Δη.
Δη.
385
τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις
386
τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.
Χορος
Χο.
Χο.
387
πεύθου μολοῦσα τἀνδρός, ὡς τάχ’ἂν σαφῆ
388
λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.
Δηιανειρα
Δη.
Δη.
389
ἀλλ’εἶμι · καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.
Αγγελος
Αγ.
Αγ.
390
ἡμεῖς δὲ προσμένωμεν; τί χρὴ ποεῖν;
Δηιανειρα
Δη.
Δη.
391
μίμν’, ὡς ὅδ’ἀνὴρ οὐκ ἐμῶν ὑπ’ἀγγέλων,
392
ἀλλ’αὐτόκλητος ἐκ δόμων πορεύεται.
Λιχας
Λι.
Λι.
393
τί χρή, γύναι, μολόντα μ’Ἡρακλεῖ λέγειν;
394
δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ.
Δηιανειρα
Δη.
Δη.
395
ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν
396
ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.
Λιχας
Λι.
Λι.
397
ἀλλ’εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμ’ἐγώ.
Δηιανειρα
Δη.
Δη.
398
καὶ τὸ πιστὸν τῆς ἀληθείας νεμεῖς;
Λιχας
Λι.
Λι.
399
ἴστω μέγας Ζεύς, ὧν γ’ἂν ἐξειδὼς κυρῶ.
Δηιανειρα
Δη.
Δη.
400
τίς γυνὴ δῆτ’ἐστὶν ἣν ἥκεις ἄγων;
Λιχας
Λι.
Λι.
401
Εὐβοιίς · ὧν δ’ἔβλαστεν οὐκ ἔχω λέγειν.
Αγγελος
Αγ.
Αγ.
402
οὗτος, βλέφ’ὧδε · πρὸς τίν’ἐννέπειν δοκεῖς;
Λιχας
Λι.
Λι.
403
σὺ δ’εἰς τί δή με τοῦτ’ἐρωτήσας ἔχεις;
Αγγελος
Αγ.
Αγ.
404
τόλμησον εἰπεῖν, εἰ φρονεῖς, σ’ἱστορῶ.
Λιχας
Λι.
Λι.
405
πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως
406
κόρην δάμαρτάθ’Ἡρακλέους, εἰ μὴ κυρῶ
407
λεύσσων μάταια, δεσπότιντε τὴν ἐμήν.
Αγγελος
Αγ.
Αγ.
408
τοῦτ’αὔτ’ἔχρῃζον, τοῦτό σου μαθεῖν · λέγεις
409
δέσποιναν εἶναι τήνδε σήν;
Λιχας
Λι.
Λι.
409b
δίκαια γάρ.
Αγγελος
Αγ.
Αγ.
410
τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην,
411
ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;
Λιχας
Λι.
Λι.
412
πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;
Αγγελος
Αγ.
Αγ.
413
οὐδέν · σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.
Λιχας
Λι.
Λι.
414
ἄπειμι · μῶρος δ’ πάλαι κλύων σέθεν.
Αγγελος
Αγ.
Αγ.
415
οὔ, πρίν γ’ἂν εἴπῃς ἱστορούμενος βραχύ.
Λιχας
Λι.
Λι.
416
λέγ’, εἴ τι χρῄζεις · καὶ γὰρ οὐ σιγηλὸς εἶ.
Αγγελος
Αγ.
Αγ.
417
τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου;
Λιχας
Λι.
Λι.
418
φημί · πρὸς τί δ’ἱστορεῖς;
Αγγελος
Αγ.
Αγ.
419
οὔκουν σὺ ταύτην, ἣν ὑπ’ἀγνοίας ὁρᾷς,
420
Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν;
Λιχας
Λι.
Λι.
421
ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν
422
σοὶ μαρτυρήσει ταῦτ’ἐμοῦ κλύειν πάρα;
Αγγελος
Αγ.
Αγ.
423
πολλοῖσιν ἀστῶν · ἐν μέσῃ Τραχινίων
424
ἀγορᾷ πολύς σου ταῦτά γ’εἰσήκουσ’ὄχλος.
Λιχας
Λι.
Λι.
425
κλύειν γ’ἔφασκον · ταὐτὸ δ’οὐχὶ γίγνεται
426
δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.
Αγγελος
Αγ.
Αγ.
427
ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων
428
δάμαρτ’ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;
Λιχας
Λι.
Λι.
429
ἐγὼ δάμαρτα; πρὸς θεῶν, φράσον, φίλη
430
δέσποινα, τόνδε τίς ποτ’ἐστὶν ξένος.
Αγγελος
Αγ.
Αγ.
431
ὃς σοῦ παρὼν ἤκουσεν, ὡς ταύτης πόθῳ
432
πόλις δαμείη πᾶσα, κοὐχ Λυδία
433
πέρσειεν αὐτήν, ἀλλ’ τῆσδ’ἔρως φανείς.
Λιχας
Λι.
Λι.
434
ἅνθρωπος, δέσποιν’, ἀποστήτω · τὸ γὰρ
435
νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος.
Δηιανειρα
Δη.
Δη.
436
μή, πρός σε τοῦ κατ’ἄκρον Οἰταῖον νάπος
437
Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.
438
οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ
439
οὐ δ’ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτι
440
χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί.
441
Ἔρωτι μέν νυν ὅστις ἀντανίσταται
442
πύκτης ὅπως ἐς χεῖρας, οὐ καλῶς φρονεῖ ·
443
οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει,
444
κἀμοῦ γε · πῶς δ’οὐ χἀτέρας οἵας γ’ἐμοῦ;
445
ὥστ’εἴ τι τὠμῷτ’ἀνδρὶ τῇδε τῇ νόσῳ
446
ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι,
447
τῇδε τῇ γυναικὶ τῇ μεταιτίᾳ
448
τοῦ μηδὲν αἰσχροῦ μη δ’ἐμοὶ κακοῦ τινος.
449
οὐκ ἔστι ταῦτ’· ἀλλ’εἰ μὲν ἐκ κείνου μαθὼν
450
ψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις.
451
εἰ δ’αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν
452
θέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός.
453
ἀλλ’εἰπὲ πᾶν τἀληθές · ὡς ἐλευθέρῳ
454
ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή.
455
ὅπως δὲ λήσεις, οὐ δὲ τοῦτο γίγνεται ·
456
πολλοὶ γὰρ οἷς εἴρηκας, οἳ φράσουσ’ἐμοί.
457
κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ
458
τὸ μὴ πυθέσθαι, τοῦτό μ’ἀλγύνειεν ἄν ·
459
τὸ δ’εἰδέναι τί δεινόν; οὐχὶ χἀτέρας
460
πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή;
461
κοὔπω τις αὐτῶν ἔκ γ’ἐμοῦ λόγον κακὸν
462
ἠνέγκατ’οὐ δ’ὄνειδος · ἥδετ’οὐ δ’ἂν εἰ
463
κάρτ’ἐντακείη τῷ φιλεῖν, ἐπεί σφ’ἐγὼ
464
ᾤκτιρα δὴ μάλιστα προσβλέψασ’, ὅτι
465
τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν,
466
καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος
467
ἔπερσε κἀδούλωσεν. ἀλλὰ ταῦτα μὲν
468
ῥείτω κατ’οὖρον · σοὶ δ’ἐγὼ φράζω κακὸν
469
πρὸς ἄλλον εἶναι, πρὸς δ’ἔμ’ἀψευδεῖν ἀεί.
Χορος
Χο.
Χο.
470
πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ
471
γυναικὶ τῇδε κἀπ’ἐμοῦ κτήσει χάριν.
Λιχας
Λι.
Λι.
472
ἀλλ’, φίλη δέσποιν’, ἐπεί σε μανθάνω
473
θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,
474
πᾶν σοι φράσω τἀληθὲς οὐ δὲ κρύψομαι.
475
ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει.
476
ταύτης δεινὸς ἵμερός ποθ’Ἡρακλῆ
477
διῆλθε, καὶ τῆσδ’εἵνεχ’ πολύφθορος
478
καθῃρέθη πατρῷος Οἰχαλία δόρει.
479
καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,
480
οὔτ’εἶπε κρύπτειν οὔτ’ἀπηρνήθη ποτέ,
481
ἀλλ’αὐτός, δέσποινα, δειμαίνων τὸ σὸν
482
μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,
483
ἥμαρτον, εἴ τι τήνδ’ἁμαρτίαν νέμεις.
484
ἐπεί γε μὲν δὴ πάντ’ἐπίστασαι λόγον,
485
κείνουτε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν
486
καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους,
487
οὓς εἶπας ἐς τήνδ’, ἐμπέδως εἰρηκέναι ·
488
ὡς τἄλλ’ἐκεῖνος πάντ’ἀριστεύων χεροῖν
489
τοῦ τῆσδ’ἔρωτος εἰς ἅπανθ’ἥσσων ἔφυ.
Δηιανειρα
Δη.
Δη.
490
ἀλλ’ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν,
491
κοὔτοι νόσον γ’ἐπακτὸν ἐξαρούμεθα,
492
θεοῖσι δυσμαχοῦντες. ἀλλ’εἴσω στέγης
493
χωρῶμεν, ὡς λόγωντ’ἐπιστολὰς φέρῃς,
494
τ’ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,
495
καὶ ταῦτ’ἄγῃς · κενὸν γὰρ οὐ δίκαιά σε
496
χωρεῖν προσελθόνθ’ὧδε σὺν πολλῷ στόλῳ.
Χορος
Χο.
Χο.
497
μέγα τι σθένος Κύπρις, ἐκφέρεται νίκας ἀεί.
498
καὶ τὰ μὲν θεῶν
500
παρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω,
501
οὐ δὲ τὸν ἔννυχον Ἅιδαν
502
Ποσειδάωνα τινάκτορα γαίας ·
503
ἀλλ’ἐπὶ τάνδ’ἄρ’ἄκοιτιν
504
τίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων,
505
τίνες πάμπληκτα παγκόνιτάτ’ἐξῆλθον ἄεθλ’ἀγώνων;
507
μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου
508
φάσμα ταύρου,
510
Ἀχελῷος ἀπ’Οἰνιαδᾶν, δὲ Βακχίας ἀπὸ
511
ἦλθε παλίντονα Θήβας
512
τόξα καὶ λόγχας ῥόπαλόντε τινάσσων,
513
παῖς Διός · οἳ τότ’ἀολλεῖς
514
ἴσαν ἐς μέσον ἱέμενοι λεχέων ·
515
μόνα δ’εὔλεκτρος ἐν μέσῳ Κύπρις ῥαβδονόμει ξυνοῦσα.
517
τότ’ἦν χερός, ἦν δὲ τόξων πάταγος,
518
ταυρείωντ’ἀνάμιγδα κεράτων ·
520
ἦν δ’ἀμφίπλεκτοι κλίμακες,
521
ἦν δὲ μετώπων ὀλόεντα
522
πλήγματα, καὶ στόνος ἀμφοῖν.
523
δ’εὐῶπις ἁβρὰ
524
τηλαυγεῖ παρ’ὄχθῳ
525
ἧστο, τὸν ὃν προσμένουσ’ἀκοίταν.
526
ἐγὼ δὲ θατὴρ μὲν οἷα φράζω ·
527
τὸ δ’ἀμφινείκητον ὄμμα νύμφας
528
ἐλεινὸν ἀμμένει ·
529
κἀπὸ ματρὸς ἄφαρ βέβακεν,
530
ὥστε πόρτις ἐρήμα.
Δηιανειρα
Δη.
Δη.
531
ἦμος, φίλαι, κατ’οἶκον ξένος θροεῖ
532
ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπ’ἐξόδῳ,
533
τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ,
534
τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην,
535
τὰ δ’οἷα πάσχω συγκατοικτιουμένη.
536
κόρην γάρ, οἶμαι δ’οὐκέτ’, ἀλλ’ἐζευγμένην,
537
παρεισδέδεγμαι φόρτον ὥστε ναυτίλος,
538
λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός.
539
καὶ νῦν δύ’οὖσαι μίμνομεν μιᾶς ὑπὸ
540
χλαίνης ὑπαγκάλισμα. τοιάδ’Ἡρακλῆς,
541
πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος,
542
οἰκούρι’ἀντέπεμψε τοῦ μακροῦ χρόνου.
543
ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι
544
νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ ·
545
τὸ δ’αὖ ξυνοικεῖν τῇδ’ὁμοῦ τίς ἂν γυνὴ
546
δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;
547
ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω,
548
τὴν δὲ φθίνουσαν · ὧν ἀφαρπάζειν φιλεῖ
549
ὀφθαλμὸς ἄνθος, τῶν δ’ὑπεκτρέπει πόδα.
550
ταῦτ’οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς
551
ἐμὸς καλῆται, τῆς νεωτέρας δ’ἀνήρ.
552
ἀλλ’οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸν
553
γυναῖκα νοῦν ἔχουσαν · δ’ἔχω, φίλαι,
554
λυτήριον λώφημα, τῇδ’ὑμῖν φράσω.
555
ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲ
556
θηρός, λέβητι χαλκέῳ κεκρυμμένον,
557
παῖς ἔτ’οὖσα τοῦ δασυστέρνου παρὰ
558
Νέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην,
559
ὃς τὸν βαθύρρουν ποταμὸν Εὔηνον βροτοὺς
560
μισθοῦ ’πόρευε χερσίν, οὔτε πομπίμοις
561
κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς.
562
ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον
563
ξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην,
564
φέρων ἐπ’ὤμοις, ἡνίκ’ μέσῳ πόρῳ,
565
ψαύει ματαίαις χερσίν · ἐκ δ’ἤυσ’ἐγώ,
566
χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖν
567
ἧκεν κομήτην ἰόν · ἐς δὲ πλεύμονας
568
στέρνων διερροίζησεν. ἐκθνῄσκων δ’ θὴρ
569
τοσοῦτον εἶπε · παῖ γέροντος Οἰνέως,
570
τοσόνδ’ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ,
571
πορθμῶν, ὁθούνεχ’ὑστάτην σ’ἔπεμψ’ἐγώ ·
572
ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν
573
σφαγῶν ἐνέγκῃ χερσίν, μελαγχόλους
574
ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας,
575
ἔσται φρενός σοι τοῦτο κηλητήριον
576
τῆς Ἡρακλείας, ὥστε μήτιν’εἰσιδὼν
577
στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.
578
τοῦτ’ἐννοήσασ’, φίλαι, δόμοις γὰρ ἦν
579
κείνου θανόντος ἐγκεκλῃμένον καλῶς,
580
χιτῶνα τόνδ’ἔβαψα, προσβαλοῦσ’ὅσα
581
ζῶν κεῖνος εἶπε · καὶ πεπείρανται τάδε.
582
κακὰς δὲ τόλμας μήτ’ἐπισταίμην ἐγὼ
583
μήτ’ἐκμάθοιμι, τάςτε τολμώσας στυγῶ ·
584
φίλτροις δ’ἐάν πως τήνδ’ὑπερβαλώμεθα
585
τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφ’Ἡρακλεῖ,
586
μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ
587
πράσσειν μάταιον · εἰ δὲ μή, πεπαύσομαι.
Χορος
Χο.
Χο.
588
ἀλλ’εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις,
589
δοκεῖς παρ’ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς.
Δηιανειρα
Δη.
Δη.
590
οὕτως ἔχει γ’ πίστις, ὡς τὸ μὲν δοκεῖν
591
ἔνεστι, πείρᾳ δ’οὐ προσωμίλησά πω ·
Χορος
Χο.
Χο.
592
ἀλλ’εἰδέναι χρὴ δρῶσαν, ὡς οὐ δ’εἰ δοκεῖς
593
ἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.
Δηιανειρα
Δη.
Δη.
594
ἀλλ’αὐτίκ’εἰσόμεσθα, τόνδε γὰρ βλέπω
595
θυραῖον ἤδη · διὰ τάχους δ’ἐλεύσεται.
596
μόνον παρ’ὑμῶν εὖ στεγοίμεθ’· ὡς σκότῳ
597
κἂν αἰσχρὰ πράσσῃς, οὔποτ’αἰσχύνῃ πεσεῖ.
Λιχας
Λι.
Λι.
598
τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως,
599
ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.
Δηιανειρα
Δη.
Δη.
600
ἀλλ’αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα,
601
ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις,
602
ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον,
603
δώρημ’ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.
604
διδοὺς δὲ τόνδε φράζ’ὅπως μηδεὶς βροτῶν
605
κείνου πάροιθεν ἀμφιδύσεται χροΐ,
606
μη δ’ὄψεταί νιν μήτε φέγγος ἡλίου
607
μήθ’ἕρκος ἱερὸν μήτ’ἐφέστιον σέλας,
608
πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς
609
δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.
610
οὕτω γὰρ ηὔγμην, εἴ ποτ’αὐτὸν ἐς δόμους
611
ἴδοιμι σωθέντ’ κλύοιμι πανδίκως,
612
στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς
613
θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.
614
καὶ τῶνδ’ἀποίσεις σῆμ’, κεῖνος εὐμαθὲς
615
σφραγῖδος ἕρκει τῷδ’ἐπὸν μαθήσεται.
616
ἀλλ’ἕρπε, καὶ φύλασσε πρῶτα μὲν νόμον,
617
τὸ μὴ ’πιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν ·
618
ἔπειθ’ὅπως ἂν χάρις κείνουτέ σοι
619
κἀμοῦ ξυνελθοῦσ’ἐξ ἁπλῆς διπλῆ φανῇ.
Λιχας
Λι.
Λι.
620
ἀλλ’εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην
621
βέβαιον, οὔ τι μὴ σφαλῶ γ’ἐν σοί ποτε,
622
τὸ μὴ οὐ τόδ’ἄγγος ὡς ἔχει δεῖξαι φέρων,
623
λόγωντε πίστιν ὧν λέγεις ἐφαρμόσαι.
Δηιανειρα
Δη.
Δη.
624
στείχοις ἂν ἤδη · καὶ γὰρ ἐξεπίστασαι
625
τά γ’ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει.
Λιχας
Λι.
Λι.
626
ἐπίσταμαίτε καὶ φράσω σεσωσμένα.
Δηιανειρα
Δη.
Δη.
627
ἀλλ’οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν
628
προσδέγματ’, αὐτὴν ὡς ἐδεξάμην φίλως.
Λιχας
Λι.
Λι.
629
ὥστ’ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ.
Δηιανειρα
Δη.
Δη.
630
τί δῆτ’ἂν ἄλλο γ’ἐννέποις; δέδοικα γὰρ
631
μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ,
632
πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα.
Χορος
Χο.
Χο.
633
ναύλοχα καὶ πετραῖα
634
θερμὰ λουτρὰ καὶ πάγους
635
Οἴτας παραναιετάοντες, οἵτε μέσσαν Μηλίδα πὰρ λίμναν
636
χρυσαλακάτουτ’ἀκτὰν κόρας,
637
ἔνθ’Ἑλλάνων ἀγοραὶ
638
Πυλάτιδες κλέονται ·
640
καλλιβόας τάχ’ὑμῖν
641
αὐλὸς οὐκ ἀναρσίαν
642
ἀχῶν καναχὰν ἐπάνεισιν, ἀλλὰ θείας ἀντίλυρον μούσας.
643
γὰρ Διὸς Ἀλκμήνας κόρος
645
σοῦται πάσας ἀρετᾶς
646
λάφυρ’ἔχων ἐπ’οἴκους ·
647
ὃν ἀπόπτολιν εἴχομεν παντᾷ,
648
δυοκαιδεκάμηνον ἀμμένουσαι
649
χρόνον, πελάγιον, ἴδριες οὐδέν ·
650
δέ οἱ φίλα δάμαρ
651
τάλαιναν δυστάλαινα καρδίαν
652
πάγκλαυτος αἰὲν ὤλλυτο ·
653
νῦν δ’Ἄρης οἰστρηθεὶς
654
ἐξέλυσ’ἐπίπονον ἁμέραν.
655
ἀφίκοιτ’ἀφίκοιτο · μὴ σταίη
656
πολύκωπον ὄχημα ναὸς αὐτῷ,
657
πρὶν τάνδε πρὸς πόλιν ἀνύσειε,
658
νασιῶτιν ἑστίαν
659
ἀμείψας, ἔνθα κλῄζεται θυτήρ ·
660
ὅθεν μόλοι πανίμερος,
661
τᾶς πειθοῦς παγχρίστῳ
662
συγκραθεὶς ἐπὶ προφάσει φάρους.
Δηιανειρα
Δη.
Δη.
663
γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρω
664
πεπραγμέν’ μοι πάνθ’ὅσ’ἀρτίως ἔδρων.
Χορος
Χο.
Χο.
665
τί δ’ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως;
Δηιανειρα
Δη.
Δη.
666
οὐκ οἶδ’· ἀθυμῶ δ’, εἰ φανήσομαι τάχα
667
κακὸν μέγ’ἐκπράξασ’ἀπ’ἐλπίδος καλῆς.
Χορος
Χο.
Χο.
668
οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων;
Δηιανειρα
Δη.
Δη.
669
μάλιστά γ’, ὥστε μήποτ’ἂν προθυμίαν
670
ἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν.
Χορος
Χο.
Χο.
671
δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβεῖ.
Δηιανειρα
Δη.
Δη.
672
τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω,
673
γυναῖκες, ὑμῖν θαῦμ’ἀνέλπιστον μαθεῖν.
674
γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίως
675
ἔχριον, ἀργὴς οἰὸς εὐέρου πόκος,
676
τοῦτ’ἠφάνισται διάβορον πρὸς οὐδενὸς
677
τῶν ἔνδον, ἀλλ’ἐδεστὸν ἐξ αὑτοῦ φθίνει,
678
καὶ ψῇ κατ’ἄκρας σπιλάδος · ὡς δ’εἰδῇς ἅπαν,
679
τοῦτ’ἐπράχθη, μείζον’ἐκτενῶ λόγον.
680
ἐγὼ γὰρ ὧν θήρ με Κένταυρος, πονῶν
681
πλευρὰν πικρᾷ γλωχῖνι, προυδιδάξατο
682
παρῆκα θεσμῶν οὐδέν, ἀλλ’ἐσῳζόμην
683
χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν.
684
καί μοι τάδ’ἦν πρόρρητα καὶ τοιαῦτ’ἔδρων ·
685
τὸ φάρμακον τοῦτ’ἄπυρον ἀκτῖνόςτ’ἀεὶ
686
θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ,
687
ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που.
688
κἄδρων τοιαῦτα. νῦν δ’, ὅτ’ἦν ἐργαστέον,
689
ἔχρισα μὲν κατ’οἶκον ἐν δόμοις κρυφῇ
690
μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην,
691
κἄθηκα συμπτύξασ’ἀλαμπὲς ἡλίου
692
κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.
693
εἴσω δ’ἀποστείχουσα δέρκομαι φάτιν
694
ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.
695
τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως
696
τῆς οἰός, προύχριον, ἐς μέσην φλόγα,
697
ἀκτῖν’ἐς ἡλιῶτιν · ὡς δ’ἐθάλπετο,
698
ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί,
699
μορφῇ μάλιστ’εἰκαστὸν ὥστε πρίονος
700
ἐκβρώματ’ἂν βλέψειας ἐν τομῇ ξύλου.
701
τοιόνδε κεῖται προπετές · ἐκ δὲ γῆς, ὅθεν
702
προύκειτ’, ἀναζέουσι θρομβώδεις ἀφροί,
703
γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ
704
χυθέντος εἰς γῆν Βακχίας ἀπ’ἀμπέλου.
705
ὥστ’οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω ·
706
ὁρῶ δέ μ’ἔργον δεινὸν ἐξειργασμένην.
707
πόθεν γὰρ ἄν ποτ’, ἀντὶ τοῦ θνῄσκων θὴρ
708
ἐμοὶ παρέσχ’εὔνοιαν, ἧς ἔθνῃσχ’ὕπερ;
709
οὐκ ἔστιν, ἀλλὰ τὸν βαλόντ’ἀποφθίσαι
710
χρῄζων ἔθελγέ μ’· ὧν ἐγὼ μεθύστερον,
711
ὅτ’οὐκέτ’ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.
712
μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι
713
γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ ·
714
τὸν γὰρ βαλόντ’ἄτρακτον οἶδα καὶ θεὸν
715
Χείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ,
716
φθείρει τὰ πάντα κνώδαλ’· ἐκ δὲ τοῦδ’ὅδε
717
σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας
718
πῶς οὐκ ὀλεῖ καὶ τόνδε; δόξῃ γοῦν ἐμῇ.
719
καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται,
720
ταύτῃ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα ·
721
ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν,
722
ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι.
Χορος
Χο.
Χο.
723
ταρβεῖν μὲν ἔργα δείν’ἀναγκαίως ἔχει,
724
τὴν δ’ἐλπίδ’οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.
Δηιανειρα
Δη.
Δη.
725
οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν
726
οὐ δ’ἐλπίς, ἥτις καὶ θράσος τι προξενεῖ.
Χορος
Χο.
Χο.
727
ἀλλ’ἀμφὶ τοῖς σφαλεῖσι μὴ ’ξ ἑκουσίας
728
ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει.
Δηιανειρα
Δη.
Δη.
729
τοιαῦτα δ’ἂν λέξειεν οὐχ τοῦ κακοῦ
730
κοινωνός, ἀλλ’ μηδέν ἐστ’οἴκοι βαρύ.
Χορος
Χο.
Χο.
731
σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον,
732
εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς · ἐπεὶ
733
πάρεστι, μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο.
Υλλος
Υλ.
Υλ.
734
μῆτερ, ὡς ἂν ἐκ τριῶν σ’ἓν εἱλόμην,
735
μηκέτ’εἶναι ζῶσαν, σεσωσμένην
736
ἄλλου κεκλῆσθαι μητέρ’, λῴους φρένας
737
τῶν νῦν παρουσῶν τῶνδ’ἀμείψασθαί ποθεν.
Δηιανειρα
Δη.
Δη.
738
τί δ’ἐστίν, παῖ, πρός γ’ἐμοῦ στυγούμενον;
Υλλος
Υλ.
Υλ.
739
τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δ’ἐμὸν λέγω
740
πατέρα, κατακτείνασα τῇδ’ἐν ἡμέρᾳ.
Δηιανειρα
Δη.
Δη.
741
οἴμοι, τιν’ἐξήνεγκας, τέκνον, λόγον;
Υλλος
Υλ.
Υλ.
742
ὃν οὐχ οἷόντε μὴ οὐ τελεσθῆναι · τὸ γὰρ
743
φανθὲν τίς ἂν δύναιτ’ἂν ἀγένητον ποεῖν;
Δηιανειρα
Δη.
Δη.
744
πῶς εἶπας, παῖ; τοῦ παρ’ἀνθρώπων μαθὼν
745
ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής;
Υλλος
Υλ.
Υλ.
746
αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν
747
πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.
Δηιανειρα
Δη.
Δη.
748
ποῦ δ’ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;
Υλλος
Υλ.
Υλ.
749
εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.
750
ὅθ’εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν,
751
νίκης ἄγων τροπαῖα κἀκροθίνια,
752
ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρον
753
Κήναιόν ἐστιν, ἔνθα πατρῴῳ Διὶ
754
βωμοὺς ὁρίζει τεμενίαντε φυλλάδα ·
755
οὗ νιν τὰ πρῶτ’ἐσεῖδον ἄσμενος πόθῳ.
756
μέλλοντι δ’αὐτῷ πολυθύτους τεύχειν σφαγὰς
757
κῆρυξ ἀπ’οἴκων ἵκετ’οἰκεῖος Λίχας,
758
τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον ·
759
ὃν κεῖνος ἐνδύς, ὡς σὺ προυξεφίεσο,
760
ταυροκτονεῖ μὲν δώδεκ’ἐντελεῖς ἔχων
761
λείας ἀπαρχὴν βοῦς · ἀτὰρ τὰ πάνθ’ὁμοῦ
762
ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα.
763
καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί,
764
κόσμῳτε χαίρων καὶ στολῇ, κατηύχετο ·
765
ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετο
766
φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός,
767
ἱδρὼς ἀνῄει χρωτί, καὶ προσπτύσσεται
768
πλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος,
769
χιτὼν ἅπαν κατ’ἄρθρον · ἦλθε δ’ὀστέων
770
ἀδαγμὸς ἀντίσπαστος · εἶτα φοινίας
771
ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο.
772
ἐνταῦθα δὴ ’βόησε τὸν δυσδαίμονα
773
Λίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ,
774
ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον ·
775
δ’οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνης
776
δώρημ’ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον.
777
κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος
778
σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο,
779
μάρψας ποδός νιν, ἄρθρον λυγίζεται,
780
ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν ·
781
κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου
782
κρατὸς διασπαρέντος αἵματόςθ’ὁμοῦ.
783
ἅπας δ’ἀνηυφήμησεν οἰμωγῇ λεώς,
784
τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου ·
785
κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν.
786
ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος,
787
βοῶν, ἰύζων · ἀμφὶ δ’ἐκτύπουν πέτραι,
788
Λοκρῶντ’ὄρειοι πρῶνες Εὐβοίαςτ’ἄκραι.
789
ἐπεὶ δ’ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶ
790
ῥίπτων ἑαυτόν, πολλὰ δ’οἰμωγῇ βοῶν,
791
τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος
792
σοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμον
793
οἷον κατακτήσαιτο λυμαντὴν βίου,
794
τότ’ἐκ προσέδρου λιγνύος διάστροφον
795
ὀφθαλμὸν ἄρας εἶδέ μ’ἐν πολλῷ στρατῷ
796
δακρυρροοῦντα, καί με προσβλέψας καλεῖ ·
797
παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν,
798
μη δ’εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί ·
799
ἀλλ’ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς
800
ἐνταῦθ’ὅπου με μή τις ὄψεται βροτῶν ·
801
εἰ δ’οἶκτον ἴσχεις, ἀλλά μ’ἔκ γε τῆσδε γῆς
802
πόρθμευσον ὡς τάχιστα, μη δ’αὐτοῦ θάνω.
803
τοσαῦτ’ἐπισκήψαντος, ἐν μέσῳ σκάφει
804
θέντες σφε πρὸς γῆν τήνδ’ἐκέλσαμεν μόλις
805
βρυχώμενον σπασμοῖσι · καί νιν αὐτίκα
806
ζῶντ’ἐσόψεσθ’ τεθνηκότ’ἀρτίως.
807
τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασ’ἐμῷ
808
καὶ δρῶσ’ἐλήφθης, ὧν σε ποίνιμος Δίκη
809
τίσαιτ’Ἐρινύςτ’. εἰ θέμις δ’, ἐπεύχομαι ·
810
θέμις δ’, ἐπεί μοι τὴν θέμιν σὺ προύβαλες,
811
πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ
812
κτείνασ’, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.
Χορος
Χο.
Χο.
813
τί σῖγ’ἀφέρπεις; οὐ κάτοισθ’ὁθούνεκα
814
ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ;
Υλλος
Υλ.
Υλ.
815
ἐᾶτ’ἀφέρπειν · οὖρος ὀφθαλμῶν ἐμῶν
816
αὐτῇ γένοιτ’ἄπωθεν ἑρπούσῃ καλός.
817
ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν
818
μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ;
819
ἀλλ’ἑρπέτω χαίρουσα · τὴν δὲ τέρψιν ἣν
820
τὠμῷ δίδωσι πατρί, τήνδ’αὐτὴ λάβοι.
Χορος
Χο.
Χο.
821
ἴδ’οἷον, παῖδες, προσέμιξεν ἄφαρ
822
τοὔπος τὸ θεοπρόπον ἡμῖν
823
τᾶς παλαιφάτου προνοίας,
824
τ’ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροι
825
δωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων
826
τῷ Διὸς αὐτόπαιδι · καὶ τάδ’ὀρθῶς
827
ἔμπεδα κατουρίζει. πῶς γὰρ ἂν μὴ λεύσσων
830
ἔτι ποτ’ἔτ’ἐπίπονον πόνων ἔχοι θανὼν λατρείαν;
831
εἰ γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳ
832
χρίει δολοποιὸς ἀνάγκα
833
πλευρά, προστακέντος ἰοῦ,
834
ὃν τέκετο θάνατος, ἔτεκε δ’αἰόλος δράκων,
835
πῶς ὅδ’ἂν ἀέλιον ἕτερον τανῦν ἴδοι,
836
δεινοτάτῳ μὲν ὕδρας προστετακὼς
837
φάσματι; μελαγχαίτα δ’ἄμμιγά νιν αἰκίζει
840
Νέσσου ὑποφόνια δολιόμυθα κέντρ’ἐπιζέσαντα.
841
ὧν ἅδ’ τλάμων ἄοκνος μεγάλαν προσορῶσα
842
δόμοισι βλάβαν νέων
843
ἀΐσσουσαν γάμων τὰ μὲν αὐτὰ προσέβαλε, τὰ
844
δ’ἀπ’ἀλλόθρου
845
γνώμας μολόντ’ὀλεθρίαισι συναλλαγαῖς
846
που ὀλοὰ στένει,
847
που ἀδινῶν χλωρὰν
848
τέγγει δακρύων ἄχναν.
850
δ’ἐρχομένα μοῖρα προφαίνει δολίαν
851
καὶ μεγάλαν ἄταν.
852
ἔρρωγεν παγὰ δακρύων · κέχυται νόσος, πόποι,
853
οἷον ἀναρσίων
854
οὔπω Ἡρακλέους ἀγακλειτὸν ἐπέμολε πάθος οἰκτίσαι.
855
ἰὼ κελαινὰ λόγχα προμάχου δορός,
856
τότε θοὰν νύμφαν
857
ἄγαγες ἀπ’αἰπεινᾶς
858
τάνδ’Οἰχαλίας αἰχμᾷ ·
860
δ’ἀμφίπολος Κύπρις ἄναυδος φανερὰ
861
τῶνδ’ἐφάνη πράκτωρ.
Ημιχοριον 1
Ημ.
Ημ.
863
πότερον ἐγὼ μάταιος, κλύω τινὸς
864
οἴκτου δι’οἴκων ἀρτίως ὁρμωμένου; τί φημι;
Ημιχοριον 2
Ημ.
Ημ.
865
ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆ
866
κωκυτὸν εἴσω, καί τι καινίζει στέγη.
Ημιχοριον
Ημ.
Ημ.
867
ξύνες δὲ
868
τήνδ’ὡς κατηφὴς καὶ συνωφρυωμένη
870
χωρεῖ πρὸς ἡμᾶς γραῖα σημανοῦσά τι.
Τροφος
Τρ.
Τρ.
871
παῖδες, ὡς ἄρ’ἡμὶν οὐ σμικρῶν κακῶν
872
ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον.
Χορος
Χο.
Χο.
873
τί δ’, γεραιά, καινοποιηθὲν λέγεις;
Τροφος
Τρ.
Τρ.
874
βέβηκε Δῃάνειρα τὴν πανυστάτην
875
ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός.
Χορος
Χο.
Χο.
876
οὐ δή ποθ’ὡς θανοῦσα;
Τροφος
Τρ.
Τρ.
876a
πάντ’ἀκήκοας.
Χορος
Χο.
Χο.
877
τέθνηκεν τάλαινα;
Τροφος
Τρ.
Τρ.
877a
δεύτερον κλύεις.
Χορος
Χο.
Χο.
878
τάλαιν’ὀλεθρία · τίνι τρόπῳ θανεῖν σφε φής;
Τροφος
Τρ.
Τρ.
879
σχετλιώτατά γε πρὸς πρᾶξιν.
Χορος
Χο.
Χο.
880
εἰπὲ τῷ μόρῳ,
881
γύναι, ξυντρέχει.
Τροφος
Τρ.
Τρ.
882
αὑτὴν διηΐστωσε.
Χορος
Χο.
Χο.
883
τίς θυμὸς τίνες νόσοι
884
τάνδ’αἰχμᾷ βέλεος κακοῦ ξυνεῖλε; πως ἐμήσατο
885
πρὸς θανάτῳ θάνατον ἀνύσασα μόνα;
Τροφος
Τρ.
Τρ.
886
στονόεντος ἐν τομᾷ σιδάρου.
Χορος
Χο.
Χο.
887
ἐπεῖδες, ματαία, τάνδε τὴν ὕβριν;
Τροφος
Τρ.
Τρ.
888
ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.
Χορος
Χο.
Χο.
890
τίς ἦν; πῶς; φέρ’εἰπέ.
Τροφος
Τρ.
Τρ.
891
αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.
Χορος
Χο.
Χο.
892
τί φωνεῖς;
Τροφος
Τρ.
Τρ.
892a
σαφηνῆ.
Χορος
Χο.
Χο.
893
ἔτεκεν ἔτεκε δὴ μεγάλαν
894
νέορτος ἅδε νύμφα
895
δόμοισι τοῖσδ’ἐρινύν.
Τροφος
Τρ.
Τρ.
896
ἄγαν γε · μᾶλλον δ’, εἰ παροῦσα πλησία
897
ἔλευσσες οἷ’ἔδρασε, κάρτ’ἂν ᾤκτισας.
Χορος
Χο.
Χο.
898
καὶ ταῦτ’ἔτλη τις χεὶρ γυναικεία κτίσαι;
Τροφος
Τρ.
Τρ.
899
δεινῶς γε · πεύσει δ’, ὥστε μαρτυρεῖν ἐμοί.
900
ἐπεὶ γὰρ ἦλθε δωμάτων εἴσω μόνη
901
καὶ παῖδ’ἐν αὐλαῖς εἶδε κοῖλα δέμνια
902
στορνύνθ’, ὅπως ἄψορρον ἀντῴη πατρί,
903
κρύψασ’ἑαυτὴν ἔνθα μή τις εἰσίδοι,
904
βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσ’ὅτι
905
γένοιντ’ἔρημοι, ’κλαιε δ’ὀργάνων ὅτου
906
ψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος ·
907
ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη,
908
εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας,
909
ἔκλαιεν δύστηνος εἰσορωμένη,
910
αὐτὴ τὸν αὑτῆς δαίμον’ἀνακαλουμένη
911
καὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οὐσίας.
912
ἐπεὶ δὲ τῶνδ’ἔληξεν, ἐξαίφνης σφ’ὁρῶ
913
τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην.
914
κἀγὼ λαθραῖον ὄμμ’ἐπεσκιασμένη
915
φρούρουν · ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις
916
τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη.
917
ὅπως δ’ἐτέλεσε τοῦτ’, ἐπενθοροῦσ’ἄνω
918
καθέζετ’ἐν μέσοισιν εὐνατηρίοις,
919
καὶ δακρύων ῥήξασα θερμὰ νάματα
920
ἔλεξεν · λέχητε καὶ νυμφεῖ’ἐμά,
921
τὸ λοιπὸν ἤδη χαίρεθ’, ὡς ἔμ’οὔποτε
922
δέξεσθ’ἔτ’ἐν κοίταισι ταῖσδ’εὐνάτριαν.
923
τοσαῦτα φωνήσασα συντόνῳ χερὶ
924
λύει τὸν αὑτῆς πέπλον, χρυσήλατος
925
προύκειτο μαστῶν περονίς, ἐκ δ’ἐλώπισεν
926
πλευρὰν ἅπασαν ὠλένηντ’εὐώνυμον.
927
κἀγὼ δρομαία βᾶσ’, ὅσονπερ ἔσθενον,
928
τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε.
929
κἀν τὸ κεῖσε δεῦρότ’ἐξορμώμεθα,
930
ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ
931
πλευρὰν ὑφ’ἧπαρ καὶ φρένας πεπληγμένην.
932
ἰδὼν δ’ παῖς ᾤμωξεν · ἔγνω γὰρ τάλας
933
τοὔργον κατ’ὀργὴν ὡς ἐφάψειεν τόδε,
934
ὄψ’ἐκδιδαχθεὶς τῶν κατ’οἶκον οὕνεκα
935
ἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε.
936
κἀνταῦθ’ παῖς δύστηνος οὔτ’ὀδυρμάτων
937
ἐλείπετ’οὐδέν, ἀμφί νιν γοώμενος,
938
οὔτ’ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθεν
939
πλευρὰν παρεὶς ἔκειτο πόλλ’ἀναστένων,
940
ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ,
941
κλαίων ὁθούνεκ’ἐκ δυοῖν ἔσοιθ’ἅμα,
942
πατρόςτ’ἐκείνηςτ’, ὠρφανισμένος βίον.
943
τοιαῦτα τἀνθάδ’ἐστίν · ὥστ’εἴ τις δύο
944
καί τι πλείους ἡμέρας λογίζεται,
945
μάταιός ἐστιν · οὐ γὰρ ἔσθ’ γ’αὔριον,
946
πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν.
Χορος
Χο.
Χο.
947
πότερα πρότερον ἐπιστένω,
948
πότερα μέλεα περαιτέρω,
949
δύσκριτ’ἔμοιγε δυστάνῳ.
950
τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις,
951
τάδε δὲ μένομεν ἐπ’ἐλπίσιν ·
952
κοινὰ δ’ἔχειντε καὶ μέλλειν.
953
εἴθ’ἀνεμόεσσά τις
955
γένοιτ’ἔπουρος ἑστιῶτις αὔρα,
956
ἥτις μ’ἀποικίσειεν ἐκ τόπων, ὅπως
957
τὸν Δῖον ἄλκιμον γόνον
960
μὴ ταρβαλέα θάνοιμι
961
μοῦνον εἰσιδοῦσ’ἄφαρ ·
962
ἐπεὶ ἐν δυσαπαλλάκτοις ὀδύναις
963
χωρεῖν πρὸ δόμων λέγουσιν
964
ἄσπετόν τι θαῦμα.
965
ἀγχοῦ δ’ἄρα κοὐ μακρὰν
966
προύκλαιον, ὀξύφωνος ὡς ἀηδών.
967
ξένων γὰρ ἐξόμιλος ἥδε τις βάσις.
968
πᾷ δ’αὖ φορεῖ νιν; ὡς φίλου
969
προκηδομένα βαρεῖαν
969a
ἄψοφον φέρει βάσιν.
970
αἰαῖ, ὅδ’ἀναύδατος φέρεται.
970a
τί χρὴ θανόντα νιν καθ’
971
ὕπνον ὄντα κρῖναι;
Υλλος
Υλ.
Υλ.
972
οἴμοι ἐγὼ σοῦ,
973
πάτερ, οἴμοι ἐγὼ σοῦ μέλεος.
974
τί πάθω; τί δὲ μήσομαι; οἴμοι.
Πρεσβυς
Πρ.
Πρ.
975
σίγα, τέκνον, μὴ κινήσῃς
976
ἀγρίαν ὀδύνην πατρὸς ὠμόφρονος ·
977
ζῇ γὰρ προπετής · ἀλλ’ἴσχε δακὼν στόμα σόν.
Υλλος
Υλ.
Υλ.
978
πῶς φής, γέρον; ζῇ;
Πρεσβυς
Πρ.
Πρ.
979
οὐ μὴ ’ξεγερεῖς τὸν ὕπνῳ κάτοχον
979a
κἀκκινήσεις κἀναστήσεις
980
φοιτάδα δεινὴν νόσον, τέκνον.
Υλλος
Υλ.
Υλ.
981
ἀλλ’ἐπί μοι μελέῳ
982
βάρος ἄπλετον · ἐμμέμονεν φρήν.
Ηρακλης
Ηρ.
Ηρ.
983
Ζεῦ,
984
ποῖ γᾶς ἥκω; παρὰ τοῖσι βροτῶν
985
κεῖμαι πεπονημένος ἀλλήκτοις
986
ὀδύναις; οἴμοι μοι ἐγὼ τλάμων ·
987
δ’αὖ μιαρὰ βρύκει. φεῦ.
Πρεσβυς
Πρ.
Πρ.
988
ἆρ’ἐξῄδη σ’ὅσον ἦν κέρδος
989
σιγῇ κεύθειν καὶ μὴ σκεδάσαι
990
τῷδ’ἀπὸ κρατὸς βλεφάρωνθ’ὕπνον;
Υλλος
Υλ.
Υλ.
991
οὐ γὰρ ἔχω πῶς ἂν
992
στέρξαιμι κακὸν τόδε λεύσσων.
Ηρακλης
Ηρ.
Ηρ.
993
Κηναία κρηπὶς βωμῶν,
994
ἱερῶν οἵαν οἵων ἐπί μοι
995
μελέῳ χάριν ἠνύσω · Ζεῦ.
996
οἵαν μ’ἄρ’ἔθου λώβαν, οἵαν ·
997
ἣν μή ποτ’ἐγὼ προσιδεῖν τάλας
998
ὤφελον ὄσσοις, τόδ’ἀκήλητον
999
μανίας ἄνθος καταδερχθῆναι.
1000
τίς γὰρ ἀοιδός, τίς χειροτέχνης
1001
ἰατορίας, ὃς τήνδ’ἄτην
1002
χωρὶς Ζηνὸς κατακηλήσει;
1003
θαῦμ’ἂν πόρρωθεν ἰδοίμην.
1004
,
1005
ἐᾶτέ μ’, ἐᾶτέ με δύσμορον ὕστατον,
1006
ἐᾶθ’ὕστατον εὐνᾶσθαι.
1007
πᾷ πᾷ μου ψαύεις; ποῖ κλίνεις;
1008
ἀπολεῖς μ’, ἀπολεῖς.
1009
ἀνατέτροφας τι καὶ μύσῃ.
1010
ἧπταί μου, τοτοτοῖ, ἥδ’αὖθ’ἕρπει. πόθεν ἔστ’,
1011
πάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴ
1012
πολλὰ μὲν ἐν πόντῳ κατάτε δρία πάντα καθαίρων
1013
ὠλεκόμαν τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι
1014
οὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει;
1015
,
1015a
οὐ δ’ἀπαράξαι κρᾶτα βίᾳ θέλει
1016
μολὼν τοῦ στυγεροῦ; φεῦ φεῦ.
Πρεσβυς
Πρ.
Πρ.
1017
παῖ τοῦδ’ἀνδρός, τοὔργον τόδε μεῖζον ἀνήκει
1018
κατ’ἐμὰν ῥώμαν · σὺ δὲ σύλλαβε. σοὶ γὰρ ἑτοίμα
1019
ἐς πλέον δι’ἐμοῦ σῴζειν.
Υλλος
Υλ.
Υλ.
1020
ψαύω μὲν ἔγωγε,
1021
λαθίπονον δ’ὀδυνᾶν οὔτ’ἔνδοθεν οὔτε θύραθεν
1022
ἔστι μοι ἐξανύσαι βίοτον · τοιαῦτα νέμει Ζεύς.
Ηρακλης
Ηρ.
Ηρ.
1024
παῖ, ποῦ ποτ’εἶ; τᾷδέ με τᾷδέ με
1025
πρόσλαβε κουφίσας. , ἰὼ δαῖμον.
1026
θρῴσκει δ’αὖ, θρῴσκει δειλαία
1027
διολοῦσ’ἡμᾶς
1030
ἀποτίβατος ἀγρία νόσος.
1031
Παλλὰς Παλλάς, τόδε μ’αὖ λωβᾶται. ἰὼ παῖ,
1032
τὸν φύτορ’οἰκτίρας, ἀνεπίφθονον εἴρυσον ἔγχος,
1035
παῖσον ἐμᾶς ὑπὸ κλῇδος · ἀκοῦ δ’ἄχος, μ’ἐχόλωσεν
1036
σὰ μάτηρ ἄθεος, τὰν ὧδ’ἐπίδοιμι πεσοῦσαν
1040
αὔτως, ὧδ’αὔτως ὥς μ’ὤλεσεν. γλυκὺς Ἅιδας,
1041
Διὸς αὐθαίμων, εὔνασον εὔνασον μ’
1042
ὠκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας.
Χορος
Χο.
Χο.
1044
κλύουσ’ἔφριξα τάσδε συμφοράς, φίλαι,
1045
ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται.
Ηρακλης
Ηρ.
Ηρ.
1046
πολλὰ δὴ καὶ θερμὰ κοὐ λόγῳ κακὰ
1047
καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ ·
1048
κοὔπω τοιοῦτον οὔτ’ἄκοιτις Διὸς
1049
προύθηκεν οὔθ’ στυγνὸς Εὐρυσθεὺς ἐμοί,
1050
οἷον τόδ’ δολῶπις Οἰνέως κόρη
1051
καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύων
1052
ὑφαντὸν ἀμφίβληστρον, διόλλυμαι.
1053
πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάτας
1054
βέβρωκε σάρκας, πλεύμονόςτ’ἀρτηρίας
1055
ῥοφεῖ ξυνοικοῦν, ἐκ δὲ χλωρὸν αἷμά μου
1056
πέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμας
1057
τὸ πᾶν, ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ.
1058
κοὐ ταῦτα λόγχη πεδιάς, οὔθ’ γηγενὴς
1059
στρατὸς Γιγάντων οὔτε θήρειος βία,
1060
οὔθ’Ἑλλὰς οὔτ’ἄγλωσσος οὔθ’ὅσην ἐγὼ
1061
γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω ·
1062
γυνὴ δέ, θῆλυς φῦσα κοὐκ ἀνδρὸς φύσιν,
1063
μόνη με δὴ καθεῖλε φασγάνου δίχα.
1064
παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς,
1065
καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον.
1066
δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼν
1067
ἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφα
1068
εἰ τοὐμὸν ἀλγεῖς μᾶλλον κείνης ὁρῶν
1069
λωβητὸν εἶδος ἐν δίκῃ κακούμενον.
1070
ἴθ’, τέκνον, τόλμησον · οἴκτιρόντέ με
1071
πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένος
1072
βέβρυχα κλαίων, καὶ τόδ’οὐ δ’ἂν εἷς ποτε
1073
τόνδ’ἄνδρα φαίη πρόσθ’ἰδεῖν δεδρακότα,
1074
ἀλλ’ἀστένακτος αἰὲν εἱπόμην κακοῖς.
1075
νῦν δ’ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας.
1076
καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός,
1077
σκέψαιθ’ὁποίας ταῦτα συμφορᾶς ὕπο
1078
πέπονθα · δείξω γὰρ τάδ’ἐκ καλυμμάτων.
1079
ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας,
1080
ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω.
1081
αἰαῖ, τάλας,
1082
ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδ’αὖ,
1083
διῇξε πλευρῶν, οὐ δ’ἀγύμναστόν μ’ἐᾶν
1084
ἔοικεν τάλαινα διάβορος νόσος.
1085
ὦναξ Ἀίδη, δέξαι μ’,
1086
Διὸς ἀκτίς, παῖσον,
1087
ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος,
1088
πάτερ, κεραυνοῦ · δαίνυται γὰρ αὖ πάλιν,
1089
ἤνθηκεν, ἐξωρμήκεν. χέρες χέρες,
1090
νῶτα καὶ στέρν’, φίλοι βραχίονες,
1091
ὑμεῖς δὲ κεῖνοι δὴ καθέσταθ’, οἵ ποτε
1092
Νεμέας ἔνοικον, βουκόλων ἀλάστορα
1093
λέοντ’, ἄπλατον θρέμμα κἀπροσήγορον,
1094
βίᾳ κατειργάσασθε, Λερναίανθ’ὕδραν,
1095
διφυῆτ’ἄμικτον ἱπποβάμονα στρατὸν
1096
θηρῶν, ὑβριστὴν ἄνομον, ὑπέροχον βίαν,
1097
Ἐρυμάνθιόντε θῆρα, τόνθ’ὑπὸ χθονὸς
1098
Ἅιδου τρίκρανον σκύλακ’, ἀπρόσμαχον τέρας,
1099
δεινῆς Ἐχίδνης θρέμμα, τόντε χρυσέων
1100
δράκοντα μήλων φύλακ’ἐπ’ἐσχάτοις τόποις.
1101
ἄλλωντε μόχθων μυρίων ἐγευσάμην,
1102
κοὐδεὶς τροπαῖ’ἔστησε τῶν ἐμῶν χερῶν.
1103
νῦν δ’ὧδ’ἄναρθρος καὶ κατερρακωμένος
1104
τυφλῆς ὑπ’ἄτης ἐκπεπόρθημαι τάλας,
1105
τῆς ἀρίστης μητρὸς ὠνομασμένος,
1106
τοῦ κατ’ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος.
1107
ἀλλ’εὖ γέ τοι τόδ’ἴστε, κἂν τὸ μηδὲν
1108
κἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδε
1109
χειρώσομαι κἀκ τῶνδε · προσμόλοι μόνον,
1110
ἵν’ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι
1111
καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτισάμην.
Χορος
Χο.
Χο.
1112
τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶ
1113
ἕξουσαν, ἀνδρὸς τοῦδέ γ’εἰ σφαλήσεται.
Υλλος
Υλ.
Υλ.
1114
ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ,
1115
σιγὴν παρασχὼν κλῦθί μου, νοσῶν ὅμως ·
1116
αἰτήσομαι γάρ σ’ὧν δίκαια τυγχάνειν.
1117
δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνει
1118
θυμῷ δύσοργος · οὐ γὰρ ἂν γνοίης ἐν οἷς
1119
χαίρειν προθυμεῖ κἀν ὅτοις ἀλγεῖς μάτην.
Ηρακλης
Ηρ.
Ηρ.
1120
εἰπὼν χρῄζεις λῆξον · ὡς ἐγὼ νοσῶν
1121
οὐδὲν ξυνίημ’ὧν σὺ ποικίλλεις πάλαι.
Υλλος
Υλ.
Υλ.
1122
τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷς
1123
νῦν ἐστιν ὥςθ’ἥμαρτεν οὐχ ἑκουσία.
Ηρακλης
Ηρ.
Ηρ.
1124
παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ
1125
τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ;
Υλλος
Υλ.
Υλ.
1126
ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν.
Ηρακλης
Ηρ.
Ηρ.
1127
οὐ δῆτα τοῖς γε πρόσθεν ἡμαρτημένοις.
Υλλος
Υλ.
Υλ.
1128
ἀλλ’οὐ δὲ μὲν δὴ τοῖς γ’ἐφ’ἡμέραν ἐρεῖς.
Ηρακλης
Ηρ.
Ηρ.
1129
λέγ’, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς.
Υλλος
Υλ.
Υλ.
1130
λέγω · τέθνηκεν ἀρτίως νεοσφαγής.
Ηρακλης
Ηρ.
Ηρ.
1131
πρὸς τοῦ; τέρας τοι διὰ κακῶν ἐθέσπισας.
Υλλος
Υλ.
Υλ.
1132
αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου.
Ηρακλης
Ηρ.
Ηρ.
1133
οἴμοι · πρὶν ὡς χρῆν σφ’ἐξ ἐμῆς θανεῖν χερός;
Υλλος
Υλ.
Υλ.
1134
κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις.
Ηρακλης
Ηρ.
Ηρ.
1135
δεινοῦ λόγου κατῆρξας · εἰπὲ δ’ νοεῖς.
Υλλος
Υλ.
Υλ.
1136
ἅπαν τὸ χρῆμ’, ἥμαρτε χρηστὰ μωμένη.
Ηρακλης
Ηρ.
Ηρ.
1137
χρήστ’, κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ;
Υλλος
Υλ.
Υλ.
1138
στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν
1139
ἀπήμπλαχ’, ὡς προσεῖδε τοὺς ἔνδον γάμους.
Ηρακλης
Ηρ.
Ηρ.
1140
καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων;
Υλλος
Υλ.
Υλ.
1141
Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν
1142
τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον.
Ηρακλης
Ηρ.
Ηρ.
1143
ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας ·
1144
ὄλωλ’ὄλωλα, φέγγος οὐκέτ’ἔστι μοι.
1145
οἴμοι, φρονῶ δὴ ξυμφορᾶς ἵν’ἕσταμεν.
1146
ἴθ’, τέκνον, πατὴρ γὰρ οὐκέτ’ἔστι σοι ·
1147
κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων,
1148
κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸς
1149
μάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦ
1150
φήμην πύθησθε θεσφάτων ὅσ’οἶδ’ἐγώ.
Υλλος
Υλ.
Υλ.
1151
ἀλλ’οὔτε μήτηρ ἐνθάδ’, ἀλλ’ἐπακτίᾳ
1152
Τίρυνθι συμβέβηκεν ὥστ’ἔχειν ἕδραν.
1153
παίδων δὲ τοὺς μὲν ξυλλαβοῦσ’αὐτὴ τρέφει,
1154
τοὺς δ’ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις ·
1155
ἡμεῖς δ’ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ,
1156
πράσσειν, κλύοντες ἐξυπηρετήσομεν.
Ηρακλης
Ηρ.
Ηρ.
1157
σὺ δ’οὖν ἄκουε τοὔργον · ἐξήκεις δ’ἵνα
1158
φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλεῖ.
1159
ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι,
1160
τῶν ἐμπνεόντων μηδενὸς θανεῖν ὕπο,
1161
ἀλλ’ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι.
1162
ὅδ’οὖν θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν
1163
πρόφαντον, οὕτω ζῶντά μ’ἔκτεινεν θανών.
1164
φανῶ δ’ἐγὼ τούτοισι συμβαίνοντ’ἴσα
1165
μαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα,
1166
τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼ
1167
Σελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμην
1168
πρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός,
1169
μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦν
1170
ἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶ
1171
λύσιν τελεῖσθαι · κἀδόκουν πράξειν καλῶς.
1172
τὸ δ’ἦν ἄρ’οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ.
1173
τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται.
1174
ταῦτ’οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον,
1175
δεῖ σ’αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχον
1176
καὶ μὴ ’πιμεῖναι τοὐμὸν ὀξῦναι στόμα,
1177
ἀλλ’αὐτὸν εἰκαθόντα συμπράσσειν, νόμον
1178
κάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί.
Υλλος
Υλ.
Υλ.
1179
ἀλλ’, πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιν
1180
τοιάνδ’ἐπελθών, πείσομαι δ’ σοι δοκεῖ.
Ηρακλης
Ηρ.
Ηρ.
1181
ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι ·
Υλλος
Υλ.
Υλ.
1182
ὡς πρὸς τί πίστιν τήνδ’ἄγαν ἐπιστρέφεις;
Ηρακλης
Ηρ.
Ηρ.
1183
οὐ θᾶσσον οἴσεις μη δ’ἀπιστήσεις ἐμοί;
Υλλος
Υλ.
Υλ.
1184
ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται.
Ηρακλης
Ηρ.
Ηρ.
1185
ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα.
Υλλος
Υλ.
Υλ.
1186
μὴν τί δράσειν; καὶ τόδ’ἐξειρήσεται;
Ηρακλης
Ηρ.
Ηρ.
1187
μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν.
Υλλος
Υλ.
Υλ.
1188
ὄμνυμ’ἔγωγε, Ζῆν’ἔχων ἐπώμοτον.
Ηρακλης
Ηρ.
Ηρ.
1189
εἰ δ’ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν.
Υλλος
Υλ.
Υλ.
1190
οὐ μὴ λάβω · δράσω γάρ · εὔχομαι δ’ὅμως ·
Ηρακλης
Ηρ.
Ηρ.
1191
οἶσθ’οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον;
Υλλος
Υλ.
Υλ.
1192
οἶδ’, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω.
Ηρακλης
Ηρ.
Ηρ.
1193
ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σε
1194
σῶμ’αὐτόχειρα καὶ ξὺν οἷς χρῄζεις φίλων,
1195
πολλὴν μὲν ὕλην τῆς βαθυρρίζου δρυὸς
1196
κείραντα, πολλὸν δ’ἄρσεν’ἐκτεμόνθ’ὁμοῦ
1197
ἄγριον ἔλαιον, σῶμα τοὐμὸν ἐμβαλεῖν,
1198
καὶ πευκίνης λαβόντα λαμπάδος σέλας
1199
πρῆσαι. γόου δὲ μηδὲν εἰσίτω δάκρυ,
1200
ἀλλ’ἀστένακτος κἀδάκρυτος, εἴπερ εἶ
1201
τοῦδ’ἀνδρός, ἔρξον · εἰ δὲ μή, μενῶ σ’ἐγὼ
1202
καὶ νέρθεν ὢν ἀραῖος εἰσαεὶ βαρύς.
Υλλος
Υλ.
Υλ.
1203
οἴμοι, πάτερ, τί δ’εἶπας; οἷά μ’εἴργασαι.
Ηρακλης
Ηρ.
Ηρ.
1204
ὁποῖα δραστέ’ἐστίν · εἰ δὲ μή, πατρὸς
1205
ἄλλου γενοῦ του μη δ’ἐμὸς κληθῇς ἔτι.
Υλλος
Υλ.
Υλ.
1206
οἴμοι μάλ’αὖθις, οἷά μ’ἐκκαλεῖ, πάτερ,
1207
φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν.
Ηρακλης
Ηρ.
Ηρ.
1208
οὐ δῆτ’ἔγωγ’, ἀλλ’ὧν ἔχω παιώνιον
1209
καὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν.
Υλλος
Υλ.
Υλ.
1210
καὶ πῶς ὑπαίθων σῶμ’ἂν ἰῴμην τὸ σόν;
Ηρακλης
Ηρ.
Ηρ.
1211
ἀλλ’εἰ φοβεῖ πρὸς τοῦτο, τἄλλα γ’ἔργασαι.
Υλλος
Υλ.
Υλ.
1212
φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται.
Ηρακλης
Ηρ.
Ηρ.
1213
καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης;
Υλλος
Υλ.
Υλ.
1214
ὅσον γ’ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν ·
1215
τὰ δ’ἄλλα πράξω κοὐ καμεῖ τοὐμὸν μέρος.
Ηρακλης
Ηρ.
Ηρ.
1216
ἀλλ’ἀρκέσει καὶ ταῦτα · πρόσνειμαι δέ μοι
1217
χάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς.
Υλλος
Υλ.
Υλ.
1218
εἰ καὶ μακρὰ κάρτ’ἐστίν, ἐργασθήσεται.
Ηρακλης
Ηρ.
Ηρ.
1219
τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον;
Υλλος
Υλ.
Υλ.
1220
Ἰόλην ἔλεξας, ὥς γ’ἐπεικάζειν ἐμέ.
Ηρακλης
Ηρ.
Ηρ.
1221
ἔγνως. τοσοῦτον δή σ’ἐπισκήπτω, τέκνον ·
1222
ταύτην ἐμοῦ θανόντος, εἴπερ εὐσεβεῖν
1223
βούλει, πατρῴων ὁρκίων μεμνημένος,
1224
προσθοῦ δάμαρτα, μη δ’ἀπιστήσῃς πατρί ·
1225
μη δ’ἄλλος ἀνδρῶν τοῖς ἐμοῖς πλευροῖς ὁμοῦ
1226
κλιθεῖσαν αὐτὴν ἀντὶ σοῦ λάβῃ ποτέ,
1227
ἀλλ’αὐτός, παῖ, τοῦτο κήδευσον λέχος.
1228
πείθου · τὸ γάρ τοι μεγάλα πιστεύσαντ’ἐμοὶ
1229
σμικροῖς ἀπιστεῖν τὴν πάρος συγχεῖ χάριν.
Υλλος
Υλ.
Υλ.
1230
οἴμοι · τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν,
1231
τὸ δ’ὧδ’ὁρᾶν φρονοῦντα τίς ποτ’ἂν φέροι;
Ηρακλης
Ηρ.
Ηρ.
1232
ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς.
Υλλος
Υλ.
Υλ.
1233
τίς γάρ ποθ’, μοι μητρὶ μὲν θανεῖν μόνη
1234
μεταίτιος σοίτ’αὖθις ὡς ἔχεις ἔχειν,
1235
τίς ταῦτ’ἄν, ὅστις μὴ ’ξ ἀλαστόρων νοσοῖ,
1236
ἕλοιτο; κρεῖσσον κἀμέ γ’, πάτερ, θανεῖν
1237
τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ.
Ηρακλης
Ηρ.
Ηρ.
1238
ἁνὴρ ὅδ’, ὡς ἔοικεν, οὐ νεμεῖν ἐμοὶ
1239
φθίνοντι μοῖραν · ἀλλά τοι θεῶν ἀρὰ
1240
μενεῖ σ’ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις.
Υλλος
Υλ.
Υλ.
1241
ὤμοι, τάχ’, ὡς ἔοικας, ὡς νοσεῖς φράσεις.
Ηρακλης
Ηρ.
Ηρ.
1242
σὺ γάρ μ’ἀπ’εὐνασθέντος ἐκκινεῖς κακοῦ.
Υλλος
Υλ.
Υλ.
1243
δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω.
Ηρακλης
Ηρ.
Ηρ.
1244
οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν.
Υλλος
Υλ.
Υλ.
1245
ἀλλ’ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ;
Ηρακλης
Ηρ.
Ηρ.
1246
οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ.
Υλλος
Υλ.
Υλ.
1247
πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε;
Ηρακλης
Ηρ.
Ηρ.
1248
ἔγωγε · τούτων μάρτυρας καλῶ θεούς.
Υλλος
Υλ.
Υλ.
1249
τοιγὰρ ποήσω κοὐκ ἀπώσομαι, τὸ σὸν
1250
θεοῖσι δεικνὺς ἔργον · οὐ γὰρ ἄν ποτε
1251
κακὸς φανείην σοί γε πιστεύσας, πάτερ.
Ηρακλης
Ηρ.
Ηρ.
1252
καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν
1253
ταχεῖαν, παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖν
1254
σπαραγμὸν τιν’οἶστρον, ἐς πυράν με θῇς.
1255
ἄγ’ἐγκονεῖτ’, αἴρεσθε · παῦλά τοι κακῶν
1256
αὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη.
Υλλος
Υλ.
Υλ.
1257
ἀλλ’οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε,
1258
ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ.
Ηρακλης
Ηρ.
Ηρ.
1259
ἄγε νυν, πρὶν τήνδ’ἀνακινῆσαι
1260
νόσον, ψυχὴ σκληρά, χάλυβος
1261
λιθοκόλλητον στόμιον παρέχουσ’,
1262
ἀνάπαυε βοήν, ὡς ἐπίχαρτον
1263
τελέουσ’ἀεκούσιον ἔργον.
Υλλος
Υλ.
Υλ.
1264
αἴρετ’, ὀπαδοί, μεγάλην μὲν ἐμοὶ
1265
τούτων θέμενοι συγγνωμοσύνην,
1266
μεγάλην δὲ θεῶν ἀγνωμοσύνην
1267
εἰδότες ἔργων τῶν πρασσομένων,
1268
οἳ φύσαντες καὶ κλῃζόμενοι
1269
πατέρες τοιαῦτ’ἐφορῶσι πάθη.
1270
τὰ μὲν οὖν μέλλοντ’οὐδεὶς ἐφορᾷ,
1271
τὰ δὲ νῦν ἑστῶτ’οἰκτρὰ μὲν ἡμῖν,
1272
αἰσχρὰ δ’ἐκείνοις,
1273
χαλεπώτατα δ’οὖν ἀνδρῶν πάντων
1274
τῷ τήνδ’ἄτην ὑπέχοντι.
1275
λείπου μη δὲ σύ, παρθέν’, ἀπ’οἴκων,
1276
μεγάλους μὲν ἰδοῦσα νέους θανάτους,
1277
πολλὰ δὲ πήματα καὶ καινοπαθῆ,
1278
κοὐδὲν τούτων τι μὴ Ζεύς.