Otho
1.1ὁ δὲ νεώτερος αὐτοκράτωρ ἅμ’ἡμέρᾳ προελθὼν εἰς τὸ Καπιτώλιον ἔθυσε · καὶ κελεύσας Μάριον Κέλσον ἀχθῆναι πρὸς αὑτὸν ἠσπάσατο καὶ διελέχθη φιλανθρώπως, καὶ παρεκάλεσε τῆς αἰτίας ἐπιλαθέσθαι μᾶλλον ἢ τῆς ἀφέσεως μνημονεύειν. τοῦ δὲ Κέλσου μήτε ἀγεννῶς ἀποκριναμένου μήτ’ἀναισθήτως, ἀλλά φήσαντος αὐτὸ τοῦ τρόπου διδόναι τὸ ἔγκλημα πίστιν, ἐγκεκλῆσθαι γὰρ ὅτι Γάλβᾳ βέβαιον ἑαυτὸν παρέσχεν, ᾧ χάριν οὐδεμίαν ὤφειλεν, ἠγάσθησαν οἱ παρόντες ἀμφοτέρων καὶ τὸ στρατιωτικὸν ἐπῄνεσεν.
1.2ἐν δὲ συγκλήτῳ πολλὰ δημοτικὰ καὶ φιλάνθρωπα διαλεχθείς, ὃν μὲν αὐτὸς ὑπατεύειν χρόνον ἤμελλε, τούτου μέρος ἔνειμεν Οὐεργινίῳ Ῥούφῳ, τοῖς δὲ ἀποδεδειγμένοις ὑπὸ Νέρωνος ἢ Γάλβα πᾶσιν ἐτήρησε τὰς ὑπατείας. ἱερωσύναις δὲ τοὺς καθ’ἡλικίαν προήκοντας ἢ δόξαν ἐκόσμησε.
1.3τοῖς δὲ ἐπὶ Νέρωνος φυγοῦσι καὶ κατελθοῦσιν ἐπὶ Γάλβα συγκλητικοῖς πᾶσιν ἀπέδωκεν ὅσα μὴ πεπραμένα τῶν κτημάτων ἑκάστου ἐξεύρισκεν. ὅθεν οἱ πρῶτοι καὶ κράτιστοι πεφρικότες πρότερον ὡς οὐκ ἀνδρός, ἀλλά τινος ἢ Ποινῆς ἢ παλαμναίου δαίμονος ἄφνω τοῖς πράγμασιν ἐπιπεπτωκότος, ἡδίους ἐγένοντο ταῖς ἐλπίσι πρὸς τὴν ἠγεμονίαν ὥσπερ διαμειδιῶσαν.
2.1ὁμοῦ δὲ Ῥωμαίους πάντας οὐδὲν εὔφρανεν οὕτως οὐ δὲ ᾠκειώσατο πρὸς αὐτὸν ὡς τὰ περὶ Τιγελλῖνον. ἐλελήθει μὲν γὰρ ἤδη κολαζόμενος αὐτῷ τῷ φόβῳ τῆς κολάσεως ἣν ὡς χρέος ἀπῄτει δημόσιον ἡ πόλις, καὶ νοσήμασιν ἀνηκέστοις σώματος, αὐτάςτε τὰς ἀνοσίους καὶ ἀρρήτους ἐν γυναιξὶ πόρναις καὶ ἀκαθάρτοις ἐγκυλινδήσεις, αἷς ἔτι προσέσπαιρε δυσθανατοῦντος αὐτοῦ τὸ ἀκόλαστον ἐπιδραττόμενον, ἐσχάτην τιμωρίαν ἐποιοῦντο καὶ πολλῶν ἀντάξια θανάτων οἱ σωφρονοῦντες.
2.2ἠνία δὲ τοὺς πολλοὺς ὅμως τόν ἥλιον ὁρῶν μετὰ τοσούτους καὶ τοιούτους δι’αὐτὸν οὐχ ὁρῶντας, ἔπεμψεν οὖν ἐπ’αὐτὸν ὁ Ὄθων εἰς τοὺς περὶ Σινόεσσαν ἀγρούς ·
2.3ἐκεῖ γὰρ διῃτᾶτο, πλοίων παρορμούντων, ὡς φευξόμενος ἀπωτέρω. καὶ τόν γε πεμφθέντα χρυσίῳ πολλῷ πείθειν ἐπεχείρησε παρεῖναι · μὴ πεισθέντι δὲ δῶρα μὲν ἔδωκεν οὐδὲν ἧττον, ἐδεήθη δὲ ὑπομεῖναι ἕως ἂν ἀποξύρηται τό γένειον · καὶ λαβὼν αὐτὸς ἑαυτὸν ἐλαιμοτόμησεν.
3.1οὕτω δὲ τῷ δήμῳ τὴν δικαιοτάτην ἡδονὴν ἀποδοὺς ὁ Καῖσαρ, αὐτὸς ἰδίας ἔχθρας οὐδενὶ τοπαράπαν ἐμνησικάκησε, τοῖς δὲ πολλοῖς χαριζόμενος οὐκ ἔφευγε τὸ πρῶτον ἐν τοῖς θεάτροις Νέρων προσαγορεύεσθαι · καί τινων εἰκόνας Νέρωνος εἰς το- τοὐμφανὲς προθεμένων οὐκ ἐκώλυσε.
3.2Κλούβιος δὲ Ῥοῦφος εἰς Ἰβηρίαν φησὶ κομισθῆναι διπλώματα, οἷς ἐκπέμπουσι τοὺς γραμματηφόρους, τὸ τοῦ Νέρωνος θετὸν ὄνομα προσγεγραμμένον ἔχοντα τῷ τοῦ Ὄθωνος. οὐ μὴν ἀλλὰ τοὺς πρώτους καί κρατίστους αἰσθόμενος ἐπὶ τούτῳ δυσχεραίνοντας ἐπαύσατο. τοιαύτην δὲ τῆς ἡγεμονίας κατάστασιν αὐτῷ λαμβανούσης, οἱ μισθοφόροι χαλεποὺς παρεῖχον ἑαυτούς, ἀπιστεῖν παρακελευόμενοι καί φυλάττεσθαι καί κολούειν τοὺς ἀξιολόγους, εἴτ’ἀληθῶς φοβούμενοι δι’εὔνοιαν, εἴτε προφάσει χρώμενοι ταύτῃ τοῦ ταράττειν καί πολεμοποιεῖν.
3.3Κρισπῖνον δὲ πέμψαντος αὐτοῦ τὴν ἑπτακαιδεκάτην σπεῖραν Ὠστίας ἀπάξοντα, κα- κἀκείνου νυκτὸς ἔτι συσκευαζομένου καί τὰ ὅπλα ταῖς ἁμάξαις ἐπιτιθέντος, οἱ θρασύτατοι πάντες ἐβόων οὐδὲν ὑγιὲς τὸν Κρισπῖνον ἥκειν διανοούμενον, ἀλλὰ τὴν σύγκλητον ἐπιχειρεῖν πράγμασι νεωτέροις, καὶ τὰ ὅπλα κατὰ Καίσαρος, οὐ Καίσαρι παρακομίζεσθαι.
3.4τοῦ δὲ λόγου πολλῶν ἁπτομένου καί παροξύνοντος, οἱ μὲν ἐπελαμβάνοντο τῶν ἁμαξῶν, οἱ δὲ τοὺς ἐνισταμένους ἑκατοντάρχας δύο καί τὸν Κρισπῖνον αὐτὸν ἀπέκτειναν, πάντες δὲ διασκευασάμενοι καί παρακαλέσαντες ἀλλήλους Καίσαρι βοηθεῖν ἤλαυνον εἰς τὴν Ῥώμην καί πυθόμενοι παρ’αὐτῷ δειπνεῖν ὀγδοήκοντα συγκλητικούς, ἐφέροντο πρὸς τὰ βασίλεια, νῦν καιρὸν εἶναι λέγοντες ἐν τα- ταὐτῷ πάντας ἀνελεῖν τοὺς Καίσαρος πολεμίους, ἡ μὲν οὖν πόλις ὡς αὐτίκα διαρπαγησομένη θόρυβον εἶχε πολύν, ἐν δὲ τοῖς βασιλείοις ἦσαν διαδρομαί, καί τὸν Ὄθων α δεινὴ κατελάμβανεν ἀπορία.
3.5φοβούμενος γὰρ ὑπὲρ τῶν ἀνδρῶν αὐτὸς ἦν φοβερὸς ἐκείνοις, καί πρὸς αὑτὸν ἀνηρτημένους ἑώρα ταῖς ὄψεσιν ἀναύδους καί περιδεεῖς, ἐνίους καί μετὰ γυναικῶν ἥκοντας ἐπὶ τὸ δεῖπνον.
3.6ἅμα δὲ τοὺς ἐπάρχους ἀπέστελλε τοῖς στρατιώταις διαλέγεσθαι καί πραΰνειν κελεύσας, ἅμα δὲ τοὺς κεκλημένους ἄνδρας ἀναστήσας καθ’ἑτέρας θύρας ἀφῆκε · καί μικρὸν ἔφθησαν ὑπεκφυγόντες, διὰ τῶν μισθοφόρων ὠθουμένων εἰς τὸν ἀνδρῶνα καί πυνθανομένων τί γεγόνασιν οἱ Καίσαρος πολέμιοι.
3.7τότε μὲν οὖν ὀρθὸς ἀπὸ τῆς κλίνης πολλὰ παρηγορήσας καί δεηθεὶς καί μη δὲ δακρύων φεισάμενος μόλις ἀπέπεμψεν αὐτούς · τῇ δ’ὑστεραίᾳ δωρησάμενος ἅπαντας κατ’ἄνδρα χιλίαις καί διακοσίαις καί πεντήκοντα δραχμαῖς εἰσῆλθεν εἰς τὸ στρατόπεδον, καί τὸ μὲν πλῆθος ἐπῄνεσεν, ὡς πρὸς αὐτὸν εὔνουν καί πρόθυμον, ὀλίγους δέ τινας οὐκ ἐπ’ἀγαθῷ φήσας ὑποικουρεῖν, διαβάλλοντας αὐτοῦ τὴν μετριότητα καί τὴν ἐκείνων εὐστάθειαν, ἠξίου συναγανακτεῖν καί συγκολάζειν.
3.8ἐπαινούντων δὲ πάντων καί κελευόντων, δύο μόνους παραλαβών, οἷς οὐδεὶς ἔμελλεν ἄχθεσθαι κολασθεῖσιν, ἀπηλλάγη.
4.1ταῦτα οἱ μὲν ἀγαπῶντες ἤδη καὶ πιστεύοντες ἐθαύμαζον τὴν μεταβολήν, οἱ δ’ἀναγκαῖα πολιτεύματα πρὸς τὸν καιρὸν ἡγοῦντο, δημαγωγοῦντος αὐτοῦ διὰ τὸν πόλεμον. ἤδη γὰρ ἠγγέλλετο βεβαίως Οὐϊτέλλιος ἀξίωμα καὶ δύναμιν αὐτοκράτορος ἀνειληφώς · καὶ πτεροφόροι συνεχῶς ἐφοίτων ἀεί τι προσχωρεῖν ἐκείνῳ φράζοντες, ἕτεροι δὲ τὰ Παννονικὰ καὶ τὰ Δαλματικὰ καὶ τὰ περὶ Μυσίαν στρατεύματα δηλοῦντες ᾑρῆσθαι μετὰ τῶν ἡγεμόνων Ὄθωνα.
4.2ταχὺ δὲ ἀφίκετο καὶ παρὰ Μουκιανοῦ γράμματα καὶ παρὰ Οὐεσπεσιανοῦ φίλια, τοῦ μὲν ἐν Συρίᾳ, τοῦ δὲ ἐν Ἰουδαίᾳμεγάλας δυνάμεις ἐχόντων, ὑφ’ὧν ἐπαιρόμενος ἔγραψεν Οὐϊτελλίῳ παραινῶν στρατιωτικὰ φρονεῖν, ὡς χρήματα πολλὰ δώσοντος αὐτοῦ καὶ πόλιν, ἐν ᾗ βιώσεται ῥᾷστον καὶ ἥδιστον βίον μεθ’ἡσυχίας, ἀντέγραψε δὲ κα- κἀκεῖνος αὐτῷ κατειρωνευόμενος ἡσυχῆ πρῶτον ἐκ δὲ τούτου διερεθιζόμενοι πολλὰ βλάσφημα καὶ ἀσελγῆ χλευάζοντες ἀλλήλοις ἔγραφον, οὐ ψευδῶς μέν, ἀνοήτως δὲ καὶ γελοίως τα- θατέρου τὸν ἕτερον ἃ προσῆν ἀμφοτέροις ὀνείδη λοιδοροῦντος.
4.3ἀσωτίας γὰρ καὶ μαλακίας καὶ ἀπειρίας πολέμων καὶ τῶν πρόσθεν ἐπὶ πενίᾳ χρεῶν πλήθους ἔργον ἦν εἰπεῖν ὁποτέρῳ μεῖον αὐτῶν μέτεστι.
4.4σημείων δὲ καὶ φαντασμάτων πολλῶν λεγομένων, τὰ μὲν ἄλλα φήμας ἀδεσπότους καὶ ἀμφιβόλους εἶχεν, ἐν δὲ Καπιτωλίῳ Νίκης ἐφεστώσης ἅρματι τὰς ἡνίας πάντες εἶδον ἀφειμένας ἐκ τῶν χειρῶν, ὥσπερ κρατεῖν μὴ δυναμένης, καὶ τὸν ἐν μεσοποταμίᾳ νήσῳ Γαΐου Καίσαρος ἀνδριάντα μήτε σεισμοῦ γεγονότος μήτε πνεύματος ἀφ’ἑσπέρας μεταστραφέντα πρὸς τὰς ἀνατολάς ·
4.5ὅ φασι συμβῆναι περὶ τὰς ἡμέρας ἐκείνας ἐν αἷς οἱ περὶ Οὐεσπεσιανὸν ἐμφανῶς ἤδη τῶν πραγμάτων ἀντελαμβάνοντο. καὶ τὸ περὶ τὸν Θύμβριν δὲ σύμπτωμα σημεῖον ἐποιοῦντο οἱ πολλοὶ μοχθηρόν. ἦν μὲν γὰρ ὥρα περὶ ἣν μάλιστα οἱ ποταμοὶ πλήθουσιν, ἀλλ’οὔπω τοσοῦτος ἤρθη πρότερον, οὐ δὲ ἀπώλεσε τοσαῦτα καὶ διέφθειρεν, ὑπερχυθεὶς καὶ κατακλύσας πολὺ μέρος τῆς πόλεως, πλεῖστον δὲ ἐν ᾧ τὸν ἐπὶ πράσει διαπωλοῦσι σῖτον, ὡς δεινὴν ἀπορίαν ἡμερῶν συχνῶν κατασχεῖν.
5.1ἐπεὶ δὲ τὰς Ἄλπεις κατέχοντες ἤδη προσηγγέλλοντο Κεκίνας καὶ Οὐάλης Οὐϊτελλίῳ στρατηγοῦντες, ἐν Ῥώμῃ Δολοβέλλας, εὐπατρίδης ἀνήρ, ὑποψίαν παρεῖχε τοῖς μισθοφόροις νεώτερα φρονεῖν. ἐκεῖνον μὲν οὖν, εἴτε αὐτὸν εἴτε ἄλλον δεδοικώς, εἰς πόλιν Ἀκύνιον παρέπεμψε παραθαρρύνας. καταλέγων δὲ τῶν ἐν τέλει συνεκδήμους ἔταξεν ἐν τούτοις καὶ Λεύκιον τὸν Οὐϊτελλίου ἀδελφόν, οὔτε προσθεὶς οὐδὲν οὔτε ἀφελὼν ἧς εἶχε τιμῆς, ἰσχυρῶς δὲ καὶ τῆς μητρὸς ἐπεμελήθη τοῦ Οὐϊτελλίου καὶ τῆς γυναικός, ὅπως μηδὲν φοβήσονται περὶ αὑτῶν, τῆς δὲ Ῥώμης φύλακα Φλαούιον Σαβῖνον, ἀδελφὸν Οὐεσπεσιανοῦ, κατέστησεν, εἴτε καὶ τοῦτο πράξας ἐπὶ τιμῇ Νέρωνος παρ’ἐκείνου γὰρ εἰλήφει τὴν ἀρχὴν ὁ Σαβῖνος, ἀφείλετο δὲ Γάλβας αὐτόν, εἴτε μᾶλλον εὔνοιαν ἐνεδείκνυτο Οὐεσπεσιανῷ καὶ πίστιν αὔξων Σαβῖνον.
5.3αὐτὸς μὲν οὖν ἐν Βριξίλλῳ, πόλει τῆς Ἰταλίας περὶ τὸν Ἠριδανὸν ἀπελείφθη, στρατηγοὺς δὲ τῶν δυνάμεων ἐξέπεμψε Μάριόντε Κέλσον καὶ Σουητώνιον Παυλῖνον ἔτιτε Γάλλον καὶ Σπουρίναν, ἄνδρας ἐνδόξους, χρήσασθαι δὲ μὴ δυνηθέντας ἐπὶ τῶν πραγμάτων ὡς προῃροῦντο τοῖς ἑαυτῶν λογισμοῖς δι’ἀταξίαν καὶ θρασύτητα τῶν στρατιωτῶν.
5.4οὐ γὰρ ἠξίουν ἑτέρων ἀκούειν, ὡς παρ’αὑτῶν τοῦ αὐτοκράτορος τὸ ἄρχειν ἔχοντος. ἦν μὲν οὖν οὐ δὲ τὰ τῶν πολεμίων ὑγιαίνοντα παντάπασιν οὐ δὲ χειροήθη τοῖς ἡγεμόσιν, ἀλλ’ἔμπληκτα καὶ σοβαρὰ διὰ τὴν αὐτὴν αἰτίαν. οὐ μὴν ἀλλ’ἐκείνοις ἐμπειρία γε παρῆν τοῦ μάχεσθαι καὶ τὸ κάμνειν ἐθάδες ὄντες οὐκ ἔφευγον, οὗτοι δὲ μαλακοὶ μὲν ἦσαν ὑπὸ σχολῆς καὶ διαίτης ἀπολέμου, πλεῖστον χρόνον ἐν θεάτροις καὶ πανηγύρεσι καὶ παρὰ σκηνὴν βεβιωκότες, ὕβρει δὲ καὶ κόμπῳ ἐπαμπέχειν ἐβούλοντο, προσποιήσασθαι τὰς λειτουργίας ὡς κρείττονες ἀπαξιοῦντες, οὐχ ὡς ἀδύνατοι φέρειν.
5.5ὁ δὲ Σπουρίνας προσβιαζόμενος αὐτοὺς ἐκινδύνευσε μικρὸν ἐλθόντας ἀνελεῖν αὐτόν, ὕβρεως δὲ καὶ βλασφημίας οὐδεμιᾶς ἐφείσαντο, προδότην καὶ λυμεῶνα τῶν Καίσαρος καιρῶν καὶ πραγμάτων λέγοντες, ἔνιοι δὲ καὶ μεθυσθέντες ἤδη νυκτὸς ἦλθον ἐπὶ τὴν σκηνὴν ἐφόδιον αἰτοῦντες ·
5.6εἶναι γὰρ αὐτοῖς πρὸς Καίσαρα βαδιστέον, ὅπως ἐκείνου κατηγορήσωσιν.
6.1ὤνησε δὲ τὰ πράγματα καὶ Σπουρίναν ἐν τῷ παραυτίκα λοιδορία περὶ Πλακεντίαν γενομένη τῶν στρατιωτῶν, οἱ γὰρ Οὐϊτελλίου τοῖς τείχεσι προσβάλλοντες ἐχλεύαζον τοὺς Ὄθωνος ἑστῶτας παρὰ τὰς ἐπάλξεις, σκηνικοὺς καὶ πυρριχιστὰς καὶ Πυθίων καὶ Ὀλυμπίων θεωρούς, πολέμου δὲ καὶ στρατείας ἀπείρους καὶ ἀθεάτους ἀποκαλοῦντες, καὶ μέγα φρονοῦντας ἐπὶ τῷ γέροντος ἀνόπλου κεφαλὴν ἀποτεμεῖν, τὸν Γάλβαν λέγοντες, εἰς δὲ ἀγῶνα καὶ μάχην ἀνδρῶν οὐκ ἂν ἐκφανῶς καταβάντας.
6.2οὕτω γὰρ ἐταράχθησαν ὑπὸ τούτων τῶν ὀνειδῶν καὶ διεκάησαν ὥστε προσπεσεῖν τῷ Σπουρίνᾳ, δεόμενοι χρῆσθαι καὶ προστάττειν αὐτοῖς, οὐδένα κίνδυνον οὐ δὲ πόνον ἀπολεγομένοις. ἰσχυρᾶς δὲ συστάσης τειχομαχίας καὶ μηχανημάτων πολλῶν προσαχθέντων ἐκράτησαν οἱ τοῦ Σπουρίνα, καὶ φόνῳ πολλῷ τοὺς ἐναντίους ἀποκρουσάμενοι διετήρησαν ἔνδοξον πόλιν καὶ τῶν Ἰταλῶν οὐδεμιᾶς ἧττον ἀνθοῦσαν, ἦσαν δὲ καὶ τὰ ἄλλα τῶν Οὐϊτελλίου στρατηγῶν οἱ Ὄθωνος ἐντυχεῖν ἀλυπότεροι καὶ πόλεσι καὶ ἰδιώταις ἐκείνων δὲ Κεκίνας μὲν οὔτε φωνὴν οὔτε σχῆμα δημοτικός, ἀλλ’ἐπαχθὴς καὶ ἀλλόκοτος, σώματος μεγάλου, Γαλατικῶς ἀναξυρίσι καὶ χειρῖσιν ἐνεσκευασμένος, σημείοις καὶ ἄρχουσι Ῥωμαϊκοῖς διαλεγόμενος, καὶ τὴν γυναῖκα παρέπεμπον αὐτῷ λογάδην ἱππεῖς ὀχουμένην ἵππῳ κεκοσμημένην ἐπιφανῶς.
6.4Φάβιον δὲ Οὐάλεντα τὸν ἕτερον στρατηγὸν οὔτε ἁρπαγαὶ πολεμίων οὔτε κλοπαὶ καὶ δωροδοκίαι παρὰ συμμάχων ἐνεπίμπλασαν χρηματιζόμενον, ἀλλὰ καὶ ἐδόκει διὰ τοῦτο βραδέως ὁδεύων ὑστερῆσαι τῆς προτέρας μάχης, οἱ δὲ τὸν Κεκίναν αἰτιῶνται, σπεύδοντα τὴν νίκην ἑαυτοῦ γενέσθαι πρὶν ἐκεῖνον ἐλθεῖν, ἄλλοιςτε μικροτέροις περιπεσεῖν ἁμαρτήμασι καὶ μάχην οὐ κατὰ καιρὸν οὐ δὲ γενναίως συνάψαι, μικροῦ πάντα τὰ πράγματα διαφθείρασαν αὐτοῖς.
7.1ἐπεὶ γὰρ ἀποκρουσθεὶς τῆς Πλακεντίας ὁ Κεκίνας ἐπὶ Κρεμώνην ὥρμησεν, ἑτέραν πόλιν εὐδαίμονα καὶ μεγάλην, πρῶτος μὲν Ἄννιος Γάλλος πρὸς Πλακεντίαν Σπουρίνᾳ βοηθῶν, ὡς ἤκουσε καθ’ὁδὸν τοὺς Πλακεντίνους περιγεγονέναι, κινδυνεύειν δὲ τοὺς ἐν Κρεμώνῃ, μετήγαγεν ἐκεῖ τὸ στράτευμα καὶ κατεστρατοπέδευσε πλησίον τῶν πολεμίων ἔπειτα καὶ τῶν ἄλλων ἕκαστος ἐβοήθει τῷ στρατηγῷ, τοῦ δὲ Κεκίνα λοχίσαντος εἰς λάσια χωρία καὶ ὑλώδη πολλοὺς ὁπλίτας, ἱππεῖς δὲ προεξελάσαι κελεύσαντος, κα- κἂν συνάψωσιν οἱ πολέμιοι κατὰ μικρὸν ἀναχωρεῖν καὶ ἀναφεύγειν, ἄχρι ἂν ὑπάγοντες οὕτως ἐμβάλωσιν αὐτοὺς εἰς τὴν ἐνέδραν, ἐξήγγειλαν αὐτόμολοι τῷ Κέλσῳ.
7.2καὶ οὗτος μὲν ἱππεῦσιν ἀγαθοῖς ἀντεξελάσας, πεφυλαγμένως δὲ χρώμενος τῇ διώξει καὶ τὴν ἐνέδραν περισχὼν καὶ συνταράξας, ἐκάλει τοὺς ὁπλίτας ἐκ τοῦ στρατοπέδου.
7.3καὶ δοκοῦσιν ἂν ἐπελθόντες ἐν καιρῷ μηδένα λιπεῖν τῶν πολεμίων, ἀλλὰ πᾶν τὸ μετὰ Κεκίνα στράτευμα συντρῖψαι καὶ ἀνελεῖν ἐπισπόμενοι τοῖς ἱππεῦσι · νυνὶ δὲ ὁ Παυλῖνος ὀψὲ καὶ σχολῇ προσβοηθήσας αἰτίαν ἔσχεν ἐνδεέστερον τῆς δόξης στρατηγῆσαι δι’εὐλάβειαν.
7.4οἱ δὲ πολλοὶ τῶν στρατιωτῶν καὶ προδοσίαν ἐνεκάλουν αὐτῷ, καὶ παρώξυνον τὸν Ὄθωνα, μεγαληγοροῦντες ὡς νενικηκότων αὐτῶν, τῆς δὲ νίκης οὐκ ἐπὶ πᾶν προελθούσης κακίᾳ τῶν στρατηγῶν. ὁ δὲ Ὄθων οὐχ οὕτως ἐπίστευεν αὐτοῖς ὡς ἐβούλετο μὴ δοκεῖν ἀπιστεῖν. ἔπεμψεν οὖν Τιτιανὸν ἐπὶ τὰ στρατεύματα τὸν ἀδελφὸν καὶ Πρόκλον τὸν ἔπαρχον, ὃς εἶχεν ἔργῳ τὴν πᾶσαν ἀρχήν, πρόσχημα δὲ ἦν ὁ Τιτιανός.
7.5οἱ δὲ περὶ τὸν Κέλσον καὶ Παυλῖνον ἄλλως ἐφείλκοντο συμβούλων ὄνομα καὶ φίλων, ἐξουσίαν καὶ δύναμιν ἐν τοῖς πράγμασι μηδεμίαν ἔχοντες, ἦν δὲ θορυβώδη καὶ τὰ παρὰ τοῖς πολεμίοις, μάλιστα δὲ τοῖς ὑπὸ τῷ Οὐάλεντι · καὶ τῆς περὶ τὴν ἐνέδραν μάχης ἀπαγγελθείσης ἐχαλέπαινον ὅτι μὴ παρεγένοντο μη δὲ ἤμυναν ἀνδρῶν τοσούτων ἀποθανόντων, μόλις δὲ πείσας καὶ παραιτησάμενος ὡρμημένους αὐτοὺς βάλλειν ἀνέζευξε καὶ συνῆψε τοῖς περὶ Κεκίναν.
8.1ὁ δὲ Ὄθων παραγενόμενος εἰς Βητριακὸν εἰς τὸ στρατόπεδον ἔστι δὲ πολίχνη πλησίον Κρεμώνης τὸ Βητριακόν ἐβουλεύετο περὶ τῆς μάχης, καὶ Πρόκλῳ μὲν ἐδόκει καὶ Τιτιανῷ, τῶν στρατευμάτων ὄντων προθύμων καὶ προσφάτου τῆς νίκης, διαγωνίσασθαι καὶ μὴ καθῆσθαι τὴν ἀκμὴν ἀμβλύνοντα τῆς δυνάμεως καὶ περιμένοντα Οὐϊτέλλιον αὐτὸν ἐκ Γαλατίας ἐπελθεῖν Παυλῖνος δὲ τοῖς μὲν πολεμίοις ἔφη πάντα μεθ’ὧν μαχοῦνται παρεῖναι, καὶ μηδὲν ἐνδεῖν, Ὄθωνι δὲ τῆς ἤδη παρούσης οὐκ ἐλάττονα προσδόκιμον εἶναι δύναμιν ἐκ Μυσίας καὶ Παννονίας, ἂν τὸν αὑτοῦ περιμένῃ καιρόν, ἀλλὰ μὴ στρατηγῇ πρὸς τὸν τῶν πολεμίων, οὐ γὰρ ἀμβλυτέροις γε χρήσεσθαι τότε τοῖς νῦν θαρροῦσιν ἀπ’ἐλαττόνων, ἂν πλείονας τοὺς ἀγωνιζομένους προσλάβωσιν, ἀλλ’ἐκ περιουσίας ἀγωνιεῖσθαι ·
8.3καὶ χωρὶς δὲ τούτου τὴν διατριβὴν εἶναι πρὸς αὐτῶν ἐν ἀφθόνοις πᾶσιν ὄντων, ἐκείνοις δὲ τὸν χρόνον ἀπορίαν παρέξειν τῶν ἀναγκαίων ἐν πολεμίᾳ καθεζομένοις.
8.4ταῦτα λέγοντι Παυλίνῳ Μάριος Κέλσος ἐγένετο σύμψηφος. Ἄννιος δὲ Γάλλος οὐ παρῆν μέν, ἀλλ’ἐθεραπεύετο πεπτωκὼς ἀφ’ἵππου, γράψαντος δὲ Ὄθωνος αὐτῷ συνεβούλευσε μὴ σπεύδειν, ἀλλὰ τὴν ἐκ Μυσίας περιμένειν δύναμιν ἤδη καθ’ὁδὸν οὖσαν. οὐ μὴν ἐπείθετο τούτοις, ἀλλὰ ἐκράτησαν οἱ πρὸς τὴν μάχην παρορμῶντες.
9.1αἰτίαι δὲ πλείονες ἄλλαι ὑπ’ἄλλων λέγονται προδήλως δὲ οἱ στρατηγικοὶ προσαγορευόμενοι καὶ τάξιν ἔχοντες δορυφόρων, τότε μᾶλλον ἀληθινῆς γευόμενοι στρατείας καὶ τὰς ἐν Ῥώμῃ διατριβὰς καὶ διαίτας ἀπολέμους καὶ πανηγυρικὰς ποθοῦντες, οὐκ ἦσαν καθεκτοὶ σπεύδοντες ἐπὶ τὴν μάχην, ὡς εὐθὺς ἐξ ἐπιδρομῆς ἀναρπασόμενοι τούς ἐναντίους, δοκεῖ δὲ μη δὲ αὐτὸς Ὄθων ἐξαναφέρειν ἔτι πρὸς τὴν ἀδηλότητα μη δὲ ὑπομένειν ἀηθείᾳ καὶ μαλακότητι τούς περὶ τῶν δεινῶν λογισμούς, ἐκπονούμενος δὲ ταῖς φροντίσι σπεύδειν ἐγκαλυψάμενος, ὥσπερ ἀπὸ κρημνοῦ, μεθεῖναι τὰ πράγματα πρὸς τὸ συντυχόν.
9.3καὶ τοῦτο μὲν διηγεῖτο Σεκοῦνδος ὁ ῥήτωρ ἐπὶ τῶν ἐπιστολῶν γενόμενος τοῦ Ὄθωνος. ἑτέρων δὲ ἦν ἀκούειν ὅτι τοῖς στρατεύμασιν ἀμφοτέροις παρίσταντο ὁρμαὶ πολλαὶ ὡς εἰς τα- ταὐτὸ συνελθεῖν καὶ μάλιστα μὲν αὐτοὺς ὁμοφρονήσαντας ἐκ τῶν παρόντων ἡγεμονικῶν ἑλέσθαι τὸν ἄριστον, εἰ δὲ μή, τὴν σύγκλητον ὁμοῦ καθίσαντας ἐφεῖναι τὴν αἵρεσιν ἐκείνῃ τοῦ αὐτοκράτορος.
9.4καὶ οὐκ ἀπεικός ἐστι, μηδετέρου τότε τῶν προσαγορευομένων αὐτοκρατόρων εὐδοκιμοῦντος, ἐπιπίπτειν τοιούτους διαλογισμοὺς τοῖς γνησίοις καὶ διαπόνοις καὶ σωφρονοῦσι τῶν στρατιωτῶν, ὡς ἔχθιστον εἴη καὶ δεινόν, ἃ πάλαι διὰ Σύλλαν καὶ Μάριον, εἶτα Καίσαρα καὶ Πομπήϊον ᾠκτείροντο δρῶντες ἀλλήλους καὶ πάσχοντες οἱ πολῖται, ταῦτα νῦν ὑπομένειν ἢ Οὐϊτελλίῳ λαιμαργίας καὶ οἰνοφλυγίας ἢ τρυφῆς καὶ ἀκολασίας Ὄθωνι τὴν ἡγεμονίαν χορήγημα προθεμένους.
9.5ταῦτ’οὖν ὑπονοοῦσι τούςτε περὶ τὸν Κέλσον αἰσθανομένους ἐμβαλεῖν διατριβήν, ἐλπίζοντας ἄνευ μάχης καὶ πόνων κριθήσεσθαι τὰ πράγματα, καὶ τούς περὶ τὸν Ὄθωνα φοβουμένους ἐπιταχῦναι τὴν μάχην.
10.1αὐτὸς δὲ πάλιν εἰς Βρίξιλλον ἀνεχώρησε, καὶ τοῦτο προσεξαμαρτών, οὐχ ὅτι μόνον τὴν ἐν ὀφθαλμοῖς αὐτοῦ παρόντος αἰδῶ καὶ φιλοτιμίαν ἀφεῖλε τῶν ἀγωνιζομένων, ἀλλὰ καὶ τοὺς ἐρρωμενεστάτους καὶ προθυμοτάτους δι’αὐτὸν ἱππεῖς καὶ πεζοὺς ἀπαγαγὼν φυλακὴν τοῦ σώματος ὡσπερεὶ στόμωμα τῆς δυνάμεως ἀπέκοψε.
10.2συνέβη δὲ ταῖς ἡμέραις ἐκείναις καὶ περὶ τὸν Ἠριδανὸν ἀγῶνα γενέσθαι, τοῦ μὲν Κεκίνα ζευγνύντος τὴν διάβασιν, τῶν δὲ Ὄθωνος εἰργόντων καὶ προσμαχομένων. ὡς δὲ οὐδὲν ἐπέραινον, ἐνθεμένων εἰς τὰ πλοῖα δᾷδα θείου καὶ πίττης ἀνάπλεων, διὰ τοῦ πόρου πνεῦμα προσπεσὸν ἄφνω τὴν παρεσκευασμένην ὕλην ἐπὶ τοὺς πολεμίους ἐξερρίπιζε.
10.3καπνοῦ δὲ πρῶτον, εἶτα λαμπρᾶς φλογὸς ἐκπεσούσης, ταραττόμενοι καὶ ἀποπηδῶντες εἰς τὸν ποταμὸν τάςτε ναῦς ἀνέτρεπον καὶ τὰ σώματα τοῖς πολεμίοις μετὰ γέλωτος παρεῖχον. οἱ δὲ Γερμανοὶ τοῖς Ὄθωνος μονομάχοις περὶ νησῖδα τοῦ ποταμοῦ προσμίξαντες ἐκράτησαν καὶ διέφθειραν αὐτῶν οὐκ ὀλίγους.
11.1γενομένων δὲ τούτων, καὶ τῶν ἐν Βητριακῷ στρατιωτῶν τοῦ Ὄθωνος ἐκφερομένων μετ’ὀργῆς ἐπὶ τὴν μάχην, προήγαγεν αὐτοὺς ὁ Πρόκλος ἐκ τοῦ Βητριακοῦ, καὶ κατεστρατοπέδευσεν ἀπὸ πεντήκοντα σταδίων οὕτως ἀπείρως καὶ καταγελάστως ὥστε, τῆς μὲν ὥρας ἐαρινῆς οὔσης, τῶν δὲ κύκλῳ πεδίων πολλὰ νάματα καὶ ποταμοὺς ἀεννάους ἐχόντων, ὕδατος σπάνει πιέζεσθαι.
11.2τῇ δὲ ὑστεραίᾳ βουλόμενον προάγειν ἐπὶ τοὺς πολεμίους ὁδὸν οὐκ ἐλάττονα σταδίων ἑκατὸν οἱ περὶ τὸν Παυλῖνον οὐκ εἴων, ἀλλ’ᾤοντο δεῖν περιμένειν καὶ μὴ προπονεῖν ἑαυτούς, μη δὲ εὐθὺς ἐκ πορείας μάχην τίθεσθαι πρὸς ἄνδρας ὡπλισμένους καὶ παρατεταγμένους καθ’ἡσυχίαν, ἐν ὅσῳ χρόνῳ προΐασιν αὐτοὶ τοσαύτην ὁδὸν ἀναμεμιγμένων ὑποζυγίων καὶ ἀκολούθων, οὔσης δὲ περὶ τούτων ἀντιλογίας ἐν τοῖς στρατηγοῖς ἦλθε παρ’Ὄθωνος ἱππεὺς τῶν καλουμένων Νομάδων γράμματα κομίζων κελεύοντα μὴ μένειν μη δὲ διατρίβειν, ἀλλ’ἄγειν εὐθὺς ἐπὶ τοὺς πολεμίους, ἐκεῖνοι μὲν οὖν ἄραντες ἐχώρουν, ὁ δὲ Κεκίνας πυθόμενος τὴν ἔφοδον αὐτῶν ἐθορυβήθη, καὶ κατὰ σπουδὴν ἀπολιπὼν τὰ ἔργα καὶ τὸν ποταμὸν ἧκεν εἰς τὸ στρατόπεδον.
11.4ὡπλισμένων δὲ ἤδη τῶν πολλῶν, καὶ τὸ σύνθημα παραλαμβανόντων παρὰ τοῦ Οὐάλεντος, ἐν ὅσῳ τὴν τάξιν διελάγχανε τὰ τάγματα, τοὺς ἀρίστους τῶν ἱππέων προεξέπεμψαν.
12.1ἐμπίπτει δὲ τοῖς προτεταγμένοις τῶν Ὄθωνος ἐκ δή τινος αἰτίας δόξα καὶ λόγος ὡς μεταβαλουμένων τῶν Οὐϊτελλίου στρατηγῶν πρὸς αὐτούς, ὡς οὖν ἐγγὺς ἦσαν, ἠσπάσαντο φιλίως συστρατιώτας προσαγορεύσαντες. ἐκείνων δὲ τὴν προσαγόρευσιν οὐκ εὐμενῶς, ἀλλὰ μετὰ θυμοῦ καὶ φωνῆς πολεμικῆς ἀμειψαμένων, τοῖς μὲν ἀσπασαμένοις ἀθυμία, τοῖς δὲ λοιποῖς ὑπόνοια κατὰ τῶν ἀσπασαμένων ὡς προδιδόντων παρέστη, καὶ τοῦτο πρῶτον αὑτοὺς ἐτάραξεν ἤδη τῶν πολεμίων ἐν χερσὶν ὄντων, εἶτα τῶν ἄλλων οὐδὲν ἦν κόσμῳ γινόμενον, ἀλλὰ πολλὴν μὲν ἀταξίαν τὰ σκευοφόρα τοῖς μαχομένοις ἐμπλαζόμενα παρεῖχε, πολλοὺς δὲ τὰ χωρία διασπασμοὺς ἐποίει τάφρων ὄντα μεστὰ καὶ ὀρυγμάτων, ἃ φοβούμενοι καὶ περιϊόντες ἠναγκάζοντο φύρδην καὶ κατὰ μέρη πολλὰ συμπλέκεσθαι τοῖς ἐναντίοις.
12.3μόναι δὲ δύο λεγεῶνες οὕτω γὰρ τὰ τάγματα Ῥωμαῖοι καλοῦσιν, ἐπίκλησιν ἡ μὲν Οὐϊτελλίου Ἅρπαξ, ἡ δὲ Ὄθωνος Βοηθός, εἰς πεδίον ἐξελίξασαι ψιλὸν καὶ ἀναπεπταμένον, νόμιμόν τινα μάχην, συμπεσοῦσαι φαλαγγηδόν, ἐμάχοντο πολὺν χρόνον. οἱ μὲν οὖν Ὄθωνος ἄνδρες ἦσαν εὔρωστοι καὶ ἀγαθοί, πολέμου δὲ καὶ μάχης τότε πρῶτον πεῖραν λαμβάνοντες · οἱ δὲ Οὐϊτελλίου πολλῶν ἀγώνων ἐθάδες, ἤδη δὲ γηραιοὶ καὶ παρακμάζοντες.
12.4ὁρμήσαντες οὖν ἐπ’αὑτοὺς οἱ Ὄθωνος ἐώσαντο καὶ τόν ἀετὸν ἀφείλοντο, πάντας ὁμοῦ τι τοὺς προμάχους ἀποκτείναντες · οἱ δὲ ὑπὸ αἰσχύνης καὶ ὀργῆς ἐμπεσόντες αὐτοῖς τόντε πρεσβευτὴν τοῦ τάγματος Ὀρφίδιον ἔκτειναν καὶ πολλὰ τῶν σημείων ἥρπασαν. τοῖς δὲ μονομάχοις ἐμπειρίαντε καὶ θάρσος ἔχειν πρὸς τὰς συμπλοκὰς δοκοῦσιν ἐπήγαγεν Οὔαρος Ἀλφῆνος τοὺς καλουμένους Βατάβους.
12.5εἰσὶ δὲ Γερμανῶν ἱππεῖς ἄριστοι, νῆσον οἰκοῦντες ὑπὸ τοῦ Ῥήνου περιρρεομένην. τούτους ὀλίγοι μὲν τῶν μονομάχων ὑπέστησαν, οἱ δὲ πλεῖστοι φεύγοντες ἐπὶ τόν ποταμὸν ἐμπίπτουσιν εἰς σπείρας τῶν πολεμίων αὐτόθι τεταγμένας, ὑφ’ὧν ἀμυνόμενοι πάντες ὁμαλῶς διεφθάρησαν.
12.6αἴσχιστα δὲ ἠγωνίσαντο πάντων οἱ στρατηγικοί, μη δὲ ὅσον ἐν χερσὶ γενέσθαι τοὺς ἐναντίους ὑπομείναντες, ἀλλὰ καὶ τοὺς ἀηττήτους ἔτι φόβου καὶ ταραχῆς ἀνεπίμπλασαν φεύγοντες δι’αὐτῶν, οὐ μὴν ἀλλὰ πολλοί γε τῶν Ὄθωνος νενικηκότες τοὺς καθ’αὑτοὺς ἐβιάσαντο καὶ διεξέπεσον διὰ τῶν πολεμίων κρατούντων εἰς τὸ στρατόπεδον.
13.1τῶν δὲ στρατηγῶν οὔτε Πρόκλος οὔτε Παυλῖνος συνεισελθεῖν ἐτόλμησαν, ἀλλ’ἐξέκλιναν φοβούμενοι τοὺς στρατιώτας ἤδη τὴν αἰτίαν ἐπὶ τοὺς στρατηγοὺς τρέποντας. Ἄννιος δὲ Γάλλος ἀνελάμβανεν ἐν τῇ πόλει καὶ παρεμυθεῖτο τοὺς ἐκ τῆς μάχης συλλεγομένους, ὡς ἀγχωμάλου γεγενημένης καὶ πολλοῖς κεκρατηκότας μέρεσι τῶν πολεμίων.
13.2Μάριος δὲ Κέλσος τοὺς ἐν τέλει συναγαγὼν ἐκέλευσε σκοπεῖν τὸ κοινόν, ὡς ἐπὶ συμφορᾷ τηλικαύτῃ καὶ φόνῳ τοσούτῳ πολιτῶν μη δὲ Ὄθωνος, εἴπερ ἀνὴρ ἀγαθός ἐστιν, ἐθελήσοντος ἔτι πειρᾶσθαι τῆς τύχης, ὅπου καὶ Κάτων καὶ Σκηπίων, Καίσαρι κρατοῦντι μετὰ Φάρσαλον εἶξαι μὴ θελήσαντες, αἰτίαν ἔχουσιν ὡς πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας ἐν Λιβύῃ παραναλώσαντες οὐκ ἀναγκαίως, καίπερ ἀγωνιζόμενοι περὶ τῆς Ῥωμαίων ἐλευθερίας, τὰ γὰρ ἄλλα κοινὴν ἡ τύχη παρέχουσα πᾶσιν ἑαυτὴν ἓν οὐκ ἀφαιρεῖται τῶν ἀγαθῶν, τὸ κα- κἂν πταίσωσιν εὐλογιστεῖν πρὸς τὰ συντυγχάνοντα.
13.3ταῦτα λέγων ἔπειθε τοὺς ἡγεμονικούς, ἐπεὶ δὲ πειρώμενοι τοὺς στρατιώτας ἑώρων εἰρήνης δεομένους καὶ Τιτιανὸς ἐκέλευε πρεσβεύειν ὑπὲρ ὁμονοίας, ἔδοξε Κέλσῳ καὶ Γάλλῳ βαδίζειν καὶ διαλέγεσθαι τοῖς περὶ τὸν Κεκίναν καὶ Οὐάλεντα, βαδίζουσι δὲ αὐτοῖς ἀπήντησαν ἑκατοντάρχαι τὴν μὲν δύναμιν ἤδη κεκινημένην λέγοντες ἐρχομένην ἐπὶ τὸ Βητριακόν, αὐτοὶ δὲ ὑπὸ τῶν στρατηγῶν ἀπεστάλθαι περὶ ὁμονοίας, ἐπαινέσαντες οὖν οἱ περὶ τὸν Κέλσον ἐκέλευσαν αὐτοὺς ἀναστρέψαντας πάλιν ἀπαντᾶν μετ’αὐτῶν τοῖς περὶ τὸν Κεκίναν.
13.4ἐπεὶ δὲ ἐγγὺς ἦσαν, ἐκινδύνευσεν ὁ Κέλσος. ἔτυχον γὰρ οἱ περὶ τὴν ἐνέδραν ἡττημένοι πρότερον ἱππεῖς προεξελαύνοντες.
13.5ὡς οὖν προσιόντα τὸν Κέλσον κατεῖδον, εὐθὺς βοήσαντες ὥρμησαν ἐπ αὐτόν, οἱ δὲ ἑκατοντάρχαι προέστησαν ἀνείργοντες · καὶ τῶν ἄλλων λοχαγῶν φείδεσθαι βοώντων οἱ περὶ τὸν Κεκίναν πυθόμενοι καὶ προσελάσαντες τὴν ἀκοσμίαν ταχὺ τῶν ἱππέων ἔπαυσαν, τὸν δὲ Κέλσον ἀσπασάμενοι φιλοφρόνως ἐβάδιζον μετ’αὐτῶν εἰς τὸ Βητριακόν.
13.6ἐν δὲ τούτῳ μετάνοια Τιτιανὸν ἔσχεν ἐκπέμψαντα τοὺς πρέσβεις · καὶ τῶν στρατιωτῶν τοὺς θρασυνομένους αὖθις ἀνεβίβαζεν ἐπὶ τὰ τείχη καὶ τοὺς ἄλλους παρεκάλει βοηθεῖν. τοῦ δὲ Κεκίνα προσελάσαντος τῷ ἵππῳ καὶ τὴν δεξιὰν ὀρέγοντος οὐδεὶς ἀντέσχεν, ἀλλ’οἱ μὲν ἀπὸ τῶν τειχῶν ἠσπάζοντο τοὺς στρατιώτας, οἱ δὲ τὰς πύλας ἀνοίξαντες ἐξῄεσαν καὶ ἀνεμίγνυντο τοῖς προσήκουσιν.
13.7ἠδίκει δὲ οὐδείς, ἀλλὰ καὶ φιλοφροσύναι καὶ δεξιώσεις ἦσαν, ὤμοσαν δὲ πάντες περὶ τοῦ Οὐϊτελλίου καὶ προσεχώρησαν.
14.1οὕτω μὲν οἱ πλεῖστοι τῶν παραγενομενων ἀπαγγέλλουσι γενέσθαι τὴν μάχην, οὐ δὲ αὐτοὶ σαφῶς ὁμολογοῦντες εἰδέναι τὰ καθ’ἕκαστα διὰ τὴν ἀταξίαν καὶ τὴν ἀνωμαλίαν. ἐμοὶ δὲ ὕστερον ὁδεύοντι διὰ τοῦ πεδίου Μέστριος Φλῶρος, ἀνὴρ ὑπατικὸς τῶν τότε μὴ κατὰ γνώμην, ἀλλ’ἀνάγκῃ μετὰ τοῦ Ὄθωνος γενομένων, νεὼν ὄντα παλαιὸν ἐπιδείξας διηγεῖτο μετὰ τὴν μάχην ἐπελθὼν ἰδεῖν νεκρῶν σωρὸν τηλικοῦτον ὥστε τοὺς ἐπιπολῆς ἅπτεσθαι τῶν ἀετῶν, καὶ τὴν αἰτίαν ἔφη ζητῶν οὔτε αὐτὸς εὑρεῖν οὔτε παρ’ἄλλου του πυθέσθαι.
14.2θνήσκειν μὲν γὰρ παρά τοὺς ἐμφυλίους πολέμους, ὅταν τροπὴ γένηται, πλείονας εἰκός ἐστι ι, τῷ μηδέν α ζωγρεῖν, χρῆσθαι γὰρ οὐκ ἔστι τοῖς ἁλισκομένοις, ἡ δ’ἐπὶ τοσοῦτο σωρεία καὶ συμφόρησις οὐκ ἔχει τὴν αἰτίαν εὐσυλλόγιστον.
15.1τῷ δὲ Ὄθωνι πρῶτον μὲν ἀσαφής, ὥσπερ εἴωθε περὶ τῶν τηλικούτων, προσέπεσε λόγος · ἐπεὶ δὲ καὶ τετρωμένοι τινὲς ἧκον ἐκ τῆς μάχης ἀπαγγέλλοντες, τοὺς μὲν φίλους ἧττον ἄν τις ἐθαύμασεν οὐκ ἐῶντας ἀπαγορεύειν, ἀλλὰ θαρρεῖν παρακελευομένους, τὸ δὲ τῶν στρατιωτῶν πάθος ἅπασαν ὑπερέβαλε πίστιν. ὡς οὐδεὶς ἀπῆλθεν, οὐ δὲ μετέστη πρὸς τοὺς κρατοῦντας, οὐ δ’ὤφθη τὸ καθ’αὑτὸν ζητῶν ἀπεγνωσμένου τοῦ ἡγεμόνος, πάντες δ’ὁμαλῶς ἐπὶ θύρας ἦλθον, ἐκάλουν αὐτοκράτορα, προελθόντος ἐγίνοντο προστρόπαιοι, μετὰ βοῆς καὶ ἱκεσίας χειρῶν ἥπτοντο, προσέπιπτον, ἐδάκρυον, ἐδέοντο μὴ σφᾶς ἐγκαταλιπεῖν, μὴ προδοῦναι τοῖς πολεμίοις, ἀλλὰ χρῆσθαι μέχρι ἂν ἐμπνέωσι καὶ ψυχαῖς καὶ σώμασιν ὑπὲρ αὑτοῦ, ταῦτα ὁμοῦ πάντες ἱκέτευον, εἷς δὲ τῶν ἀφανεστέρων ἀνατείνας τὸ ξίφος καὶ εἰπών, “ἴσθι, Καῖσαρ, οὕτως ὑπὲρ σοῦ παρατεταγμένους ἅπαντας,” ἀπέσφαξεν ἑαυτόν.
15.3ἀλλὰ τούτων οὐδὲν ἐπέκλασε τὸν Ὄθωνα, φαιδρῷ δὲ καὶ καθεστῶτι προσώπῳ πανταχόσε τὰς ὄψεις περιαγαγών, “ταύτην,” εἶπεν, “ὦ συστρατιῶται, τὴν ἡμέραν ἐκείνης, ἐν ᾗ με πρῶτον ἐποιήσατε αὐτοκράτορα, μακαριωτέραν ἡγοῦμαι, τοιούτους ὁρῶν ὑμᾶς καὶ τηλικούτων ἀξιούμενος.
15.4ἀλλὰ μὴ μείζονος ἀποστερεῖτε, τοῦ καλῶς ἀποθανεῖν ὑπὲρ τοσούτων καὶ τοιούτων πολιτῶν, εἰ τῆς Ῥωμαίων ἡγεμονίας ἄξιος γέγονα, δεῖ με τῆς ἐμῆς ψυχῆς ὑπὲρ τῆς πατρίδος ἀφειδεῖν. οἶδα τὴν νίκην τοῖς ἐναντίοις οὔτε βεβαίαν οὔτε ἰσχυρὰν οὖσαν. ἀπαγγέλλουσι τὴν ἐκ Μυσίας ἡμῶν δύναμιν οὐ πολλῶν ἡμερῶν ὁδὸν ἀπέχειν, ἤδη καταβαίνουσαν ἐπὶ τὸν Ἀδρίαν.
15.5Ἀσία καὶ Συρία καὶ Αἴγυπτος καὶ τὰ πολεμοῦντα Ἰουδαίοις στρατεύματα μεθ’ἡμῶν, ἥτε σύγκλητος παρ’ἡμῖν καί τέκνα τῶν ἐναντίων καὶ γυναῖκες, ἀλλ’οὐκ ἔστι πρὸς Ἀννίβαν οὐ δὲ Πύρρον οὐ δὲ Κίμβρους ὁ πόλεμος ὑπὲρ τῆς Ἰταλίας, ἀλλὰ Ῥωμαίοις πολεμοῦντες ἀμφότεροι τὴν πατρίδα καὶ νικῶντες ἀδικοῦμεν καὶ νικώμενοι. καὶ γὰρ τὸ ἀγαθὸν τοῦ κρατοῦντος ἐκείνῃ κακόν ἐστι.
15.6πιστεύσατε πολλάκις ὅτι δύναμαι κάλλιον ἀποθανεῖν ἢ ἄρχειν. οὐ γὰρ ὁρῶ τί τηλικοῦτον Ῥωμαίοις ὄφελος ἔσομαι κρατήσας, ἡλίκον ἐπιδοὺς ἐμαυτὸν ὑπὲρ εἰρήνης καὶ ὁμονοίας, καὶ τοῦ μὴ πάλιν ἡμέραν τοιαύτην ἐπιδεῖν τὴν Ἰταλίαν”.
16.1τοιαῦτα διαλεχθείς, καὶ πρὸς τούς ἐνίστασθαι καὶ παρακαλεῖν ἐπιχειροῦντας ἀπισχυρισάμενος, τούςτε φίλους ἐκέλευεν ἀπαλλάττεσθαι καὶ τῶν συγκλητικῶν τούς παρόντας · τοῖς δὲ μὴ παροῦσιν ἐπέστελλε καὶ γράμματα πρὸς τὰς πόλεις, ὅπως παρακομισθῶσιν ἐντίμως καὶ μετὰ ἀσφαλείας.
16.2προσαγόμενος δὲ τὸν ἀδελφιδοῦν Κοκκήϊον, ἔτι μειράκιον ὄντα, θαρρεῖν παρεκάλει καὶ μὴ δεδιέναι Οὐϊτέλλιον, οὗ καὶ μητέρα καὶ γενεὰν καὶ γυναῖκα αὐτός, ὥσπερ οἰκείων κηδόμενος, διαφυλάξαι. διὰ τοῦτο γὰρ οὐ δὲ θέσθαι παῖδα βουλόμενος αὐτόν, ἀλλ’ἀναβαλέσθαι τὴν εἰσποίησιν, ὅπως συνάρχοι κρατήσαντος αὐτοῦ, μὴ προσαπόλοιτο πταίσαντος · “ἐκεῖνο δέ,” εἶπεν, “ὦ παῖ, παρεγγυῶμαί σοι τελευταῖον, μήτε ἐπιλαθέσθαι παντάπασι μήτε ἄγαν μνημονεύειν ὅτι Καίσαρα θεῖον ἔσχες”.
16.3γενόμενος δὲ ἀπὸ τούτων μετὰ μικρὸν ἤκουσε θορύβου καὶ βοῆς ἐπὶ θύραις, οἱ γὰρ στρατιῶται τῶν συγκλητικῶν τοῖς ἀπιοῦσι διηπείλουν ἀποσφάξειν, εἰ μὴ παραμενοῦσιν, ἀλλὰ οἰχήσονται τὸν αὐτοκράτορα καταλιπόντες. πάλιν οὖν προῆλθεν ὑπὲρ τῶν ἀνδρῶν φοβηθείς, καὶ τούς στρατιώτας, οὐκέτι δεητικὸς οὐ δὲ πρᾷος, ἀλλὰ τραχὺς ὀφθείς, καὶ μετ’ὀργῆς εἰς τὸ θορυβοῦν μάλιστα διαβλέψας, ἀπελθεῖν ἐποίησεν εἴξαντας καὶ διατρέσαντας.
17.1ἤδη δὲ ἑσπέρας οὔσης ἐδίψησε, καὶ πιὼν ὀλίγον ὕδατος, δυεῖν ὄντων αὐτῷ ξιφῶν, ἑκατέρου κατεμάνθανε τὸ σπάσμα πολὺν χρόνον, καὶ τὸ ἕτερον ἀπέδωκε, τα- θάτερον δὲ εἰς τὰς ἀγκάλας ἀναλαβὼν τοὺς οἰκέτας προσεκαλεῖτο. καὶ φιλοφρονούμενος διένεμε τῶν χρημάτων τῷ μὲν πλέον, τῷ δὲ ἔλαττον, οὐχ ὥσπερ ἀλλοτρίων ἀφειδῶν, ἀλλὰ τὸ κατ’ἀξίαν καὶ τὸ μέτριον ἐπιμελῶς φυλάττων.
17.2ἀποπέμψας δὲ τούτους ἤδη τὸ λοιπὸν ἀνεπαύετο τῆς νυκτός, ὥστε τοὺς κατευναστὰς αἰσθάνεσθαι βαθέως αὐτοῦ καθεύδοντος. ὄρθρου δὲ καλέσας ἀπελεύθερον ᾧ συνδιῴκησε τὰ περὶ τοὺς συγκλητικούς, μαθεῖν προσέταξε καὶ πυθόμενος γεγονέναι τοῖς ἀπερχομένοις ὧν ἕκαστος ἔχρῃζεν, “ἴθι τοίνυν,” ἔφη, “σύ, καὶ ποίει τοῖς στρατιώταις ἐμφανῆ σεαυτόν, εἰ μὴ θέλεις κακῶς ὑπ’αὐτῶν ἀποθανεῖν ὡς ἐμοὶ συμπράξας τὸν θάνατον”.
17.3ἐξελθόντος δὲ τοῦ ἀνθρώπου τὸ ξίφος ὑποστήσας ὀρθὸν ἀμφοτέραις ταῖς χερσί, καὶ περιπεσὼν ἄνωθεν, ὅσον ἅπαξ στενάξαι μόνον ᾔσθετο τοῦ πόνου καὶ τοῖς ἐκτὸς αἴσθησιν παρέσχεν. ἀραμένων δὲ τῶν παίδων οἰμωγὴν εὐθὺς ἅπαν τὸ στρατόπεδον καὶ τὴν πόλιν ἐπεῖχε κλαυθμός · καὶ μετὰ βοῆς οἱ στρατιῶται εἰσέπεσον ἐπὶ τὰς θύρας καὶ ὠλοφύροντο, περιπαθοῦντες καὶ λοιδοροῦντες ἑαυτοὺς μὴ φυλάξαντας τὸν αὐτοκράτορα μη δὲ κωλύσαντας ἀποθανεῖν ὑπὲρ αὐτῶν, ἀπέστη δὲ οὐδεὶς τῶν κατ’αὐτόν, ἐγγὺς ὄντων τῶν πολεμίων, ἀλλὰ κοσμήσαντες τὸ σῶμα καὶ πυρὰν κατασκευάσαντες ἐξεκόμιζον ἐν τοῖς ὅπλοις οἱ φθάσαντες ὑποδῦναι καὶ βαστάσαι τὸ λέχος ἐπιγαυρούμενοι.
17.4τῶν δὲ ἄλλων οἱ μὲν τὸ τραῦμα τοῦ νεκροῦ κατεφίλουν προσπίπτοντες, οἱ δὲ ἥπτοντο τῶν χειρῶν, οἱ δὲ προσεκύνουν πόρρωθεν. ἔνιοι δὲ τῇ πυρᾷ λαμπάδας ὑφέντες ἑαυτοὺς ἀπέσφαξαν, οὐδὲν ἐκδήλως οὔτε πεπονθότες χρηστὸν ὑπὸ τοῦ τεθνηκότος οὔτε πείσεσθαι δεινὸν ὑπὸ τοῦ κρατοῦντος δεδιότες.
17.5ἀλλ’ἔοικε μηδενὶ τῶν πώποτε τυράννων ἢ βασιλέων δεινὸς οὕτως ἔρως ἐγγενέσθαι καὶ περιμανὴς τοῦ ἄρχειν, ὡς ἐκεῖνοι τοῦ ἄρχεσθαι καὶ ὑπακούειν Ὄθωνος ἠράσθησαν οὕς γε μη δ’ἀποθανόντος ὁ πόθος προὔλιπεν, ἀλλὰ παρέμεινεν εἰς ἀνήκεστον ἔχθος Οὐϊτελλίῳ τελευτήσας.
18.1τὰ μὲν οὖν ἄλλα καιρὸν οἰκεῖον ἔχει λεχθῆναι · κρύψαντες δὲ τῇ γῇ τὰ λείψανα τοῦ Ὄθωνος οὔτε μεγέθει σήματος οὔτ’ἐπιγραφῆς ὄγκῳ τὸν τάφον ἐποίησαν ἐπίφθονον. εἶδον δὲ ἐν Βριξίλλῳ γενόμενος καὶ μνῆμα μέτριον καὶ τὴν ἐπιγραφὴν οὕτως ἔχουσαν, εἰ μεταφρασθείη · “δηλώσει Μάρκου Ὄθωνος”.
18.2ἀπέθανε δὲ Ὄθων ἔτη μὲν ἑπτὰ καὶ τριάκοντα βιώσας, ἄρξας δὲ τρεῖς μῆνας, ἀπολιπὼν δὲ μὴ χείρονας μη δ’ἐλάττους τῶν τὸν βίον αὐτοῦ ψεγόντων τούς ἐπαινοῦντας τὸν θάνατον, βιώσας γὰρ οὐδὲν ἐπιεικέστερον Νέρωνος ἀπέθανεν εὐγενέστερον.
18.3οἱ δὲ στρατιῶται Πολλίωνος τοῦ ἑτέρου τῶν ἐπάρχων ὀμνύειν εὐθὺς εἰς τὸν Οὐϊτέλλιον κελεύσαντος ἐδυσχέραινον · καὶ πυθόμενοι τῶν συγκλητικῶν ἐνίους ἔτι παρεῖναι τούς μὲν ἄλλους ἀφῆκαν, Οὐεργινίῳ δὲ Ῥούφῳ πράγματα παρεῖχον ἅμα τοῖς ὅπλοις ἐλθόντες ἐπὶ τὴν οἰκίαν καὶ κατακαλοῦντες αὖθις καὶ κελεύοντες ἄρχειν ἢ πρεσβεύειν ὑπὲρ αὐτῶν, ὁ δὲ τὴν ἡγεμονίαν ἡττωμένων παραλαβεῖν, νενικηκότων πρότερον μὴ θελήσας, μανικὸν ἡγεῖτο πρεσβεύειν δὲ πρὸς τούς Γερμανοὺς δεδιώς, πολλὰ βεβιάσθαι παρὰ γνώμην ὑπ’αὐτοῦ δοκοῦντας, ἔλαθε δι’ἑτέρων θυρῶν ἐκποδὼν ποιήσας ἑαυτόν.
18.4ὡς δὲ τοῦτο ἔγνωσαν οἱ στρατιῶται, τούςτε ὅρκους ἐδέξαντο καὶ τοῖς περὶ τὸν Κεκίναν προσέθεντο συγγνώμης τυχόντες.