Epigrams
παῖδες, ἄφωνος ἐοῖσα τορ’ἐννέπω, αἴ τις ἔρηται,
6.2φωνὰν ἀκαμάταν κατθεμένα πρὸ ποδῶν ·
6.3“Αἰθοπίᾳ με κόρᾳ Λατοῦς ἀνέθηκεν Ἀρίστα
6.4ἁ Ἑρμοκλείδα τῶ Σαϋναϊάδα,
6.5σὰ πρόπολος, δέσποινα γυναικῶν · ᾇ σὺ χαρεῖσα
6.6πρόφρων ἁμετέραν εὐκλέισον γενεάν”.
7.1Τιμάδος ἅδε κόνις, τὰν δὴ πρὸ γάμοιο θανοῦσαν
7.2δέξατο Φερσεφόνας κυάνεος θάλαμος,
7.3ἇς καὶ ἀποφθιμένας πᾶσαι νεοθᾶγι σιδάρῳ
7.4ἅλικες ἱμερτὰν κρατὸς ἔθεντο κόμαν.
7.1τῷ γριπεῖ Πελάγωνι πατὴρ ἐπέθηκε Μενίσκος
7.2κύρτον καὶ κώπαν, μνᾶμα κακοζοΐας.