Plutarch

Comparison of Demosthenes and Cicero

1

1.1ἅ μὲν οὖν ἀξια μνήμης τῶν περὶ Δημοσθένους καὶ Κικέρωνος ἱστορουμένων εἰς τὴν ἡμετέραν ἀφῖκται γνῶσιν, ταῦτ’ἐστίν, ἀφεικὼς δὲ τὸ συγκρίνειν τὴν ἐν τοῖς λόγοις ἕξιν αὐτῶν, ἐκεῖνό μοι δοκῶ μὴ παρήσειν ἄρρητον, ὅτι Δημοσθένην μὲν εἰς τὸ ῥητορικὸν ἐνέτεινε πᾶν ὅσον εἶχεν ἐκ φύσεως ἢ ἀσκήσεως λόγιον, ὑπερβαλλόμενος ἐνάργείᾳ μὲν καὶ δεινότητι τοὺς ἐπὶ τῶν ἀγώνων καὶ τῶν δικῶν συν συνεξεταζομένους, ὄγκῳ δὲ καὶ μεγαλοπρέπείᾳ τοὺς ἐπιδεικτικούς, ἀκριβείᾳ δὲ καὶ τέχνῃ τοὺς σοφιστάς ·

1.2Κικέρων δὲ καὶ πολυμαθὴς καὶ ποικίλος τῇ περὶ τοὺς λόγους σπουδῇ γενόμενος συντάξεις μὲν ἰδίας φιλοσόφους ἀπολέλοιπεν οὐκ ὀλίγας εἰς τὸν Ἀκαδημαϊκὸν τρόπον, οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν πρὸς τὰς δίκας καὶ τοὺς ἀγῶνας γραφομένων λόγων δῆλός ἐστιν ἐμπειρίαν τινὰ γραμμάτων παρεπιδείκνυσθαι βουλόμενος.

1.3ἔστι δὲ τις καὶ τοῦ ἤθους ἐν τοῖς λόγοις ἑκατέρου δίοψις. ὁ μὲν γὰρ Δημοσθενικὸς ἔξω παντὸς ὠραϊσμοῦ καὶ παιδιᾶς εἰς δεινότητα καὶ σπουδὴν συνηγμένος οὐκ ἐλλυχνίων ὄδωδεν, ὥσπερ ὁ Πυθέας ἔσκωπτεν, ἀλλ’ὐδροποσίας καὶ φροντίδων καὶ τῆς λεγομένης πικρίας τοῦ τρόπου καὶ στυγνότητος, Κικέρων δὲ πολλαχοὺ τῷ σκωπτικῷ πρὸς τὸ βωμολόχον ἐκφερόμενος καὶ πράγματα σπονδῆς ἄξια γέλωτι καὶ παίδιᾷ κατειρωνευόμενος ἐν ταῖς δίκαις εἰς τὸ χρειῶδες ἠφείδει τοῦ πρέποντος, ὥσπερ ἐν τῇ Καιλίου συνηγορίᾳ μηδὲν ἄτοπον ποιεῖν αὐτὸν ἐν τοσαύτῃ τρνφῇ καὶ πολυτελείᾳ ταῖς ἡδοναῖς χρώμενον ·

1.4τὸ γὰρ ὧν ἔξεστι μὴ μετέχειν, μανικὸν εἶναι, καὶ ταῦτα ἐν ἡδονῇ τὸ εὔδαιμον τῶν ἐπιφανεστάτων φιλοσόφων τιθεμένων.

1.5λέγεται δὲ Κάτωνος Ἠίουρήναν διώκοντος ὐπατεύων ἀπολογείσθαι καὶ πολλὰ διὰ τὸν Κάτωνα κωμωδεὶν τὴν Στωικὴν αἰρεσιν ἐπι ταὶς ἀτοπίαις τῶν παραδόξων λεγομένων δογμάτων γέλωτος δὲ λαμπροὺ κατιόντος ἐκ τῶν περιεστώτων προς τους δικαστάς, ἡσυχῆ διαμειδιάσας ὁ Κάτων προς τοὺς καθήμενους εἰπεὶν “ὠς γελοῖον, ὦ ἀνδρες, ἔχομεν ὕπατον”.

1.6δοκεῖ δὲ καὶ γέλωτος οἰκεῖος ὁ Κικέρων γεγονέναι καὶ φιλοσκώπτης, τότε πρόσωπον αὐτοῦ μειδίαμα καὶ γαλήνην παρεῖχε, τῷ δὲ Δημοσθένους ἀεί τις ἐπῆν σπουδή, καὶ τὸ πεφροντικὸς τούτο καὶ σύννουν οὐ ῥᾳδίως ἀπέλειπεν ὅθεν καὶ δύσκολον αὐτὸν οἱ ἐχθροὶ καὶ δύστροπον, ὡς αὐτός φησιν, ἀπεκάλουν.

2

2.1ἔτι τοίνυν ἐν τοῖς συγγράμμασι κατιδεῖν ἔστι τὸν μὲν ἐμμελῶς καὶ ἀνεπαχθῶς τῶν εἰς αὑτὸν ἀπτόμενον ἐγκωμίων, ὅτε τούτου δεήσαι πρὸς ἕτερόν τι μεῖζον, τἆλλα δ’εὐλαβῆ καὶ μέτριον · ἡ δὲ Κικέρωνος ἐν τοῖς λόγοις ἀμετρία τῆς περιαυτολογίας ἀκρασίαν τινὰ κατηγόρει πρὸς δόξαν, βοῶντος ὡς τὰ ὅπλα ἔδει τῇ τηβέννῳ καὶ τῇ γλώττῃ τὴν θριαμβικὴν ὑπείκειν δάφνην.

2.2τελευτῶν δ’οὐ τὰ ἔργα καὶ τὰς πράξεις μόνον, ἀλλὰ καὶ τοὺς λόγους ἐπαινεῖ τοὺς εἰρημένους ὑφ’αὑτοὺ καὶ γεγραμμένους, ὥσπερ Ἰσοκράτει καὶ Ἀναξιμένει τοῖς σοφισταῖς διαμειρακιευόμενος, οὐ τὸν Ῥωμαίων δῆμον ἄγειν ἀξιῶν καὶ ὀρθοῦν, “βριθύν, ὁπλιτοπάλαν, δάϊον ἀντιπάλοις”.

2.3ἰσχύειν μὲν γὰρ διὰ λόγου τὸν πολιτευόμενον ἀναγκαῖον, ἀγαπᾶν δ’ἀγεννὲς καὶ λιχνεύειν τὴν ἀπὸ τοῦ λόγου δόξαν. ὅθεν ἐμβριθέστερος ταύτῃ καὶ μεγαλοπρεπέστερος ὁ Δημοσθένης, τὴν μὲν αὑτοῦ δύναμιν ἐμπειρίαν τινὰ πολλῆς δεομένην τῆς παρὰ τῶν ἀκροωμένων εὐνοίας ἀποφαινόμενος, ἀνελευθέρους δὲ καὶ βαναύσους, ὥσπερ εἰσί, τοὺς ἐπὶ τούτῳ φυσωμένους ἡγούμενος,

3

3.1ἡ μὲν οὖν ἐν τῷ δημηγορεῖν καὶ πολιτεύεσθαι δύναμις ὁμαλῶς ἀμφοτέροις ὑπῆρξεν, ὥστε καὶ τοὺς τῶν ὅπλων καὶ στρατοπέδων κυρίους δεῖσθαι, Δημοσθένους μὲν Χάρητα καὶ Διοπείθην καὶ Λεωσθένην, Κικέρωνος δὲ Πομπήϊον καὶ Καίσαρα τὸν νέον, ὡς αὐτὸς ὁ Καῖσαρ ἐν τοῖς πρὸς Ἀγρίππαν καὶ Μαικήναν ὑπομνήμασιν εἴρηκεν.

3.2ὃ δὲ δοκεῖ μάλιστα καὶ λέγεται τρόπον ἀνδρὸς ἐπιδεικνύναι καὶ βασανίζειν, ἐξουσία καὶ ἀρχὴ πᾶν πάθος κινοῦσα καὶ πᾶσαν ἀποκαλύπτουσα κακίαν, Δημοσθένει μὲν οὐχ ὑπῆρξεν, οὐ δ’ἔδωκε τοιαύτην διάπειραν ἑαυτοῦ, μηδεμίαν ἀρχὴν τῶν ἐπιφανῶν ἄρξας, ὃς οὐ δὲ τῆς ὑφ’αὑτοῦ συντεταγμένης ἐπὶ Φίλιππον ἐστρατήγησε δυνάμεως ·

3.3Κικέρων δὲ ταμίας εἰς Σικελίαν καὶ ἀνθύπατος εἰς Κιλικίαν καὶ Καππαδοκίαν ἀποσταλείς, ἐν ᾧ καιρῷ τῆς φιλοπλουτίας ἀκμαζούσης, καὶ τῶν πεμπομένων στρατηγῶν καὶ ἡγεμόνων, ὡς τοὺ κλέπτειν ἀγεννοῦς ὄντος, ἐπὶ τὸ ἁρπάζειν τρεπομένων, οὐ τὸ λαμβάνειν ἐδόκει δεινόν, ἀλλ’ὁ μετρίως τοῦτο ποιῶν ἠγαπᾶτο, πολλὴν μὲν ἐπίδειξιν ὑπεροψίας χρημάτων ἐποιήσατο, πολλὴν δὲ φιλανθρωπίας καὶ χρηστότητος.

3.4ἐν αὐτῇ δὲ τῇ Ῥώμῃ λόγῳ μὲν ἀποδειχθεὶς ὕπατος, ἐξουσίαν δὲ λαβὼν αὐτοκράτορος καὶ δικτάτορος ἐπὶ τοὺς περὶ Κατιλίναν, ἐμαρτύρησεν ἅμα τῷ Πλάτωνι μαντευομένῳ παῦλαν ἕξειν κακῶν τὰς πόλεις, ὅταν εἰς ταὐτὸ δύναμίςτε μεγάλη καὶ φρόνησις ἔκ τινος τύχης χρηστῆς ἀπαντήσῃ μετὰ δικαιοσύνης.

3.5χρηματίσασθαι τοίνυν ἀπὸ τοῦ λόγου Δημοσθένης μὲν ἐπιψόγως λέγεται, λογογραφῶν κρύφα τοῖς περὶ Φορμίωνα καὶ Ἀπολλόδωρον ἀντιδίκοις, καὶ διαβληθεὶς μὲν ἐπὶ τοῖς βασιλικοῖς χρήμασιν, ὀφλὼν δὲ τῶν Ἁρπαλείων. εἰ δὲ ταῦτα τοὺς γράφοντας οὐκ ὀλίγοι δ’εἰσὶν οὗτοι ψεύδεσθαι φαίημεν, ἀλλ’ὅτι γε πρὸς δωρεὰς βασιλέων σὺν χάριτι καὶ τιμῇ διδομένας ἀντιβλέψαι Δημοσθένης οὐκ ἂν ἐτόλμησεν, οὐ δ’ἦν τοῦτο ἔργον ἀνθρώπου δανείζοντος ἐπὶ ναυτικοῖς, ἀμήχανον ἀντειπεῖν ·

3.6περὶ δὲ Κικέρωνος, ὅτι καὶ Σικελιωτῶν ἀγορανομοῦντι καὶ βασιλέως τοῦ Καππαδοκῶν ἀνθυπατεύοντι καὶ τῶν ἐν Ῥώμῃ φίλων, ὅτ’ἐξέπιπτε τῆς πόλεως, δωρουμένων πολλὰ καὶ δεομένων λαβεῖν ἀντέσχεν, εἴρηται.

4

4.1καὶ μὴν ἥ γε φυγὴ τῷ μὲν αἰσχρὰ κλοπῆς ἁλόντι συνέπεσε, τῷ δὲ κάλλιστον ἔργον ἀνθρώπους ἀλιτηρίους ἐκκόψαντι τῆς πατρίδος, διὸ τοῦ μὲν οὐδεὶς λόγος ἐκπίπτοντος, ἐφ’ᾧ δ’ἡ σύγκλητος ἐσθῆτάτε διήλλαξε καὶ πένθος ἔσχε καὶ γνώμην ὑπὲρ οὐδενὸς εἰπεῖν ἐπείσθη πρότερον ἢ Κικέρωνι κάθοδον ψηφίσασθαι.

4.2τὴν μέντοι φυγὴν ἀργῶς ὁ Κικέρων διήνεγκεν ἐν Μακεδονίᾳ καθήμενος, τῷ δὲ Δημοσθένει καὶ ἡ φυγὴ μέγα μέρος τῆς πολιτείας γέγονε. συναγωνιζόμενος γάρ, ὥσπερ εἴρηται, τοῖς Ἕλλησι καὶ τοὺς Μακεδόνων πρέσβεις ἐξελαύνων ἐπήρχετο τὰς πόλεις, πολὺ βελτίων Θεμιστοκλέους καὶ Ἀλκιβιάδου παρὰ τὰς αὐτὰς τύχας φανεὶς πολίτης · καὶ μέντοι κατελθὼν αὖθις ἑαυτὸν ἐπέδωκεν εἰς τὴν αὐτὴν ταύτην πολιτείαν, καὶ διετέλει πολεμῶν πρὸς Ἀντίπατρον καὶ Μακεδόνας.

4.3Κικέρωνα δ’ὠνείδισεν ἐν τῇ βουλῇ Λαίλιος αἰτουμένου Καίσαρος ὑπατείαν μετιέναι παρὰ νόμον, οὔπω γενειῶντος, σιωπῇ καθήμενον. ἔγραφε δὲ καὶ Βροῦτος ἐγκαλῶν ὡν μείζονα καὶ βαρυτέραν πεπαιδοτριβηκότι τυραννίδα τῆς ὑφ’αὑτοῦ καταλυθείσης.

5

5.1ἐπὶ πᾶσι δὲ τῆς τελευτῆς τὸν μὲν οἰκτείραι τις ἄν, ἄνδρα πρεσβύτην δι’ἀγέννειαν ὑπὸ οἰκετῶν ἄνω καὶ κάτω περιφερόμενον καὶ περιφεύγοντα τὸν θάνατον καὶ ἀποκρυπτόμενον τοὺς οὐ πολὺ πρὸ τῆς φύσεως ἥκοντας ἐπ’αὐτόν, εἶτ’ἀποσφαγέντα · τοῦ δ’, εἰ καὶ μικρὰ πρὸς τὴν ἱκετείαν ἐνέδωκεν, ἀγαστὴ μὲν ἡ παρασκευὴ τοῦ φαρμάκου καὶ τήρησις, ἀγαστὴ δ’ἡ χρῆσις, ὅτι τοῦ θεοῦ μὴ παρασχόντος αὐτῷ τὴν ἀσυλίαν, ὥσπερ ἐπὶ μείζονα βωμὸν καταφυγών, ἐκ τῶν ὅπλων καὶ τῶν δορυφόρων λαβὼν ἑαυτὸν ᾤχετο, τῆς Ἀντιπάτρου καταγελάσας ὠμότητος.