Sayings of Spartans
1.1Ἀγασικλῆς ὁ Λακεδαιμονίων βασιλεύς, θαυμάζοντός τινος ὅτι φιλήκοος ὢν οὐ προσδέχεται Φιλοφάνη τὸν σοφιστήν, ἔφη “τούτων χρῄζω μαθητὴς εἶναι, ὧν εἰμι καὶ υἱός”.
1.2πρὸς δὲ τὸν εἰπόντα, πῶς ἄν τις ἀδορυφόρητος ὢν ἄρχειν ἀσφαλῶς δύναιτο, “ἐὰν οὕτως” ἔφη “αὐτῶν ἄρχῃ, ὥσπερ οἱ πατέρες τῶν υἱῶν”.
2.1Ἀγησίλαος ὁ μέγας παρὰ πότον ποτὲ λαχὼν συμποσίαρχος, ἐρωτηθεὶς ὑπὸ τοῦ οἰνοχόου πόσον ἑκάστῳ προσφέρῃ, “εἰ μὲν πολὺς οἶνός” ἔφη “ἐστὶ παρεσκευασμένος, ὅσον ἕκαστος αἰτεῖ · εἰ δὲ ὀλίγος, ἐξ ἴσου δίδου πᾶσι”.
2.2κακούργου δέ τινος ἐμμόνως ὑπομείναντος βασάνους, “ὡς σφόδρα πονηρός” εἶπεν “ἅνθρωπος, εἰς μοχθηρὰ καὶ αἰσχρὰ πράγματα τὴν ὑπομονὴν καὶ καρτερίαν κατατιθέμενος”.
2.3ἐπαινοῦντος δέ τινος ῥήτορα ἐπὶ τῷ δυνατῶς αὔξειν τὰ μικρὰ πράγματα, “οὐ δὲ σκυτοτόμον” ἔφησεν “εἶναι σπουδαῖον, ὃς μικρῷ ποδὶ ὑποδήματα μεγάλα περιτίθησι”.
2.4φαμένου δὲ τινός ποτε πρὸς αὐτὸν “ὡμολόγηκας,” καὶ πολλάκις τὸ αὐτὸ λέγοντος, “ναὶ δῆτα, εἴ γ’ἐστὶ δίκαιον” ἔφη “εἰ δὲ μή, ἔλεξα μέν, ὡμολόγησα δὲ οὔ”. ἐπειπόντος δὲ “ἀλλὰ μὴν δεῖ τοὺς βασιλεῖς ἐπιτελεῖν ὅ τι κεν κεφαλῇ κατανεύσωσιν, οὐ” “μᾶλλον” ἔφη “ἢ τοὺς προσιόντας τοῖς βασιλεῦσιν αἰτεῖσθαι δεῖ τὰ δίκαια καὶ λέγειν, στοχαζομένουςτε τοῦ καιροῦ καὶ τοῦ ἁρμόζοντος τοῖς βασιλεῦσιν”.
2.5ὁπότε δὲ ψεγόντων ἢ ἐπαινούντων τινῶν ἀκούοι, οὐχ ἧττον ᾤετο δεῖν καταμανθάνειν τοὺς τῶν λεγόντων τρόπους ἢ περὶ ὧν λέγοιεν.
2.6ἔτι δὲ παῖδα αὐτὸν ὄντα, γυμνοπαιδίας ἀγομένης, ὁ χοροποιὸς ἔστησεν εἰς ἄσημον τόπον · ὁ δὲ ἐπείσθη καίπερ ἤδη βασιλεὺς ἀποδεδειγμένος καὶ εἶπεν εὖγε · “δείξω γὰρ ὅτι οὐχ οἱ τόποι τοὺς ἄνδρας ἐντίμους, ἀλλ’οἱ ἄνδρες τοὺς τόπους ἐπιδεικνύουσι”.
2.7προστάττοντος δέ τινος αὐτῷ ἰατροῦ περιεργοτέραν θεραπείαν καὶ οὐχ ἁπλῆν, “νὴ τὼ θεὼ” φησὶν “οὐ πάντως μοι πρόκειται ζῆν οὐ δὲ πάντα ἀναδέχομαι”.
2.8ἐφεστὼς δέ ποτε τῷ βωμῷ τῆς Χαλκιοίκου βουθυτῶν, ἐπειδὴ φθεὶρ αὐτὸν ἔδακεν, οὐ διετράπη λαβὼν δὲ περιφανῶς ἐναντίον πάντων ἀπέκτεινε, προσειπών “νὴ τοὺς θεοὺς ἡδέως τὸν ἐπίβουλον καὶ ἐπὶ τῷ βωμῷ”.
2.9ἄλλοτ’ἰδὼν μῦν ἑλκόμενον ἐκ θυρίδος ὑπὸ παιδαρίου κρατοῦντος, ἐπεὶ ὁ μῦς ἐπιστραφεὶς ἔδακε τὴν χεῖρα τοῦ κρατοῦντος καὶ ἔφυγεν, ἐπιδείξας τοῖς παροῦσιν εἶπεν “ὅταν τὸ ἐλάχιστον ζῷον οὕτως ἀμύνηται τοὺς ἀδικοῦντας, τί τοὺς ἄνδρας προσήκει ποιεῖν λογίζεσθε”.
2.10βουλόμενος δὲ τὸν πρὸς τὸν Πέρσην συστήσασθαι πόλεμον ἕνεκα τοῦ ἐλευθερῶσαι τοὺς ἐν τῇ Ἀσίᾳ κατοικοῦντας Ἕλληνας, τῷ κατὰ Δωδώνην Διὸς ἐχρήσατο μαντείῳ · κελεύσαντος δέ, τὸ χρησθὲν ἀνήγγειλε τοῖς ἐφόροις · οἱ δὲ ἐκέλευσαν αὐτὸν καὶ εἰς Δελφοὺς ἀφικόμενον περὶ τῶν αὐτῶν πυνθάνεσθαι. πορευθεὶς οὖν εἰς τὸ μαντεῖον ἐπηρώτησεν οὕτως “Ἄπολλον, ἦ δοκεῖ σοι ὃ καὶ τῷ πατρί ;’” συναινέσαντος δ’αἱρεθεὶς οὕτως ἐστρατεύσατο.
2.11ἐπεὶ δὲ Τισσαφέρνης ἐν ἀρχῇ μὲν φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδάς, τὰς πόλεις αὐτῷ τὰς Ἑλληνικὰς ἀφήσειν αὐτονόμους βασιλέα, μεταπεμψάμενος δὲ παρὰ τοῦ βασιλέως πολὺ στράτευμα πόλεμον κατήγγειλεν αὐτῷ, εἰ μὴ ἀπίοι τῆς Ἀσίας · ἄσμενος τὴν παράβασιν δεξάμενος ὥρμησε μὲν ὡς ἐπὶ Καρίαν προάξων ἐκεῖ δὲ τὴν δύναμιν τοῦ Τισσαφέρνους ἀθροίσαντος, ἄρας εἰς Φρυγίαν ἐνέβαλε καὶ λαβὼν πόλεις πλείστας καὶ χρημάτων πλῆθος ἔφη τοῖς φίλοις “ἐπισπεισάμενον μὲν ἀδικεῖν ἀσεβές, τοὺς δὲ πολεμίους παραλογίζεσθαι οὐ μόνον δίκαιον καὶ ἐπίδοξον, ἀλλὰ καὶ ἡδὺ καὶ κερδαλέον”.
2.12τοῖς δ’ἱππεῦσιν ἐλαττωθεὶς ἀνεχώρησεν εἰς Ἔφεσον, καὶ τοῖς εὐπόροις προεῖπε παρέχειν ἵππον ἀνθ’ἑαυτοῦ καὶ ἄνδρα ἀπολυομένους τῆς στρατείας · ὥστε ταχὺ συνήχθησαν καὶ ἵπποι καὶ ἄνδρες ἐπιτήδειοι ἀντὶ δειλῶν καὶ πλουσίων. καὶ τὸν Ἀγαμέμνονα ἔφη ζηλοῦν · καὶ γὰρ ἐκεῖνον θήλειαν ἵππον ἀγαθὴν λαβόντα κακὸν ἄνδρα καὶ πλούσιον τῆς στρατείας ἀπολῦσαι.
2.13ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους γυμνοὺς πωλεῖν ἐπίπρασκον οἱ λαφυροπῶλαι, καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατραφίας κατεγέλων ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων · ἐπιστὰς ὁ Ἀγησίλαος; “ταῦτα μέν” εἶπεν “ὑπὲρ ὧν μάχεσθε, οὗτοι δὲ οἷς μάχεσθε”.
2.14τρεψάμενος δὲ περὶ Λυδίαν Τισσαφέρνην καὶ πλείστους ἀνελών, κατέτρεχε τῆς βασιλέως χώρας. τούτου δὲ χρήματα αὐτῷ προσπέμψαντος καὶ ἀξιοῦντος διαλύσασθαι τὸν πόλεμον, ὁ Ἀγησίλαος τῆς μὲν εἰρήνης ἔφη τὴν πόλιν εἶναι κυρίαν, τοὺς δὲ στρατιώτας πλουτίζων ἥδεσθαι μᾶλλον ἢ αὐτὸς πλουτῶν καλὸν δὲ νομίζειν Ἕλληνας οὐ δῶρα λαμβάνειν ἀπὸ τῶν πολεμίων, ἀλλὰ λάφυρα κτᾶσθαι.
2.15Μεγαβάτου δὲ τοῦ Σπιθριδάτου παιδός, ὃς · ἦν κάλλιστος τὴν μορφήν, προσελθόντος αὐτῷ ὡς ἀσπασομένου καὶ φιλήσοντος διὰ τὸ σφόδρα δοκεῖν ἀγαπᾶσθαι, ἐξέκλινεν · ὡς δ’ἐπαύσατο ἐκεῖνος προσιών, ἐπεζήτησεν αὐτὸν ὁ Ἀγησίλαος · τῶν δὲ φίλων φαμένων ὡς αὐτὸς εἴη αἴτιος, τρέσας τὸ τοῦ καλοῦ φίλημα, τοῦ μὴ ἐντὸς φιλήματος ἐλθεῖν, καὶ εἰ μὴ ἀποδειλιάσει, ἥξειν ἐκεῖνον · χρόνον οὐκ ὀλίγον πρὸς αὑτῷ γενόμενος ὁ Ἀγησίλαος καὶ διασιωπήσας “οὐδέν” ἔφη “δεῖν πείθειν ἐκεῖνον ἡμᾶς · ἐγὼ γάρ μοι δοκῶ τῶν τοιούτων βούλεσθαι ἐπάνω εἶναι ἢ τὴν εὐανδροτάτην τῶν ἀντιτεταγμένων πόλιν κατὰ κράτος ἑλεῖν · ἄμεινον γὰρ ἑαυτῷ φυλάττειν τὴν ἐλευθερίαν τοῦ ἑτέρων ἀφαιρεῖσθαι”.
2.16τὰ δὲ ἄλλα ἀκριβὴς ὢν καὶ νόμιμος, ἐν τοῖς φιλικοῖς πράγμασιν ἐνόμιζε πρόφασιν εἶναι τὸ λίαν δίκαιον πρὸς αὐτούς. φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ παραιτουμένου τινὰ τῶν φίλων. πρὸς Ἱδριέα τὸν Κᾶρα, οὕτω · “Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες · εἰ δὲ ἀδικεῖ, ἐμοὶ ἄφες · πάντως δὲ ἄφες”.
2.17ἐν μὲν οὖν τοῖς πλείστοις ὑπὲρ τῶν τῶν τοιοῦτος ὁ Ἀγησίλαος · ἔστι δὲ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον. ἀναζυγῆς γοῦν ποτε γενομένης θορυβωδεστέρας, ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον, ἐκείνου δεομένου καὶ ἀνακαλοῦντος μετὰ δακρύων αὐτόν, ἐπιστραφεὶς εἶπεν “ὡς χαλεπόν ἐστιν ἐλεεῖν ἅμα καὶ φρονεῖν”.
2.18δίαιταν δὲ τὴν περὶ τὸ σῶμα οὐδὲν ἀμείνονα τῶν συνόντων εἶχε, κόρου μὲν καὶ μέθης τὸ παράπαν ἀπεχόμενος, ὕπνῳ δὲ οὐ δεσπότῃ ἀλλ’ἀρχομένῳ ὑπὸ τῶν πράξεων χρώμενος · πρὸς δὲ θάλπος οὕτω καὶ ψῦχος εἶχεν, ὥστε μόνος ἀεὶ χρῆσθαι ταῖς ὥραις. ἐν μέσοις δὲ τοῖς στρατιώταις σκηνῶν οὐδενὸς ἀμείνονα κοίτην εἶχε.
2.19διετέλει δὲ λέγων τὸν ἄρχοντα οὐ μαλακίᾳ καρτερίᾳ δὲ καὶ ἀνδρείᾳ δεῖν τῶν ἰδιωτῶν περιεῖναι.
2.20πυθομένου γοῦν τινος τί περιεποίησαν οἱ Λυκούργου νόμοι τῇ Σπάρτῃ, “καταφρονεῖν” ἔφη “τῶν ἡδονῶν”.
2.21πρὸς δὲ τὸν ἐπιθαυμάζοντα τὴν μετριότητα τῆς ἐσθῆτος καὶ τῆς τροφῆς αὐτοῦτε καὶ τῶν ἄλλων Λακεδαιμονίων “ἀντὶ ταύτης” ἔφη “τῆς διαίτης, ὦ ξένε, τὴν ἐλευθερίαν ἀμώμεθα”.
2.22ἄλλου δὲ προτρεπομένου ἀνίεσθαι καὶ λέγοντος διὰ τὸ τῆς τύχης ἄδηλον μήποτε καιρὸς τούτου γένηται, “ἀλλ’ἐγώ” εἶπεν “ἐμαυτὸν ἐθίζω λέγων ὥστ’ἐν μηδεμιᾷ μεταβολῇ μεταβολὴν ζητεῖν”.
2.23καὶ πρεσβύτης δὲ γενόμενος τῇ αὐτῇ ἀγωγῇ ἐχρῆτο · πρὸς οὖν τὸν πυθόμενον διότι σφοδροῦ χειμῶνος ὄντος ἀχίτων περιέρχεται εἰς τοῦτο ἡλικίας ἥκων, “ἵνα” φησὶν “οἱ νέοι μιμῶνται, παράδειγμα ἔχοντες τοὺς πρεσβυτάτους καὶ ἄρχοντας”.
2.24Θάσιοι δὲ τὴν χώραν αὐτῶν διαπορευομένῳ μετὰ τοῦ στρατεύματος ἄλφιτα καὶ χῆνας καὶ τραγήματα καὶ μελίπηκτα καὶ ἄλλα παντοδαπὰ βρώματὰτε καὶ πόματα πολυτελῆ ἔπεμψαν · μόνα δὲ τὰ ἄλφιτα δεξάμενος τὰ λοιπὰ ἀπάγειν ἐκέλευσεν ὀπίσω τοὺς κομίζοντας, ὡς οὐδὲν αὐτοῖς ὄντα χρήσιμα. λιπαρούντων δὲ καὶ δεομένων πάντως λαβεῖν, ἐκέλευσεν αὐτὰ τοῖς εἵλωσι διαδίδοσθαι. πυθομένων δὲ τὴν αἰτίαν, ἔφη “τοὺς ἀνδραγαθίαν ἀσκοῦντας τὰς τοιαύτας λιχνείας οὐχ ἁρμόζει προσίεσθαι τὰ γὰρ δελεάζοντα τοὺς ἀνδραποδώδεις τῶν ἐλευθέρων ἀλλότρια”.
2.25πάλιν δὲ τῶν Θασίων διὰ τὸ δοκεῖν μεγάλως ὑπ’αὐτοῦ εὐεργετῆσθαι ναοῖς αὐτὸν καὶ ἀποθεώσεσι τιμησάντων καὶ περὶ τούτου πρεσβείαν ἀποστειλάντων, ἀναγνοὺς τὰς τιμάς, ἃς αὐτῷ προσήνεγκαν οἱ πρέσβεις, ἠρώτησεν εἰ ἡ πατρὶς αὐτῶν ἀποθεοῦν ἀνθρώπους δύναται · φαμένων δέ, “ἄγετ’” ἔφη “ποιήσατε πρώτους ἑαυτοὺς θεούς · καὶ τοῦτ’ἂν πράξητε, τότε πιστεύσω ὑμῖν ὅτι κα- κἀμὲ δυνήσεσθε θεὸν ποιῆσαι”.
2.26τῶν δὲ ἐπὶ τῆς Ἀσίας Ἑλληνικῶν ἐθνῶν ψηφισαμένων ἐν ταῖς ἐπιφανεστάταις πόλεσιν εἰκόνας ἀνιστᾶν αὐτοῦ, προσέγραψεν “ἐμοῦ μηδεμία εἰκὼν ἔστω μη δὲ γραπτὴ μη δὲ πλαστὴ μη δὲ κατασκευαστή” θεασάμενος δὲ ἐπὶ τῆς Ἀσίας οἰκίαν τετραγώνοις ὠροφωμένην δοκοῖς ἠρώτησε τὸν κεκτημένον εἰ τετράγωνα παρ’αὐτοῖς φύεται ξύλα ·
2.27φαμένου δὲ οὔ, ἀλλὰ στρογγύλα, “τί οὖν”; εἶπεν “εἰ τετράγωνα ἦν, στρογγύλα ἐτελεῖτε”.
2.28ἐρωτηθεὶς δέ ποτε ἄχρι τίνος εἰσὶν οἱ τῆς Λακωνικῆς ὅροι, τὸ δόρυ κραδάνας εἶπεν “ἄχρις οὗ τοῦτο φθάνῃ”.
2.29ἄλλου δὲ ἐπιζητοῦντος διὰ τί ἀτείχιστος ἡ Σπάρτη, ἐπιδείξας τοὺς πολίτας ἐξωπλισμένους “ταῦτά ἐστιν” εἶπε “τὰ Λακεδαιμονίων τείχη”.
2.30ἄλλου δὲ τὸ αὐτὸ ἐπιζητοῦντος, “” οὐ λίθοις δεῖ καὶ ξύλοις τετειχίσθαι τὰς πόλεις “ἔφη” ταῖς δὲ τῶν ἐνοικούντων ἀρεταῖς “.
2.31τοῖς δὲ φίλοις παρήγγειλε μὴ χρήμασιν, ἀνδρείᾳ δὲ καὶ ἀρετῇ σπουδάζειν πλουτεῖν.
2.32ὁπότε δὲ βούλοιτο ἔργον τι ταχέως ὑπὸ τῶν στρατιωτῶν γενέσθαι, αὐτὸς πρῶτος ἐφήπτετο ἐν ὄψει ἁπάντων.
2.33ἐμεγαλύνετο δὲ ἐπὶ τῷ μηδενὸς ἧττον πονεῖν, καὶ ἐπὶ τῷ ἄρχειν ἑαυτοῦ μᾶλλον ἢ ἐπὶ τῷ βασιλεύειν.
2.34θεωρήσας δέ τινα Λάκωνα χωλὸν ἐπὶ πόλεμον ἐξιόντα καὶ ἵππον ζητοῦντα,” οὐκ αἰσθάνῃ “ἔφη” ὅτι οὐ φευγόντων ἀλλὰ μενόντων ὁ πόλεμος χρείαν ἔχει ;’“ἐρωτώμενος δὲ πῶς μεγάλην δόξαν περιεποιήσατο,” θανάτου καταφρονήσας “ἔφη.
2.36ἐπιζητοῦντος δέ τινος διὰ τί Σπαρτιᾶται μετ’αὐλῶν ἀγωνίζονται, ἔφη” ἵν’, ὅταν πρὸς ῥυθμὸν βαίνωσιν, οἵτε δειλοὶ καὶ οἱ ἀνδρεῖοι φανεροὶ ὦσι “.
2.37μακαρίζοντος δέ τινος τὸν Περσῶν βασιλέα νέον ὄντα κομιδῇ, εἶπεν” ἀλλ’οὐ δὲ Πρίαμος ταύτην ἔχων τὴν ἡλικίαν ἠτύχησε “.
2.38πολλὴν δὲ τῆς Ἀσίας ὑφ’ἑαυτῷ ποιησάμενος διέγνω χωρεῖν ἐπ’αὐτὸν βασιλέα, ὅπως παύσῃ σχολὴν αὐτὸν ἄγοντα καὶ διαφθείροντα τοὺς τῶν Ἑλλήνων δημαγωγούς.
2.39μεταπεμφθεὶς δὲ ὑπὸ τῶν ἐφόρων ἕνεκα τῆς τοῦ περιεστηκότος τὴν Σπάρτην Ἑλληνικοῦ πολέμου αἰτίας διὰ τὰ ὑπὸ τοῦ Πέρσου διαπεμφθέντα χρήματα, εἰπὼν τὸν ἀγαθὸν ἄρχοντα δεῖν ὑπὸ τῶν νόμων ἄρχεσθαι ἀπέπλευσε τῆς Ἀσίας πολὺν ἑαυτοῦ πόθον τοῖς ἐνταῦθα Ἕλλησι καταλιπών.
2.40τοῦ δὲ Περσικοῦ νομίσματος χάραγμα τοξότην ἔχοντος, ἀναζευγνύων ἔφη τρισμυρίοις τοξόταις ὑπὸ τοῦ βασιλέως ἐξελαύνεσθαι τῆς Ἀσίας · τοσούτων γὰρ εἰς Ἀθήνας καὶ Θήβας κομισθέντων διὰ Τιμοκράτους χρυσῶν δαρεικῶν καὶ διαδοθέντων τοῖς δημαγωγοῖς, ἐξεπολεμώθησαν οἱ δῆμοι πρὸς τοὺς Σπαρτιάτας.
2.41καὶ ἀντέγραψε τοῖς ἐφόροις ἐπιστολὴν τήνδε · ” Ἀγησίλαος τοῖς ἐφόροις χαίρειν · τὰν πολλὰν τᾶς Ἀσίας κατεστρεψάμεθα καὶ τὼς βαρβάρως ἐλάσαμες καὶ ἐν τᾷ Ἰωνίᾳ ὅπλα ἐποιήσαμες πολλά · ἐπεὶ δὲ κέλεσθέ με κατὰ τὰν προθεσμίαν παραγίνεσθαι, ἕπομαι τᾷ ἐπιστολᾷ, σχεδὸν δ’αὐτὰν καὶ φθάσω · ἄρχω γὰρ οὐκ ἐμαυτῷ ἀρχάν, ἀλλὰ τᾷ πόλει καὶ τοῖς συμμάχοις · καὶ τότε ἄρχων ἄρχει ἀλαθέως κατὰ δίκαν, ὅταν καὶ ἄρχηται ὑπότε νόμων καὶ ἐφόρων ἢ οἷοι ἂν ἄλλοι ἐν πόλει ἄρχοντες ὦσιν “.
2.42ὡς δὲ διαβὰς τὸν Ἑλλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων · δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον οἱ δὲ καλούμενοι Τρωαδεῖς, οἷς καὶ Ξέρξης ὡς λέγεται δέδωκε δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν Ἀγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ γυναῖκας τοσαύτας · ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας” τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι “προῆγε καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις τρεψάμενος καὶ διαφθείρας πολλοὺς διῆλθε.
2.43τῷ δὲ τῶν Μακεδόνων βασιλεῖ τὸ αὐτὸ ἐρώτημα προσέπεμψε · φήσαντος δ’ἐκείνου βουλεύεσθαι,” βουλευέσθω τοίνυν “εἶπεν” ἡμεῖς δὲ πορευσόμεθα “. θαυμάσας οὖν τὴν τόλμαν καὶ δείσας ἐκέλευσεν ὡς φίλον προάγειν.
2.44τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων, ἐπόρθει τὴν χώραν · εἰς δὲ Λάρισσαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας. συλληφθέντων δὲ τούτων καὶ παραφυλαττομένων, οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν Ἀγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν τὴν Λάρισσαν ὁ δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θεσσαλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον, ὑποσπόνδους αὐτοὺς ἀπέλαβε.
2.45πυθόμενος δὲ μάχην γεγονέναι περὶ Κόρινθον, καὶ Σπαρτιατῶν μὲν παντάπασιν ὀλίγους τεθνάναι, Κορινθίων δὲ καὶ Ἀθηναίων καὶ τῶν ἄλλων συμμάχων αὐτοῖς παμπόλλους, οὐκ ὤφθη περιχαρὴς; οὐ δ’ἐπηρμένος τῇ νίκῃ, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας” φεῦ τᾶς Ἑλλάδος “ἔφη” ἣ τοσούτους ὑφ’αὑτᾶς ἀπολώλεκεν, ὅσοις ἀρκεῖ τὼς βαρβάρως νικᾶν ἅπαντας “.
2.46Φαρσαλίων δὲ προσκειμένων καὶ κακουργούντων αὐτοῦ τὸ στράτευμα, πεντακοσίοις ἱππεῦσι τρεψάμενος αὐτοὺς τρόπαιον ἔστησεν ὑπὸ τῷ Ναρθακίῳ · καὶ τὴν νίκην ἐκείνην πάντων ὑπερηγάπησεν, ὅτι συστησάμενος τὸ ἱππικὸν αὐτὸς δι’ἑαυτοῦ, τούτῳ μόνῳ τοὺς μέγιστον ἐφ’ἱππικῇ φρονοῦντας ἐκράτησε.
2.47Διφρίδα δὲ οἴκοθεν ἀπαγγείλαντος αὐτῷ εὐθὺς ἐκ παρόδου ἐμβαλεῖν εἰς τὴν Βοιωτίαν, καίτοι ἐκ μείζονος παρασκευῆς ὕστερον τοῦτο ποιῆσαι διανοούμενος, οὐκ ἀπειθήσας τοῖς ἄρχουσι, μεταπεμψάμενος δύο μόρας τῶν περὶ Κόρινθον στρατευομένων ἐπέβη τῆς Βοιωτίας. καὶ συμβαλὼν ἐν Κορωνείᾳ Θηβαίοις Ἀθηναίοις Ἀργείοις Κορινθίοις Λοκροῖς ἀμφοτέροις ἐνίκησε, καίτοι ὑπὸ πολλῶν τραυμάτων κακῶς τὸ σῶμα διακείμενος, τὴν μεγίστην μάχην ὥς φησι Ξενοφῶν τῶν καθ’ἑαυτὸν γενομένων.
2.48οὐδὲν δὲ τῶν περὶ τὸν βίον καὶ τὴν δίαιταν διὰ τὰς τοσαύτας εὐτυχίας καὶ νίκας ἤλλαξεν οἴκαδ’ἐπανελθών.
2.49ὁρῶν δ’ἐνίους τῶν πολιτῶν ἀπὸ ἱπποτροφίας δοκοῦντας εἶναί τινας καὶ μεγαλοφρονοῦντας, ἔπεισε τὴν ἀδελφὴν Κυνίσκαν ἅρμα καθεῖσαν Ὀλυμπίασιν ἀγωνίσασθαι, βουλόμενος ἐνδείξασθαι τοῖς Ἕλλησιν ὡς οὐδεμιᾶς ἐστιν ἀρετῆς πλούτου δὲ καὶ δαπάνης τὰ τοιαῦτα.
2.50Ξενοφῶντα δὲ τὸν σοφὸν ἔχων μεθ’ἑαυτοῦ σπουδαζόμενον, ἐκέλευε τοὺς παῖδας ἐν Λακεδαίμονι τρέφειν μεταπεμψάμενον, τὸ κάλλιστον τῶν μαθημάτων παιδευθησομένους, ἄρχειντε καὶ ἄρχεσθαι.
2.51ἄλλοτε δ’ἐρωτώμενος διὰ τί μάλιστα παρὰ τοὺς ἄλλους εὐδοκιμοῦσιν οἱ Σπαρτιᾶται,” διότι “εἶπε” παρὰ τοὺς ἄλλους ἀσκοῦσιν ἄρχειντε καὶ ἄρχεσθαι “.
2.52Λυσάνδρου δὲ τελευτήσαντος, εὑρὼν ἑταιρείαν πολλὴν συνεστῶσαν, ἣν ἐκεῖνος εὐθὺς ἐπανελθὼν ἀπὸ τῆς Ἀσίας συνέστησεν ἐπὶ τὸν Ἀγησίλαον, ὥρμησεν αὐτὸν ἐξελέγχειν οἷος ἦν ζῶν πολίτης. καὶ λόγον ἀναγνοὺς ἐν βιβλίῳ ἀπολελειμμένον, ὃν ἔγραψε μὲν Κλέων ὁ Ἁλικαρνασσεύς, ἔμελλε δὲ λέγειν ἀναλαβὼν ὁ Λύσανδρος ἐν τῷ δήμῳ περὶ πραγμάτων καινῶν καὶ μεταστάσεως τοῦ πολιτεύματος, ἠθέλησεν εἰς μέσον ἐξενεγκεῖν ἐπεὶ δέ τις τῶν γερόντων τὸν λόγον ἐπελθὼν καὶ φοβηθεὶς τὴν δεινότητα συνεβούλευσε μὴ τὸν Λύσανδρον ἀνορύττειν, ἀλλὰ τὸν λόγον μᾶλλον αὐτῷ συγκατορύττειν, ἐπείσθη καὶ ἡσύχασε.
2.53τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ ἐτάραττε διαπραττόμενος δὲ πέμπεσθαί τινας ἀεὶ στρατηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν ἐπεδείκνυε γενομένους ἐν ταῖς ἐξουσίαις πονηροὺς καὶ πλεονέκτας · εἶτα κρινομένοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος οἰκείους ἐποιεῖτο καὶ μεθίστη πρὸς ἑαυτόν, ὥστε οὐδένα ἀντίπαλον εἶναι.
2.54ἐδεήθη τις αὐτοῦ γράψαι πρὸς τοὺς ἐπ’Ἀσίας ξένους, ὅπως τύχῃ τοῦ δικαίου” ἀλλ’οἱ ἐμοὶ ξένοι “εἶπε” τὰ δίκαια δι’ἑαυτῶν, κα- κἂν ἐγὼ μὴ γράψω, ποιοῦσιν “.
2.55ἐπεδείκνυέ τις αὐτῷ τῆς πόλεως τὸ τεῖχος ὀχυρὸν καὶ καρτερῶς ἄγαν ἐξῳκοδομημένον, καὶ ἠρώτα εἰ καλὸν αὐτῷ φαίνεται · ” νὴ Δία’“ἔφη” καλὸν οὐχ ὡς ἀνδράσι δὲ ἀλλ’ὡς γυναιξὶν ἐνοικεῖν “.
2.56Μεγαρέως δέ τινος περὶ τῆς πόλεως πρὸς αὐτὸν μεγαλαυχουμένου,” μειράκιον “ἔφη” οἱ λόγοι σου πολλῆς δυνάμεως δέονται “.
2.57ἃ δὲ τοὺς ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μη δὲ γινώσκειν. καί ποτε Καλλιππίδης ὁ τῶν τραγῳδιῶν ὑποκριτής, ὄνομα καὶ δόξαν ἔχων ἐν τοῖς Ἕλλησι καὶ σπουδαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καὶ προσεῖπεν, ἔπειτα σοβαρῶς εἰς τοὺς συμπεριπατοῦντας ἐμβαλὼν ἑαυτὸν ἐπεδείκνυτο, νομίζων ἐκεῖνον ἄρξειν τινὸς φιλοφρονήσεως · τέλος δὲ εἶπεν” οὐκ ἐπιγινώσκεις με, ὦ βασιλεῦ, οὐ δ’ἤκουσας ὅστις εἰμί ;’“ὁ δ’Ἀγησίλαος ἀποβλέψας εἰς αὐτὸν εἶπεν” ἀλλ’οὐ τύ ἐσσι Καλλιππίδας ὁ δεικηλίκτας ;’“οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους καλοῦσι.
2.58τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν ἀκοῦσαι παρακαλούμενος, παρῃτήσατο φήσας” αὐτᾶς ἄκουκα πολλάκις “.
2.59Μενεκράτους δὲ τοῦ ἰατροῦ, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ, καὶ δὴ πρὸς τὸν Ἀγησίλαον ἐπιστεῖλαι τολμήσαντος οὕτω” Μενεκράτης Ζεὺς βασιλεῖ Ἀγησιλάῳ χαίρειν, “οὐκ ἀναγνοὺς τὰ λοιπὰ ἀντέγραψε” βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν “.
2.60ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπολιόρκουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρναβάζου χρήματα δόντος, εἰρήνην ἐποιήσαντο Λακεδαιμόνιοι πρὸς βασιλέα · καὶ πέμπουσι πολίτην Ἀνταλκίδαν πρὸς Τιρίβαζον, τοὺς ἐν τῇ Ἀσίᾳ Ἕλληνας · , ὑπὲρ ὧν ἐπολέμησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες. ὅθεν δὴ ἥκιστα συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν ὁ γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν, ὡς τοῦ πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον.
2.61οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα μηδίζειν τοὺς Λακεδαιμονίους ἀπεκρίθη μᾶλλον τοὺς Μήδους λακωνίζειν.
2.62ἐρωτηθεὶς δέ ποτε ὁποτέρα βελτίων τῶν ἀρετῶν, ἀνδρεία ἢ δικαιοσύνη, οὐδὲν ὄφελος ἀνδρείας ἔφασκεν εἶναι μὴ παρούσης δικαιοσύνης · εἰ δὲ δίκαιοι πάντες γένοιντο, μηδέν’ἀνδρείας δεηθήσεσθαι.
2.63εἰθισμένων δὲ τῶν τὴν Ἀσίαν κατοικούντων τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν,” τί δαὶ ἐκεῖνος ἐμοῦ μείζων “ἔφη,” εἰ μὴ δικαιότερος καὶ σωφρονέστερος ;’“ἔλεγε δὲ τοὺς τὴν Ἀσίαν κατοικοῦντας ἐλευθέρους μὲν κακούς, δούλους δὲ ἀγαθοὺς εἶναι.
2.65ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα εὐδοκιμοίη παρ’ἀνθρώποις” εἰ λέγοι “εἶπε τὰ” ἄριστα, πράττοι δὲ τὰ κάλλιστα, “τὸν δὲ στρατηγὸν δεῖν ἔφασκε πρὸς μὲν τοὺς ἐναντίους τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν ἔχειν.
2.67ἐπιζητοῦντος δέ τινος τίνα δεῖ μανθάνειν τοὺς; παῖδας,” ταῦτ’“εἶπεν” οἷς καὶ ἄνδρες γενόμενοι χρήσονται “.
2.68δικάζοντος δέ τινα δίκην αὐτοῦ, καὶ τοῦ μὲν κατηγόρου εὖ εἰρηκότος τοῦ δὲ ἀπολογουμένου φαύλως, λέγοντος δὲ πρὸς ἕκαστα” Ἀγησίλαε, δεῖ τὸν βασιλέα τοῖς νόμοις βοηθεῖν, “” καὶ τὴν οἰκίαν “ἔφη” εἴ τίς σοι διέσκαπτε καὶ τὸ ἱμάτιον εἰ ἀφῃρεῖτο, προσεδέχου ἂν τὸν οἰκοδόμον ἢ τὸν τὸ ἱμάτιον ὑφάναντα ἐπικουρήσειν σοι ;’“ἐπιστολῆς δὲ αὐτῷ παρὰ τοῦ Περσῶν βασιλέως κομισθείσης, τῆς εἰρήνης γενομένης ἣν ὁ μετὰ Καλλίου τοῦ Λακεδαιμονίου Πέρσης ἤνεγκε, περὶ ξενίας καὶ φιλίας, οὐκ ἔλαβεν εἰπὼν ἀπαγγεῖλαι βασιλεῖ ὡς” ἰδίᾳ μὲν πρὸς αὐτὸν οὐδὲν δέοι ἐπιστολὰς πέμπειν ·
2.69ἢν δὲ φίλος τῇ Λακεδαίμονι καὶ τῇ Ἑλλάδι εὔνους ὢν φαίνηται, ὅτι καὶ αὐτὸς φίλος αὐτῷ κατὰ κράτος ἔσοιτο · ἐάν μέντοι ἐπιβουλεύων ἁλίσκηται, μη δ’ἂν πάνυ πολλὰς δέχωμαι ἐπιστολάς, πιστευέτω φίλον με ἕξειν “.
2.70φιλοτεκνότατος δ’ὢν διαφερόντως, λέγεται ὅτι μικροῖς τοῖς παιδίοις κάλαμον περιβεβηκὼς; ὥσπερ ἵππον οἴκοι συνέπαιζεν · ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρεκάλει μηδενὶ φράζειν, πρὶν καὶ αὐτὸς πατὴρ παίδων γένηται.
2.71συνεχῶς δὲ αὐτοῦ τοῖς Θηβαίοις πολεμοῦντος καὶ τρωθέντος ἐν τῇ μάχῃ, φασὶ τὸν Ἀνταλκίδαν εἰπεῖν” καλὰ τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὐτοὺς μη δ’ἐπισταμένους μάχεσθαι διδάξας “. τῷ γὰρ ὄντι Θηβαίους αὐτοὺς ἑαυτῶν πολεμικωτάτους τότε φασὶ γενέσθαι ταῖς πολλαῖς στρατείαις τῶν Λακεδαιμονίων ἐπ’αὐτούς. διὸ καὶ Λυκοῦργος ὁ παλαιὸς; ἐν ταῖς καλουμέναις Ῥήτραις ἀπεῖπε πολλάκις ἐπὶ τοὺς αὐτοὺς στρατεύειν ὅπως πολεμεῖν μὴ μανθάνωσιν.
2.72ἐπεὶ δὲ ἢκουσέ ποτε δυσχερᾶναι τοὺς συμμάχους διὰ τὰς συνεχεῖς στρατείας, ὀλίγοις οὖσι τοῖς Λακεδαιμοίοις πολλοὺς ἀκολουθοῦντας, ἐλέγξαι βουλόμενος αὐτῶν τὸ πλῆθος ἐκέλευσεν ἅπαντας. τοὺς συμμάχους καθίσαι μετ’ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακεδαιμονίους ἐφ’ἑαυτῶν εἶτα ἐκήρυττε τοὺς; κεραμεῖς ἀνίστασθαι πρώτους, ὡς δὲ ἀνέστησαν οὗτοι, δευτέρους ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους, καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς · ἀπείρητο γὰρ αὐτοῖς; τέχνην ἐργάζεσθαι καὶ μανθάνειν βάναυσον. οὕτω δὴ γελάσας ὁ Ἀγησίλαος” ὁρᾶτε “εἶπεν” ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμπομεν ἡμεῖς ;’“ἐν δὲ τῇ περὶ Λεῦκτρα μάχῃ, πολλῶν Λακεδαιμονίων φυγόντων καὶ τούτων ταῖς ἐκ τοῦ νόμου αἰτίαις ὑπευθύνων ὄντων, οἱ ἔφοροι ἔρημον ἀνδρῶν τὴν πόλιν ὁρῶντες δεομένην στρατιωτῶν ἐβούλοντο τὴν ἀτιμίαν λῦσαι καὶ τοὺς νόμους τηρεῖν.
2.73αἱροῦνται οὖν νομοθέτην τὸν Ἀγησίλαον ὁ δὲ προσελθὼν εἰς τὸ δημόσιον” νομοθέτης μὲν οὐκ ἂν γενοίμην ἑτέρων νόμων “εἶπε,” τοῖς γὰρ οὖσιν οὔτ’ἂν προσθείην τι οὔτ’ἂν ἀφέλοιμι οὔτε μεταποιήσαιμι · τοὺς δὲ ὄντας ἡμῖν νόμους κυρίους εἶναι καλῶς ἔχον ἐστὶν ἀπὸ τῆς αὔριον “.
2.74τὸν δ’Ἐπαμεινώνδαν ἐπελθόντα μετὰ τοσούτου ῥεύματος καὶ κλύδωνος, τῶν Θηβαίων καὶ συμμάχων μεγαλαυχουμένων ἐπὶ τῇ νίκῃ, ὅμως εἶρξε τῆς πόλεως καὶ ἀναστρέψαι ἐποίησεν, ὀλίγων ὄντων τῶν ἐν τῇ πόλει.
2.75ἐν δὲ τῇ περὶ Μαντίνειαν μάχῃ παρεκελεύσατο τοῖς Λακεδαιμονίοις τοὺς ἄλλους ἐάσαντας πάντας Ἐπαμεινώνδᾳ μάχεσθαι, μόνους λέγων τοὺς ἔμφρονας ἀνδρείους εἶναι καὶ μόνους νίκης αἰτίους ὑπάρχειν · ” εἰ οὖν τοῦτον ἀνέλοιμεν, ῥᾷστα τοῦ ἄλλους ὑποχειρίους ποιήσειν · ἄφρονας γὰρ εἶναι καὶ οὐδενὸς; ἀξίους “. ὃ καὶ συνέβη · τῆς γὰρ νίκης σὺν Ἐπαμεινώνδᾳ οὔσης καὶ φυγῆς γενομένης, ἐπιστραφέντα αὐτὸν καὶ ἀνακαλούμενον τοὺς ἰδίους τῶν Λακεδαιμονίων τις καιρίως ἐπάταξε, καὶ πεσόντος ἀναστρέψαντες ἀπὸ τῆς φυγῆς οἱ σὺν Ἀγησιλάῳ ἐφάμιλλον τὴν νίκην ἐποίησαν, παρὰ πολὺ μὲν τῶν Θηβαίων χειρόνων παρὰ πολὺ δὲ τῶν Λακεδαιμονίων ἀμεινόνων φανέντων.
2.76χρημάτων δὲ δεομένης τῆς Σπάρτης πρὸς πόλεμον καὶ ξενοτροφούσης ἐπορεύθη ὁ Ἀγησίλαος εἰς Αἴγυπτον μεταπεμφθεὶς ὑπὸ τοῦ βασιλέως Αἰγυπτίων ἐπὶ μισθῷ · διὰ δὲ τὸ λιτὸν τῆς ἐσθῆτος εἰς καταφρόνησιν ἦλθε τοῖς ἐγχωρίοις · προσεδόκων γὰρ τὸν Σπάρτης βασιλέα καθάπερ τὸν Περσῶν κεκοσμημένον ὄψεσθαι διαπρεπῶς τὸ σῶμα, φαύλην ἔχοντες περὶ βασιλέων δόξαν. ἔδειξε γοῦν αὐτοῖς μεταξύ, ὡς τὸ μεγαλεῖον καὶ ἀξιόλογον νοήσει καὶ ἀνδρείᾳ κτᾶσθαι προσήκει.
2.77ἐπεὶ δὲ τοὺς παρ’αὐτῷ παραστήσεσθαι μέλλοντας ἑώρα δεδιότας τὸν ἐπιόντα κίνδυνον διὰ τὸ τῶν πολεμίων πλῆθος εἴκοσι γὰρ ἦσαν μυριάδες καὶ τὴν τῶν περὶ αὑτὸν ὀλιγότητα, πρὸ τῆς παρατάξεως ἔγνω προθύσασθαι ἀσυνειδήτως τοῖς ἄλλοις · καὶ ἐπὶ τὴν ἀριστερὰν ὑπεστρωμένῃ τῇ χειρὶ νίκην προσέγραψε. καὶ λαβὼν παρὰ τοῦ μάντεως τὸ ἧπαρ ἐπέθηκε μὲν ἐπὶ τὴν ὑπογεγραμμένην χεῖρα · κρατῶν δὲ ἐφ’ἱκανὸν χρόνον ὑπέφαινε δισταγμὸν καὶ προσποίησιν ἔχειν ἀποροῦντος, μέχρι τῷ ἥπατι συναναληφθέντες ἐτυπώθησαν οἱ τῶν γραμμάτων χαρακτῆρες. καὶ τότε τοῖς συναγωνίζεσθαι μέλλουσιν ἐπεδείκνυε, φάμενος τοὺς θεοὺς διὰ τῶν γεγραμμένων ἐκφῆναι νίκην. ἀσφαλὲς οὖν τεκμήριον δόξαντες ἔχειν τοῦ κρατῆσαι ἐθάρρησαν πρὸς τὴν μάχην.
2.78περιταφρευόντων δὲ τῶν πολεμίων τὸ στρατόπεδον αὐτοῦ διὰ τὸ πλῆθος, καὶ Νεκτανάβιος, ᾧ συνεμάχει, ἀξιοῦντος ἐπεξιέναι καὶ διαμάχεσθαι, οὐκ ἔφη διακωλύσειν τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. ἔτι δὲ μικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις ἀγωνισάμενος τροπὴν ἐποιήσατο καὶ πολὺν φόνον τῶν πολεμίων ὀλίγοις τοῖς περὶ αὑτὸν στρατιώταις καὶ χρήματα πολλὰ τῇ πόλει διεπέμψατο.
2.79κατὰ δὲ τὸν Αἰγύπτου ἀπόπλουν ἀποθνήσκων ἐνετείλατο τοῖς περὶ αὑτὸν μήτε πλαστὰν μήτε γραπτὰν μήτε μιμηλὰν τοῦ σώματος εἰκόνα ποιήσασθαι,” εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖον ἔσται · εἰ δὲ μή, οὐ δ’οἱ πάντες ἀνδριάντες, βαναύσων καὶ οὐδενὸς ἀξίων ἔργα ὄντες “.
3.1Ἀγησίπολις ὁ Κλεομβρότου, εἰπόντος τινὸς ὅτι Φίλιππος ἐν ὀλίγαις ἡμέραις Ὄλυνθον κατέσκαψε,” μὰ τοὺς θεούς “εἶπεν” ἄλλην τοιαύτην ἐν πολλαπλασίονι χρόνῳ οὐκ οἰκοδομήσει “.
3.2ἄλλου δὲ εἰπόντος ὅτι μετὰ τῶν ἀκμαζόντων βασιλεύων ὡμήρευσε καὶ οὐχ οἱ παῖδες οὐ δ’αἱ γυναῖκες αὐτῶν,” δικαίως “εἶπεν” αὐτοὺς γὰρ ἡμᾶς καλῶς ἔχον ἐστὶ τὰς αὑτῶν ἁμαρτίας φέρειν “.
3.3βουλομένου δ’αὐτοῦ σκύλακας οἴκοθεν μεταπέμψασθαι, ὥς τις εἶπεν” οὐκ ἔστιν ἐξαγωγὴ παρ’αὐτῶν “,” οὐ δὲ γὰρ ἀνδρῶν “ἔφη” πρόσθεν, ἀλλὰ νῦν ἐγένετο “.
4.1Ἀγησίπολις ὁ Παυσανίου, Ἀθηναίων πρὸς αὐτὸν περὶ ὧν εἶχον πρὸς ἀλλήλους ἐγκλημάτων τὴν τῶν Μεγαρέων πόλιν ἔκκλητον λαμβανόντων,” αἰσχρόν “ἔφη” ὦ Ἀθηναῖοι, τοὺς ἀφηγησαμένους τῶν Ἑλλήνων ἧσσον εἰδέναι Μεγαρέων τὸ δίκαιον “.
5.1Ἆγις ὁ Ἀρχιδάμου, τῶν ἐφόρων ποτὲ εἰπόντων” βάδιζε τοὺς ἡβῶντας ἔχων ἐπὶ τὴν τούτου πατρίδα · ἡγήσεται δέ σοι αὐτὸς οὗτος; ἐπὶ τὴν ἀκρόπολιν “,” καὶ πῶς “εἶπε” καλῶς ἔχον ἐστίν, ὦ ἔφοροι, τοσούτους νέους πιστεύειν τῷ τὴν ἑαυτοῦ πατρίδα προδιδόντι “ἐρωτηθεὶς δὲ τί μάλιστα μάθημα ἐν Σπάρτῃ ἀσκεῖται” τὸ γινώσκειν “εἶπεν” ἄρχειντε καὶ ἄρχεσθαι “.
5.3οὐκ ἔφη δὲ τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσὶν οἱ πολέμιοι, ἀλλὰ ποῦ εἰσίν.
5.4ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν” ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον “.
5.5πυνθανομένου δέ τινος πόσοι εἰσὶν οἱ Λακεδαιμόνιοι,” ὅσοι ἱκανοί “εἶπε” τοὺς κακοὺς ἀπερύκειν “.
5.6διερχόμενος δὲ τὰ τῶν Κορινθίων τείχη καὶ θεασάμενος ὑψηλάτε καὶ ὀχυρὰ ἐπὶ πολύτε παρατείνοντα,” τίνες “εἶπεν” αἳ τὸν τόπον κατοικοῦσι γυναῖκες “;
5.7σοφιστοῦ δέ τινος εἰπόντος” πάντων λόγος ἐστὶ κράτιστον “,” οὐκοῦν “ἔφη” σὺ ἐὰν σιωπᾷς οὐδενὸς ἄξιος εἶ “.
5.8ὡς δὲ Ἀργεῖοι μετὰ τὴν ἧτταν ἀπήντων αὐτῷ πάλιν θρασύτερον, ταρασσομένους ὁρῶν τοὺς συμμάχους” θαρρεῖτε “εἶπεν” ὦ ἄνδρες · ὅπου γὰρ ἡμεῖς οἱ νικῶντες; ὀρρωδοῦμεν, τί δοκεῖτε ποιεῖν τοὺς ὑφ’ἡμῶν νενικημένους “;
5.9πρὸς δὲ τὸν ἐκ τῶν Ἀβδήρων πρεσβευτήν, ὅτε κατεπαύσατο πολλὰ εἰπών, ἐρωτῶντα τί τοῖς πολίταις ἀπαγγείλῃ,” ὅτι “ἔφη” ὅσον σὺ χρόνον λέγειν ἔχρῃζες, τοσοῦτον ἐγὼ σιωπῶν ἤκουον “.
5.10ἐπαινούντων δέ τινων Ἠλείους, ὅτι δικαιότατοί εἰσι περὶ τὸν ἀγῶνα τῶν Ὀλυμπίων,” καὶ τί μέγα “εἶπεν” ἢ θαυμαστὸν ποιοῦσιν, εἰ ἐν ἔτεσι πέντε μιᾷ μόνον ἡμέρᾳ δικαιοσύνῃ χρῶνται “;
5.11πρὸς δὲ τοὺς φάσκοντας ὅτι φθονοῦσί τινες αὐτῷ τῶν ἐκ τῆς ἑτέρας οἰκίας,” οὐκοῦν “ἔφη” τὰ ἴδια αὐτοὺς κακὰ λυπήσει, καὶ πρὸς τούτοις τάτε ἐμὰ καὶ τὰ τῶν ἐμῶν φίλων ἀγαθά “.
5.12συμβουλεύοντος δέ τινος ὅτι δεῖ τοῖς φεύγουσι τῶν πολεμίων διδόναι δίοδον,” καὶ πῶς “ἔφη” τοῖς διὰ δειλίαν φεύγουσι μὴ μαχόμενοι τοῖς δι’ἀνδρείαν μένουσι μαχεσόμεθα “.
5.13προφερομένου δέ τινος περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐκ ἀγεννῆ μέν, δυσχερῆ δὲ ἐπιτελεσθῆναι,” προσδέονταί σου ὦ ξένε “ἔφη” οἱ λόγοι δυνάμεως; καὶ χρημάτων “.
5.14λέγοντος δέ τινος ὅτι Φίλιππος αὐτοῖς ἀνεπίβατον τὴν Ἑλλάδα ποιήσει,” ἱκανὴ ἡμῖν “ἔφη” ὦ ξένε ἡ ἐν τῇ ἰδίᾳ ἀναστροφή “.
5.15πρεσβευτὴς ἐκ Περίνθου παραγενόμενος εἰς Λακεδαίμονα ἐμακρηγόρει · ὡς δὲ ἐπαύσατο λέγων καὶ ἠρώτα τὸν Ἆγιν τί δεῖ τοῖς Περινθίοις ἀπαγγεῖλαι,” τί δ’ἄλλο “ἔφη” ἢ ὅτι σὺ μὲν μόλις ἐπαύσω λέγων, ἐγὼ δὲ σιωπῶν ;’“πρεσβεύων δὲ μόνος ἧκε πρὸς Φίλιππον ·
5.16εἰπόντος; δ’ἐκείνου” τί τοῦτο; μόνος ἥκεις ;’“ἔφη” καὶ γὰρ πρὸς ἕνα “.
5.17φήσαντος δέ τινος τῶν πρεσβυτέρων πρὸς αὐτὸν γηραιὸν ὄντα, ἐπειδὴ τὰ ἀρχαῖα νόμιμα ἐκλυόμενα ἑώρα ἄλλα δὲ παρεισδυόμενα μοχθηρά, διότι τὰ ἄνω κάτω ἢδη γίνεται ἐν τῇ Σπάρτῃ, παίζων εἶπε” κατὰ λόγον οὕτω προβαίνει τὰ πράγματα, εἰ τοῦτο γίνεται · καὶ γὰρ ἐγὼ παῖς; ὢν ἤκουον παρὰ τοῦ πατρός, ὅτι τὰ ἄνω κάτω γέγονε παρ’αὐτοῖς · ἔφη δὲ καὶ τὸν πατέρα αὐτῷ παιδὶ ὄντι τοῦτο εἰρηκέναι · ὥστε οὐ χρὴ θαυμάζειν, εἰ χείρω τὰ μετὰ ταῦτα τῶν προτέρων, ἀλλ’εἴ που βελτίω καὶ παραπλήσια γένοιτο “.
5.18ἐρωτηθεὶς δὲ πῶς ἄν τις ἐλεύθερος διαμένοι,” θανάτου καταφρονῶν “ἔφη.
6.1Ἆγις ὁ νεώτερος, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί,” καὶ μήν “ἔφη” οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται “.
6.2πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιάτης” ὁ σοὶ ἀνομοιότατος “; .
7.1Ἆγις ὁ τελευταῖος τῶν Λακεδαιμονίων βασιλέων ἐξ ἐνέδρας συλληφθεὶς καὶ καταδικασθεὶς ὑπὸ τῶν ἐφόρων χωρὶς δίκης, ἀπαγόμενος ἐπὶ τὸν βρόχον ἰδών τινα τῶν ὑπηρετῶν κλαίοντα,” παῦσαι “εἶπεν” ὦ ἄνθρωπε ἐπ’ἐμοὶ κλαίειν · καὶ γὰρ οὕτω παρανόμως καὶ ἀδίκως ἀπολλύμενος, κρείσσων εἰμὶ τῶν ἀναιρούντων “. καὶ ταῦτα εἰπὼν παρέδωκε τῷ βρόχῳ τὸν τράχηλον ἑκουσίως
8.1ἀκρότατος, ἐπεὶ οἱ γονεῖς αὐτὸν ἄδικόν τι συμπρᾶξαι αὐτοῖς ἠξίουν, μέχρι τινὸς ἀντέλεγεν · ὡς δὲ ἐνέκειντο, εἶπεν” ἕως μὲν παρ’ὑμῖν ἦν, οὐκ ἠπιστάμην δικαιοσύνης οὐδεμίαν ἔννοιαν ἐπεὶ δὲ με τῇ πατρίδι παρέδοτε καὶ τοῖς ταύτης νόμοις, ἔτι δὲ δικαιοσύνῃ καὶ καλοκαγαθίᾳ ἐπαιδεύσατε ὡς ἠδύνασθε, τούτοις πειράσομαι ἢ ὑμῖν ἕπεσθαι · καὶ ἐπεὶ θέλετε ἄριστα πράττειν, ἄριστα δὲ τὰ δίκαιά ἐστι καὶ ἰδιώτῃ καὶ πολὺ μᾶλλον ἄρχοντι, πράξω ἃ θέλετε ἃ δὲ λέγετε παραιτήσομαι “.
9.1Ἀλκαμένης; ὁ Τηλέκλου, πυθομένου τινὸς πῶς ἄν τις ἄριστα βασιλείαν διατηροίη,” εἰ περὶ πλείονος “ἔφη” τὸ κέρδος μὴ ποιοῖτο “.
9.2ἑτέρου δὲ ἐπιζητοῦντος διὰ τί παρὰ Μεσσηνίων δῶρα οὐκ ἐδέξατο,” ὅτι λαβόντος μου “ἔφη” πρὸς τοὺς νόμους εἰρήνην ἄγειν ἀδύνατον “.
9.3λέγοντος δέ τινος ὅτι συνεσταλμένως ζῇ ἱκανὴν οὐσίαν κεκτημένος,” καλὸν γάρ “ἔφη” πολλὰ κεκτημένον ζῆν κατὰ λογισμὸν καὶ μὴ κατὰ τὴν ἐπιθυμίαν “.
10.1Ἀναξανδρίδας ὁ Λέοντος πρὸς τὸν δυσφοροῦντα διὰ τὴν ἐκ τῆς πόλεως αὐτῷ γενομένην φυγὴν” ὦ λῷστε “ἔφη” μὴ τὴν πόλιν φεύγων ὀρρώδει, ἀλλὰ τὴν δικαιοσύνην “.
10.2τῷ δὲ τοῖς ἐφόροις τὰ δέοντα μὲν λέγοντι πλείω δὲ τῶν ἱκανῶν” ὦ ξένε “ἔφη” οὐκ ἐν δέοντι τῷ δέοντι χρῇ, “πυνθανομένου δέ τινος διὰ τί τοῖς εἵλωσι τοὺς ἀγροὺς ἐγχειρίζουσι καὶ οὐκ αὐτοὶ ἐπιμελοῦνται,” ὅτι “ἔφη” οὐ τούτων ἐπιμελούμενοι ἀλλ’αὑτῶν αὐτοὺς ἐκτησάμεθα “.
10.4ἑτέρου δέ τινος λέγοντος, ὅτι βλάπτουσιν αἱ δόξαι καὶ ὅτι τούτων ὁ ἀπαλλαγεὶς εὐδαιμονήσει,” οὐκοῦν οἱ τὰ ἄδικα ποιοῦντες “ἔφη” κατὰ τὸν σὸν λόγον εὐδαίμονες ἄν εἶεν · πῶς γὰρ ἄν τις ἱεροσυλῶν ἢ ἀδικῶν δόξης ἐπιμελοῖτο ;’“ἄλλου δὲ ἐρωτῶντος διὰ τί ἐν τοῖς πολέμοις Σπαρτιᾶται θαρσαλέως κινδυνεύουσιν,” ὅτι “ἔφη” αἰδεῖσθαι περὶ βίου μελετῶμεν, οὐχ ὣσπερ οἱ ἄλλοι φοβεῖσθαι “.
10.6ἐρωτῶντος δέ τινος αὐτὸν διὰ τί τὰς περὶ θανάτου δίκας πλείοσιν ἡμέραις οἱ γέροντες κρίνουσιν, κα- κἂν ἀποφύγῃ τις, ἔτι οὐδὲν ἧσσόν ἐστιν ὑπόδικος,” πολλαῖς μὲν ἔφη ἡμέραις κρίνουσι, ὅτι περὶ θανάτου τοῖς διαμαρτάνουσιν οὐκ ἔστι μεταβουλεύσασθαι · νόμῳ δὲ ὑπόδικον δεήσει εἶναι, ὅτι κατὰ τοῦτον τὸν νόμον ἂν εἴη καὶ τὸ κρείττονα βουλεύσασθαι “.
11.1Ἀνάξανδρος ὁ Εὐρυκράτεος, πυνθανομένου τινὸς διὰ τί χρήματα οὐ συνάγουσιν εἰς τὸ δημόσιον,” ὅπως “ἔφη” μὴ οἱ φύλακες αὐτῶν γινόμενοι διαφθείρωνται “.
12.1Ἀναξίλας πρὸς τὸν θαυμάζοντα διὰ τί οἱ ἔφοροι τοῖς βασιλεῦσιν οὐχ ὑπεξανίστανται, καὶ ταῦτα ὑπὸ τῶν βασιλέων καθιστάμενοι,” διὰ τὴν αὐτὴν αἰτίαν “ἔφη” δι’ἣν καὶ ἐφορεύουσιν “.
13.1Ἀνδροκλείδας ὁ Λάκων πηρωθεὶς τὸ σκέλος κατέταξεν αὑτὸν εἰς τοὺς πολεμιστάς · ὡς; δ’ἐνίσταντὸ τινες διακωλύοντες ὅτι ἐπεπήρωτο,” ἀλλ’οὐ φεύγοντα “εἶπε” μένοντα δὲ δεῖ τοῖς ἀντιτεταγμένοις μάχεσθαι “.
14.1Ἀνταλκίδας ἐν Σαμοθρᾴκῃ μυούμενος, ἐρωτηθεὶς ὑπὸ τοῦ ἱερέως τί δεινότερον δέδρακεν ἐν τῷ βίῳ,” εἴ τί μοι πέπρακται τοιοῦτον, εἴσονται “εἶπεν” αὐτοὶ οἱ θεοί “.
14.2πρὸς δὲ τὸν ἀμαθεῖς καλοῦντα τοὺς Λακεδαιμονίους; Ἀθηναῖον” μόνοι γοῦν “εἶπεν” ἡμεῖς οὐδὲν μεμαθήκαμεν παρ’ὑμῶν κακόν “.
14.3ἑτέρου δ’Ἀθηναίου · πρὸς αὐτὸν εἰπόντος” ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς · ἐδιώξαμεν “,” ἡμεῖς δέ “ἔφη” οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα “.
14.4ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα ἀρέσκοι τοῖς ἀνθρώποις,” εἰ ἣδιστα μέν “ἔφη” αὐτοῖς διαλέγοιτο, ὠφελιμώτατα δὲ προσφέροιτο “.
14.5σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους,” τίς γὰρ αὐτόν “ἔφη” ψέγει ;’“πρὸς Ἀγησίλαον πληγέντα ἐν μάχῃ ὑπὸ Θηβαίων” ἀπέχεις “εἶπε” τὰ διδασκάλια, μὴ βουλομένους αὐτοὺς μη δ’ἐπισταμένους μάχεσθαι διδάξας “.
14.6ἐδόκουν γὰρ ταῖς συνεχέσιν ἐπ’αὐτοὺς τοῦ Ἀγησιλάου στρατείαις μάχιμοι γεγονέναι.
14.7τείχη δὲ ἔλεγεν εἶναι τῆς Σπάρτης τοὺς νέους, ὅρια δὲ τὰς ἐπιδορατίδας.
14.8πρὸς δὲ τὸν ἐπιζητοῦντα ὅ τι ἐγχειριδίοις βραχέσι κατὰ πόλεμον χρῶνται Λακεδαιμόνιοι,” διότι “εἶπε” πλησίον τοῖς πολεμίοις μαχόμεθα “.
15.1Ἀντίοχος ἐφορεύων ὡς ἤκουσεν ὅτι Μεσσηνίοις Φίλιππος τὴν χώραν ἔδωκεν, ἠρώτησεν εἰ καὶ δύναμιν αὐτοῖς παρέσχετο ὥστε μαχομένους περὶ τῆς χώρας κρατεῖν
16.1Ἄρευς, ἐπαινούντων τινῶν οὐκ ἰδίας ἀλλά τινας τῶν ἀλλοτρίων γυναικῶν,” μὰ τοὺς θεοὺς “εἶπε” περὶ τῶν καλῶν κα- κἀγαθῶν γυναικῶν οὐδένα δεῖ λόγον εἰκῆ λέγεσθαι, ἀγνοεῖσθαι δ’αὐτὰς τὸ παράπαν, ὁποῖαι τυγχάνουσι, πλὴν μόνοις τοῖς συμβιοῦσι “.
16.2διὰ Σελινοῦντος δέ ποτε τῆς Σικελίας πορευόμενος ἰδὼν ἐπὶ μνήματος; ἐλεγεῖον ἐπιγεγραμμένον” σβεννύντας ποτὲ τούσδε τυραννίδα χάλκεος Ἄρης εἷλε · Σελινοῦντος δ’ἀμφὶ πύλαις ἔθανον “,” δικαίως “ἔφη” ἀπεθάνετε τυραννίδα καιομένην ἀποσβεννύναι ἐπιχειρήσαντες · το- τοὐναντίον γὰρ ἔδει ὅλην αὐτὴν ἀφεῖναι κατακαῆναι “.
17.1ἀρίστων, ἐπαινοῦντός τινος τὴν τοῦ Κλεομένους χρείαν, ὅτι ἐρωτηθεὶς; τί δεῖ τὸν ἀγαθὸν βασιλέα ποιεῖν εἶπε τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δὲ ἐχθροὺς κακῶς ποιεῖν · ” καὶ πόσῳ κρεῖσσον “ἔφη” ὦ λῷστε, τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δὲ ἐχθροὺς φίλους ποιεῖν ;’“αὕτη Σωκράτους ὁμολογουμένη πρὸς πάντων χρεία οὖσα καὶ εἰς αὐτὸν ἀναφέρεται.
17.2πυνθανομένου δέ τινος πόσοι Σπαρτιᾶται τὸ πλῆθος,” ὅσοι ἱκανοί “εἶπε” τοὺς ἐχθροὺς ἀπερύκειν “.
17.3τῶν Ἀθηναίων δέ τινος; ἔπαινον ἐπιτάφιον ἀναγινώσκοντος τῶν πεσόντων ὑπὸ Λακεδαιμονίων,” ποδαποὺς οὖν “ἔφη” τοὺς ἡμετέρους νομίζεις εἶναι νικήσαντας τούτους “;
18.1Ἀρχιδαμίδας πρὸς τὸν ἐπαινοῦντα Χαρίλαν, ὅτι πρὸς ἅπαντας ὁμοίως πρᾶος ἦν,” καὶ πῶς τις “ἔφη” δικαίως ἂν ἐπαινοῖτο, εἰ καὶ πρὸς τοὺς πονηροὺς πρᾶος εἴη “;
18.2μεμφομένου δέ τινος Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον, αὐτῶν οὐδὲν ἔλεγεν,” ἀγνοεῖν μοι δοκεῖς “εἶπεν” ὅτι ὁ εἰδὼς λόγον καὶ τὸν τοῦ λέγειν καιρὸν οἶδεν “.
19.1Ἀρχίδαμος ὁ Ζευξιδάμου, πυθομένου τινὸς αὐτοῦ τίνες προεστήκασι τῆς · Σπάρτης,” οἱ νόμοι καὶ τὰ ἀρχεῖα “ἔφη” κατὰ τοὺς νόμους “.
19.2πρὸς δὲ τὸν ἐπαινοῦντα κιθαρῳδὸν καὶ θαυμάζοντα τὴν δύναμιν αὐτοῦ” ὦ λῷστε “ἔφη” ποῖον γέρας παρὰ σοῦ τοῖς ἀγαθοῖς ἀνδράσιν ἔσται, ὅταν κιθαρῳδὸν οὕτως ἐπαινῇς “;
19.3ἐπεὶ δέ τις αὐτῷ συνιστὰς ψάλτην εἶπεν” οὗτος ἀγαθὸς ψάλτης ἐστίν “,” παρ’ἡμῖν δέ γε οὗτος “ἔφη” ἀγαθὸς ζωμοποιός, “ὡς οὐδὲν διαφέρον δι’ὀργάνων φωνῆς ἡδονὴν ἐμποιεῖν τῆς δι’ὄψων καὶ ζωμοῦ σκευασίας.
19.4ὑπισχνουμένου δέ τινος αὐτῷ τὸν οἶνον ἡδὺν ποιήσειν,” πρὸς τί “; ἔφη” καὶ γὰρ δαπανηθήσεται πλείων καὶ ποιήσει τὰ ἀνδρεῖα ἀχρηστότερα “.
19.5ἐπιὼν δὲ τὴν Κορινθίων πόλιν μετὰ στρατεύματος εἶδεν ἐκ του περὶ τὸ τεῖχος τόπου λαγωοὺς ἀναστάντας · εἶπεν οὖν πρός τοὺς συστρατιώτας,” εὐάλωτοι ἡμῖν οἱ πολέμιοί εἰσι “.
19.6δύο δέ τινων διαιτητὴν αὐτὸν λαβόντων, ἀγαγὼν εἰς τὸ τῆς Χαλκιοίκου τέμενος ἐξώρκισεν ἐμμεῖναι τοῖς · κριθεῖσιν αὐτούς · ὀμοσάντων δὲ ἐκείνων” κρίνω τοίνυν “ἔφη” μὴ πρότερον ἀπελθεῖν ὑμᾶς ἐκ τοῦ τεμένους, πρὶν ἂν τὰ πρὸς ἀλλήλους διαλύσησθε “.
19.7ταῖς δὲ θυγατράσιν αὐτοῦ ἱματισμὸν πολυτελῆ Διονυσίου τοῦ Σικελίας τυράννου πέμψαντος, οὐκ ἐδέξατο εἰπών” φοβοῦμαι μὴ περιθέμεναι αἱ κόραι φανῶσί μοι αἰσχραί “.
19.8θεασάμενος δὲ τὸν υἱὸν προπετῶς μαχόμενον Ἀθηναίοις” ἢ τῇ δυνάμει πρόσθες “ἔφη” ἢ τοῦ φρονήματος ὕφες “.
20.1Ἀρχίδαμος ὁ Ἀγησιλάου, Φιλίππου μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην σκληροτέραν αὐτῷ ἐπιστολὴν γράψαντος, ἀντέγραψεν” εἰ μετρήσαις τὴν σαυτοῦ σκιάν, οὐκ ἂν εὕροις αὐτὴν μείζονα γεγενημένην ἢ πρὶν νικᾶν “.
20.2ἐρωτηθεὶς δὲ πόσης χώρας κρατοῦσιν οἱ Σπαρτιᾶται” ὅσης ἄν “ἔφη” τῷ δόρατι ἐφίκωνται “.
20.3Περιάνδρου δὲ τοῦ ἰατροῦ ἀξιολόγου κατὰ τέχνην ὄντος καὶ ἐπαινουμένου ἐς τὰ μάλιστα, φαῦλα δὲ ποιήματα γράφοντος,” τί δήποτε, ὦ Περίανδρε “εἶπεν” ἀντὶ χαρίεντος ἰατροῦ κακὸς ποιητὴς καλεῖσθαι ἐπιθυμεῖς “;
20.4ἐν δὲ τῷ πρὸς Φίλιππον πολέμῳ συμβουλευόντων τινῶν ὅτι πόρρω τῆς οἰκείας τὴν μάχην συνάπτειν δεῖ,” ἀλλ’οὐ τοῦτο “ἔφη” ὁρᾶν δεῖ, ἀλλ’οἷ μαχούμενοι κρείσσονες τῶν πολεμίων ἐσόμεθα “.
20.5πρὸς δὲ τοὺς ἐπαινοῦντας αὐτόν, ὅτε τὴν πρὸς Ἀρκάδας μάχην ἐνίκησε,” βέλτιον ἂν ἦν, εἰ τῇ φρονήσει “ἔφη” αὐτοὺς ἐνικῶμεν μᾶλλον ἢ τῇ ἰσχύι “.
20.6ὅτε δὲ εἰς Ἀρκαδίαν ἐνέβαλε, πυθόμενος βοηθεῖν αὐτοῖς Ἠλείους ἐπέστειλεν αὐτοῖς” Ἀρχίδαμος Ἠλείοις · καλὸν ἡσυχία “.
20.7τῶν δὲ συμμάχων ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ἐπιζητούντων, πόσα χρήματα ἀρκέσει, καὶ ἀξιούντων ὁρίσαι τοὺς φόρους,” ὁ πόλεμος “ἔφη” οὐ τεταγμένα σιτεῖται “.
20.8καταπελτικὸν δὲ ἰδὼν βέλος τότε πρῶτον ἐκ Σικελίας κομισθὲν ἀνεβόησεν” Ἡράκλεις, ἀπόλωλεν ἀνδρὸς ἁρετά “.
20.9ἐπεὶ δὲ οὐκ ἐβούλοντο Ἕλληνες πείθεσθαι αὐτῷ καὶ λῦσαι τὰς πρὸς Ἀντίγονον καὶ Κρατερὸν τοὺς Μακεδόνας ὁμολογίας καὶ ἐλεύθεροι εἶναι, ὡς χαλεπωτέρων ἐσομένων Λακεδαιμονίων ἢ Μακεδόνων, εἶπε” πρόβατον μὲν ἀεὶ τὴν αὐτὴν φθέγγεται φωνήν, ἄνθρωπος δὲ πολλὰς καὶ ποικίλας, ἕως ἂν τὸ δόξαν ἐπιτελέσῃ “.
21.1Ἀστυκρατίδας, εἰπόντος τινὸς αὐτῷ μετὰ τὸ ἡττηθῆναι Ἆγιν τὸν βασιλέα ἐν τῇ πρὸς Ἀντίπατρον μάχῃ περὶ Μεγάλην πόλιν” τί ποιήσετε, ὦ Λακεδαιμόνιοι; ἦ δουλεύσετε Μακεδόσιν ;’“εἶπε” τί δέ; κωλῦσαι ἂν δύναιτο Ἀντίπατρος μαχομένους ἡμᾶς ἀποθανεῖν ὑπὲρ τῆς Σπάρτης “;
22.1βίας ἐνεδρευθεὶς ὑπὸ Ἰφικράτους τοῦ Ἀθηναίων στρατηγοῦ καὶ ἐρωτώμενος ὑπὸ τῶν στρατιωτῶν τί δεῖ ποιεῖν,” τί γὰρ ἄλλο “ἔφη” ἢ ὑμᾶς μὲν σῴζεσθαι, ἐμὲ δὲ μαχόμενον ἀποθανεῖν “.
23.1Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν · εἶτα πρὸς τοὺς παρόντας” οὐδὲν οὕτως “ἔφη” μικρόν ἐστιν, ὃ οὐ σῴζεται τολμῶν ἀμύνεσθαι τοὺς ἐπιχειροῦντας “.
23.2ἐν δέ τινι μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ δόρυ τοῦ τραύματος ἐξελκύσας αὐτῷ τούτῳ τὸν πολέμιον ἀπέκτεινε ’καὶ πῶς ἐτρώθη ἐρωτηθεὶς” προδούσης με “ἔφη” τῆς ἀσπίδος “.
23.3ἐξελθὼν δὲ ἐπὶ πόλεμον ἔγραψε τοῖς; ἐφόροις” ἅσσα δηλῶμαι πράξω κατὰ πόλεμον ἢ τεθναξοῦμαι “.
23.4ἐπεὶ δὲ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα τοὺς ἐπὶ Θρᾴκης; Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ αὐτοῦ Ἀργιλεωνίδι προσῆλθον πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἐτελεύτησεν ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἐστὶ τοιοῦτος,” ἀγνοεῖτε “εἶπεν” ὦ ξένοι Βρασίδας γὰρ ἦν μὲν ἀνὴρ ἀγαθός, πολλοὺς δ’ἐκείνου κρείσσονας ἔχει ἡ Σπάρτη “.
24.1Δαμωνίδας ταχθεὶς ἔσχατος τοῦ χοροῦ ὑπὸ τοῦ τὸν χορὸν ἱστῶντος” εὖγε “εἶπεν” ὦ χοραγέ, ἐξεῦρες πῶς καὶ αὕτη ἡ χώρα ἄτιμος οὖσα ἔντιμος γένηται “.
25.1Δᾶμις πρὸς τὰ ἐπισταλέντα παρὰ τοῦ Ἀλεξάνδρου θεὸν εἶναι ψηφίσασθαι,” συγχωροῦμεν “ἔφη” Ἀλεξάνδρῳ, ἐὰν θέλῃ, θεὸς καλεῖσθαι “.
26.1Δαμίνδας, Φιλίππου ἐμβαλόντος; εἰς Πελοπόννησον καὶ εἰπόντος τινὸς” κινδυνεύουσι δεινὰ παθεῖν Λακεδαιμόνιοι, εἰ μὴ τὰς πρὸς αὐτὸν διαλλαγὰς ποιήσονται, “” “ἀνδρόγυνε” εἶπε “τί δ’ἂν πάθοιμεν δεινὸν θανάτου καταφρονήσαντες”;
27.1Δερκυλλίδας, Πύρρου τὴν στρατιὰν ἐπὶ τῆς Σπαρτιάτιδος ἔχοντος, πεμφθεὶς πρὸς αὐτὸν πρεσβευτής, τοῦ Πύρρου προστάττοντος καταδέχεσθαι τὸν βασιλέα αὐτῶν Κλεώνυμον ἢ γνώσεσθαι ὡς οὐδενὸς τῶν ἄλλων ἀνδρειότεροι τυγχάνουσιν, ὑποτυχὼν εἶπεν “εἰ μὲν θεός ἐστιν, οὐ φοβούμεθα τοῦτον · οὐδὲν γὰρ ἀδικοῦμεν · εἰ δὲ ἄνθρωπος, οὐχ ἡμῶν γε κρείσσων”.
28.1Δημάρατος, Ὀρόντου πρὸς αὐτὸν σκληρότερον ὁμιλήσαντος καὶ εἰπόντος τινὸς “σκληρῶς σοι κέχρηται Ὀρόντης, ὦ Δημάρατε”, “οὐδὲν ἥμαρτεν εἰς ἐμὲ” εἶπεν “οἱ γὰρ πρὸς χάριν ὁμιλοῦντες βλάπτουσιν οὐχ οἱ μετὰ ἀπεχθείας”.
28.2ἐρωτήσαντος δέ τινος διὰ τί τοὺς μὲν τὰς ἀσπίδας παρ’αὐτοῖς ἀποβαλόντας ἀτιμοῦσι, τοὺς δὲ τὰ κράνη καὶ τοὺς θώρακας οὐκέτι, “ὅτι” ἔφη “ταῦτα μὲν ἑαυτῶν χάριν περιτίθενται τὴν δὲ ἀσπίδα τῆς κοινῆς τάξεως ἕνεκα”.
28.3ψάλτου δὲ ἀκροώμενος “οὐ κακῶς” εἶπε “φαίνεταί μοι φλυαρεῖν”.
28.4ἐν δέ τινι συνεδρίῳ ἐρωτώμενος πότερον διὰ μωρίαν ἢ δι’ἀπορίαν λόγων σιωπᾷ, “ἀλλ’ὅ γε μωρὸς οὐκ ἂν δύναιτο σιγᾶν” ἔφη.
28.5πυθομένου δέ τινος διὰ τί φεύγει τὴν Σπάρτην βασιλεὺς ὤν, “ὅτι” ἔφη “κρείσσονες αὐτῆς; οἱ νόμοι εἰσί”.
28.6τῶν δὲ Περσῶν τινος διὰ τὸ συνεχὲς τῆς δωροδοκίας τὸν ἐρώμενον αὐτοῦ ἀπαγαγόντος καὶ λέγοντος “ὦ Λάκων, τεθήρευκά σου τὸν ἐρώμενον” “μὰ τοὺς θεούς” ἔφη “οὐχὶ σύ γε, ἀλλ’ἠγόρακας”.
28.7ἀποστάντος δέ τινος τῶν Περσῶν τοῦ βασιλέως καὶ μεταπεισθέντος ὑπὸ Δημαράτου ἐπανελθεῖν καὶ μέλλοντος τοῦ βασιλέως τὸν Πέρσην διαχειρίζεσθαι, “αἰσχρόν” ἔφη “ὦ βασιλεῦ, ὅτε μὲν ἐχθρὸς ἦν σοι, μὴ δύνασθαι δίκην τῆς ἀποστάσεως παρ’αὐτοῦ λαβεῖν, ὅτε δὲ φίλος γέγονεν, ἀποκτείνειν”.
28.8πρὸς δὲ τὸν παρασιτοῦντα τῷ βασιλεῖ καὶ περὶ τῆς φυγῆς πολλάκις ἐπισκώπτοντα αὐτὸν “οὐ μαχοῦμαί σοι” ἔφη, “ὦ ξένε · κατανάλωκα γὰρ τὴν τοῦ βίου τάξιν”.
29.1Ἐκπρέπης ἔφορος Φρύνιδος τοῦ μουσικοῦ σκεπάρνῳ τὰς δύο τῶν ἐννέα ἐξέτεμεν, εἰπών “μὴ κακούργει τὴν μουσικήν”.
30.1Ἐπαίνετος πάντων ἔφη τοὺς ψεύστας τῶν ἁμαρτημάτων καὶ τῶν ἀδικημάτων αἰτίους εἶναι.
31.1Εὐβοίδας ἀκούων τινῶν ἐπαινούντων γυναῖκα ἀλλοτρίαν οὐκ ἀπεδέχετο, φήσας ὅλως περὶ γυναικείας φύσεως παρὰ τοῖς ἔξω λόγον εἶναι οὐδένα δεῖ.
32.1Εὐδαμίδας ὁ Ἀρχιδάμου, ἀδελφὸς δὲ Ἄγιδος, ἰδὼν Ξενοκράτην ἐν Ἀκαδημείᾳ πρεσβύτερον ἤδη μετὰ τῶν γνωρίμων φιλοσοφοῦντα, ἐπύθετο τίς ὁ πρεσβύτης · φαμένου δέ τινος ὅτι σοφὸς ἀνὴρ καὶ τῶν ζητούντων τὴν ἀρετήν, “καὶ πότε” ἔφη “χρήσεται αὐτῇ, ἐὰν ἄρτι ζητῇ”;
32.2ἀκούσας δὲ φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, “ὁ μὲν λόγος” ἔφη “θαυμαστός · ὁ δὲ λέγων ἄπιστος · οὐ γὰρ περισεσάλπιγκται”.
32.3τὴν θέσιν δὲ Ξενοκράτους εἰρηκότος καὶ καταπαυομένου, παρῆν ὁ Εὐδαμίδας · ὡς δ’εἶπέ τις τῶν μετ’αὐτοῦ “ὅτε πάρεσμεν ἡμεῖς, τότε πέπαυται” · “καλῶς γε” ἔφη “εἴπερ ἢδη ἔλεξε ταῦτα ἃ ἔχρῃζε” · τοῦ δ’εἰπόντος “καλὸν ἦν ἀκοῦσαι” ἦ καὶ πρὸς δεδειπνηκότα μολόντες “εἶπεν ἠξιοῦμεν” πάλιν αὐτὸν δειπνεῖν “; ” πυνθανομένου δέ τινος διὰ τί, τῶν πολιτῶν αἱρουμένων τὸν πρὸς Μακεδόνας πόλεμον, αὐτὸς ἡσυχίαν ἄγειν δοκιμάζει, “ὅτι” ἔφη ·
32.4“οὐ χρῄζω ψευδομένους αὐτοὺς ἐλέγξαι”.
32.5ἑτέρου δὲ προφερομένου τὰ κατὰ Περσῶν ἀριστεῖα καὶ προτρέποντος ἐπὶ τὸν πόλεμον, “ἀγνοεῖν” ἔφη “μοι δοκεῖς γε, ὅτι τα- ταὐτόν ἐστι χιλίων προβάτων κρατήσαντα πεντήκοντα λύκοις μάχεσθαι”.
32.6ψάλτου δέ τινος · εὐημερήσαντος, ἠρώτησαν αὐτὸν ποδαπός τις αὐτῷ δοκεῖ εἶναι, “μέγας” ἔφη “κηληκτὰς ἐν μικρῷ πράγματι”.
32.7ἐπαινοῦντος δέ τινος τὰς Ἀθήνας, ἔφη “καὶ τίς ἂν ταύτην τὴν πόλιν δεόντως ἐπαινοίη, ἣν οὐδεὶς ἔστερξε γενόμενος βελτίων”;
32.8Ἀργείου δέ τινος λέγοντος, ὡς φαυλότεροι γίνονται κατὰ τὰς ἀποδημίας οἱ Λάκωνες ἐξιστάμενοι τῶν πατρίων νόμων, “ἀλλ’οὐχ ὑμεῖς γε” ἔφη “εἰς τὴν Σπάρτην ἐλθόντες χείρονες ἀλλὰ βελτίονες γίνεσθε”.
32.9Ἀλεξάνδρου δὲ κηρύξαντος ἐν Ὀλυμπίᾳ κατιέναι τοὺς φυγάδας ἅπαντας εἰς τὴν ἰδίαν πλὴν Θηβαίων, “ἀτυχὲς μέν” ἔφη “ὦ Θηβαῖοι τὸ κήρυγμα ἀλλ’ἔνδοξον μόνους γὰρ ὑμᾶς φοβεῖται Ἀλέξανδρος”.
32.10ἐρωτηθεὶς δὲ τίνος ἕνεκα πρὸ τῶν κινδύνων ταῖς Μούσαις σφαγιάζουσιν, “ὅπως” ἔφη “αἱ πράξεις λόγων ἀγαθῶν τυγχάνωσιν”.
33.1Εὐρυκρατίδας ὁ Ἀναξανδρίδου, πυθομένου τινὸς διὰ τί τὰ περὶ τῶν συμβολαίων δίκαια ἑκάστης κρίνουσιν οἱ ἔφοροι, “ὅπως” ἔφη “καὶ ἐν πολεμίοις πιστεύωμεν ἀλλήλοις”.
34.1Ζευξίδαμος, πυνθανομένου τινὸς διὰ τί περὶ τῆς ἀνδρείας νόμους ἀγράφους τηροῦσι καὶ νέοις ἀπογραψάμενοι οὐ διδόασιν ἀναγινώσκειν, “ὅτι” ἔφη “συνεθίζεσθαι δεῖ ταῖς ἀνδραγαθίαις κρεῖττον ἢ ταῖς γραφαῖς προσέχειν”.
34.2Αἰτωλοῦ δέ τινος λέγοντος ὅτι τοῖς ἀνδραγαθεῖν δυναμένοις κρείσσων τῆς εἰρήνης ὁ πόλεμος, “οὐ μὰ τοὺς θεούς” ἔφη “ἀλλὰ τούτοις κρείσσων ὁ θάνατος τῆς ζωῆς”.
35.1Ἡρώνδας, Ἀθήνησιν ἁλόντος; τινὸς γραφὴν ἀργίας, παρὼν καὶ πυθόμενος ἐκέλευσεν ἐπιδεῖξαι αὑτῷ τὸν τὴν ἐλευθερίαν δίκην ἡττηθέντα.
36.1Θεαρίδας ξίφος ἀκονῶν καὶ ἐρωτώμενος, εἰ ὀξύ ἐστιν, εἶπεν “ὀξύτερον διαβολῆς”.
37.1Θεμιστέας προεῖπε μὲν Λεωνίδᾳ τῷ βασιλεῖ τὴν γενησομένην ἀπώλειαν περὶ Θερμοπύλας αὐτοῦτε καὶ τῶν συστρατευομένων αὐτῷ, μάντις ὤν · ἀποπεμπόμενος δὲ ὑπὸ τοῦ Λεωνίδα εἰς · τὴν Λακεδαίμονα προφάσει τοῦ ἀπαγγεῖλαι τὰ συμβησόμενα, ταῖς δ’ἀληθείαις ἵνα μὴ παραπόληται, οὐκ ἠνέσχετο ἀλλ’εἶπε “μαχητὴς ἐπέμφθην οὐκ ἀγγελιαφόρος”.
38.1Θεόπομπος πρὸς τὸν ἐρωτήσαντα πῶς ἄν τις ἀσφαλέστατα τηροίη τὴν βασιλείαν, “εἰ τοῖς μὲν φίλοις” ἔφη “μεταδιδοίη παρρησίας δικαίας, τοὺς δὲ ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους”.
38.2πρὸς δὲ τὸν ξένον τὸν λέγοντα ὅτι παρὰ τοῖς αὑτοῦ πολίταις καλεῖται φιλολάκων, “κρεῖσσον” ἔφη “ἦν σε φιλοπολίτην ἢ φιλολάκωνα καλεῖσθαι”.
38.3τοῦ δ’ἐκ τῆς Ἤλιδος πρεσβευτοῦ εἰπόντος ὅτι διὰ τοῦτ’αὐτὸν ἐξαπέστειλαν οἱ πολῖται, ὅτι μόνος τὸν Λακωνικὸν ἐζήλωσε βίον, “καὶ πότερον” ἔφη “ὁ σὸς ἢ ὁ τῶν ἄλλων πολιτῶν βίος βελτίων ἐστί ;’” τοῦ δὲ εἰπόντος τὸν αὑτοῦ, “πῶς οὖν ἂν” ἔφη “αὕτη ἡ πόλις σῴζοιτο, ἐν πολλῶν ὄντων εἷς μόνος ἀγαθός ἐστι”;
38.4λέγοντος δέ τινος ὅτι ἡ Σπάρτη σῴζεται διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας, “οὔκ” ἔφη “ἀλλὰ διὰ τοὺς πολίτας πειθαρχικοὺς ὄντας”.
38.5Πυλίων δὲ αὐτῷ μείζονας τιμὰς ψηφισαμένων, ἀντέγραψεν ὅτι “τὰς μὲν μετρίας ὁ χρόνος αὔξει, τὰς δ’ὑπεραιρούσας ἀφανίζει”.
38.6ἐπιδεικνυμένου δέ τινος αὐτῷ τεῖχος καὶ πυνθανομένου εἰ καρτερὸν καὶ ὑψηλόν, “οὐ δ’εἰ γυναικῶν” εἶπεν “ἦν”.
39.1Θωρυκίων ἐκ Δελφῶν παραγενόμενος, ἰδὼν τὸ Φιλίππου στρατόπεδον ἐν Ἰσθμῷ τὰ στενὰ κατειληφότος, “κακούς” ἔφη “πυλωροὺς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ Πελοπόννησος ἔχει”.
40.1Θεκταμένης, καταγνόντων αὐτοῦ θάνατον τῶν ἐφόρων, ἀπῄει μειδιῶν · καί τινος τῶν παρόντων ἐρωτήσαντος εἰ καὶ καταφρονεῖ τῶν τῆς Σπάρτης νομίμων, “οὐχί” εἶπεν “ἀλλὰ γέγηθα, ὅτι δεῖ με τὴν ζημίαν ἐκτῖσαι ταύτην, παρ’οὐδενὸς οὔτε τι αἰτήσαντα οὔτε δανεισάμενον”.
41.1ἱππόδαμος, ὅτε Ἆγις Ἀρχιδάμῳ παρετάσσετο, συμπεμφθεὶς τῷ Ἄγιδι εἰς Σπάρτην ἐπεῖ τὰς χρείας παρέχεσθαι, “ἀλλ’οὗτος” ἔφη “οὔτοι κάλλιον θάνατον ἀποθανοῦμαι ὑπὲρ Σπάρτας ἀνδραγαθῶν” ἦν δὲ βεβιωκὼς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη · καὶ μετὰ ταῦτα λαβὼν τὰ ὅπλα καὶ στὰς ἐν δεξιᾷ τοῦ βασιλέως, μαχόμενος ἀποθνῄσκει.
42.1Ἱπποκρατίδας πρὸς τὸν τῆς Καρίας σατράπην ἐπιστείλαντα, διότι Λακεδαιμόνιος ἀνὴρ ἐπιβουλευόντων τινῶν συνειδὼς τὴν ἐπιβουλὴν κατεσιώπησε, καὶ προσθέντος πῶς χρήσηται αὐτῷ, ἀντέγραψεν “εἰ μὲν μέγα τι ἀγαθὸν αὐτὸν πεποίηκας, κατάκτανε · εἰ δὲ μὴ, ἐκ τῆς χώρας ἔκβαλε δειλὸν πρὸς ἀρετὴν ὄντα”.
42.2ἀπαντήσαντος δέ ποτε αὐτῷ μειρακίου, ᾧ ἠκολούθει ἐραστής τις, καὶ διατραπέντος, “μετὰ τοιούτων” ἔφη “βαδίζειν δεῖ, μεθ’ὧν ὀφθεὶς τὴν αὐτὴν χρόαν τηρήσεις”.
43.1Καλλικρατίδας ναύαρχος, τῶν Λυσάνδρου φίλων ἀξιούντων ἐπιτρέψαι αὐτοῖς ἕνα τινὰ τῶν ἐχθρῶν ἀνελεῖν καὶ λαβεῖν πεντήκοντα τάλαντα, καίτοι σφόδρα δεόμενος χρημάτων εἰς ὀψώνια τοῖς ναύταις οὐ συνεχώρησε. Κλέανδρος δὲ σύμβουλος ὤν “ἀλλ’ἔγωγ’ἂν ἔλαβον” εἶπεν “εἰ σὺ ἤμην” · “καὶ γὰρ αὐτός” εἶπεν “εἰ σὺ ἦν”.
43.2παραγενόμενος δὲ πρὸς Κῦρον τὸν νεώτερον εἰς Σάρδεις, σύμμαχον ὄντα Λακεδαιμονίοις, ἐπὶ χρήματα τῷ ναυτικῷ, τῇ μὲν πρώτῃ ἡμέρᾳ ἐκέλευσεν εἰσαγγεῖλαι ὅτι βούλεται Κύρῳ ἐντυχεῖν ὡς δ’ἤκουσε πίνειν, “προσμενῶ” εἶπεν “ἕως ἂν πίῃ”. καὶ τότε μὲν ἀπηλλάγη, ὡς ἔγνω οὐχ οἷόντε εἶναι συμβαλεῖν αὐτῷ ἐκείνῃ τῇ ἡμέρᾳ, δόξας ἀγροικότερος εἶναι. τῇ δ’ἐχομένῃ, ὡς πάλιν αὐτὸν πίνειν ἤκουσε καὶ οὐ προϊόντα, φήσας “οὐχ οὕτω σπουδαστέον χρήματα λαβεῖν ὡς μηδὲν ἀνάξιον τῆς Σπάρτης ποιεῖν,” ἀπηλλάγη εἰς Ἔφεσον, πολλὰ μὲν ἐπαρώμενος κακὰ τοῖς πρώτοις ἐντρυφηθεῖσιν ὑπὸ βαρβάρων καὶ διδάξασιν αὐτοὺς ὑβρίζειν διὰ πλοῦτον · ὤμνυε δὲ πρὸς τοὺς παρόντας ὡς, ὅταν πρῶτον εἰς Σπάρτην παραγένηται, πάντα ποιήσει ὑπὲρ τοῦ διαλλάξαι τοὺς Ἕλληνας, ὡς φοβερώτεροι τοῖς βαρβάροις εἶεν καὶ παύσαιντο τῆς ἐκείνων ἐπ’ἀλλήλους δεόμενοι δυνάμεως.
43.3ἐρωτηθεὶς δὲ ὁποῖοι ἄνδρες εἰσὶν οἱ Ἴωνες, “ἐλεύθεροι μέν’” ἔφη κακοί, δοῦλοι δὲ ἀγαθοί.
43.4τοῦ δὲ Κύρου τὸν μισθὸν προπέμψαντος τοῖς στρατιώταις καὶ ξένια αὐτῷ, μόνον ἔλαβε τὸν μισθὸν τὰ δὲ ξένια ἀνέπεμψε, φήσας μὴ δεῖν φιλίαν αὐτῷ ἰδίαν πρὸς αὐτὸν εἶναι, ἀλλὰ τὴν κοινὴν πρὸς ἅπαντας Λακεδαιμονίους γεγονυῖαν καὶ αὐτῷ ὑπάρχειν.
43.5μέλλων δὲ περὶ τὰς Ἀργινούσας ναυμαχεῖν, Ἕρμωνος τοῦ κυβερνήτου εἰπόντος ὅτι καλῶς ἔχει ἀποπλεῦσαι, αἱ γὰρ τριήρεις τῶν Ἀθηναίων πολλῷ πλείους εἰσίν, εἶπε “καὶ τί τοῦτο; ἀλλὰ φεύγειν αἰσχρὸν καὶ βλαβερὸν τῇ Σπάρτῃ · μένοντα δὲ ἢ ἀποθανεῖν ἢ νικᾶν ἄριστον”.
43.6προθυσάμενος δέ, ὡς ἤκουσε τοῦ μάντεως σημαίνεσθαι διὰ τῶν ἐμπύρων τῷ μὲν στρατῷ νίκην τῷ δὲ στρατηγοῦντι θάνατον, οὐδὲν καταπλαγεὶς εἶπεν “οὐ παρ’ἕνα τὰ Σπάρτας · ἀποθανόντος; γάρ μου οὐδὲν ἡ πατρὶς ἐλαττωθήσεται · εἴξαντος δὲ τοῖς πολεμίοις, ἐλαττωθήσεται”. ἀποδείξας οὖν ἀνθ’ἑαυτοῦ Κλέανδρον ἡγεμόνα ὥρμησεν ἐπὶ τὴν ναυμαχίαν, καὶ μαχόμενος ἐτελεύτα.
44.1Κλεόμβροτος ὁ Παυσανίου, ξένου τινὸς διαφερομένου πρὸς τὸν πατέρα περὶ ἀρετῆς, “μέχρι τοὺτου” εἶπεν “κρείσσων σού ἐστιν ὁ πατήρ, μέχρι ἂν καὶ σὺ γεννήσῃς”.
45.1Κλεομένης ὁ Ἀναξανδρίδεω τὸν μὲν Ὅμηρον Λακεδαιμονίων εἶναι ποιητὴν ἔφη, τὸν δὲ Ἡσίοδον τῶν εἱλώτων · τὸν μὲν γὰρ ὡς χρὴ πολεμεῖν, τὸν δὲ ὡς χρὴ γεωργεῖν παρηγγελκέναι.
45.2ἀνοχὰς δὲ ἑφθημέρους πρὸς Ἀργείους ποιησάμενος, φυλάξας αὐτοὺς τῇ τρίτῃ νυκτὶ κοιμωμένους διὰ τὸ πεποιθέναι ταῖς σπονδαῖς, ἐπέθετο · καὶ τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ αἰχμαλώτους ἔλαβεν.
45.3ὀνειδιζόμενος δὲ ἐπὶ τῇ παραβάσει τῶν ὅρκων, οὐκ ἔφη προσομωμοκέναι ταῖς ἡμέραις τὰς νύκτας · ἄλλωςτε καὶ ὅ τι ἂν κακόν τις ποιῇ τοὺς πολεμίους, τοῦτο καὶ παρὰ θεοῖς καὶ παρὰ ἀνθρώποις δίκης ὑπέρτερον νομίζεσθαι.
45.4συνέβη δ’αὐτῷ τοῦ μὲν Ἄργους, δι’ὃ παρεσπόνδησεν, ἀποπεσεῖν διὰ τὸ τὰς γυναῖκας τὰ ἀπὸ τῶν ἱερῶν καθελούσας ὅπλα τούτοις αὐτὸν ἀμύνεσθαι καὶ ὕστερον δὲ τῶν φρενῶν ἔξω γενόμενον δράξασθαί τινος μαχαιρίου καὶ αὑτὸν ἀνατεμεῖν ἀπὸ τῶν σφυρῶν ἕως ἐπὶ τοὺς καιρίους τόπους, καὶ οὕτως ἐκλιπεῖν τὸν βίον γελῶντα καὶ σεσηρότα.
45.5τοῦ δὲ μάντεως ἀποτρέποντος μὴ ἄγειν ἐπὶ τὴν Ἀργείων πόλιν τὸ στράτευμα · τὴν γὰρ ἐπάνοδον αἰσχρὰν γενήσεσθαι · προσελθὼν τῇ πόλει ὡς τὰς μὲν πύλας κεκλεισμένας εἶδε, τὰς δὲ γυναῖκας ἐπὶ τῶν τειχῶν, “αὕτη σοι” ἔφη “ἡ ἐπάνοδος αἰσχρὰ φαίνεται εἶναι, ἐν τῶν ἀνδρῶν τεθνηκότων αἱ γυναῖκες τὰς πύλας κεκλείκασι”;
45.6πρὸς δὲ τοὺς λοιδοροῦντας αὐτὸν τῶν Ἀργείων ὡς ἐπίορκον καὶ ἀσεβῆ “τοῦ μὲν κακῶς λέγειν” ἔφη “ὑμεῖς κύριοι, τοῦ δὲ κακῶς ὑμᾶς ποιεῖν ἐγώ”.
45.7τοῖς δὲ ἀπὸ τῆς Σάμου πρέσβεσι παρακαλοῦσιν αὐτὸν Πολυκράτει τῷ τυράννῳ πολεμεῖν καὶ διὰ τοῦτο μακρολογοῦσιν, “ὧν εἰρήκατε” ἔφη “τὰ μὲν ἐξ ἀρχῆς οὐ μέμνημαι, διὰ τοῦτο δὲ καὶ τὰ μέσα οὐ συνίημι · τὰ δ’ἐπὶ πᾶσιν οὐ δοκιμάζω”.
45.8πειρατοῦ δὲ καταδραμόντος τὴν χώραν καί, ὡς ἑάλω, λέγοντος ὅτι “τροφὴν οὐκ εἶχον τοῖς στρατιώταις παρέχειν, πρὸς τοὺς ἔχοντας οὖν ἑκοντὶ δ’οὐ διδόντας βίᾳ ληψόμενος ἦλθον” · ἔφη “σύντομος ἡ πονηρία”.
45.9φαύλου δέ τινος αὐτὸν κακῶς λέγοντος “ἆρα διὰ τοῦτο” ἔφη “πάντας σὺ κακῶς λέγεις, ἵνα ἀπολογούμενοι μὴ εὐκαιρῶμεν περὶ τῆς; σῆς κακίας λέγειν”;
45.10τῶν δὲ πολιτῶν τινος λέγοντος, ὅτι τὸν ἀγαθὸν βασιλέα πάντῃ πάντως πρᾶον εἶναι δεῖ, “οὐκοῦν” ἔφη “ἄχρι τοῦ μὴ εὐκαταφρόνητον εἶναι”.
45.11ἑλκυσθεὶς δὲ νόσῳ μακρᾷ, ἐπεὶ καθαρταῖς καὶ μάντεσι προσεῖχε τὸ πρὶν οὐ προσέχων, θαυμάζοντός τινος, “τί θαυμάζεις ;’” ἔφη “οὐ γάρ εἰμι ὁ αὐτὸς νῦν καὶ τότε · οὐκ ὢν δὲ ὁ αὐτὸς οὐ δὲ τὰ αὐτὰ δοκιμάζω”.
45.12σοφιστοῦ δέ τινος περὶ ἀνδρείας λέγοντος, πλείω ἐγέλασε · τοῦ δὲ εἰπόντος “τί γελᾷς, Κλεόμενες, περὶ ἀνδρείας λέγοντος ἀκούων, καὶ ταῦτα βασιλεὺς ὤν ;’” “ὅτι” ἔφη “ξένε καὶ ἡ χελιδὼν εἰ περὶ αὐτῆς ἔλεγε, τὸ αὐτὸ τοῦτο ἂν ἐποίουν · εἰ δὲ ἀετός, πολλὴν ἂν εἶχον ἠρεμίαν”.
45.13τῶν δὲ Ἀργείων τὴν προτέραν ἧτταν φασκόντων ἀναμαχεῖσθαι, “θαυμάζω” ἔφη “εἰ δύο συλλαβῶν προσθήκῃ νῦν κρείσσονες ἐγένεσθε ἢ πρόσθεν ἦτε”.
45.14λοιδοροῦντος δέ τινος αὐτὸν καὶ φήσαντος “θρυπτικὸς εἶ, ὦ Κλεόμενες,” “” ἀλλὰ κρεῖσσον “ἔφη” ἢ ἄδικον εἶναι · σὺ δὲ φιλοχρήματος; καίπερ ἱκανὰ κεκτημένος “.
45.15ψάλτην δέ τις αὐτῷ βουλόμενος συστῆσαι τάτε ἄλλα τὸν ἄνδρα ἐπῄνει καὶ ψάλτην αὐτὸν ἔφη κράτιστον εἶναι τῶν Ἑλλήνων ὁ δὲ δείξας τινὰ τῶν πλησίον” νὴ τοὺς θεούς “ἔφη” οὗτος παρ’ἐμοὶ ζωμοποιός “.
45.16Μαιάνδρου δὲ τοῦ τῆς Σάμου τυράννου διὰ τὴν Περσῶν ἔφοδον εἰς Σπάρτην φυγόντος καὶ ἐπιδείξαντος ὅσα κεκομίκει χρύσεάτε καὶ ἀργύρεα ἐκπώματα χαριζομένουτε ὅσα βούλεται, ἔλαβε μὲν οὐδέν, εὐλαβούμενος δὲ μὴ ἑτέροις τισὶ τῶν ἀστῶν διαδῷ, πορευθεὶς ἐπὶ τοὺς ἐφόρους ἄμεινον ἔφη εἶναι τῇ Σπάρτῃ τὸν ξένον ἑαυτοῦ Σάμιον ἀπαλλάττεσθαι τῆς Πελοποννήσου, ἵνα μὴ πείσῃ τινὰ τῶν Σπαρτιατῶν κακὸν γενέσθαι οἱ δὲ ὑπακούσαντες ἐξεκήρυξαν τὸν Μαίανδρον αὐτῆς ἡμέρας.
45.17εἰπόντος δέ τινος” διὰ τί πολεμοῦντας ὑμῖν Ἀργείους πολλάκις κρατήσαντες οὐκ ἀνῃρήκατε “; ” οὐ δ’ἂν ἀνέλοιμεν “ἔφη” ὡς ἂν γυμναστὰς τοῖς νέοισιν ἔχοιμεν “.
45.18πυνθανομένου δέ τινος αὐτοῦ διὰ τί Σπαρτιᾶται τοῖς θεοῖς οὐκ ἀνατιθέασι τὰ ἀπὸ τῶν πολεμίων σκῦλα,” ὅτι “ἔφη” ἀπὸ δειλῶν ἐστι “.
46.1Κλεομένης ὁ Κλεομβρότου, διδόντος αὐτῷ τινος μαχίμους ἀλεκτρυόνας καὶ λέγοντος ὅτι μαχόμενοι ἀποθνῄσκουσι περὶ νίκης,” τῶν κατακτεινόντων τοίνυν αὐτούς “ἔφη” τινὰς δός μοι, ἐκεῖνοι γὰρ τούτων ἀμείνους “.
47.1Λάβωτος, μακρολογοῦντός τινος, εἶπε” τί μοι μικρῶν πέρι μεγάλα φροιμιάζῃ; ὅσον γὰρ εἴη πρᾶγμα, τοσοῦτον καὶ ὁ λόγος ᾧ χρῆσαι “.
48.1Λεωτυχίδας ὁ πρῶτος, λέγοντός τινος ὡς ἔστιν εὐμετάβολος,” διὰ τοὺς καιρούς “ἔφη” οὐχ ὡς ὑμεῖς διὰ τὴν αὑτῶν κακίαν “.
48.2πρὸς δὲ τὸν ἐρωτῶντα πῶς ἄν τις μάλιστα διαφυλάσσοι τὰ παρόντα τῶν ἀγαθῶν, εἶπεν” εἰ μὴ πάντα τῇ τύχῃ πιστεύοι “ἐρωτηθεὶς δὲ τί δεῖ μάλιστα μανθάνειν τοὺς ἐλευθέρους παῖδας,” ταῦτ’“ἔφη” ὅσαπερ ἂν αὐτοὺς ὠφελήσειαν ἄνδρας γενομένους “.
48.4πυνθανομένου δέ τινος διὰ τίνα αἰτίαν ὀλιγοποτοῦσιν οἱ Σπαρτιᾶται, ἔφη” ἵνα μὴ ἄλλοι ὑπὲρ ἡμῶν βουλεύωνται, ἀλλ’ἡμεῖς ὑπὲρ ἄλλων “.
49.1Λεωτυχίδας ὁ Ἀρίστωνος πρὸς τὸν εἰπόντα ὅτι κακῶς αὐτὸν οἱ τοῦ Δημαράτου λέγουσι” μὰ τοὺς θεούς “ἔφη” οὐ θαυμάζω, καλῶς γὰρ λέγειν οὐδεὶς ἂν αὐτῶν δυνηθείη “.
49.2τῇ δ’ἐγγυτέρω πύλῃ δράκοντος περὶ τὴν κλεῖν ἑλιχθέντος καὶ τῶν μάντεων τέρας ἀποφαινομένων εἶναι,” οὔτι ἔμοιγ’ἔφη “” δοκεῖ, ἀλλ’εἰ ἡ κλεὶς; τῷ δράκοντι περιειλίχθη, τέρας ἂν ἦν “.
49.3πρὸς Φίλιππον τὸν ὀρφεοτελεστὴν παντελῶς πτωχὸν ὄντα, λέγοντα δ’ὅτι οἱ παρ’αὐτῷ μυηθέντες μετὰ τὴν τοῦ βίου τελευτὴν εὐδαιμονοῦσι,” τί οὖν, ὦ ἀνόητε “εἶπεν” οὐ τὴν ταχίστην ἀποθνήσκεις, ἵν’ἅμα παύσῃ κακοδαιμονίαν καὶ πενίαν κλαίων “;
49.4πυθομένου δέ τινος διὰ τί τὰ ἀπὸ τῶν πολεμίων ὅπλα τοῖς θεοῖς οὐκ ἀνατιθέασιν, ἔφη ὅτι” τὰ διὰ τὴν δειλίαν τῶν κεκτημένων θηραθέντα οὔτε τοὺς νέους ὁρᾶν καλὸν οὔτε τοῖς θεοῖς ἀνατιθέναι “.
50.1λέων ὁ Εὐρυκρατίδα ἐρωτηθείς, ποίαν τις ἂν πόλιν οἰκήσας ἀσφαλῶς οἰκοίη,” ὅπου “ἔφη” μήτε πλείω μήτε ἐλάσσονα κεκτήσονται οἱ ἐνοικοῦντες · καὶ ὅπου τὸ μὲν δίκαιον ἰσχύσει, τὸ δὲ ἄδικον ἀσθενὲς ἔσται “.
50.2ὁρῶν δὲ τοὺς ἐν Ὀλυμπίᾳ δρομεῖς σπουδάζοντας περὶ τὴν ἄφεσιν ἵνα πλεονεκτήσωσιν,” ὅσῳ μᾶλλον “ἔφη” οἱ δρομεῖς σπουδάζουσι περὶ τῆς ταχυτῆτος ἢ περὶ τῆς δικαιοσύνης “ἀκαίρως δέ τινος περὶ πραγμάτων οὐκ ἀχρήστων διαλεχθέντος,” ὦ ξένε “εἶπεν” οὐκ ἐν δέοντι χρῇ τῷ δέοντι “.
51.1Λεωνίδας ὁ Ἀναξανδρίδα, ἀδελφὸς δὲ Κλεομένους, πρός τινα εἰπόντα” πλὴν τοῦ βασιλεύειν ἡμῶν οὐδὲν διαφέρεις, “” ἀλλ’οὐκ ἄν “ἔφη” εἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον “.
51.2τῆς δὲ γυναικὸς αὐτοῦ Γοργοῦς πυνθανομένης, ὅτε εἰς Θερμοπύλας ἐξῄει τῷ Πέρσῃ μαχούμενος, εἴ τι αὐτῇ ἐντέλλεται, ἔφη” ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθά τίκτειν “.
51.3λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας,” οὐκ ἄλλας “ἔφη” πρὸς ἣν βαδίζομεν πρᾶξιν “.
51.4πάλιν δὲ αὐτῶν εἰπόντων” μή τι ἕτερόν διέγνωκας ποιεῖν ἢ τὰς παρόδους τῶν βαρβάρων κωλύειν ;’“” τῷ λόγῳ “ἔφη” τῷ δ’ἔργῳ ἀποθανούμενος ὑπὲρ τῶν Ἑλλήνων “.
51.5γενόμενος δὲ ἐν Θερμοπύλαις πρὸς τοὺς συστρατιώτας εἶπε” λέγοντι τὸν βάρβαρον ἐγγύθι γενόμενον […] ἄμμε δὲ χρονοτριβέειν ἤδη γὰρ κτάμεν τὼς βαρβάρως ἢ αὐτοὶ τεθνάμεν θέλομες “.
51.6λέγοντος δέ τινος” ἀπὸ τῶν ὀιστευμάτων τῶν βαρβάρων οὐ δὲ τὸν ἣλιον ἰδεῖν ἔστιν, “” “οὐκοῦν” ἔφη “χάριεν, εἰ ὑπὸ σκιὰν αὐτοῖς μαχεσόμεθα”.
51.7ἄλλου δὲ εἰπόντος “πάρεισιν ἐγγὺς ἡμῶν,” “οὐκοῦν” ἔφη “καὶ ἡμεῖς αὐτῶν ἐγγύς”.
51.8εἰπόντος δέ τινος “ὦ Λεωνίδα, πρὸς πολλοὺς μετ’ὀλίγων διακινδυνεύσων οὕτω πάρει ;’” “εἰ μὲν οἴεσθέ με” ἔφη “τῷ πλήθει, οὐ δὲ ἡ πᾶσα Ἑλλὰς ἀρκεῖ · βραχεῖα γὰρ μοῖρα τοῦ ἐκείνων πλήθους ἐστίν · εἰ δὲ ταῖς ἀρεταῖς, καὶ οὗτος ὁ ἀριθμὸς ἱκανός”.
51.9ἄλλου δὲ τὰ αὐτὰ λέγοντος, “καὶ μήν” εἶπεν “πολλοὺς ἐπάγομαι ὡς ἀποθανουμένους”.
51.10Ξέρξου δὲ γράψαντος αὐτῷ “ἔξεστί σοι μὴ θεομαχοῦντι, μετ’” ἐμοῦ δὲ τασσομένῳ τῆς Ἑλλάδος μοναρχεῖν · ἀντέγραψεν “εἰ τὰ καλὰ τοῦ βίου γινώσκοις, ἀπέστης ἂν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας · ἐμοὶ δὲ κρείσσων ὁ ὑπὲρ τῆς Ἑλλάδος θάνατος τοῦ μοναρχεῖν τῶν ὁμοφύλων”.
51.11πάλιν δὲ τοῦ Ξέρξου γράψαντος “πέμψον τὰ ὅπλα,” ἀντέγραψε “μολὼν λαβέ”.
51.12βουλομένου δ’αὐτοῦ ἤδη τοῖς πολεμίοις ἐπιτίθεσθαι, οἱ πολέμαρχοι πρὸς αὐτὸν ἔφασαν ὅτι δεῖ προσμένειν αὐτὸν τοὺς ἄλλους συμμάχους, “οὐ γάρ” ἔφη “πάρεισιν οἱ μάχεσθαι μέλλοντες; ἢ οὐκ ἴστε, ὅτι μόνοι πρὸς τοὺς πολεμίους μάχονται οἱ τοὺς βασιλέας αἰδούμενοι καὶ φοβούμενοι” τοῖς δὲ στρατιώταις παρήγγειλεν ἀριστοποιεῖσθαι ὡς ἐν Ἅιδου δειπνοποιησομένους.
51.14ἐρωτηθεὶς δὲ διὰ τί οἱ ἄριστοι τὸν ἔνδοξον θάνατον τῆς ἀδόξου προκρίνουσι ζωῆς, “ὅτι” ἔφη “τὸ μὲν τῆς φύσεως ἴδιον, τὸ δὲ αὑτῶν εἶναι νομίζουσιν”.
51.15τοὺς δὲ ἠιθέους βουλόμενος σῷσαι καὶ ἐπιστάμενος ἄντικρυς οὐκ ἀνεξομένους, σκυτάλας δοὺς καθ’ἕνα αὐτῶν πρὸς τοὺς ἐφόρους ἔπεμψε. καὶ τῶν τελείων δὲ τρεῖς ἐβουλήθη διασῷσαι · οἱ δὲ συννοήσαντες οὐκ ἠνέσχοντο λαβεῖν τὰς σκυτάλας ὧν ὁ μὲν εἶπεν “οὐ κῆρυξ ἀλλὰ μαχητὰς ἀκολούθησα” · ὁ δὲ δεύτερος “αὐτοῦ μένων κρέσσων ἂν εἴην” ὁ δὲ τρίτος “οὐχ ὕστερος τούτων, πρῶτος δὲ μαχήσομαι”.
52.1Λόχαγος ὁ Πολυαινίδου καὶ Σείρωνος πατήρ, ἀπαγγείλαντός τινος αὐτῷ ὅτι τῶν υἱῶν τεθνήκοι ὁ ἕτερος, “πάλαι ᾔδειν” ἔφη “ὅτι ἀποθανεῖν αὐτὸν ἔδει”.
53.1Λυκοῦργος ὁ νομοθέτης βουλόμενος; ἐκ τῆς προϋπαρχούσης διαίτης τοὺς πολίτας εἰς σωφρονεστέραν βίου τάξιν μετάγειν καὶ καλοκαγαθικοὺς ἀπεργάζεσθαι ἁβροδίαιτοι γὰρ ἦσαν δύο σκύλακας ἀνέθρεψε τα- ταὐτοῦ πατρὸς καὶ μητρὸς γενομένους · καὶ τὸν μὲν εἴθισε περὶ λιχνείας οἴκοι ἐάσας · τὸν δὲ ἐπαγόμενος ἤσκησε περὶ κυνηγέσια. ἔπειτα ἀγαγὼν εἰς τὴν ἐκκλησίαν ἔθηκεν ἀκάνθας καὶ λιχνείας τινάς, ἀφῆκε δὲ καὶ λαγών · ἑκατέρου δ’ἐπὶ τὰ συνήθη ὁρμήσαντος καὶ τα- θατέρου τὸν λαγὼν χειρωσαμένου, εἶπεν “ὁρᾶτε, ὦ; πολῖται, ὅτι τα- ταὐτοῦ γένους ὑπάρχοντες ἐν τῇ τοῦ βίου ἀγωγῇ παρὰ πολὺ ἀλλήλων διάφοροι ἀπέβησαν, καὶ ποιητικωτέρα τῆς φύσεως ἡ ἄσκησις πρὸς τὰ καλὰ τυγχάνει ;’” τινὲς δέ φασιν, ὡς οὐ παρῆγε σκύλακας, οἳ ἐκ τῶν αὐτῶν γεγονότες ἐτύγχανον, ἀλλ’ὁ μὲν ἐξ οἰκουρῶν, ἕτερος δ’ἐκ κυνηγετικῶν κα- κἄπειτα τὸν μὲν ἐκ τοῦ χείρονος γένους πρὸς τὰ κυνηγέσια ἤσκησε, τὸν δὲ ἐκ τοῦ ἀμείνονος περὶ λιχνείας μόνον εἴθισεν · εἶθ’ἑκατέρου ἐφ’ἃ εἴθιστο ὁρμήσαντος · , φανερὸν ποιήσας ὅσον ἡ ἀγωγὴ πρὸς τὰ ἀμείνω καὶ χείρω συλλαμβάνεται, εἶπεν “οὐκοῦν καὶ ἡμᾶς, ὦ πολῖται, οὐδὲν παρὰ τοῖς πολλοῖς θαυμαζομένη εὐγένεια καὶ τὸ ἀφ’Ἡρακλέους εἶναι ὀνίνησιν, εἰ μὴ πράττομεν δι’ἃ ἐκεῖνος; ἁπάντων ἀνθρώπων ἐπιδοξότερος καὶ εὐγενέστερος ἐφάνη, ἀσκούμενοι καὶ μανθάνοντες καλὰ δι’ὅλου τοῦ βίου”.
53.2ἀναδασμὸν δὲ τῆς γῆς ποιήσας καὶ ἅπασιν ἴσον κλῆρον τοῖς πολίταις νείμας, λέγεται ὕστερόν ποτε χρόνῳ τὴν χώραν διερχόμενος ἐξ ἀποδημίας ἄρτι τεθερισμένην, ἰδὼν τοὺς σωροὺς κειμένους παρ’ἀλλήλους καὶ ὁμαλοὺς ἡσθῆναι, καὶ μειδιάσαντα εἰπεῖν πρὸς τοὺς παρόντας ὡς ἡ Λακωνικὴ φαίνεται πᾶσα πολλῶν ἀδελφῶν εἶναι νεωστὶ νενεμημένων.
53.3καὶ τῶν χρεῶν δὲ ἀποκοπὰς εἰσηγησάμενος ἐπεχείρησε καὶ τὰ κατ’οἶκον ὄντα πάντα ἐξ ἴσου διαιρεῖν, ὅπως παντάπασιν ἐξέλοι τὸ ἄνισον καὶ ἀνώμαλον. ἐπεὶ δὲ χαλεπῶς ἑώρα προσδεξομένους τὴν ἄντικρυς ἀφαίρεσιν, τὸ τὸ χρυσοῦν καὶ ἀργυροῦν νόμισμα ἠκύρωσε, μόνῳ δὲ τῷ σιδηρῷ προσέταξε χρῆσθαι · καὶ μέχρις οὗ δεῖ ἔχειν τὴν ὅλην ὓπαρξιν πρὸς ἀμοιβὴν τούτου, περιώρισε. τούτου δὲ γενομένου, ἐξέπεσε τῆς Λακεδαίμονος ἀδικία πᾶσα οὔτε γὰρ κλέπτειν οὔτε δωροδοκεῖν οὔτε ἀποστερεῖν ἢ ἁρπάζειν ἔτι ἐδύνατό τις, ὃ μήτε κατακρύψαι δυνατὸν ἦν μήτε κτήσασθαι ζηλωτὸν μήτε χρήσασθαι ἀκίνδυνον, μήτε ἐξάγειν ἢ ἐπάγειν ἀσφαλές. πρὸς δὲ τούτοις καὶ ἁπάντων τῶν περισσῶν ξενηλασίαν ἐποιήσατο · διὸ οὔτε ἔμπορος οὔτε σοφιστὴς οὔτε μάντις ἢ ἀγύρτης οὔτε τῶν κατασκευασμάτων δημιουργὸς εἰσῄει εἰς τὴν Σπάρτην. οὐ δὲ γὰρ νόμισμα παρ’αὐτοῖς εὔχρηστον εἴασε, μόνον δὲ τὸ σιδηροῦν εἰσηγήσατο, ὅ ἐστι. μνᾶ ὁλκῇ Αἰγιναία, δυνάμει δὲ χαλκοῖ τέσσαρες ἐπιθέσθαι δὲ τῇ τρυφῇ καὶ τὸν ζῆλον ἀφελέσθαι τοῦ πλούτου διανοηθεὶς;
53.4τὰ συσσίτια εἰσηγήσατο. πρὸς γοῦν τοὺς ἐπιζητοῦντας, διά τί ταῦτα συνεστήσατο καὶ μεθ’ὅπλων κατ’ὀλίγους τοὺς πολίτας διῄρηκεν, “ὅπως” εἶπεν “ἐξ, ἑτοίμου τὰ παραγγελλόμενα δέχωνται, καὶ ἐάν τι νεωτερίζωσιν, ἐν ὀλίγοις τὸ ἀμπλάκημα · ἰσομοιρίατε τῆς τροφῆς καὶ πόσεως ᾖ, καὶ μήτε πόσει τινὶ ἢ βρώσει ἀλλὰ μη δὲ στρωμνῇ ἢ σκεύεσιν ἢ ἄλλῳ τινὶ τὸ σύνολον πλέον ἔχῃ ὁ πλούσιος τοῦ πένητος”.
53.5ἄζηλον δὲ ποιήσας τὸν πλοῦτον, οὐδενὸς; οὐ δὲ χρῆσθαι οὐ δὲ ἐπιδεῖξαι δυναμένου, ἔλεγε πρὸς τοὺς συνήθεις “ὡς καλόν ἐστιν, ὦ ἑταῖροι, διὰ τῶν ἔργων ἐπιδεῖξαι τὸν πλοῦτον ὁποῖός ἐστι τῇ ἀληθείᾳ, ὅτι τυφλός”.
53.6παρεφύλαξε δὲ ὥστε μη δὲ οἴκοι προδειπνήσαντας ἐξεῖναι βαδίζειν ἐπὶ τὰ συσσίτια, πεπληρωμένους ἑτέρων ἐδεσμάτων ἢ πωμάτων · ἐκάκιζον δὲ οἱ λοιποὶ τὸν μὴ πιόντα ἢ φαγόντα μετ’αὐτῶν, ὡς ἀκρατῆ καὶ πρὸς τὴν κοινὴν ἀπομαλακιζόμενον δίαιταν ἐζημιοῦτο δὲ καὶ ὁ φανερὸς γενόμενος. Ἄγιδος γοῦν μετὰ πολὺν χρόνον τοῦ βασιλέως ἐπανελθόντος ἀπὸ στρατείας καταπεπολεμήκει δὲ Ἀθηναίους, βουλομένου παρὰ τῇ γυναικὶ μιᾷ ἡμέρᾳ δειπνῆσαι καὶ μεταπεμπομένου τὰς μερίδας, οὐκ ἔπεμψαν οἱ πολέμαρχοι · μεθ’ἡμέραν δὲ φανεροῦ γενομένου τοῖς ἐφόροις, ἐζημιώθη ὑπ’αὐτῶν.
53.7πρὸς οὖν τὰ τοιαῦτα τῶν νομοθετημάτων χαλεπήναντες οἱ εὔποροι ἐπισυνέστησαν καὶ ἐβλασφήμουν αὐτὸν καὶ ἔβαλλον, καταλεῦσαι βουλόμενοι · διωκόμενος δὲ διέπεσε διὰ τῆς ἀγορᾶς καὶ τοὺς μὲν ἄλλους ἔφθασεν εἰς τὸ ἱερὸν τῆς χαλκιοίκου Ἀθηνᾶς καταφυγών Ἄλκανδρος δὲ ἐπιστραφέντος αὐτοῦ διώκων τῇ βακτηρίᾳ τὸν ὀφθαλμὸν ἐξέκοψεν αὐτοῦ. τοῦτον δὲ κοινῷ δόγματι παραλαβὼν ἐπὶ τιμωρίᾳ οὔτε κακῶς διέθηκεν οὔτε ἐμέμψατο, συνδιαιτώμενον δὲ ἔχων ἀπέδειξεν ἐπαινέτην αὑτοῦτε καὶ τῆς διαίτης ἣν εἶχε σὺν αὐτῷ, καὶ καθόλου τῆς ἀγωγῆς ἐραστήν. τοῦ δὲ πάθους ὑπόμνημα ἱδρύσατο ἐν τῷ τῆς Χαλκιοίκου τεμένει ἱερὸν Ἀθηνᾶς, Ὀπτιλλέτιν προσαγορεύσας · τοὺς · γὰρ ὀφθαλμοὺς ὀπτίλλους οἱ τῇδε Δωριεῖς λέγουσιν.
53.8ἐρωτηθεὶς δὲ διὰ τί οὐκ ἐχρήσατο νόμοις ἐγγράφοις, “ὅτι” ἔφη “οἱ πεπαιδευμένοι καὶ ἀχθέντες τῇ προσηκούσῃ ἀγωγῇ τὸ τοῦ καιροῦ χρήσιμον δοκιμάζουσι”.
53.9πάλιν δ’ἐπιζητούντων τινῶν, διὰ τί ὀροφὴν ἀπὸ πελέκεως ταῖς οἰκίαις ἐπιτιθέναι προσέταξε, θύραν δὲ ἀπὸ πρίονος μόνου καὶ μηδενὸς τῶν ἄλλων ἐργαλείων, “ὅπως ἄν” ἔφη “μετριάζοιεν οἱ πολῖται περὶ πάντα, ὅσα εἰς · τὴν οἰκίαν εἰσάγουσι, καὶ μηδὲν τῶν παρ’ἄλλοις ζηλουμένων ἔχωσιν”.
53.10ἐκ δὲ ταύτης τῆς συνηθείας φασὶ καὶ Λεωτυχίδην τὸν πρῶτον βασιλέα δειπνοῦντα παρά τινι καὶ θεασάμενον τῆς στέγης · τοῦ οἴκου τὴν παρασκευὴν πολυτελῆ καὶ φατνωματικήν, ἐρωτῆσαι τὸν ξένον εἰ τετράγωνα παρ’αὐτοῖς ξύλα φύεται.
53.11ἐρωτηθεὶς δὲ διὰ τί ἐκώλυσεν ἐπὶ τοὺς αὐτοὺς πολεμίους; πολλάκις στρατεύεσθαι, ἔφη “ἵνα μὴ πολλάκις ἀμύνεσθαι συνεθιζόμενοι ἔμπειροι πολέμου γένωνται” διὸ καὶ Ἀγησιλάῳ ἔγκλημα οὐ βραχὺ ἔδοξεν εἶναι, ταῖς εἰς τὴν Βοιωτίαν συνεχέσιν εἰσβολαῖς καὶ στρατείαις τοὺς Θηβαίους ἀντιπάλους Λακεδαιμονίοις κατασκευάσαντος. τετρωμένον γοῦν ἰδὼν αὐτὸν Ἀνταλκίδας “καλά” εἶπε “τροφεῖα ἀπέχεις, μὴ βουλομένους αὐτοὺς μη δὲ εἰδότας μάχεσθαι διδάξας”; .
53.12ἄλλου δὲ ἐπιζητοῦντος, διὰ τί τὰ σώματα τῶν παρθένων δρόμοις καὶ πάλαις καὶ βολαῖς δίσκων καὶ ἀκοντίων διεπόνησεν, “ἵν” ἔφη “ἡ τῶν γεννωμένων ῥίζωσις ἰσχυρὰν ἐν ἰσχυροῖς σώμασιν ἀρχὴν λαβοῦσα καλῶς βλαστάνῃ · αὐταίτε μετὰ ῥώμης τοὺς τόκους ὑπομένουσαι ῥᾳδίως · τε ἅμα καὶ καλῶς ἀγωνίζωνται πρὸς τὰς ὠδῖνας · καὶ εἴ τις ἀνάγκη γένοιτο, δύνωνται ὑπὲρ αὑτῶν καί τέκνων καὶ τῆς πατρίδος μάχεσθαι”.
53.13μεμφομένων δέ τινων τὴν γύμνωσιν τῶν παρθένων ἐν ταῖς πομπαῖς καὶ τὴν αἰτίαν ζητούντων, “ἵν’” ἔφη “τὰ αὐτὰ τοῖς ἀνδράσιν ἐπιτηδεύουσαι μηδὲν μεῖον ἔχωσι μήτε κατὰ σώματος ἰσχὺν καὶ ὑγίειαν μήτε κατὰ ψυχῆς φιλοτιμίαν καὶ ἀρετήν · δόξης δὲ τῆς παρὰ τοῖς πολλοῖς ὑπερφρονῶσιν”. ὅθεν καὶ περὶ Γοργοῦς ἱστορεῖται τῆς Λεωνίδου γυναικὸς τοιοῦτον · εἰπούσης γάρ τινος, ὡς ἔοικε, ξένης πρὸς αὐτὴν ὡς “μόναι τῶν ἀνδρῶν ἄρχετε ὑμεῖς αἱ Λάκαιναι” ἀπεκρίνατο “μόναι γὰρ ἡμεῖς ἄνδρας τίκτομεν”.
53.14εἴρξας δὲ τοὺς; ἀγάμους τῆς ἐν ταῖς γυμνοπαιδίαις θέας καὶ ἀτιμίαν προσθείς, πολλὴν πρόνοιαν ἐποιήσατο τῆς παιδοποιίας · τιμῆς καὶ θεραπείας, ἣν νέοι πρεσβυτέροις παρεῖχον, ἐστέρησε. καὶ τὸ πρὸς Δερκυλλίδαν ῥηθὲν οὐδεὶς ἐμέμψατο, καίπερ εὐδόκιμον ὄντα στρατηγόν · ἐπιόντι γὰρ αὐτῷ τῶν νεωτέρων τις ἕδρας οὐχ ὑπεῖξεν εἰπών “οὐ δὲ γὰρ ἐμοὶ σὺ τὸν ὑπείξοντα ἐγέννησας”.
53.15πυνθανομένου δέ τινος, διὰ τί τὰς κόρας ἐνομοθέτησεν ἀπροίκους ἐκδίδοσθαι, “ὅπως” ἔφη “μήτε δι’ἔνδειαν ἄγαμοί τινες ἐαθῶσι μήτε διὰ περιουσίαν σπουδάζωνται, ἕκαστος δὲ εἰς τὸν τρόπον τῆς παιδὸς ἀφορῶν ἀρετῇ τὴν αἵρεσιν ποιῆται”. διὰ τοῦτο δὲ καὶ τὸν καλλωπισμὸν τῆς πόλεως; ἀπήλασεν.
53.16ὁρίσαντος δὲ αὐτοῦ καὶ τὸν χρόνον τῶντε γαμουμένων καὶ τῶν γαμούντων, πρὸς τὸν ζητοῦντα, ἵν’ἔφη “τὰ γεννώμενα ἰσχυρὰ ἐκ τελείων γεννώμενα”.
53.17πρὸς δὲ τὸν θαυμάζοντα, διότι τὸν γεγαμηκότα ἀπεῖρξε μὴ συγκοιμᾶσθαι τῇ γεγαμημένῃ, προσέταξε δὲ τὸ πλεῖστον τῆς ἡμέρας; συνεῖναι τοῖς ἡλικιώταις καὶ τὰς νύκτας ὅλας συναναπαύεσθαι, τῇ δὲ νύμφῃ κρύφα καὶ μετ’εὐλαβείας συνεῖναι, “ὅπως” ἔφη “καὶ τοῖς σώμασιν ἰσχυροὶ ὦσι διακορεῖς μὴ γινόμενοι, καὶ τῷ φιλεῖν ἀεὶ καινοὶ ὑπάρχωσι καὶ τὰ ἔκγονα ἐρρωμενέστερα παρέχωσι”.
53.18καὶ τὸ μὲν μύρον ἐξήλασεν ὡς τοῦ ἐλαίου φθορὰν καὶ ὄλεθρον, τὴν δὲ βαφικὴν ὡς κολακείαν αἰσθήσεως · , πᾶσι δὲ τοῖς περὶ τὸν τοῦ σώματος καλλωπισμὸν δημιουργοῖς ἀνεπίβατον ἐποίησε τὴν Σπάρτην, ὡς διὰ τῆς κακοτεχνίας τὰς τέχνας λυμαινομένοις.
53.20τοσαύτη δ’ἦν κατ’ἐκείνους τοὺς χρόνους σωφροσύνη τῶν γυναικῶν καὶ τοσοῦτον ἀπεῖχε τῆς ὕστερον περὶ αὐτὰς εὐχερείας, ὡς πρότερον ἄπιστον εἶναι τὸ τῆς μοιχείας παρ’αὐταῖς. καὶ λόγος ἀπομνημονεύεται Γεραδάτα τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς ὑπὸ ξένου, τί πάσχουσιν οἱ μοιχοὶ παρ’αὐτοῖς, οὐδὲν γὰρ ὁρᾶν περὶ τούτου νενομοθετημένον ὑπὸ Λυκούργου · εἶπεν “οὐδείς, ὦ ξένε, γίνεται μοιχὸς παρ’ἡμῖν” ἐκείνου δὲ ὑπολαβόντος “ἂν οὖν γένηται”, “ταῦρον” ἔφη ὁ Γεραδάτας “ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεται” θαυμάσαντος δ’ἐκείνου καὶ φήσαντος “πῶς δὲ ἂν γένοιτο βοῦς τηλικοῦτος ;’” γελάσας ὁ Γεραδάτας “πῶς γὰρ ἄν” ἔφη “μοιχὸς ἐν Σπάρτῃ γένοιτο, ἐν πλοῦτος μὲν καὶ τρυφὴ καὶ καλλωπισμὸς · ἀτιμάζονται, αἰδὼς δὲ καὶ εὐκοσμία καὶ τῶν ἡγουμένων πειθὼ πρεσβεύονται”.
53.21πρὸς δὲ τὸν ἀξιοῦντα δημοκρατίαν ἐν τῇ πόλει καταστήσασθαι ὁ Λυκοῦργος εἶπε “σὺ πρῶτος ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν”.
53.22πυνθανομένου δέ τινος διὰ τί μικρὰς οὕτω καὶ εὐτελεῖς ἔταξε τῶν θεῶν τὰς θυσίας, “ὅπως” ἔφη “μηδέποτε τιμῶντες τὸ θεῖον διαλείπωμεν”.
53.23μόνα δὲ ταῦτα τῶν ἀθλημάτων ἐφέντος αὐτοῦ τοῖς πολίταις ἀγωνίζεσθαι, ὅπου ἡ χεὶρ οὐκ ἀνατείνεται, ἐπύθετό τις τὴν αἰτίαν · ὁ δὲ “ὅπως” εἶπε “μηδεὶς αὐτῶν ἐν τῷ πονεῖν ἀπαυδᾶν ἐθίζηται”.
53.24ἐρωτῶντος δέ τινος, διὰ τί πυκνὰ μεταστρατοπεδεύειν κελεύει, “ὅπως” εἶπε “πλείω τοὺς ἐχθροὺς βλάπτοιμεν”.
53.25ἄλλου · δ’ἐπιζητοῦντος διὰ τί πυργομαχεῖν ἀπεῖπε, “ἵνα” ἔφη “μὴ ὑπὸ γυναικὸς ἢ παιδὸς ἤ τινος παραπλησίου ἀνθρώπου οἱ ἀμείνονες ἀποθνῄσκωσιν”.
53.26τοῖς δὲ συμβουλευομένοις τῶν Θηβαίων περὶ τῆς ἱερουργίας καὶ τοῦ πένθους, ἣν ποιοῦνται τῇ Λευκοθέᾳ, συνεβούλευσεν “εἰ μὲν θεὸν ἡγοῦνται, μὴ θρηνεῖν εἰ δὲ ἄνθρωπον, μὴ ἱερουργεῖν ὡς θεῷ”.
53.27πρὸς δὲ τοὺς ἐπιζητοῦντας τῶν πολιτῶν “πῶς ἂν πολεμίων ἔφοδον ἀλεξοίμεθα” “ἐὰν πτωχοί” ἔφη “ἦτε καὶ μὴ μείζων ἅτερος τα- θατέρου ἐρέῃ εἶναι”.
53.28καὶ πάλιν ἐπιζητούντων περὶ τειχῶν, “οὐκ” ἔφη “πόλιν εἶναι ἀτείχιστον, ἣτις ἀνδράσι καὶ οὐ πλίνθοις ἐστεφάνωται”.
53.29ἐπεμέλοντο δὲ οἱ Σπαρτιᾶται καὶ τῆς κόμης, ἀπομνημονεύοντές τινα Λυκούργου λόγον περὶ τούτου, ὅτι τοὺς μὲν καλοὺς εὐπρεπεστέρους ποιεῖ, τοὺς δὲ αἰσχροὺς · φοβερωτέρους.
53.30παρήγγειλε δὲ ἐν τοῖς πολέμοις τρεψαμένους καὶ νικήσαντας μέχρι τοῦ βεβαιώσασθαι τὸ νίκημα ἐπιδιώκειν, εἶτα εὐθὺς; ἀναχωρεῖν οὔτε γενναῖον οὔτε Ἑλληνικὸν φονεύειν τοὺς παρακεχωρηκότας φάσκων, ἀλλὰ φείδεσθαι. ἦν δ’οὐ μόνον καλὸν τοῦτο καὶ μεγαλόψυχον ἀλλὰ καὶ χρήσιμον · εἰδότας γὰρ τοὺς μαχομένους πρὸς αὑτοὺς ὅτι φείδονται μὲν τῶν ἐνδιδόντων, ἀναιροῦσι δὲ τοὺς ὑφισταμένους, τοῦ μένειν τὸ φεύγειν ὠφελιμώτερον ἡγήσεσθαι.
53.31πυνθανομένου δέ τινος, διὰ τί τοὺς τῶν πολεμίων νεκροὺς ἀπηγόρευσε σκυλεύειν, “ὅπως” ἔφη “μὴ κυπτάζοντες περὶ τὰ σκῦλα τῆς μάχης ἀμελῶσιν, ἀλλὰ καὶ τὴν πενίαν ἅμα τῇ τάξει διασῴζωσι”.
54.1Λύσανδρος, Διονυσίου τοῦ τῆς Σικελίας τυράννου πέμψαντος αὐτοῦ ταῖς θυγατράσιν ἱμάτια πολυτελῆ, οὐκ ἔλαβεν εἰπὼν δεδιέναι, μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν ἀλλ’ὀλίγον ὕστερον πρὸς; τὸν αὐτὸν τύραννον ἐκ τῆς αὐτῆς πόλεως ἀποσταλεὶς πρεσβευτής, προσπέμψαντος αὐτῷ τοῦ Διονυσίου δύο στολὰς καὶ κελεύσαντος ἣν βούλεται ταύτην ἑλόμενον τῇ θυγατρὶ κομίζειν, αὐτὴν ἐκείνην ἔφη βέλτιον αἱρήσεσθαι · καὶ λαβὼν ἀμφοτέρας, · ἀπῆλθεν.
54.2ὁ δὲ Λύσανδρος, δεινὸς σοφιστὴς γενόμενος καὶ ἀπάταις τὰ πολλὰ ποικίλλων, τὸ δίκαιον ἐν μόνῳ τῷ λυσιτελεῖ τιθέμενος καὶ τὸ καλὸν ἐν τῷ συμφέροντι, τὸ ἀληθὲς ἔλεγε τοῦ ψεύδους κρεῖττον εἶναι, ἑκατέρου δὲ τῇ χρείᾳ τὴν ἀξίαν καὶ τὴν τιμὴν ὁρίζεσθαι.
54.3πρὸς δὲ τοὺς ψέγοντας αὐτὸν ἐπὶ τῷ δι’ἀπάτης τὰ πλεῖστα πράττειν ὡς ἀνάξιον τοῦ Ἡρακλέους καὶ δόλῳ, οὐκ ἄντικρυς κατορθοῦντα, γελῶν ἔλεγεν ὅπου μὴ ἐφικνεῖται τῇ λεοντῆ, προσραπτέον εἶναι τὴν ἀλωπεκῆν.
54.4ἐπιμεμφομένων δ’ἑτέρων αὐτὸν ἐπὶ ταῖς παραβάσεσι τῶν ὅρκων, οὓς ἐν Μιλήτῳ ἐποιήσατο, ἔλεγε “τοὺς μὲν παῖδας ἀστραγάλοις δεῖ ἐξαπατᾶν, τοὺς δὲ ἄνδρας ὅρκοις”.
54.5νικήσας δὲ τοὺς Ἀθηναίους ἐξ ἐνέδρας περὶ Αἰγὸς ποταμοὺς καὶ λιμῷ πιέσας αὐτοὺς παρεστήσατο τὴν πόλιν, καὶ ἔγραψε τοῖς ἐφόροις “ἑαλώκασιν αἱ Ἀθῆναι”.
54.6πρὸς Ἀργείους δὲ περὶ γῆς ὅρων ἀμφισβητοῦντας · πρὸς Λακεδαιμονίους καὶ δικαιότερα λέγειν αὐτῶν φάσκοντας σπασάμενος τὴν μάχαιραν “ὁ ταύτης” ἔφη “κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται”.
54.7τοὺς; δὲ Βοιωτοὺς ἐπαμφοτερίζοντας, ὅτε διῄει τὴν χώραν, ὁρῶν, προσέπεμψε πυνθανόμενος πότερον ὀρθοῖς τοῖς δόρασιν ἢ κεκλιμένοις διαπορεύηται τὴν χώραν αὐτῶν.
54.8Μεγαρέως δὲ ἀνδρὸς; ἐν τῷ κοινῷ συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, “οἱ λόγοι σου” εἶπεν “ὦ ξένε, πόλεως δέονται”.
54.9ἐπεὶ δὲ Κορινθίων ἀφεστώτων διερχόμενος παρὰ τὰ τείχη τοὺς Λακεδαιμονίους ἑώρα προσβάλλειν ὀκνοῦντας, καὶ λαγώς τις ὤφθη διαπηδῶν τὴν τάφρον, “οὐκ αἰσχύνεσθε” εἶπεν “ὦ Σπαρτιᾶται, τοιούτους φοβούμενοι πολεμίους, ὧν οἱ λαγωοὶ δι’ἀργίαν τοῖς τείχεσιν ἐγκαθεύδουσιν”.
54.10ἐν δὲ Σαμοθρᾴκῃ χρηστηριαζομένῳ αὐτῷ ὁ ἱερεὺς ἐκέλευσεν εἰπεῖν, ὅ τι ἀνομώτατον ἔργον αὐτῷ ἐν τῷ βίῳ πέπρακται. ἐπηρώτησεν οὖν “πότερον σοῦ τοῦτο κελεύοντος ἢ τῶν θεῶν τοῦτο δεῖ ποιεῖν ;’” φαμένου δὲ “τῶν θεῶν,” “” σὺ τοίνυν “ἔφη” ἐκποδών μοι κατάστηθι, κα- κἀκείνοις ἐρῶ, ἐὰν πυνθάνωνται “.
54.11Πέρσου δ’ἐρωτήσαντος ποίαν μάλιστα ἐπαινεῖ πολιτείαν,” ἥτις “ἔφη” τοῖς ἀνδρείοις καὶ δειλοῖς τὰ προσήκοντα ἀποδίδωσι “.
54.12πρὸς δὲ τὸν εἰπόντα, ὅτι ἐπαινοίη αὐτὸν καὶ ὑπερασπάζοιτο,” δύο βοῦς ἔχω “ἔφη” ἐν ἀγρῷ · σιγώντων δ’ἀμφοτέρων, ἀκριβῶς ἐπίσταμαι τόντε ἀργὸν καὶ τὸν ἐργαζόμενον “.
54.13λοιδορουμένου δέ τινος αὐτῷ, εἶπε” λέγε πυκνῶς, ὦ ξενύλλιον, λέγε μηδὲν ἐλλείπων, ἄν σου δύνῃ τὰν ψυχὰν κενῶσαι κακῶν, ὧν ἔοικας πλήρης εἶναι “χρόνῳ δ’ὕστερον μετὰ τὴν τελευτὴν ἀντιλογίας συμμαχικῆς ·
54.14γενομένης, Ἀγησίλαος ἦλθεν ἐπὶ τὴν τοῦ Λυσάνδρου οἰκίαν, ὅπως · τὰ περὶ αὐτῆς γράμματα διασκέψηται · ταῦτα γὰρ παρ’αὑτῷ κατέσχεν ὁ Λύσανδρος. εὗρε δὲ καὶ βιβλίον γεγραμμένον τῷ Λυσάνδρῳ περὶ τῆς πολιτείας, ὡς χρὴ τῶν Εὐρυπωντιδῶν καὶ Ἀγιαδῶν τὴν βασιλείαν ἀφελομένους εἰς μέσον θεῖναι καὶ ποιεῖσθαι τὴν αἵρεσιν ἐκ τῶν ἀρίστων, ἵνα μὴ τῶν ἀφ’Ἡρακλέους, ἀλλ’οἷος Ἡρακλῆς τῇ ἀρετῇ κρινομένων, τὸ γέρας ᾖ, ᾗ κα- κἀκεῖνος εἰς θεῶν τιμὰς ἀνήχθη. καὶ τοῦτον τὸν λόγον ὥρμησε μὲν εἰς τοὺς πολίτας ἐξενεγκεῖν καὶ παραδεικνύναι τὸν Λύσανδρον οἷος ὢν πολίτης διαλανθάνοι, καὶ ἐπὶ διαβολῇ τῶν Λυσάνδρου φίλων. κρατίδην δέ φασι τότε προεστῶτα τῶν ἐφόρων, εὐλαβηθέντα μὴ πείσῃ ἀναγνωσθεὶς ὁ λόγος, ἐπιλαβέσθαι τοῦ Ἀγησιλάου καὶ εἰπεῖν ὡς οὐ δεῖ ἀνορύττειν τὸν Λύσανδρον, ἀλλὰ καὶ τὸν λόγον αὐτῷ συγκατορύττειν, πανούργως καὶ πιθανῶς συντεταγμένον.
54.15τοὺς δὲ μνηστεύσαντας αὐτοῦ τὰς θυγατέρας, εἶτα μετὰ τὴν τελευτὴν πένητος εὑρεθέντος ἀπειπαμένους, ἐζημίωσαν οἱ ἔφοροι, ὅτι πλούσιον μὲν νομίζοντες ἐθεράπευον, δίκαιον δὲ καὶ χρηστὸν ἐκ τῆς πενίας ἐπιγνόντες ὑπερεῖδον.
55.1Ναμέρτης πρεσβευτὴς ἀποσταλείς, μακαρίζοντός τινος αὐτὸν τῶν ἐκεῖθι διότι πολύφιλος εἴη, ἠρώτησεν εἰ δοκίμιον ἔχει τίνι τρόπῳ πειράζεται ὁ πολύφιλος · ἐπιζητοῦντος δὲ τα- θατέρου μαθεῖν,” ἀτυχίᾳ “εἶπεν.
56.1Νίκανδρος, εἰπόντος τινὸς ὅτι κακῶς αὐτὸν λέγουσιν Ἀργεῖοι,” οὐκοῦν “ἔφη” δίκην τίνουσι τοὺς ἀγαθοὺς κακῶς λέγοντες “.
56.2πυθομένου δέ τινος διὰ τί κομῶσι καὶ πωγωνοτροφοῦσιν,” ὅτι “ἔφη” πάντων κάλλιστος καὶ ἀδαπανώτατος ἀνδρὶ ὁ ἴδιος κόσμος “.
56.3τῶν Ἀθηναίων δὲ εἰπόντος τινὸς” λίαν ἀντέχεσθε, ὦ Νίκανδρε, τοῦ σχολάζειν “,” ἀληθίζῃ “ἔφη” ἀλλ’οὐχ ὥσπερ ὑμεῖς ὅπως τύχοι σπουδάζομεν “.
57.1Πανθοίδας πρεσβεύων εἰς τὴν Ἀσίαν, ἐπιδεικνύντων αὐτῷ τεῖχος ἐχυρόν, εἶπε” νὴ τοὺς θεούς, ὦ ξένοι, καλὴ γυναικωνῖτις “.
57.2ἐν Ἀκαδημείᾳ δὲ τῶν φιλοσόφων διαλεγομένων πολλὰ καὶ σπουδαῖα, ἐπερωτώντων δὲ τὸν Πανθοίδαν μετὰ ταῦτα τί δοκοῦσιν αὐτῷ οἱ λόγοι οὗτοι εἶναι,” τί δ’ἄλλο “ἔφη” ἢ σπουδαῖοι; ὄφελος δ’οὐδέν, μὴ χρωμένων ὑμῶν αὐτοῖς “.
58.1Παυσανίας ὁ Κλεομβρότου, Δηλίων δικαιολογουμένων περὶ τῆς νήσου πρὸς Ἀθηναίους καὶ λεγόντων, ὅτι κατὰ τὸν νόμον τὸν παρ’αὐτοῖς οὔθ’αἱ γυναῖκες ἐν τῇ νήσῳ τίκτουσιν οὔθ’οἱ τελευτήσαντες θάπτονται,” πῶς ἂν οὖν “ἔφη” αὕτη πατρὶς ὑμῶν εἴη, ἐν ᾗ οὔτε γέγονέ τις ὑμῶν οὔτ’ἔσται ;’“τῶν δὲ φυγάδων αὐτὸν προτρεπομένων ἐπὶ τοὺς Ἀθηναίους ἄγειν τὴν στρατιὰν λεγόντωντε ὅτι τοῖς Ὀλυμπίοις ἀνακηρυττομένου αὐτοῦ, ἐσύριττον αὐτὸν μόνοι,” τί οὖν οἴεσθε “ἔφη” τοὺς ὅτε εὖ ἔπασχον συρίττοντας παθόντας;
58.2κακῶς ποιήσειν “;
58.3πυνθανομένου δέ τινος διὰ τί Τυρταῖον τὸν ποιητὴν ἐποιήσαντο πολίτην,” ὅπως “ἔφη” μηδέποτε ξένος φαίνηται ἡμῶν ἡγεμών “.
58.4πρὸς δὲ τὸν ἀσθενῆ μὲν τῷ σώματι, συμβουλεύοντα δὲ πρὸς τοὺς πολεμίους κατὰ γῆν καὶ κατὰ θάλατταν διακινδυνεύειν,” θέλεις οὖν “ἔφη” δεῖξαι σεαυτὸν ἐκδύς, οἷος ὢν ἡμῖν μάχεσθαι συμβουλεύεις “;
58.5θαυμαζόντων δέ τινων ἐν τοῖς λαφύροις τῶν βαρβάρων τὴν πολυτέλειαν τῆς ἐσθῆτος,” κρεῖσσον “ἔφη” αὐτοὺς εἶναι πολλοῦ ἀξίους ἢ κεκτῆσθαι πολλοῦ ἄξια “.
58.6μετὰ δὲ τὴν ἐν Πλαταιαῖς κατὰ Μήδων γενομένην νίκην τοῖς ἀμφ’αὑτὸν ἐκέλευσε τὸ προητοιμασμένον Περσικὸν δεῖπνον παραθεῖναι · τούτου δὲ θαυμαστὴν πολυτέλειαν ἔχοντος,” νὴ τοὺς θεούς “ἔφη” λίχνος ἦν ὁ Πέρσης, ὅτι τοσαῦτα ἔχων ἐπὶ τὴν ἡμετέραν ἦλθε μᾶζαν “.
59.1Παυσανίας ὁ Πλειστώνακτος πρὸς τὸν ἐρωτήσαντα, διὰ τί τῶν ἀρχαίων νόμων οὐδένα κινεῖν ἔξεστι παρ’αὐτοῖς,” ὅτι τοὺς · νόμους “ἔφη” τῶν ἀνδρῶν, οὐ τοὺς ἄνδρας τῶν νόμων κυρίους εἶναι δεῖ “.
59.2ἐπαινοῦντος δὲ αὐτοῦ ἐν Τεγέᾳ μετὰ τὴν φυγὴν τοὺς Λακεδαιμονίους · , εἶπέ τις · ” διὰ τί οὖν οὐκ ἔμενες ἐν Σπάρτῃ ἀλλ’ἔφυγες ;’“” ὅτι οὐ δ’οἱ ἰατροί “ἔφη” παρὰ τοῖς ὑγιαίνουσιν, ὅπου δὲ οἱ νοσοῦντες, διατρίβειν εἰώθασιν “.
59.3πυνθανομένου δέ τινος αὐτοῦ, πῶς ἂν δυνηθεῖεν τοὺς Θρᾷκας νικῆσαι,” εἰ τὸν ἄριστον “εἶπε” στρατηγὸν καταστήσαιμεν “.
59.4ἰατροῦ δ’ἐπισκεπτομένου αὐτὸν καὶ εἰπόντος” οὐδὲν κακὸν ἔχεις “,” οὐ γάρ σοὶ “ἔφη” ἰατρῷ χρῶμαι “.
59.5μεμφομένου δέ τινος αὐτὸν τῶν φίλων, διότι ἰατρόν τινα κακῶς λέγει, πεῖραν οὐκ ἔχων αὐτοῦ οὐ δὲ ἀδικηθείς τι,” ὅτι “εἶπεν” εἰ ἔλαβον αὐτοῦ πεῖραν οὐκ ἂν ἔζων “.
59.6τοῦ δὲ ἰατροῦ εἰπόντος αὐτῷ” γέρων γέγονας “,” διότι “εἶπεν” οὐκ ἐχρησάμην σοὶ ἰατρῷ “.
59.7κράτιστον δέ’ἔλεγε τοῦτον ἰατρὸν εἶναι, τὸν μὴ κατασήποντα τοὺς ἀρρωστοῦντας ἀλλὰ τάχιστα θάπτοντα.
60.1Παιδάρητος, λέγοντός τινος ὅτι πολλοὶ εἴησαν οἱ πολέμιοι,” οὐκοῦν “ἔφη” ἡμεῖς εὐκλεέστεροι ἐσόμεθα · πλείους γὰρ ἀποκτενοῦμεν “.
60.2ἰδὼν δέ τινα τῇ μὲν φύσει μαλακὸν δι’ἐπιείκειαν δὲ ἐπαινούμενον ὑπὸ τῶν πολιτῶν, ἔφη” οὔτε ἄνδρας γυναιξὶν ὁμοίους ὄντας ἐπαινεῖν δεῖ οὔτε γυναῖκας ἀνδράσιν, ἐὰν μὴ τὴν γυναῖκα χρεία τις καταλάβῃ “.
60.3οὐκ ἐγκριθεὶς δ’εἰς τοὺς τριακοσίους, ἣτις ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει ἦν, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει · ἀνακαλεσαμένων δ’αὐτὸν τῶν ἐφόρων καὶ πυνθανομένων διότι γελᾷ, εἶπε” διότι συγχαίρω τῇ πόλει τριακοσίους κρείττονάς μου πολίτας · ἐχούσῃ “.
61.1Πλείσταρχος ὁ Λεωνίδου πρὸς τὸν ἐπερωτήσαντα, διὰ τίνα αἰτίαν οὐκ ἀπὸ τῶν πρώτων βασιλέων προσαγορεύονται,” ὅτι “ἔφη” ἐκεῖνοι μὲν ἄγειν ἢ βασιλεύειν ἔχρῃζον, οἱ δ’ἐκείνων ὕστεροι οὐδαμῶς “.
61.2συνηγόρου δέ τινος γελοῖα λέγοντος,” οὐ φυλάξῃ ὦ ξένε “ἔφη” συνεχῶς γελοιάζων, ὅπως μὴ γελοῖος γένῃ, ὥσπερ καὶ οἱ συνεχῶς παλαίοντες παλαισταί “;
61.3πρὸς δὲ τὸν ἀηδόνα μιμούμενον” ἥδιον “ἔφη” ὦ ξένε αὐτῆς ἄκουσα τῆς ἀηδόνος “.
61.4λέγοντος δέ τινος, ὅτι κακολόγος τις αὐτὸν ἐπῄνει” θαυμάζω “ἔφη” εἰ μή τις αὐτῷ εἶπεν ὅτι ἀπέθανον · ζῶντα γὰρ ἐκεῖνος οὐδένα καλῶς λέξαι δύναται “.
62.1Πλειστῶναξ ὁ Παυσανίου, Ἀττικοῦ τινος ῥήτορος τοὺς Λακεδαιμονίους ἀμαθεῖς ἀποκαλοῦντος,” ὀρθῶς “ἔφη” λέγεις μόνοι γὰρ Ἑλλήνων ἡμεῖς; οὐδὲν κακὸν μεμαθήκαμεν παρ’ὑμῶν “.
63.1Πολύδωρος ὁ Ἀλκαμένους, ἀπειλοῦντός τινος τοῖς ἐχθροῖς συχνά,” οὐ συνίης “ἔφη” τῆς τιμωρίας τὸ πλεῖστον καταναλίσκων μέρος “;
63.2ἐξάγοντος δ’αὐτοῦ τὸ στράτευμα ἐπὶ Μεσσήνην, ἤρετό τις εἰ τοῖς ἀδελφοῖς μάχεσθαι μέλλει,” οὐκ “ἔφη” ἀλλ’ἐπὶ τὴν ἀκλήρωτον τῆς χώρας βαδίζει “.
63.3Ἀργείων δὲ πάλιν μετὰ τὴν τῶν τριακοσίων μάχην ἐκ παρατάξεως πανδημεὶ κρατηθέντων, τὸν Πολύδωρον οἱ σύμμαχοι παρεκελεύοντο μὴ παρεῖναι τὸν καιρόν, ἀλλ’ἐπελθόντα τῷ τείχει τῶν πολεμίων τὴν πόλιν ἑλεῖν · ῥᾷστον γὰρ ἔσεσθαι, τῶν μὲν ἀνδρῶν ἀπολωλότων, τῶν γυναικῶν δὲ ἀπολελειμμένων ἔφη οὖν πρὸς αὐτοὺς” τὸ μὲν ἐκ τοῦ ἴσου μαχόμενον νικᾶν τοὺς ἐναντιουμένους ἐστί μοι καλόν, τὸ δ’ὑπὲρ τῶν ὅρων τῶν τῆς χώρας μεμαχημένον τὴν πόλιν ἐπιθυμεῖν λαβεῖν οὐ δίκαιον τίθεμαι εἶναι ἦλθον γὰρ χώραν ἀπολαβεῖν · οὐ καταλαβέσθαι πόλιν “.
63.4ἐρωτηθεὶς δὲ διὰ τί Σπαρτιᾶται κατὰ πόλεμον κινδυνεύουσιν ἀνδρείως,” ὅτι “ἔφη” αἰδεῖσθαι τοὺς ἡγεμόνας ἔμαθον οὐ φοβεῖσθαι “.
64.1Πολυκρατίδας πρεσβεύων πρὸς τοὺς βασιλέως στρατηγοὺς μεθ’ἑτέρων, ἐρομένων αὐτῶν πότερον ἰδίᾳ πάρεισιν ἢ δημοσίᾳ ἐπέμφθησαν,” αἴκα τύχωμεν, δημοσίᾳ “εἶπεν” εἰ δὲ μὴ, ἰδίᾳ “.
65.1Φοιβίδας, πρὸ τοῦ κινδύνου τοῦ Λευκτρικοῦ λεγόντων τινῶν δείξειν τὴν ἡμέραν ταύτην τὸν ἀγαθόν, πολλοῦ τὴν ἡμέραν ἔφησεν ἀξίαν εἶναι, δυναμένην τὸν ἀγαθὸν δεῖξαι.
66.1σόον λέγεται ἐν χωρίῳ χαλεπῷ καὶ ἀνύδρῳ πολιορκούμενον ὑπὸ Κλειτορίων ὁμολογῆσαι τὴν δορίκτητον αὐτοῖς ἂν ἀφεῖναι γῆν, εἰ πίοιεν οἱ μετ’αὐτοῦ πάντες ἀπὸ τῆς πλησίον πηγῆς · ἐφρούρουν δ’αὐτὴν οἱ πολέμιοι. γενομένων δὲ τῶν ὅρκων, συναγαγόντα τοὺς μεθ’ἑαυτοῦ διδόναι τῷ μὴ πιόντι τὴν βασιλείαν · οὐδενὸς δὲ καρτερήσαντος ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον, ἔτι τῶν πολεμίων παρόντων, ἀπελθεῖν καὶ τὴν χώραν κατασχεῖν ὡς μὴ πιόντα.
67.1Τήλεκλος · πρὸς τὸν εἰπόντα, ὅτι ὁ πατὴρ λέγει κακῶς · αὐτόν,” εἰ μὴ αὐτῷ “ἔφη” λεκτέον · ἦν, οὐκ ἂν ἔλεγεν “.
67.2εἰπόντος δὲ τοῦ ἀδελφοῦ, ὅτι οὐχ ὁμοίως αὐτῷ προσφέρονται οἱ πολῖται ὡς ἐκείνῳ ὄντι ἐκ τῶν αὐτῶν, ἀγνωμονέστερον δέ, εἶπε” σὺ γὰρ οὐκ οἶδας ἀδικεῖσθαι, ἐγὼ δέ “.
67.3ἐρωτηθεὶς δὲ διὰ τί ἔθος παρ’αὐτοῖς ἐστι τοὺς νεωτέρους τοῖς πρεσβυτέροις ἐξανίστασθαι,” ὅπως “ἔφη” περὶ τοὺς μὴ προσήκοντας οὕτως ἔχοντες τιμῆς μᾶλλον τιμῶσι τοὺς γονέας “.
67.4πυθομένου δέ τινος πόσην κέκτηται οὐσίαν, ἔφη” οὐ πλείω τῆς ἱκανῆς “.
68.1Χάριλλος ἐρωτηθεὶς διὰ τί τοὺς νόμους ὁ Λυκοῦργος οὕτως ὀλίγους ἔθηκεν,” ὅτι “ἔφη” τοῖς ὀλίγα λέγουσιν ὀλίγων καὶ νόμων ἐστὶ χρεία, “πυνθανομένου δέ τινος διὰ τί τὰς μὲν κόρας ἀκαλύπτους, τὰς δὲ γυναῖκας ἐγκεκαλυμμένας εἰς το- τοὐμφανὲς ἄγουσιν,” ὅτι “ἔφη” τὰς μὲν κόρας ἄνδρας εὑρεῖν δεῖ, τὰς δὲ γυναῖκας σῴζειν τοὺς ἔχοντας “.
68.3τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερομένου,” εἰ μὴ ὠργιζόμην “εἶπε” κατέκτανον ἄν σε “.
68.4ἐρωτήσαντος δέ τινος αὐτὸν τίνα νομίζει πολιτείαν ἀρίστην, ἔφη” ἐν ἂν περὶ ἀρετῆς πλεῖστοι πολιτευόμενοι πρὸς ἀλλήλους ἄνευ στάσεως ἀγωνίζεσθαι θέλωσι “.
68.5πυνθανομένου δέ τινος διὰ τί πάντα τὰ τῶν θεῶν ξόανα μεθ’ὅπλων ἵδρυται παρ’αὐτοῖς,” ὅπως “ἔφη” μήτε τὰ κατὰ τῶν ἀνθρώπων ὀνείδη λεγόμενα διὰ τὴν δειλίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρωμεν, μήτε οἱ νέοι ἄοπλοι τοῖς θεοῖς εὔχωνται “.
68.6πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν ὅτι” τῶν κόσμων ὁ φυσικὸς καὶ ἀδάπανος οὗτός ἐστι “.
69.1Σαμίων πρεσβευταῖς μακρολογοῦσιν ἔφασαν οἱ Σπαρτιᾶται” τὰ μὲν πρῶτα ἐπιλελάθαμες, τὰ δὲ ὕστερα οὐ συνείκαμες διὰ τὸ τὰ πρῶτα ἐπιλελᾶσθαι “.
69.2ῥήτορος μακρὸν κατατείναντος λόγον καὶ τὰς ἀποκρίσεις αἰτοῦντος, ἵνα τοῖς πολίταις ἀπαγγείλῃ,” ἀπάγγελλε τοίνυν “ἔφασαν” ὅτι μόλις μὲν σὺ ἐπαύσω λέγων, μόλις δὲ ἡμεῖς ἀκούοντες “.
69.3πρὸς Θηβαίους περί τινων ἀντιλέγοντας” ἢ φρονεῖν “εἶπον” δεῖ ἔλασσον ἢ δύνασθαι μεῖζον “.
69.4Λάκων ἐρωτηθεὶς δι’ἣν αἰτίαν τὰς τοῦ πώγωνος τρίχας ἐπὶ πολὺ κομᾷς ;’εἶπεν” ἵνα βλέπων τὰς πολιὰς μηδὲν ἀνάξιον αὐτῶν πράττω “.
69.5ἄλλος πυθομένου τινὸς” διὰ τί ἐγχειριδίοις βραχέσι χρῆσθε ;’“” ἵνα πλησίον “εἶπε τοῖς” πολεμίοις εἰς χεῖρας ἵκωμες “.
69.6ἐπαινοῦντός τινος τοὺς ἀρίστους μαχητάς, Λάκων εἶπεν” ἐν Τροίᾳ “.
69.7ἕτερος ἀκούσας δειπνήσαντάς τινας βιάζεσθαι πίνειν” μὴ καὶ ἐσθίειν “εἶπε” βιάζονται ;’“Πινδάρου γράψαντος” Ἑλλάδος ἔρεισμα Ἀθῆναι, “Λάκων ἔφη καταπεσεῖν ἂν τὴν Ἑλλάδα ὀχουμένην ἐρείσματι τοιούτῳ.
69.9ἐπεὶ δὲ ἰδών τις ἐν πίνακι γραπτῷ Λάκωνας ὑπὸ Ἀθηναίων σφαττομένους ἔλεγεν” ἀνδρεῖοί γ’Ἀθηναῖοι, “Λάκων ὑποτυχών” ἐν τῷ πίνακι “εἶπε.
69.10πρὸς δέ τινα προσιέμενον τὰς ἐκ διαβολῆς βλασφημίας Λάκων εἶπε” παῦσαι κατ’ἐμοῦ τὰ ὦτα χορηγῶν “.
69.11πρὸς δὲ τὸν κολαζόμενον καὶ λέγοντα” ἄκων ἥμαρτον “εἶπέ τις” ἄκων τοίνυν καὶ κολάζου “.
69.12ἰδών τις ἐν ἀποχωρήσει θακέοντας ἐπὶ δίφρων ἀνθρώπους” μὴ γένοιτο “εἶπεν” ἐνταῦθα καθίσαι, ὅθεν οὐκ ἔστιν ἐξαναστῆναι πρεσβυτέρῳ “.
69.13Χίων ποτὲ κατ’ἐπιδημίαν ἀπὸ δείπνου ἐμεσάντων ἐν τῷ ἐφορείῳ καὶ χεσάντων ἐπὶ τῶν δίφρων, ἔνθα οἱ ἔφοροι ἐκάθηντο, τὸ μὲν πρῶτον ἰσχυρῶς ἀνεζήτουν τοὺς ποιήσαντας μὴ πολῖται τυγχάνωσιν · ὡς δὲ ᾔσθοντο ὅτι Χῖοι ἦσαν, ἐκήρυξαν τοῖς Χίοις ἐφιᾶσιν ἀσελγαίνειν.
69.14ἐπεὶ δέ τις τὰς ἀμυγδαλᾶς τῶν σκληρῶν ἑώρα διπλασίου πωλουμένας,” μὴ σπάνιοι “ἔφη” οἱ λίθοι ;’“τίλας τις ἀηδόνα καὶ βραχεῖαν πάνυ σάρκα εὑρὼν εἶπε” φωνὰ τὺ τίς ἐσσι καὶ οὐδὲν ἄλλο “.
69.16ἰδών τις τῶν Λακώνων Διογένη τὸν κύνα περιλαμβάνοντα ἀνδριάντα χάλκεον, ψύχους ὄντος σφοδροῦ, ἐπύθετο εἰ ῥιγοῖ ἀρνησαμένου δέ,” τί οὖν “ἔφη” μέγα ποιεῖς ;’“ὀνειδισθείς τις τῶν Μεταποντίων εἰς δειλίαν ὑπὸ Λάκωνος,” ἀλλὰ μήν “ἔφη” οὐκ ὀλίγα τῆς ἀλλοτρίας ἔχομεν “·
69.17ὁ δὲ” οὐ μόνον ἄρα “ἔφη” δειλοὶ ἀλλὰ καὶ ἄδικοί ἐστε “.
69.18κατ’ἐπιδημίαν τις ἐν Σπάρτῃ κρηπιδούμενος ὀρθὸς ἐπὶ τα- θατέρου σκέλους εἶπε πρὸς Λάκωνα” οὐκ ἂν οἶμαί σε, ὦ Λάκων, τοσοῦτον χρόνον ἐπὶ τοῦ ποδὸς ὅσον ἐγὼ στῆναι “καὶ ὃς ὑπολαβὼν” οὐ γάρ “ἔφη · ” τῶν μέντοι χηνῶν οὐκ ἔστιν ὅστις οὔ “.
69.19μεγαλυνομένου τινὸς ἐπὶ τῇ ῥητορικῇ τέχνῃ, εἶπέ τις Λάκων” ἀλλὰ νὴ τὼ σιὼ τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτε ἐστὶν οὔτε μήποτε γένηται “Ἀργείου ποτὲ εἰπόντος” πολλοὶ τάφοι παρ’ἡμῖν εἰσὶ Σπαρτιατῶν “Λάκων εἶπεν” ἀλλὰ μὴν παρ’ἡμῖν Ἀργείων οὐ δὲ εἷς, “ὡς ·
69.20αὐτῶν μὲν πολλάκις Ἄργους ἐπιβεβηκότων Ἀργείων δὲ τῆς Σπάρτης οὐδέποτε.
69.21Λάκων αἰχμαλωτισθεὶς καὶ πιπρασκόμενος, τοῦ κήρυκος λέγοντος” Λάκωνα πωλῶ, “ἐπεστόμισεν εἰπών” αἰχμάλωτον κήρυσσε “.
69.22τῶν παρὰ Λυσιμάχῳ στρατευομένων ἐρωτηθεὶς τις ὑπ’;’αὐτοῦ, μή τις τῶν εἱλώτων ἐστί,” σὺ δ’οἴει “ἔφη” ἐπὶ τὸ παρὰ σοῦ τετρώβολον Λάκωνα ἥξειν ;’“ὅτε Θηβαῖοι νικήσαντες τοὺς Λάκωνας ἐν Λεύκτροις πρὸς αὐτὸν παρῆσαν τὸν Εὐρώταν, καί τις μεγαλαυχῶν εἶπε” ποῦ νῦν εἰσὶν οἱ Λάκωνες ;’“Σπαρτιάτης ληφθεὶς ὑπ’αὐτῶν” οὐ πάρεισιν “ἔφη ·
69.23” οὐ γὰρ ἂν ὑμεῖς δεῦρο ἤλθετε “.
69.24Ἀθηναίων ἀξιούντων, ὅτε παρέδωκαν τὸ ἄστυ, Σάμον αὐτοῖς μόνον ἐᾶσαι, εἶπον ὅταν” αὑτῶν οὐκ ἦτε, τότε καὶ ἄλλους ἔχειν ζητεῖτε ;’“ἀφ’οὗ καὶ ἡ παροιμία” ὃς αὐτὸς αὑτὸν οὐκ ἔχει Σάμον θέλει “.
69.25πόλιν τινὰ κατὰ κράτος ἑλόντων Λακεδαιμονίων, οἱ ἔφοροι εἶπον” οἴχεται τὸ πάλαισμα τῶν νέων οὐκέτι ἕξουσιν ἀνταγωνιστὰς οἱ νέοι “.
69.26ἄλλην πόλιν ὑπισχνουμένου τοῦ βασιλέως αὐτῶν τέλεον ἀφανίσειν ᾕ συμβεβήκει πράγματα πολλάκις παρεσχῆσθαι τοῖς Λάκωσιν, οὐκ ἐπέτρεψαν, φάμενοι” μηδαμῶς ἀφανίσῃς μη δ’ἀνέλῃς τὴν ἀκόνην τῶν νέων “.
69.27τοῖς παλαίουσι παιδοτρίβας οὐκ ἐφίστανον, ἵνα μὴ τέχνης ἀλλ’ἀρετῆς ἡ φιλοτιμία γένηται. διὸ καὶ Λύσανδρος ἐρωτώμενος, ὅπως ὁ Χάρων ἐνίκησεν αὐτόν,” τᾷ πολυμηχανίᾳ “εἶπε.
69.28Φιλίππου γράφοντος, ὅτε εἰς τὴν χώραν αὐτῶν παρεγένετο, πότερον βούλεται φίλιον ἐλθεῖν ἢ πολέμιον αὐτόν, ἀντεφώνησαν” οὐδέτερον “.
69.29πρεσβευτήν τινα διαπεμψάμενοι πρὸς Ἀντίγονον τὸν Δημητρίου, πυθόμενοι ὅτι ἐκάλεσεν αὐτὸν βασιλέα, ἐζημίωσαν, καίτοι μέδιμνον πυρῶν ἑκάστῳ παρ’αὐτοῦ σιτοδείας οὔσης κομίζοντα.
69.30Δημητρίου ἐγκαλοῦντος ὅτι ἕνα πρεσβευτὴν ἔπεμψαν πρὸς αὐτόν,” οὐχ ἱκανὸς οὖν “εἶπον” εἰ πρὸς ἕνα εἷς “;
69.31ἐνέγκαντός τινος ἀρίστην γνώμην μοχθηροῦ, ταύτην μὲν ἀπεδέξαντο, περιελόμενοι δὲ τούτου περιέθηκαν ἑτέρῳ καλῶς βεβιωκότι.
69.32ἀδελφῶν πρὸς ἀλλήλους διαφερομένων τὸν πατέρα ἐζημίωσαν, ὅτι τοὺς υἱεῖς στασιάζοντας περιορᾷ.
69.33ψάλτην ἐπιδημήσαντα ἐζημίωσαν, ὅτι δακτύλοις κιθαρίζει.
69.34δύο παῖδες ἐμάχοντο, ἅτερος δὲ αὐτῶν τὸν ἕτερον ἔτρωσε δρεπάνῳ πληγῇ θανασίμῳ · τῶν δὲ συνήθων παίδων, ἐπεὶ διαλύεσθαι ἔμελλον, ἐπαγγελλομένων ἀμυνεῖσθαι καὶ ἀναιρήσειν τὸν πλήξαντα,” μηδαμῶς “εἶπε” πρὸς θεῶν, οὐ γὰρ δίκαιον · καὶ γὰρ ἂν ἐγὼ ἐποίησα τοῦτο, εἰ ἔφθασα καὶ ἀγαθὸς ἐγενόμην “.
69.35ἕτερον παιδάριον, ἐπεὶ παρῆν ὁ καιρός, ἐν ᾧ κλέπτειν νενόμιστο τοὺς ἐλευθέρους παῖδας ὅ τι τις δύναιτο καὶ μὴ λαθεῖν αἰσχρὸν ἦν, ὡς οἱ σὺν αὐτῷ παῖδες ζῶν ἔκλεψαν ἀλωπέκιον καὶ ἔδοσαν αὐτῷ φυλάττειν, παραγενομένων τῶν ἀπολωλεκότων ἐπὶ ζήτησιν, ἔτυχε μὲν ὑποβαλὼν τὸ ἀλωπέκιον ὑπὸ τὸ αὑτοῦ ἱμάτιον, ἀγριαίνοντος δὲ τοῦ θηρίου καὶ τὴν αὐτοῦ πλευρὰν κατεσθίοντος μέχρι τῶν σπλάγχνων, ἠρέμει, ἵνα μὴ γένηται καταφανής. ὡς δὲ ὕστερον ἐκείνων ἀπελθόντων ἐθεάσαντο τὸ γεγονὸς οἱ παῖδες καὶ ἐμέμφοντο, λέγοντες ἄμεινον εἶναι φανερὸν ποιῆσαι τὸ ἀλωπέκιον ἢ μέχρι θανάτου κρύπτειν,” οὐ μὲν οὖν “εἶπεν” ἀλλὰ κρεῖττον ταῖς ἀλγηδόσι μὴ ἐνδόντα τελευτᾶν ἢ περίφωρον γενόμενον διὰ μαλακίαν τὸ ζῆν αἰσχρῶς περιποιήσασθαι “.
69.36περιτυχόντες τινὲς Λάκωσι καθ’ὁδὸν εἶπον” εὐτυχήκατε, ἀρτίως ἐντεῦθεν λῃστῶν ἀπιόντων “οἱ δὲ” οὐ μὰ τὸν Ἐνυάλιον, ἀλλ’ἐκεῖνοι μὴ περιτυχόντες ἡμῖν “.
69.37Λάκων ἐρωτηθεὶς τί ἐπίσταται, εἶπεν” ἐλεύθερος εἶναι “.
69.38παῖς Σπαρτιάτης αἰχμαλωτισθεὶς ὑπ’Ἀντιγόνου τοῦ βασιλέως καὶ πραθεὶς τὰ μὲν ἄλλα πάντα ὑπήκοος ἦν τῷ πριαμένῳ, ὅσα ᾤετο προσήκειν ἐλευθέρῳ ποιεῖν ὡς δὲ προσέταξεν ἀμίδα κομίζειν, οὐκ ἠνέσχετο εἰπὼν” οὐ δουλεύσω “. ἐνισταμένου δὲ ἐκείνου, ἀναβὰς ἐπὶ τὸν κέραμον καὶ εἰπών” εἴσῃ τῆς ὠνῆς, “ἔβαλεν ἑαυτὸν κάτω καὶ ἐτελεύτα.
69.39ἕτερος πωλούμενος, εἰπόντος τινὸς” ἐὰν ἀγοράσω σε, χρήσιμος ἔσῃ ;’“” κα- κἂν μὴ ἀγοράσῃς “εἶπεν.
69.40ἄλλος · αἰχμάλωτος πιπρασκόμενος, τοῦ κήρυκος ἐπιλέγοντος ἀνδράποδον πωλεῖν,” κατάρατε “εἶπεν” οὐκ ἐρεῖς αἰχμάλωτον “.
69.41Λάκων ἐπὶ τῆς ἀσπίδος μυῖαν ἔχων ἐπίσημον, καὶ ταύτην οὐ μείζω τῆς ἀληθινῆς, ὡς καταγελῶντές τινες ἔλεγον ὑπὲρ τοῦ λανθάνειν τοῦτο πεποιήκει,” ἵνα μὲν οὖν “εἶπε” φανερὸς ὦ · οὕτω γὰρ τοῖς πολεμίοις πλησίον προσέρχομαι, ὥστε τὸ ἐπίσημον ἡλίκον ἐστὶν ὑπ’αὐτῶν ὁρᾶσθαι “.
69.42ἕτερος, ἐν συμποσίῳ προσενεχθείσης λύρας,” οὐ Λακωνικόν “εἶπε” τὸ φλυαρεῖν “.
69.43Σπαρτιάτης ἐρωτηθεὶς εἰ ἀσφαλὴς ἡ εἰς Σπάρτην ὁδὸς εἶπεν” ὁποῖος καθίσῃς · οἱ μὲν γὰρ λέοντες βαδίζοντι ὅπα κα λέωντι, τὼς δὲ λαγὼς ἐπὶ τᾷ σκηνᾷ θηρεύομες “.
69.44ἐν χειραψίᾳ περικρούοντος τοῦ προστραχηλίζοντος κενοσπούδως καὶ κατασπῶντος ἐπὶ τὴν γῆν, ἐπειδὴ τῷ σώματι ἐλείπετο ὁ προσπεσών, ἔδακε τὸν βραχίονα · καὶ ὁ ἕτερος εἶπε” δάκνεις, ὦ Λάκων, ὥσπερ αἱ γυναῖκες “· ” οὐ μὲν οὖν “εἶπεν ἅτερος” ἀλλ’ὥσπερ οἱ λέοντες “.
69.45χωλὸς ἐπὶ πόλεμον ἐξιών, ἐπακολουθούντων αὐτῷ τινων καὶ γελώντων, ἐπιστραφεὶς εἶπε” κακαὶ κεφαλαί, οὐ φεύγοντα δεῖ τοῖς πολεμίοις μάχεσθαι, ἀλλὰ μένοντα καὶ τὴν τάξιν φυλάττοντα “.
69.46ἕτερος τοξευθεὶς καὶ ἐκλείπων τὸν βίον οὐχὶ τοῦτο ἔφησεν αὐτῷ μέλειν, ὅτι ἀποθανεῖται, ἀλλ’ὅτι ὑπὸ γύννιδος τοξότου καὶ μηδὲν πράξας.
69.47εἰς πανδοκεῖόν τις καταλύσας καὶ δοὺς ὄψον τῷ πανδοκεῖ σκευάσαι, ὡς ἅτερος; τυρὸν ᾔτει καὶ ἔλαιον,” εἶτ’“ἔφη” εἰ τυρὸν εἶχον, ἔτι ἂν ἐδεόμην ὄψου “;
69.48πρὸς δὲ τὸν μακαρίζοντα Λάμπιν τὸν Αἰγινήτην, διότι ἐδόκει πλουσιώτατος; εἶναι ναυκλήρια πολλὰ ἔχων, Λάκων εἶπεν” οὐ προσέχω εὐδαιμονίᾳ ἐκ σχοινίων ἀπηρτημένῃ “.
69.49εἰπόντος δέ τινος Λάκωνι ὅτι ψεύδεται, ἀπεκρίνατο” ἐλεύθεροι γὰρ εἰμες · οἱ δ’ἄλλοι, αἴκα μὴ τα- τἀληθῆ λέγωντι, οἰμώξονται “.
69.50προθέμενός τις νεκρὸν στῆσαι ὀρθόν, ὡς πάντα ποιῶν οὐκ ἐδύνατο,” νὴ τὼ σιώ “εἶπεν” ἔνδον τι εἶναι δεῖ “.
69.51Τύννιχος, Θρασυβούλου τοῦ παιδὸς ἀποθανόντος, εὐρώστως ἤνεγκε · καὶ ἐπίγραμμα εἰς τοῦτον ἐγένετο” τὰν Πιτάναν Θρασύβουλος ἐπ’ἀσπίδος ἤλυθεν ἄπνους ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος, δεικνὺς ἀντία πάντα · τὸν αἱματόεντα δ’ὁ πρέσβυς θεὶς ἐπὶ πυρκαϊὴν Τύννιχος εἶπε τάδε, δειλοὶ κλαιέσθωσαν ἐγὼ δέ σε τέκνον ἄδακρυς θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον “.
69.52Ἀλκιβιάδῃ τῷ Ἀθηναίῳ βαλανέως ἐπὶ πλεῖστον παραχέοντος ὕδωρ, Λάκων εἶπε” τί τοῦτο ὡς καθαρῷ; σφόδρα δὲ ῥυπαρῷ πλεῖον παράχει “.
69.53Φιλίππου τοῦ Μακεδόνος προστάσσοντὸς τινα δι’ἐπιστολῆς, ἀντέγραψαν οἱ Λακεδαιμόνιοι” περὶ ὧν ἄμμιν ἔγραψας οὔ “. ὅτε δὲ ἐνέβαλεν εἰς τὴν Λακωνικὴν καὶ ἐδόκουν ἅπαντες ἀπολεῖσθαι, εἶπε δὲ πρός τινα τῶν Σπαρτιατῶν” τί νῦν ποιήσετε, ὦ Λάκωνες ;’“” τί γάρ “ἔφη” ἄλλο ἢ ἀνδρείως ἀποθανούμεθα; μόνοι γὰρ ἡμεῖς Ἑλλήνων ἐλεύθεροι εἶναι καὶ μὴ ὑπακούειν ἄλλοις ἐμάθομεν “.
69.54μετὰ δὲ τὴν Ἄγιδος ἧτταν, ὁμήρους αἰτοῦντος Ἀντιπάτρου πεντήκοντα παῖδας, Ἐτεοκλῆς ἐφορεύων εἶπε παῖδας μὲν οὐ δώσειν, ἵνα μὴ ἀπαίδευτοι γένωνται, τῆς πατρίου ἀγωγῆς; ἀτευκτήσαντες · οὐ δὲ πολῖται γὰρ ἂν εἴησαν · πρεσβύτας δ’ἢ γυναῖκας, εἰ βούλοιτο, διπλασίους δώσειν ἀπειλοῦντος; δ’αὐτοῦ δεινά, εἰ μὴ λάβοι, ἀπεκρίναντο κοινῇ” ἐὰν χαλεπώτερα θανάτου ἐπιτάττῃς, εὐκολώτερον ἀποθανούμεθα “.
69.55πρεσβύτης ἐν Ὀλυμπίᾳ συντελουμένου τοῦ ἀγῶνος προθυμούμενος θεάσασθαι, καθέδρας ἠπόρει πολλοὺς δ’ἐπιπορευόμενος τόπους ὑβρίζετο καὶ ἐσκώπτετο, μηδενὸς αὐτὸν παραδεχομένου · ὡς δὲ κατὰ τοὺς Λακεδαιμονίους ἧκεν, ἀνέστησαν πάντες οἱ παῖδες καὶ πολλοὶ τῶν ἀνδρῶν τοῦ τόπου ἐκχωροῦντες · τῶν δὲ Πανελλήνων ἐπισημηναμένων κρότῳ τὸ ἔθος καὶ ὑπερεπαινούντων, ὁ πρεσβύτης κινήσας” πολιόντε κάρη πολιόντε γένειον “καὶ δακρύσας” οἴμοι τῶν κακῶν “φησὶν” ὡς ἅπαντες μὲν οἱ Ἕλληνες ἐπίστανται τὰ καλά, χρῶνται δ’αὐτοῖς · μόνοι Λακεδαιμόνιοι “φασὶ δέ τινες, ὅτι καὶ Ἀθήνησι τὸ αὐτὸ ἐγένετο · Παναθηναίων γὰρ ὄντων οἱ Ἀττικοὶ γέροντα προεπηλάκιζον, προσκαλούμενοι μὲν ὡς παραδεξόμενοι, εἰ δὲ παραγένοιτο, οὐ προσδεχόμενοι · ὡς δὲ διεξιὼν σχεδὸν ἅπαντας ἐγένετο κατὰ τοὺς Λακεδαιμονίων θεωρούς, ἅπαντες τῶν βάθρων ἀναστάντες τοῦ τόπου παρεχώρουν ἀγασθεὶς δὲ ὁ ὄχλος · ἐπὶ τῷ γεγονότι ἐκρότησε μετὰ πολλῆς ἐπισημασίας, καί τις εἶπε τῶν Σπαρτιατῶν” νὴ τὼ σιώ, ἴσασι μὲν οἱ Ἀθηναῖοι τὰ καλά, οὐ πράσσουσι δέ “.
69.56ἐπαίτης ᾔτησε Λάκωνα · ” ἀλλὰ εἰ δοίην σοι “ἔφη” μᾶλλον πτωχεύσεις, τῆς δὲ ἀσχημοσύνης σου ταύτης ὁ πρῶτος μεταδοὺς αἴτιος, ἀργόν σε ποιήσας “.
69.57Λάκων ἰδὼν ἀγείροντά τινα θεοῖς” οὐδέν “εἶπε” φροντίζειν θεῶν πτωχοτέρων ἑαυτοῦ “.
69.58λαβών τις μοιχὸν ἐπ’αἰσχρᾷ γυναικὶ” ἄθλιε “εἶπε” τίς τοι ἀνάγκα ;’“ἄλλος ἀκούων ῥήτορος μεγάλας στρέφοντος περιόδους,” ἀλλὰ νὴ τὼ σιώ “εἶπεν” ἀνδρεῖός γε ὁ ἄνθρωπος, πρὸς οὐδὲν ὑποκείμενον εὖ στροβιλοῖ τὴν γλῶσσαν “.
69.60εἰς Λακεδαίμονα παραγενόμενός τις καὶ τὴν πρὸς τοὺς πρεσβύτας τῶν νέων τιμὴν θεασάμενος, ἐν” Σπάρτῃ μόνῃ “εἶπε” λυσιτελεῖ γηράσκειν “.
69.61ἐρωτηθεὶς Λάκων ὁποῖός ἐστι Τυρταῖος ὁ ποιητής,” ἀγαθός “εἶπε” κακκονῆν νέων ψυχάς “.
69.62ἕτερος ἀλγῶν τοὺς ὀφθαλμοὺς ἐξῄει ἐπὶ πόλεμον · λεγόντων δὲ αὐτῷ τινων” ποῖ ἄπει οὕτως ἔχων ἢ τί ποιήσων “; ” κα- κἂν μηδὲν ἕτερον πράξω “ἔφη” πολεμίου γε μάχαιραν ἀμβλυνῶ “.
69.63Βοῦλις καὶ Σπέρχις Λακεδαιμόνιοι πορευθέντες ἐθελονταὶ πρὸς Ξέρξην τὸν Περσῶν βασιλέα ἐπὶ τιμωρίᾳ ἣν ὦφλεν ἡ Λακεδαίμων κατὰ χρησμόν, διότι κήρυκας πεμφθέντας ὑπὸ τοῦ Πέρσου ὡς αὐτοὺς ἀπέκτειναν ἐλθόντες πρὸς τὸν Ξέρξην ἐκέλευον ᾧ βούλεται τρόπῳ διαχρήσασθαι αὐτοὺς ὑπὲρ Λακεδαιμονίων. ὡς δὲ ἐκεῖνος · ἀγασθεὶς ἀπέλυσε τοὺς ἄνδρας καὶ ἠξίου μένειν παρ’αὐτῷ,” καὶ πῶς ἄν “ἔφασαν” δυναίμεθα ζῆν ἐνταῦθα, πατρίδα καταλιπόντες καὶ νόμους καὶ τούτους τοὺς ἄνδρας, ὑπὲρ ὧν τοσαύτην ἤλθομεν ὁδὸν ἀποθανούμενοι “Ἰνδάρνου δὲ τοῦ στρατηγοῦ ἐπὶ πλέον δεομένου καὶ λέγοντος τεύξεσθαι αὐτοὺς τῆς ἴσης τιμῆς τοῖς μάλιστα ἐν προαγωγῇ φίλοις τοῦ βασιλέως, ἔφησαν” ἀγνοεῖν ἡμῖν δοκεῖς, ἡλίκον ἐστὶ τὸ τῆς ἐλευθερίας, ἧς οὐκ ἂν ἀλλάξαιτό τις νοῦν ἔχων τὴν Περσῶν βασιλείαν “.
69.64Λάκων, ἐπεὶ τῇ μὲν προτέρᾳ ἡμέρᾳ ὁ ξένος αὐτὸν ἐξέκλινε, τῇ δ’ἑξῆς στρώματα χρησάμενος δαψιλῶς ὑπεδέχετο, ἐπιβὰς τοῖς στρώμασι κατεπάτει, ἐπιλέγων διὰ ταῦτα ἐχθὲς οὐ δ’ἐπὶ ψιάθου ὑπνωκέναι ἕτερος ἐλθὼν εἰς Ἀθήνας καὶ ὁρῶν τοὺς Ἀθηναίους τὸ τάριχος ἀποκηρύττοντας καὶ τὸ ὄψον καὶ τελωνοῦντας καὶ πορνοβοσκοῦντας, καὶ ἕτερα ἔργα ἀσχήμονα πράττοντας καὶ μηδὲν αἰσχρὸν ἡγουμένους ·
69.65ὅτε ἐπανῆλθεν εἰς τὴν πατρίδα, τῶν πολιτῶν πυνθανομένων αὐτοῦ ποῖὰ τινά ἐστι τὰ ἐν Ἀθήναις,” πάντα “εἶπε” καλά, “” εἰρωνευόμενος καὶ παριστὰς ὅτι πάντα παρὰ τοῖς Ἀθηναίοις καλὰ νομίζεται, αἰσχρὸν δὲ οὐδέν.
69.66ἄλλος ἐρωτώμενος περί τινος ἀπεκρίνατο “οὔ” · ὡς δὲ ὁ ἐρωτήσας ἀπεκρίνατο ὅτι “ψεύδῃ,” “ὁρᾷς οὖν” ἔφη “ὅτι μάταιος εἶ περὶ ὧν ἐπίστασαι ἐρωτῶν”.
69.67ἧκόν ποτε κατὰ πρεσβείαν Λάκωνες πρὸς Λύγδαμιν τὸν τύραννον · ὡς δ’ἐκεῖνος ὑπερτιθέμενος πολλάκις συντυχεῖν ἀνεβάλλετο, τὸ δ’ἐπὶ πᾶσι μαλακῶς ἔχειν αὐτὸν ἔφη τις, οἱ πρέσβεις “λέγε αὐτῷ” εἶπον “ὅτι μὰ τοὺς θεοὺς οὐ παλαισόμενοι πρὸς αὐτὸν ἐληλύθαμεν, ἀλλὰ διαλεχθησόμενοι”.
69.68Λάκωνὰ τινά τις μυσταγωγῶν ἠρώτα τί πράξας ἑαυτῷ σύνοιδεν ἀσεβέστατον, ὁ δὲ “γινώσκουσιν οἱ θεοί” ἔφη · ἐπικειμένου δὲ μᾶλλον καὶ λέγοντος “πάντως σε δεῖ εἰπεῖν,” ὁ Λάκων ἀντηρώτησε “τίνι με δεῖ εἰπεῖν, σοὶ ἢ τῷ θεῷ ;’” τοῦ δὲ εἰπόντος “τῷ θεῷ,” “σὺ τοίνυν” ἔφη “ἀποχώρησον”.
69.69ἕτερος νυκτὸς μνῆμα παριὼν καὶ φαντασιωθεὶς δαιμόνιόν τι ἐπέδραμε τῇ λόγχῃ διαράμενος, καὶ ἐναπερείδων εἶπε “πῆ με φεύγεις, δὶς ἀποθανουμένη ψυχή ;’” ἄλλος εὐξάμενος ἀπὸ τοῦ Λευκάτα ῥίπτειν ἑαυτὸν ἀνέβη καὶ ὑπέστρεψεν ἰδὼν τὸ ὕψος ·
69.70ὀνειδιζόμενος δὲ εἶπεν “οὐκ ᾤμαν τὰν εὐχὰν ἄλλας μείζονος εὐχᾶς δεῖσθαι”.
69.71ἄλλος ἐπὶ παρατάξεως τῷ πολεμίῳ τὸ ξίφος καταφέρειν μέλλων, ἐπεὶ τὸ ἀνακλητικὸν ἐσήμηνεν, οὐκέτι κατήνεγκε · πυθομένου δέ τινος, διὰ τί τὸν ἐχθρὸν ἔχων ὑποχείριον οὐκ ἀπέκτεινεν; “ὅτι” ἔφη “βέλτιόν ἐστι τοῦ φονεύειν πείθεσθαι τῷ ἄρχοντι”.
69.72τινι ἡττωμένῳ ἐν Ὀλυμπίᾳ εἶπέ τις “ὁ ἀνταγωνιστής, ὦ Λάκων, ἐγένετό σου κρείσσων” · “οὐ μὲν οὖν” ἔφη “ἀλλὰ καββαλικώτερος”.