Brutus
1.1Μάρκου δὲ Βρούτου πρόγονος ἦν Ἰούνιος Βροῦτος, ὃν ἀνέστησαν ἐν Καπιτωλίῳ χαλκοῦν οἱ πάλαι Ῥωμαῖοι μέσον τῶν βασιλέων, ἐσπασμένον ξίφος, ὡς βεβαιότατα καταλύσαντα Ταρκυνίους. ἀλλ’ἐκεῖνος μέν, ὥσπερ τὰ ψυχρήλατα τῶν ξιφῶν, σκληρὸν ἐκ φύσεως καὶ οὐ μαλακὸν ἔχων ὑπὸ λόγου τὸ ἦθος ἄχρι παιδοφονίας ἐξώκειλε τῷ θυμῷ τῷ κατὰ τῶν τυράννων, οὑτοσὶ δ’, ὑπὲρ οὗ γράφεται ταῦτα, παιδείᾳ καὶ λόγῳ διὰ φιλοσοφίας καταμίξας τὸ ἦθος, καὶ τὴν φύσιν ἐμβριθῆ καὶ πρᾳεῖαν οὖσαν ἐπεγείρας ταῖς πρακτικαῖς ὁρμαῖς, ἐμμελέστατα δοκεῖ κραθῆναι πρὸς τὸ καλόν, ὥστε καὶ τοὺς ἀπεχθανομένους αὐτῷ διὰ τὴν ἐπὶ Καίσαρα συνωμοσίαν, εἰ μέν τι γενναῖον ἡ πρᾶξις ἤνεγκε, Βρούτῳ προσάπτειν, τὰ δυσχερέστερα δὲ τῶν γεγονότων τρέπειν εἰς Κάσσιον, οἰκεῖον μέν ὄντα Βρούτου καὶ φίλον, ἁπλοῦν δὲ τῷ τρόπῳ καὶ καθαρὸν οὐχ ὁμοίως.
1.3Σερβιλία δὲ ἡ μήτηρ ἀνέφερε τὸ γένος εἰς Ἀάλαν Σερβίλιον, ὃς Μαιλίου Σπορίου τυραννίδα κατασκευαζομένου καὶ ταράττοντος τὸν δῆμον ἐγχειρίδιον λαβὼν ὑπὸ μάλης προῆλθεν εἰς ἀγοράν καὶ παραστὰς τῷ ἀνδρὶ πλησίον, ὡς ἐντυγχάνειν τι μέλλων καὶ διαλέγεσθαι, προσνεύσαντα πατὰξας ἀπέκτεινε.
1.4τοῦτο μέν οὖν ὁμολογούμενόν ἐστι · τὸ δὲ πατρῷον γένος οἱ διὰ τὸν Καίσαρος φόνον ἔχθραν τινὰ καὶ δυσμένειαν ἀποδεικνύμενοι πρὸς Βροῦτον οὔ φασιν εἰς τὸν ἐκβαλόντα Ταρκυνίους ἀνήκειν οὐδὲν γὰρ ἐκείνῳ λειφθῆναι γένος ἀνελόντι τοὺς υἱούς, ἀλλὰ δημότην τοῦτον, οἰκονόμου υἱὸν ὄντα Βρούτου, ἄρτι καὶ πρῴην εἰς ἄρχοντα προελθεῖν.
1.5Ποσειδώνιος δ’ὁ φιλόσοφος τοὺς μέν ἐνηλίκους φησὶν ἀπολέσθαι τοῦ Βρούτου παῖδας ὡς ἱστόρηται, τρίτον δὲ λειφθῆναι νήπιον, ἀφ’οὗ τὸ γένος ὡρμῆσθαι καὶ τῶν γε καθ’αὑτὸν ἐκ τῆς οἰκίας γεγονότων ἐπιφανῶν ἀνδρῶν ἀναφέρειν ἐνίους πρὸς τὸν ἀνδριάντα τοῦ Βρούτου τὴν ὁμοιότητα τῆς ἰδέας, περὶ μέν οὖν τούτων τοσαῦτα.
2.1Σερβιλίας δὲ τῆς Βρούτου μητρὸς ἀδελφὸς ἦν Κάτων ὁ φιλόσοφος, ὃν μάλιστα Ῥωμαίων ἐζήλωσεν οὗτος θεῖον ὄντα καὶ πενθερὸν ὕστερον γενόμενον. τῶν δὲ Ἑλληνικῶν φιλοσόφων οὐδενὸς μὲν, ὡς ἁπλῶς εἰπεῖν, ἀνήκοος ἦν οὐ δὲ ἀλλότριος, διαφερόντως δ’ἐσπουδάκει πρὸς τοὺς ἀπὸ Πλάτωνος, καὶ τὴν νέαν καὶ μέσην λεγομένην Ἀκαδήμειαν οὐ πάνυ προσιέμενος ἐξήρτητο τῆς παλαιᾶς, καὶ διετέλει θαυμάζων μὲν Ἀντίοχον τὸν Ἀσκαλωνίτην, φίλον δὲ καὶ συμβιωτὴν τὸν ἀδελφὸν αὐτοῦ πεποιημένος Ἄριστον, ἄνδρα τῇ μὲν ἐν λόγοις ἕξει πολλῶν φιλοσόφων λειπόμενον, εὐταξίᾳ δὲ καὶ πρᾳότητι τοῖς πρώτοις ἐνάμιλλον.
2.3ὁ δ’Ἔμπυλος οὗ καὶ αὐτὸς ἐν ταῖς ἐπιστολαῖς καὶ οἱ φίλοι μέμνηνται πολλάκις ὡς συμβιοῦντος αὐτῷ, ῥήτωρ ἦν καὶ καταλέλοιπε μικρὸν μὲν, οὐ φαῦλον δὲ σύγγραμμα περὶ τῆς Καίσαρος ἀναιρέσεως, ὃ Βροῦτος ἐπιγέγραπται. Ῥωμαϊστὶ μὲν οὖν ἤσκητο πρὸς τὰς διεξόδους καὶ τοὺς ἀγῶνας ἱκανῶς ὁ Βροῦτος, Ἑλληνιστὶ δὲ τὴν ἀποφθεγματικὴν καὶ Λακωνικὴν ἐπιτηδεύων βραχυλογίαν ἐν ταῖς ἐπιστολαῖς ἐνιαχοῦ παράσημός ἐστιν, οἷον ἤδη καθεστηκὼς εἰς τὸν πόλεμον γράφει Περγαμηνοῖς ·
2.4“ἀκούω ὑμᾶς Δολοβέλλᾳ δεδωκέναι χρήματα · ἃ εἰ μὲν ἑκόντες ἔδοτε, ὁμολογεῖτε ἀδικεῖν · εἰ δὲ ἄκοντες, ἀποδείξατε τῷ ἐμοὶ ἑκόντες δοῦναι”. πάλιν Σαμίοις · “αἱ βουλαὶ ὑμῶν ὀλίγωροι, αἱ ὑπουργίαι βραδεῖαι.
2.5τί τούτων τέλος ἐννοεῖσθε”; καὶ ἑτέραν “Ξάνθιοι τὴν ἐμὴν εὐεργεσίαν ὑπεριδόντες τάφον ἀπονοίας ἐσχήκασι τὴν πατρίδα, Παταρεῖς δὲ πιστεύσαντες ἑαυτοὺς ἐμοὶ οὐδὲν ἐλλείπουσι διοικοῦντες τὰ καθ’ἕκαστα τῆς ἐλευθερίας. ἐξὸν οὖν καὶ ὑμῖν ἢ τὴν Παταρέων κρίσιν ἢ τὴν Ξανθίων τύχην ἑλέσθαι”. τὸ μὲν οὖν τῶν παρασήμων γένος ἐπιστολίων τοιοῦτόν ἐστιν.
3.1ἔτι δὲ μειράκιον ὢν Κάτωνι τῷ θείῳ συναπεδήμησεν εἰς Κύπρον ἐπὶ Πτολεμαῖον ἀποσταλέντι. Πτολεμαίου δὲ διαφθείραντος ἑαυτὸν ὁ Κάτων αὐτὸς ἐν Ῥόδῳ διατριβὴν ἔχων ἀναγκαίαν ἔτυχε μὲν ἤδη τινὰ τῶν φίλων Κανίδιον ἐπὶ τὴν τῶν χρημάτων φυλακὴν ἀπεσταλκώς, δείσας δ’ἐκεῖνον ὡς οὐκ ἀφεξόμενον κλοπῆς, ἔγραψε τῷ Βρούτῳ πλεῖν τὴν ταχίστην εἰς Κύπρον ἑκ Παμφυλίας · ἐκεῖ γὰρ ἑαυτὸν ἀναλαμβάνων ἔκ τινος ἀσθενείας διῆγεν.
3.2ὁ δὲ καὶ μάλα ἄκων ἔπλευσε, τόντε Κανίδιον αἰδούμενος ὡς ἀτίμως ἀπερριμμένον ὑπὸ τοῦ Κάτωνος, καὶ ὅλως τὴν τοιαύτην ἐπιμέλειαν καὶ διοίκησιν, ἅτε δὴ νέος καὶ σχολαστής, οὐκ ἐλευθέριον οὐ δ’ἑαυτοῦ ποιούμενος. οὐ μὴν ἀλλὰ καὶ περὶ ταῦτα συντείνας ἑαυτὸν ὑπὸ τοῦ Κάτωνος ἐπῃνέθη, καὶ τῆς οὐσίας ἐξαργυρισθείσης ἀναλαβὼν τὰ πλεῖστα τῶν χρημάτων εἰς Ῥώμην ἔπλευσεν.
4.1ἐπεὶ δὲ τὰ πράγματα διέστη Πομπηΐου καί Καίσαρος ἐξενεγκαμένων τὰ ὅπλα καί τῆς ἡγεμονίας ταραχθείσης, ἐπίδοξος μὲν ἦν αἱρήσεσθαι τὰ Καίσαρος · ὁ γὰρ πατὴρ αὐτοῦ διὰ τὸν Πομπήϊον ἐτεθνήκει πρότερον ἀξιῶν δὲ τὰ κοινὰ τῶν ἰδίων ἐπίπροσθεν ποιεῖσθαι καί τὴν Πομπηΐου νομίζων ὑπόθεσιν βελτίονα πρὸς τὸν πόλεμον εἶναι τῆς τοῦ Καίσαρος ἐκείνῳ προσέθετο.
4.2καίτοι πρότερον ἀπαντήσας οὐ δὲ προσεῖπε τὸν Πομπήϊον, ἄγος ἡγούμενος μέγα πατρὸς φονεῖ διαλέγεσθαι τότε δ’ὡς ἄρχοντι τῆς πατρίδος ὑποτάξας ἑαυτόν εἰς Κιλικίαν ἔπλευσε πρεσβευτὴς μετὰ Σηστίου τοῦ λαχόντος τὴν ἐπαρχίαν.
4.3ὡς δ’ἐκεῖ πράττειν οὐδὲν ἦν μέγα καί συνῄεσαν εἰς τα- ταὐτὸ ἤδη Πομπήϊος καί Καῖσαρ ἀγωνιζόμενοι περὶ τῶν ὅλων, ἧκεν εἰς Μακεδονίαν ἐθελοντὴς τοῦ κινδύνου μεθέξων · ὅτε καί φασι Πομπήϊον ἡσθέντα καί θαυμάσαντα προσιόντος αὐτοῦ καθεζόμενον ἐξαναστῆναι καί περιβαλεῖν ὡς κρείττονα πάντων ὁρώντων. ἐν δὲ τῇ στρατείᾳ τῆς ἡμέρας ὅσα μὴ Πομπηΐῳ συνῆν περὶ λόγους καί βιβλία διέτριβεν, οὐ μόνον τὸν ἄλλον χρόνον, ἀλλὰ καί πρὸ τῆς μεγάλης μάχης, ἦν μὲν ἀκμὴ θέρους καί καῦμα πολύ πρὸς ἑλώδεσι χωρίοις ἐστρατοπεδευκότων, τῷ δὲ Βρούτῳ οὐ ταχέως ἧκον οἱ τὴν σκηνὴν κομίζοντες, ἐκπονηθεὶς δὲ περὶ ταῦτα, μεσημβρίας μόλις ἀλειψάμενος καί φαγὼν ὀλίγα, τῶν ἄλλων ἢ καθευδόντων ἢ πρὸς ἐπινοίᾳ καί φροντίδι τοῦ μέλλοντος ὄντων, αὐτὸς ἄχρι τῆς ἑσπέρας ἔγραφε συντάττων ἐπιτομὴν Πολυβίου.
5.1λέγεται δὲ καὶ Καῖσαρ οὐκ ἀμελεῖν τοῦ ἀνδρός, ἀλλὰ καὶ προειπεῖν τοῖς ὑφ’ἑαυτὸν ἡγεμόσιν ἐν τῇ μάχῃ μὴ κτείνειν Βροῦτον, ἀλλὰ φείδεσθαι, καὶ παρασχόντα μὲν ἑκουσίως ἄγειν, εἰ δὲ ἀπομάχοιτο πρὸς τὴν σύλληψιν, ἐᾶν καὶ μὴ βιάζεσθαι · καὶ ταῦτα ποιεῖν τῇ μητρὶ τοῦ Βρούτου Σερβιλίᾳ χαριζόμενος.
5.2ἐγνώκει γὰρ, ὡς ἔοικε, νεανίας ὢν ἔτι τὴν Σερβιλίαν ἐπιμανεῖσαν αὐτῷ, καὶ καθ’οὓς μάλιστα χρόνους ὁ ἔρως ἐπέφλεγε γενόμενον τὸν Βροῦτον ἐπέπειστό πως ἐξ ἑαυτοῦ γεγονέναι. λέγεται δὲ τῶν περὶ Κατιλίναν πραγμάτων μεγάλων ἐμπεπτωκότων εἰς τὴν σύγκλητον, ἃ μικρὸν ἐδέησεν ἀνατρέψαι τὴν πόλιν, ἑστάναι μὲν ὁμοῦ Κάτωνα καὶ Καίσαρα διαφερομένους περὶ γνώμης, ἐν τούτῳ δὲ γραμματιδίου μικροῦ προσδοθέντος ἔξωθεν Καίσαρι, τὸν μὲν ἀναγινώσκειν σιωπῇ, Κάτωνα δὲ βοᾶν ὡς δεινὰ ποιεῖ Καῖσαρ ἐντεύξεις καὶ γράμματα παρὰ τῶν πολεμίων προσδεχόμενος.
5.3θορυβησάντων δὲ πολλῶν, καὶ τοῦ Καίσαρος τὸ δελτάριον, ὡς εἶχε, τῷ Κάτωνι προσδόντος, ἀναγνόντα Σερβιλίας τῆς ἀδελφῆς ἀκόλαστον ἐπιστόλιον ἐκεῖνο μὲν ῥῖψαι πρὸς τὸν Καίσαρα καὶ εἰπεῖν “κράτει, μέθυσε” πρὸς δὲ τὴν γνώμην καὶ τὸν λόγον αὖθις ἐξ ἀρχῆς τραπέσθαι. οὕτω μὲν ἦν ὁ πρὸς Καίσαρα Σερβιλίας ἔρως περιβόητος.
6.1γενομένης δὲ τῆς κατὰ Φάρσαλον ἥττης καὶ Πομπηΐου μὲν ἐπὶ θάλασσαν διεκπεσόντος, πολιορκουμένου δὲ τοῦ χάρακος, ἔλαθεν ὁ Βροῦτος κατὰ πύλας πρὸς τόπον ἑλώδη καὶ μεστὸν ὑδάτων καὶ καλάμου φερούσας ἐξελθών καὶ διὰ νυκτὸς ἀποσωθεὶς εἰς Λάρισσαν.
6.2ἐκεῖθεν δὲ γράψαντος αὐτοῦ Καῖσαρ ἥσθητε σωζομένῳ, καὶ κελεύσας πρὸς αὑτὸν ἐλθεῖν οὐ μόνον ἀφῆκε τῆς αἰτίας, ἀλλὰ καὶ τιμώμενον ἐν τοῖς μάλιστα περὶ αὑτὸν εἶχεν. οὐδενὸς δ’ὅπῃ φεύγοι Πομπήϊος εἰπεῖν ἔχοντος, ἀλλ’ἀπορίας οὔσης, ὁδόν τινα σὺν τῷ Βρούτῳ βαδίζων μόνος ἀπεπειρᾶτο τῆς γνώμης. καὶ δόξαντος ἔκ τινων διαλογισμῶν ἄριστα περὶ τῆς Πομπηΐου τεκμαίρεσθαι φυγῆς, ἀφεὶς τα- τἆλλα τὴν ἐπ’Αἰγύπτου συνέτεινεν.
6.3ἀλλὰ Πομπήϊον μὲν, ὥσπερ εἴκασε Βροῦτος, Αἰγύπτῳ προσβαλόντα τὸ πεπρωμένον ἐδέξατο. Καίσαρα δὲ καὶ πρὸς Κάσσιον ἐπράϋνε Βροῦτος. καὶ δὴ καὶ τῷ τῶν Λιβύων βασιλεῖ προηγορῶν μὲν ἡττᾶτο τοῦ μεγέθους τῶν κατηγοριῶν, δεόμενος δὲ καὶ παραιτούμενος περὶ τούτου πολλὴν αὐτῷ διέσωσε τῆς ἀρχῆς, λέγεται δὲ Καῖσαρ, ὅτε πρῶτον ἤκουσεν αὐτοῦ λέγοντος, εἰπεῖν πρὸς τοὺς φίλους ·
6.4“οὗτος ὁ νεανίας οὐκ οἶδα μὲν ὃ βούλεται, πᾶν δ’ὃ βούλεται σφόδρα βούλεται”. τὸ γὰρ ἐμβριθὲς αὐτοῦ καὶ μὴ ῥᾳδίως μη δὲ παντὸς ὑπήκοον τοῦ δεομένου πρὸς χάριν, ἀλλ’ἐκ λογισμοῦ καὶ προαιρέσεως τῶν καλῶν πρακτικόν, ὅποι τρέψειεν, ἰσχυραῖς ἐχρῆτο ταῖς ὁρμαῖς καὶ τελεσιουργοῖς.
6.5πρὸς δὲ τὰς ἀδίκους δεήσεις ἀκολάκευτος ἦν, καὶ τὴν ὑπὸ τῶν ἀναισχύντως λιπαρούντων ἧτταν, ἣν ἔνιοι δυσωπεῖσθαι καλοῦσιν, αἰσχίστην ἀνδρὶ μεγάλῳ ποιούμενος εἰώθει λέγειν ὡς οἱ μηδὲν ἀρνεῖσθαι δυνάμενοι δοκοῦσιν αὐτῷ μὴ καλῶς τὴν ὥραν διατεθεῖσθαι.
6.6μέλλων δὲ διαβαίνειν εἰς Λιβύην Καῖσαρ ἐπὶ Κάτωνα καὶ Σκηπίωνα Βρούτῳ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν ἐπέτρεψεν εὐτυχίᾳ τινὶ τῆς ἐπαρχίας · τὰς γὰρ ἄλλας ὕβρει καὶ πλεονεξίᾳ τῶν πεπιστευμένων ὥσπερ αἰχμαλώτους διαφορούντων, ἐκείνοις καὶ τῶν πρόσθεν ἀτυχημάτων παῦλα καὶ παραμυθία Βροῦτος ἦν.
6.7καὶ τὴν χάριν εἰς Καίσαρα πάντων ἀνῆπτεν, ὡς αὐτῷ μετὰ τὴν ἐπάνοδον περιϊόντι τὴν Ἰταλίαν ἥδιστον θέαμα τὰς ὑπὸ Βρούτῳ πόλεις γενέσθαι, καὶ Βροῦτον αὐτόν, αὔξοντα τὴν ἐκείνου τιμὴν καὶ συνόντα κεχαρισμένως.
7.1ἐπεὶ δὲ πλειόνων στρατηγιῶν οὐσῶν τὴν μέγιστον ἔχουσαν ἀξίωμα, καλουμένην δὲ πολιτικήν, ἐπίδοξος ἦν ἢ Βροῦτος ἕξειν ἢ Κάσσιος, οἱ μὲν αὐτοὺς λέγουσιν ἐξ αἰτιῶν προτέρων ἡσυχῇ διαφερομένους ἔτι μᾶλλον ὑπὲρ τούτου διαστασιάσαι, καίπερ οἰκείους ὄντας · Ἰουνίᾳ γὰρ, ἀδελφῇ Βρούτου, συνῴκει Κάσσιος ·
7.2οἱ δὲ Καίσαρος ἔργον γενέσθαι τὴν φιλονεικίαν ταύτην, ἑκατέρῳ κρύφα δι’ἐλπίδων ἐνδιδόντος ἑαυτόν, ἄχρι οὗ προαχθέντες οὕτω καὶ παροξυνθέντες εἰς ἀγῶνα κατέστησαν. ἠγωνίζετο δὲ Βροῦτος εὐκλείᾳ καὶ ἀρετῇ πρὸς πολλὰ τοῦ Κασσίου καὶ λαμπρὰ τὰ Παρθικὰ νεανιεύματα.
7.3Καῖσαρ δ’ἀκούσας καὶ βουλευόμενος ἐν τοῖς φίλοις εἶπε · “δικαιότερα μὲν λέγει Κάσσιος, Βρούτῳ δὲ τὴν πρώτην δοτέον”. ἀπεδείχθη δὲ Κάσσιος ἐφ’ἑτέρᾳ στρατηγός, οὐ τοσοῦτον εὐνοίας ἔχων δι’ἣν ἔλαβεν ὅσον ὀργῆς ὧν ἀπέτυχε.
7.4Βροῦτος δὲ καὶ τα- τἆλλα μετεῖχε τῆς Καίσαρος δυνάμεως ὅσον ἐβούλετο. βουλομένῳ γὰρ ὑπῆρχεν εἶναι τῶν φίλων πρώτῳ καὶ δύνασθαι πλεῖστον ἀλλ’εἷλκεν αὐτὸν ἡ περὶ Κάσσιον ἑταιρεία καὶ ἀπέστρεφεν, αὐτῷ μὲν οὔπω Κασσίῳ διηλλαγμένον ἐξ ἐκείνης τῆς φιλοτιμίας, ἀκούοντα δὲ τῶν φίλων διακελευομένων μὴ περιορᾶν αὑτὸν ὑπὸ Καίσαρος μαλασσόμενον καὶ κηλούμενον, ἀλλὰ φεύγειν τὰς τυραννικὰς φιλοφροσύνας καὶ χάριτας, αἷς οὐ τιμῶντα τὴν ἀρετήν, ἀλλ’ἐκτέμνοντα τὴν ἀλκὴν καὶ τὸν θυμὸν ὑπερείποντα χρῆσθαι πρὸς αὐτόν.
8.1οὐ μὴν οὐ δὲ Καῖσαρ ἀνύποπτος ἦν πάμπαν οὐ δ’ἀδιάβλητος πρὸς αὐτόν, ἀλλὰ τὸ μὲν φρόνημα καὶ τὸ ἀξίωμα καὶ τοὺς φίλους ἐδεδίει τοῦ ἀνδρός, ἐπίστευε δὲ τῷ ἤθει. καὶ πρῶτον μὲν Ἀντωνίου καὶ Δολοβέλλα λεγομένων νεωτερίζειν οὐκ ἔφη τοὺς παχεῖς καὶ κομήτας ἐνοχλεῖν, ἀλλὰ τοὺς ὠχροὺς καὶ ἰσχνοὺς ἐκείνους · Βροῦτον λέγων καὶ Κάσσιον.
8.2ἔπειτα τὸν Βροῦτον τινῶν διαβαλλόντων καὶ φυλάττεσθαι παρακελευομένων τῇ χειρὶ τοῦ σώματος ἁπτόμενος εἶπε “τί δέ; οὐκ ἂν ὑμῖν δοκεῖ Βροῦτος ἀναμεῖναι τουτὶ τὸ σαρκίον”; ὡς οὐδενὶ προσῆκον ἄλλῳ μεθ’ἑαυτὸν ἢ Βρούτῳ δύνασθαι τοσοῦτον, καὶ μέντοι δοκεῖ πρῶτος ἂν ἐν τῇ πόλει γενέσθαι βεβαίως, ὀλίγον χρόνον ἀνασχόμενος Καίσαρι δευτερεῦσαι καὶ παρακμάσαι τὴν δύναμιν αὐτοῦ καὶ μαρανθῆναι τὴν ἐπὶ τοῖς κατορθώμασιν ἐάσας δόξαν.
8.3ἀλλὰ Κάσσιος, ἀνὴρ θυμοειδὴς καὶ μᾶλλον ἰδίᾳ μισοκαῖσαρ ἢ κοινῇ μισοτύραννος, ἐξέκαυσε καὶ κατήπειξε. λέγεται δὲ Βροῦτος μὲν τὴν ἀρχὴν βαρύνεσθαι, Κάσσιος δὲ τὸν ἄρχοντα μισεῖν, ἄλλατε κατ’αὐτοῦ ποιούμενος ἐγκλήματα καὶ λεόντων ἀφαίρεσιν, οὓς Κάσσιος μὲν ἀγορανομεῖν μέλλων παρεσκευάσατο, Καῖσαρ δὲ καταληφθέντας ἐν Μεγάροις, ὅθ’ἡ πόλις ἥλω διὰ Καληνοῦ, κατέσχε.
8.4ταῦτα τὰ θηρία συμφορὰν λέγεται μεγάλην γενέσθαι Μεγαρεῦσιν. οἱ μὲν γὰρ ἤδη τῆς πόλεως καταλαμβανομένης διέσπασαν τὰ κλεῖθρα καὶ τοὺς δεσμοὺς ἀνῆκαν, ὡς ἐμποδὼν εἴη τὰ θηρία τοῖς ἐπιφερομένοις, τὰ δ’ὤρουσεν εἰς αὐτοὺς ἐκείνους καὶ διαθέοντας ἀνόπλους ἥρπαζεν, ὥστε καὶ τοῖς πολεμίοις τὴν ὄψιν οἰκτρὰν γενέσθαι.
9.1τῷ δ’οὖν Κασσίῳ ταύτην μάλιστά φασιν αἰτίαν ὑπάρξαι τῆς ἐπιβουλῆς · οὐκ ὀρθῶς λέγοντες. ἐξ ἀρχῆς γὰρ ἦν τῇ φύσει τοῦ Κασσίου δυσμένειά τις καὶ χαλεπότης πρὸς τὸ γένος τῶν τυράννων, ὡς ἐδήλωσεν ἔτι παῖς ὢν βαδίζων εἰς τα- ταὐτὸ τῷ τοῦ Σύλλα παιδὶ Φαύστῳ διδασκαλεῖον. ὁ μὲν γὰρ ἐν τοῖς παισὶ μεγαληγορῶν τὴν τοῦ πατρὸς ἐπῄνει μοναρχίαν · ὁ δὲ Κάσσιος ἐπαναστὰς κονδύλους ἐνέτριβεν αὐτῷ.
9.2βουλομένων δὲ τῶν ἐπιτρόπων τοῦ Φαύστου καὶ οἰκείων ἐπεξιέναι καὶ δικάζεσθαι Πομπήϊος ἐκώλυσε, καὶ συναγαγὼν εἰς τα- ταὐτὸ τοὺς παῖδας ἀμφοτέρους ἀνέκρινε περὶ τοῦ πράγματος, ἔνθα δὴ λέγεται τὸν Κάσσιον εἰπεῖν “ἂγε δή; , ὦ Φαῦστε, τόλμησον ἐναντίον τούτου φθέγξασθαι τὸν λόγον ἐκεῖνον ἐφ’ᾧ παρωξύνθην, ἵνα σου πάλιν ἐγὼ συντρίψω τὸ στόμα”.
9.3τοιοῦτος μὲν ὁ Κάσσιος · Βροῦτον δὲ πολλοὶ μὲν λόγοι παρὰ τῶν συνήθων, πολλαῖς δὲ φήμαις καὶ γράμμασιν ἐξεκαλοῦντο καὶ παρώρμων ἐπὶ τὴν πρᾶξιν οἱ πολῖται. τῷ μὲν γὰρ ἀνδριάντι τοῦ προπάτορος Βρούτου τοῦ καταλύσαντος τὴν τῶν βασιλέων ἀρχήν ἐπέγραφον “εἴθε νῦν ἦς, Βροῦτε” · καὶ “ὢφελε ζῆν Βροῦτος”. τὸ δ’αὐτοῦ Βρούτου βῆμα στρατηγοῦντος εὑρίσκετο μεθ’ἡμέραν ἀνάπλεων γραμμάτων τοιούτων “Βροῦτε, καθεύδεις”; καὶ “οὐκ εἶ Βροῦτος ἀληθῶς”.
9.4αἴτιοι δὲ τούτων οἱ Καίσαρος κόλακες ἄλλαςτε τιμὰς ἐπιφθόνους ἀνευρίσκοντες αὐτῷ καὶ διαδήματα τοῖς ἀνδριᾶσι νύκτωρ ἐπιτιθέντες, ὡς τοὺς πολλοὺς ὑπαξόμενοι βασιλέα προσειπεῖν ἀντὶ δικτάτορος. το- τοὐναντίον δ’ἀπήντησεν, ὡς ἐν τοῖς περὶ Καίσαρος ἀκριβῶς γέγραπται.
10.1Κασσίῳ δὲ πειρῶντι τοὺς φίλους ἐπὶ Καίσαρα πάντες ὡμολόγουν, εἰ Βροῦτος ἡγοῖτο · δεῖσθαι γὰρ οὐ χειρῶν οὐ δὲ τόλμης τὴν πρᾶξιν, ἀλλὰ δόξης ἀνδρὸς οἷος οὗτός ἐστιν, ὥσπερ καταρχομένου καὶ βεβαιοῦντος αὐτῷ τῷ παρεῖναι τὸ δίκαιον · εἰ δὲ μή, καὶ δρῶντας ἀθυμοτέρους ἔσεσθαι καὶ δράσαντας ὑποπτοτέρους · ὡς οὐκ ἂι ἐκείνου τὸ ἔργον, εἰ καλὴν αἰτίαν εἶχεν, ἀπειπαμένου.
10.2ταῦτα συμφρονήσας ἐνέτυχε Βρούτῳ πρότερος ἐκ τῆς διαφορᾶς ἐκείνης, καὶ μετὰ τὰς διαλύσεις καὶ φιλοφροσύνας ἠρώτησεν εἰ τῇ νουμηνίᾳ τοῦ Μαρτίου μηνὸς ἔγνωκεν εἰς σύγκλητον παρεῖναι · πυνθάνεσθαι γὰρ ὡς λόγον ὑπὲρ βασιλείας Καίσαρος οἱ φίλοι τότε καθήσοιεν, φήσαντος δὲ τοῦ Βρούτου μὴ παριέναι, “τί οὖν,” εἶπεν ὁ Κάσσιος, “ἂν καλῶσιν ἡμᾶς”; “ἐμὸν ἔργον,” ἔφη ὁ Βροῦτος, “ἤδη τὸ μὴ σιωπᾶν, ἀλλ’ἀμύνειν τῇ πατρίδι καὶ προαποθνῄσκειν τῆς ἐλευθερίας”.
10.3καὶ ὁ Κάσσιος ἐπαρθείς, “τίς δ’,” εἶπε, “Ῥωμαίων ἀνέξεται σοῦ προαποθνῄσκοντος; ἆρα ἀγνοεῖς, ὦ Βροῦτε, σεαυτόν; ἢ τὸ βῆμά σου δοκεῖς καταγράφειν τοὺς ὑφάντας καὶ τοὺς καπήλους, οὐχὶ τοὺς πρώτους καὶ κρατίστους ταῦτα ποιεῖν, παρὰ μὲν τῶν ἄλλων στρατηγῶν ἐπιδόσεις καὶ θέας καὶ μονομάχους, παρὰ σοῦ δὲ ὡς ὄφλημα πατρικὸν τὴν κατάλυσιν τῆς τυραννίδος ἀπαιτοῦντας, αὐτοὺς δ’ὑπὲρ σοῦ πάντα πάσχειν προθύμους ὄντας, οἷον ἀξιοῦσι καὶ προσδέχονται φανέντος”;
10.4ἐκ τούτου περιβαλὼν τὸν Βροῦτον ἠσπάζετο, καὶ διαλυθέντες οὕτως ἐτρέποντο πρὸς τοὺς φίλους.
11.1ἦν δέ τις Γάϊος Λιγάριος τῶν Πομπηΐου φίλων, ὃν ἐπὶ τούτῳ κατηγορηθέντα Καῖσαρ ἀπέλυσεν. οὗτος, οὐχ ἧς ἀφείθη δίκης χάριν ἔχων, ἀλλὰ δι’ἣν ἐκινδύνευσεν ἀρχὴν βαρυνόμενος, ἐχθρὸς ἦν Καίσαρι, τῶν δὲ περὶ Βροῦτον ἐν τοῖς μάλιστα συνήθης, πρὸς τοῦτον ἀσθενοῦντα Βροῦτος εἰσελθών, “ὦ Λιγάριε,” εἶπεν, “ἐν οἵῳ καιρῷ νοσεῖς”. κα- κἀκεῖνος εὐθὺς εἰς ἀγκῶνα διαναστὰς καὶ λαβόμενος αὐτοῦ τῆς δεξιᾶς, “ἀλλ’εἴ τι,” φησὶν, “ὦ Βροῦτε, σεαυτοῦ φρονεῖς ἄξιον, ὑγιαίνω”.
12.1ἐκ τούτου διαπειρώμενοι κρύφα τῶν γνωρίμων οἷς ἐπίστευον ἀνεκοινοῦντο καὶ προσελάμβανον, οὐ μόνον τῶν συνήθων ποιούμενοι τὴν αἵρεσιν, ἀλλ’ὅσους ἠπίσταντο τολμητὰς ὄντας ἀγαθοὺς καὶ θανάτου καταφρονητάς.
12.2διὸ καὶ Κικέρωνα, τοῦτο μέν πίστεως, τοῦτο δὲ εὐνοίας ἕνεκα πρῶτον ὄντα παρ’αὐτοῖς, ἀπεκρύψαντο, μὴ τῷ φύσει τόλμης ἐνδεὴς εἶναι προσειληφὼς ὑπὸ χρόνου γεροντικὴν εὐλάβειαν, εἶτα πάντα καθ’ἕκαστον ἀνάγων τοῖς λογισμοῖς εἰς ἄκραν ἀσφάλειαν, ἀμβλύνῃ τὴν ἀκμὴν αὐτῶν τῆς προθυμίας τάχους δεομένην.
12.3ἐπεὶ καὶ τῶν ἄλλων ἑταίρων ὁ Βροῦτος Στατίλιόντε παρέλιπε τὸν Ἐπικούρειον καὶ Φαώνιον ἐραστὴν Κάτωνος, ὅτι πόρρωθεν αὐτοῖς τοιαύτην τινὰ κύκλῳ περιβαλόντος ἐν τῷ διαλέγεσθαι καὶ συμφιλοσοφεῖν πεῖραν, ὁ μέν Φαώνιος ἀπεκρίνατο χεῖρον εἶναι μοναρχίας παρανόμου πόλεμον ἐμφύλιον, ὁ δὲ Στατίλιος ἔφη τῷ σοφῷ καὶ νοῦν ἔχοντι διὰ φαύλους καὶ ἀνοήτους κινδυνεύειν καὶ ταράττεσθαι μὴ καθήκειν. παρὼν δὲ Λαβεὼν ἀντεῖπεν ἀμφοτέροις.
12.4καὶ ὁ Βροῦτος τότε μέν ὡς ἔχοντός τι τοῦ λόγου χαλεπὸν καὶ δύσκριτον ἀπεσιώπησεν, ὕστερον δὲ Λαβεῶνι κοινοῦται τὸ βούλευμα. δεξαμένου δὲ προθύμως, τὸν ἕτερον Βροῦτον, ἐπίκλησιν Ἀλβῖνον, ἄλλως μέν οὐκ ὄντα ῥέκτην οὐ δὲ θαρραλέον, ἐρρωμένον δὲ πλήθει μονομάχων οὓς ἐπὶ θέᾳ Ῥωμαίων ἔτρεφε, καὶ παρὰ Καίσαρι πιστευόμενον, ἐδόκει προσάγεσθαι.
12.5Κασσίου δὲ καὶ Λαβεῶνος αὐτῷ διαλεγομένων οὐδὲν ἀπεκρίνατο, Βρούτῳ δ’αὐτὸς ἐντυχὼν ἰδίᾳ καὶ μαθὼν ὅτι τῆς πράξεως ἡγεμών ἐστιν, ὡμολόγησε συμπράξειν προθύμως. καὶ τῶν ἄλλων δὲ τοὺς πλείστους καὶ ἀρίστους ἡ δόξα τοῦ Βρούτου προσήγετο.
12.6καὶ μήθ’ὅρκον συνομόσαντες μήτε πίστιν καθ’ἱερῶν λαβόντες ἢ δόντες, οὕτως ἅπαντες ἔσχον ἐν ἑαυτοῖς καὶ κατεσιώπησαν καὶ συνδιήνεγκαν ὥστε μαντείαις καὶ φάσμασι καὶ ἱεροῖς ὑπὸ τῶν θεῶν προδεικνυμένην ἄπιστον γενέσθαι τὴν πρᾶξιν.
13.1ὁ δὲ Βροῦτος, ἅτε δὴ τὰ πρῶτα τῆς Ῥώμης φρονήματα καί γένη καί ἀρετὰς ἐξηρτημένος ἑαυτοῦ καί περινοῶν πάντα τὸν κίνδυνον, ἔξω μὲν ἐπειρᾶτο κατέχειν παρ’ἑαυτῷ καί κατακοσμεῖν τὴν διάνοιαν, οἴκοι δὲ καί νύκτωρ οὐκ ἦν ὁ αὐτός, ἀλλὰ τὰ μὲν ἄκοντα τῶν ὕπνων αὐτὸν ἠ φροντὶς ἐξέφερε, τὰ δὲ μᾶλλον ἐνδυόμενος τῷ λογισμῷ καί διατρίβων ἐν ταῖς ἀπορίαις οὐκ ἐλάνθανε τὴν γυναῖκα συναναπαυομένην, ὅτι μεστός ἐστι ταραχῆς ἀήθους καί κυκλεῖ τι παρ’ἑαυτῷ δύσφορον βούλευμα καί δυσεξέλικτον.
13.2ἡ δὲ Πορκία θυγάτηρ μὲν, ὥσπερ εἴρηται, Κάτωνος ἦν, εἶχε δ’αὐτὴν ὁ Βροῦτος ἀνεψιὸς ὢν οὐκ ἐκ παρθενίας, ἀλλὰ τοῦ προτέρου τελευτήσαντος ἀνδρὸς ἔλαβε κόρην οὖσαν ἔτι καί παιδίον ἔχουσαν ἐξ ἐκείνου μικρόν, ᾧ Βύβλος ἦν ὄνομα · καί τι βιβλίδιον μικρὸν ἀπομνημονευμάτων Βρούτου γεγραμμένον ὑπ’αὐτοῦ διασῴζεται.
13.3φιλόστοργος δ’ἡ Πορκία καί φίλανδρος οὖσα καί μεστὴ φρονήματος νοῦν ἔχοντος, οὐ πρότερον ἐπεχείρησεν ἀνερέσθαι τὸν ἄνδρα περὶ τῶν ἀπορρήτων ἢ λαβεῖν ἑαυτῆς τοιαύτην διάπειραν. λαβοῦσα μαχαίριον ᾧ τοὺς ὄνυχας οἱ κουρεῖς ἀφαιροῦσι, καί πάσας ἐξελάσασα τοῦ θαλάμου τὰς ὀπαδούς, τομὴν ἐνέβαλε τῷ μηρῷ βαθεῖαν, ὥστε ῥύσιν αἵματος πολλὴν γενέσθαι καί μετὰ μικρὸν ὀδύναςτε νεανικὰς καί φρικώδεις πυρετοὺς ἐπιλαβεῖν ἐκ τοῦ τραύματος, ἀγωνιῶντος δὲ τοῦ Βρούτου καί δυσφοροῦντος ἐν ἀκμῇ τῆς ἀλγηδόνος οὖσα διελέχθη πρὸς αὐτὸν οὕτως ·
13.4“ἐγὼ, Βροῦτε, Κάτωνος οὖσα θυγάτηρ εἰς τὸν σὸν ἐδόθην οἶκον οὐχ ὥσπερ αἱ παλλακευόμεναι, κοίτης μεθέξουσα καί τραπέζης μόνον, ἀλλὰ κοινωνὸς μὲν ἀγαθῶν εἶναι, κοινωνὸς δὲ ἀνιαρῶν. τὰ μὲν οὖν σὰ πάντα περὶ τὸν γάμον ἄμεμπτα · τῶν δὲ παρ’ἐμοῦ τίς ἀπόδειξις ἢ χάρις, εἰ μήτε σοι πάθος ἀπόρρητον συνδιοίσω μήτε φροντίδα πίστεως δεομένην;
13.5οἶδ’ὅτι γυναικεία φύσις ἀσθενὴς δοκεῖ λόγον ἐνεγκεῖν ἀπόρρητον ἀλλ’,” ἔστι τίς, ὦ Βροῦτε, καί τροφῆς ἀγαθῆς καί ὁμιλίας χρηστῆς εἰς ἦθος ἰσχύς · ἐμοὶ δὲ καί τὸ Κάτωνος εἶναι θυγατέρα καί τὸ Βρούτου γυναῖκα πρόσεστιν οἷς πρότερον μὲν ἧττον ἐπεποίθειν, νῦν δ’ἐμαυτὴν ἔγνωκα καί πρὸς πόνον ἀήττητον εἶναι “.
13.6ταῦτ’εἰποῦσα δείκνυσιν αὐτῷ τὸ τραῦμα καί διηγεῖται τὴν πεῖραν. ὁ δ’ἐκπλαγεὶς καί ἀνατείνας τὰς χεῖρας ἐπεύξατο δοῦναι τοὺς θεοὺς αὐτῷ κατορθοῦντι τὴν πρᾶξιν ἀνδρὶ Πορκίας ἀξίῳ φανῆναι. καί τότε μὲν ἀνελάμβανε τὴν γυναῖκα.
14.1προγραφείσης δὲ βουλῆς, εἰς ἣν ἐπίδοξος ἦν ἀφίξεσθαι Καῖσαρ, ἔγνωσαν ἐπιχειρεῖν · καὶ γὰρ ἁθρόοι μετ’ἀλλήλων ἀνυπόπτως ἔσεσθαι τότε, καὶ πάντας ἕξειν ὁμοῦ τοὺς ἀρίστους καὶ πρώτους ἄνδρας, ἔργου μεγάλου πραχθέντος εὐθὺς ἀντιλαμβανομένους τῆς ἐλευθερίας, ἐδόκει δὲ καὶ τὸ τοῦ τόπου θεῖον εἶναι καὶ πρὸς αὐτῶν στοὰ γὰρ ἦν μία τῶν περὶ τὸ θέατρον, ἐξέδραν ἔχουσα ἐν ᾗ Πομπηΐου τις εἰκὼν εἱστήκει, τῆς πόλεως στησαμένης ὅτε ταῖς στοαῖς καὶ τῷ θεάτρῳ τὸν τόπον ἐκεῖνον ἐκόσμησεν.
14.2εἰς ταύτην οὖν ἡ σύγκλητος ἐκαλεῖτο τοῦ Μαρτίου μηνὸς μάλιστα μεσοῦντος (εἰδοὺς Μαρτίας τὴν ἡμέραν Ῥωμαῖοι καλοῦσιν), ὥστε καὶ δαίμων τις ἐδόκει τὸν ἄνδρα τῇ Πομπηΐου δίκῃ προσάξειν.
14.3ἐλθούσης δὲ τῆς ἡμέρας Βροῦτος μὲν ὑποζωσάμενος ἐγχειρίδιον μόνης συνειδυίας τῆς γυναικὸς προῆλθεν, οἱ δ’ἄλλοι πρὸς Κάσσιον ἁθροισθέντες τὸν υἱὸν αὐτοῦ τὸ καλούμενον ἀνδρεῖον ἱμάτιον ἀναλαμβάνοντα κατῆγον εἰς ἀγοράν. ἐκεῖθεν δὲ πάντες εἰς τὴν Πομπηΐου στοὰν ἐμβαλόντες διέτριβον, ὡς αὐτίκα Καίσαρος ἀφιξομένου πρὸς τὴν σύγκλητον.
14.4ἔνθα δὴ μάλιστα τῶν ἀνδρῶν τὸ ἀπαθὲς καὶ παρὰ τὰ δεινὰ καθεστηκὸς ἐθαύμασεν ἄν τις εἰδὼς τὸ μέλλον, ὅτι πολλοῖς διὰ τὸ στρατηγεῖν ἀναγκαζόμενοι χρηματίζειν οὐ μόνον πρᾴως ἠκροῶντο τῶν ἐντυγχανόντων καὶ διαφερομένων ὥσπερ σχολάζοντες, ἀλλὰ καὶ τὰς κρίσεις ἑκάστοις ἀκριβεῖς καὶ μετὰ γνώμης ἐδίδοσαν, ἐπιμελῶς προσέχοντες.
14.5ἐπεὶ δέ τις μὴ βουλόμενος δίκην ὑποσχεῖν ἐπεκαλεῖτο Καίσαρα καὶ πολὺς ἦν βοῶν καὶ μαρτυρόμενος, ἀποβλέψας ὁ Βροῦτος εἰς τοὺς παρόντας,” ἐμὲ Καῖσαρ, “εἶπεν,” οὔτε κωλύει ποιεῖν τὰ κατὰ τοὺς νόμους οὔτε κωλύσει “.
15.1καίτοι πολλὰ θορυβώδη κατὰ τύχην αὐτοῖς προσέπεσε · πρῶτον μὲν καὶ μάλιστα τὸ βραδύνειν τὸν Καίσαρα τῆς ἡμέρας προηκούσης καὶ δυσιεροῦντα κατέχεσθαι μὲν ὑπὸ τῆς γυναικὸς οἴκοι, κωλύεσθαι δὲ προελθεῖν ὑπὸ τῶν μάντεων.
15.2δεύτερον δὲ Κάσκᾳ τῶν συνειδότων ἑνὶ προσελθών τις καὶ λαβόμενος τῆς δεξιᾶς,” σὺ μὲν, “εἶπεν,” ἀπεκρύψω τὸ ἀπόρρητον, ὦ Κάσκα, πρὸς ἡμᾶς, Βροῦτος δέ μοι πάντα μεμήνυκεν “. ἐκπλαγέντος δὲ τοῦ Κάσκα γελάσας ἐκεῖνος,” πόθεν, “ἔφη,” ταχέως οὕτως, ὦ μακάριε, πεπλούτηκας ὥστ’εἰς ἀγορανομίαν ἀποδύεσθαι “; παρὰ τοσοῦτον μὲν ὁ Κάσκας ἦλθε σφαλεὶς ἀμφιβολίᾳ προέσθαι τὸ ἀπόρρητον αὐτὸν δὲ Βροῦτον καὶ Κάσσιον ἀνὴρ βουλευτικὸς Ποπίλιος Λαίνας ἀσπασάμενος προθυμότερον καὶ ψιθυρίσας ἠρέμα,” συνεύχομαι, “φησὶν,” ὑμῖν ἐκτελεῖν ἃ κατὰ νοῦν ἔχετε καὶ παρακελεύομαι μὴ βραδύνειν ·
15.3οὐ γὰρ σιωπᾶται τὸ πρᾶγμα “. καὶ ταῦτ’εἰπὼν ἀπέστη πολλὴν ὑποψίαν ἐμβαλὼν τοῦ πεπύσθαι τὴν πρᾶξιν. ἐν τούτῳ δέ τις οἴκοθεν ἔθει πρὸς τὸν Βροῦτον ἀγγέλλων αὐτῷ τὴν γυναῖκα θνῄσκειν.
15.4ἡ γὰρ Πορκία πρὸς τὸ μέλλον ἐκπαθὴς οὖσα καὶ τὸ μέγεθος μὴ φέρουσα τῆς φροντίδος ἑαυτήντε μόλις οἴκοι κατεῖχε, καὶ πρὸς πάντα θόρυβον καὶ βοήν, ὥσπερ αἱ κατάσχετοι τοῖς βακχικοῖς πάθεσιν, ἐξᾴττουσα τῶν μὲν εἰσιόντων ἀπ’ἀγορᾶς ἕκαστον ἀνέκρινεν ὅ τι πράττοι Βροῦτος, ἑτέρους δὲ συνεχῶς ἐξέπεμπε.
15.5τέλος δὲ τοῦ χρόνου μῆκος λαμβάνοντος οὐκέτ’ἀντεῖχεν ἡ τοῦ σώματος δύναμις, ἀλλ’ἐξελύθη καὶ κατεμαραίνετο τῆς ψυχῆς ἀλυούσης διὰ τὴν ἀπορίαν καὶ παρελθεῖν μὲν εἰς τὸ δωμάτιον οὐκ ἔφθη, περιΐστατο δ’αὐτὴν, ὥσπερ ἐτύγχανεν, ἐν μέσῳ καθεζομένην λιποθυμία καὶ θάμβος ἀμήχανον, ἥτε χρόα μεταβολὴν ἐλάμβανε καὶ τὴν φωνὴν ἐπέσχητο παντάπασιν.
15.6αἱ δὲ θεράπαιναι πρὸς τὴν ὄψιν ἀνωλόλυξαν, καὶ τῶν γειτόνων συνδραμόντων ἐπὶ θύρας ταχὺ προῆλθε φήμη καὶ διεδόθη λόγος ὡς τεθνηκυίας αὐτῆς, οὐ μὴν ἀλλ’ἐκείνην μὲν ἀναλάμψασαν ἐν βραχεῖ καὶ παρ’ἑαυτῇ γενομένην αἱ γυναῖκες ἐθεράπευον ὁ δὲ Βροῦτος ὑπὸ τοῦ λόγου προσπεσόντος αὐτῷ συνεταράχθη μὲν, ὡς εἰκός, οὐ μήν γε κατέλιπε τὸ κοινὸν οὐ δ’ἐρρύη πρὸς τὸ οἰκεῖον ὑπὸ τοῦ πάθους.
16.1ἤδη δὲ Καῖσαρ ἀπηγγέλλετο προσιών ἐν φορείῳ κομιζόμενος. ἐγνώκει γὰρ ἐπὶ τοῖς ἱεροῖς ἀθυμῶν μηδὲν ἐπικυροῦν τότε τῶν μειζόνων, ἀλλ’ὑπερβάλλεσθαι σκηψάμενος ἀσθένειαν. ἐκβάντι δ’αὐτῷ τοῦ φορείου προσρυεὶς Ποπίλιος Λαίνας, ἐκεῖνος ὁ μικρῷ πρόσθεν εὐξάμενος τοῖς περὶ Βροῦτον ἐπιτυγχάνειν καί κατορθοῦν, διελέγετο πλείω χρόνον ἐφισταμένῳ καί προσέχοντι τὸν νοῦν.
16.2οἱ δὲ συνωμόται (λεγέσθω γὰρ οὕτως) τῆς μὲν φωνῆς οὐκ ἐπαΐοντες αὐτοῦ, τεκμαιρόμενοι δ’ἀφ’ὧν ὑπενόουν μήνυσιν εἶναι τῆς ἐπιβουλῆς τὴν κοινολογίαν, ἀνέπεσόντε ταῖς γνώμαις, καί πρὸς ἀλλήλους ἔβλεψαν ἀνθομολογούμενοι διὰ τῶν προσώπων ὡς χρὴ μὴ περιμένειν σύλληψιν, ἀλλ’εὐθὺς ἀποθνῄσκειν δι’αὑτῶν.
16.3Κασσίου δ’ἤδη καί τινων ἄλλων τὰς χεῖρας ἐπιβεβληκότων ταῖς λαβαῖς ὑπὸ τὰ ἱμάτια καί σπωμένων τὰ ἐγχειρίδια, Βροῦτος ἐγκατιδὼν τῷ τοῦ Λαίνα σχήματι δεομένου σπουδὴν καί οὐχὶ κατηγοροῦντος, ἐφθέγξατο μὲν οὐδὲν διὰ τὸ πολλοὺς ἀλλοτρίους ἀναμεμῖχθαι, φαιδρῷ δὲ τῷ προσώπῳ τοὺς περὶ Κάσσιον ἐθάρρυνε.
16.4καί μετὰ μικρὸν ὁ Λαίνας τὴν δεξιὰν τοῦ Καίσαρος καταφιλήσας ἀπέστη, φανερὸς γενόμενος ὡς ὑπὲρ ἑαυτοῦ καί τῶν αὑτῷ τινος διαφερόντων ἐποιεῖτο τὴν ἔντευξιν.
17.1τῆς δὲ βουλῆς εἰς τὴν ἐξέδραν προεισελθούσης οἱ μὲν ἄλλοι τὸν δίφρον τοῦ Καίσαρος περιέστησαν ὡς ἐντυγχάνειν τι μέλλοντες αὐτῷ. καὶ Κάσσιον μὲν λέγεται τρέποντα τὸ πρόσωπον εἰς τὴν εἰκόνα τοῦ Πομπηΐου παρακαλεῖν ὥσπερ αἰσθανόμενον, Τρεβώνιος δὲ περὶ τὰς θύρας Ἀντώνιον ἐπισπασάμενος καὶ προσομιλῶν ἔξω κατέσχε.
17.2Καίσαρι δὲ εἰσιόντι μὲν ἡ σύγκλητος ὑπεξανέστη, καθεζόμενον δ’εὐθὺς ἐκεῖνοι περιέσχον ἁθρόοι, Τίλλιον Κίμβρον ἐξ ἑαυτῶν προβάλλοντες ὑπὲρ ἀδελφοῦ φυγάδος δεόμενον · καὶ συνεδέοντο πάντες, ἁπτόμενοίτε χειρῶν καὶ στέρνα καὶ κεφαλὴν κατεφίλουν. ἀποτριβομένου δὲ τὰς δεήσεις τὸ πρῶτον, εἶθ’, ὡς οὐκ ἀνίεσαν, ἐξανισταμένου βίᾳ, Τίλλιος μὲν ἀμφοτέραις ταῖς χερσὶν ἐκ τῶν ὤμων κατέσπασε τὸ ἱμάτιον, Κάσκας δὲ πρῶτος (εἱστήκει γὰρ ὄπισθεν) ἀνασπάσας τὸ ξίφος διελαύνει, οὐκ εἰς βάθος, παρὰ τὸν ὦμον.
17.3ἀντιλαμβανομένου δὲ τῆς λαβῆς τοῦ Καίσαρος καὶ μέγα Ῥωμαϊστὶ ἀνακραγόντος,” ἀνόσιε Κάσκα, τί ποιεῖς “; ἐκεῖνος Ἑλληνιστὶ τὸν ἀδελφὸν προσαγορεύσας ἐκέλευσε βοηθεῖν. ἤδη δὲ παιόμενος ὑπὸ πολλῶν καὶ κύκλῳ περιβλέπων καὶ διώσασθαι βουλόμενος, ὡς εἶδε Βροῦτον ἑλκόμενον ξίφος ἐπ’αὐτόν, τὴν χεῖρα τοῦ Κάσκα κρατῶν ἀφῆκε, καὶ τῷ ἱματίῳ τὴν κεφαλὴν ἐγκαλυψάμενος παρέδωκε τὸ σῶμα ταῖς πληγαῖς.
17.4οἱ δ’ἀφειδῶς ἀναπεπλεγμένοι πολλοῖς περὶ τὸ σῶμα χρώμενοι τοῖς ξίφεσιν ἀλλήλους ἐτίτρωσκον, ὥστε καὶ Βροῦτον εἰς τὴν χεῖρα πληγὴν λαβεῖν τοῦ φόνου συνεφαπτόμενον, πίμπλασθαι δὲ τοῦ αἵματος ἅπαντας.
18.1οὕτω δ’ἀποθανόντος αὐτοῦ Βροῦτος μὲν εἰς μέσον προελθὼν ἐβούλετο λέγειν καὶ κατεῖχε θαρρύνων τὴν σύγκλητον · ἡ δ’ὑπὸ δέους ἔφευγεν ἀτάκτως, καὶ περὶ τὰς θύρας ὠθισμὸς ἦν καὶ τάραχος, οὐδενὸς διώκοντος οὐ δὲ κατε πείγοντος. ἰσχυρῶς γὰρ ἐδέδοκτο μηδένα κτείνειν ἕτερον, ἀλλὰ πάντας ἐπὶ τὴν ἐλευθερίαν ἀνακαλεῖσθαι.
18.2καὶ τοῖς μὲν ἄλλοις πᾶσιν, ὁπηνίκα διεσκοποῦντο τὴν πρᾶξιν, ἤρεσκεν Ἀντώνιον ἐπισφάττειν Καίσαρι, μοναρχικὸν ἄνδρα καὶ ὑβριστὴν, ἰσχύντε πεποιημένον ὁμιλίᾳ καὶ συνηθείᾳ πρὸς τὸ στρατιωτικόν, καὶ μάλισθ’ὅτι τῷ φύσει σοβαρῷ καὶ μεγαλοπράγμονι προσειλήφει τὸ τῆς ὑπατείας ἀξίωμα τότε Καίσαρι συνάρχων. ἀλλὰ Βροῦτος ἐνέστη πρὸς τὸ βούλευμα, πρῶτον μὲν ἰσχυριζόμενος τῷ δικαίῳ, δεύτερον δ’ὑποτιθεὶς ἐλπίδα τῆς μεταβολῆς, οὐ γὰρ ἀπεγίνωσκεν εὐφυᾶ καὶ φιλότιμον ἄνδρα καὶ δόξης ἐραστὴν τὸν Ἀντώνιον, ἐκποδὼν Καίσαρος γενομένου, συνεφάψεσθαι τῇ πατρίδι τῆς ἐλευθερίας, ἐπισπασθέντα τῷ ζήλῳ πρὸς τὸ καλὸν ὑπ’αὐτῶν, οὕτω μὲν Ἀντώνιον Βροῦτος περιεποίησεν ἐν δὲ τῷ τότε φόβῳ μεταβαλὼν ἐσθῆτα δημοτικὴν ἔφυγεν.
18.4οἱ δὲ περὶ Βροῦτον εἰς τὸ Καπετώλιον ἐχώρουν, ᾑμαγμένοι τὰς χεῖρας, καὶ τὰ ξίφη γυμνὰ δεικνύντες ἐπὶ τὴν ἐλευθερίαν παρεκάλουν τοὺς πολίτας. τὸ μὲν οὖν πρῶτον ἦσαν ἀλαλαγμοί, καὶ διαδρομαὶ τῷ πάθει κατὰ τύχην ἐπιγινόμεναι πλείονα τὸν θόρυβον ἐποίησαν · ὡς δ’οὔτε φόνος ἄλλος οὔθ’ἁρπαγή τινος ἐγίνετο τῶν κειμένων, θαρροῦντες ἀνέβαινον οἵτε βουλευταὶ καὶ τῶν δημοτῶν πολλοὶ πρὸς τοὺς ἄνδρας εἰς τὸ Καπετώλιον.
18.5ἁθροισθέντος δὲ τοῦ πλήθους διελέχθη Βροῦτος ἐπαγωγὰ τοῦ δήμου καὶ πρέποντα τοῖς πεπραγμένοις. ἐπαινούντων δὲ καὶ κατιέναι βοώντων θαρροῦντες κατέβαινον εἰς ἀγοράν, οἱ μὲν ἄλλοι συνεπόμενοι μετ’ἀλλήλων, Βροῦτον δὲ πολλοὶ τῶν ἐπιφανῶν περιέποντες ἐν μέσῳ πάνυ λαμπρῶς κατῆγον ἀπὸ τῆς ἄκρας καὶ κατέστησαν ἐπὶ τῶν ἐμβόλων.
18.6πρὸς δὲ τὴν ὄψιν οἱ πολλοί, καίπερ μιγάδες ὄντες καὶ παρεσκευασμένοι θορυβεῖν, διέτρεσαν καὶ τὸ μέλλον ἐδέχοντο κόσμῳ καὶ σιωπῇ. προελθόντος δ’αὐτοῦ πάντες ἡσυχίαν τῷ λόγῳ παρέσχον ὅτι δ’οὐ πᾶσι πρὸς ἡδονὴν ἐγεγόνει τὸ ἔργον, ἐδήλωσαν ἀρξαμένου λέγειν Κίννα καὶ κατηγορεῖν Καίσαρος ἀναρρηγνύμενοι πρὸς ὀργὴν καὶ κακῶς τὸν Κίνναν λέγοντες, ὥστε πάλιν τοὺς ἄνδρας εἰς τὸ Καπετώλιον ἀπελθεῖν.
18.7ἔνθα δὴ δεδιὼς πολιορκίαν ὁ Βροῦτος ἀπέπεμπε τοὺς ἀρίστους τῶν συναναβάντων, οὐκ ἀξιῶν τῆς αἰτίας μὴ μετέχοντας αὐτοὺς συνυποδύεσθαι τὸν κίνδυνον.
19.1οὐ μὴν ἀλλὰ τῇ ὑστεραίᾳ τῆς βουλῆς συνελθούσης εἰς τὸ τῆς Γῆς ἱερόν, Ἀντωνίου δὲ καὶ Πλάγκου καὶ Κικέρωνος εἰπόντων περὶ ἀμνηστίας καὶ ὁμονοίας, ἔδοξε μὴ μόνον ἄδειαν εἶναι τοῖς ἀνδράσιν, ἀλλὰ καὶ γνώμην ὑπὲρ τιμῶν προθεῖναι τοὺς ὑπάτους, καὶ ταῦτ’ἐπιψηφισάμενοι διελύθησαν.
19.2Ἀντωνίου δὲ τὸν υἱὸν εἰς τὸ Καπετώλιον ὁμηρεύσοντα πέμψαντος κατῆλθον οἱ περὶ Βροῦτον, ἀσπασμοίτε καὶ δεξιώσεις ἐγένοντο πάντων ἀναμειχθεντων. καὶ Κάσσιον μὲν Ἀντώνιος εἱστία παραλαβών, Βροῦτον δὲ Λέπιδος, τοὺς δὲ ἄλλους, ὥς τις εἶχε πρὸς ἕκαστον ἢ συνηθείας ἢ φιλοφροσύνης.
19.3ἅμα δ’ἡμέρᾳ πάλιν συνελθόντες οἱ βουλευταὶ πρῶτον μὲν Ἀντωνίῳ τιμὰς ἔδοσαν ὡς καταπαύσαντι πολέμων ἐμφυλίων ἀρχήν ἔπειτα τῶν περὶ Βροῦτον ἦσαν ἔπαινοι τῶν παρόντων, καὶ τέλος ἐπαρχιῶν διανομαί. Βρούτῳ μὲν γὰρ ἐψηφίσαντο Κρήτην, Κασσίῳ δὲ Λιβύην, Τρεβωνίῳ δὲ Ἀσίαν καὶ Κίμβρῳ Βιθυνίαν, τῷ δ’ἑτέρῳ Βρούτῳ τὴν περὶ τὸν Ἠριδανὸν Γαλατίαν.
20.1μετὰ δὲ ταῦτα περὶ τῶν Καίσαρος διαθηκῶν καὶ ταφῆς αὐτοῦ λόγων ἐμπεσόντων, καὶ τῶν περὶ τὸν Ἀντώνιον ἀξιούντων τάςτε διαθήκας ἀναγνωσθῆναι καὶ τοῦ σώματος ἐκφορὰν γενέσθαι μὴ κεκρυμμένην μη δ’ἄτιμον, ὡς μὴ καὶ τοῦτο παροξύνῃ τὸν δῆμον, Κάσσιος μὲν ἰσχυρῶς ἀντέλεγεν, εἶξε δὲ Βροῦτος καὶ συνεχώρησε, δεύτερον ἁμαρτεῖν τοῦτο δόξας, καὶ γὰρ Ἀντωνίου φεισάμενος αἰτίαν ἔσχεν ἐπιτειχίσαι τῇ συνωμοσίᾳ βαρὺν καὶ δύσμαχον πολέμιον, καὶ τὰ περὶ τὴν ταφὴν ὃν ὁ Ἀντώνιος ἠξίου τρόπον ἐάσας γενέσθαι τοῦ παντὸς σφαλῆναι.
20.2πρῶτον μὲν γὰρ ἐν ταῖς διαθήκαις δεδομένων κατ’ἄνδρα Ῥωμαίοις πᾶσι δραχμῶν ἑβδομήκοντα πέντε καὶ τῷ δήμῳ τῶν πέραν τοῦ ποταμοῦ κήπων ἀπολελειμμένων, οὗ νῦν ἐστι Τύχης ἱερόν, εὔνοια θαυμαστὴ καὶ πόθος αὐτοῦ τοὺς πολίτας εἷλεν ἔπειτα τοῦ σώματος εἰς τὴν ἀγορὰν κομισθέντος Ἀντώνιος ἔπαινον, ὥσπερ ἔθος ἐστὶ, διεξελθών, καὶ τὰ πλήθη κινούμενα πρὸς τὸν λόγον ὁρῶν, εἰς οἶκτον μετέβαλε, καὶ τὴν ἐσθῆτα λαβὼν τὴν Καίσαρος ᾑμαγμένην ἀνέπτυξεν, ἐπιδεικνύμενος τάς διακοπὰς καὶ τῶν τραυμάτων τὸ πλῆθος.
20.3ἦν οὖν ἰδεῖν οὐδὲν ἔτι κόσμῳ γινόμενον ·
20.4ἀλλ’οἱ μὲν ἐβόων τοὺς ἀνδροφόνους ἀναιρεῖν, οἱ δ’, ὥσπερ ἐπὶ Κλωδίου τοῦ δημαγωγοῦ πρότερον, ἀπὸ τῶν ἐργαστηρίων τὰ βάθρα καὶ τάς τραπέζας ἀνασπῶντες καὶ συγκομίζοντες εἰς τα- ταὐτό παμμεγέθη πυρὰν ἔνησαν καὶ τὸν νεκρὸν ἐπιθέντες ἐν μέσῳ πολλῶν μὲν ἱερῶν, πολλῶν δ’ἀσύλων καὶ ἀβεβήλων τόπων καθήγιζον. ὡς δὲ τὸ πῦρ ἐξέλαμψεν, ἀλλαχόθεν ἄλλος προσφερόμενοι καὶ δαλοὺς ἀνασπῶντες ἡμιφλέκτους διέθεον ἐπὶ τάς οἰκίας τῶν ἀνῃρηκότων αὐτὸν ὡς ἐμπρήσοντες.
20.5ἀλλ’ἐκεῖνοι μὲν εὖ πεφραγμένοι πρότερον ἀπεκρούσαντο τὸν κίνδυνον ἦν δέ τις Κίννας, ποιητικὸς ἀνὴρ, οὐδὲν τῆς αἰτίας μετέχων, ἀλλὰ καὶ φίλος Καίσαρος γεγονώς. οὗτος ὄναρ ᾤετο καλούμενος ὑπὸ Καίσαρος ἐπὶ δεῖπνον ἀρνεῖσθαι, τὸν δὲ λιπαρεῖν καὶ βιάζεσθαι, τέλος δ’ἄγειν λαβόμενον τῆς χειρὸς εἰς ἀχανῆ τόπον καὶ σκοτεινόν, αὐτὸν δ’ἄκοντα καὶ τεθαμβημένον ἕπεσθαι.
20.6ταύτην ἰδόντι τὴν ὄψιν αὐτῷ συνέβη πυρέττειν διὰ νυκτός · ὅμως δ’ἕωθεν ἐκκομιζομένου τοῦ σώματος αἰδούμενος μὴ παρεῖναι προῆλθεν εἰς τὸν ὄχλον ἤδη διαγριαινόμενον. ὀφθεὶς δὲ καὶ δόξας οὐχ ὅσπερ ἦν Κίννας εἶναι, ἀλλ’ἐκεῖνος ὁ Καίσαρα πρὸς τὴν ἐκκλησίαν ἔναγχος λοιδορήσας, διεσπάσθη.
21.1τοῦτο τὸ πάθος μάλιστα μετά γε τὴν Ἀντωνίου μεταβολὴν δείσαντες οἱ περὶ Βροῦτον ἀνεχώρησαν ἐκ τῆς πόλεως · καὶ διέτριβον ἐν Ἀντίῳ τὸ πρῶτον ὡς, ὅταν παρακμάσῃ καὶ μαρανθῇ τὸ τῆς ὀργῆς, αὖθις εἰς Ῥώμην κατιόντες. ὃ ῥᾳδίως ἔσεσθαι προσεδόκων ἐν πλήθεσι φορὰς ἀσταθμήτους καὶ ταχείας φερομένοις, καὶ τὴν σύγκλητον εὔνουν ἔχοντες, ἣ τοὺς Κίνναν διασπασαμένους χαίρειν ἐάσασα τοὺς ἐπὶ τὰς οἰκίας τὰς ἐκείνων ἐπελθόντας ἀνεζήτει καὶ συνελάμβανεν, ἤδη δὲ καὶ ὁ δῆμος ἀχθόμενος, Ἀντωνίου σχεδὸν εἰς μοναρχίαν καθισταμένου, Βροῦτον ἐπόθει καὶ προσεδοκᾶτο τὰς θέας ἄξειν παρὼν αὐτός, ἃς ὤφειλε στρατηγῶν παρασχεῖν.
21.2αἰσθόμενος δὲ πολλοὺς τῶν ὑπὸ Καίσαρος ἐστρατευμένων καὶ γῆν καὶ πόλεις παρ’ἐκείνου λαβόντων ἐπιβουλεύοντας αὐτῷ καὶ κατ’ὀλίγους παρεισρέοντας εἰς τὴν πόλιν οὐκ ἐθάρρησεν ἐλθεῖν, ἀλλ’ὁ δῆμος ἐθεᾶτο μὴ παρόντος ἐκείνου τὰς θέας, ἀφειδῶς πάνυ χορηγουμένας καὶ περιττῶς.
21.3θηρίατε γὰρ πάμπολλα συνεωνημένος ἐκέλευσε μηδὲν ἀποδόσθαι μη δ’ὑπολιπεῖν, ἀλλὰ πᾶσι καταχρήσασθαι, καὶ τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν αὐτὸς εἰς Νέαν πόλιν καταβὰς ἐνέτυχε πλείστοις · περὶ δὲ Κανουτίου τινὸς εὐημεροῦντος ἐν τοῖς θεάτροις ἔγραφε πρὸς τοὺς φίλους ὅπως πείσαντες αὐτὸν εἰσαγάγωσιν Ἑλλήνων γὰρ οὐδένα βιασθῆναι προσήκειν. ἔγραφε δὲ καὶ Κικέρωνι, πάντως παρατυχεῖν ταῖς θέαις δεόμενος.
22.1ἐν τοιαύτῃ δὲ καταστάσει τῶν πραγμάτων ὄντων ἑτέρα γίνεται μεταβολή τοῦ νέου Καίσαρος ἐπελθόντος. οὗτος ἦν μὲν ἐξ ἀδελφιδῆς Καίσαρος, γράμματι δὲ παῖς ὑπ’αὐτοῦ καὶ κληρονόμος ἀπολελειμμένος.
22.2ἐν δ’Ἀπολλωνίᾳ διέτριβεν ὅτε Καῖσαρ ἀνῃρέθη, σχολάζων περὶ λόγους κα- κἀκεῖνον ἐπὶ Πάρθους ἐλαύνειν εὐθὺς ἐγνωκότα προσμένων. ἅμα δὲ τῷ πυθέσθαι τὸ πάθος ἦλθεν εἰς Ῥώμην · καὶ δημαγωγίας ἀρχὴν το- τοὔνομα Καίσαρος θέμενος ἑαυτῷ καὶ διανέμων τὸ καταλειφθὲν ἀργύριον τοῖς πολίταις Ἀντώνιόντε κατεστασίαζε καὶ χρήματα διαδιδοὺς συνίστη καὶ συνῆγε πολλοὺς τῶν ὑπὸ Καίσαρος ἐστρατευμένω.
22.3ἐπεὶ δὲ Κικέρων τῷ πρὸς Ἀντώνιον μίσει τὰ Καίσαρος ἔπραττε, τούτῳ μὲν ὁ Βροῦτος ἐπέπληττεν ἰσχυρῶς, γράφων ὡς οὐ δεσπότην βαρύνοιτο Κικέρων, ἀλλὰ μισοῦντα δεσπότην φοβοῖτο, καὶ πολιτεύοιτο δουλείας αἵρεσιν φιλανθρώπου γράφων καὶ λέγων ὡς χρηστός ἐστι Καῖσαρ. ” οἱ δὲ πρόγονοι, “φησὶν,” ἡμῶν οὐ δὲ πρᾴους δεσπότας ὑπέμενον “.
22.4αὐτῷ δ’εἰς τοῦτο καιροῦ μήτε πολεμεῖν βεβαίως δεδόχθαι μήτε ἡσυχάζειν, ἀλλ’ἓν μόνον εἶναι βεβουλευμένον, τὸ μὴ δουλεύειν θαυμάζειν δὲ Κικέρωνος, εἰ πόλεμον μὲν ἐμφύλιον καὶ κινδυνώδη δέδοικεν, αἰσχρὰν δὲ καὶ ἄδοξον εἰρήνην οὐ φοβεῖται, τοῦ δ’Ἀντώνιον ἐκβαλεῖν τῆς τυραννίδος μισθὸν αἰτεῖ τὸ Καίσαρα καταστῆσαι τύραννον.
23.1ἐν μὲν οὖν ταῖς πρώταις ἐπιστολαῖς τοιοῦτος ὁ Βροῦτος · ἤδη δὲ τῶν μὲν ὡς Καίσαρα, τῶν δ’ὡς Ἀντώνιον διισταμένων, ὠνίων δὲ τῶν στρατοπέδων ὥσπερ ὑπὸ κήρυκι προστιθεμένων τῷ πλέον διδόντι, παντάπασι καταγνοὺς τῶν πραγμάτων ἔγνω καταλιπεῖν Ἰταλίαν, καὶ πεζῇ διὰ Λευκανίας εἰς Ἐλέαν ἐπὶ θάλασσαν ἧκεν.
23.2ὅθεν ἡ Πορκία μέλλουσα πάλιν εἰς Ῥώμην ἀποτραπέσθαι λανθάνειν μὲν ἐπειρᾶτο περιπαθῶς ἔχουσα, γραφὴ δέ τις αὐτὴν προὔδωκε τα- τἆλλα γενναίαν οὖσαν. ἦν γὰρ ἐκ τῶν Ἑλληνικῶν διάθεσις, προπεμπόμενος Ἕκτωρ ὑπὸ Ἀνδρομάχης κομιζομένης παρ’αὐτοῦ τὸ παιδίον, ἐκείνῳ δὲ προσβλεπούσης.
23.3ταῦτα θεωμένην τὴν Πορκίαν ἡ τοῦ πάθους εἰκὼν ἐξέτηξεν εἰς δάκρυα · καὶ πολλάκις φοιτῶσα τῆς ἡμέρας ἔκλαιεν. Ἀκιλίου δέ τινος τῶν Βρούτου φίλων τὰ πρὸς Ἕκτορα τῆς Ἀνδρομάχης ἔπη διελθόντος,” Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ ἠδὲ κασίγνητος, σὺ δέ μοί θαλερὸς παρακοίτης, “μειδιάσας ὁ Βροῦτος,” ἀλλ’οὐκ ἐμοί γ’, “εἶπε,” πρὸς Πορκίαν ἔπεισι φάναι τὰ τοῦ Ἕκτορος, “ἱστόν ἠλακάτηντε καὶ ἀμφιπόλοισι κέλευε” ·
23.4σώματος γὰρ ἀπολείπεται φύσει τῶν ἴσων ἀνδραγαθημάτων, γνώμῃ δ’ὑπὲρ τῆς πατρίδος, ὥσπερ ἡμεῖς, ἀριστεύει “. ταῦτα μὲν ὁ τῆς Πορκίας υἱὸς ἱστόρηκε Βύβλος.
24.1ἀναχθεὶς δ’ὁ Βροῦτος ἐκεῖθεν ἐπ’Ἀθηνῶν ἔπλει. δεξαμένου δὲ τοῦ δήμου προθύμως αὐτὸν εὐφημίαις καί ψηφίσμασι διῃτᾶτο μὲν παρὰ ξένῳ τινί, Θεομνήστου δ’ἀκροώμενος τοῦ Ἀκαδημιακοῦ καί Κρατίππου τοῦ Περιπατητικοῦ καί συμφιλοσοφῶν ἐδόκει παντάπασιν ἀργεῖν καί σχολάζειν.
24.2ἔπραττε δὲ τὰ πρὸς τὸν πόλεμον ἀνυπόπτως. καί γὰρ εἰς Μακεδονίαν ἔπεμψεν Ἡρόστρατον οἰκειούμενος τοὺς ἐπὶ τῶν ἐκεῖ στρατοπέδων, καί τοὺς σχολάζοντας ἀπὸ Ῥώμης ἐν ἄστει νέους ἀνελάμβανε καί συνεῖχεν. ὧν ἦν καί Κικέρωνος υἱός, ὃν ἐπαινεῖ διαφερόντως, καί φησιν, εἴτ’ἐγρήγορεν εἴτ’ἐνυπνιάζεται, θαυμάζειν οὕτω γενναῖον ὄντα καί μισοτύραννον.
24.3ἀρξάμενος δὲ τῶν πραγμάτων ἀναφανδὸν ἅπτεσθαι, καί πυθόμενος πλοῖα Ῥωμαϊκὰ μεστὰ χρημάτων ἐξ Ἀσίας προσφέρεσθαι καί στρατηγὸν ἐπιπλεῖν ἄνδρα χαρίεντα καί γνώριμον, ἀπήντησεν αὐτῷ περὶ Κάρυστον · ἐντυχὼν δὲ καί πείσας καί παραλαβὼν τὰ πλοῖα λαμπροτέραν ὑποδοχὴν ἐποιεῖτο. καί γὰρ ἦν ἡμέρα καθ’ἣν ἐγεγόνει πρῶτον ὁ Βροῦτος, ὡς οὖν ἐλθόντες εἰς τὸ πίνειν ἐπιχύσεις ἐποιοῦντο νίκηςτε Βρούτου καὶ Ῥωμαίων ἐλευθερίας, ἔτι μᾶλλον αὐτοὺς ῥῶσαι βουλόμενος ᾔτησε ποτήριον μεῖζον καί λαβὼν, ἀπ’οὐδεμιᾶς προφάσεως ἀνεφώνησε τὸν στίχον τοῦτον ·
24.4” ἀλλά με μοῖρ’ὀλοὴ καί Λητοῦς ἔκτανεν υἱός “.
24.5ἔτι δὲ καί πρὸς τούτοις ἱστοροῦσιν, ὅτε τὴν τελευταίαν ἐν Φιλίπποις μαχούμενος ἐξῄει μάχην, σύνθημα παρ’αὐτοῦ τοῖς στρατιώταις Ἀπόλλωνα δοθῆναι. διὸ καί τῆς συμφορᾶς τίθενται σημεῖον ἐκείνην τὴν ἀναφώνησιν.
25.1ἐκ τούτου πεντήκοντα μὲν αὐτῷ μυριάδας Ἀντίστιος ἀφ’ὧν ἦγε καὶ αὐτὸς εἰς Ἰταλίαν χρημάτων δίδωσιν, ὅσοι δὲ περὶ Θεσσαλίαν ἔτι τῆς Πομπηΐου στρατιᾶς ἐπλανῶντο συνέρρεον ἀσμένως πρὸς αὐτόν ἱππεῖς δὲ πεντακοσίους ἀφείλετο Κίννα πρὸς Δολοβέλλαν ἄγοντος εἰς Ἀσίαν.
25.2ἐπιπλεύσαςτε τῇ Δημητριάδι, πολλῶν ὅπλων ἐξαγομένων πρὸς Ἀντώνιον, ἃ Καίσαρος τοῦ προτέρου κελεύσαντος ἐπὶ τὸν Παρθικὸν ἐποιήθη πόλεμον, ἐκράτησεν. Ὁρτησίου δὲ τοῦ στρατηγοῦ παραδόντος αὐτῷ Μακεδονίαν, καὶ τῶν ἐν κύκλῳ βασιλέων καὶ δυναστῶν συνισταμένων καὶ προστιθεμένων, ἀγγέλλεται Γάϊος, ὁ Ἀντωνίου ἀδελφὸς, ἐξ Ἰταλίας διαβεβηκὼς βαδίζειν εὐθὺς ἐπὶ τὰς δυνάμεις ἃς ἐν Ἐπιδάμνῳ καὶ Ἀπολλωνίᾳ Βατίνιος συνεῖχε, βουλόμενος οὖν φθάσαι καὶ προλαβεῖν ὁ Βροῦτος ἐξαίφνης ἀναστήσας τοὺς σὺν αὐτῷ διὰ χωρίων χαλεπῶν νιφόμενος ἐπορεύετο ·
25.3καὶ πολὺ προῆλθε τοὺς κομίζοντας τὸ ἄριστον, ἐγγὺς οὖν Ἐπιδάμνου γενόμενος διὰ κόπον καὶ ψῦχος ἐβουλιμίασε. συμπίπτει δὲ μάλιστα τὸ πάθος χιόνος οὔσης πονοῦσι καὶ κτήνεσι καὶ ἀνθρώποις, εἴτε τοῦ θερμοῦ διὰ περίψυξιν καὶ πύκνωσιν, ὅταν ἐντὸς ἅπαν καθειρχθῇ, τὴν τροφὴν ἁθρόως ἀναλίσκοντος, εἴτε δριμεῖα καὶ λεπτὴ τῆς χιόνος διαλυομένης ἰοῦσα πνοὴ τέμνει τὸ σῶμα καὶ διαφθείρει τὸ θερμὸν ἐξ αὐτοῦ θύραζε διασπειρόμενον.
25.4τὰς γὰρ ἐφιδρώσεις παρέχειν δοκεῖ τὸ θερμὸν ἀπαντῶντι τῷ ψυχρῷ περὶ τὴν ἐπιφάνειαν σβεννύμενον. ὑπὲρ ὧν ἐν ἑτέροις μᾶλλον ἠπόρηται.
26.1λιποθυμοῦντος δὲ τοῦ Βρούτου καὶ μηδενὸς ἔχοντος ἐν τῷ στρατοπέδῳ μηδὲν ἐδώδιμον, ἠναγκάσθησαν οἱ περὶ αὐτὸν ἐπὶ τοὺς πολεμίους καταφυγεῖν καὶ ταῖς πύλαις προσελθόντες ἄρτον ᾔτουν τοὺς φύλακας, οἱ δὲ διακούσαντες τὸ σύμπτωμα τοῦ Βρούτου παρῆσαν αὐτοί καὶ σιτία καὶ ποτὰ κομίζοντες, ἀνθ’ὧν ὁ Βροῦτος, ὡς τὴν πόλιν παρέλαβεν, οὐ μόνον τούτοις, ἀλλὰ καὶ πᾶσι διὰ τούτους φιλανθρώπως ἐχρήσατο.
26.2Γάϊος δ’Ἀντώνιος Ἀπολλωνίᾳ προσβαλὼν ἐκεῖ τοὺς ἐγγὺς ὄντας ἐκάλει στρατιώτας. ἐπεὶ δ’οὗτοίτε πρὸς Βροῦτον ᾤχοντο καὶ τοὺς Ἀπολλωνιάτας ᾔσθετο τὰ Βρούτου φρονοῦντας, ἐκλιπὼν τὴν πόλιν εἰς Βουθρωτὸν ἐβάδιζε. καὶ πρῶτον μὲν ἀπόλλυσι τρεῖς σπείρας καθ’ὁδὸν ὑπὸ Βρούτου κατακοπείσας · ἔπειτα τοὺς περὶ τὴν Βυλλίδα τόπους προκαταληφθέντας ἐπιχειρῶν ἐκβιάζεσθαι καὶ μάχην συνάψας Κικέρωνι νικᾶται.
26.3τούτῳ γὰρ ὁ Βροῦτος ἐχρῆτο στρατηγῷ καὶ πολλὰ δι’αὐτοῦ κατώρθωσε. λαβὼν δὲ τὸν Γάϊον ἐν χωρίοις ἑλώδεσι μακρὰν διεσπασμένον οὐκ εἴασεν ἐμβαλεῖν, ἀλλὰ περιίππευσε, φείδεσθαι κελεύων, ὡς μετὰ μικρὸν ἰδίων ἐσομένων. ὃ καὶ συνέβη, παρέδοσαν γὰρ ἑαυτοὺς καὶ τὸν στρατηγόν, ὥστε μεγάλην ἤδη περὶ τὸν Βροῦτον δύναμιν εἶναι.
26.4χρόνον μὲν οὖν πολὺν ἐν τιμῇ τὸν Γάϊον ἦγε καὶ τὰ παράσημα τῆς ἀρχῆς οὐκ ἀφῄρει, καίπερ, ὥς φασιν, ἄλλωντε πολλῶν καὶ Κικέρωνος ἀπὸ Ῥώμης γραφόντων καὶ κελευόντων ἀναιρεῖν ἀρξάμενον δὲ κρύφα τοῖς ἡγεμόσι διαλέγεσθαι καὶ ποιήσαντα νεωτερισμὸν ἐνθέμενος εἰς ναῦν ἐφύλαττε.
26.5τῶν δὲ διαφθαρέντων στρατιωτῶν εἰς Ἀπολλωνίαν ἀποστάντων καὶ καλούντων ἐκεῖ τὸν Βροῦτον, οὐκ ἔφη τοῦτο πάτριον εἶναι Ῥωμαίοις, ἀλλ’ἐκείνους πρὸς τὸν ἄρχοντα χρῆναι βαδίζοντας αὐτοὺς παραιτεῖσθαι τὴν ἐπὶ τοῖς ἡμαρτημένοις ὀργήν. ἐλθοῦσι δὲ καὶ δεομένοις συγγνώμην ἔδωκε.
27.1μέλλοντι δ’αὐτῷ διαβαίνειν εἰς τὴν Ἀσίαν ἧκεν ἀγγελία περὶ τῆς ἐν Ῥώμῃ μεταβολῆς, ὁ γὰρ νέος Καῖσαρ ηὐξήθη μὲν ὑπὸ τῆς βουλῆς ἐπ’Ἀντώνιον, ἐκβαλὼν δὲ τῆς Ἰταλίας ἐκεῖνον αὐτὸς ἤδη φοβερὸς ἦν, ὑπατείαντε μνώμενος παρὰ νόμον, καὶ στρατεύματα τρέφων μεγάλα, τῆς πόλεως οὐδὲν δεομένης.
27.2ὁρῶν δὲ καὶ ταῦτα τὴν βουλὴν βαρυνομένην καὶ πρὸς τὸν Βροῦτον ἀφορῶσαν ἔξω καὶ ψηφιζομένην ἐκείνῳ καὶ βεβαιοῦσαν τὰς ἐπαρχίας, ἔδεισε. καὶ τὸν μὲν Ἀντώνιον πέμπων εἰς φιλίαν προὐκαλεῖτο, τὰς δὲ δυνάμεις τῇ πόλει περιστήσας ὑπατείαν ἔλαβεν, οὔπω πάνυ μειράκιον ὤν, ἀλλ’εἰκοστὸν ἄγων ἔτος, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν εἴρηκεν.
27.3εὐθὺς δὲ δίκας φόνου κατὰ τῶν περὶ τὸν Βροῦτον εἰσῆγεν, ὡς ἄνδρα πρῶτον ἐν ἀρχαῖς ταῖς μεγίσταις ἀνῃρηκότων ἄκριτον καὶ κατήγορον ἐπέστησε Βρούτου μὲν Λεύκιον Κορνιφίκιον, Κασσίου δὲ Μᾶρκον Ἀγρίππαν. ὠφλίσκανον οὖν τὰς δίκας ἐρήμας ἀναγκαζομένων φέρειν ψῆφον τῶν δικαστῶν, λέγεται δὲ τοῦ κήρυκος, ὥσπερ εἴωθεν, ἀπὸ τὸν βήματος τὸν Βροῦτον ἐπὶ τὴν δίκην καλοῦντος, τὸ μὲν πλῆθος ἐπιδήλως στενάξαι, τοὺς δG ἀρίστους κύψαντας εἰς γῆν ἡσυχίαν ἄγειν, Πόπλιον δὲ Σιλίκιον ὀφθῆναι δακρύσαντα, καὶ διὰ τὴν αἰτίαν ταύτην ὀλίγον ὕστερον ἕνα τῶν προγραφέντων ἐπὶ θανάτῳ γενέσθαι, μετὰ ταῦτα διαλλαγέντες οἱ τρεῖς, Καῖσαρ, Ἀντώνιος, Λέπιδος, διενείμαντο τὰς ἐπαρχίας σφαγάςτε καὶ προγραφὰς ἀνδρῶν διακοσίων ἐποίησαν, ἐν οἷς καὶ Κικέρων ἀπέθανε.
28.1τούτων οὖν εἰς Μακεδονίαν ἀπαγγελθέντων ἐκβιασθεὶς ὁ Βροῦτος ἔγραψεν Ὁρτησίῳ κτεῖναι Γάϊον Ἀντώνιον, ὡς δὴ Βρούτῳτε καὶ Κικέρωνι τιμωρῶν, τῷ μὲν ὄντι φίλῳ, τῷ δὲ καὶ κατὰ γένος προσήκοντι. διὰ ταῦθ’ὕστερον Ἀντώνιος Ὁρτήσιον ἐν Φιλίπποις λαβὼν τῷ μνήματι τοῦ ἀδελφοῦ προσέσφαξε.
28.2Βροῦτος δὲ τῆς Κικέρωνος τελευτῆς τῇ αἰτίᾳ φησὶν αἰσχύνεσθαι μᾶλλον ἢ τῷ πάθει συναλγεῖν, ἐγκαλεῖν δὲ τοῖς ἐπὶ Ῥώμης φίλοις · δουλεύειν γὰρ αὑτῶν αἰτίᾳ μᾶλλον ἢ τῶν τυραννούντων, καὶ καρτερεῖν ὁρῶντας καὶ παρόντας ἃ μη δ’ἀκούειν αὐτοῖς ἀνεκτὸν ἦν. περαιώσας δὲ τὸν στρατὸν εἰς Ἀσίαν ἤδη λαμπρὸν ὄντα, ναυτικὸν μὲν ἐξηρτύετο στόλον ἐν Βιθυνίᾳ καὶ περὶ Κύζικον, πεζῇ δ’αὐτὸς ἐπιὼν καθίστατο τὰς πόλεις καὶ τοῖς δυνάσταις ἐχρημάτιζε, καὶ πρὸς Κάσσιον ἔπεμπεν εἰς Συρίαν ἀπ’Αἰγύπτου μετακαλῶν οὐ γὰρ ἀρχὴν κτωμένους αὐτοῦς, ἀλλ’ἐλευθεροῦντας τὴν πατρίδα τὴν δύναμιν, ᾗ καταλύσουσι τοὺς τυράννους, συνάγοντας πλανᾶσθαι ·
28.3δεῖν οὖν μεμνημένους καὶ φυλάττοντας τὴν ὑπόθεσιν μὴ μακρὰν ἀπηρτῆσθαι τῆς Ἰταλίας, ἀλλ’ἐκεῖσε σπεύδειν καὶ βοηθεῖν τοῖς πολίταις.
28.4ὑπακούσαντος δὲ τοῦ Κασσίου καὶ καταβαίνοντος ἀπήντα καὶ περὶ Σμύρναν ἀλλήλοις ἐνετύγχανον ἀφ’οὗ πρῶτον ἐν Πειραιεῖ χωρισθέντες ὥρμησαν ὁ μὲν εἰς Συρίαν, ὁ δὲ εἰς Μακεδονίαν. ἦν οὖν ἡδονήτε μεγάλη καὶ θάρσος αὐτοῖς ἐκ τῆς παρούσης ἑκατέρῳ δυνάμεως.
28.5ὁρμήσαντες γὰρ ἐκ τῆς Ἰταλίας ὅμοια φυγάδων τοῖς ἀτιμοτάτοις ἀχρήματοι καὶ ἄνοπλοι, μὴ ναῦν ἑνήρη, μὴ στρατιώτην ἕνα, μὴ πόλιν ἔχοντες, οὐ πολλοῦ πάνυ χρόνου διαγενομένου συνῆλθον εἰς τα- ταὐτό καὶ ναυσὶ καὶ πεζῷ καὶ ἵπποις καὶ χρήμασιν ἀξιόμαχοι διαγωνίσασθαι περὶ τῆς Ῥωμαίων ἡγεμονίας ὄντες.
29.1ἐβούλετο μὲν οὖν ἴσον ἔχειν τιμῆς καὶ παρέχειν ὁ Κάσσιος, ἔφθανε δ’ὁ Βροῦτος ὡς τὰ πολλὰ φοιτῶν πρὸς αὐτόν ἡλικίᾳτε προὔχοντα καὶ σώματι πονεῖν ὁμοίως μὴ δυναμένῳ χρώμενον. ἦν δὲ δόξα Κάσσιον μὲν εἶναι δεινὸν ἐν τοῖς πολεμικοῖς, ὀργῇ δὲ τραχὺν καὶ φόβῳ μᾶλλον ἄρχοντα, πρὸς δὲ τοὺς συνήθεις ὑγρότερον τῷ γελοίῳ καὶ φιλοσκώπτην ·
29.2Βροῦτον δὲ λέγουσι δι’ἀρετὴν φιλεῖσθαι μὲν ὑπὸ τῶν πολλῶν, ἐρᾶσθαι δ’ὑπὸ τῶν φίλων, θαυμάζεσθαι δ’ὑπὸ τῶν ἀρίστων, μισεῖσθαι δὲ μη δ’ὑπὸ τῶν πολεμίων, ὅτι πρᾷος ὁ ἀνὴρ διαφερόντως καὶ μεγαλόφρων καὶ πρὸς πᾶσαν ὀργὴν καὶ ἡδονὴν καὶ πλεονεξίαν ἀπαθής, ὄρθιον δὲ τὴν γνώμην καὶ ἄκαμπτον ἑστῶσαν ὑπὲρ τοῦ καλοῦ καὶ δικαίου διαφυλάττων, καὶ μέγιστον ὑπῆρχεν αὐτῷ πρὸς εὔνοιαν καὶ δόξαν ἡ τῆς προαιρέσεως πίστις.
29.3οὔτε γὰρ ἐκεῖνος ὁ μέγας Πομπήϊος, εἰ Καίσαρα καθεῖλεν, ἠλπίζετο βεβαίως προήσεσθαι τοῖς νόμοις τὴν δύναμιν, ἀλλ’ἀεὶ τὰ πράγματα καθέξειν, ὑπατείας ὀνόματι καὶ δικτατορίας ἤ τινος ἄλλης μαλακωτέρας ἀρχῆς παραμυθούμενος τὸν δῆμον ·
29.4Κάσσιόν δὲ τοῦτον, σφοδρὸν ἄνδρα καὶ θυμοειδῆ καὶ πολλαχοῦ πρὸς τὸ κερδαλέον ἐκφερόμενον τοῦ δικαίου, παντὸς μᾶλλον ᾤοντο πολεμεῖν καὶ πλανᾶσθαι καὶ κινδυνεύειν αὑτῷ τινα δυναστείαν κατασκευαζόμενον, οὐκ ἐλευθερίαν τοῖς πολίταις. τὰ μὲν γὰρ ἔτι τούτων πρεσβύτερα, Κίνναι καὶ Μάριοι καὶ Κάρβωνες, ἆθλον ἐν μέσῳ καὶ λείαν προθέμενοι τὴν πατρίδα, μονονουχὶ ῥητῶς ὑπὲρ τυραννίδος ἐπολέμησαν.
29.5Βρούτῳ δὲ λέγουσι μη δὲ τοὺς ἐχθροὺς προσβάλλειν τοιαύτην δμεαβολήν, ἀλλ’Ἀντωνίου γε καὶ πολλοὺς ἀκοῦσαι λέγοντος ὡς μόνον οἴοιτο Βροῦτον ἐπιθέσθαι Καίσαρι προαχθέντα τῇ λαμπρότητι καὶ τῷ φαινομένῳ καλῷ τῆς πράξεως, τοὺς δ’ἄλλους ἐπὶ τὸν ἄνδρα συστῆναι μισοῦντας καὶ φθονοῦντας.
29.6ὅθεν Βροῦτος οὐ τῇ δυνάμει τοσοῦτον ὅσον τῇ ἀρετῇ δῆλός ἐστιν ἐξ ὧν γράφει πεποιθώς. γράφει δὲ πρὸς Ἀττικόν ἤδη τῷ κινδύνῳ πλησιάζων ἐν τῷ καλλίστῳ τῆς τύχης εἶναι τὰ καθ’αὑτόν ἢ γὰρ νικήσας ἐλευθερώσειν τὸν Ῥωμαίων δῆμον ἢ δουλείας ἀποθανὼν ἀπαλλαγήσεσθαι · καὶ τῶν ἄλλων ἀσφαλῶς αὐτοῖς καὶ βεβαίως ἐχόντων ἓν ἄδηλον εἶναι, πότερον βιώσονται μετ’ἐλευθερίας ἢ τεθνήξονται.
29.7Μᾶρκον δ’Ἀντώνιον ἀξίαν φησὶ τῆς ἀνοίας διδόναι δίκην, ὃς ἐν Βρούτοις καὶ Κασσίοις καὶ Κάτωσι συναριθμεῖσθαι δυνάμενος προσθήκην ἑαυτὸν Ὀκταβίῳ δέδωκε · κα- κἂν μὴ νῦν ἡττηθῇ μετ’ἐκείνου, μικρὸν ὕστερον ἐκείνῳ μαχεῖται. ταῦτα μὲν οὖν ἀποθεσπίσαι καλῶς πρὸς τὸ μέλλον ἔοικεν.
30.1ἐν δὲ τῇ Σμύρνῃ τότε τῶν χρημάτων, ἃ πολλὰ συνειλόχει Κάσσιος, ἠξίου μεταλαβεῖν τὰ γὰρ ὄντα κατανηλωκέναι ναυπηγούμενος στόλον τοσοῦτον ᾧ πᾶσαν ὑφ’ἑαυτοῖς ἕξουσι τὴν ἐντὸς θάλασσαν, οὐκ εἴων μὲν οὖν τὸν Κάσσιον οἱ φίλοι διδόναι, λέγοντες ὡς οὐ δίκαιον, ἃ σὺ φειδόμενος διαφυλάττεις Καὶ φθόνῳ συνάγεις, ἐκεῖνον λαβόντα δημαγωγεῖν Καὶ χαρίζεσθαι τοῖς στρατιώταις · οὐ μὴν ἀλλ’ἔδωκεν αὐτῷ τρίτον μέρος ἁπάντων, καὶ πάλιν διαστάντες ἐπὶ τὰς προσηκούσας ἑκατέρῳ πράξεις, Κάσσιος μὲν ἑλὼν Ῥόδον οὐκ ἐπιεικῶς ἐχρῆτο τοῖς πράγμασι, Καὶ ταῦτα περὶ τὴν εἴσοδον τοῖς προσαγορεύουσιν αὐτὸν βασιλέα Καὶ κύριον ἀποκρινάμενος ·
30.2” οὔτε βασιλεὺς οὔτε κύριος, τοῦ δὲ κυρίου Καὶ βασιλέως φονεὺς Καὶ κολαστής “. Βροῦτος δὲ Λυκίους ᾔτει χρήματα Καὶ στρατόν.
30.3ἐπεὶ δὲ Ναυκράτης ὁ δημαγωγὸς ἀνέπεισε τὰς πόλεις ἀφίστασθαι Καὶ λόφους τινὰς ὡς εἴρξοντες παρόδου τὸν Βροῦτον κατελάβοντο, πρῶτον μὲν ἀριστοποιουμένοις αὐτοῖς ἐπέπεμψεν ἱππεῖς, ὑφ’ὧν ἑξακόσιοι διεφθάρησαν, ἔπειτα τὰ χωρία καὶ πολίχνας λαμβάνων ἀπέλυεν ἄνευ λύτρων ἅπαντας ὡς προσαξόμενος εὐνοίᾳ τὸ ἔθνος.
30.4οἱ δ’ἦσαν αὐθάδεις, ἃ μὲν ἐβλάπτοντο πρὸς ὀργὴν τιθέμενοι, τῆς δ’ἐπιεικείας καὶ φιλανθρωπίας καταφρονοῦντες, ἄχρι οὗ συνελάσας εἰς Ξάνθον αὐτῶν τοὺς μαχιμωτάτους ἐπολιόρκει. τοῦ δὲ ποταμοῦ παρὰ τὴν πόλιν παραρρέοντος ὑπονηχόμενοι διεδίδρασκον. ἡλίσκοντο δὲ δικτύων διὰ πόρου καθιεμένων εἰς βυθόν, ὧν τὰ ἄκρα κώδωσι προσηρτημένοις διεσήμαινεν εὐθὺς τὸν ἐνσχεθέντα.
30.5μηχαναῖς δέ τισι τῶν Ξανθίων νύκτωρ ἐπιδραμόντων Καὶ πῦρ ἐμβαλόντων, ὡς ἀπεκλείσθησαν αἰσθομένων τῶν Ῥωμαίων πρὸς τὸ τεῖχος Καὶ πνεῦμα λαμπρὸν ἀνερρίπιζεν ἐπὶ τὰς ἐπάλξεις τὴν φλόγα τῶν ἐγγὺς οἰκιῶν ἀντιλαμβανομένην, δείσας ὁ Βροῦτος ὑπὲρ τῆς πόλεως ἐκέλευσε κατασβεννύναι Καὶ βοηθεῖν.
31.1τοὺς δὲ Λυκίους δεινή τις ἐξαίφνης πρὸς ἀπόνοιαν ὁρμὴ καὶ λόγου κρείσσων κατέσχεν, ἣν ἄν τις ἔρωτι θανάτου μάλιστα προσεικάσειεν οἵ γε μετὰ παίδων καὶ γυναικῶν ἐλεύθεροίτε καὶ δοῦλοι καὶ πᾶσα ἡλικία τοὺς μὲν πολεμίους πρὸς τὴν φλόγα βοηθοῦντας ἀπὸ τῶν τειχῶν ἔβαλλον, αὐτοὶ δὲ κάλαμον καὶ ξύλα καὶ πᾶν ὑπέκκαυμα προσφέροντες ἦγον ἐπὶ τὴν πόλιν τὸ πῦρ, ὀρέγοντες αὐτῷ πᾶσαν ὕλην καὶ πάντα τρόπον ἐξερεθίζοντες καὶ συνεκτρέφοντες.
31.2ὡς δ’ἡ φλὸξ ῥυεῖσα καὶ διαζώσασα πανταχόθεν τὴν πόλιν διέλαμψε πολλή, περιπαθῶν ἐπὶ τοῖς γινομένοις ὁ Βροῦτος ἔξωθεν παρίππευε προθυμούμενος βοηθεῖν, καὶ τὰς χεῖρας ὀρέγων τοῖς Ξανθίοις ἐδεῖτο φείδεσθαι καὶ σῴζειν τὴν πόλιν, οὐδενὸς αὐτῷ προσέχοντος, ἀλλὰ πάντα τρόπον ἑαυτοὺς ἀπολλύντων, οὐ μόνον ἀνδρῶντε καὶ γυναικῶν, ἀλλὰ καὶ τὰ παιδία τὰ μικρὰ μετὰ κραυγῆς καὶ ἀλαλαγμοῦ τὰ μὲν εἰς τὸ πῦρ ἥλλετο, τὰ δ’ἄνωθεν ἀπὸ τῶν τειχῶν ἐξετραχήλιζεν αὑτά, τὰ δὲ τοῖς ξίφεσι τῶν πατέρων ὑπέβαλλε τὰς σφαγὰς γυμνοῦντα καὶ κελεύοντα παίειν.
31.3ὤφθη δὲ τῆς πόλεως διαφθαρείσης γυνή κρεμαμένη μὲν ἐξ ἀγχόνης, παιδίον δὲ νεκρὸν ἐξηρτημένη τοῦ τραχήλου, λαμπάδι δὲ καιομένῃ τὴν οἰκίαν ὑφάπτουσα.
31.4καὶ τοῦ θεάματος τραγικοῦ φανέντος ἰδεῖν μὲν οὐχ ὑπέμεινεν ὁ Βροῦτος, ἐδάκρυσε δὲ ἀκούσας · καὶ γέρας ἐκήρυξε τῶν στρατιωτῶν ὅστις ἂν δυνηθῇ Λύκιον ἄνδρα περισῶσαι. φασὶ δὲ μόνους ἑκατὸν πεντήκοντα γενέσθαι τοὺς μὴ διαφυγόντας τὸ σωθῆναι.
31.5Ξάνθιοι μὲν οὖν διὰ πολλῶν χρόνων ὥσπερ εἱμαρμένην περίοδον διαφθορᾶς ἀποδιδόντες τὴν τῶν προγόνων ἀνενεώσαντο τῇ τόλμῃ τύχην καὶ γὰρ ἐκεῖνοι τὴν πόλιν ὁμοίως ἐπὶ τῶν Περσικῶν κατακαύσαντες ἑαυτοὺς διέφθειραν.
32.1Βροῦτος δὲ τὴν Παταρέων πόλιν ὁρῶν ἀπισχυριζομένην πρὸς αὐτόν, ὤκνει μὲν ἐπιχειρεῖν καὶ διηπορεῖτο, τὴν αὐτὴν δεδιὼς ἀπόνοιαν, ἔχων δὲ γυναῖκας αὐτῶν αἰχμαλώτους ἀφῆκεν ἄνευ λύτρων, αἱ δ’ἀνδρῶντε καὶ πατέρων ἐπιφανῶν οὖσαι διηγούμεναι τὸν Βροῦτον, ὡς ἀνὴρ εἴη σωφρονέστατος καὶ δικαιότατος, ἔπεισαν εἶξαι καὶ παραδοῦναι τὴν πόλιν.
32.2ἐκ δὲ τούτου καὶ πάντες οἱ λοιποὶ προσεχώρησαν ἐπιτρέψαντες ἑαυτοὺς ἐκείνῳ, τυχόντες δὲ χρηστοῦ καὶ παρ’ἐλπίδας εὐγνώμονος, ὅς γε, Κασσίου Ῥοδίους ὑπὸ τὸν αὐτὸν χρόνον ἀναγκάσαντος ἰδίᾳ μὲν ὃν ἐκέκτηντο χρυσὸν καὶ ἄργυρον εἰσενεγκεῖν ἅπαντας (ἐξ οὗ συνήχθη περὶ ὀκτακισχίλια τάλαντα), δημοσίᾳ δὲ τὴν πόλιν ἄλλοις πεντακοσίοις ζημιώσαντος, αὐτὸς ἑκατὸν καὶ πεντήκοντα τάλαντα Λυκίους πραξάμενος, ἄλλο δὲ οὐδὲν ἀδικήσας, ἀνέζευξεν ἐπ’Ἰωνίας.
33.1πολλὰ μὲν οὖν ἄξια μνήμης ἔργα καὶ τιμαῖς ἀπεδείξατο καὶ κολάσεσι τῶν ἀξίων ᾧ δ’αὐτόςτε ἥσθη μάλιστα καὶ Ῥωμαίων οἱ κράτιστοι, τοῦτο διηγήσομαι. Πομπηΐου Μάγνου προσβαλόντος Αἰγύπτῳ κατὰ Πηλούσιον, ὁπηνίκα τὴν μεγάλην ἀρχὴν ἀποβαλὼν ὑπὸ Καίσαρος ἔφυγεν, οἱ τοῦ βασιλέως ἔτι παιδὸς ὄντος ἐπιτροπεύοντες ἐν βουλῇ μετὰ τῶν φίλων ἦσαν, οὐ κατὰ τα- ταὐτὰ ταῖς γνώμαις φερόμενοι.
33.2τοῖς μὲν γὰρ ἐδόκει δέχεσθαι, τοῖς δ’ἀπωθεῖν Αἰγύπτου τὸν ἄνδρα. Θεόδοτος δέ τις Χῖος, ἐπὶ μισθῷ ῥητορικῶν λόγων διδάσκαλος τῷ βασιλεῖ συνών, ἠξιωμένος δὲ τότε τοῦ συνεδρίου δι’ἐρημίαν ἀνδρῶν βελτιόνων, ἀμφοτέρους διαμαρτάνοντας ἀπέφαινε, καὶ τοὺς ἀναλαβεῖν καὶ τοὺς ἀφεῖναι κελεύοντας τὸν Πομπήϊον ·
33.3ἓν γὰρ εἶναι συμφέρον ἐκ τῶν παρόντων, δεξαμένους ἀποκτεῖναι. καὶ προσεπεῖπε τοῦ λόγου παυόμενος, ὅτι νεκρὸς οὐ δάκνει. προσθεμένου δὲ τῇ γνώμῃ τοῦ συνεδρίου παράδειγμα τῶν ἀπίστων καὶ ἀπροσδοκήτων ἔκειτο Πομπήϊος Μᾶγνος, τῆς Θεοδότου ῥητορείας καὶ δεινότητος ἔργον, ὡς αὐτός ὁ σοφιστὴς ἔλεγε μεγαλαυχούμενος.
33.4ὀλίγῳ δ’ὕστερον ἐπελθόντος Καίσαρος, οἱ μὲν δίκας τιννύοντες ἀπώλλυντο κακοὶ κακῶς, Θεόδοτος δὲ παρὰ τῆς τύχης χρόνον εἰς ἄδοξον καὶ ἄπορον καὶ πλάνητα βίον ἐπιδανεισάμενος τότε Βροῦτον ἐπιόντα τὴν Ἀσίαν οὐκ ἔλαθεν, ἀλλ’ἀναχθεὶς καὶ κολασθεὶς ὄνομα τοῦ θανάτου πλέον ἔσχεν ἢ τοῦ βίου.
34.1Κάσσιον δὲ Βροῦτος εἰς Σάρδεις ἐκάλει, καὶ προσιόντι μετὰ τῶν φίλων ἀπήντησε · καὶ πᾶς ὁ στρατὸς ὡπλισμένος αὐτοκράτορας ἀμφοτέρους προσηγόρευσεν. οἷα δ’ἐν πράγμασι μεγάλοις καὶ φίλοις πολλοῖς καὶ ἡγεμόσιν αἰτιῶν αὐτοῖς πρὸς ἀλλήλους ἐγγενομένων καὶ διαβολῶν, πρὶν ἕτερόν τι ποιεῖν, εὐθὺς ἐκ πορείας καθ’αὐτούς ἐν οἰκήματι γενόμενοι κεκλεισμένων τῶν θυρῶν καὶ μηδενὸς παρόντος, ἐχρῶντο μέμψεσι πρῶτον, εἶτ’ἐλέγχοις καὶ κατηγορίαις.
34.2ἐκ δὲ τούτου πρὸς δάκρυα καὶ παρρησίαν μετὰ πάθους ἐκφερομένων, θαυμάζοντες οἱ φίλοι τὴν τραχύτητα τῆς ὀργῆς καὶ τὸν τόνον, ἔδεισαν μή τι ἐκ τούτου γένηται · προσελθεῖν δὲ ἀπείρητο. Μᾶρκος δὲ Φαώνιος, ἐραστὴς γεγονὼς Κάτωνος, οὐ λόγῳ μᾶλλον ἢ φορᾷ τινι καὶ πάθει μανικῷ φιλοσοφῶν, ἐβάδιζεν εἴσω πρὸς αὐτούς κωλυόμενος ὑπὸ τῶν οἰκετῶν.
34.3ἀλλ’ἔργον ἦν ἐπιλαβέσθαι Φαωνίου πρὸς ὁτιοῦν ὀρούσαντος · σφοδρὸς γὰρ ἦν ἐν πᾶσι καὶ πρόχειρος, ἐπεὶ τό γε βουλευτὴν εἶναι Ῥωμαίων ἑαυτὸν οὐδενὸς ἄξιον ἡγεῖτο, τῷ δὲ κυνικῷ τῆς παρρησίας πολλάκις ἀφῄρει τὴν χαλεπότητα, καὶ τὸ ἄκαιρον αὐτοῦ μετὰ παιδιᾶς δεχομένων, βίᾳ δὴ τότε τῶν παρόντων διωσάμενος τὰς θύρας εἰσῆλθε, μετὰ πλάσματος φωνῆς ἔπη περαίνων οἷς τὸν Νέστορα χρώμενον Ὅμηρος πεποίηκεν” ἀλλὰ πίθεσθ’· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο, “καὶ τὰ ἑξῆς.
34.4ἐφ’οἷς ὁ μὲν Κάσσιος ἐγέλασεν, ὁ δὲ Βροῦτος ἐξέβαλεν αὐτόν ἁπλόκυνα καὶ ψευδόκυνα προσαγορεύων. οὐ μὴν ἀλλὰ τότε τοῦτο τῆς πρὸς ἀλλήλους διαφορᾶς ποιησάμενοι πέρας εὐθὺς διελύθησαν. καὶ Κασσίου δεῖπνον παρέχοντος ἐκάλει τοὺς φίλους Βροῦτος, ἤδη δὲ κατακειμένων Φαώνιος ἧκε λελουμένος · μαρτυρομένου δὲ Βρούτου μὴ κεκλημένον αὐτόν ἥκειν καὶ κελεύοντος ἀπάγειν ἐπὶ τὴν ἀνωτάτω κλίνην, βίᾳ παρελθὼν εἰς τὴν μέσην κατεκλίθη · καὶ παιδιὰν ὁ πότος ἔσχεν οὐκ ἄχαριν οὐ δ’ἀφιλόσοφον.
35.1τῇ δ’ὑστεραίᾳ Βροῦτος ἄνδρα Ῥωμαῖον ἐστρατηγηκότα καὶ πεπιστευμένον ὑπ’αὐτοῦ, Λεύκιον Πέλλαν, Σαρδιανῶν κατηγορούντων ἐπὶ κλοπαῖς δημοσίᾳ καταγνοὺς ἠτίμωσε · καὶ τὸ πρᾶγμα Κάσσιον οὐ μετρίως ἐλύπησεν. αὐτὸς γὰρ ὀλίγαις ἡμέραις ἔμπροσθεν ἐπὶ τοῖς αὐτοῖς ἐλεγχθέντας ἀδικήμασι δύο φίλους ἰδίᾳ νουθετήσας φανερῶς ἀφῆκε καὶ διετέλει χρώμενος, ὅθεν ᾐτιᾶτο τὸν Βροῦτον ὡς ἄγαν ὄντα νόμιμον καὶ δίκαιον ἐν καιρῷ πολιτείας δεομένῳ καὶ φιλανθρωπίας.
35.2ὁ δὲ τῶν εἰδῶν τῶν Μαρτίων ἐκέλευεν αὐτὸν μνημονεύειν ἐκείνων, ἐν αἷς Καίσαρα ἔκτειναν, οὐκ αὐτὸν ἄγοντα καὶ φέροντα πάντας ἀνθρώπους, ἀλλ’ἑτέρων δύναμιν ὄντα ταῦτα πρασσόντων ·
35.3ὡς, εἴ τις ἔστι πρόφασις καλὴ μεθ’ἧς ἀμελεῖται τὸ δίκαιον, ἄμεινον ἦν τοὺς Καίσαρος φίλους ὑπομένειν ἢ τοὺς ἑαυτῶν περιορᾶν ἀδικοῦντας. ” ἐκείνοις μὲν γὰρ ἀνανδρίας, ἀδικίας δὲ δόξα μετὰ κινδύνων ἡμῖν καὶ πόνων πρόσεστι “. τοιαύτη μὲν ἡ τοῦ Βρούτου προαίρεσις ἦν.
36.1ἐπεὶ δὲ διαβαίνειν ἐξ Ἀσίας ἔμελλον, λέγεται τῷ Βρούτῳ μέγα σημεῖον γενέσθαι. φύσει μέν γάρ ἦν ἐπεγρήγορος ὁ ἀνήρ καὶ τόν ὕπνον εἰς ὀλίγου χρόνου μόριον ἀσκήσει καὶ σωφροσύνῃ συνῆγεν, ἡμέρας μέν οὐδέποτε κοιμώμενος, νύκτωρ δὲ τοσοῦτον ὅσον οὔτε τι πράττειν οὔτε τῳ διαλέγεσθαι, πάντων ἀναπαυομένων, παρεῖχε, τότε δὲ τοῦ πολέμου συνεστῶτος ἐν χερσὶν ἔχων τὰς ὑπὲρ τῶν ὅλων πράξεις, καὶ τεταμένος τῇ φροντίδι πρὸς τὸ μέλλον, ὁπηνίκα πρῶτον ἀφ’ἑσπέρας ἐπινυστάξειε τοῖς σιτίοις, ἤδη τὸ λοιπὸν ἐχρῆτο τῇ νυκτὶ πρὸς τὰ κατεπείγοντα τῶν πραγμάτων, εἰ δὲ συνέλοι καὶ κατοικονομήσειε τὴν περὶ ταῦτα χρείαν, ἀνεγίνωσκε βιβλίον μέχρι τρίτης φυλακῆς, καθ’ἣν εἰώθεσαν ἑκατόνταρχοι καὶ χιλίαρχοι φοιτᾶν πρὸς αὐτόν.
36.3ὡς οὖν ἔμελλεν ἐξ Ἀσίας διαβιβάζειν τὸ στράτευμα, νὺξ μὲν ἦν βαθυτάτη, φῶς δ’εἶχεν οὐ πάνυ λαμπρὸν ἡ σκηνή, πᾶν δὲ τὸ στρατόπεδον σιωπῇ κατεῖχεν. ὁ δὲ συλλογιζόμενός τι καὶ σκοπῶν πρὸς ἑαυτόν ἔδοξεν αἰσθέσθαι τινὸς εἰσιόντος, ἀποβλέψας δὲ πρὸς τὴν εἴσοδον ὁρᾷ δεινὴν καὶ ἀλλόκοτον ὄψιν ἐκφύλου σώματος καὶ φοβεροῦ, σιωπῇ παρεστῶτος αὐτῷ.
36.4τολμήσας δὲ ἐρέσθαι,” τίς ποτ’ὢν, “εἶπεν,” ἀνθρώπων ἢ θεῶν, ἢ τί βουλόμενος ἥκεις ὡς ἡμᾶς “; ὑποφθέγγεται δ’αὐτῷ τὸ φάσμα · ” ὁ σὸς, ὦ Βροῦτε, δαίμων κακός · ὄψει δέ με περὶ Φιλίππους “. καὶ ὁ Βροῦτος οὐ διαταραχθεὶς,” ὄψομαι, “εἶπεν.
37.1ἀφανισθέντος δ’αὐτοῦ τοὺς παῖδας ἐκάλει · μήτε δ’ἀκοῦσαί τινα φωνὴν μήτ’ἰδεῖν ὄψιν φασκόντων, τότε μὲν ἐπηγρύπνησεν · ἅμα δ’ἡμέρᾳ τραπόμενος πρὸς Κάσσιον ἔφραζε τὴν ὄψιν. ὁ δὲ τοῖς Ἐπικούρου λόγοις χρώμενος καὶ περὶ τούτων ἔθος ἔχων διαφέρεσθαι πρὸς τὸν Βροῦτον,” ἡμέτερος οὗτος, “εἶπεν,” ὦ Βροῦτε, λόγος, ὡς οὐ πάντα πάσχομεν ἀληθῶς οὐ δ’ὁρῶμεν, ἀλλ’ὑγρὸν μέν τι χρῆμα καὶ ἀπατηλὸν ἡ αἴσθησις, ἔτι δ’ὀξυτέρα ἡ διάνοια κινεῖν αὑτὸ καὶ μεταβάλλειν ἀπ’οὐδενὸς ὑπάρχοντος ἐπὶ πᾶσαν ἰδέαν.
37.2κηρῷ μὲν γὰρ ἔοικεν ἡ τύπωσις, ψυχῇ δ’ἀνθρώπου, τὸ πλαττόμενον καὶ τὸ πλάττον ἐχούσῃ τὸ αὐτό, ῥᾷστα ποικίλλειν αὑτὴν καὶ σχηματίζειν δι’ἑαυτῆς ὑπάρχει, δηλοῦσι δὲ αἱ κατὰ τοὺς ὕπνους τροπαὶ τῶν ὀνείρων, ἃς τρέπεται τὸ φανταστικόν ἐξ ἀρχῆς βραχείας παντοδαπὰ καὶ πάθη καὶ εἴδωλα γινόμενον. κινεῖσθαι δ’ἀεὶ πέφυκε · κίνησις δ’αὐτῷ φαντασία τις ἢ νόησις.
37.3σοὶ δὲ καὶ τὸ σῶμα ταλαιπωρούμενον φύσει τὴν διάνοιαν αἰωρεῖ καὶ παρατρέπει. δαίμονας δ’οὔτ’εἶναι πιθανόν οὔτε ὄντας ἀνθρώπων ἔχειν εἶδος ἢ φωνὴν ἢ δύναμιν εἰς ἡμᾶς διήκουσαν · ὡς ἔγωγ’ἂν ἐβουλόμην, ἵνα μὴ μόνον ὅπλοις καὶ ἵπποις καὶ ναυσὶ τοσαύταις, ἀλλὰ καὶ θεῶν ἀρωγαῖς ἐπεθαρροῦμεν, ὁσιωτάτων ἔργων καὶ καλλίστων ἡγεμόνες ὄντες “. τοιούτοις μὲν ὁ Κάσσιος ἐπράϋνε λόγοις τὸν Βροῦτον.
37.4ἐμβαινόντων δὲ τῶν στρατιωτῶν ἐπὶ τὰς πρώτας σημαίας ἀετοὶ δύο συγκατασκήψαντες ὁμοῦ συνδιεκομίζοντο, καὶ παρηκολούθουν ὑπὸ τῶν στρατιωτῶν τρεφόμενοι μέχρι Φιλίππων, ἐκεῖ δ’ἡμέρᾳ μιᾷ πρὸ τῆς μάχης ᾤχοντο ἀποπτάμενοι.
38.1τὰ μὲν οὖν πλεῖστα τῶν ἐν ποσὶν ἐθνῶν ἐτύγχανεν ὁ Βροῦτος ὑπήκοα πεποιημένος. εἰ δέ τις ἢ πόλις ἢ δυνάστης παρεῖτο, τότε πάντας προσαγόμενοι μέχρι τῆς κατὰ Θάσον θαλάσσης προῆλθον. ἐκεῖ δὲ τῶν περὶ Νορβανὸν ἐν τοῖς Στενοῖς λεγομένοις καὶ περὶ τὸ Σύμβολον στρατοπεδευόντων, περιελθόντες αὐτοὺς ἠνάγκασαν ἀποστῆναι καὶ προέσθαι τὰ χωρία, μικροῦ δὲ καὶ τὴν δύναμιν αὐτῶν λαβεῖν ἐδέησαν, ὑπολειπομένου διὰ νόσον Καίσαρος, εἰ μὴ προσεβοήθησεν Ἀντώνιος ὀξύτητι θαυμαστῇ χρησάμενος, ὥστ’ἀπιστεῖν τοὺς περὶ Βροῦτον.
38.2ἦλθε δὲ Καῖσαρ ὕστερον ἡμέραις δέκα, καὶ κατεστρατοπέδευσεν ἐναντίον Βρούτου, Κασσίου δὲ Ἀντώνιος.
38.3τὰ δ’ἐν μέσῳ τῶν στρατοπέδων πεδία Ῥωμαῖοι κάμπους Φιλίππους καλοῦσι · καὶ μέγισται τότε Ῥωμαίων δυνάμεις ἀλλήλαις συνεφέροντο. πλήθει μὲν οὖν οὐ παρ’ὀλίγον ἐλείποντο τῶν περὶ Καίσαρα, κόσμῳ δ’ὅπλων καὶ λαμπρότητι θαυμαστὸν ἐξεφάνη τὸ Βρούτου στράτευμα, χρυσὸς γὰρ ἦν αὐτοῖς τὰ πλεῖστα τῶν ὅπλων καὶ ἄργυρος ἀφειδῶς καταχορηγηθείς, καίπερ εἰς τα- τἆλλα τοῦ Βρούτου σώφρονι διαίτῃ καὶ κεκολασμένῃ χρῆσθαι τοὺς ἡγεμόνας ἐθίζοντος.
38.4τὸν δ’ἐν χερσὶ καὶ περὶ τὸ σῶμα πλοῦτον ᾤετό τι καὶ φρονήματος παρέχειν τοῖς φιλοτιμοτέροις, τοὺς δὲ φιλοκερδεῖς καὶ μαχιμωτέρους ποιεῖν, ὥσπερ κτημάτων τῶν ὅπλων περιεχομένους.
39.1οἱ μὲν οὖν περὶ Καίσαρα καθαρμὸν ἐν τῷ χάρακι ποιησάμενοι, μικρόν τι σίτου καί δραχμὰς κατ’ἄνδρα πέντε διένειμαν εἷς θυσίαν, οἱ δὲ περὶ Βροῦτον καταγνόντες αὐτῶν τῆς ἀπορίας ἢ μικρολογίας, πρῶτον μὲν ἐν ὑπαίθρῳ τὸν στρατὸν, ὥσπερ ἔθος ἐστὶν, ἐκάθηραν, ἔπειθ’ἱερείων πλήθη κατὰ λόχους καί δραχμὰς ἑκάστῳ πεντήκοντα διαδόντες, εὐνοίᾳ καί προθυμίᾳ τῆς δυνά μεως πλέον εἶχον.
39.2οὐ μὴν ἀλλὰ σημεῖον ἐν τῷ καθαρμῷ μοχθηρὸν ἔδοξε Κασσίῳ γενέσθαι, τὸν γὰρ στέφανον αὐτῷ κατεστραμμένον ὁ ῥαβδοῦχος προσήνεγκε. λέγεται δὲ καί πρότερον ἐν θέᾳ τινὶ καί πομπῇ χρυσῆν Κασσίου Νίκην διαφερομένην πεσεῖν, ὀλισθόντος τοῦ φέροντος, ἔτι δ’ὄρνεάτε σαρκοφάγα πολλὰ καθ’ἡμέραν ἐπεφαίνετο τῷ στρατοπέδῳ, καί μελισσῶν ὤφθησαν ἑσμοὶ συνιστάμενοι περὶ τόπον τινὰ τοῦ χάρακος ἐντός, ὃν ἐξέκλεισαν οἱ μάντεις ἀφοσιούμενοι τὴν δεισιδαιμονίαν ἀτρέμα καί τόν Κάσσιον αὑτὸν ὑποφέρουσαν ἐκ τῶν Ἐπικούρου λόγων, τοὺς δὲ στρατιώτας παντάπασι δεδουλωμένην.
39.4ὅθεν οὐ δ’ἦν πρόθυμος διὰ μάχης ἐν τῷ παρόντι γενέσθαι τὴν κρίσιν, ἀλλὰ τρίβειν ἠξίου χρόνῳ τόν πόλεμον, ἐρρωμένους χρήμασιν, ὅπλων δὲ καί σωμάτων πλήθει λειπομένους. Βροῦτος δὲ καί πρότερον ἔσπευδε τῷ ταχίστῳ τῶν κινδύνων διακριθεὶς ἢ τῇ πατρίδι τὴν ἐλευθερίαν ἀναλαβεῖν ἢ πάντας ἀνθρώπους ἐνοχλουμένους δαπάναις καί στρατείαις καί προστάγμασιν ἀπαλλάξαι κακῶν, καί τότε τοὺς περὶ αὑτὸν ἱππεῖς ὁρῶν ἐν τοῖς προάγωσι καί ταῖς ἁψιμαχίαις εὐημεροῦντας καί κρατοῦντας ἐξῆρτο τὸ φρόνημα ·
39.5καί τινες αὐτομολίαι γενόμεναι πρὸς τοὺς πολεμίους καί διαβολαὶ καθ’ἑτέρων καί ὑπόνοιαι πολλοὺς τῶν Κασσίου φίλων μετέστησαν ἐν τῷ συνεδρίῳ πρὸς Βροῦτον.
39.6εἷς δὲ τῶν Βρούτου φίλων Ἀτίλλιος ἠναντιοῦτο, τόν γε χειμῶνα περιμεῖναι κελεύων. ἐρομένου δὲ τοῦ Βρούτου τινὶ βελτίων ἔσεσθαι νομίζει μετ’ἐνιαυτόν,” εἰ μηδὲν, “εἶπεν,” ἄλλο, πλείω βιώσομαι χρόνον “. πρὸς τοῦτο Κάσσιος ἐδυσχέρανε, καί τοῖς ἄλλοις προσέκρουσεν οὐ μετρίως ὁ Ἀτίλλιος. ἐδέδοκτο δὴ μάχεσθαι τῇ ὑστεραίᾳ.
40.1καὶ Βροῦτος μὲν ἐν ἐλπίσι καλαῖς καὶ λογισμοῖς φιλοσόφοις γενόμενος παρὰ τὸ δεῖπνον ἀνεπαύετο · Κάσσιον δὲ Μεσσάλας φησὶ δειπνεῖντε καθ’ἑαυτόν ὀλίγους τῶν συνήθων παραλαβόντα, καὶ σύννουν ὁρᾶσθαι καὶ σιωπηλόν, οὐ φύσει τοιοῦτον ὄντα · παυσαμένου δὲ τοῦ δείπνου λαβόμενον τῆς χειρὸς αὐτοῦ σφόδρα τοσοῦτον εἰπεῖν, ὥσπερ εἰώθει φιλοφρονούμενος, Ἑλληνικῇ φωνῇ ·
40.2” μαρτύρομαί σε, Μεσσάλα, τα- ταὐτὰ Πομπηΐῳ Μάγνῳ πάσχειν, ἀναγκαζόμενος διὰ μιᾶς μάχης ἀναρρῖψαι τὸν περὶ τῆς πατρίδος κύβον. ἀγαθὴν μέντοι ψυχὴν ἔχωμεν εἰς τὴν Τύχην ἀφορῶντες, κα- κἂν βουλευσώμεθα κακῶς, ἀπιστεῖν οὐ δίκαιον “. ταῦτα εἰπόντα φησὶν ό Μεσσάλας τελευταῖα πρὸς αὐτὸν ἀσπάσασθαι τὸν Κάσσιον εἶναι δὲ κεκλημένος εἰς τὴν ὑστεραίαν ἐπὶ δεῖπνον ὑπ’αὐτοῦ γενέθλιον οὖσαν.
40.3ἅμα δ’ἡμέρᾳ προὔκειτο μὲν τῷ Βρούτου χάρακι καὶ τῷ Κασσίου σύμβολον ἀγῶνος φοινικοῦς χιτών, αὐτοὶ δὲ συνῆλθον εἰς τὸ μέσον τῶν στρατοπέδων καὶ λέγει Κάσσιος · ” εἴη μὲν, ὦ Βροῦτε, νικᾶν καὶ συνεῖναι τὸν πάντα χρόνον ἀλλήλοις εὖ πράξαντας · ἐπεὶ δὲ τὰ μέγιστα τῶν ἀνθρωπίνων ἀδηλότατα, καὶ τῆς μάχης παρὰ γνώμην κριθείσης οὐ ῥᾴδιον αὖθις ἀλλήλους ἰδεῖν, τί γινώσκεις περὶ φυγῆς καὶ τελευτῆς “;
40.4καὶ ὁ Βροῦτος ἀπεκρίνατο · ” νέος ὢν ἐγὼ, Κάσσιε, καὶ πραγμάτων ἄπειρος, οὐκ οἶδ’ὅπως ἐν φιλοσοφίᾳ λόγον ἀφῆκα μέγαν. ᾐτιασάμην Κάτωνα διαχρησάμενον ἑαυτόν, ὡς οὐχ ὅσιον οὐ δ’ἀνδρὸς ἔργον ὑποχωρεῖν τῷ δαίμονι καὶ μὴ δέχεσθαι τὸ συμπῖπτον ἀδεῶς, ἀλλ’ἀποδιδράσκειν ·
40.5νυνὶ δ’ἀλλοῖος ἐν ταῖς τύχαις γίνομαι · καὶ θεοῦ καλῶς τὰ παρόντα μὴ βραβεύσαντος οὐ δέομαι πάλιν ἄλλας ἐλπίδας ἐξελέγχειν καὶ παρασκευάς, ἀλλ’ἀπαλλάξομαι τὴν Τύχην ἐπαινῶν · Μαρτίαις εἰδοῖς δοὺς τῇ πατρίδι τὸν ἐμαυτοῦ βίον ἄλλον ἔζησα δι’ἐκείνην ἐλεύθερον καὶ ἔνδοξον “. ἐπὶ τούτοις Κάσσιος ἐμειδίασε καὶ τὸν Βροῦτον ἀσπασάμενος,” ταῦτα, “ἔφη,” φρονοῦντες ἴωμεν ἐπὶ τοὺς πολεμίους, ἢ γὰρ νικήσομεν ἢ νικῶντας οὐ φοβηθησόμεθα “.
40.6μετὰ ταῦτα περὶ τάξεως αὐτοῖς λόγος ἐγένετο τῶν φίλων παρόντων, καὶ Βροῦτος ᾐτεῖτο Κάσσιον αὐτὸς ἡγεῖσθαι τοῦ δεξιοῦ κέρατος, ὃ δι’ἐμπειρίαν καὶ ἡλικίαν μᾶλλον ᾤοντο Κασσίῳ προσήκειν. οὐ μὴν ἀλλὰ καὶ τοῦτο Κάσσιος ἔδωκε, καὶ τῶν ταγμάτων τὸ μαχιμώτατον ἔχοντα Μεσσάλαν ἐκέλευσεν ἐπὶ τοῦ δεξιοῦ καταστῆναι. καὶ Βροῦτος εὐθὺς ἐξῆγε τοὺς ἱππεῖς κεκοσμημένους διαπρεπῶς, καὶ τὸ πεζὸν οὐ σχολαίτερον παρενέβαλλεν.
41.1ἔτυχον δ’οἱ περὶ Ἀντώνιον ἀπὸ τῶν ἑλῶν, οἷς περιεστρατοπέδευον, ἐμβάλλοντες τάφρους εἰς τὸ πεδίον καὶ τὰς ἐπὶ θάλασσαν ὁδοὺς τοῦ Κασσίου περικόπτοντες. ἐφήδρευε δὲ Καῖσαρ, οὐ παρὼν αὐτὸς δι’ἀσθένειαν, ἀλλ’ἡ δύναμις, οὐ πάνυ μαχεῖσθαι προσδοκῶσα τοὺς πολεμίους, ἀλλὰ μόνον ἐκδρομαῖς χρῆσθαι πρὸς τὰ ἔργα καὶ βέλεσιν ἐλαφροῖς καὶ θορύβοις τοὺς ὀρύσσοντας ἐπιταράσσειν ·
41.2καὶ τοῖς ἀντιτεταγμένοις οὐ προσέχοντες ἐθαύμαζον τὴν περὶ τὰς τάφρους κραυγήν ἄσημον οὖσαν καὶ πολλὴν προσφερομένην. ἐν τούτῳ γραμματείωντε παρὰ Βρούτου τοῖς ἡγεμόσι φοιτώντων, ἐν οἷς ἦν τὸ σύνθημα γεγραμμένον, αὐτοῦτε παρεξιόντος ἵππῳ τὰ τάγματα καὶ παραθαρρύνοντος, ὀλίγοι μὲν ἔφθασαν ἀκοῦσαι τὸ σύνθημα παρεγγυώμενον, οἱ δὲ πλεῖστοι μὴ προσμείναντες ὁρμῇ μιᾷ καὶ ἀλα λαγμῷ προσεφέροντο τοῖς πολεμίοις.
41.3γενομένης δὲ δι’ἀταξίαν ταύτην ἀνωμαλίας καὶ διασπασμοῦ τῶν ταγμάτων τὸ Μεσσάλα πρῶτον, εἶτα τὰ συνεζευγμένα παρήλλαττε τὸ Καίσαρος ἀριστερόν καὶ βραχέα τῶν ἐσχάτων θιγόντες καὶ καταβαλόντες οὐ πολλούς, ἀλλ’ὑπερκεράσαντες, ἐμπίπτουσιν εἰς τὸ στρατόπεδον.
41.4καὶ Καῖσαρ μέν, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν ἱστορεῖ, τῶν φίλων τινὸς Ἀρτωρίου Μάρκου καθ’ὕπνον ἰδόντος ὄψιν κελεύουσαν ἐκστῆναι Καίσαρα καὶ μετελθεῖν ἐκ τοῦ χάρακος, ἔφθασε μικρὸν ὑπεκκομισθεὶς ἔδοξέτε τεθνάναι. τὸ γὰρ φορεῖον κενὸν ἀκοντίοις καὶ ὑσσοῖς βάλλοντες διήλασαν. ἦν δὲ φόνος ἐν τῷ στρατοπέδῳ τῶν ἁλισκομένων, καὶ δισχίλιοι Λακεδαιμονίων ἥκοντες ἐπίκουροι νεωστὶ συγκατεκόπησαν.
42.1οἱ δὲ μὴ κυκλωσάμενοι τοὺς Καίσαρος, ἀλλὰ συμπεσόντες, ῥᾳδίως μὲν ἀπετρέψαντο τεταραγμένους, καὶ διέφθειραν ἐν χερσὶν τρία τάγματα, καὶ συνεισέπεσον εἰς τὸ στρατόπεδον τοῖς φεύγουσιν ὑπὸ ῥύμης τοῦ κρατεῖν συνενεχθέντες, μεθ’ἑαυτῶν ἔχοντες τὸν Βροῦτον ὃ δ’οὐ συνεῖδον οἱ νικῶντες ἐδείκνυε τοῖς ἡττημένοις ὁ καιρός.
42.2εἰς γὰρ τὰ γυμνὰ καὶ παραρρηγνύμενα τῆς ἐναντίας φάλαγγος, ᾗ τὸ δεξιὸν ἀπεσπάσθη πρὸς τὴν δίωξιν, ὠσάμενοι τὸ μὲν μέσον οὐκ ἐξέωσαν, ἀλλ’ἀγῶνι μεγάλῳ συνείχοντο, τὸ δ’εὐώνυμον ἀταξίᾳ καὶ ἀγνοίᾳ τῶν γενομένων ἐτρέψαντο καὶ καταδιώξαντες εἰς τὸν χάρακα διεπόρθουν οὐδετέρου τῶν αὐτοκρατόρων παρόντος.
42.3Ἀντώνιόςτε γὰρ, ὥς φασιν, ἐκκλίνας ἐν ἀρχῇ τὴν ἔφοδον εἰς τὸ ἕλος ἀνεχώρησε, καὶ Καῖσαρ οὐδαμοῦ φανερὸς ἦν ἐκπεσὼν τοῦ χάρακος, ἀλλὰ Βρούτῳ τινὲς ὡς ἀνῃρηκότες αὐτὸν ἐπεδείκνυον ᾑμαγμένα τὰ ξίφη, φράζοντες ἰδέαν ἣν εἶχε καὶ ἡλικίαν. ἤδη δὲ τὸ μέσον ἐξεώκει φόνῳ πολλῷ τοὺς ἀντιτεταγμένους, καὶ παντελῶς ἐδόκει κρατεῖν ὁ Βροῦτος, ὥσπερ ὁ Κάσσιος κρατεῖσθαι.
42.4καὶ τοῦτο μόνον αὐτῶν διέφθειρε τὰ πράγματα, τοῦ μὲν ὡς νικῶντι Κασσίῳ μὴ βοηθήσαντος, τοῦ δὲ Βροῦτον ὡς ἀπολωλότα μὴ περιμείναντος · ἐπεὶ τῆς γε νίκης ὅρον ὃ Μεσσάλας τίθεται τὸ τρεῖς ἀετοὺς καὶ πολλὰ σημεῖα λαβεῖν τῶν πολεμίων, ἐκείνους δὲ μηδέν. ἀναχωρῶν δ’ὁ Βροῦτος ἤδη διαπεπορθημένων τῶν Καίσαρος ἐθαύμασε τὸ Κασσίου στρατήγιον οὐχ ὁρῶν ὑψηλὸν, ὥσπερ εἰώθει, περιφαινόμενον, οὐ δὲ τα- τἆλλα κατὰ χώραν · ἐρήριπτο γὰρ εὐθὺς τὰ πλεῖστα καὶ κατέσπαστο τῶν πολεμίων ἐμπεσόντων.
42.5ἀλλ’οἱ δοκοῦντες ὀξύτερον βλέπειν τῶν ἑταίρων ἔφραζον αὐτῷ πολλὰ μὲν ὁρᾶν κράνη λάμποντα, πολλοὺς δὲ ἀργυροῦς θυρεοὺς ἐν τῷ χάρακι τοῦ Κασσίου διαφερομένους · οὔκουν δοκεῖν αὐτοῖς οὔτ’ἀριθμὸν οὔθ’ὁπλισμὸν εἶναι τῶν ἀπολελειμμένων φυλάκων οὐ μὴν οὐ δὲ πλῆθος ἐπέκεινα φαίνεσθαι νεκρῶν ὅσον εἰκὸς ἦν νενικημένων κατὰ κράτος ταγμάτων τοσούτων, ταῦτα πρῶτον ἔννοιαν καρέστησε τῷ Βρούτῳ τοῦ συμπτώματος ·
42.6καὶ καταλιπὼν φρουρὰν ἐν τῷ στρατοπέδῳ τῶν πολεμίων ἀνεκαλεῖτο τοὺς διώκοντας καὶ συνῆγεν ὡς Κασσίῳ βοηθήσων.
43.1ἐπέπρακτο δ’οὕτω τὰ κατ’αὐτόν, οὔτε τὴν πρώτην ἐκδρομὴν τῶν περὶ Βροῦτον ἡδέως εἶδεν ἄνευ συνθήματος καὶ προστάγματος γενομένην, οὔθ’ὅτε κρατοῦντες εὐθὺς ὥρμησαν ἐφ’ἁρπαγὴν καὶ ὠφέλειαν, τοῦ περιϊέναι καὶ κυκλοῦσθαι τοὺς πολεμίους ἀμελήσαντες, ἤρεσκεν αὐτῷ τὰ πραττόμενα.
43.2μελλήσει δέ τινι καὶ διατριβῇ μᾶλλον ἢ προθυμίᾳ καὶ λογισμῷ στρατηγῶν ὑπὸ τοῦ δεξιοῦ τῶν πολεμίων περιελαμβάνετο · καὶ τῶν ἱππέων εὐθὺς ἀπορραγέντων φυγῇ πρὸς τὴν θάλασσαν ὁρῶν καὶ τοὺς πεζοὺς ἐνδιδόντας ἐπειρᾶτο κατέχειν καὶ παρακαλεῖν. ἑνὸς δὲ σημειοφόρου φεύγοντος ἀφαρπάσας τὸ σημεῖον ἔπηξε πρὸ τῶν ποδῶν, μη δὲ τῶν περὶ τὸ σῶμα τεταγμένων αὑτοῦ προθύμως ἔτι συμμενόντων.
43.3οὕτω δὴ βιασθεὶς ἀνεχώρησε μετ’ὀλίγων ἐπὶ λόφον ἔχοντα πρὸς τὸ πεδίον σκοπάς. ἀλλ’αὐτὸς μὲν οὐδὲν κατεῖδεν ἢ μόλις τὸν χάρακα πορθούμενον, ἦν γὰρ ἀσθενὴς τὴν ὄψιν, οἱ δὲ περὶ αὐτὸν ἱππεῖς ἑώρων πολλοὺς προσελαύνοντας, οὓς ὁ Βροῦτος ἔπεμψεν. εἴκασε δ’ὁ Κάσσιος πολεμίους εἶναι καὶ διώκειν ἐπ’αὐτόν. ὅμως δὲ τῶν παρόντων ἕνα Τιτίνιον ἀπέστειλε κατοψόμενον.
43.4οὗτος οὐκ ἔλαθε τοὺς ἱππέας προσιών, ἀλλ’, ὡς εἶδον ἄνδρα φίλον καὶ Κασσίῳ πιστόν, ἀλαλάξαντες ὑφ’ἡδονῆς οἱ μὲν συνήθεις ἠσπάζοντότε καὶ ἐδεξιοῦντο καταπηδῶντες ἀπὸ τῶν ἵππων, οἱ δ’ἄλλοι περὶ αὐτὸν ἐν κύκλῳ περιελαύνοντες ἅμα παιᾶνι καὶ πατάγῳ διὰ χαρᾶς ἀμετρίαν τὸ μέγιστον ἀπειργάσαντο κακόν.
43.5ἔδοξε γὰρ ὁ Κάσσιος ἀληθῶς ὑπὸ τῶν πολεμίων ἔχεσθαι τὸν Τιτίνιον, καὶ τοῦτο δὴ φήσας,” φιλοψυχοῦντες ἀνεμείναμεν ἄνδρα φίλον ἁρπαζόμενον ὑπὸ τῶν πολεμίων ἰδεῖν, “ἀπεχώρησεν εἴς τινα σκηνὴν ἔρημον, ἕνα τῶν ἀπελευθέρων ἐφελκυσάμενος, Πίνδαρον, ὃν ἐκ τῶν κατὰ Κράσσον ἀτυχημάτων ἐπὶ ταύτην εἶχε τὴν ἀνάγκην ὑφ’αὑτοῦ παρεσκευασμένον.
43.6ἀλλὰ Πάρθους μὲν διέφυγε, τότε δὲ τὰς χλαμύδας ἐπὶ τὴν κεφαλὴν ἀναγαγὼν καὶ γυμνώσας τὸν τράχηλον ἀποκόψαι παρέσχεν. εὑρέθη γὰρ ἡ κεφαλὴ δίχα τοῦ σώματος, τὸν δὲ Πίνδαρον οὐδεὶς εἶδεν ἀνθρώπων μετὰ τὸν φόνον, ἐξ οὗ καὶ παρέσχεν ἐνίοις δόξαν ἀνελεῖν τὸν ἄνδρα μὴ κελευσθείς.
43.7ὀλίγῳ δ’ὕστερον οἵθ’ἱππεῖς ἐγένοντο φανεροί, καὶ Τιτίνιος ἐστεφανωμένος ὑπ’αὐτῶν ἀνῄει πρὸς Κάσσιον. ὡς δὲ κλαυθμῷ καὶ βοῇ τῶν φίλων ὀδυρομένων καὶ δυσφορούντων ἔγνω τὸ πάθος τοῦ στρατηγοῦ καὶ τὴν ἄγνοιαν, ἐσπάσατο τὸ ξίφος καὶ πολλὰ κακίσας τῆς βραδυτῆτος ἑαυτὸν ἀπέσφαξε.
44.1Βροῦτος δὲ τὴν μὲν ἧτταν ἐγνωκὼς τοῦ Κασσίου προσήλαυνε, τὸν δὲ θάνατον ἐγγὺς ἤδη τοῦ χάρακος ἤκουσε. καὶ τὸ μὲν σῶμα περικλαύσας, καὶ προσαγορεύσας ἔσχατον ἄνδρα Ῥωμαίων τὸν Κάσσιον, ὡς οὐκέτι τῇ πόλει τηλικούτου φρονήματος ἐγγενέσθαι δυναμένου, περιέστειλε καὶ ἀπέπεμψεν εἰς Θάσον, ὡς μὴ σύγχυσιν αὐτόθι παράσχοι κηδευόμενον.
44.2αὐτὸς δὲ τοὺς στρατιώτας συναγαγὼν παρεμυθήσατο · καὶ πάντων ὁρῶν ἀπεστερημένους τῶν ἀναγκαίων ὑπέσχετο κατ’ἄνδρα δισχιλίας δραχμὰς ἀντὶ τῶν ἀπολωλότων. οἱ δὲ πρόςτε τοὺς λόγους ἀνεθάρρησαν αὐτοῦ καὶ τῆς δωρεᾶς ἐθαύμασαν τὸ μέγεθος · καὶ μετὰ βοῆς προὔπεμψαν ἀπιόντα, μεγαλύνοντες ὡς μόνον ἀήττητον ἐν τῇ μάχῃ τῶν τεσσάρων αὐτοκρατόρων γεγενημένον.
44.3ἐμαρτύρει δὲ τὸ ἔργον ὅτι τῇ μάχῃ περιέσεσθαι καλῶς ἐπίστευεν · ὀλίγοις γὰρ τάγμασιν ἅπαντας ἐτρέψατο τοὺς ἀντιστάντας. εἰ δὲ πᾶσιν ἐχρήσατο πρός τὴν μάχην καὶ μὴ παρελθόντες οἱ πλεῖστοι τοὺς πολεμίους ἐπὶ τὰ τῶν πολεμίων ὥρμησαν, οὐδὲν ἂν ἐδόκει μέρος αὐτῶν ἀπολιπεῖν ἀήττητον.
45.1ἔπεσον δὲ τούτων μὲν ὀκτακισχίλιοι σὺν τοῖς στρατευομένοις οἰκέταις, οὓς Βρίγας ὁ Βροῦτος ὠνόμαζε · τῶν δ’ἐναντίων Μεσσάλας φησὶν οἴεσθαι πλείους ἢ διπλασίους, διὸ καὶ μᾶλλον ἠθύμουν ἐκεῖνοι πρὶν ἢ Κασσίου θεράπων ὄνομα Δημήτριος ἀφίκετο πρὸς Ἀντώνιον ἑσπέρας, εὐθὺς ἀπὸ τοῦ νεκροῦ τὰς χλαμύδας λαβὼν καὶ τὸ ξίφος.
45.2ὦν κομισθέντων οὕτως ἐθάρρησαν ὥστε ἅμ’ἡμέρᾳ προάγειν ὡπλισμένην ἐπὶ μάχῃ τὴν δύναμιν. Βρούτῳ δὲ τῶν στρατοπέδων ἑκατέρου σαλεύοντος ἐπισφαλῶς τὸ μὲν γὰρ αὐτοῦ καταπεπλησμένον αἰχμαλώτων ἐδεῖτο φυλακῆς ἀκριβοῦς, τὸ δὲ Κασσίου τὴν μεταβολὴν τοῦ ἄρχοντος οὐ ῥᾳδίως ἔφερεν, ἀλλὰ καὶ φθόνου τι καὶ μίσους ἡττημένοις ἐνῆν αὐτοῖς πρὸς τὸ νενικηκός, ὁπλίσαι μὲν ἔδοξε τὸ στράτευμα, μάχης δ’ἀπέσχετο.
45.3τῶν δ’αἰχμαλώτων τὸ μὲν δουλικὸν πλῆθος ἐνειλούμενον ὑπόπτως τοῖς ὅπλοις ἐκέλευσεν ἀναιρεθῆναι, τῶν δ’ἐλευθέρων τοὺς μὲν ἀπέλυε φάσκων ὑπὸ τῶν πολεμίων μᾶλλον ἡλωκέναι αὐτοὺς καὶ παρ’ἐκείνοις αἰχμαλώτους εἶναι καὶ δούλους, παρ’αὑτῷ δ’ἐλευθέρους καὶ πολίτας · ὡς δὲ τοὺς φίλους ἑώρα καὶ τοὺς ἡγεμόνας ἀδιαλλάκτως ἔχοντας, ἀποκρύπτων καὶ συνεκπέμπων ἔσῳζεν.
45.4ἦν δέ τις Βολούμνιος μῖμος καὶ Σακουλίων γελωτοποιὸς ἡλωκότες, οὓς ἐν οὐδενὶ λόγῳ τιθεμένου τοῦ Βρούτου προσάγοντες οἱ φίλοι κατηγόρουν ὡς οὐ δὲ νῦν τοῦ λέγειν καὶ σκώπτειν πρὸς ὕβριν αὐτῶν ἀπεχομένους. ἐπεὶ δὲ Βροῦτος μὲν ἐσίγα πρὸς ἑτέραις ὢν φροντίσι, Μεσσάλας δὲ Κορβῖνος ἐδικαίου πληγαῖς κολασθέντας ἐπὶ σκηνῆς γυμνοὺς ἀποδοθῆναι τοῖς στρατηγοῖς τῶν πολεμίων, ὅπως εἰδῶσιν οἵων δέονται στρατευόμενοι συμποτῶν καὶ συνήθων, ἔνιοι μὲν τῶν παρόντων ἐγέλασαν, Πόπλιος δὲ Κάσκας, ὁ πρῶτος Καίσαρα πατάξας,” οὐ καλῶς, “ἔφη,” τεθνηκότι Κασσίῳ παίζοντες καὶ γελωτοποιοῦντες ἐναγίζομεν σὺ δέ, “εἶπεν,” ὦ Βροῦτε, δείξεις ὅπως ἔχεις μνήμης πρὸς τὸν στρατηγόν ἢ κολάσας ἢ φυλάξας τοὺς χλευασομένους καὶ κακῶς ἐροῦντας αὐτόν “πρὸς τοῦτο Βροῦτος εὖ μάλα δυσχεράνας,” τί οὖν, “εἶπεν,” ἐμοῦ πυνθάνεσθε, Κάσκα, καὶ οὐ πράττετε τὸ δόξαν ὑμῖν “;
45.6ταύτην ἐκεῖνοι τὴν ἀπόκρισιν συγκατάθεσιν ποιησάμενοι κατὰ τῶν ἀθλίων ἀνθρώπων, διέφθειραν αὐτοὺς ἀπαγαγόντες.
46.1ἐκ τούτου τὴν δωρεὰν ἀπέδωκε τοῖς στρατιώταις, καὶ μικρὰ μεμψάμενος ἐπὶ τῷ τὸ σύνθημα μὴ λαβόντας ἄνευ παραγγέλματος ἀτακτότερον ἐναλέσθαι τοῖς πολεμίοις, ὑπέσχετο καλῶς ἀγωνισαμένοις δύο πόλεις εἰς ἁρπαγὴν καὶ ὠφέλειαν ἀνήσειν, Θεσσαλονίκην καὶ Λακεδαίμονα, τοῦτο τῷ Βρούτου βίῳ μόνον ἔνεστι τῶν ἐγκλημάτων ἀναπολόγητον, εἰ καὶ πολὺ τούτων δεινότερα νικητήρια τοῖς στρατευομένοις Ἀντώνιος καὶ Καῖσαρ ἐξέτισαν, ὀλίγου δεῖν πάσης Ἰταλίας τοὺς παλαιοὺς οἰκήτορας ἐξελάσαντες, ἵνα χώραν ἐκεῖνοι καὶ πόλεις τὰς μὴ προσηκούσας λάβωσιν.
46.3ἀλλὰ τούτοις μὲν ἄρχειν καὶ κρατεῖν ὑπέκειτο τοῦ πολέμου τέλος, Βρούτῳ δὲ διὰ δόξαν ἀρετῆς οὔτε νικᾶν οὔτε σῴζεσθαι συνεχωρεῖτο παρὰ τῶν πολλῶν ἢ μετὰ τοῦ καλοῦ καὶ δικαίου, καὶ ταῦτα Κασσίου τεθνηκότος, ὃς αἰτίαν εἶχε καὶ Βροῦτον ἐνάγειν εἰς ἔνια τῶν βιαιοτέρων ·
46.4ἀλλ’ὥσπερ ἐν πλῷ πηδαλίου συντριβέντος ἕτερα ξύλα προσηλοῦν καὶ προσαρμόττειν ἐπιχειροῦσιν, οὐκ εὖ μέν, ἀναγκαῖα δὲ, μαχόμενοι πρὸς τὴν χρείαν, οὕτω Βροῦτος ἐν δυνάμει τοσαύτῃ καὶ μετεώροις πράγμασιν οὐκ ἔχων ἰσορροποῦντα στρατηγόν ἠναγκάζετο χρῆσθαι τοῖς παροῦσι καὶ πολλὰ πράσσειν καὶ λέγειν τῶν ἐκείνοις δοκούντων.
46.5ἐδόκει δ’ὅσα τοὺς Κασσίου στρατιώτας ᾤοντο βελτίους παρέξειν δυσμεταχείριστοι γὰρ ἦσαν, ἐν μὲν τῷ στρατοπέδῳ δι’ἀναρχίαν θρασυνόμενοι, πρὸς δὲ τοὺς πολεμίους διὰ τὴν ἧτταν ἀποδειλιῶντες.
47.1οὐδὲν δὲ βέλτιον εἶχε τὰ πράγματα τοῖς περὶ Καίσαρα καὶ Ἀντώνιον, ἀγορᾷτε χρωμένοις ἀναγκαῖα καὶ διὰ κοιλότητα τοῦ στρατοπέδου χειμῶνα μοχθηρὸν προσδοκῶσιν. εἱλούμενοι γὰρ πρὸς ἕλεσι καὶ μετὰ τὴν μάχην ὄμβρων φθινοπωρινῶν ἐπιγενομένων πηλοῦ κατεπίμπλαντο τὰς σκηνὰς καὶ ὕδατος παραχρῆμα πηγνυμένου διὰ ψῦχος, ἐν τούτῳ δ’οὖσιν αὐτοῖς ἧκεν ἀγγελία περὶ τῆς κατὰ.
47.2θάλατταν γενομένης ἀτυχίας περὶ τὴν στρατιάν. ἐξ Ἰταλίας γὰρ πολλὴν κομιζομένην παρὰ Καίσαρος αἱ Βρούτου νῆες ἐπιπεσοῦσαι διέφθειραν, ὧν ὀλίγοι παντάπασι τοὺς πολεμίους διαφυγόντες ὑπὸ λιμοῦ τῶν ἱστίων καὶ τῶν σχοινίων ἐσθίοντες διεγένοντο. ταῦτ’ἀκούσαντες ἔσπευδον διὰ μάχης κριθῆναι πρὶν αἰσθέσθαι τὸν Βροῦτον ὅσον αὐτῷ γέγονεν εὐτυχίας, καὶ γὰρ ἡμέρᾳ μιᾷ συνέβη τόντε κατὰ γῆν ἅμα καὶ τόν κατὰ θάλατταν ἀγῶνα κριθῆναι.
47.3τύχῃ δέ τινι μᾶλλον ἢ κακίᾳ τῶν ἐν ταῖς ναυσὶν ἡγεμόνων ἠγνόησε τὸ κατόρθωμα Βροῦτος ἡμερῶν εἴκοσι διαγενομένων. οὐ γὰρ ἂν εἰς δευτέραν μάχην προῆλθε, τὰ μὲν ἀναγκαῖα τῇ στρατιᾷ παρεσκευασμένος εἰς πολὺν χρόνον, ἐν καλῷ δὲ τῆς χώρας ἱδρυμένος, ὥστε καὶ χειμῶνος ἀπαθὲς καὶ πρὸς τοὺς πολεμίους δυσεκβίαστον ἔχειν τὸ στρατόπεδον, τῷ δὲ κρατεῖν βεβαίως τῆς θαλάττης καὶ νενικηκέναι πεζῇ τὸ καθ’αὑτὸν ἐπ’ἐλπίδων μεγάλων καὶ φρονήματος γεγονώς.
47.4ἀλλὰ τῶν πραγμάτων, ὡς ἔοικεν, οὐκέτι πολλοῖς ὄντων καθεκτῶν, ἀλλὰ μοναρχίας δεομένων, ὁ θεὸς, ἐξάγειν καὶ μεταστῆσαι τόν μόνον ἐμποδὼν ὄντα τῷ κρατεῖν δυναμένῳ βουλόμενος, ἀπέκοψε τὴν τύχην ἐκείνην, καίπερ ἐγγυτάτω τοῦ μὴ λαθεῖν τόν Βροῦτον ἀφικομένην, μέλλοντος γὰρ αὐτοῦ μάχεσθαι πρὸ μιᾶς ἡμέρας ὀψὲ Κλώδιός τις ἐκ τῶν πολεμίων αὐτόμολος ἧκεν, ἀγγέλλων ὅτι διεφθαρμένον ᾐσθημένοι τόν στόλον οἱ περὶ Καίσαρα σπεύδουσι διαγωνίσασθαι.
47.5ταῦτα λέγων ὁ ἄνθρωπος οὐκ εἶχε πίστιν οὐ δ’εἰς ὄψιν ἦλθε τῷ Βρούτῳ, καταφρονηθεὶς παντάπασιν ὡς μηδὲν ἀκηκοὼς ὑγιές ἢ τὰ ψευδῆ πρὸς χάριν ἀπαγγέλλων.
48.1ἐν ἐκείνῃ δὲ τῇ νυκτὶ πάλιν φασὶν εἰς ὄψιν ἐλθεῖν τὸ φάσμα τῷ Βρούτῳ, καὶ τὴν αὐτὴν ἐπιδειξάμενον ὄψιν οὐδὲν εἰπεῖν, ἀλλ’οἴχεσθαι. Πόπλιος δὲ Βολούμνιος, ἀνὴρ φιλόσοφος καὶ συνεστρατευμένος ἀπ’ἀρχῆς Βρούτῳ, τοῦτο μὲν οὐ λέγει τὸ σημεῖον, μελισσῶν δέ φησι τὸν πρῶτον ἀετὸν ἀνάπλεων γενέσθαι · καὶ τῶν ταξιάρχων τινὸς ἀπ’αὐτομάτου τὸν βραχίονα μύρον ῥόδινον ἐξανθεῖν, καὶ πολλάκις ἐξαλείφοντας καὶ ἀπομάττοντας μηδὲν περαίνειν.
48.2καὶ πρὸ τῆς μάχης αὐτῆς ἀετοὺς δύο συμπεσόντας ἀλλήλοις ἐν μεταιχμίῳ τῶν στρατοπέδων μάχεσθαι, καὶ σιγὴν ἄπιστον ἔχειν τὸ πεδίον θεωμένων ἁπάντων, εἶξαι δὲ καὶ φυγεῖν τὸν κατὰ Βροῦτον. ὁ δέ Αἰθίοψ περιβόητος γέγονεν ὁ τῆς πύλης ἀνοιχθείσης ἀπαντήσας τῷ φέροντι τὸν ἀετὸν καὶ κατακοπεὶς ταῖς μαχαίραις ὑπὸ τῶν στρατιωτῶν οἰωνισαμένων.
49.1προαγαγὼν δὲ τὴν φάλαγγα καὶ καταστήσας ἐναντίαν τοῖς πολεμίοις ἐπεῖχε πολὺν χρόνον · ὑποψίαι γὰρ αὐτῷ καὶ μηνύσεις κατά τινων προσέπιπτον ἐπισκοποῦντι τὸ στράτευμα · καὶ τοὺς ἱππέας ἑώρα μάχης ἄρχειν οὐ πάνυ προθύμους ὄντας, ἀλλ’ἀεὶ προσμένοντας τὸ τῶν πεζῶν ἔργον.
49.2εἶτ’ἐξαίφνης ἀνὴρ πολεμικὸς καὶ τετιμημένος ἐπ’ἀνδρείᾳ διαπρεπῶς παρὰ τὸν Βροῦτον αὑτὸν ἐξιππασάμενος μεταβάλλεται πρὸς τοὺς πολεμίους · Καμουλᾶτος δὲ ἐκαλεῖτο. τοῦτον ἰδὼν ὁ Βροῦτος ἤλγησεν ἰσχυρῶς · καὶ τὰ μὲν ὑπ’ὀργῆς, τὰ δὲ φόβῳ μείζονος μεταβολῆς καὶ προδοσίας εὐθὺς ἐπὶ τοὺς ἐναντίους ἦγεν, εἰς ὥραν ἐνάτην τοῦ ἡλίου καταφερομένου.
49.3καὶ τῷ μὲν καθ’αὑτὸν ἐκράτησε μέρει καὶ προῆλθεν ὑποχωροῦντι τῷ ἀριστερῷ τῶν πολεμίων ἐγκείμενος · καὶ συνεπέρρωσαν οἱ ἱππεῖς ἅμα τοῖς πεζοῖς ἐμβαλόντες τεταραγμένοις · τὸ δ’ἕτερον κέρας, ὡς μὴ κυκλωθείη, τῶν ἡγεμόνων ἀντιπαρεξαγόντων, πλήθει δὲ λειπομένων, διεσπᾶτο μέσον καὶ γιγνόμενον ἀσθενὲς οὐκ ἀντεῖχε τοῖς ἐναντίοις, ἀλλ’ἔφυγε πρῶτον, οἱ δὲ τοῦτο διακόψαντες εὐθὺς ἐκυκλοῦντο τὸν Βροῦτον, αὑτὸν μὲν ὅσα καὶ στρατηγικῆς καὶ στρατιωτικῆς ἀρετῆς ἔργα καὶ χειρὶ καὶ γνώμῃ παρὰ τὰ δεινὰ πρὸς τὸ νικᾶν ἀποδεικνύμενον, ᾧ δὲ πλέον ἔσχε τῇ προτέρᾳ μάχῃ, τούτῳ βλαπτόμενον.
49.4τῶν μὲν γὰρ πολεμίων τὸ νικηθὲν εὐθὺς ἀπολώλει τότε · τῶν δὲ Κασσίου τραπέντων ὀλίγοι διεφθάρησαν, οἱ δὲ σῳζόμενοι τῷ προηττῆσθαι περιδεεῖς ὄντες ἀνέπλησαν ἀθυμίας καὶ ταραχῆς τὸ πλεῖστον τοῦ στρατεύματος, ἐνταῦθα καὶ Μᾶρκος ὁ Κάτωνος υἱός ἐν τοῖς ἀρίστοις καὶ γενναιοτάτοις;
49.5τῶν νέων μαχόμενος καὶ καταπονούμενος οὐκ ἔφυγεν οὐ δ’εἶξεν, ἀλλὰ χρώμενόςτε τῇ χειρὶ καὶ φράζων ὅστις εἴη, καὶ πατρόθεν ὀνομάζων, ἔπεσεν ἐπὶ πολλοῖς νεκροῖς τῶν πολεμίων, ἔπιπτον δὲ καὶ τῶν ἄλλων οἱ κράτιστοι τοῦ Βρούτου προκινδυνεύοντες.
50.1ἦν δέ τις Λουκίλλιος, ἀνὴρ ἀγαθὸς, ἐν τοῖς ἑταίροις, οὗτος ὁρῶν βαρβάρους τινὰς ἱππέας ἐν τῇ διώξει τῶν μὲν ἄλλων οὐδένα ποιουμένους λόγον, ἐλαύνοντας δὲ ῥύδην ἐπὶ τὸν Βροῦτον, ἔγνω παρακινδυνεύσας ἐμποδὼν αὐτοῖς γενέσθαι. καὶ μικρὸν ὑπολειφθεὶς αὐτός ἔφη Βροῦτος εἶναι · καὶ πιθανὸς ἦν πρὸς Ἀντώνιον δεόμενος ἄγειν ἑαυτόν, ὡς Καίσαρα δεδοικώς, ἐκείνῳ δὲ θαρρῶν.
50.2οἱ δ’ἀσπασάμενοι τὸ εὕρημα καὶ τύχῃ τινὶ θαυμαστῇ κεχρῆσθαι νομίζοντες ἦγον τὸν ἄνδρα σκότους ἤδη, προπέμψαντες ἐξ αὑτῶν τινας ἀγγέλους παρὰ τὸν Ἀντώνιον. αὐτόςτε οὖν ἡσθεὶς ἀπήντα τοῖς ἄγουσι, καὶ τῶν ἄλλων οἱ πυνθανόμενοι ζῶντα Βροῦτον κομίζεσθαι συνετρόχαζον, οἱ μὲν ἐλεεινὸν ἡγούμενοι τῆς τύχης, οἱ δὲ τῆς δόξης ἀνάξιον, ἄγραν βαρβάρων ὑπὸ φιλοψυχίας γενόμενον.
50.3ἐπεὶ δ’ἐγγὺς ἦσαν, ὁ μὲν Ἀντώνιος ὑπέστη, διαπορῶν ὅπως χρὴ δέξασθαι τὸν Βροῦτον, ὁ δὲ Λουκίλλιος προσαχθεὶς μάλα τεθαρρηκώς” Μᾶρκον μὲν, “εἶπεν,” Ἀντώνιε, Βροῦτον οὐδεὶς ᾕρηκεν οὐ δ’ἂν ἕλοι πολέμιος · μὴ τοσοῦτον ἡ τύχῃ κρατήσειε τῆς ἀρετῆς, ἀλλ’ἐκεῖνος εὑρεθήσεται ζῶν ἤ που καὶ νεκρὸς ἀξίως κείμενος ἑαυτοῦ.
50.4ἐγὼ δὲ τοὺς σοὺς στρατιώτας παρακρουσάμενος ἥκω, παθεῖν οὐδὲν ἐπὶ τούτῳ τῶν ἀνηκέστων παραιτούμενος “. ταῦτ’εἰπόντος τοῦ Λουκιλλίου καὶ πάντων ἐκπλαγέντων Ἀντώνιος πρὸς τοὺς κομίσαντας αὐτὸν ἀποβλέψας,” ἦπου χαλεπῶς, “εἶπεν,” ὦ συστρατιῶται, φέρετε τῇ ἁμαρτίᾳ περιυβρίσθαι δοκοῦντες.
50.5ἀλλ’εὖ ἴστε κρείττονα τῆς ζητουμένης ἄγρας ᾑρηκότες. πολέμιον γὰρ ζητοῦντες ἥκετε φίλον ἡμῖν κομίζοντες · ὡς ἐγὼ Βρούτῳ μὲν οὐκ οἶδα μὰ τοὺς θεοὺς ὅ τι ἂν ἐχρησάμην ζῶντι · τοιούτων δ’ἀνδρῶν φίλων τυγχάνοιμι μᾶλλον ἢ πολεμίων “ταῦτ’εἰπὼν καὶ τὸν Λουκίλλιον ἀσπασάμενος τότε μὲν ἑνὶ τῶν φίλων συνέστησεν, ὕστερον δὲ χρώμενος εἰς πάντα πιστῷ καὶ βεβαίῳ διετέλεσε.
51.1Βροῦτος δὲ διαβάς τι ῥεῖθρον ὑλῶδες καὶ παράκρημνον ἤδη σκότους ὄντος οὐ πολὺ προῆλθεν, ἀλλ’ἐν τόπῳ κοίλῳ καὶ πέτραν ἔχοντι μεγάλην προκειμένην καθίσας, ὀλίγων περὶ αὐτὸν ἡγεμόνων καὶ φίλων ὄντων, πρῶτα μὲν ἀποβλέψας εἰς τὸν οὐρανὸν ἀστέρων ὄντα μεστόν ἀνεφθέγξατο δύο στίχους, ὧν τὸν ἕτερον Βολούμνιος ἀνέγραψε · ” Ζεῦ, μὴ λάθοι σε τῶνδ’ὃς αἴτιος κακῶν “· τοῦ δ’ἑτέρου φησὶν ἐπιλαθέσθαι.
51.2μετὰ δὲ μικρὸν τῶν ἐν τῇ μάχῃ πρὸ αὐτοῦ πεσόντων ἑταίρων ἕκαστον ὀνομάζων μάλιστα τῇ Φλαβίου μνήμῃ καὶ τῇ Λαβεῶνος ἐπεστέναξεν. ἦν δ’αὐτοῦ πρεσβευτὴς ὁ Λαβεών, ὁ δὲ Φλάβιος ἔπαρχος τῶν τεχνιτῶν, ἐν τούτῳ δέ τις αὐτόςτε διψήσας καὶ τὸν Βροῦτον ὁρῶν ὁμοίως ἔχοντα, λαβὼν κράνος ἐπὶ τὸν ποταμὸν κατέδραμε.
51.3ψόφου δὲ κατὰ τα- θάτερα προσπεσόντος Βολούμνιος προῆλθε κατοψόμενος, καὶ σὺν αὐτῷ Δάρδανος ὁ ὑπασπιστής, ἐπανελθόντες δὲ μετὰ μικρὸν ἠρώτησαν περὶ τοῦ πώματος, ἠθικῶς δὲ σφόδρα μειδιάσας ὁ Βροῦτος πρὸς τὸν Βολούμνιον” ἐκπέποται, “εἶπεν,” ἀλλ’ἕτερον ὑμῖν κομισθήσεται “πεμφθεὶς δ’ὁ αὐτός ἐκινδύνευσεν ὑπὸ τῶν πολεμίων ἁλῶναι καὶ μόλις ἐσώθη τετρωμένος.
51.4εἰκάζοντι δὲ αὐτῷ μὴ πολλοὺς ἐν τῇ μάχῃ τεθνάναι Στατύλλιος ὑπέστη διὰ τῶν πολεμίων ἐκπαισάμενος (ἄλλως γὰρ οὐκ ἦν) κατόψεσθαι τὸ στρατόπεδον, καὶ πυρσὸν ἄρας ἄνπερ εὕρῃ τα- τἀκεῖ σῳζόμενα, πάλιν ἀφίξεσθαι πρὸς αὐτόν, ὁ μὲν οὖν πυρσὸς ἤρθη τοῦ Στατυλλίου παρελθόντος εἰς τὸ στρατόπεδον, ὡς δ’οὐκ ἐπανῄει χρόνῳ πολλῷ Βροῦτος εἶπεν” ἂν ζῇ Στατύλλιος, ἀφίξεται “. συνέβη δ’αὐτὸν ἐπανερχόμενον ἐμπεσεῖν εἰς τοὺς πολεμίους καὶ διαφθαρῆναι.
52.1προϊούσης δὲ τῆς νυκτός ἀποκλίνας, ὡς ἔτυχε καθεζόμενος, πρὸς οἰκέτην ἑαυτοῦ Κλεῖτον ἐλάλει. σιωπῶντος δὲ τοῦ Κλείτου καὶ δακρύοντος, αὖθις ἐπισπασάμενος τὸν ὑπασπιστὴν Δάρδανον ἰδίᾳ τινὰς αὐτῷ προσέφερε λόγους. τέλος δὲ τὸν Βολούμνιον αὐτὸν Ἑλληνιστὶ τῶν λόγων καὶ τῆς ἀσκήσεως ὑπεμίμνῃσκε · καὶ παρεκάλει τῇ χειρὶ συνεφάψασθαι τοῦ ξίφους αὐτῷ καὶ συνεπερεῖσαι τὴν πληγήν.
52.2τοῦ δὲ Βολουμνίου διωσαμένου καὶ τῶν ἄλλων ὁμοίως ἐχόντων, εἰπόντος δέ τινος ὡς δεῖ μὴ μένειν, ἀλλὰ φεύγειν, ἐξαναστὰς,” πάνυ μὲν οὖν, “ἔφη,” φευκτέον · ἀλλ’οὐ διὰ τῶν ποδῶν, ἀλλὰ διὰ τῶν χειρῶν “. ἐμβολὼν δὲ τὴν δεξιὰν ἑκάστῳ μάλα φαιδρός ἥδεσθαι μὲν ἔφη μεγάλην ἡδονήν ὅτι τῶν φίλων αὐτὸν οὐδεὶς ἐψεύσατο, τῇ τύχῃ δ’ἐγκαλεῖν ὑπὲρ τῆς πατρίδος ·
52.3ἑαυτὸν δὲ τῶν νενικηκότων μακαριώτερον νομίζειν, οὐκ ἐχθὲς οὐ δὲ πρώην μόνον, ἀλλὰ καὶ νῦν, ἀπολείποντα δόξαν ἀρετῆς, ἣν οὔτε ὅπλοις οὔτε χρήμασιν ἀπολείψουσιν οἱ κεκρατηκότες, ὡς μὴ δοκεῖν ὅτι δικαίους ἄνδρας ἄδικοι καὶ κακοὶ χρηστοὺς ἀπολέσαντες οὐ προσηκόντως ἄρχουσι.
52.4δεηθεὶς δὲ καὶ παρακαλέσας σῴζειν ἑαυτούς ἀνεχώρησεν ἀπωτέρω μετὰ δυεῖν ἢ τριῶν, ἐν οἷς ἦν καὶ Στράτων ὁ ἀπὸ λόγων ῥητορικῶν γεγονὼς αὐτῷ συνήθης, καὶ τοῦτον ἔγγιστα παραστησάμενος ἑαυτῷ καὶ τὸ ξίφος γυμνὸν ἐπὶ τῆς λαβῆς τοῖς χερσὶν ἀμφοτέραις ἐρείσας καὶ περιπεσών ἐτελεύτησεν.
52.5οἱ δέ φασιν οὐκ αὐτὸν, ἀλλὰ τὸν Στράτωνα, πολλὰ πάνυ τοῦ Βρούτου δεηθέντος, ἀποστρέψαντα τὴν ὄψιν ὑποστῆσαι τὸ ξίφος · ἐκεῖνον δὲ ῥύμῃ προσβαλόντα τὸ στέρνον καὶ διώσαντα συντόμως ἀποθανεῖν.
53.1τοῦτον δὲ τὸν Στράτωνα Μεσσάλας ἑταῖρος ὢν Βρούτῳ Καίσαρι διαλλαγεὶς ἐπὶ σχολῆς ποτε προσήγαγε, καὶ δακρύσας εἶπεν · ” οὗτός ἐστιν, ὦ Καῖσαρ, ὁ ἀνήρ, ὁ τῷ ἐμῷ Βρούτῳ τὴν τελευταίαν ὑπουργήσας χάριν “. ἀποδεξάμενος οὖν ὁ Καῖσαρ ἔσχεν αὐτὸν ἔντε τοῖς πόνοις καὶ ἐν τοῖς περὶ Ἄκτιον ἀγῶσιν ἕνα τῶν περὶ αὐτὸν ἀγαθῶν γενομένων Ἑλλήνων, αὐτὸν δὲ τὸν Μεσσάλαν λέγουσιν ὕστερον ἐπαινούμενον ὑπὸ Καίσαρος ὅτι, καίπερ ἐν Φιλίπποις πολεμιώτατος αὐτοῖς γενόμενος διὰ Βροῦτον, ἐν Ἀκτίῳ προθυμότατον ἑαυτὸν παρέσχεν,” ἐγώ τοι, “φάναι,” ὦ Καῖσαρ, ἀεὶ τῆς βελτίονος καὶ δικαιοτέρας τιμῆς καὶ μερίδος ἐγενόμην “.
53.3τὸν δὲ Βροῦτον ὁ Ἀντώνιος ἀνευρὼν τεθνηκότα τὸ μὲν σῶμα τῇ πολυτελεστάτῃ τῶν ἑαυτοῦ φοινικίδων περιβαλεῖν ἐκέλευσεν, ὕστερον δὲ τὴν φοινικίδα κεκλεμμένην αἰσθόμενος ἀπέκτεινε τὸν ὑφελόμενον. τὰ δὲ λείψανα πρὸς τὴν μητέρα τοῦ Βρούτου Σερβιλίαν ἀπέπεμψε.
53.4Πορκίαν δὲ τὴν Βρούτου γυναῖκα Νικόλαος ὁ φιλόσοφος ἱστορεῖ καὶ Οὐαλέριος Μάξιμος βουλομένην ἀποθανεῖν, ὡς οὐδεὶς ἐπέτρεπε τῶν φίλων, ἀλλὰ προσέκειντο καὶ παρεφύλαττον, ἐκ τοῦ πυρὸς ἀναρπάσασαν ἄνθρακας καταπιεῖν καὶ τὸ στόμα συγκλείσασαν καὶ μύσασαν οὕτω διαφθαρῆναι.
53.5καίτοι φέρεταί τις ἐπιστολὴ Βρούτου πρὸς τοὺς φίλους ἐγκαλοῦντος αὐτοῖς καὶ ὀλοφυρομένου περὶ τῆς Πορκίας, ὡς ἀμεληθείσης ὑπ’αὐτῶν καὶ προελομένης διὰ νόσον καταλιπεῖν τὸν βίον. ἔοικεν οὖν ὁ Νικόλαος ἠγνοηκέναι τὸν χρόνον, ἐπεὶ τό γε πάθος καὶ τὸν ἔρωτα τῆς γυναικὸς καὶ τὸν τρόπον τῆς τελευτῆς ὑπονοῆσαι δίδωσι καὶ τὸ ἐπιστόλιον, εἴπερ ἄρα τῶν γνησίων ἐστίν.