Isocrates

To Alexander

5.1πρὸς τὸν πατέρα σου γράφων ἐπιστολὴν ἄτοπον ᾤμην ποιήσειν, εἰ περὶ τὸν αὐτὸν ὄντα σὲ τόπον ἐκείνῳ μήτε προσερῶ μήτ’ἀσπάσομαι μήτε γράψω τι τοιοῦτον, ὃ ποιήσει τοὺς ἀναγνόντας μὴ νομίζειν ἤδη με παραφρονεῖν διὰ τὸ γῆρας μη δὲ παντάπασι ληρεῖν, ἀλλ’ἔτι τὸ καταλελειμμένον μου μέρος καὶ λοιπὸν ὂν οὐκ ἀνάξιον εἶναι τῆς δυνάμεως ἣν ἔσχον νεώτερος ὤν.
5.2ἀκούω δέ σε πάντων λεγόντων ὡς φιλάνθρωπος εἶ καὶ φιλαθήναιος καὶ φιλόσοφος, οὐκ ἀφρόνως ἀλλὰ νοῦν ἐχόντως. τῶντε γὰρ πολιτῶν ἀποδέχεσθαί σε τῶν ἡμετέρων οὐ τοὺς ἠμεληκότας αὑτῶν καὶ πονηρῶν πραγμάτων ἐπιθυμοῦντας, ἀλλ’οἷς συνδιατρίβωντ’οὐκ ἂν λυπηθείης, συμβάλλωντε καὶ κοινωνῶν πραγμάτων οὐδὲν ἂν βλαβείης οὐ δ’ἀδικηθείης, οἵοις περ χρὴ πλησιάζειν τοὺς εὖ φρονοῦντας ·
5.3τῶντε φιλοσοφιῶν οὐκ ἀποδοκιμάζειν μὲν οὐ δὲ τὴν περὶ τὰς ἔριδας, ἀλλὰ νομίζειν εἶναι πλεονεκτικὴν ἐν ταῖς ἰδίαις διατριβαῖς, οὐ μὴν ἁρμόττειν οὔτε τοῖς τοῦ πλήθους προεστῶσιν οὔτε τοῖς τὰς μοναρχίας ἔχουσιν · οὐ δὲ γὰρ συμφέρον οὐ δὲ πρέπον ἐστὶ τοῖς μεῖζον τῶν ἄλλων φρονοῦσιν οὔτ’αὐτοῖς ἐρίζειν πρὸς τοὺς συμπολιτευομένους οὔτε τοῖς ἄλλοις ἐπιτρέπειν πρὸς αὑτοὺς ἀντιλέγειν.
5.4ταύτην μὲν οὖν οὐκ ἀγαπᾶν σε τὴν διατριβήν, προαιρεῖσθαι δὲ τὴν παιδείαν τὴν περὶ τοὺς λόγους, οἷς χρώμεθα περὶ τὰς πράξεις τὰς προσπιπτούσας καθ’ἑκάστην τὴν ἡμέραν καὶ μεθ’ὧν βουλευόμεθα περὶ τῶν κοινῶν · δι’ἣν νῦντε δοξάζειν περὶ τῶν μελλόντων ἐπιεικῶς, τοῖςτ’ἀρχομένοις προστάττειν οὐκ ἀνοήτως ἃ δεῖ πράττειν ἑκάστους, ἐπιστήσει, περὶ δὲ τῶν καλῶν καὶ δικαίων καὶ τῶν τούτοις ἐναντίων ὀρθῶς κρίνειν, πρὸς δὲ τούτοις τιμᾶντε καὶ κολάζειν ὡς προσῆκόν ἐστιν ἑκατέρους.
5.5σωφρονεῖς οὖν νῦν ταῦτα μελετῶν · ἐλπίδας γὰρ τῷτε πατρὶ καὶ τοῖς ἄλλοις παρέχεις, ὡς, ἂν πρεσβύτερος γενόμενος ἐμμείνῃς τούτοις, τοσοῦτον προέξεις τῇ φρονήσει τῶν ἄλλων, ὅσον περ ὁ πατήρ σου διενήνοχεν ἁπάντων.