Plutarch

Cato the Younger

1

1.1Κάτωνι δὲ τὸ μὲν γένος ἀρχὴν ἐπιφανείας ἔλαβε καὶ δόξης ἀπὸ τοῦ προπάππου Κάτωνος, ἀνδρὸς ἐν δόξῃ καὶ δυνάμει μάλιστα Ῥωμαίων γενομένου δι’ἀρετήν, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται, κατελείφθη δὲ γονέων ὀρφανὸς μετ’ἀδελφοῦ Καιπίωνος καὶ Πορκίας ἀδελφῆς. ἦν δὲ καὶ Σερβιλία Κάτωνος ὁμομήτριος ἀδελφή. καὶ πάντες οὗτοι παρὰ Λιβίῳ Δρούσῳ τροφὴν καὶ δίαιταν εἶχον, θείῳ μὲν ὄντι πρὸς μητρός, ἄγοντι δὲ τὴν πολιτείαν τότε · καὶ γὰρ εἰπεῖν δεινότατος ἦν, καὶ τἆλλα σώφρων ἀνὴρ ἐν τοῖς μάλιστα, καὶ φρονήματος οὐδενὶ Ῥωμαίων ὑφιέμενος.

1.2λέγεται δὲ Κάτων εὐθὺς ἐκ παιδίου τῇτε φωνῇ καὶ τῷ προσώπῳ καὶ ταῖς περὶ τὰς παιδιὰς διατριβαῖς ἦθος ὑποφαίνειν ἄτρεπτον καὶ ἀπαθὲς καὶ βέβαιον ἐν πᾶσιν. ἰσχύντε γὰρ εἶχον αὐτοῦ παρ’ἡλικίαν τελεσιουργὸν αἱ ὁρμαί, καὶ τοῖς κολακεύουσι τραχὺς ὢν καὶ προσάντης, ἔτι μᾶλλον ἐκράτει τῶν ἐκφοβούντων. ἦν δὲ καὶ πρὸς γέλωτα κομιδῇ δυσκίνητος, ἄχρι μειδιάματος σπανίως τῷ προσώπῳ διαχεόμενος, καὶ πρὸς ὀργὴν οὐ ταχὺς οὐ δὲ ὀλισθηρός, ὀργισθεὶς δὲ δυσπαραίτητος.

1.3ὡς οὖν εἰς τὸ μανθάνειν ἧκε, νωθρὸς ἦν ἀναλαβεῖν καὶ βραδύς, ἀναλαβὼν δὲ κάτοχος καὶ μνημονικός, δὴ καὶ πέφυκεν ἄλλως, τοὺς μὲν εὐφυεῖς ἀναμνηστικοὺς μᾶλλον εἶναι, μνημονικοὺς δὲ τοὺς μετὰ πόνου καὶ πραγματείας παραδεχομένους · γίνεται γὰρ οἷον ἔγκαυμα τῆς ψυχῆς τῶν μαθημάτων ἕκαστον.

1.4ἔοικε δὲ καὶ τὸ δύσπειστον τῷ Κάτωνι ποιεῖν ἐργωδεστέραν τὴν μάθησιν · πάσχειν γάρ τι τὸ μανθάνειν ἀτεχνῶς ἐστι, καὶ τὸ πείθεσθαι ταχὺ τοῖς ἧττον ἀντέχειν δυναμένοις συμβέβηκε. διὸ πείθονται μᾶλλον νέοι γερόντων καὶ νοσοῦντες ὑγιαινόντων, καὶ ὅλως ἐν οἷς τὸ ἀποροῦν ἀσθενέστατόν ἐστι, ῥᾷστον τὸ προστιθέμενον.

1.5τῷ μέντοι παιδαγωγῷ τὸν Κάτωνα πείθεσθαι μὲν λέγουσι καὶ ποιεῖν ἅπαν τὸ προσταττόμενον, ἑκάστου δὲ τὴν αἰτίαν ἀπαιτεῖν καὶ τὸ διὰ τί πυνθάνεσθαι. καὶ γὰρ ἦν χαρίεις παιδαγωγὸς αὐτοῦ καὶ λόγον ἔχων τοῦ κονδύλου προχειρότερον, ὄνομα Σαρπηδών.

2

2.1ἔτι δὲ παιδὸς τοῦ Κάτωνος ὄντος ἔπραττον οἱ σύμμαχοι τῶν Ῥωμαίων ὅπως μεθέξουσι τῆς ἐν Ῥώμῃ πολιτείας · καί τις Πομπαίδιος Σίλλων, ἀνὴρ πολεμικὸς καί μέγιστον ἔχων ἀξίωμα, τοῦ δὲ Δρούσου φίλος, κατέλυσε παρ’αὐτῷ πλείονας ἡμέρας, ἐν αἷς γεγονὼς τοῖς παιδίοις συνήθης, ἄγε, εἶπεν, ὅπως ὑπὲρ ἡμῶν δεήσεσθε τοῦ θείου συναγωνίσασθαι περὶ τῆς πολιτείας.

2.2 μὲν οὖν Καιπίων διαμειδιάσας ἐπένευσε, τοῦ δὲ Κάτωνος οὐδὲν ἀποκριναμένου καί βλέποντος εἷς τοὺς ξένους ἀτενὲς καί βλοσυρόν, Πομπαίδιος, σὺ δέ, εἶπεν, ἡμῖν, νεανία, τί λέγεις; οὐχ οἷος εἶ τοῖς ξένοις συλλαμβάνεσθαι πρὸς τὸν θεῖον, ὥσπερ ἀδελφός;

2.3μὴ φθεγγομένου δὲ τοῦ Κάτωνος, ἀλλὰ τῇ σιωπῇ καί τῷ προσώπῳ δοκοῦντος ἀπολέγεσθαι τὴν δέησιν, ἀράμενος αὐτὸν Πομπαίδιος ὑπὲρ θυρίδος ὡς ἀφήσων ὁμολογεῖν ἐκέλευεν ῥίψειν ἔφασκεν, ἅμα τῇτε φωνῇ τραχυτέρᾳ χρώμενος καί ταῖς χερσὶν ἀπηρτημένον τὸ σῶμα πολλάκις ὑπὲρ τῆς θυρίδος κραδαίνων.

2.4ἐπεὶ δὲ πολὺν χρόνον οὕτω διεκαρτέρησεν Κάτων ἀνέκπληκτος καί ἀδεής, καταθέμενος αὐτὸν Πομπαίδιος ἡσυχῇ πρὸς τοὺς φίλους εἶπεν · οἷον εὐτύχημα τῆς Ἰταλίας ὅτι παῖς οὗτός ἐστιν · εἰ δὲ ἀνὴρ ἦν, μίαν οὐκ ἂν οἶμαι ψῆφον ἡμῖν ἐν τῷ δήμῳ γίνέσθαι πάλιν δὲ συγγενοῦς τινος ἐν γενεθλίοις καλέσαντος ἐπὶ δεῖπνον ἄλλουςτε παῖδας καί τοὺς περὶ Κάτωνα, σχολὴν ἄγοντες ἔν τινι μέρει τῆς οἰκίας ἔπαιζον αὐτοὶ καθ’ἑαυτοὺς ἀναμεμιγμένοι νεώτεροι καί πρεσβύτεροι, τὸ δὲ παιζόμενον ἦν δίκαι καί κατηγορίαι καί ἀγωγαὶ τῶν ἁλισκομένων, εἷς οὖν τῶν ἑαλωκότων παίδων εὐπρεπὴς τὴν ὄψιν ὑπὸ πρεσβυτέρου παιδὸς ἀχθεὶς εἴς τι δωμάτιον καί εἱρχθείς ἐπεκαλεῖτο τὸν Κάτωνα, ταχὺ δὴ τὸ γινόμενον συνεὶς ἧκεν ἐπὶ τὰς θύρας Κάτων, καί διωσάμενος τοὺς προεστῶτας καί διακωλύοντας ἐξήγαγε τὸν παῖδα ·

2.6καί μετ’ὀργῆς ἔχων ἀπῆλθεν οἴκαδε, καί παῖδες ἕτεροι συνηκολούθησαν.

3

3.1οὕτω δ’ἦν περιβόητος ὥστ’, ἐπειδὴ Σύλλας τὴν παιδικὴν καὶ ἱερὰν ἱπποδρομίαν, ἣν καλοῦσι Τροίαν, ἐπὶ θέᾳ διδάσκων καὶ συναγαγὼν τοὺς εὐγενεῖς παῖδας ἀπέδειξεν ἡγεμόνας δύο, τὸν μὲν ἕτερον οἱ παῖδες ἐδέξαντο διὰ τὴν μητέρα Μετέλλης γὰρ ἦν υἱός, τῆς Σύλλα γυναικός, τὸν δὲ ἕτερον, ἀδελφιδοῦν ὄντα Πομπηΐου, Σέξτον, οὐκ εἴων οὐ δὲ ἐβούλοντο μελετᾶν οὐ δὲ ἕπεσθαι, πυνθανομένου δὲ τοῦ Σύλλα τίνα βούλοιντο, πάντες ἐβόησαν Κάτωνα, καὶ γε Σέξτος αὐτὸς εἴξας παρῆκεν ὡς κρείττονι τὴν φιλοτιμίαν.

3.2ἔτυχε δὲ καὶ φίλος ὢν Σύλλας πατρικὸς αὐτοῖς, καί ποτε καὶ προσηγάγετο καὶ προσωμίλησεν, ὀλίγοις πάνυ νέμων τὴν τοιαύτην φιλοφροσύνην, διὰ βάρος καὶ ὄγκον ἧς εἶχεν ἀρχῆς καὶ δυνάμεως, μέγα δὴ ποιούμενος Σαρπηδὼν τοῦτο πρὸς τιμὴν ἅμα καὶ ἀσφάλειαν, ἦγεν ἀσπασόμενον τὸν Κάτωνα συνεχῶς εἰς τὴν οἰκίαν τοῦ Σύλλα, μηδὲν τότε προσιδεῖν ἀσεβῶν χώρου διαφέρουσαν, ὑπὸ πλήθους τῶν ἀγομένων καὶ στρεβλουμένων, ἦν μὲν οὖν ἔτος ἐκεῖνο τῷ Κάτωνι τεσσαρεσκαιδέκατον ἰδὼν δὲ κεφαλὰς ἐπιφανῶν ἀνδρῶν λεγομένων ἐκκομιζομένας, καὶ κρύφα τοὺς παρόντας ἐπιστένοντας, ἠρώτησε τὸν παιδαγωγόν τι δὴ τοῦτον τὸν ἄνθρωπον οὐδεὶς ἀποκτίννυσιν.

3.3εἰπόντος δὲ ἐκείνου, φοβοῦνται γὰρ αὐτὸν, παῖ, μᾶλλον, μισοῦσι, τί οὖν, εἶπεν, οὐκ ἐμοὶ ξίφος ἔδωκας, ἵνα αὐτὸν ἀνελὼν ἀπήλλαξα δουλείας τὴν πατρίδα;

3.4τοῦτον τὸν λόγον ἀκούσας Σαρπηδών, ἅμα δὲ καὶ τὸ βλέμμα καὶ τὸ πρόσωπον αὐτοῦ πιμπλάμενον ὀργῆς καὶ μένους κατιδών, οὕτως ἔδεισεν ὥστε τὸ λοιπὸν ἤδη προσέχειν ἀκριβῶς καὶ παραφυλάττειν, μή τι τολμήσῃ παραβολώτερον.

3.5ἔτι μὲν οὖν παιδάριον ὢν μικρόν, ἀπεκρίνατο τοῖς ἐρωτῶσι τίνα φιλεῖ μάλιστα, τὸν ἀδελφόν τίνα δεύτερον, ὁμοίως τὸν ἀδελφόν, καὶ τρίτον, ἄχρι οὗ πολλάκις λέγοντος ἀπεῖπεν ἐρωτῶν, γενόμενος δ’ἐν ἡλικίᾳ μᾶλλον ἐβεβαίου τὴν πρὸς τὸν ἀδελφόν εὔνοιαν. ἔτη γὰρ εἴκοσι γεγονώς χωρὶς Καιπίωνος οὐκ ἐδείπνησεν, οὐκ ἀπεδήμησεν, εἰς ἀγορὰν οὐ προῆλθε.

3.6μύρον δ’ἐκείνου λαμβάνοντος αὐτὸς παρῃτεῖτο · καὶ τἆλλα τὰ περὶ τὴν δίαιταν ἦν ἀκριβὴς καὶ σύντονος, γοῦν Καιπίων ἐπὶ σωφροσύνῃ καὶ μετριότητι θαυμαζόμενος ὡμολόγει τοιοῦτος εἶναι πρὸς τοὺς ἄλλους ἐξεταζόμενος, ἀλλ’ὅταν, ἔφη, παρὰ τὸν Κάτωνος βίον παραβάλλω τὸν ἐμόν, οὐδὲν ἐμαυτῷ φαίνομαι Σιππίου διαφέρειν, τῶν ἐπὶ τρυφῇ τινα καὶ μαλακίᾳ περιβοήτων ὀνομάσας.

4

4.1 δὲ Κάτων ἐπειδὴ τὴν ἱερωσύνην ἔλαβε τοῦ Ἀπόλλωνος, μετοικήσας καὶ νειμάμενος μοῖραν τῶν πατρῴων ἑκατὸν εἴκοσι ταλάντων γενομένην, τὴν μὲν δίαιταν ἔτι μᾶλλον συνέστειλεν, Ἀντίπατρον δὲ Τύριον τῶν ἀπὸ τῆς στοᾶς φιλοσόφων προσεταιρισάμενος, τοῖς ἠθικοῖς μάλιστα καὶ πολιτικοῖς ἐνεφύετο δόγμασι, περὶ πᾶσαν μὲν ἀρετὴν ὥσπερ ἐπιπνοίᾳ τινὶ κατάσχετος γεγονώς, διαφόρως δὲ τοῦ καλοῦ τὸ περὶ τὴν δικαιοσύνην ἀτενὲς, καὶ ἄκαμπτον εἰς ἐπιείκειαν χάριν, ὑπερηγαπηκώς.

4.2ἤσκει δὲ καὶ τὸν ὀργανικὸν εἰς πλήθη λόγον, ἀξιῶν ὥσπερ ἐν πόλει μεγάλῃ τῇ πολιτικῇ φιλοσοφίᾳ καὶ μάχιμον εἶναί τι παρατρεφόμενον. οὐ μέντοι μεθ’ἑτέρων ἐποιεῖτο τὰς μελέτας, οὐ δ’ἠκροάσατο λέγοντος οὐδείς, ἀλλὰ καὶ πρός τινα τῶν ἑταίρων εἰπόντα, μέμφονταί σου, Κάτων, οἱ ἄνθρωποι τὴν σιωπήν, μόνον, ἔφη, μὴ τὸν βίον. ἄρξομαι δὲ λέγειν, ὅταν μὴ μέλλω λέγειν ἄξια σιωπῆς

5

5.1 δὲ καλουμένη Πορκία βασιλικὴ τιμητικὸν ἦν ἀνάθημα τοῦ παλαιοῦ Κάτωνος, εἰωθότες οὖν ἐκεῖ χρηματίζειν οἱ δήμαρχοι, καὶ κίονος τοῖς δίφροις ἐμποδὼν εἶναι δοκοῦντος, ἔγνωσαν ὑφελεῖν αὐτὸν μεταστῆσαι. τοῦτο Κάτωνα πρῶτον εἰς ἀγορὰν ἄκοντα προήγαγεν · ἀντέστη γὰρ αὐτοῖς, καὶ πεῖραν ἅμα τοῦ λόγου καὶ τοῦ φρονήματος δούς ἐθαυμάσθη.

5.2καὶ γὰρ λόγος νεαρὸν μὲν οὐδὲν οὐ δὲ κομψὸν εἶχεν, ἀλλ’ἦν ὄρθιος καὶ περιπληθὴς καὶ τραχύς, οὐ μὴν ἀλλὰ καὶ χάρις ἀγωγὸς ἀκοῆς ἐπέτρεχε τῇ τραχύτητι τῶν νοημάτων, καὶ τὸ ἦθος αὐτοῦ καταμιγνύμενον ἡδονήν τινα καὶ μειδίαμα τῷ σεμνῷ παρεῖχεν οὐκ ἀπάνθρωπον. δὲ φωνὴ μεγέθει μὲν ἀποχρῶσα καὶ διαρκὴς εἰς τοσοῦτον ἐξικέσθαι δῆμον, ἰσχὺν δὲ καὶ τόνον ἄρρηκτον εἶχε καὶ ἄτρυτον · ἡμέραν γὰρ ὅλην εἰπὼν πολλάκις οὐκ ἀπηγόρευσε.

5.3τότε δ’οὖν κρατήσας τῆς δίκης πάλιν ἑαυτὸν εἰς τὴν σιωπὴν καὶ τὴν ἄσκησιν συνέστειλε · καὶ διεπόνει τὸ σῶμα γυμνασίοις ἐνεργοῖς, ἐθιζόμενος ἀνέχεσθαι καὶ καύματα καὶ νιφετὸν ἀκαλύπτῳ κεφαλῇ, καὶ βαδίζειν ἐν ταῖς ὁδοῖς πᾶσαν ὥραν ἄτερ ὀχήματος, τῶν δὲ φίλων οἱ συνεκδημοῦντες ἵπποις ἐχρῶντο, καὶ πολλάκις ἑκάστῳ παρέβαλλεν Κάτων ἐν μέρει προσδιαλεγόμενος, περιπατῶν αὐτὸς ὀχουμένων. θαυμαστῇ δὲ καὶ περὶ τὰς νόσους ὑπομονῇ μετ’ἐγκρατείας ἐχρῆτο · πυρέττων γὰρ μόνος ἐφ’ἑαυτοῦ διημέρευε μηδένα προσιέμενος, ἄχρι οὗ βέβαιον αἴσθοιτο ῥᾳστώνην καὶ μεταβολὴν τοῦ νοσήματος.

6

6.1ἐν δὲ τοῖς δείπνοις ἐκληροῦτο περὶ τῶν μερίδων εἰ δὲ ἀπολάχοι, πρῶτον αἴρειν τῶν φίλων κελευόντων, ἔλεγε μὴ καλῶς ἔχειν, ἀκούσης τῆς Ἀφροδίτης, καὶ κατ’ἀρχὰς μὲν ἅπαξ ἐπιπιὼν τὸ δεῖπνον ἀνέλυε, προϊόντι δὲ τῷ χρόνῳ μάλιστα προσίετο τὸ πίνειν, ὥστε πολλάκις ἐν οἴνῳ διάγειν εἰς ὄρθρον.

6.2αἰτίαν δὲ ἔλεγον οἱ φίλοι τούτου τὴν πολιτείαν καὶ τὰ δημόσια πράγματα, πρὸς οἷς ὅλας τὸν Κάτωνα τὰς ἡμέρας ὄντα, καὶ κωλυόμενον φιλολογεῖν, νύκτωρ καὶ παρὰ πότον συγγίνεσθαι τοῖς φιλοσόφοις. διὸ καὶ Μεμμίου τινὸς ἐν συλλόγῳ φήσαντος ὅλας τὸν Κάτωνα μεθύσκεσθαι τὰς νύκτας, ὑπολαβὼν Κικέρων, ἐκεῖνο δὲ οὐ λέγεις, εἶπεν, ὅτι καὶ τὰς ἡμέρας ὅλας κυβεύει;

6.3καθόλου δὲ τοῖς τότε βίοις καὶ τοῖς ἐπιτηδεύμασιν Κάτων τὴν ἐναντίαν ὁδὸν οἰόμενος δεῖν βαδίζειν, ὡς οὖσι φαύλοις καὶ μεγάλης δεομένοις μεταβολῆς, ἐπεὶ πορφύραν ἑώρα τὴν κατακόρως ἐρυθρὰν καὶ ὀξεῖαν ἀγαπωμένην, αὐτὸς ἐφόρει τὴν μέλαιναν, πολλάκις δ’ἀνυπόδητος καὶ ἀχίτων εἰς τὸ δημόσιον προῄει μετ’ἄριστον, οὐ δόξαν ἐκ ταύτης τῆς καινότητος θηρώμενος, ἀλλὰ ἐθίζων ἑαυτὸν ἐπὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι μόνοις, τῶν δὲ ἄλλων ἀδόξων καταφρονεῖν ·

6.4καὶ κληρονομίαν δὲ αὐτῷ προσγενομένην ἀνεψιοῦ Κάτωνος ἑκατὸν ταλάντων εἰς ἀργύριον συναγαγών παρεῖχεν ἄνευ τόκων χρῆσθαι τῷ δεομένῳ τῶν φίλων, ἔνιοι δὲ καὶ χωρία καὶ θεράποντας αὐτοῦ διδόντος καὶ βεβαιοῦντος ὑπέθεντο πρὸς τὸ δημόσιον.

7

7.1ἐπεὶ δὲ ὥραν ᾤετο πρὸς γάμον ἔχειν, οὐδεμιᾷ γυναικὶ συνεληλυθώς, ἡρμόσατο Λεπίδαν, πρότερον μὲν ἐγγυηθεῖσαν Σκηπίωνι Μετέλλῳ, τότε δὲ ἀπειπαμένου τοῦ Σκηπίωνος καὶ τῆς ἐγγύης λυθείσης σχολάζουσαν. οὐ μὴν ἀλλὰ πρὸ τοῦ γάμου μεταμεληθεὶς πάλιν Σκηπίων καὶ πάντα ποιήσας ἔλαβε τὴν κόρην.

7.2 δὲ Κάτων σφόδρα παροξυνθεὶς καὶ διακαείς ἐπεχείρησε μὲν ἐπεξελθεῖν διὰ δίκης, ὡς δὲ οἱ φίλοι τοῦτο ἐκώλυσαν, ὀργῇ καὶ νεότητι τρέψας ἑαυτὸν εἰς ἰάμβους πολλὰ τὸν Σκηπίωνα καθύβρισε, τῷ πικρῷ προσχρησάμενος τοῦ Ἀρχιλόχου, τὸ δὲ ἀκόλαστον ἀφεὶς καὶ παιδαριῶδες.

7.3ἔγημε δὲ Ἀτιλίαν, Σερρανοῦ θυγατέρα, καὶ ταύτῃ πρῶτον συνῆλθεν, οὐ μόνῃ δέ, καθάπερ Λαίλιος, Σκηπίωνος ἑταῖρος · ἀλλ’εὐτυχέστερος ἐκεῖνος, ἐν πολλοῖς οἷς ἐβίωσε χρόνοις μίαν ἣν ἔγημεν ἐξ ἀρχῆς γνοὺς γυναῖκα ·

8

8.1τοῦ δὲ δουλικοῦ πολέμου συνεστῶτος, ὃν Σπαρτάκειον ἐκάλουν, Γέλλιος μὲν ἐστρατήγει, Κάτων δὲ τῆς στρατείας μετεῖχεν ἐθελοντὴς, διὰ τὸν ἀδελφόν · ἐχιλιάρχει γὰρ ἀδελφὸς αὐτοῦ Καιπίων. καὶ χρήσασθαι μὲν εἰς ὅσον ἐβούλετο τῇ προθυμίᾳ καὶ ἀσκήσει τῆς ἀρετῆς οὐχ ὑπῆρξεν αὐτῷ, διὰ τὸ μὴ καλῶς στρατηγεῖσθαι τὸν πόλεμον ἄλλως δὲ, παρὰ πολλὴν μαλακίαν καὶ τρυφὴν τῶν ἐκεῖ στρατευομένων ἐπιδεικνύμενος εὐταξίαν καὶ ἐγκράτειαν καὶ τὸ θαρραλέον ἐν πᾶσι καὶ ξυνετόν, ἐδόκει μηθὲν ἀποδεῖν τοῦ παλαιοῦ Κάτωνος, δὲ Γέλλιος ἀριστεῖα καὶ τιμὰς αὐτῷ διαπρεπεῖς ἔγραψεν, ἃς ἐκεῖνος οὐκ ἔλαβεν οὐ δὲ προσήκατο, φήσας ἄξιον μηθὲν εἰργάσθαι τιμῶν, ἔκτε δὴ τούτων ἀλλόκοτος ἐδόκει, καὶ νόμου γραφέντος ὅπως τοῖς παραγγέλλουσιν εἰς ἀρχὴν ὀνοματολόγοι μὴ παρῶσι, χιλιαρχίαν μετιὼν μόνος ἐπείθετο τῷ νόμῳ καὶ δι’αὑτοῦ ποιησάμενος ἔργον ἀσπάζεσθαι καὶ προσαγορεύειν τοὺς ἐντυγχάνοντας, οὐ δὲ αὐτοῖς ἀνεπαχθὴς ἦν τοῖς ἐπαινοῦσιν, ὅσον μᾶλλον ἐνόουν τὸ καλὸν ὧν ἐπετήδευε, τὸ δυσμίμητον αὐτῶν βαρυνομένοις.

9

9.1ἀποδειχθεὶς δὲ χιλίαρχος εἰς Μακεδονίαν ἐπέμπετο πρὸς Ῥούβριον τὸν στρατηγόν. ἔνθα δὴ λέγεται τῆς γυναικὸς ἀχθομένης καὶ δακρυούσης ἕνα τῶν φίλων τοῦ Κάτωνος Μουνάτιον εἰπεῖν · Ἀτιλία, θάρσει · τοῦτον ἐγώ σοι φυλάξω. πάνυ μὲν οὖν, φάναι τὸν Κάτωνα, καὶ προελθόντων μιᾶς ἡμέρας ὁδόν, εὐθὺς εἰπεῖν μετὰ τὸ δεῖπνον ἄγε, ὅπως, Μουνάτιε, τῇ Ἀτιλίᾳ τὴν ὑπόσχεσιν ἐμπεδώσεις, μήτε ἡμέρας ἐμοῦ μήτε νυκτὸς ἀφιστάμενος.

9.2ἐκ δὲ τούτου δύο κλίνας εἰς ταὐτὸ δωμάτιον ἐκέλευε τίθεσθαι, καὶ τὸν Μουνάτιον οὕτως ἀεὶ καθεύδειν μετὰ παιδιᾶς φυλασσόμενον ὑπὸ τοῦ Κάτωνος. εἵποντο δὲ αὐτῷ πεντεκαίδεκα μὲν οἰκέται, δύο δ ἀπελεύθεροι, φίλοι δὲ τέσσαρες, ὧν ὀχουμένων ἵπποις αὐτὸς ἀεὶ περιπατῶν ἑκάστῳ παρέβαλλεν ἐν μέρει προσδιαλεγόμενος. ἐπεὶ δὲ ἧκεν εἰς τὸ στρατόπεδον, πλειόνων ταγμάτων ὄντων, ἑνὸς ἄρχων ἀποδειχθεὶς ὑπὸ τοῦ στρατηγοῦ, τῆς μὲν ἰδίας ἀρετῆς, μιᾶς οὔσης, μικρὸν ἔργον ἡγεῖτο καὶ οὐκ ἀνύσιμον τὴν ἐπίδειξιν, αὑτῷ δὲ ποιῆσαι τοὺς ἀρχομένους ὁμοίους μάλιστα φιλοτιμούμενος οὐ τὸν φόβον ἀφεῖλε τῆς ἐξουσίας, ἀλλὰ προσέθηκε τὸν λόγον πείθων περὶ ἑκάστου καὶ διδάσκων, ἑπομένης τιμῆς καὶ κολάσεως, χαλεπὸν ἦν εἰπεῖν πότερον εἰρηνικοὺς μᾶλλον πολεμικούς καὶ προθυμοτέρους δικαιοτέρους παρεσκεύασε τοὺς ἄνδρας ·

9.3οὕτως ἐφαίνοντο φοβεροὶ μὲν τοῖς πολεμίοις, ἥμεροι δὲ τοῖς συμμάχοις, ἄτολμοι δὲ πρὸς τὸ ἀδικεῖν, φιλότιμοι δὲ πρὸς τοὺς ἐπαίνους, οὗ δὲ ἥκιστα Κάτων ἐπεμελήθη, τοῦτο πλεῖστον ὑπῆρχεν αὐτῷ, καὶ δόξα καὶ χάρις καὶ ὑπερβάλλουσα τιμὴ καὶ φιλοφροσύνη παρὰ τῶν στρατιωτῶν, γὰρ ἑτέροις ἐπέταττεν ἑκουσίως διαπονῶν, καὶ στολὴν μὲν καὶ δίαιταν καὶ πορείαν ἐκείνοις μᾶλλον τοῖς ἄρχουσιν ὁμοιούμενος, ἤθει δὲ καὶ φρονήματι καὶ λόγῳ πάντας ὑπεραίρων τοὺς αὐτοκράτορας καὶ στρατηγοὺς προσαγορευομένους, ἔλαθε διὰ τούτων ἅμα τὴν πρὸς αὑτὸν εὔνοιαν ἐνεργασάμενος τοῖς ἀνδράσιν.

9.5ἀρετῆς γὰρ ἀληθινὸς οὐκ ἐγγίνεται ζῆλος δι’ἄκρας τοῦ παραδιδόντος εὐνοίας καὶ τιμῆς · οἱ δὲ ἄνευ τοῦ φιλεῖν ἐπαινοῦντες τοὺς ἀγαθοὺς αἰδοῦνται τὴν δόξαν αὐτῶν, οὐ θαυμάζουσι δὲ τὴν ἀρετὴν οὐ δὲ μιμοῦνται.

10

10.1πυθόμενος δὲ Ἀθηνόδωρον, τὸν ἐπικαλούμενον Κορδυλίωνα, μεγάλην ἕξιν ἐν τοῖς Στωϊκοῖς λόγοις ἔχοντα, διατρίβειν περὶ Πέργαμον, ἤδη γηραιὸν ὄντα καὶ πάσαις ἐρρωμενέστατα ταῖς ἡγεμονικαῖς καὶ βασιλικαῖς συνηθείαις καὶ φιλίαις διαμεμαχημένον, οὐδὲν ᾤετο πέμπων καὶ γράφων περαίνειν πρὸς αὐτόν, ἀλλὰ ἔχων παρὰ τοῦ νόμου δεδομένην ἀποδημίαν δυεῖν μηνῶν ἔπλευσεν εἰς τὴν Ἀσίαν ἐπὶ τὸν ἄνδρα, πιστεύων τοῖς ἐν αὑτῷ καλοῖς μὴ ἀτυχήσειν τῆς ἄγρας, συγγενόμενος δὲ καὶ καταγωνισάμενος καὶ μεταστήσας ἐκ τῆς προαιρέσεως αὐτόν ἧκεν ἄγων εἰς τὸ στρατόπεδον, περιχαρὴς καὶ μεγαλοφρονῶν, ὥς τι λιστον ᾑρηκὼς καὶ λαμπρότερον ὧν Πομπήϊος τότε καὶ Λεύκολλος ἐθνῶν καὶ βασιλειῶν κατεστρέφοντο σὺν ὅπλοις περιϊόντες.

11

11.1ἔτι δὲ αὐτοῦ περὶ τὴν στρατείαν ὄντος ἀδελφὸς εἰς τὴν Ἀσίαν βαδίζων ἐνόσησε περὶ Θρᾴκην ἐν Αἴνῳ. καὶ γράμματα μὲν εὐθὺς ἧκε πρὸς τὸν Κάτωνα · χειμῶνος δὲ πολλοῦ κατέχοντος τὴν θάλατταν καὶ νεὼς ἱκανῆς μεγέθει μὴ παρούσης, εἰς μικρὰν ὁλκάδα μόνον δύο φίλους καὶ τρεῖς οἰκέτας ἀναλαβὼν ἐκ Θεσσαλονίκης ἀνήχθη ·

11.2καὶ παρ’οὐδὲν ἐλθὼν καταποντωθῆναι, τύχῃ τινὶ παραλόγῳ σωθεὶς ἄρτι τεθνηκότος τοῦ Καιπίωνος, ἐμπαθέστερον ἔδοξεν φιλοσοφώτερον ἐνεγκεῖν τὴν συμφοράν, οὐ μόνον κλαυθμοῖς καὶ περιπτύξεσι τοῦ νεκροῦ καὶ βαρύτητι λύπης, ἀλλὰ καὶ δαπάνῃ περὶ τὴν ταφὴν καὶ πραγματείαις θυμιαμάτων καὶ ἱματίων πολυτελῶν συγκατακαέντων καὶ μνήματος ξεστοῦ λίθων Θασίων ἀπὸ ταλάντων ὀκτὼ κατασκευασθέντος ἐν τῇ Αἰνίων ἀγορᾷ.

11.3ταῦτα γὰρ ἔνιοι ἐσυκοφάντουν πρὸς τὴν ἄλλην ἀτυφίαν τοῦ Κάτωνος, οὐ καθορῶντες ὅσον ἐν τῷ πρὸς ἡδονὰς καὶ φόβους καὶ δεήσεις ἀναισχύντους ἀγνάμπτῳ καὶ στερρῷ τοῦ ἀνδρὸς τὸ ἥμερον ἐνῆν καὶ φιλόστοργον. εἰς δὲ ταῦτα καὶ πόλεις αὐτῷ καὶ δυνάσται πολλὰ κατὰ τιμὴν τοῦ τεθνεῶτος ἔπεμπον, ὧν ἐκεῖνος χρήματα μὲν παρ’οὐδενὸς ἐδέξατο, θυμιάματα δὲ καὶ κόσμον ἐλάμβανε, τὴν τιμὴν ἀποδιδοὺς τοῖς πέμπουσι.

11.4τῆς δὲ κληρονομίας εἰς αὐτόντε καὶ θυγάτριον τοῦ Καιπίωνος ἡκούσης, οὐθὲν ὧν ἀνάλωσε περὶ τὸν τάφον ἀπῄτησεν ἐν τῇ νεμήσει. καὶ ταῦτα πράξαντος αὐτοῦ καὶ πράττοντος, ἦν γράψας ὅτι κοσκίνῳ τὴν τέφραν τοῦ νεκροῦ μετέβαλε καὶ διήθησε, χρυσίον ζητῶν κατακεκαυμένον. οὕτως οὐ τῷ ξίφει μόνον, ἀλλὰ καὶ τῷ γραφείῳ τὸ ἀνυπεύθυνον καὶ τὸ ἀνυπόδικον ἐπίστευσεν.

12

12.1ἐπεὶ δὲ τέλος εἶχεν στρατεία τῷ Κάτωνι, προεπέμφθη, οὐκ εὐχαῖς, κοινόν ἐστιν, οὐ δ’ἐπαίνοις, ἀλλὰ δάκρυσι καὶ περιβολαῖς ἀπλήστοις, ὑποτιθέντων τὰ ἱμάτια τοῖς ποσὶν βαδίζοι καὶ καταφιλούντων τὰς χεῖρας, τῶν αὐτοκρατόρων ὀλίγοις μόλις ἐποίουν οἱ τότε Ῥωμαῖοι.

12.2βουληθεὶς δὲ πρὸ τοῦ πολιτείᾳ προσελθεῖν ἅμα μὲν πλανηθῆναι καθ’ἱστορίαν τῆς Ἀσίας καὶ γενέσθαι θεατὴς ἠθῶν καὶ βίων καὶ δυνάμεως τῆς περὶ ἑκάστην ἐπαρχίαν, ἅμα δὲ τῷ Γαλάτῃ Δηϊοτάρῳ διὰ ξενίαν καὶ φιλίαν πατρῴαν δεομένῳ πρὸς αὐτὸν ἐλθεῖν μὴ ἀχαριστῆσαι, τοῦτον τὸν τρόπον ἐποιεῖτο τὴν ἀποδημίαν. προὔπεμπεν ἅμ’ἡμέρᾳ τὸν ἀρτοποιὸν καὶ τὸν μάγειρον ὅπου καταλύσειν ἔμελλεν.

12.3οἱ δὲ πάνυ κοσμίως καὶ μεθ’ἡσυχίας εἰσελθόντες ἂν εἰς τὴν πόλιν, εἰ μηδεὶς τύχοι τῷ Κάτωνι φίλος ὢν αὐτόθι πατρῷος γνώριμος, ἐν πανδοκείῳ τὴν ὑποδοχὴν αὐτῷ παρεσκεύαζον, ἐνοχλοῦντες οὐδενί · πανδοκείου δὲ μὴ ὄντος, οὕτως πρὶς τοὺς ἄρχοντας τραπόμενοι ξενίαν ἐλάμβανον, ἀγαπῶντες τὴν δοθεῖσαν.

12.4πολλάκις δὲ ἀπιστούμενοι καὶ περιορώμενοι διὰ τὸ μὴ θορύβῳ μη δὲ ἀπειλῇ ταῦτα πράσσειν πρὸς τοὺς ἄρχοντας, ὑπὸ τοῦ Κάτωνος ἄπρακτοι κατελαμβάνοντο, καὶ μᾶλλον αὐτὸς ὀφθεὶς ὠλιγωρεῖτο, καὶ παρεῖχεν ἐπὶ τῶν φορτίων σιωπῇ καθεζόμενος ὑπόνοιαν ἀνθρώπου ταπεινοῦ καὶ περιδεοῦς.

12.5οὐ μὴν ἀλλὰ καὶ προσκαλούμενος αὐτοὺς εἰώθει λέγειν μοχθηροί, μεταβάλεσθε ταύτης τῆς κακοξενίας. οὐ πάντες ὑμῖν ἀφίξονται Κάτωνες. ἀμβλύνατε ταῖς φιλοφροσύναις τὴν ἐξουσίαν τῶν δεομένων προφάσεως, ἵνα βίᾳ, λαμβάνωσιν, ὡς παρ’ἑκόντων μὴ τυγχάνοντες.

13

13.1ἐν δὲ Συρίᾳ καὶ γελοῖόν τι λέγεται παθεῖν. βαδίζων γὰρ εἰς Ἀντιόχειαν εἶδε περὶ τὰς πύλας ἔξω πλῆθος ἀνθρώπων ἑκατέρωθεν τῆς ὁδοῦ παρακεκριμένων, ἐν οἷς ἔφηβοι μὲν χωρὶς ἐν χλαμύσι καὶ παῖδες ἑτέρωθεν κοσμίως εἱστήκεσαν, ἐσθῆτας δὲ καθαρὰς ἔνιοι καὶ στεφάνους εἶχον, ἱερεῖς θεῶν ὄντες ἄρχοντες, πάντων οὖν μᾶλλον οἰηθεὶς Κάτων αὐτῷ τινα πράττεσθαι τιμὴν καὶ δεξίωσιν ὑπὸ τῆς πόλεως, ὠργίζετο μὲν τοῖς προπεμφθεῖσι τῶν ἰδίων, ὡς μὴ κωλύσασιν, ἐκέλευσε δὲ καταβῆναι τοὺς φίλους, καὶ πεζῇ προῄει μετ’αὐτῶν, ὡς δ’ἐγγὺς ἦσαν, πάντα διακοσμῶν ἐκεῖνα καὶ τὸν ὄχλον εἰς τάξιν καθιστάς, ἀνὴρ πρεσβύτερος ἤδη, ῥάβδον ἐν τῇ χειρὶ καὶ στέφανον κρατῶν, ἀπήντησε τῷ Κάτωνι πρὸ τῶν ἄλλων, καὶ μη δὲ ἀσπασάμενος ἠρώτα ποῦ Δημήτριον ἀπολελοίπασι καὶ πηνίκα παρέσται.

13.2Πομπηΐου δὲ ἦν γεγονὼς Δημήτριος οἰκέτης · τότε δὲ πάντων, ὡς ἔπος εἰπεῖν, ἀνθρώπων εἰς Πομπήϊον ἀποβλεπόντων, ἐθεραπεύετο παρ’ἀξίαν, μέγα παρ’αὐτῷ δυνάμενος, τοῖς μὲν οὖν φίλοις τοῦ Κάτωνος γέλως ἐνέπεσε τοσοῦτος ὥστε ἀναλαβεῖν ἑαυτοὺς οὐκ ἐδύναντο διὰ τοῦ πλήθους ἅμα βαδίζοντες, δὲ Κάτων τότε μὲν ἰσχυρῶς διατραπείς, τῆς κακοδαίμονος, ἔφη, πόλεως, ἄλλο δὲ οὐδὲν ἐφθέγξατο, χρόνῳ δὲ ὕστερον εἰώθει γελᾶν καὶ αὐτὸς ἐπὶ τούτῳ, καὶ διηγούμενος καὶ μνημονεύων.

14

14.1οὐ μὴν ἀλλὰ Πομπήϊος αὐτὸς ἐπέστρεψε τοὺς ἀνθρώπους οὕτω πλημμελοῦντας εἰς τὸν Κάτωνα δι’ἄγνοιαν. ὡς γὰρ εἰς Ἔφεσον ἐλθὼν ἐπορεύετο πρὸς αὐτόν ἀσπασόμενος πρεσβύτερον ὄντα, καὶ δόξῃ πολὺ προήκοντα, καὶ δυνάμεων τότε μεγίστων ἡγούμενον, ἰδὼν Πομπήϊος οὐκ ἔμεινεν, οὐ δὲ εἴασε καθεζομένῳ προσελθεῖν, ἀλλ’ὥς τινι τῶν κρειττόνων ἀναθορὼν ἀπήντησε, καὶ τὴν δεξιὰν ἐνέβαλε.

14.2καὶ πολλὰ μὲν εὐθὺς ἐν τῷ φιλοφρονεῖσθαι καὶ ἀσπάζεσθαι παρόντα, πλείω δὲ ἔτι μεταστάντος ἐγκώμια διῆλθεν αὐτοῦ τῆς ἀρετῆς, ὥστε πάντας ἐπιστρεφομένους καὶ προσέχοντας ἤδη τῷ Κάτωνι, θαυμάζειν ἐξ ὧν πρότερον κατεφρονεῖτο, καὶ πρᾳότητα καὶ μεγαλοψυχίαν ἀναθεωρεῖν. καὶ γὰρ Πομπηΐου σπουδὴ περὶ αὐτόν οὐκ ἐλάνθανε θεραπεύοντος οὖσα μᾶλλον φιλοῦντος, ἀλλ’ἔγνωσαν ὅτι θαυμάζει μὲν παρόντα, χαίρει δὲ ἀπερχομένῳ.

14.3τοὺς γὰρ ἄλλους νέους, ὅσοι παρ’αὐτόν ἀφικνοῦντο, φιλοτιμούμενος κατεῖχε καὶ ποθῶν αὐτῷ συνεῖναι, τοῦ δὲ Κάτωνος οὐδὲν ἐδεήθη τοιοῦτον, ἀλλ’ὥσπερ οὐκ ἀνυπεύθυνος ἄρχων ἐκείνου παρόντος ἐξέπεμψεν ἄσμενος, μόνῳ σχεδὸν ἐκείνῳ τῶν εἰς Ῥώμην πλεόντων τὰ τέκνα καὶ τὴν γυναῖκα παρακαταθέμενος, ἄλλως αὐτῷ προσήκοντα καὶ διὰ συγγένειαν. ἐκ τούτου δόξα καὶ σπουδὴ καὶ ἅμιλλα περὶ αὐτὸν ἦν τῶν πόλεων καὶ δεῖπνα καὶ κλήσεις, ἐν οἷς τοὺς φίλους ἐκέλευε προσέχειν αὐτῷ, μὴ λάθῃ βεβαιώσας τὸν Κουρίωνος λόγον.

14.4 γὰρ Κουρίων ἀχθόμενος τῷ αὐστηρῷ τοῦ Κάτωνος, φίλου καὶ συνήθους ὄντος, ἠρώτησεν αὐτόν εἰ πρόθυμός ἐστι μετὰ τὴν στρατείαν γενέσθαι τῆς Ἀσίας θεατής, τοῦ δὲ καὶ πάνυ φήσαντος, εὖ λέγεις, εἶπεν Κουρίων, ἡδίων γὰρ ἐπανήξεις ἐκεῖθεν καὶ μᾶλλον ἥμερος οὕτω πως καὶ τῷ ῥήματι χρησάμενος.

15

15.1Δηϊόταρος δὲ Γαλάτης μετεπέμψατο μὲν τὸν Κάτωνα πρεσβύτερος ὢν ἤδη παραθέσθαι τοὺς παῖδας αὐτῷ βουλόμενος καὶ τὸν οἶκον, ἐλθόντι δὲ προσφέρων δῶρα παντοδαπὰ καὶ πειρῶν καὶ δεόμενος πάντα τρόπον οὕτω παρώξυνεν ὥστε, δείλης ἐλθόντα καὶ νυκτερεύσαντα, τῇ ὑστεραίᾳ περὶ τρίτην ὥραν ἀπᾶραι.

15.2προελθὼν μέντοι μιᾶς ἡμέρας ὁδόν εὗρεν ἐν Πεσσινοῦντι πλείονα τῶν ἐκεῖ δώρων αὖθις αὐτὸν ὑπομένοντα, καὶ γράμματα τοῦ Γαλάτου δεομένου, λαβεῖν αὐτὸς εἰ μὴ πρόθυμός ἐστιν, ἀλλὰ τοὺς φίλους ἐᾶσαι, πάντως μὲν ἀξίους ὄντας εὖ παθεῖν δι’ἐκεῖνον οὐκ ὄντων δὲ τῶν ἰδίων τοῦ Κάτωνος τοσούτων.

15.3ἀλλ’οὐ δὲ τούτοις ἐνέδωκεν Κάτων, καίπερ ἐνίους τῶν φίλων μαλασσομένους καὶ ὑπομεμφομένους ὁρῶν, ἀλλὰ φήσας ὅτι πᾶσα δωροδοκία προφάσεως ἂν εὐπορήσειεν, οἱ δὲ φίλοι μεθέξουσιν ὧν ἂν ἔχῃ καλῶς καὶ δικαίως κτησάμενος, ἀπέπεμψε τὰ δῶρα πρὸς τὸν Δηϊόταρον.

15.4ἐπεὶ δὲ μέλλοντος ἀπαίρειν εἰς τὸ Βρεντέσιον ᾤοντο δεῖν οἱ φίλοι τὰ λείψανα τοῦ Καιπίωνος εἰς ἕτερον θέσθαι πλοῖον, εἰπὼν ὅτι τῆς ψυχῆς μεθήσεται μᾶλλον τούτων, ἀνήχθη. καὶ μέντοι λέγεται κατὰ τύχην ἐπισφαλέστατα περᾶσαι, τῶν ἄλλων μετρίως κομιζομένων.

16

16.1ἐπανελθὼν δὲ εἰς Ῥώμην τὸν μὲν ἄλλον χρόνον κατ’οἶκον Ἀθηνοδώρῳ συνών, κατ’ἀγορὰν τοῖς φίλοις παριστάμενος διετέλεσεν. ἐπιβάλλουσαν δὲ αὐτῷ τὴν ταμιευτικὴν ἀρχὴν οὐ πρότερον μετῆλθεν τούςτε νόμους ἀναγνῶναι τοὺς ταμιευτικοὺς καὶ διαπυθέσθαι τῶν ἐμπείρων ἕκαστα καὶ τύπῳ τινὶ τῆς ἀρχῆς τὴν δύναμιν περιλαβεῖν.

16.2ὅθεν εὐθὺς εἰς τὴν ἀρχὴν καταστάς μεγάλην ἐποίησε μεταβολὴν τῶν περὶ τὸ ταμιεῖον ὑπηρετῶν καὶ γραμματέων, οἳ διὰ χειρὸς ἀεὶ τὰ δημόσια γράμματα καὶ τοὺς νόμους ἔχοντες, εἶτα νέους ἄρχοντας παραλαμβάνοντες δι’ἀπειρίαν καὶ ἄγνοιαν ἀτεχνῶς διδασκάλων ἑτέρων καὶ παιδαγωγῶν δεομένους, οὐχ ὑφίεντο τῆς ἐξουσίας ἐκείνοις, ἀλλὰ ἦσαν ἄρχοντες αὐτοί, μέχρι οὗ Κάτων ἐπιστὰς τοῖς πράγμασι νεανικῶς, οὐκ ὄνομα καὶ τιμὴν ἔχων ἄρχοντος, ἀλλὰ καὶ νοῦν καὶ φρόνημα καὶ λόγον, ὑπηρέταις, ὅπερ ἦσαν, ἠξίου χρῆσθαι τοῖς γραμματεῦσι, τὰ μὲν ·

16.3ἐξελέγχων κακουργοῦντας αὐτούς, τὰ δὲ ἁμαρτά · νοντας ἀπειρίᾳ διδάσκων, ὡς δὲ ἦσαν ἰταμοὶ καὶ τοὺς ἄλλους ἐθώπευον ὑποτρέχοντες, ἐκείνῳ δὲ ἐπολέμουν, τὸν μὲν πρῶτον αὐτῶν καταγνοὺς περὶ πίστιν ἐν κληρονομίᾳ γεγονέναι πονηρόν ἀπήλασε τοῦ ταμιείου, δευτέρῳ δέ τινὶ ῥᾳδιουργίας προὔθηκε κρίσιν, Κάτλος Λουτάτιος τιμητὴς ἀνέβη βοηθήσων, ἀνὴρ μέγα τὸ τῆς ἀρχῆς ἔχων ἀξίωμα, τὸ δὲ τῆς ἀρετῆς ἔχων μέγιστον, ὡς πάντων δικαιοσύνῃ καὶ σωφροσύνῃ Ῥωμαίων διαφέρων ἦν δὲ καὶ τοῦ Κάτωνος ἐπαινέτης καὶ συνήθης διὰ τὸν βίον.

16.4ὡς οὖν ἡττώμενος τοῖς δικαίοις ἐξῃτεῖτο φανερῶς τὸν ἄνθρωπον, οὐκ εἴα ταῦτα ποιεῖν αὐτὸν Κάτων.

16.5ἔτι δὲ μᾶλλον προσλιπαροῦντος, αἰσχρόν, εἶπεν, Κάτλε, σὲ τὸν τιμητὴν καὶ τοὺς ἡμετέρους βίους ὀφείλοντα δοκιμάζειν ὑπὸ τῶν ἡμετέρων ὑπηρετῶν ἐκβάλλεσθαι. ταύτην τὴν φωνὴν ἀφέντος τοῦ Κάτωνος, Κάτλος προσέβλεψε μὲν αὐτὸν ὡς ἀμειψόμενος, εἶπε δὲ οὐδέν, ἀλλ’, εἴτε ὑπ’ὀργῆς εἴτε ὑπ’αἰσχύνης ἀπῆλθε σιωπῇ διηπορημένος.

16.6οὐ μὴν ἥλω γε ἄνθρωπος, ἀλλ’ἐπεὶ μιᾷ ψήφῳ τὰς ἀφιείσας ὑπερέβαλλον αἱ καθαιροῦσαι καὶ Λόλλιος Μᾶρκος εἷς, συνάρχων τοῦ Κάτωνος, ὑπὸ ἀσθενείας ἀπελέλειπτο τῆς δίκης, πέμπει πρὸς τοῦτον Κάτλος δεόμενος βοηθῆσαι τῷ ἀνθρώπῳ · κἀκεῖνος ἐν φορείῳ κομισθεὶς μετὰ τὴν δίκην ἔθετο τὴν ἀπολύουσαν. οὐ μὴν ἐχρήσατό γε τῷ γραμματεῖ Κάτων, οὐ δὲ τὸν μισθὸν ἀπέδωκεν, οὐ δὲ ὅλως ἐνάριθμον τοῦ Λολλίου τὴν ψῆφον ἔσχεν.

17

17.1οὕτω δὲ τοὺς γραμματεῖς ταπεινώσας καὶ ποιήσας ὑποχειρίους, καὶ τοῖς πράγμασιν ὡς αὐτὸς ἐβούλετο χρώμενος, ὀλίγῳ χρόνῳ τὸ ταμιεῖον ἀπέδειξε τοῦ βουλευτηρίου σεμνότερον, ὡς καὶ λέγειν καὶ φρονεῖν ἅπαντας ὅτι Κάτων ὑπατείας ἀξίωμα τῇ ταμιείᾳ περιέθηκε.

17.2πρῶτον μὲν γὰρ εὑρὼν χρέα παλαιὰ τῷ δημοσίῳ πολλοὺς ὀφείλοντας καὶ πολλοῖς τὸ δημόσιον, ἅμα τὴν πόλιν ἔπαυσεν ἀδικουμένην καὶ ἀδικοῦσαν, τοὺς μὲν εὐτόνως καὶ ἀπαραιτήτως ἀπαιτῶν, τοῖς δὲ ταχέως ἀποδιδοὺς καὶ προθύμως, ὥστε τὸν δῆμον ἥδεσθαι τοὺς μὲν οἰομένους ἀποστερήσειν ἐκτίνοντας ὁρῶντα, τοὺς δὲ μὴ προσεδόκων ἀπολαμβάνοντας, ἔπειτα γράμματα πολλῶν οὐ προσηκόντως ἀναφερόντων, καὶ δόγματα ψευδῆ παραδέχεσθαι χάριτι καὶ δεήσει τῶν προτέρων εἰωθότων, οὐδὲν αὐτὸν ἔλαθε γινόμενον τοιοῦτον, ἀλλ’ὑπὲρ ἑνός ποτε δόγματος ἐνδοιάσας εἰ κύριον γέγονε, πολλῶν μαρτυρούντων οὐκ ἐπίστευσεν, οὐ δὲ κατέταξε πρότερον τοὺς ὑπάτους ἐπομόσαι παραγενομένους.

17.4ὄντων δὲ πολλῶν οἷς Σύλλας ἐκεῖνος ἀποκτείνασιν ἄνδρας ἐκ προγραφῆς γέρας ἔδωκεν ἀνὰ μυρίας δισχιλίας δραχμάς, ἅπαντες μὲν αὐτοὺς ὡς ἐναγεῖς καὶ μιαροὺς ἑμίσουν, ἀμύνασθαι δὲ οὐδεὶς ἐτόλμα, Κάτων δὲ προσκαλούμενος ἕκαστον ἔχοντα δημόσιον ἀργύριον ἀδίκως ἐξέπραττεν, ἅμα θυμῷ καὶ λόγῳ τὸ τῆς πράξεως ἀνόσιον καὶ παράνομον ἐξονειδίζων.

17.5οἱ δὲ τοῦτο παθόντες εὐθὺς ἦσαν ἔνοχοι φόνῳ, καὶ τρόπον τινὰ προηλωκότες ἀπήγοντο πρὸς τοὺς δικαστὰς καὶ δίκας ἔτινον, ἡδομένων πάντων καὶ νομιζόντων συνεξαλείφεσθαι τὴν τότε τυραννίδα καὶ Σύλλαν αὐτὸν ἐφορᾶν κολαζόμενον.

18

18.1ἥιρει δὲ τοὺς πολλοὺς καὶ τὸ ἐνδελεχὲς αὐτοῦ τῆς ἐπιμελείας καὶ ἄτρυτον, οὔτε γὰρ πρότερός τις ἀνέβη τῶν συναρχόντων εἰς τὸ ταμιεῖον Κάτωνος οὔτε ὕστερος ἀπῆλθεν, ἐκκλησίαν δὲ καὶ βουλὴν οὐδεμίαν παρῆκε, δεδιὼς καὶ · παραφυλάττων τοὺς ἑτοίμως καὶ πρὸς χάριν ὀφλημάτων καὶ τελῶν ἀνέσεις δόσεις οἷς ἔτυχεν ἐπιψηφιζομένους.

18.2ἐπιδεικνύμενος δὲ τὸ ταμιεῖον ἄβατόντε καὶ καθαρὸν συκοφαντῶν, πλῆρες δὲ χρημάτων, ἐδίδασκεν ὅτι τῇ πόλει πλουτεῖν ἔξεστι μὴ ἀδικούσῃ. κατ’ἀρχὰς δὲ τῶν συναρχόντων ἐνίοις ἐπαχθὴς καὶ χαλεπὸς φανείς ὕστερον ἠγαπᾶτο, ταῖς ἐκ τοῦ μὴ χαρίζεσθαι τὰ δημόσια μη δὲ κρίνειν κακῶς ἀπεχθείαις ὑποτιθεὶς ἑαυτὸν ἀντὶ πάντων, καὶ παρέχων ἀπολογεῖσθαι πρὸς τοὺς δεομένους καὶ βιαζομένους ἐκείνους, ὡς ἀμήχανόν ἐστιν, ἄκοντος Κάτωνος.

18.3τῶν δὲ ἡμερῶν τῇ τελευταίᾳ σχεδὸν ὑπὸ πάντων τῶν πολιτῶν προπεμφθεὶς εἰς οἶκον, ἤκουσεν ὅτι Μαρκέλλῳ πολλοὶ συνήθεις καὶ δυνατοὶ προσπεσόντες ἐν τῷ ταμιείῳ καὶ περιέχοντες ἐκβιάζονται γράψαι τινὰ δόσιν χρημάτων ὀφειλομένων, ἦν δὲ Μάρκελλος ἐκ παίδων φίλος τῷ Κάτωνι, καὶ σὺν ἐκείνῳ βέλτιστος ἄρχων, αὐτὸς δὲ καθ’αὑτὸν ἀγώγιμος ὑπ’αἰδοῦς τοῖς δεομένοις, καὶ κατάντης πρὸς πᾶσαν χάριν, εὐθὺς οὖν Κάτων ἐπιστρέψας καὶ τὸν Μάρκελλον εὑρὼν ἐκβεβιασμένον γράψαι τὴν δόσιν, ᾔτησε τὰς δέλτους καὶ ἀπήλειψεν, αὐτοῦ παρεστῶτος σιωπῇ ·

18.4καὶ τοῦτο πράξας κατήγαγεν αὑτὸν ἐκ τοῦ ταμιείου καὶ κατέστησεν εἰς οἶκον, οὔτε τότε μεμψάμενον οὔτε ὕστερον, ἀλλ’ἐμμείναντα τῇ συνηθείᾳ καὶ φιλίᾳ μέχρι παντός.

18.5οὐ μὴν οὐ δὲ ἀπαλλαγεὶς τῆς ταμιείας ἀφῆκε τῆς φρουρᾶς ἔρημον τὸ ταμιεῖον, ἀλλ’οἰκέται μὲν αὐτοῦ καθ’ἡμέραν ἀπογραφόμενοι τὰς διοικήσεις παρῆσαν, αὐτὸς δὲ βιβλία λόγους περιέχοντα δημοσίων οἰκονομιῶν ἀπὸ τῶν Σύλλα χρόνων εἰς τὴν ἑαυτοῦ ταμιείαν ὠνησάμενος πέντε ταλάντων ἀεὶ διὰ χειρὸς εἶχεν,

19

19.1εἰς δὲ σύγκλητον εἰσῄειτε πρῶτος καὶ τελευταῖος ἀπηλλάττετο · πολλάκις δὲ τῶν ἄλλων σχολῇ συναγομένων καθεζόμενος ἀνεγίνωσκεν ἡσυχῇ, τὸ ἱμάτιον τοῦ βιβλίου προϊσχόμενος. ἀπεδήμησε δὲ οὐδέποτε βουλῆς γενομένης, ἐπεὶ δὲ ὕστερον οἱ περὶ Πομπήϊον ἑώρων αὐτὸν ἐν οἷς ἐσπούδαζον ἀδίκως ἀμετάπειστον καὶ δυσεκβίαστον ἀεί, διεμηχανῶντο φιλικαῖς τισι συνηγορίαις διαίταις πραγματείαις ἔξω περισπᾶν. συνεὶς οὖν ταχὺ τὴν ἐπιβουλὴν ἀπεῖπε πᾶσι καὶ παρετάξατο βουλῆς ἀγομένης μηδὲν ἄλλο πράττειν.

19.2οὔτε γὰρ δόξης χάριν οὔτε πλεονεξίας οὔτε αὐτομάτως καὶ κατὰ τύχην, ὥσπερ ἕτεροί τινες, ἐμπεσὼν εἰς τὸ πράττειν τὰ τῆς πόλεως, ἀλλ’ὡς ἴδιον ἔργον ἀνδρὸς ἀγαθοῦ τὴν πολιτείαν ἑλόμενος, μᾶλλον ᾤετο δεῖν προσέχειν τοῖς κοινοῖς τῷ κηρίῳ τὴν μέλιτταν, ὅς γε καὶ τὰ τῶν ἐπαρχιῶν πράγματα καὶ δόγματα καὶ κρίσεις καὶ πράξεις τὰς μεγίστας ἔργον πεποίητο διὰ τῶν ἑκασταχόθι ξένων καὶ φίλων πέμπεσθαι πρὸς αὐτόν.

19.3ἐνστὰς δέ ποτε Κλωδίῳ τῷ δημαγωγῷ κινοῦντι καὶ ταράττοντι μεγάλων ἀρχὰς νεωτερισμῶν καὶ διαβάλλοντι πρὸς τὸν δῆμον ἱερεῖς καὶ ἱερείας, ἐν οἷς καὶ Φαβία Τερεντίας ἀδελφὴ, τῆς Κικέρωνος γυναικὸς, ἐκινδύνευσε, τὸν μὲν Κλώδιον αἰσχύνῃ περιβαλὼν ἠνάγκασεν ὑπεκστῆναι τῆς πόλεως, τοῦ δὲ Κικέρωνος εὐχαριστοῦντος, τῇ πόλει δεῖν ἔχειν ἔφη χάριν αὐτόν, ὡς ἐκείνης ἕνεκα πάντα ποιῶν καὶ πολιτευόμενος, ἐκ τούτου μεγάλη δόξα περὶ αὐτὸν ἦν, ὥστε ῥήτορα μὲν, δίκῃ τινὶ μαρτυρίας μιᾶς φερομένης, εἰπεῖν πρὸς τοὺς δικαστάς ὡς ἑνὶ μαρτυροῦντι προσέχειν, οὐ δὲ Κάτωνι, καλῶς ἔχει, πολλοὺς δὲ ἤδη περὶ τῶν ἀπίστων καὶ παραδόξων, ὥσπερ ἐν παροιμίᾳ τινὶ, λέγειν ὅτι τοῦτο μὲν οὐ δὲ Κάτωνος λέγοντος πιθανόν ἐστι.

19.5μοχθηροῦ δὲ ἀνθρώπου καὶ πολυτελοῦς λόγον ἐν συγκλήτῳ διαθεμένου πρὸς εὐτέλειαν καὶ σωφρονισμόν ἐπαναστὰς Ἀμναῖος, ἄνθρωπε, εἶπε, τίς ἀνέξεταί σου δειπνοῦντος μὲν ὡς Λευκόλλου, οἰκοδομοῦντος δὲ ὡς Κράσσου, δημηγοροῦντος δὲ ἡμῖν ὡς Κάτωνος ; καὶ τῶν ἄλλων δὲ τοὺς φαύλους καὶ ἀκολάστους, τοῖς λόγοις δὲ σεμνοὺς καὶ αὐστηρούς χλευάζοντες ἐκάλουν Κάτωνας.

20

20.1πολλῶν δὲ αὑτὸν ἐπὶ δημαρχίαν καλούντων οὐκ ᾤετο καλῶς ἔχειν μεγάλης ἐξουσίας καὶ ἀρχῆς, ὥσπερ ἰσχυροῦ φαρμάκου, δύναμιν ἐν πράγμασιν οὐκ ἀναγκαίοις ἐξαναλῶσαι. καὶ ἅμα, σχολῆς οὔσης τῶν δημοσίων, παραλαβὼν βιβλία καὶ φιλοσόφους ἐβάδιζεν εἰς Λευκανίαν, ἀγροὺς αὐτόθι κεκτημένος ἔχοντας οὐκ ἀνελευθέρους διατριβάς ·

20.2εἶτα καθ’ὁδὸν πολλοῖς τισιν ὑποζυγίοις καὶ σκεύεσι καὶ ἀκολούθοις ἀπαντήσας καὶ πυθόμενος Νέπωτα Μέτελλον εἰς Ῥώμην ἐπανέρχεσθαι δημαρχίαν μετιέναι παρεσκευασμένον, ἐπέστη σιωπῇ, καὶ διαλιπὼν μικρόν ἐκέλευσεν ἀναστρέφειν ὀπίσω τοὺς ἑαυτοῦ. τῶν δὲ φίλων θαυμασάντων, οὐκ ἴστε, εἶπεν, ὅτι καὶ καθ’αὑτὸν ὑπὸ ἐμπληξίας φοβερός ἐστι Μέτελλος, καὶ νῦν ἐκ τῆς Πομπηΐου γνώμης ἀφιγμένος εἰς τὴν πολιτείαν ἐμπεσεῖται δίκην σκηπτοῦ πάντα πράγματα ταράττων;

20.3οὔκουν σχολῆς οὐ δὲ ἀποδημίας καιρός, ἀλλὰ δεῖ κρατῆσαι τοῦ ἀνδρός, καλῶς ἀποθανεῖν ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιζόμενον ὅμως δὲ τῶν φίλων παραινεσάντων ἀφίκετο πρῶτον εἰς τὰ χωρία καὶ διέτριψεν οὐ πολὺν χρόνον, εἶτα ἐπανῆκεν εἰς πόλιν. ἑσπέρας δὲ ἐλθών εὐθὺς ἕωθεν εἰς ἀγορὰν κατέβαινε δημαρχίαν μετιών, ὡς ἀντιταξόμενος πρὸς τὸν Μέτελλον. τὸ γὰρ ἰσχυρὸν ἀρχὴ πρὸς τὸ κωλύειν ἔχει μᾶλλον πρὸς τὸ πράττειν κἂν πάντες οἱ λοιποὶ παρ’ἕνα ψηφίσωνται, τοῦ μὴ θέλοντος μη δὲ ἐῶντος τὸ κράτος ἐστί.

21

21.1τὸ μὲν οὖν πρῶτον ὀλίγοι περὶ τὸν Κάτωνά τῶν φίλων ἦσαν φανερᾶς δέ τῆς γνώμης αὐτοῦ γενομένης, ὀλίγου χρόνου πάντες οἱ χρηστοὶ καὶ γνώριμοι συνέτρεχον καὶ παρεκάλουν καὶ παρεθάρρυνον αὐτὸν, ὡς οὐ λαμβάνοντα χάριν, ἀλλὰ τὴν μεγίστην διδόντα τῇ πατρίδι καὶ τοῖς ἐπιεικεστάτοις τῶν πολιτῶν, ὅτι πολλάκις ἀπραγμόνως ἄρξαι παρὸν οὐ θελήσας, νῦν ὑπὲρ τῆς ἐλευθερίας καὶ πολιτείας ἀγωνιούμενος οὐκ ἀκινδύνως κάτεισι.

21.2λέγεται δέ, πολλῶν ὑπὸ σπουδῆς καὶ φιλοφροσύνης ὠθουμένων πρὸς αὐτὸν, ἐν κινδύνῳ γενόμενος μόλις ἐξικέσθαι διὰ πλῆθος εἰς τὴν ἀγοράν. ἀποδειχθεὶς δὲ δήμαρχος σὺν ἑτέροις, καὶ τῷ Μετέλλῳ, τὰς ὑπατικὰς ἀρχαιρεσίας ὁρῶν ὠνίους οὔσας, ἐπετίμησε τῷ δήμῳ · καὶ καταπαύων τὸν λόγον ἐπώμοσε τοῦ δόντος ἀργύριον, ὅστις ἂν , κατηγορήσειν, ἕνα Σιλανὸν ὑπεξελόμενος δι’οἰκειότητα. Σερβιλίαν γὰρ ἀδελφὴν Κάτωνος Σιλανὸς εἶχε.

21.3διὸ τοῦτον μὲν παρῆκε, Λεύκιον δὲ Μουρήναν ἐδίωκεν ἀργυρίῳ διαπραξάμενον ἄρχοντα μετὰ τοῦ Σιλανοῦ γενέσθαι, νόμῳ δέ τινι τοῦ φεύγοντος ἀεὶ φύλακα τῷ κατηγόρῳ διδόντος, ὥστε μὴ λαθεῖν συνάγει καὶ παρασκευάζεται πρὸς τὴν κατηγορίαν, τῷ Κάτωνι δοθεὶς ὑπὸ τοῦ Μουρήνα παρακολουθῶν καὶ παραφυλάττων, ὡς ἑώρα μηθὲν ἐπιβούλως πράττοντα μη δὲ ἀδίκως, ἀλλὰ γενναίωςτε καὶ φιλανθρώπως ἁπλῆν τινα τῆς κατηγορίας καὶ δικαίαν ὁδὸν πορευόμενον, οὕτως ἐθαύμαζε τὸ φρόνημα καὶ τὸ ἦθος ὥστε κατ’ἀγορὰν προσιὼν καὶ φοιτῶν ἐπὶ θύρας πυνθάνεσθαι τοῦ Κάτωνος εἰ μέλλει τι σήμερον πραγματεύσασθαι τῶν περὶ τὴν κατηγορίαν ·

21.4εἰ δὲ μὴ φαίη, πιστεύων ἀπῄει.

21.5τῆς δὲ δίκης λεγομένης Κικέρων, ὕπατος ὢν τότε καὶ τῷ Μουρήνᾳ συνδικῶν, πολλὰ διὰ τὸν Κάτωνά τοὺς Στωϊκοὺς φιλοσόφους καὶ ταῦτα δὴ τὰ παράδοξα καλούμενα δόγματα χλευάζων καὶ παρασκώπτων γέλωτα παρεῖχε τοῖς δικασταῖς. τὸν οὖν Κάτωνά φασι διαμειδιάσαντα πρὸς τοὺς παρόντας εἰπεῖν ἄνδρες, ὡς γελοῖον ὕπατον ἔχομεν .

21.6ἀποφυγὼν δὲ Μουρήνας οὐ πονηροῦ πάθος οὐ δὲ ἄφρονος ἔπαθεν ἀνθρώπου πρὸς τὸν Κάτωνά · καὶ γὰρ ὑπατεύων ἐχρῆτο συμβούλῳ τῶν μεγίστων, καὶ τἆλλα τιμῶν καὶ πιστεύων διετέλεσεν. αἴτιος δὲ ἦν Κάτων αὐτός, ἐπὶ τοῦ βήματος καὶ τοῦ συνεδρίου χαλεπὸς ὢν καὶ φοβερὸς ὑπὲρ τῶν δικαίων, εἶτα πᾶσιν εὐνοϊκῶς καὶ φιλανθρώπως προσφερόμενος.

22

22.1πρὶν δὲ εἰς τὴν δημαρχίαν καθίστασθαι, Κικέρωνος ὑπατεύοντος, ἄλλοιςτε πολλοῖς ἀγῶσι τὴν ἀρχὴν ὤρθωσεν αὐτοῦ καὶ ταῖς περὶ Κατιλίναν πράξεσι μεγίσταις καὶ καλλίσταις γενομέναις τέλος ἐπέθηκεν. αὐτὸς μὲν γὰρ Κατιλίνας ὀλέθριόντε καὶ παντελῆ μεταβολὴν ἐπάγων τοῖς Ῥωμαίων πράγμασι καὶ στάσεις ὁμοῦ καὶ πολέμους ταράττων ἐξελεγχθεὶς ὑπὸ τοῦ Κικέρωνος ἐξέπεσε τῆς πόλεως, Λέντλος δὲ καὶ Κέθηγος καὶ μετ’αὐτῶν ἕτεροι συχνοὶ δεξάμενοι τὴν συνωμοσίαν, καὶ τῷ Κατιλίνᾳ δειλίαν καὶ μικρολογίαν τῶν τολμημάτων ἐπικαλοῦντες, αὐτοὶ διενοοῦντο τὴν πόλιν ἄρδην ἀναιρεῖν πυρί καὶ τὴν ἡγεμονίαν ἐθνῶν ἀποστάσεσι καὶ πολέμοις ἀλλοφύλοις ἀνατρέπειν.

22.3φανερᾶς δὲ τῆς παρασκευῆς αὐτῶν γενομένης, καὶ Κικέρωνος ἐν βουλῇ γνώμην προθέντος, μὲν πρῶτος εἰπὼν Σιλανὸς ἀπεφήνατο δοκεῖν αὐτῷ τὰ ἔσχατα παθεῖν χρῆναι τοὺς ἄνδρας, οἱ δὲ μετ’αὐτὸν ἐφεξῆς ἠκολούθησαν, ἄχρι Καίσαρος.

22.4Καῖσαρ δὲ ἀναστάς, ἅτε δὴ καὶ δεινὸς εἰπεῖν καὶ πᾶσαν ἐν τῇ πόλει μεταβολὴν καὶ κίνησιν ὥσπερ ὕλην ὧν αὐτὸς διενοεῖτο βουλόμενος αὔξειν μᾶλλον σβεννυμένην περιορᾶν, ἐπαγωγὰ πολλὰ καὶ φιλάνθρωπα διαλεχθείς ἀποκτεῖναι μὲν ἀκρίτους οὐκ εἴα τοὺς ἄνδρας, εἱρχθέντας δὲ τηρεῖν ἐκέλευσεν, οὕτω δὲ τὰς γνώμας μετέστησε τῆς βουλῆς, φοβηθείσης τὸν δῆμον, ὥστε καὶ Σιλανὸν ἔξαρνον εἶναι καὶ λέγειν ὡς οὐ δ’αὐτὸς εἴποι θάνατον, ἀλλὰ εἱργμόν ·

22.5ἔσχατον γὰρ ἀνδρὶ Ῥωμαίῳ τοῦτο κακῶν ἁπάντων.

23

23.1γενομένης δὲ τοιαύτης τῆς τροπῆς καὶ ἁπάντων ἐπὶ τὸ πρᾳότερον ῥυέντων καὶ φιλανθρωπότερον, Κάτων πρὸς τὴν γνώμην ἀναστὰς εὐθὺς ἵετο τῷ λόγῳ μετ’ὀργῆς καὶ πάθους, τόντε Σιλανὸν κακίζων τῆς μεταβολῆς, καὶ καθαπτόμενος τοῦ Καίσαρος ὡς σχήματι δημοτικῷ καὶ λόγῳ φιλανθρώπῳ τὴν πόλιν ἀνατρέποντος, καὶ δεδιττομένου τὴν βουλὴν ἐφ’οἷς αὐτὸν ἔδει δεδιέναι καὶ ἀγαπᾶν εἰ τῶν γεγονότων ἀθῷος ἀπαλλάξει καὶ ἀνύποπτος, οὕτως περιφανῶς καὶ ἰταμῶς τοὺς κοινοὺς ἐξαρπάζων πολεμίους καὶ τὴν παρ’οὐδὲν ἐλθοῦσαν ἀπολέσθαι πατρίδα τοιαύτην καὶ τοσαύτην ὁμολογῶν μὴ ἐλεεῖν, ἀλλ’οὓς ἔδει μὴ γενέσθαι μη δὲ φῦναι δακρύων καὶ ἀνακλαιόμενος, εἰ φόνων μεγάλων καὶ κινδύνων ἀπαλλάξουσι τὴν πόλιν ἀποθανόντες.

23.3τοῦτον μόνον ὧν Κάτων εἶπε διασῴζεσθαί φασι τόν λόγον, Κικέρωνος τοῦ ὑπάτου τοὺς διαφέροντας ὀξύτητι τῶν γραφέων σημεῖα προδιδάξαντος ἐν μικροῖς καὶ βραχέσι τύποις πολλῶν γραμμάτων ἔχοντα δύναμιν, εἶτα ἄλλον ἀλλαχόσε τοῦ βουλευτηρίου σποράδην ἐμβαλόντος. οὔπω γὰρ ἤσκουν οὐ δ’ἐκέκτηντο τοὺς καλουμένους σημειογράφους, ἀλλὰ τότε πρῶτον εἰς ἴχνος τι καταστῆναι λέγουσιν. ἐκράτησε δ’οὖν Κάτων καὶ μετέστησε τὰς γνώμας, ὥστε θάνατον καταψηφίσασθαι τῶν ἀνδρῶν.

24

24.1εἰ δὲ δεῖ μη δὲ τὰ μικρὰ τῶν ἠθῶν σημεῖα παραλιπεῖν ὥσπερ εἰκόνα ψυχῆς ὑπογραφομένους, λέγεται, τότε πολλὴν ἅμιλλαν καὶ μέγαν ἀγῶνα πρὸς τὸν Κάτωνα τοῦ Καίσαρος ἔχοντος καὶ τῆς βουλῆς εἰς ἐκείνους ἀνηρτημένης, δελτάριόν τι μικρὸν ἔξωθεν εἰσκομισθῆναι τῷ Καίσαρι. τοῦ δὲ Κάτωνος εἰς ὑποψίαν ἄγοντος τὸ πρᾶγμα καὶ διαβάλλοντος εἶναί τινας τοὺς κινουμένους, καὶ κελεύοντος ἀναγινώσκειν τὰ γεγραμμένα, τὸν Καίσαρα τῷ Κάτωνι προσδοῦναι τὸ δελτάριον ἐγγὺς ἑστῶτι.

24.2τὸν δὲ ἀναγνόντα Σερβιλίας τῆς ἀδελφῆς ἐπιστόλιον ἀκόλαστον πρὸς τὸν Καίσαρα γεγραμμένον, ἐρώσης καὶ διεφθαρμένης ὑπ’αὐτοῦ, προσρῖψαίτε τῷ Καίσαρι καὶ εἰπεῖν, κράτει, μέθυσε, καὶ πάλιν οὕτως ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον τραπέσθαι.

24.3φαίνεται δὲ ὅλως ἀτύχημα γενέσθαι τοῦ Κάτωνος γυναικωνῖτις αὕτη μὲν γὰρ ἐπὶ Καίσαρι κακῶς ἤκουσε · τὰ δὲ τῆς ἑτέρας Σερβιλίας, ἀδελφῆς δὲ Κάτωνος, ἀσχημονέστερα. Λευκόλλῳ γὰρ γαμηθεῖσα, πρωτεύσαντι Ῥωμαίων κατὰ δόξαν ἀνδρί, καὶ τεκοῦσα παιδίον ἐξέπεσε τοῦ οἴκου δι’ἀκολασίαν. τὸ δὲ αἴσχιστον, οὐ δ’ γυνὴ τοῦ Κάτωνος Ἀτιλία τοιούτων ἐκαθάρευσεν ἁμαρτημάτων, ἀλλὰ καίπερ ἐξ αὐτῆς δύο παιδία πεποιημένος ἀνάγκην ἔσχεν ἐκβαλεῖν ἀσχημονοῦσαν.

25

25.1εἶτα ἔγημε θυγατέρα Φιλίππου, Μαρκίαν, ἐπιεικῆ δοκοῦσαν εἶναι γυναῖκα, περὶ ἧς πλεῖστος λόγος · καὶ καθάπερ ἐν δράματι τῷ βίῳ τοῦτο τὸ μέρος προβληματῶδες γέγονε καὶ ἄπορον. ἐπράχθη δὲ τοῦτον τὸν τρόπον, ὡς ἱστορεῖ Θρασέας, εἰς Μουνάτιον, ἄνδρα Κάτωνος ἑταῖρον καὶ συμβιωτήν, ἀναφέρων τήν πίστιν ·

25.2ἐν πολλοῖς ἐρασταῖς καὶ θαυμασταῖς τοῦ Κάτωνος ἦσαν ἑτέρων ἕτεροι μᾶλλον ἔκδηλοι καὶ διαφανεῖς, ὧν καὶ Κόϊντος Ὁρτήσιος, ἀνὴρ ἀξιώματόςτε λαμπροῦ καὶ τὸν τρόπον ἐπιεικής, ἐπιθυμῶν οὖν τῷ Κάτωνι μὴ συνήθης εἶναι μη δὲ ἑταῖρος μόνον, ἀλλ’ἁμῶς γέ πως εἰς οἰκειότητα καταμίξαι καὶ κοινωνίαν πάντα τὸν οἶκον καὶ τό γένος, ἐπεχείρησε συμπείθειν ὅπως τήν θυγατέρα Πορκίαν, Βύβλῳ συνοικοῦσαν καὶ πεποιημένην ἐκείνῳ δύο παῖδας, αὐτῷ πάλιν ὥσπερ εὐγενῆ χώραν ἐντεκνώσασθαι παράσχῃ.

25.3δόξῃ μὲν γὰρ ἀνθρώπων ἄτοπον εἶναι τὸ τοιοῦτον, φύσει δὲ καλὸν καὶ πολιτικόν, ἐν ὥρᾳ καὶ ἀκμῇ γυναῖκα μήτε ἀργεῖν τὸ γόνιμον ἀποσβέσασαν, μήτε πλείονα τῶν ἱκανῶν ἐπιτίκτουσαν, ἐνοχλεῖν καὶ καταπτωχεύειν οὐδὲν δεόμενον, κοινουμένους δὲ τὰς διαδοχὰς ἀξίοις ἀνδράσι τήντε ἀρετὴν ἄφθονον ποιεῖν καὶ πολύχυτον τοῖς γένεσι, καὶ τήν πόλιν αὑτὴν πρὸς αὑτὴν ἀνακεραννύναι ταῖς οἰκειότησιν. εἰ δὲ πάντως περιέχοιτο τῆς γυναικὸς Βύβλος, ἀποδώσειν εὐθὺς τεκοῦσαν, οἰκειότερος αὐτῷτε Βύβλῳ καὶ Κάτωνι ι κοινωνίᾳ παίδων γενόμενος.

25.4ἀποκριναμένου δὲ τοῦ Κάτωνος ὡς Ὁρτήσιον μὲν ἀγαπᾷ καὶ δοκιμάζει κοινωνὸν οἰκειότητος, ἄτοπον δὲ ἡγεῖται ποιεῖσθαι λόγον περὶ γάμου θυγατρὸς ἑτέρῳ δεδομένης, μεταβαλὼν ἐκεῖνος οὐκ ὤκνησεν ἀποκαλυψάμενος αἰτεῖν τήν αὐτοῦ γυναῖκα Κάτωνος, νέαν μὲν οὖσαν ἔτι πρὸς τὸ τίκτειν, ἔχοντος δὲ τοῦ Κάτωνος ἀποχρῶσαν διαδοχήν.

25.5καὶ οὐκ ἔστιν εἰπεῖν ὡς ταῦτα ἔπραττεν εἰδὼς οὐ προσέχοντα τῇ Μαρκίᾳ τὸν Κάτωνα · κύουσαν γὰρ αὑτὴν τότε τυγχάνειν λέγουσιν. δὲ οὖν Κάτων ὁρῶν τήν τοῦ Ὁρτησίου σπουδὴν καὶ προθυμίαν οὐκ ἀντεῖπεν, ἀλλ’ἔφη δεῖν καὶ Φιλίππῳ ταῦτα συνδόξαι τῷ πατρὶ τῆς Μαρκίας. ὡς οὖν Φίλιππος ἐντευχθεὶς ἔγνω τήν συγχώρησιν, οὐκ ἄλλως ἐνεγγύησε τήν Μαρκίαν παρόντος τοῦ Κάτωνος αὐτοῦ καὶ συνεγγυῶντος. ταῦτα μὲν οὖν, εἰ καὶ χρόνοις ὕστερον ἐπράχθη, μνησθέντι μοι τὸ τῶν γυναικῶν προλαβεῖν ἔδοξε.

26

26.1τῶν δὲ περὶ τὸν Λέντλον ἀναιρεθέντων, καὶ τοῦ Καίσαρος περὶ ὧν εἰσηγγέλθη καὶ διεβλήθη πρὸς τὴν σύγκλητον εἰς τὸν δῆμον καταφυγόντος καὶ τὰ πολλὰ νοσοῦντα καὶ διεφθαρμένα τῆς πολιτείας μέρη ταράττοντος καὶ συνάγοντος πρὸς αὑτόν, Κάτων φοβηθεὶς ἔπεισε τὴν βουλὴν ἀναλαβεῖν τὸν ἄπορον καὶ ἀνέμητον ὄχλον εἰς τὸ σιτηρέσιον, ἀναλώματος μὲν ὄντος ἐνιαυσίου χιλίων καὶ διακοσίων καὶ πεντήκοντα ταλάντων, περιφανῶς δὲ τῇ φιλανθρωπίᾳ ταύτῃ καὶ χάριτι τῆς ἀπειλῆς ἐκείνης διαλυθείσης.

26.2ἐντεῦθεν εἰς τὴν δημαρχίαν ἐμπεσὼν Μέτελλος ἐκκλησίαςτε θορυβώδεις συνῆγε, καὶ νόμον ἔγραψε Πομπήϊον Μᾶγνον ἰέναι κατὰ τάχος μετὰ τῶν δυνάμεων εἰς Ἰταλίαν καὶ παραλαβόντα σῴζειν τὴν πόλιν, ὡς ὑπὸ Κατιλίνα κινδυνεύουσαν. ἦν δὲ τοῦτο λόγος εὐπρεπής, ἔργον δὲ τοῦ νόμου καί τέλος ἐγχειρίσαι τὰ πράγματα Πομπηΐῳ καὶ παραδοῦναι τὴν ἡγεμονίαν.

26.3γενομένης δὲ βουλῆς καὶ τοῦ Κάτωνος οὐχ, ὥσπερ εἰώθει, τῷ Μετέλλῳ σφοδρῶς ἐμπεσόντος, ἀλλ’ἐπιεικῆ πολλὰ καὶ μέτρια παραινέσαντος, τέλος δὲ καὶ πρὸς δεήσεις τραπομένου καὶ τὴν Μετέλλων οἰκίαν ἀεὶ γενομένην ἀριστοκρατικὴν ἐπαινέσαντος, ἔτι μᾶλλον ἐξαρθεὶς καὶ καταφρονήσας Μέτελλος ὡς ἐνδιδόντος αὐτοῦ καὶ πτήσσοντος εἰς ὑπερηφάνους ἀπειλὰς καὶ λόγους θρασεῖς ἐξέπεσεν, ὡς βίᾳ πάντα τῆς βουλῆς διαπραξόμενος.

26.4οὕτω δὴ μεταβαλὼν Κάτων καὶ σχῆμα καὶ φωνὴν καὶ λόγον, ἐπειπὼν δὲ πᾶσι τοῖς ἄλλοις διατεταμένως ὅτι ζῶντος αὐτοῦ Πομπήϊος οὐ παρέσται μεθ’ὅπλων εἰς τὴν πόλιν, ἐκεῖνο τῇ βουλῇ παρέστησεν, ὡς οὐδέτερος μὲν καθέστηκεν οὐ δὲ χρῆται λογισμοῖς ἀσφαλέσιν, ἔστι δὲ μὲν Μετέλλου πολιτεία μανία δι’ὑπερβολὴν κακίας φερομένη πρὸς ὄλεθρον καὶ σύγχυσιν ἁπάντων, δὲ Κάτωνος ἀρετῆς ἐνθουσιασμός ὑπὲρ τῶν καλῶν καὶ δικαίων ἀγωνιζομένης.

27

27.1ἐπεὶ δὲ τὴν ψῆφον ὑπὲρ τοῦ νόμου φέρειν δῆμος ἔμελλε, Μετέλλῳ μὲν ὅπλα καὶ ξένοι καὶ μονομάχοι καὶ θεράποντες ἐπὶ τὴν ἀγορὰν τεταγμένοι παρῆσαν, καὶ τὸ ποθοῦν μεταβολῆς ἐλπίδι Πομπήϊον ὑπῆρχε τοῦ δήμου μέρος οὐκ ὀλίγον, ἦν δὲ μεγάλη καὶ ἀπὸ Καίσαρος ῥώμη στρατηγοῦντος τότε, Κάτωνι δὲ οἱ πρῶτοι τῶν πολιτῶν συνηγανάκτουν καὶ συνηδικοῦντο μᾶλλον συνηγωνίζοντο, πολλὴ δὲ τὴν οἰκίαν αὐτοῦ κατήφεια καὶ φόβος εἶχεν, ὥστε τῶν φίλων ἐνίους ἀσίτους διαγρυπνῆσαι μετ’ἀλλήλων ἐν ἀπόροις ὄντας ὑπὲρ αὐτοῦ λογισμοῖς, καὶ γυναῖκα καὶ ἀδελφὰς ποτνιωμένας καὶ δακρυούσας.

27.3αὐτὸς δ’ἀδεῶς καὶ τεθαρρηκότως ἐντυχὼν πᾶσι καὶ παρηγορήσας, καὶ γενόμενος περὶ δεῖπνον, ὥσπερ εἰώθει, καὶ νυκτερεύσας, ὑφ’ἑνὸς τῶν συναρχόντων, Μινυκίου Θέρμου, βαθέως καθεύδων ἐπηγέρθη · καὶ κατέβησαν εἰς ἀγοράν, ὀλίγων μὲν αὐτοὺς προπεμπόντων, πολλῶν δὲ ἀπαντώντων καὶ φυλάττεσθαι παρακελευομένων.

27.4ὡς οὖν ἐπιστὰς Κάτων κατεῖδε τὸν νεὼν τῶν Διοσκούρων ὅπλοις περιεχόμενον καὶ τὰς ἀναβάσεις φρουρουμένας ὑπὸ μονομάχων, αὐτὸν δὲ καθήμενον ἄνω μετὰ Καίσαρος τὸν Μέτελλον, ἐπιστρέψας πρὸς τοὺς φίλους, θρασέος, εἶπεν, ἀνθρώπου καὶ δειλοῦ, ὃς καθ’ἑνὸς ἀνόπλου καὶ γυμνοῦ τοσούτους ἐστρατολόγησεν . ἅμα δ’εὐθὺς ἐβάδιζε μετὰ τοῦ Θέρμου.

27.5καὶ διέστησαν αὐτοῖς οἱ τὰς ἀναβάσεις κατέχοντες, ἄλλον δὲ οὐδένα παρῆκαν, μόλις ἐπισπάσας τῆς χειρὸς Κάτων τὸν Μουνάτιον ἀνήγαγε · καὶ βαδίζων εὐθὺς ὡς εἶχε καθίζει μέσον ἐμβαλὼν ἑαυτὸν τοῦ Μετέλλου καὶ τοῦ Καίσαρος, ὥστε διακόψαι τὴν κοινολογίαν.

27.6 κἀκεῖνοι μὲν διηπόρησαν, οἱ δὲ χαρίεντες θεασάμενοι καὶ θαυμάσαντες τὸ πρόσωπον καὶ τὸ φρόνημα καὶ τὸ θάρσος τοῦ Κάτωνος ἐγγυτέρω προσῆλθον, καὶ βοῇ διεκελεύσαντο τῷ μὲν Κάτωνι θαρρεῖν, μένειν δὲ ἀλλήλοις καὶ συστρέφεσθαι καὶ μὴ προδιδόναι τὴν ἐλευθερίαν καὶ τὸν ὑπὲρ αὐτῆς ἀγωνιζόμενον.

28

28.1ἔνθα δὴ τοῦ ὑπηρέτου τὸν νόμον προχειρισαμένου, τοῦ δὲ Κάτωνος οὐκ ἐῶντος ἀναγινώσκειν, τοῦ δὲ Μετέλλου παραλαβόντος αὐτὸν καὶ ἀναγινώσκοντος, μὲν Κάτων ἐξήρπασε τὸ βιβλίον, δὲ Θέρμος ἀπὸ στόματος τοῦ Μετέλλου τὸν νόμον ἐπισταμένου καὶ λέγοντος ἐπέσχε τῇ χειρὶ τὸ στόμα καὶ τὴν φωνὴν ἀπέκλεισεν, ἄχρι οὗ, ἄμαχον ὁρῶν ἀγῶνα τοὺς ἄνδρας Μέτελλος ἀγωνιζομένους, καὶ τὸν δῆμον ἡττώμενον πρὸς τὸ συμφέρον καὶ τρεπόμενον, ἐκέλευσεν ἄποθεν ὁπλίτας μετὰ φόβου καὶ κραυγῆς ἐπιτρέχειν.

28.2γενομένου δὲ τούτου καὶ πάντων διασκεδασθέντων ὑποστάντα μόνον τὸν Κάτωνα καὶ βαλλόμενον λίθοις καὶ ξύλοις ἄνωθεν οὐ περιεῖδε Μουρήνας τὴν δίκην φυγὼν ὑπ’αὐτοῦ καὶ κατηγορηθείς, ἀλλὰ τὴν τήβεννον προϊσχόμενος καὶ βοῶν ἀνασχεῖν τοῖς βάλλουσι, καὶ τέλος αὐτὸν τὸν Κάτωνα πείθων καὶ περιπτύσσων, εἰς τὸν νεὼν τῶν Διοσκούρων ἀπήγαγεν.

28.3ἐπεὶ δὲ κατεῖδεν Μέτελλος ἐρημίαν περὶ τὸ βῆμα καὶ φυγὴν ἀγορᾶς τῶν ἐναντιουμένων, παντάπασι πεισθεὶς κρατεῖν ἐκέλευσεν ἀπιέναι πάλιν τοὺς ὁπλοφόρους, καὶ προσελθὼν κοσμίως αὐτὸς ἐπεχείρει πράττειν τὰ περὶ τὸν νόμον.

28.4οἱ δὲ ἐναντίοι ταχέως ἀναλαβόντες ἑαυτοὺς ἐκ τῆς τροπῆς ἐπῄεσαν αὖθις ἐμβοήσαντες μέγα καὶ θαρραλέον, ὥστε τοῖς περὶ τὸν Μέτελλον ἐμπεσεῖν ταραχὴν καὶ δέος οἰομένοις ὅπλων ποθὲν εὐπορήσαντας αὐτοὺς ἐπιφέρεσθαι, καὶ μηθένα μένειν, ἀλλὰ φεύγειν ἅπαντας ἀπὸ τοῦ βήματος, οὕτω δὴ σκεδασθέντων ἐκείνων, τοῦ δὲ Κάτωνος προσελθόντος καὶ τὰ μὲν ἐπαινέσαντος, τὰ δὲ ἐπιρρώσαντος τὸν δῆμον, οἵτε πολλοὶ παρετάξαντο παντὶ τρόπῳ καταλῦσαι τὸν Μέτελλον, τε σύγκλητος ἀθροισθεῖσα παρήγγειλεν ἀρχῆθεν βοηθεῖν τῷ Κάτωνι καὶ διαμάχεσθαι πρὸς τὸν νόμον, ὡς στάσιν ἐπεισάγοντα τῇ Ῥώμῃ καὶ πόλεμον ἐμφύλιον.

29

29.1 δὲ Μέτελλος αὐτὸς μὲν ἦν ἄτρεπτος καὶ θρασὺς ἔτι, ὁρῶν δὲ τοὺς περὶ αὐτὸν ἐκπεπληγμένους κομιδῆ τὸν Κάτωνα καὶ νομίζοντας ἄμαχον καὶ δυσεκβίαστον, αἰφνίδιον ἐξεπήδησεν εἰς τὴν ἀγοράν, καὶ συναγαγὼν τὸν δῆμον ἄλλατε πολλὰ περὶ τοῦ Κάτωνος ἐπίφθονα διῆλθε, καὶ φεύγειν τὴν τυραννίδα βοῶν τὴν ἐκεῖνον καὶ τὴν κατὰ Πομπηΐου συνωμοσίαν, ἐφ’ μετανοήσειν ταχὺ τὴν πόλιν ἀτιμάζουσαν ἄνδρα τοσοῦτον, ὥρμησεν εὐθὺς εἰς Ἀσίαν, ὡς ταῦτα πρὸς ἐκεῖνον κατηγορήσων.

29.2ἦν οὖν δόξα μεγάλη τοῦ Κάτωνος ἄχθος οὐ μικρὸν ἀπεσκευασμένου τῆς δημαρχίας, καὶ τρόπον τινὰ τὴν Πομπηΐου δύναμιν ἐν Μετέλλῳ καθῃρηκότος. ἔτι δὲ μᾶλλον εὐδοκίμησε τὴν σύγκλητον ὡρμημένην ἀτιμοῦν καὶ ἀποψηφίζεσθαι τὸν Μέτελλον οὐκ ἐάσας, ἀλλ’ἐναντιωθεὶς καὶ παραιτησάμενος. οἵτε γὰρ πολλοὶ φιλανθρωπίας ἐποιοῦντο καὶ μετριότητος τὸ μὴ ἐπεμβῆναι τῷ ἐχθρῷ μη δὲ ἐνυβρίσαι κατὰ κράτος περιγενόμενον, τοῖςτε φρονίμοις ὀρθῶς ἐφαίνετο καὶ συμφερόντως μὴ παροξῦναι Πομπήϊον.

29.3ἐκ τούτου Λεύκολλος ἐπανελθὼν ἐκ τῆς στρατείας, ἧς ἔδοξε τό τέλος καὶ τὴν δόξαν ἀφῃρῆσθαι Πομπήϊος, εἰς κίνδυνον ἦλθε τοῦ μὴ θριαμβεῦσαι, Γαΐου Μεμμίου καταστασιάζοντος αὐτὸν ἐν τῷ δήμῳ καὶ δίκας ἐπάγοντος, εἰς τὴν Πομπηΐου χάριν μᾶλλον κατὰ ἔχθος ἴδιον. δὲ Κάτων, οἰκειότητόςτε πρὸς Λεύκολλον αὐτῷ γεγενημένης, ἔχοντα Σερβιλίαν τὴν ἀδελφὴν αὐτοῦ, καὶ τὸ πρᾶγμα δεινὸν ἡγούμενος, ἀντέστη τῷ Μεμμίῳ, καὶ πολλὰς ὑπέμεινε διαβολὰς καὶ κατηγορίας, τέλος δὲ, τῆς ἀρχῆς ἐκβαλλόμενος ὡς τυραννίδος, τοσοῦτον ἐκράτησεν ὥστε τὸν Μέμμιον αὐτὸν ἀναγκάσαι τῶν δικῶν ἀποστῆναι καὶ φυγεῖν τὸν ἀγῶνα.

29.4Λεύκολλος μὲν οὖν θριαμβεύσας ἔτι μᾶλλον ἐνεφύετο τῇ φιλίᾳ τοῦ Κάτωνος, ἔχων ἔρυμα καὶ πρόβλημα μέγα πρὸς τὴν Πομπηΐου δύναμιν.

30

30.1Πομπήϊος δὲ μέγας ἀπὸ τῆς στρατείας ἐπανιών, καὶ τῇ λαμπρότητι καὶ προθυμίᾳ τῆς ὑποδοχῆς πεποιθὼς οὐδὲν ἂν δεηθεὶς ἀποτυχεῖν τῶν πολιτῶν, προὔπεμψεν ἀξιῶν τὰς ὑπατικὰς ἀρχαιρεσίας ἀναβαλέσθαι τὴν σύγκλητον, ὡς ἂν αὐτὸς παρὼν Πείσωνι συναρχαιρεσιάσῃ.

30.2τῶν δὲ πλείστων ὑπεικόντων, οὐ τὴν ἀναβολὴν μέγιστον Κάτων ἡγούμενος, ἀλλὰ τὴν πεῖραν ἀποκόψαι καὶ τὴν ἐλπίδα τοῦ Πομπηΐου βουλόμενος, ἀντεῖπε καὶ μετέστησε τὴν βουλήν, ὥστε ἀποψηφίσασθαι. τοῦτο τὸν Πομπήϊον οὐχ ἡσυχῇ διετάραξε · καὶ νομίζων οὐ μικρὰ προσπταίσειν τῷ Κάτωνι μὴ φίλῳ γενομένῳ, μετεπέμψατο Μουνάτιον, ἑταῖρον αὐτοῦ · καὶ δύο τοῦ Κάτωνος ἀδελφιδᾶς ἐπιγάμους ἔχοντος ᾔτει τὴν μὲν πρεσβυτέραν ἑαυτῷ γυναῖκα, τὴν δὲ νεωτέραν τῷ υἱῷ.

30.3τινὲς δέ φασιν οὐ τῶν ἀδελφιδῶν, ἀλλὰ τῶν θυγατέρων τὴν μνηστείαν γενέσθαι, τοῦ δὲ Μουνατίου ταῦτα πρὸς τὸν Κάτωνα καὶ τὴν γυναῖκα καὶ τὰς ἀδελφὰς φράσαντος, αἱ μὲν ὑπερηγάπησαν τὴν οἰκειότητα πρὸς τὸ μέγεθος καὶ τὸ ἀξίωμα τοῦ ἀνδρός, δὲ Κάτων οὔτ’ἐπισχὼν οὔτε βουλευσάμενος, ἀλλὰ πληγεὶς εὐθὺς εἶπε ·

30.4 βάδιζε, Μουνάτιε, βάδιζε, καὶ λέγε πρὸς Πομπήϊον ὡς Κάτων οὐκ ἔστι διὰ τῆς γυναικωνίτιδος ἁλώσιμος, ἀλλὰ τὴν μὲν εὔνοιαν ἀγαπᾷ, καὶ τὰ δίκαια ποιοῦντι φιλίαν παρέξει πάσης πιστοτέραν οἰκειότητος, ὅμηρα δὲ οὐ προήσεται τῇ Πομπηΐου δόξῃ κατὰ τῆς πατρίδος . ἐπὶ τούτοις ἤχθοντο μὲν αἱ γυναῖκες, ᾐτιῶντο δὲ οἱ φίλοι τοῦ Κάτωνος ὡς ἄγροικον ἅμα καὶ ὑπερήφανον τὴν ἀπόκρισιν.

30.5εἶτα μέντοι πράττων τινὶ τῶν φίλων ὑπατείαν Πομπήϊος ἀργύριον εἰς τὰς φυλὰς ἔπεμπε, καὶ περιβόητος δεκασμὸς ἦν, ἐν κήποις ἐκείνου τῶν χρημάτων ἀριθμουμένων. εἰπόντος οὖν τοῦ Κάτωνος πρὸς τὰς γυναῖκας ὅτι τοιούτων ἦν κοινωνεῖν καὶ ἀναπίμπλασθαι πραγμάτων ἀνάγκη Πομπηΐῳ συναφθέντα δι’οἰκειότητος, ὡμολόγουν ἐκεῖναι κάλλιον αὐτὸν βεβουλεῦσθαι διακρουσάμενον.

30.6εἰ δὲ δεῖ πρὸς τὰ συμβάντα κρίνειν, τοῦ παντὸς ἔοικεν Κάτων ἁμαρτεῖν τὴν οἰκειότητα μὴ δεξάμενος, ἀλλ’ἐάσας πρὸς Καίσαρα τραπέσθαι καὶ γῆμαι γάμον ὃς τὴν Πομπηΐου δύναμιν καὶ Καίσαρος εἰς ταὐτὸ συνενεγκών ὀλίγου τὰ μὲν Ῥωμαίων ἀνέτρεψε πράγματα, τὴν δὲ πολιτείαν ἀνεῖλεν, ὧν οὐθὲν ἂν ἴσως συνέπεσεν, εἰ μὴ Κάτων τὰ μικρὰ τοῦ Πομπηΐου φοβηθεὶς ἁμαρτήματα τὸ μέγιστον περιεῖδεν, αὐτὸν ἑτέρῳ δύναμιν προσγενόμενον.

31

31.1ταῦτα μὲν οὖν ἔμελλεν ἔτι. Λευκόλλου δὲ περὶ τῶν ἐν Πόντῳ διατάξεων στασιάσαντος πρὸς Πομπήϊον ἠξίουν γὰρ ἰσχύειν ἑκάτερος τὰ ὑφ’αὐτοῦ γενόμενα, καὶ Λευκόλλῳ Κάτωνος ἀδικουμένῳ περιφανῶς προσαμύνοντος, ἐλαττούμενος Πομπήϊος ἐν συγκλήτῳ καὶ δημαγωγῶν, ἐπὶ νομὴν χώρας ἐκάλει τὸ στρατιωτικόν.

31.2ὡς δὲ κἀνταῦθα Κάτων ἐνιστάμενος ἐξέκρουσε τὸν νόμον, οὕτω Κλωδίουτε περιείχετο, τοῦ τότε θρασυτάτου τῶν δημαγωγῶν, καὶ Καίσαρα προσήγετο, τρόπον τινὰ Κάτωνος αὐτοῦ παρασχόντος ἀρχήν. γὰρ Καῖσαρ ἀπὸ τῆς ἐν Ἰβηρίᾳ, στρατηγίας ἐπανήκων ἅμα μὲν ὑπατείαν ἐβούλετο παραγγέλλειν, ἅμα δὲ ᾔτει θρίαμβον.

31.3ἐπεὶ δὲ κατὰ νόμον ἔδει τοὺς μὲν ἀρχὴν μετιόντας παρεῖναι, τοὺς δὲ μέλλοντας εἰσελαύνειν θρίαμβον ἔξω τείχους ὑπομένειν, ἠξίου παρὰ τῆς βουλῆς αὐτῷ δοθῆναι δι’ἑτέρων αἰτεῖσθαι τήν ἀρχήν. βουλομένων δὲ πολλῶν ἀντέλεγεν Κάτων ὡς δὲ ᾔσθετο χαριζομένους τῷ Καίσαρι, λέγων ὅλην κατανάλωσε τήν ἡμέραν καὶ τήν βουλὴν οὕτως ἐξέκρουσε.

31.4χαίρειν οὖν ἐάσας τὸν θρίαμβον Καῖσαρ εἰσελθὼν εὐθὺς εἴχετο Πομπηΐου καὶ τῆς ὑπατείας. ἀποδειχθεὶς δὲ ὕπατος τήντε Ἰουλίαν ἐνεγγύησεν αὐτῷ, καὶ συστάντες ἤδη μετ’ἀλλήλων ἐπὶ τήν πόλιν μὲν εἰσέφερε νόμους τοῖς πένησι κληρουχίαν καὶ νομὴν χώρας διδόντας, δὲ παρῆν τοῖς νόμοις βοηθῶν, οἱ δὲ περὶ Λεύκολλον καὶ Κικέρωνα Βύβλῳ τῷ ἑτέρῳ τῶν ὑπάτων συντάξαντες ἑαυτοὺς ἀντέπραττον, μάλιστα δὲ Κάτων, ἤδη μὲν ὑφορώμενος τήν Καίσαρος καὶ Πομπηΐου φιλίαν καὶ σύστασιν ἐπ’οὐδενὶ δικαίῳ γεγενημένην, φοβεῖσθαι δὲ φάσκων οὐ τήν νομὴν τῆς χώρας, ἀλλ’ὃν ἀντὶ ταύτης ἀπαιτήσουσι μισθὸν οἱ χαριζόμενοι καὶ δελεάζοντες τὸ πλῆθος.

32

32.1ὡς δὲ ταῦτα λέγων τήντε βουλὴν ὁμόψηφον εἶχε, καὶ τῶν ἐκτὸς ἀνθρώπων οὐκ ὀλίγοι παρίσταντο δυσχεραίνοντες τήν ἀτοπίαν τοῦ Καίσαρος · γὰρ οἱ θρασύτατοι δήμαρχοι καὶ ὀλιγωρότατοι πρὸς χάριν ἐπολιτεύοντο τῶν πολλῶν, ταῦτα ἀπ’ἐξουσίας ὑπατικῆς, αἰσχρῶς καὶ ταπεινῶς ὑποδυόμενος τὸν δῆμον, ἔπραττε φοβηθέντες οὖν ἐχώρουν διὰ βίας, καὶ πρῶτον μὲν αὐτῷ τῷ Βύβλῳ καταβαίνοντι κοπρίων ἐπεσκεδάσθη κόφινος, ἔπειτα τοῖς ῥαβδούχοις προσπεσόντες αὐτοῦ κατέκλασαν τὰς ῥάβδους ·

32.2τέλος δὲ καὶ βελῶν φερομένων καὶ πολλῶν συντιτρωσκομένων ἔφυγον ἐξ ἀγορᾶς δρόμῳ μὲν οἱ λοιποὶ πάντες, ἔσχατος δὲ Κάτων ἀπῄει βάδην, μεταστρεφόμενος καὶ μαρτυρόμενος τοὺς πολίτας.

32.3οὐ μόνον οὖν τήν διανομὴν ἐκύρωσαν, ἀλλὰ καὶ προσεψηφίσαντο τήν σύγκλητον ὀμόσαι πᾶσαν μὴν ἐπιβεβαιώσειν τὸν νόμον, καὶ βοηθήσειν ἄν τις τἀναντία πράττῃ, μεγάλα τάξαντες ἐπιτίμια κατὰ τῶν μὴ ὀμοσάντων. ὤμνυσαν οὖν ἅπαντες ἐξ ἀνάγκης, τὸ Μετέλλου τοῦ παλαιοῦ πάθος ἐν νῷ λαμβάνοντες, ὃν εἰς νόμον ὅμοιον ὀμόσαι μὴ θελήσαντα περιεῖδεν δῆμος ἐκπεσόντα φυγῇ τῆς Ἰταλίας, διὸ καὶ τὸν Κάτωνα πολλὰ μὲν αἱ γυναῖκες οἴκοι δακρύουσαι καθικέτευον εἶξαι καὶ ὀμόσαι, πολλὰ δὲ οἱ φίλοι καὶ συνήθεις, δὲ μάλιστα συμπείσας καὶ ἀγαγὼν ἐπὶ τὸν ὅρκον ἦν Κικέρων ῥήτωρ, παραινῶν καὶ διδάσκων ὡς τάχα μὲν οὐ δὲ δίκαιόν ἐστι τοῖς ἐγνωσμένοις κοινῇ μόνον οἴεσθαι δεῖν ἀπειθεῖν, ἐν δὲ ἀδυνάτῳ τῷ μεταστῆσαί τι τῶν γεγονότων ἀφειδεῖν ἑαυτοῦ παντάπασιν ἀνόητον καὶ μανικόν ἔσχατον δὲ κακῶν, εἰ δι’ἣν ἅπαντα πράττει πόλιν ἀφεὶς καὶ προέμενος τοῖς ἐπιβουλεύουσιν ὥσπερ ἄσμενος ἀπαλλάξεται τῶν ὑπὲρ αὐτῆς ἀγώνων καὶ γὰρ εἰ μὴ Κάτων τῆς Ῥώμης, ἀλλ’ Ῥώμη δεῖται Κάτωνος, δέονται δὲ καὶ οἱ φίλοι πάντες ·

32.5ὧν αὑτὸν εἶναι πρῶτον Κικέρων ἔλεγεν, ἐπιβουλευόμενον ὑπὸ Κλωδίου διὰ δημαρχίας ἄντικρυς ἐπ’αὐτὸν βαδίζοντος, ὑπὸ τούτων φασὶ καὶ τοιούτων τὸν Κάτωνα λόγων καὶ δεήσεων μαλασσόμενον οἴκοι καὶ κατ’ἀγοράν ἐκβιασθῆναι μόλις, καὶ προσελθεῖν πρὸς τὸν ὅρκον ἔσχατον ἁπάντων πλὴν ἑνὸς Φαωνίου τῶν φίλων καὶ συνήθων.

33

33.1ἐπαρθεὶς οὖν Καῖσαρ ἄλλον εἰσέφερε νόμον, τὴν Καμπανίαν σχεδὸν ὅλην προσκατανέμοντα Τοῖς ἀπόροις καὶ πένησιν. ἀντέλεγε δὲ οὐδεὶς πλὴν τοῦ Κάτωνος, καὶ τοῦτον ἀπὸ τοῦ βήματος Καῖσαρ εἷλκεν εἰς δεσμωτήριον, οὐδέν τι μᾶλλον ὑφιέμενον τῆς παρρησίας, ἀλλ’ἐν τῷ βαδίζειν ἅμα περὶ τοῦ νόμου διαλεγόμενον καὶ παραινοῦντα παύσασθαι τοιαῦτα πολιτευομένους, ἐπηκολούθει δὲ βουλὴ μετὰ κατηφείας, καὶ τοῦ δήμου τὸ βέλτιστον ἀγανακτοῦν σιωπῇ καὶ ἀχθόμενον, ὥστε τὸν Καίσαρα μὴ λανθάνειν βαρέως φέροντας, ἀλλὰ φιλονεικῶν καὶ περιμένων ὑπὸ τοῦ Κάτωνος ἐπίκλησιν γενέσθαι καὶ δέησιν προῆγεν.

33.2ἐπεὶ δὲ ἐκεῖνος ἦν δῆλος οὐ δὲ μελλήσων τι ποιεῖν, ἡττηθεὶς ὑπὸ αἰσχύνης καὶ ἀδοξίας Καῖσαρ αὐτός τινα τῶν δημάρχων ὑφῆκε πείσας ἐξελέσθαι τὸν Κάτωνα.

33.3τοῖς μέντοι νόμοις ἐκείνοις καὶ ταῖς χάρισι τιθασεύσαντες τὸν ὄχλον, ἐψηφίσαντο Καίσαρι μὲν Ἰλλυριῶν καὶ Γαλατίας ἀρχὴν ἁπάσης καὶ τέσσαρα τάγματα στρατιᾶς εἰς πενταετίαν, προλέγοντος Κάτωνος ὡς εἰς ἀκρόπολιν τὸν τύραννον αὐτοὶ ταῖς ἑαυτῶν ψήφοις ἱδρύουσι, Πόπλιον δὲ Κλώδιον ἐκ πατρικίων εἰς δημοτικοὺς παρανόμως μεταστήσαντες ἀπέδειξαν δήμαρχον, ἐπὶ μισθῷ τῇ Κικέρωνος ἐξελάσει πάντα πρὸς χάριν ἐκείνοις πολιτευόμενον, ὑπάτους δὲ Πείσωνάτε Καλπούρνιον, ὃς ἦν πατὴρ τῆς Καίσαρος γυναικός, καὶ Γαβίνιον Αὖλον, ἐκ τῶν Πομπηΐου κόλπων ἄνθρωπον, ὥς φασιν οἱ τὸν τρόπον αὐτοῦ καὶ τὸν βίον εἰδότες.

34

34.1ἀλλὰ καίπερ οὕτως τὰ πράγματα κατειληφότες ἐγκρατῶς, καὶ τὸ μὲν χάριτι τῆς πόλεως, τὸ δὲ φόβῳ μέρος ὑφ’ἑαυτοὺς ἔχοντες ὅμως ἐφοβοῦντο τὸν Κάτωνα, καὶ γάρ ἐν οἷς περιῆσαν αὐτοῦ τό γε χαλεπῶς καὶ μετὰ πόνων καὶ μὴ χωρὶς αἰσχύνης, ἀλλ’ἐλεγχομένους βιάζεσθαι μόλις ἀνιαρὸν ἦν καὶ πρόσαντες.

34.2 δὲ Κλώδιος οὐ δὲ Κικέρωνα καταλύσειν ἤλπιζε Κάτωνος παρόντος, ἀλλὰ τοῦτο διαμηχανώμενος πρῶτον, ὡς εἰς ἀρχὴν κατέστη, μετεπέμψατο τὸν Κάτωνα καὶ λόγους αὐτῷ προσήνεγκεν ὡς πάντων ἐκεῖνον ἡγούμενος ἄνδρα Ῥωμαίων καθαρώτατον ἔργῳ διδόναι πίστιν ἕτοιμός ἐστι · πολλῶν γὰρ αἰτουμένων τὴν ἐπὶ Κύπρον καὶ Πτολεμαῖον ἀρχὴν καὶ δεομένων ἀποσταλῆναι μόνον ἄξιον ἐκεῖνον ἡγεῖσθαι καὶ διδόναι τὴν χάριν ἡδέως.

34.3ἀνακραγόντος δὲ τοῦ Κάτωνος ὡς ἐνέδρα τὸ πρᾶγμα καὶ προπηλακισμός, οὐ χάρις ἐστίν, ὑπερηφάνως Κλώδιος καὶ ὀλιγώρως, οὐκοῦν, εἶπεν, εἰ μὴ χάριν ἔχεις, ἀνιώμενος πλεύσῃ, καὶ προσελθὼν εὐθὺς εἰς τὸν δῆμον ἐκύρωσε νόμῳ τὴν ἔκπεμψιν τοῦ Κάτωνος, ἐξιόντι δὲ οὐ ναῦν, οὐ στρατιώτην, οὐχ ὑπηρέτην ἔδωκε πλὴν δύο γραμματεῖς μόνον, ὧν μὲν κλέπτης καὶ παμπόνηρος, ἅτερος δὲ Κλωδίου πελάτης, ὡς δὲ μικρὸν ἔργον αὐτῷ Κύπρον καὶ Πτολεμαῖον ἀναθείς, ἔτι καὶ Βυζαντίων φυγάδας κατάγειν προσέταξε, βουλόμενος ὅτι πλεῖστον χρόνον ἐκποδὼν ἄρχοντος αὐτοῦ γενέσθαι τὸν Κάτωνα.

35

35.1τοιαύτῃ δὲ καταληφθεὶς ἀνάγκῃ Κικέρωνι μὲν ἐλαυνομένῳ παρῄνεσε μὴ στασιάσαι μη δὲ εἰς ὅπλα καὶ φόνους τὴν πόλιν ἐμβαλεῖν, ἀλλ’ὑπεκστάντα τῷ καιρῷ πάλιν γενέσθαι σωτῆρα τῆς πατρίδος, Κανίδιον δέ τινα τῶν φίλων προπέμψας εἰς Κύπρον ἔπειθε τὸν Πτολεμαῖον ἄνευ μάχης εἴκειν, ὡς οὔτε χρημάτων οὔτε τιμῆς ἐνδεᾶ βιωσόμενον · ἱερωσύνην γὰρ αὐτῷ τῆς ἐν Πάφῳ θεοῦ δώσειν τὸν δῆμον.

35.2αὐτὸς δὲ διέτριβεν ἐν Ῥόδῳ παρασκευαζόμενος ἅμα καὶ τὰς ἀποκρίσεις ἀναμένων. ἐν δὲ τούτῳ Πτολεμαῖος Αἰγύπτου βασιλεὺς ὑπ’ὀργῆς τινος καὶ διαφορᾶς πρὸς τοὺς πολίτας ἀπολελοιπὼς μὲν Ἀλεξάνδρειαν, εἰς δὲ Ῥώμην πλέων, ὡς Πομπηΐου καὶ Καίσαρος αὖθις αὑτὸν μετὰ δυνάμεως καταξόντων, ἐντυχεῖν τῷ Κάτωνι βουληθεὶς προσέπεμψεν, ἐλπίζων ἐκεῖνον ὡς αὑτὸν ἥξειν.

35.3 δὲ Κάτων ἐτύγχανε μὲν ὢν τότε περὶ κοιλίας κάθαρσιν, ἥκειν δὲ τὸν Πτολεμαῖον, εἰ βούλοιτο, κελεύσας πρὸς αὐτόν, ὡς δὲ ἦλθεν, οὔτε ἀπαντήσας οὔτε ὑπεξαναστάς, ἀλλ’ὡς ἕνα τῶν ἐπιτυχόντων ἀσπασάμενος καὶ καθίσαι κελεύσας, πρῶτον αὐτοῖς τούτοις διετάραξε, θαυμάζοντα πρὸς τὸ δημοτικὸν καὶ λιτὸν αὑτοῦ τῆς κατασκευῆς τὴν ὑπεροψίαν καὶ βαρύτητα τοῦ ἤθους.

35.4ἐπεὶ δὲ καὶ διαλέγεσθαι περὶ τῶν καθ’αὑτὸν ἀρξάμενος ἠκροάσατο λόγων νοῦν πολὺν ἐχόντων καὶ παρρησίαν, ἐπιτιμῶντος αὐτῷ τοῦ Κάτωνος καὶ διδάσκοντος ὅσην εὐδαιμονίαν ἀπολιπὼν ὅσαις ἑαυτὸν ὑποτίθησι λατρείαις καὶ πόνοις καὶ δωροδοκίαις καὶ πλεονεξίαις τῶν ἐν Ῥώμῃ δυνατῶν, οὓς μόλις ἐξαργυρισθεῖσαν ἐμπλήσειν Αἴγυπτον, συμβουλεύοντος δὲ πλεῖν ὀπίσω καὶ διαλλάττεσθαι τοῖς πολίταις, αὑτοῦ δὲ καὶ συμπλεῖν καὶ συνδιαλλάττειν ἑτοίμως ἔχοντος, οἷον ἐκ μανίας τινὸς παρακοπῆς ὑπὸ τῶν λόγων ἔμφρων καθιστάμενος, καὶ κατανοῶν τὴν ἀλήθειαν καὶ τὴν σύνεσιν τοῦ ἀνδρός, ὥρμησε μὲν χρῆσθαι τοῖς ἐκείνου λογισμοῖς, ἀνατραπεὶς δὲ ὑπὸ τῶν φίλων αὖθις ἅμα τῷ πρῶτον ἐν Ῥώμῃ γενέσθαι καὶ θύραις ἑνὸς ἄρχοντος προσελθεῖν ἔστενε τὴν αὑτοῦ κακοβουλίαν, ὡς οὐκ ἀνδρὸς ἀγαθοῦ λόγων, θεοῦ δὲ μαντείας καταφρονήσας.

36

36.1ι δὲ ἐν Κύπρῳ Πτολεμαῖος εὐτυχίᾳ τινὶ τοῦ Κάτωνος ἑαυτὸν φαρμάκοις ἀπέκτεινε, πολλῶν δὲ χρημάτων ἀπολελεῖφθαι λεγομένων, αὐτὸς μὲν ἔγνω πλεῖν εἰς Βυζαντίους, πρὸς δὲ τὴν Κύπρον ἐξέπεμψε τὸν ἀδελφιδοῦν Βροῦτον, οὐ πάνυ τι πιστεύων τῷ Κανιδίῳ. τοὺς δὲ φυγάδας διαλλάξας καὶ καταλιπὼν ἐν ὁμονοίᾳ τὸ Βυζαντίον, οὕτως εἰς Κύπρον ἔπλευσεν.

36.2οὔσης δὲ πολλῆς καὶ βασιλικῆς ἐν ἐκπώμασι καὶ τραπέζαις καὶ λίθοις καὶ πορφύραις κατασκευῆς, ἣν ἔδει πραθεῖσαν ἐξαργυρισθῆναι, πάντα βουλόμενος ἐξακριβοῦν καὶ πάντα κατατείνειν εἰς ἄκραν τιμὴν καὶ πᾶσιν αὐτὸς παρεῖναι καὶ προσάγειν τὸν ἔσχατον ἐκλογισμόν, οὐ δὲ τοῖς ἐθάσι τῆς ἀγορᾶς ἐπίστευεν, ἀλλὰ ὑπονοῶν ὁμοῦ πάντας, ὑπηρέτας, κήρυκας, ὠνητάς, φίλους, τέλος αὐτὸς ἰδίᾳ τοῖς ὠνουμένοις διαλεγόμενος καὶ προσβιβάζων ἕκαστον, οὕτω τὰ πλεῖστα τῶν ἀγορασμάτων ἐπώλει.

36.3διὸ τοῖςτε ἄλλοις φίλοις ὡς ἀπιστῶν προσέκρουσε, καὶ τὸν συνηθέστατον ἁπάντων Μουνάτιον εἰς ὀργὴν ὀλίγου δεῖν ἀνήκεστον γενομένην ἐνέβαλεν, ὥστε καὶ Καίσαρι γράφοντι λόγον κατὰ τοῦ Κάτωνος πικροτάτην τοῦτο τὸ μέρος τῆς κατηγορίας διατριβὴν παρασχεῖν.

37

37.1 μέντοι Μουνάτιος οὐκ ἀπιστίᾳ τοῦ Κάτωνος, ἀλλ’ἐκείνου μὲν ὀλιγωρίᾳ πρὸς αὐτὸν, αὐτοῦ δέ τινι ζηλοτυπίᾳ πρὸς τὸν Κανίδιον ἱστορεῖ γενέσθαι τὴν ὀργήν. καὶ γὰρ αὐτὸς σύγγραμμα περὶ τοῦ Κάτωνος ἐξέδωκεν, μάλιστα Θρασέας ἐπηκολούθησε.

37.2λέγει δὲ ὕστερος μὲν εἰς Κύπρον ἀφικέσθαι καὶ λαβεῖν παρημελημένην ξενίαν, ἐλθὼν δὲ ἐπὶ θύρας ἀπωσθῆναι, σκευωρουμένου τι τοῦ Κάτωνος οἴκοι σὺν τῷ Κανιδίῳ, μεμψάμενος δὲ μετρίως οὐ μετρίας τυχεῖν ἀποκρίσεως, ὅτι κινδυνεύει τὸ λίαν φιλεῖν, ὥς φησι Θεόφραστος, αἴτιον τοῦ μισεῖν γίνεσθαι πολλάκις · ἐπεὶ καὶ σύ, φάναι, τῷ μάλιστα φιλεῖν ἧττον οἰόμενος προσήκει τιμᾶσθαι χαλεπαίνεις.

37.3Κανιδίῳ δὲ καὶ δι’ἐμπειρίαν χρῶμαι καὶ διὰ πίστιν ἑτέρων μᾶλλον, ἐξ ἀρχῆς μὲν ἀφιγμένῳ, καθαρῷ δὲ φαινομένῳ . ταῦτα μέντοι μόνον αὐτῷ μόνῳ διαλεχθέντα τὸν Κάτωνα πρὸς τὸν Κανίδιον ἐξενεγκεῖν. αἰσθόμενος οὖν αὐτὸς οὔτε ἐπὶ δεῖπνον ἔτι φοιτᾶν οὔτε σύμβουλος ὑπακούειν καλούμενος, ἀπειλοῦντος δὲ τοῦ Κάτωνος, ὥσπερ εἰώθασι τῶν ἀπειθούντων, ἐνέχυρα λήψεσθαι, μηδὲν φροντίσας ἐκπλεῦσαι καὶ πολὺν χρόνον ἐν ὀργῇ διατελεῖν εἶτα τῆς Μαρκίας ἔτι γὰρ συνῷκει τῷ Κάτωνι διαλεχθείσης, τυχεῖν μὲν ὑπὸ Βάρκα κεκλημένους ἐπὶ δεῖπνον, εἰσελθόντα δὲ ὕστερον τὸν Κάτωνα, τῶν ἄλλων κατακειμένων, ἐρωτᾶν ὅπου κατακλιθείη.

37.4τοῦ δὲ Βάρκα κελεύσαντος ὅπου βούλεται, περιβλεψάμενον εἰπεῖν ὅτι παρὰ Μουνάτιον καὶ περιελθόντα πλησίον αὐτοῦ κατακλιθῆναι, πλέον δὲ μηθὲν φιλοφρονήσασθαι παρὰ τὸ δεῖπνον.

37.5ἀλλὰ πάλιν τῆς Μαρκίας δεομένης τὸν μὲν Κάτωνα γράψαι πρὸς αὐτὸν, ὡς ἐντυχεῖν τι βουλόμενον, αὐτὸς δὲ ἥκειν ἕωθεν εἰς τὴν οἰκίαν καὶ ὑπὸ τῆς Μαρκίας κατασχεθῆναι μέχρι πάντες ἀπηλλάγησαν, οὕτω δὲ εἰσελθόντα τὸν Κάτωνα καὶ περιβαλόντα τὰς χεῖρας ἀμφοτέρας ἀσπάσασθαι καὶ φιλοφρονεῖσθαι. ταῦτα μὲν οὖν οὐχ ἧττον οἰόμενοι τῶν ὑπαίθρων καὶ μεγάλων πράξεων πρὸς ἔνδειξιν ἤθους καὶ κατανόησιν ἔχειν τινὰ σαφήνειαν ἐπὶ πλέον διήλθομεν.

38

38.1τῷ δὲ Κάτωνι συνήχθη μὲν ἀργυρίου τάλαντα μικρὸν ἑπτακισχιλίων ἀποδέοντα, δεδιὼς δὲ τοῦ πλοῦ τὸ μῆκος ἀγγεῖα πολλὰ κατασκευάσας, ὧν ἕκαστον ἐχώρει δύο τάλαντα καὶ δραχμὰς πεντακοσίας, καλώδιον ἑκάστῳ μακρὸν προσήρτησεν, οὗ τῇ ἀρχῇ προσείχετο φελλὸς εὐμεγέθης, ὅπως, εἰ ῥαγείη τὸ πλοῖον, ἔχων διὰ βυθοῦ τὸ ἄρτημα σημαίνοι τὸν τόπον, τὰ μὲν οὖν χρήματα πλὴν ὀλίγων τινῶν ἀσφαλῶς διεκομίσθη, λόγους δὲ πάντων ὧν διῴκησε γεγραμμένους ἐπιμελῶς ἔχων ἐν δυσὶ βιβλίοις οὐδέτερον ἔσωσεν, ἀλλὰ τὸ μὲν ἀπελεύθερος αὐτοῦ κομίζων ὄνομα Φιλάργυρος ἐκ Κεγχρεῶν ἀναχθεὶς ἀνετράπη καὶ συναπώλεσε τοῖς φορτίοις, τὸ δὲ αὐτὸς ἄχρι Κερκύρας φυλάξας ἐν ἀγορᾷ κατεσκήνωσε ·

38.3τῶν δὲ ναυτῶν διὰ τὸ ῥιγοῦν πυρὰ πολλὰ καιόντων τῆς νυκτός ἥφθησαν αἱ σκηναί καὶ τὸ βιβλίον ἠφανίσθη. τοὺς μὲν οὖν ἐχθροὺς καὶ συκοφάντας ἐπιστομιεῖν ἤμελλον οἱ βασιλικοὶ διοικηταὶ παρόντες, ἄλλως δὲ τῷ Κάτωνι τὸ πρᾶγμα δηγμὸν ἤνεγκεν. οὐ γὰρ εἰς πίστιν ὑπὲρ αὑτοῦ τοὺς λόγους, ἀλλὰ παράδειγμα τοῖς ἄλλοις ἀκριβείας ἐξενεγκεῖν φιλοτιμούμενος ἐνεμεσήθη.

39

39.1περαιωθεὶς δὲ ταῖς ναυσὶν οὐκ ἔλαθε τοὺς Ῥωμαίους, ἀλλὰ πάντες μὲν ἄρχοντες καὶ ἱερεῖς, πᾶσα δὲ βουλή, πολὺ δὲ τοῦ δήμου μέρος ἀπήντων πρὸς τὸν ποταμόν, ὥστε τὰς ὄχθας ἀμφοτέρας ἀποκεκρύφθαι καὶ θριάμβου μηδὲν ὄψει καὶ φιλοτιμίᾳ λείπεσθαι τὸν ἀνάπλουν αὐτοῦ, καίτοι σκαιὸν ἐνίοις τοῦτο ἐφαίνετο καὶ αὔθαδες, ὅτι τῶν ὑπάτων καὶ τῶν στρατηγῶν παρόντων οὔτε ἀπέβη πρὸς αὐτούς οὔτε ἐπέσχε τὸν πλοῦν, ἀλλὰ ῥοθίῳ τὴν ὄχθην παρεξελαύνων ἐπὶ νεὼς ἑξήρους βασιλικῆς οὐκ ἀνῆκε πρότερον καθορμίσαι τὸν στόλον εἰς τὸ νεώριον.

39.3οὐ μὴν ἀλλὰ τῶν χρημάτων παρακομιζομένων δι’ἀγορᾶς τε δῆμος ἐθαύμαζε τὸ πλῆθος, τε βουλὴ συναχθεῖσα μετὰ τῶν πρεπόντων ἐπαίνων ἐψηφίσατο τῷ Κάτωνι, στρατηγίαν ἐξαίρετον δοθῆναι καὶ τὰς θέας αὐτὸν ἐν ἐσθῆτι περιπορφύρῳ θεάσασθαι. ταῦτα μὲν οὖν Κάτων παρῃτήσατο, Νικίαν δὲ τὸν οἰκονόμον τῶν βασιλικῶν ἐλεύθερον ἔπεισε τὴν βουλὴν ἀφεῖναι, μαρτυρήσας ἐπιμέλειαν καὶ πίστιν ·

39.4ὑπάτευε δὲ Φίλιππος πατὴρ τῆς Μαρκίας, καὶ τρόπον τινὰ τὸ ἀξίωμα τῆς ἀρχῆς καὶ δύναμις εἰς Κάτωνα περιῆλθεν, οὐκ ἐλάττονα τοῦ συνάρχοντος δι’ἀρετὴν δι’οἰκειότητα τοῦ Φιλίππου τῷ Κάτωνι τιμὴν προστιθέντος.

40

40.1ἐπεὶ δὲ Κικέρων ἐκ τῆς φυγῆς, ἣν ἔφυγεν ὑπὸ Κλωδίου, κατελθών καὶ δυνάμενος μέγα τὰς δημαρχικὰς δέλτους, ἃς Κλώδιος ἔθηκεν ἀναγράψας εἰς τὸ Καπιτώλιον, ἀπέσπασε βίᾳ καὶ καθεῖλε τοῦ Κλωδίου μὴ παρόντος, ἐπὶ τούτοις δὲ βουλῆς ἀθροισθείσης καὶ τοῦ Κλωδίου κατηγοροῦντος ἔλεγε παρανόμως τῷ Κλωδίῳ τῆς δημαρχίας γενομένης ἀτελῆ καὶ ἄκυρα δεῖν εἶναι τὰ τότε πραχθέντα καὶ γραφέντα, προσέκρουσεν Κάτων αὐτῷ λέγοντι, καὶ τέλος ἀναστὰς ἔφη τῆς μὲν Κλωδίου πολιτείας μηδὲν ὑγιὲς μη δὲ χρηστὸν ὅλως νομίζειν, εἰ δὲ ἀναιρεῖ τις ὅσα δημαρχῶν ἔπραξεν, ἀναιρεῖσθαι πᾶσαν αὐτοῦ τὴν περὶ Κύπρον πραγματείαν καὶ μὴ γεγονέναι τὴν ἀποστολὴν νόμιμον ἄρχοντος παρανόμου ψηφισαμένου ·

40.2παρανόμως μὲν οὐ δήμαρχον αἱρεθῆναι τὸν Κλώδιον ἐκ πατρικίων μεταστάντα νόμου διδόντος εἰς δημοτικὸν οἶκον, εἰ δὲ μοχθηρὸς, ὥσπερ ἄλλοι, γέγονεν ἄρχων, αὐτὸν εὐθύνειν τὸν ἀδικήσαντα, μὴ λύειν τὴν συναδικηθεῖσαν ἀρχὴν εἶναι προσῆκον, ἐκ τούτου δι’ὀργῆς Κικέρων ἔσχε τὸν Κάτωνα, καὶ φίλῳ χ ρώμενος ἐπαύσατο χρόνον πολύν εἶτα μέντοι διηλλάγησαν.

41

41.1ἐκ τούτου Πομπήϊος καὶ Κράσσος ὑπερβαλόντι τὰς Ἄλπεις Καίσαρι συγγενόμενοι γνώμην ἐποιήσαντο κοινῇ δευτέραν ὑπατείαν μετιέναι, καὶ καταστάντες εἰς αὐτὴν Καίσαρι μὲν τῆς ἀρχῆς ἄλλον τοσοῦτον ἐπιψηφίζεσθαι χρόνον, αὑτοῖς δὲ τῶν ἐπαρχιῶν τὰς μεγίστας καὶ χρήματα καὶ στρατιωτικὰς δυνάμεις, ὅπερ ἦν ἐπὶ νεμήσει τῆς ἡγεμονίας καὶ καταλύσει τῆς πολιτείας συνωμοσία, πολλῶν δὲ καὶ ἀγαθῶν ἀνδρῶν μετιέναι τὴν ἀρχὴν τότε παρασκευαζομένων, τοὺς μὲν ἄλλους ὀφθέντες ἐν ταῖς παραγγελίαις ἀπέτρεψαν, μόνον δὲ Λεύκιον Δομίτιον Πορκίᾳ συνοικοῦντα τῇ ἀδελφῇ Κάτων ἔπεισε μὴ ἐκστῆναι μη δὲ ὑφέσθαι, τοῦ ἀγῶνος οὐ περὶ ἀρχῆς ὄντος, ἀλλὰ περὶ τῆς Ῥωμαίων ἐλευθερίας.

41.3καὶ μέντοι καὶ λόγος ἐχώρει διὰ τοῦ σωφρονοῦντος ἔτι τῆς πόλεως μέρους, ὡς οὐ περιοπτέον, εἰς ταὐτὸ τῆς Κράσσου καὶ Πομπηΐου δυνάμεως συνελθούσης, παντάπασιν ὑπέρογκον καὶ βαρεῖαν τὴν ἀρχὴν γενομένην, ἀλλ’ἀφαιρετέον αὐτῆς τὸν ἕτερον. καὶ συνίσταντο πρὸς τὸν Δομίτιον παρορμῶντες καὶ παραθαρρύνοντες ἀντιλαμβάνεσθαι · πολλοὺς γὰρ αὐτῷ καὶ τῶν σιωπώντων διὰ δέος ἐν ταῖς ψήφοις ὑπάρξειν.

41.4τοῦτο δὴ δείσαντες οἱ περὶ τὸν Πομπήϊον ὑφεῖσαν ἐνέδραν τῷ Δομιτίῳ καταβαίνοντι ὄρθριον ὑπὸ λαμπάδων εἰς τὸ πεδίον, καὶ πρῶτος μὲν προφαίνων ἐπιστὰς τῷ Δομιτίῳ πληγεὶς καὶ πεσὼν ἀπέθανε · μετὰ δὲ τοῦτον ἤδη καὶ τῶν ἄλλων συντιτρωσκομένων ἐγίνετο φυγὴ πλὴν Κάτωνος καὶ Δομιτίου.

41.5κατεῖχε γὰρ αὐτὸν Κάτων, καίπερ αὐτὸς εἰς τὸν βραχίονα τετρωμένος, καὶ παρεκελεύετο μένειν καὶ μὴ προλιπεῖν, ἕως ἐμπνέωσι, τὸν ὑπὲρ τῆς ἐλευθερίας ἀγῶνα πρὸς τοὺς τυράννους, οἳ τίνα τρόπον χρήσονται τῇ ἀρχῇ δηλοῦσι διὰ τηλικούτων ἀδικημάτων ἐπ’αὐτὴν βαδίζοντες.

42

42.1οὐχ ὑποστάντος δὲ τοῦ Δομιτίου τὸ δεινόν, ἀλλ’εἰς τὴν οἰκίαν καταφυγόντος, ᾑρέθησαν μὲν ὕπατοι Πομπήϊος καὶ Κράσσος, οὐκ ἀπέκαμε δὲ Κάτων, ἀλλ’αὐτὸς προελθὼν στρατηγίαν μετῄει, βουλόμενος ὁρμητήριον ἔχειν τῶν πρὸς ἐκείνους ἀγώνων καὶ πρὸς ἄρχοντας ἀντικαθίστασθαι μὴ ἰδιώτης, οἱ δὲ καὶ τοῦτο δείσαντες, ὡς τῆς στρατηγίας ἀξιομάχου διὰ Κάτωνα πρὸς τὴν ὑπατείαν γενησομένης, πρῶτον μὲν ἐξαίφνης καὶ τῶν πολλῶν ἀγνοούντων βουλὴν συναγαγόντες ἐψηφίσαντο τοὺς αἱρεθέντας στρατηγοὺς εὐθὺς ἄρχειν καὶ μὴ διαλιπόντας τὸν νόμιμον χρόνον, ἐν δίκαι τοῖς δεκάσασι τὸν δῆμον ἦσαν.

42.2ἔπειτα διὰ τοῦ ψηφίσματος τὸ διδόναι ἀνυπεύθυνον κατασκευάσαντες ὑπηρέτας αὑτῶν καὶ φίλους ἐπὶ τὴν στρατηγίαν προῆγον, αὐτοὶ μὲν διδόντες ἀργύριον, αὐτοὶ δὲ ταῖς ψήφοις φερομέναις ἐφεστῶτες.

42.3ὡς δὲ καὶ τούτων Κάτωνος ἀρετὴ καὶ δόξα περιῆν, ὑπ’αἰδοῦς τῶν πολλῶν ἐν δεινῷ πολλῷ τιθεμένων ἀποδόσθαι Κάτωνα ταῖς ψήφοις, ὃν καλῶς εἶχε πρίασθαι τῇ πόλει στρατηγόν, τε πρώτη κληθεῖσα τῶν φυλῶν ἐκεῖνον ἀπέδειξεν, ἐξαίφνης Πομπήϊος βροντῆς ἀκηκοέναι ψευσάμενος αἴσχιστα διέλυσε τὴν ἐκκλησίαν, εἰθισμένων ἀφοσιοῦσθαι τὰ τοιαῦτα καὶ μηδὲν ἐπικυροῦν διοσημίας γενομένης.

42.4αὖθις δὲ πολλῷ χρησάμενοι τῷ δεκασμῷ, τοὺς βελτίστους ὤσαντες ἐκ τοῦ πεδίου βίᾳ διεπράξαντο Βατίνιον ἀντὶ Κάτωνος αἱρεθῆναι στρατηγόν. ἔνθα δὴ λέγεται τοὺς μὲν οὕτω παρανόμως καὶ ἀδίκως θεμένους τὴν ψῆφον εὐθὺς ὥσπερ ἀποδράντας οἴχεσθαι, τοῖς δὲ ἄλλοις συνισταμένοις καὶ ἀγανακτοῦσι δημάρχου τινὸς αὐτόθι παρασχόντος ἐκκλησίαν καταστάντα τὸν Κάτωνα ἅπαντα μὲν ὥσπερ ἐκ θεῶν ἐπίπνουν τὰ μέλλοντα τῇ πόλει προειπεῖν, παρορμῆσαι δὲ τοὺς πολίτας ἐπὶ Πομπήϊον καὶ Κράσσον ὡς τοιαῦτα συνειδότας αὑτοῖς, καὶ τοιαύτης ἁπτομένους πολιτείας δι’ἣν ἔδεισαν Κάτωνα, μὴ στρατηγὸς αὑτῶν περιγένηται.

42.5τέλος δὲ ἀπιόντα εἰς τὴν οἰκίαν προὔπεμψε πλῆθος τοσοῦτον ὅσον οὐ δὲ σύμπαντας ἅμα τοὺς ἀποδεδειγμένους στρατηγούς.

43

43.1Γαΐου δὲ Τρεβωνίου γράψαντος νόμον ὑπὲρ νομῆς ἐπαρχιῶν τοῖς ὑπάτοις, ὥστε τὸν μὲν Ἰβηρίαν ἔχοντα καὶ Λιβύην ὑφ’αὑτῷ, τὸν δὲ Συρίαν καὶ Αἴγυπτον, οἷς βούλοιντο πολεμεῖν καὶ καταστρέφεσθαι ναυτικαῖς καὶ πεζικαῖς δυνάμεσιν ἐπιόντας, οἱ μὲν ἄλλοι τὴν ἀντίπραξιν καὶ κώλυσιν ἀπεγνωκότες ἐξέλιπον καὶ τὸ ἀντειπεῖν, Κάτωνι δὲ ἀναβάντι πρὸ τῆς ψηφοφορίας ἐπὶ τὸ βῆμα καὶ βουλομένῳ λέγειν μόλις ὡρῶν δυεῖν λόγον ἔδωκαν, ὡς δὲ πολλὰ λέγων καὶ διδάσκων καὶ προθεσπίζων κατανάλωσε τὸν χρόνον, οὐκέτι λέγειν αὐτὸν εἴων, ἀλλ’ἐπιμένοντα κατέσπασεν ὑπηρέτης προσελθών.

43.2ὡς δὲ καὶ κάτωθεν ἱστάμενος ἐβόα καὶ τοὺς ἀκούοντας καὶ συναγανακτοῦντας εἶχε, πάλιν ὑπηρέτης ἐπιλαβόμενος καὶ ἀγαγὼν αὐτὸν ἔξω τῆς ἀγορᾶς κατέστησε, καὶ οὐκ ἔφθη πρῶτον ἀφεθείς, καὶ πάλιν ἀναστρέψας ἵετο πρὸς τὸ βῆμα μετὰ κραυγῆς ἐγκελευόμενος τοῖς πολίταις ἀμύνειν.

43.3πολλάκις δὲ τούτου γενομένου περιπαθῶν Τρεβώνιος ἐκέλευσεν αὐτὸν εἰς τὸ δεσμωτήριον ἄγεσθαι καὶ πλῆθος ἐπηκολούθει λέγοντος ἅμα σὺν τῷ βαδίζειν ἀκροώμενον, ὥστε δείσαντα τὸν Τρεβώνιον ἀφεῖναι.

43.4 κἀκείνην μὲν οὕτω τὴν ἡμέραν Κάτων κατανάλωσε · ταῖς δ’ἐφεξῆς οὓς μὲν δεδιξάμενοι τῶν πολιτῶν, οὓς δὲ συσκευασάμενοι χάρισι καὶ δωροδοκίαις, ἕνα δὲ τῶν δημάρχων Ἀκύλλιον ὅπλοις εἴρξαντες ἐκ τοῦ βουλευτηρίου προελθεῖν, αὐτὸν δὲ τὸν Κάτωνα βροντὴν γεγονέναι βοῶντα τῆς ἀγορᾶς ἐκβαλόντες, οὐκ ὀλίγους δὲ τρώσαντες, ἐνίων δὲ καὶ πεσόντων, βίᾳ τὸν νόμον ἐκύρωσαν, ὥστε πολλοὺς συστραφέντας ὀργῇ τοὺς Πομπηΐου βάλλειν ἀνδριάντας, ἀλλὰ τοῦτο μὲν ἐπελθὼν Κάτων διεκώλυσε ·

43.5τῷ δὲ Καίσαρι πάλιν νόμου γραφομένου περὶ τῶν ἐπαρχιῶν καὶ τῶν στρατοπέδων, οὐκέτι πρὸς τὸν δῆμον Κάτων, ἀλλὰ πρὸς αὐτὸν τραπόμενος Πομπήϊον ἐμαρτύρατο καὶ προὔλεγεν ὡς ἐπὶ τὸν αὑτοῦ τράχηλον ἀναλαμβάνων Καίσαρα νῦν μὲν οὐκ οἶδεν, ὅταν δὲ ἄρχηται βαρύνεσθαι καὶ κρατεῖσθαι μήτε ἀποθέσθαι δυνάμενος μήτε φέρειν ὑπομένων, εἰς τὴν πόλιν ἐμπεσεῖται σὺν αὐτῷ, καὶ μεμνήσεται τότε τῶν Κάτωνος παραινέσεων, ὡς οὐδὲν ἧττον ἐν αὐταῖς τὸ Πομπηΐου συμφέρον ἐνῆν τὸ καλὸν καὶ δίκαιον.

43.6ταῦτα πολλάκις ἀκούων Πομπήϊος ἠμέλει καὶ παρέπεμπεν ἀπιστίᾳ τῆς Καίσαρος μεταβολῆς διὰ πίστιν εὐτυχίας τῆς ἑαυτοῦ καὶ δυνάμεως.

44

44.1εἰς δὲ τὸ ἑξῆς ἔτος αἱρεθεὶς Κάτων στρατηγός οὐδὲν ἔδοξε προστιθέναι τῇ ἀρχῇ τοσοῦτον εἰς σεμνότητα καὶ μέγεθος ἄρχων καλῶς, ὅσον ἀφαιρεῖν καὶ καταισχύνειν ἀνυπόδητος καὶ ἀχίτων πολλάκις ἐπὶ τὸ βῆμα προερχόμενος καὶ θανατικὰς δίκας ἐπιφανῶν ἀνδρῶν οὕτω βραβεύων. ἔνιοι δέ φασι καὶ μετ’ἄριστον οἶνον πεπωκότα χρηματίζειν ἀλλὰ τοῦτο μὲν οὐκ ἀληθῶς λέγεται, διαφθειρομένου δὲ τοῦ δήμου ταῖς δωροδοκίαις ὑπὸ τῶν φιλαρχούντων καὶ χρωμένων τῷ δεκάζεσθαι καθάπερ ἐργασίᾳ συνήθει τῶν πολλῶν, βουλόμενος ἐκκόψαι παντάπασι τὸ νόσημα τοῦτο τῆς πόλεως, ἔπεισε δόγμα θέσθαι τὴν σύγκλητον ὅπως οἱ κατασταθέντες ἄρχοντες, εἰ μηδένα κατήγορον ἔχοιεν, αὐτοὶ παριόντες ἐξ ἀνάγκης εἰς ἔνορκον δικαστήριον εὐθύνας διδῶσιν.

44.3ἐπὶ τούτῳ χαλεπῶς μὲν ἔσχον οἱ μετιόντες ἀρχάς, ἔτι δὲ χαλεπώτερον μισθαρνῶν ὄχλος, ἕωθεν οὖν ἐπὶ τὸ βῆμα τοῦ Κάτωνος προελθόντος ἀθρόοι προσπεσόντες ἐβόων, ἐβλασφήμουν, ἔβαλλον, ὥστε φεύγειν ἀπὸ τοῦ βήματος ἅπαντας, αὐτὸν δὲ ἐκεῖνον ἐξωσθέντα τῷ πλήθει καὶ παραφερόμενον μόλις ἐπιλαβέσθαι τῶν ἐμβόλων, ἐντεῦθεν ἀναστὰς τῷ μὲν ἰταμῷ καὶ θαρροῦντι τῆς ὄψεως εὐθὺς ἐκράτησε τοῦ θορύβου καὶ τὴν κραυγὴν ἔπαυσεν, εἰπὼν δὲ τὰ πρέποντα καὶ μεθ’ἡσυχίας ἀκουσθείς παντάπασι διέλυσε τὴν ταραχήν.

44.4ἐπαινούσης δὲ τῆς βουλῆς αὐτόν, ἐγὼ δέ, εἶπεν, ὑμᾶς οὐκ ἐπαινῶ κινδυνεύοντα στρατηγὸν ἐγκαταλιπόντας καὶ μὴ προσαμύναντας .

44.5τῶν δὲ μετιόντων ἀρχὴν ἕκαστος ἀπόρῳ πάθει συνείχετο, φοβούμενος μὲν αὐτὸς δεκάζειν, φοβούμενος δὲ ἑτέρου τοῦτο πράξαντος ἐκπεσεῖν τῆς ἀρχῆς, ἔδοξεν οὖν αὐτοῖς εἰς ταὐτὸ συνελθοῦσι παραβαλέσθαι δραχμῶν ἕκαστον ἀργυρίου δεκαδύο ἥμισυ μυριάδας, εἶτα μετιέναι τὴν ἀρχὴν πάντας ὀρθῶς καὶ δικαίως. τὸν δὲ παραβάντα καὶ χρησάμενον δεκασμῷ στέρεσθαι τοῦ ἀργυρίου.

44.6ταῦτα ὁμολογήσαντες αἱροῦνται φύλακα καὶ βραβευτὴν καὶ μάρτυρα τὸν Κάτωνα καὶ τὰ χρήματα φέροντες ἐκείνῳ παρετίθεντο · καὶ τὰς συνθήκας ἐγράψαντο πρὸς ἐκεῖνον, ἀντὶ τῶν χρημάτων ἐγγυητὰς λαβόντα, τὰ δὲ χρήματα μὴ δεξάμενον. ὡς δὲ ἧκεν κυρία τῆς ἀναδείξεως, παραστὰς Κάτων τῷ βραβεύοντι δημάρχῳ καὶ παραφυλάξας τὴν ψῆφον, ἕνα τῶν παραβαλομένων ἀπέφηνε κακουργοῦντα καὶ προσέταξεν ἀποδοῦναι τοῖς ἄλλοις τὸ ἀργύριον.

44.7ἀλλ’ἐκεῖνοι μὲν ἐπαινέσαντες αὐτοῦ τὴν ὀρθότητα καὶ θαυμάσαντες ἀνεῖλον τὸ πρόστιμον ὡς ἱκανὴν δίκην ἔχοντες παρὰ τοῦ ἀδικήσαντος · τοὺς δὲ ἄλλους ἐλύπησεν Κάτων καὶ φθόνον ἔσχεν ἀπὸ τούτου πλεῖστον, ὡς βουλῆς καὶ δικαστηρίων καὶ ἀρχόντων δύναμιν αὑτῷ περιποιησάμενος. οὐδεμιᾶς γὰρ ἀρετῆς δόξα καὶ πίστις ἐπιφθόνους ποιεῖ μᾶλλον τῆς δικαιοσύνης, ὅτι καὶ δύναμις αὐτῇ καὶ πίστις ἕπεται μάλιστα παρὰ τῶν πολλῶν.

44.8οὐ γὰρ τιμῶσι μόνον, ὡς τοὺς ἀνδρείους, οὐ δὲ θαυμάζουσιν, ὡς τοὺς φρονίμους, ἀλλὰ καὶ φιλοῦσι τοὺς δικαίους καὶ θαρροῦσιν αὐτοῖς καὶ πιστεύουσιν. ἐκείνων δὲ τοὺς μὲν φοβοῦνται, τοῖς δὲ ἀπιστοῦσι · πρὸς δὲ τούτοις ἐκείνους μὲν οἴονται φύσει μᾶλλον τῷ βούλεσθαι διαφέρειν, ἀνδρείαν καὶ φρόνησιν, τὴν μὲν ὀξύτητά τινα, τὴν δὲ εὐρωστίαν ψυχῆς τιθέμενοι, δικαίῳ δὲ ὑπάρχοντος εὐθὺς εἶναι τῷ βουλομένῳ μάλιστα τὴν ἀδικίαν ὡς κακίαν ἀπροφάσιστον αἰσχύνονται.

45

45.1διὸ καὶ τῷ Κάτωνι πάντες οἱ μεγάλοι προσεπολέμουν ὡς ἐλεγχόμενοι · Πομπήϊος δὲ καὶ κατάλυσιν τῆς ἑαυτοῦ δυνάμεως τὴν ἐκείνου δόξαν ἡγούμενος ἀεί τινας προσέβαλλεν αὐτῷ λοιδορησομένους, ὧν καὶ Κλώδιος ἦν δημαγωγός, αὖθις εἰς Πομπήϊον ὑπορρυεὶς καὶ καταβοῶν τοῦ Κάτωνος, ὡς πολλὰ μὲν ἐκ Κύπρου χρήματα νοσφισαμένου, Πομπηΐῳ δὲ πολεμοῦντος ἀπαξιώσαντι γάμον αὐτοῦ θυγατρός.

45.2 δὲ Κάτων ἔλεγεν ὅτι χρήματα μὲν ἐκ Κύπρου τοσαῦτα τῇ πόλει συναγάγοι μήτε ἵππον ἕνα μήτε στρατιώτην λαβών, ὅσα Πομπήϊος ἐκ πολέμων τοσούτων καὶ θριάμβων τὴν οἰκουμένην κυκήσας οὐκ ἀνήνεγκε, κηδεστὴν δὲ μηδέποτε προελέσθαι Πομπήϊον, οὐκ ἀνάξιον ἡγούμενος, ἀλλ’ὁρῶν τὴν ἐν τῇ πολιτείᾳ διαφοράν.

45.3 αὐτὸς μὲν γὰρ, ἔφη, διδομένης μοι μετὰ τὴν στρατηγίαν ἐπαρχίας ἀπέστην, οὗτος δὲ τὰς μὲν ἔχει λαβών, τὰς δὲ δίδωσιν ἑτέροις · νυνὶ δὲ καὶ τέλος ἑξακισχιλίων ὁπλιτῶν Καίσαρι κέχρηκεν εἰς Γαλατίαν οὔτ’ἐκεῖνος ᾔτησε παρ’ὑμῶν οὔτε οὗτος ἔδωκε μεθ’ὑμῶν, ἀλλὰ δυνάμεις τηλικαῦται καὶ ὅπλα καὶ ἵπποι χάριτές εἰσιν ἰδιωτῶν καὶ ἀντιδόσεις.

45.4καλούμενος δὲ αὐτοκράτωρ καὶ στρατηγός ἄλλοις τὰ στρατεύματα καὶ τὰς ἐπαρχίας παραδέδωκεν, αὐτὸς δὲ τῇ πόλει παρακάθηται στάσεις ἀγωνοθετῶν ἐν ταῖς παραγγελίαις καὶ θορύβους μηχανώμενος, ἐξ ὧν οὐ λέληθε δι’ἀναρχίας μοναρχίαν ἑαυτῷ μνηστευόμενος .

46

46.1οὕτως μὲν ἠμύνατο τὸν Πομπήϊον. ἦν δὲ Μᾶρκος Φαώνιος ἑταῖρος αὐτοῦ καὶ ζηλωτής, οἷος Φαληρεὺς Ἀπολλόδωρος ἱστορεῖται περὶ Σωκράτην γενέσθαι τὸν παλαιόν, ἐμπαθὴς καὶ παρακεκινηκὼς πρὸς τὸν λόγον, οὐ σχέδην οὐ δὲ πρᾴως, ἀλλ’ἄκρατον αὐτοῦ καθαψάμενον ὥσπερ οἶνον καὶ μανικώτερον.

46.2οὗτος ἀγορανομίαν μετιὼν ἡττᾶτο, συμπαρὼν δὲ Κάτων προσέσχε ταῖς δέλτοις μιᾷ χειρὶ γεγραμμέναις · καὶ τὴν κακουργίαν ἐξελέγξας τότε μὲν ἐπικλήσει δημάρχων ἔλυσε τὴν ἀνάδειξιν, ὕστερον δὲ τοῦ Φαωνίου κατασταθέντος ἀγορανόμου τάτε ἄλλα τῆς ἀρχῆς ἐπεμελεῖτο καὶ τὰς θέας διεῖπεν ἐν τῷ θεάτρῳ, διδοὺς καὶ τοῖς θυμελικοῖς στεφάνους μὲν οὐ χρυσοῦς, ἀλλ’ὥσπερ ἐν Ὀλυμπίᾳ κοτίνων, δῶρα δὲ ἀντὶ τῶν πολυτελῶν τοῖς μὲν Ἕλλησι τεῦτλα καὶ θρίδακας καὶ ῥαφανῖδας καὶ ἀπίους, τοῖς δὲ Ῥωμαίοις οἴνου κεράμια καὶ κρέα ὕεια καὶ σῦκα καὶ σικύους καὶ ξύλων ἀγκαλίδας, ὧν τὴν εὐτέλειαν οἱ μὲν ἐγέλων, οἱ δὲ ᾐδοῦντο τοῦ Κάτωνος τὸ αὐστηρὸν καὶ κατεστυμμένον ὁρῶντες ἡσυχῇ μεταβάλλον εἰς διάχυσιν.

46.4τέλος δὲ Φαώνιος εἰς τὸν ὄχλον ἐμβαλὼν ἑαυτὸν καὶ καθεζόμενος ἐν τοῖς θεαταῖς ἐκρότει τὸν Κάτωνα καὶ διδόναι τοῖς εὐημεροῦσι καὶ τιμᾶν ἐβόα, καὶ συμπαρεκάλει τοὺς θεατάς, ὡς ἐκείνῳ τὴν ἐξουσίαν παραδεδωκώς, ἐν δὲ τῷ ἑτέρῳ θεάτρῳ Κουρίων Φαωνίου συνάρχων ἐχορήγει πολυτελῶς · ἀλλ’ἐκεῖνον ἀπολείποντες οἱ ἄνθρωποι μετέβαινον ἐνταῦθα, καὶ συνέπαιζον προθύμως ὑποκρινομένῳ τῷ Φαωνίῳ τὸν ἰδιώτην καὶ τῷ Κάτωνι τὸν ἀγωνοθέτην.

46.5ἔπραττε δὲ ταῦτα διασύρων τὸ πρᾶγμα, καὶ διδάσκων ὅτι παίζοντα δεῖ τῇ παιδιᾷ χρῆσθαι καὶ χάριτι παραπέμπειν ἀτύφῳ μᾶλλον παρασκευαῖς καὶ πολυτελείαις, εἰς τὰ μηδενὸς ἄξια φροντίδας μεγάλας καὶ σπουδὰς κατατιθέμενον.

47

47.1ἐπεὶ δὲ, Σκηπίωνος καὶ Ὑψαίου καὶ Μίλωνος ὑπατείαν μετερχομένων οὐ μόνον ἐκείνοις τοῖς συντρόφοις ἤδη καὶ συμπολιτευομένοις ἀδικήμασι, δωροδοκίαις καὶ δεκασμοῖς, ἀλλ’ἄντικρυς δι’ὅπλων καὶ φόνων εἰς ἐμφύλιον πόλεμον ὠθουμένων τόλμῃ καὶ ἀπονοίᾳ, Πομπήϊόν τινες ἠξίουν ἐπιστῆναι ταῖς ἀρχαιρεσίαις, τὸ μὲν πρῶτον ἀντεῖπεν Κάτων, οὐ τοῖς νόμοις ἐκ Πομπηΐου φάμενος, ἀλλ’ἐκ τῶν νόμων Πομπηΐῳ δεῖν ὑπάρχειν τὴν ἀσφάλειαν, ὡς δὲ πολὺν χρόνον ἀναρχίας οὔσης καὶ τριῶν στρατοπέδων τὴν ἀγορὰν ὁσημέραι περιεχόντων ὀλίγον ἀπέλιπεν ἀνεπίσχετον γεγονέναι τὸ κακόν, ἔγνω τὰ πράγματα πρὸ τῆς ἐσχάτης ἀνάγκης εἰς Πομπήϊον ἑκουσίῳ χάριτι τῆς βουλῆς περιστῆσαι, καὶ τῷ μετριωτάτῳ τῶν παρανομημάτων χρησάμενος ἰάματι τῆς τῶν μεγίστων καταστάσεως τὴν μοναρχίαν ἐπαγαγέσθαι μᾶλλον περιϊδεῖν τὴν στάσιν εἰς μοναρχίαν τελευτῶσααν.

47.3εἶπεν οὖν ἐν τῇ βουλῇ γνώμην Βύβλος οἰκεῖος ὢν Κάτωνος, ὡς χρὴ μόνον ἑλέσθαι Πομπήϊον ὕπατον γὰρ ἕξειν καλῶς τὰ πράγματα ἐκείνου καταστήσαντος, τῷ κρατίστῳ δουλεύσειν τὴν πόλιν. ἀναστὰς δὲ Κάτων οὐδενὸς ἂν προσδοκήσαντος ἐπῄνεσε τὴν γνώμην καὶ συνεβούλευσε πᾶσαν ἀρχὴν ὡς ἀναρχίας κρείττονα, Πομπήϊον δὲ καὶ προσδοκᾶν ἄριστα τοῖς παροῦσι χρήσεσθαι πράγμασι καὶ φυλάξειν διαπιστευθέντα τὴν πόλιν.

48

48.1οὕτω δ’ἀποδειχθεὶς ὕπατος Πομπήϊος ἐδεήθη τοῦ Κάτωνος ἐλθεῖν πρὸς αὐτὸν εἰς τὸ προάστειον. ἐλθόντα δὲ δεξάμενος φιλοφρόνως ἀσπασμοῖς καὶ δεξιώσεσι καὶ χάριν ὁμολογήσας παρεκάλει σύμβουλον αὑτῷ καὶ πάρεδρον εἶναι τῆς ἀρχῆς.

48.2 δὲ Κάτων ἀπεκρίνατο μήτε τὰ πρῶτα πρὸς ἀπέχθειαν εἰπεῖν Πομπηΐου μήτε ταῦτα πρὸς χάριν, ἀλλ’ἐπὶ συμφέροντι πάντα τῆς πόλεως · ἰδίᾳ μὲν οὖν αὐτῷ παρακαλοῦντι σύμβουλος ἔσεσθαι, δημοσίᾳ, δέ, κἂν μὴ παρακαλῆται, πάντως ἐρεῖν τὸ φαινόμενον.

48.3καὶ ταῦτα ἔπραττεν ὡς εἶπε. πρῶτον μὲν γὰρ ἐπὶ τοὺς δεκάσαντας ἤδη τὸν δῆμον ἐπιτίμια καινὰ καὶ δίκας μεγάλας τοῦ Πομπηΐου νομοθετοῦντος ἀμελεῖν ἐκέλευσε τῶν γεγονότων καὶ προσέχειν τοῖς μέλλουσιν · οὔτε γὰρ ὅπου στήσεται τὸ τὰ προημαρτημένα ζητεῖν ὁρίσαι ῥᾴδιον, ἐάντε νεώτερα γράφηται τῶν ἀδικημάτων ἐπιτίμια, δεινὰ πείσεσθαι τοὺς, ὃν οὐ παρέβαινον ὅτ’ἠδίκουν νόμον, κατὰ τοῦτον κολαζομένους ·

48.4ἔπειτα πολλῶν κρινομένων ἐπιφανῶν ἀνδρῶν, ἐνίων δὲ καὶ φίλων τοῦ Πομπηΐου καὶ οἰκείων, ὁρῶν αὐτὸν ἐνδιδόντα ἐν πολλοῖς καὶ καμπτόμενον ἐπετίμα σφοδρῶς καὶ διήγειρεν. ἐπεὶ δὲ νόμῳ τοὺς εἰωθότας λέγεσθαι περὶ τῶν κρινομένων ἐπαίνους αὐτὸς ἀφελών, Μουνατίῳ Πλάγκῳ συγγράψας ἔπαινον ἐπὶ τῆς δίκης ἔδωκεν, ἐπισχόμενος Κάτων τὰ ὦτα ταῖς χερσὶν (ἔτυχε γὰρ δικάζων) ἐκώλυεν ἀναγινώσκεσθαι τὴν μαρτυρίαν.

48.5 δὲ Πλάγκος ἀπέλεξεν αὐτὸν ἐκ τῶν δικαστῶν μετὰ τοὺς λόγους, καὶ οὐδὲν ἧττον ἥλω. καὶ ὅλως ἄπορον ἦν πρᾶγμα καὶ δυσμεταχείριστον Κάτων τοῖς φεύγουσι, μήτε βουλομένοις αὐτὸν ἀπολιπεῖν δικαστήν μήτε ἀπολέγειν τολμῶσιν. ἥλωσαν γὰρ οὐκ ὀλίγοι τῷ Κάτωνα φεύγειν δόξαντες οὐ θαρρεῖν τοῖς δικαίοις · ἐνίοις δὲ καὶ προὔφερον οἱ λοιδοροῦντες ὡς ὄνειδος μέγα τὸ μὴ δέξασθαι κριτὴν Κάτωνα προτεινόμενον.

49

49.1ἐπεὶ δὲ Καίσαρος αὑτοῦ μὲν ἐμπεφυκότος τοῖς στρατεύμασιν ἐν Γαλατίᾳ καὶ τῶν ὅπλων ἐχομένου, δώροις δὲ καὶ χρήμασι καὶ φίλοις μάλιστα πρὸς τὴν ἐν τῇ πόλει χρωμένου δύναμιν, ἤδη μὲν αἱ Κάτωνος προαγορεύσεις ἀνέφερον τὸν Πομπήϊον ἐκ πολλῆς ἤδη τῆς πρόσθεν ἀπιστίας ὀνειροπολοῦντα τὸ δεινόν, ἔτι δὲ ἦν ὄκνου καὶ μελλήσεως ἀτόλμου πρὸς τὸ κωλύειν καὶ ἐπιχειρεῖν ὑπόπλεως, ὥρμησεν Κάτων ὑπατείαν παραγγέλλειν ὡς ἀφαιρησόμενος εὐθὺς τὰ ὅπλα τοῦ Καίσαρος τὴν ἐπιβουλὴν ἐξελέγξων. οἱ δὲ ·

49.2ἀντιπαραγγέλλοντες αὐτῷ χαρίεντες μὲν ἦσαν ἀμφότεροι, Σουλπίκιος δὲ καὶ πολλὰ τῆς τοῦ Κάτωνος ἐν τῇ πόλει δόξηςτε καὶ δυνάμεως ἀπολελαυκώς · οὐ μέτριον οὖν ἐδόκει πρᾶγμα ποιεῖν οὐ δ’εὐχάριστον οὐ μὴν γε Κάτων ἐνεκάλει · τί γὰρ, ἔφη, θαυμαστόν εἰ τις νομίζει τῶν ἀγαθῶν μέγιστον ἑτέρῳ μὴ παρίησι ;

49.3πείσας δὲ τὴν βουλὴν ψηφίσασθαι τοὺς μετιόντας τὴν ἀρχὴν αὐτοὺς δεξιοῦσθαι τὸν δῆμον, δι’ἑτέρου δὲ μὴ δεῖσθαι μη δὲ ἐντυγχάνειν ὑπὲρ αὐτῶν περιιόντος, ἔτι μᾶλλον ἐξηγρίανε τοὺς ἀνθρώπους, εἰ μὴ μόνον τὸ λαβεῖν μισθόν, ἀλλὰ καὶ τὸ διδόναι χάριν αὐτοὺς ἀφῃρημένος ἄπορον καὶ ἄτιμον ὁμοῦ τὸν δῆμον πεποίηκε.

49.4πρὸς δὲ τούτῳ μήτε αὐτὸς ἐντυχεῖν ὑπὲρ αὑτοῦ πιθανὸς ὤν, ἀλλ’ἐν ἤθει τὸ τοῦ βίου μᾶλλον ἀξίωμα βουλόμενος φυλάσσειν προσλαβεῖν τὸ τῆς ἀρχῆς ποιούμενος τὰς δεξιώσεις, μήτε τοὺς φίλους ἐάσας οἷς ὄχλος ἁλίσκεται καὶ θεραπεύεται ποιεῖν, ἀπέτυχε τῆς ἀρχῆς.

50

50.1φέροντος δὲ τοῦ πράγματος οὐκ αὐτοῖς μόνοις τοῖς ἀποτυχοῦσιν, ἀλλὰ καὶ φίλοις αὐτῶν καὶ οἰκείοις σὺν αἰσχύνῃ τινὶ κατήφειαν καὶ πένθος ἐφ’ἡμέρας πολλάς, οὕτως ἤνεγκε ῥᾳθύμως τὸ συμβεβηκός ὥστε ἀλειψάμενος μὲν ἐν τῷ πεδίῳ σφαιρίσαι, μετ’ἄριστον δὲ πάλιν, ὥσπερ εἴθιστο, καταβὰς εἰς ἀγορὰν ἀνυπόδητος καὶ ἀχίτων περιπατῆσαι μετὰ τῶν συνήθων, αἰτιᾶται δὲ Κικέρων ὅτι, τῶν πραγμάτων ἄρχοντος τοιούτου δεομένων, οὐκ ἐποιήσατο σπουδὴν οὐ δὲ ὑπῆλθεν ὁμιλίᾳ φιλανθρώπῳ τὸν δῆμον, ἀλλὰ καὶ πρὸς τὸ λοιπὸν ἐξέκαμε καὶ ἀπηγόρευσε, καίτοι τὴν στρατηγίαν αὖθις ἐξ ὑπαρχῆς μετελθών.

50.3ἔλεγεν οὖν Κάτων ὅτι τῆς μὲν στρατηγίας οὐ κατὰ γνώμην ἐξέπεσε τῶν πολλῶν, ἀλλὰ βιασθέντων διαφθαρέντων, ἐν δὲ ταῖς ὑπατικαῖς ψήφοις μηδεμιᾶς κακουργίας γενομένης ἔγνω καὶ τῷ δήμῳ προσκεκρουκὼς διὰ τὸν αὑτοῦ τρόπον, ὃν οὔτε μεταθέσθαι πρὸς ἑτέρων χάριν οὔτε χρώμενον ὁμοίῳ πάλιν ὅμοια παθεῖν νοῦν ἔχοντος ἀνδρός ἐστι ·

51

51.1τοῦ δὲ Καίσαρος ἐμβαλόντος εἰς ἔθνη μάχιμα καὶ παραβόλως κρατήσαντος, Γερμανοῖς δὲ καὶ σπονδῶν γενομένων δοκοῦντος ἐπιθέσθαι καὶ καταβαλεῖν τριάκοντα μυριάδας, οἱ μὲν ἄλλοι τὸν δῆμον ἠξίουν εὐαγγέλια θύειν, δὲ Κάτων ἐκέλευεν ἐκδιδόναι τὸν Καίσαρα τοῖς παρανομηθεῖσι καὶ μὴ τρέπειν εἰς αὑτοὺς μη δὲ ἀναδέχεσθαι τὸ ἄγος εἰς τὴν πόλιν.

51.2 οὐ μὴν ἀλλὰ καὶ τοῖς θεοῖς, ἔφη, θύωμεν, ὅτι τῆς τοῦ στρατηγοῦ μανίας καὶ ἀπονοίας τὴν δίκην εἰς τοὺς στρατιώτας οὐ τρέπουσιν, ἀλλὰ φείδονται τῆς πόλεως . ἐκ τούτου Καῖσαρ ἐπιστολὴν γράψας ἀπέστειλεν εἰς τὴν σύγκλητον · ὡς δὲ ἀνεγνώσθη βλασφημίας πολλὰς ἔχουσα καὶ κατηγορίας τοῦ Κάτωνος, ἀναστὰς ἐκεῖνος οὐχ ὑπ’ὀργῆς οὐ δὲ φιλονεικίας, ἀλλ’ὥσπερ ἐκ λογισμοῦ καὶ παρασκευῆς τὰ μὲν εἰς ἑαυτὸν ἐγκλήματα λοιδορίαις καὶ σκώμμασιν ὅμοια καὶ παιδιάν τινα καὶ βωμολοχίαν τοῦ Καίσαρος ἀπέδειξεν, ἁψάμενος δὲ τῶν ἐκείνου βουλευμάτων ἀπ’ἀρχῆς καὶ πᾶσαν αὐτοῦ τὴν διάνοιαν, ὥσπερ οὐκ ἐχθρός, ἀλλὰ συνωμότης καὶ κοινωνὸς, ἐκκαλύψας, καὶ διδάξας ὡς οὐ Γερμανῶν οὐ δὲ Κελτῶν παῖδας, ἀλλ’ἐκεῖνον αὐτὸν, εἰ σωφρονοῦσι, φοβητέον ἐστὶν αὐτοῖς, οὕτως ἐπέστρεψε καὶ παρώξυνεν ὡς τοὺς φίλους τοῦ Καίσαρος μετανοεῖν, ὅτι τὴν ἐπιστολὴν ἀναγνόντες ἐν τῇ βουλῇ καιρὸν τῷ Κάτωνι λόγων δικαίων καὶ κατηγοριῶν ἀληθῶν παρέσχον, Ἐκυρώθη μὲν οὖν οὐδέν, ἀλλ’ἐλέχθη μόνον ὅτι καλῶς ἔχει διάδοχον Καίσαρι δοθῆναι.

51.5τῶν δὲ φίλων ἀξιούντων καὶ Πομπήϊον ἐξ ἴσου τὰ ὅπλα καταθέσθαι καὶ ἀποδοῦναι τὰς ἐπαρχίας μη δὲ Καίσαρα, νῦν ἐκεῖνα βοῶν Κάτων προὔλεγεν αὐτοῖς ἥκειν, καὶ βιάζεσθαι τὸν ἄνθρωπον ἀναφανδὸν ἤδη τῇ δυνάμει χρώμενον ἣν ἔσχεν ἐξαπατῶν καὶ φενακίζων τὴν πόλιν, ἔξω μὲν οὐδὲν ἐπέραινε, τοῦ δήμου θέλοντος ἀεὶ τὸν Καίσαρα μέγιστον εἶναι, τὴν δὲ σύγκλητον εἶχε πειθομένην καὶ φοβουμένην τὸν δῆμον.

52

52.1ὡς δὲ Ἀρίμινον κατείληπτο καὶ Καῖσαρ κατηγγέλλετο μετὰ στρατιᾶς ἐλαύνειν ἐπὶ τὴν πόλιν, ἐνταῦθα δὴ πάντες ἐπ’ἐκεῖνον ἀφεώρων, οἵτε πολλοὶ καὶ Πομπήϊος, ὡς μόνον μὲν ἐξ ἀρχῆς προαισθόμενον, πρῶτον δὲ φανερῶς προειπόντα τὴν Καίσαρος γνώμην. εἶπεν οὖν Κάτων ·

52.2 ἀλλὰ εἴ γε οἷς ἐγὼ προὔλεγον ἀεὶ καὶ συνεβούλευον ἐπείσθη τις ὑμῶν, ἄνδρες, οὔτ’ἂν ἕνα ἐφοβεῖσθε νῦν οὔτε ἐν ἑνὶ τὰς ἐλπίδας εἴχετε . Πομπηΐου δὲ εἰπόντος μαντικώτερα μὲν εἰρῆσθαι Κάτωνι, φιλικώτερα δὲ αὐτῷ πεπρᾶχθαι, συνεβούλευεν Κάτων ἑνὶ Πομπηΐῳ τὰ πράγματα τὴν σύγκλητον ἐγχειρίσαι · τῶν γὰρ αὐτῶν εἶναι καὶ ποιεῖν τὰ μεγάλα κακὰ καὶ παύειν.

52.3 μὲν οὖν Πομπήϊος οὔτε δύναμιν ἔχων ἑτοίμην οὔτε οὓς κατέλεγε τότε προθύμους ὁρῶν ἐξέλιπε τὴν Ῥώμην, δὲ Κάτων ἕπεσθαι καὶ συμφεύγειν ἐγνωκώς τὸν μὲν νεώτερον υἱὸν εἰς Βρεττίους ὑπεξέθετο πρὸς Μουνάτιον, τὸν δὲ πρεσβύτερον εἶχε σὺν ἑαυτῷ. τῆς οἰκίας καὶ τῶν θυγατέρων κηδεμόνος δεομένων ἀνέλαβε πάλιν τὴν Μαρκίαν χηρεύουσαν ἐπὶ χρήμασι πολλοῖς · γὰρ Ὁρτήσιος θνῄσκων ἐκείνην ἀπέλιπε κληρονόμον.

52.4εἰς δὴ μάλιστα λοιδορούμενος Καῖσαρ τῷ Κάτωνι φιλοπλουτίαν προφέρει καὶ μισθαρνίαν ἐπὶ τῷ γάμῳ. τί γὰρ ἔδει παραχωρεῖν δεόμενον γυναικός τί μὴ δεόμενον αὖθις ἀναλαμβάνειν, εἰ μὴ δέλεαρ ἐξ ἀρχῆς ὑφείθη τὸ γύναιον Ὁρτησίῳ καὶ νέαν ἔχρησεν, ἵνα πλουσίαν ἀπολάβῃ; πρὸς μὲν οὖν ταῦτα μετρίως ἔχει τὸ Εὐριπίδειον ἐκεῖνο · πρῶτον μὲν οὖν τἄρρητ’· ἐν ἀρρήτοισι γὰρ τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεις ·

52.5ὅμοιον γάρ ἐστι τῷ Ἡρακλεῖ μαλακίαν ὀνειδίζειν καὶ κατηγορεῖν αἰσχροκέρδειαν Κάτωνος, εἰ δὲ ἄλλῃ πη μὴ καλῶς πέπρακται τὰ περὶ τὸν γάμον, ἐπισκεπτέον. ἐγγυησάμενος γὰρ τὴν Μαρκίαν Κάτων, καὶ τὸν οἶκον ἐπιτρέψας ἐκείνῃ καὶ τὰς θυγατέρας, αὐτὸς ἐδίωκε Πομπήϊον.

53

53.1ἀπ’ἐκείνης δὲ λέγεται τῆς ἡμέρας μήτε κεφαλὴν ἔτι κείρασθαι μήτε γένεια μήτε στέφανον ἐπιθέσθαι, πένθους δὲ καὶ κατηφείας καὶ βαρύτητος ἐπὶ ταῖς συμφοραῖς τῆς πατρίδος ἓν σχῆμα νικώντων ὁμοίως καὶ νικωμένων ἄχρι τελευτῆς διαφυλάξαι. τότε δὲ κλήρῳ λαχὼν Σικελίαν διέβη μὲν εἰς Συρακούσας, πυθόμενος δὲ Ἀσίννιον Πολλίωνα παρὰ τῶν πολεμίων ἀφῖχθαι μετὰ. δυνάμεως εἰς Μεσσήνην ἔπεμψε, λόγον ἀπαιτῶν παρ’αὐτοῦ τῆς διαβάσεως.

53.2ἀνταπαιτηθεὶς δὲ λόγον ὑπ’ἐκείνου τῆς τῶν πραγμάτων μεταβολῆς, καὶ Πομπήϊον ἀκούσας ἐκλελοιπότα παντελῶς Ἰταλίαν ἐν Δυρραχίῳ στρατοπεδεύειν, πολὺν ἔφη περὶ τὰ θεῖα πλάνον εἶναι καὶ ἀσάφειαν, εἰ Πομπήϊον ἐν οἷς ὑγιὲς οὐδὲν οὐ δὲ δίκαιον ἔπραττεν ἀήττητον γενόμενον νῦν, ὅτε τὴν πατρίδα βούλεται σῴζειν καὶ τῆς ἐλευθερίας ὑπερμάχεται, προλέλοιπε τὸ εὐτυχεῖν.

53.3Ἀσίννιον μὲν οὖν ἔφη δυνατὸς εἶναι Σικελίας ἐκβαλεῖν, ἄλλης δὲ μείζονος ἐπερχομένης δυνάμεως οὐ βούλεσθαι τὴν νῆσον ἐμπολεμῶν ἀπολέσαι, χωρεῖν δὲ πρὸς τὸ κρατοῦν καὶ σῴζεσθαι παραινέσας Συρακουσίοις ἐξέπλευσεν. ἀφικόμενος δὲ πρὸς Πομπήϊον ἀεὶ μὲν εἴχετο μιᾶς γνώμης, χρονοτριβεῖν τὸν πόλεμον, ἐλπίζων διαλύσεις καὶ μὴ βουλόμενος ἐν ἀγῶνι χείρω γενομένην τὴν πόλιν αὐτὴν ὑφ’αὑτῆς παθεῖν τὰ ἔσχατα, σιδήρῳ διακριθεῖσαν.

53.4ἄλλα δὲ τούτων ἀδελφὰ Πομπήϊον ἔπεισε καὶ τοὺς συνέδρους ψηφίσασθαι, μήτε πόλιν ὑπήκοον Ῥωμαίων διαρπάζειν μήτε ἄνδρα Ῥωμαῖον ἔξω παρατάξεως ἀναιρεῖν καὶ δόξαν ἤνεγκε καὶ προσηγάγετο πολλοὺς τῇ Πομπηΐου μερίδι, τὴν ἐπιείκειαν αὐτοῦ καὶ τὸ ἥμερον ἀσπασαμένους.

54

54.1ἐκπεμφθεὶς δὲ εἰς Ἀσίαν, ὡς τοῖς ἐκεῖ συνάγουσι πλοῖα καὶ στρατιὰν ὠφέλιμος γένοιτο, Σερβιλίαν ἐπηγάγετο τὴν ἀδελφὴν καὶ τὸ Λευκούλλου παιδίον ἐξ ἐκείνης γεγονός, ἠκολούθησε γὰρ αὐτῷ χηρεύουσα, καὶ πολὺ τῶν εἰς τὸ ἀκόλαστον αὐτῆς διαβολῶν ἀφεῖλεν ὑποδῦσα τὴν ὑπὸ Κάτωνι φρουρὰν καὶ πλάνην καὶ δίαιταν ἑκουσίως, ἀλλ’ γε Καῖσαρ οὐ δὲ τῶν ἐπ’ἐκείνῃ βλασφημιῶν τοῦ Κάτωνος ἐφείσατο.

54.2πρὸς μὲν οὖν τἆλλα τοῦ Κάτωνος οὐδὲν, ὡς ἔοικεν, ἐδεήθησαν οἱ Πομπηΐου στρατηγοί, Ῥοδίους δὲ πειθοῖ προσαγαγόμενος καὶ τὴν Σερβιλίαν αὐτόθι καὶ τὸ παιδίον ἀπολιπών ἐπανῆλθε πρὸς Πομπήϊον, ἤδη πεζικῆςτε λαμπρᾶς καὶ ναυτικῆς δυνάμεως περὶ αὐτὸν οὔσης, ἔνθα δὴ καὶ μάλιστα τῆς γνώμης κατάφωρος ἔδοξε γεγονέναι Πομπήϊος, ὥρμησε μὲν γὰρ ἐγχειρίσαι τῷ Κάτωνι τὴν τῶν νεῶν ἡγεμονίαν ἦσαν δὲ πεντακοσίων μὲν οὐκ ἐλάττους αἱ μάχιμοι, λιβυρνικὰ δὲ καὶ κατασκοπικὰ καὶ ἄφρακτα παμπληθῆ ·

54.4ταχὺ δὲ ἐννοήσας διδαχθεὶς ὑπὸ τῶν φίλων ὡς ἕν ἐστι κεφάλαιον Κάτωνι πάσης πολιτείας ἐλευθερῶσαι τὴν πατρίδα, κἂν γένηται κύριος τηλικαύτης δυνάμεως, ἧς ἂν ἡμέρας καταγωνίσωνται Καίσαρα, τῆς αὐτῆς ἐκείνης ἀξιώσει καὶ Πομπήϊον τὰ ὅπλα καταθέσθαι καὶ τοῖς νόμοις ἕπεσθαι, μετέγνω, καίπερ ἤδη διειλεγμένος αὐτῷ, καὶ Βύβλον ἀπέδειξε ναύαρχον.

54.5οὐ μὴν ᾔσθετό γε παρὰ τοῦτο τῆς προθυμίας τοῦ Κάτωνος ἀμβλυτέρας · ἀλλὰ καὶ λέγεται πρός τινα μάχην πρὸ τὸν Δυρραχίου αὐτοῦτε Πομπηΐου παρορμῶντος τὴν δύναμιν, καὶ τῶν ἄλλων ἕκαστον ἡγεμόνων εἰπεῖν τι καὶ προτρέψασθαι κελεύοντος, ἀργῶς καὶ σιωπῇ τοὺς στρατιώτας ἀκούειν, Κάτωνος δὲ μετὰ πάντας ὅσα καιρὸν εἶχε τῶν ἀπὸ φιλοσοφίας ἀκούειν λεγομένων περὶ ἐλευθερίας καὶ ἀρετῆς καὶ θανάτου καὶ δόξης διελθόντος αὐτοπαθῶς, καὶ τελευτῶντα τρέψαντος τὸν λόγον εἰς θεῶν ἀνάκλησιν, ὡς παρόντων καὶ ἐφορώντων τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, τηλικοῦτον ἀλαλαγμὸν γενέσθαι καὶ τοσοῦτον κίνημα τῆς στρατιᾶς ἐπαρθείσης ὥστε πάντας ἐλπίδων μεστοὺς ἐπὶ τὸν κίνδυνον ὁρμῆσαι τοὺς ἡγεμόνας, τρεψαμένων δὲ καὶ κρατησάντων ἀφείλετο τὴν παντελῆ νίκην Καίσαρος δαίμων, τῇ Πομπηΐου χρησάμενος εὐλαβείᾳ καὶ ἀπιστίᾳ περὶ τὸ εὐτύχημα.

54.7ταῦτα μὲν οὖν ἐν τοῖς περὶ Πομπηΐου γέγραπται. χαιρόντων δὲ πάντων καὶ μεγαλυνόντων τὸ ἔργον Κάτων ἀπεδάκρυε τὴν πατρίδα, καὶ τὴν ὀλέθριον καὶ κακοδαίμονα φιλαρχίαν ὠδύρετο, πολλοὺς καὶ ἀγαθοὺς ὁρῶν πολίτας ὑπ’ἀλλήλων πεπτωκότας.

55

55.1ἐπεὶ δὲ Καίσαρα διώκων Πομπήϊος εἰς Θεσσαλίαν ἀνεζεύγνυε πολλὰ καταλιπὼν περὶ Δυρράχιον ὅπλα καὶ χρήματα καὶ σώματα συγγενῆ καὶ οἰκεῖα, πάντων ἀπέδειξεν ἡγεμόνα καὶ φύλακα τὸν Κάτωνα πεντεκαίδεκα σπείρας ἔχοντα στρατιωτῶν διὰ πίστιν ἅμα καὶ φόβον τοῦ ἀνδρός, ἡττωμένῳ μὲν γὰρ πάντων εἶναι βεβαιότατον ἐνόμιζεν, εἰ δὲ νικῴη, μὴ ἐπιτρέψειν παρόντα χρήσασθαι τοῖς πράγμασιν ὡς προῄρηται.

55.2πολλοὶ δὲ καὶ τῶν ἐπιφανῶν ἀνδρῶν ἀπερρίφησαν ἐν Δυρραχίῳ μετὰ Κάτωνος. γενομένης δὲ τῆς κατὰ Φάρσαλον ἥττης οὕτως ἔστη τοῖς λογισμοῖς Κάτων ὡς, εἰ μὲν τεθνήκοι Πομπήϊος, εἰς Ἰταλίαν τοὺς σὺν αὐτῷ περαιώσων, αὐτὸς δὲ πορρωτάτω τῆς τυραννίδος ἐπὶ φυγῇ βιωσόμενος. εἰ δὲ σῴζοιτο, πάντως ἐκείνῳ διαφυλάξων τὴν δύναμιν.

55.3οὕτω δὴ διαβαλὼν εἰς Κέρκυραν, ὅπου τὸ ναυτικὸν ἦν, ἐξίστατο μὲν Κικέρωνι τῆς ἀρχῆς ὡς ὑπατικῷ στρατηγικός, οὐ δεξαμένου δὲ Κικέρωνος, ἀλλ’ἀπαίροντος εἰς Ἰταλίαν, ἰδὼν τὸν Πομπήϊον ὑπ’αὐθαδείας καὶ φρονήματος ἀκαίρου βουλόμενον κολάζειν τοὺς ἀποπλέοντας, πρώτῳ δὲ μέλλοντα τῷ Κικέρωνι προσφέρειν τὰς χεῖρας, ἐνουθέτησεν ἰδίᾳ καὶ κατεπράϋνεν, ὥστε τὸν Κικέρωνα περισῶσαι σαφῶς ἐκ θανάτου καὶ τοῖς ἄλλοις ἄδειαν παρασχεῖν.

56

56.1τεκμαιρόμενος δὲ Πομπήϊον Μᾶγνον εἰς Αἴγυπτον Λιβύην διεκπεσεῖσθαι καὶ σπεύδων πρὸς ἐκεῖνον ἀνήχθη μὲν ἔχων ἅπαντας, ἔπλει δὲ πρῶτον ἀπιέναι διδοὺς καὶ ὑπολείπεσθαι τοὺς οὐ προθύμως συστρατευομένους, ἁψάμενος δὲ Λιβύης καὶ παραπλέων ἐντυγχάνει Σέξτῳ τῷ νεωτέρῳ τῶν Πομπηΐου παίδων ἀγγέλλοντι τὴν ἐπ’Αἰγύπτου τοῦ πατρὸς τελευτήν.

56.2πάντες μὲν οὖν βαρέως ἤνεγκαν, οὐδεὶς δὲ μετὰ Πομπήϊον ἠξίου Κάτωνος παρόντος οὐ δὲ ἀκούειν ἄλλον ἡγεμόνα, διὸ καὶ Κάτων αἰδούμενος καὶ οἰκτείρων ἄνδρας ἀγαθοὺς καὶ πίστεως δεδωκότας πεῖραν ἐπὶ ξένης ἐρήμους καὶ ἀπόρους ἀπολιπεῖν, ὑπέστητε τὴν ἀρχὴν καὶ παρῆλθεν εἰς Κυρήνην · ἐδέξαντο γὰρ ἐκεῖνον, ὀλίγαις ἡμέραις ἔμπροσθεν ἀποκλείσαντες Λαβιηνόν.

56.3ἐνταῦθα πυνθανόμενος Σκηπίωνα τὸν Πομπηΐου πενθερὸν ὑπὸ Ἰόβα τοῦ βασιλέως ἀνειλῆφθαι, καὶ Οὔαρον Ἄττιον, ὃς ἦν ὑπὸ Πομπηΐου Λιβύης ἀποδεδειγμένος ἡγεμών, εἶναι σὺν αὐτοῖς μετὰ δυνάμεως, ἐξώρμησε πεζῇ χειμῶνος ὥρᾳ, πολλοὺς μὲν ὄνους ὕδωρ κομίζοντας συναγαγών, πολλὴν δὲ λείαν ἐλαύνων, ἔτι δὲ ἅρματα καὶ τοὺς καλουμένους Ψύλλους ἐπαγόμενος, οἳ τάτε δήγματα τῶν θηρίων ἰῶνται τοῖς στόμασιν ἕλκοντες τὸν ἰόν, αὐτάτε τὰ θηρία κατεπᾴδοντες ἀμβλύνουσι καὶ κηλοῦσιν.

56.4ἡμέρας δὲ συνεχῶς ἑπτὰ τῆς πορείας γενομένης πρῶτος ἡγήσατο μήτε ἵππῳ μήτε ὑποζυγίῳ χρησάμενος. ἐδείπνει δὲ καθήμενος ἀφ’ἧς ἡμέρας τὴν κατὰ Φάρσαλον ἧτταν ἔγνω καὶ τοῦτο τῷ λοιπῷ προσέθηκε πένθει, τὸ μὴ κατακλιθῆναι πλὴν καθεύδων. ἐν δὲ Λιβύῃ διαγαγὼν τοῦ χειμῶνος ἐξήγαγε τὴν στρατιάν ἦσαν δὲ μυρίων ὀλίγον ἀποδέοντες.

57

57.1τὰ δὲ πράγματα κακῶς εἶχε τοῖς περὶ Σκηπίωνα καί Οὐᾶρον, ἐκ διαφορᾶς καί στάσεως ὑποδυομένοις καί θεραπεύουσι τὸν Ἰόβαν, οὐκ ἀνεκτὸν ὄντα βαρύτητι φρονήματος καί ὄγκῳ διὰ πλοῦτον καί δύναμιν ὅς γε Κάτωνι πρῶτον ἐντυγχάνειν μέλλων μέσον ἔθηκε τὸν ἑαυτοῦ θρόνον τοῦ Σκηπίωνος καί τοῦ Κάτωνος, μέντοι Κάτων ὡς εἶδεν, ἄρας τὸν ἑαυτοῦ μετέθηκεν ἐπὶ θάτερα, μέσον λαμβάνων τὸν Σκηπίωνα, καίπερ ἐχθρὸν ὄντα καί τι καί βιβλίον ἐκδεδωκότα βλασφημίας ἔχον τοῦ Κάτωνος, εἶτα τοῦτο μὲν εἰς οὐδένα τίθενται λόγον, εἰ δὲ Φιλόστρατον ἐν Σικελίᾳ μέσον εἶχε περιπατῶν ἐπὶ τιμῇ φιλοσοφίας, ἐγκαλοῦσι.

57.2τότε δ’οὖν καί τὸν Ἰόβαν ἔπαυσε μονονουχὶ σατράπας πεποιημένον ἑαυτοῦ τοὺς περὶ τὸν Σκηπίωνα, κἀκείνους διήλλαξεν.

57.3ἀξιούντων δὲ πάντων ἄρχειν αὐτόν, καὶ πρώτων τῶν περὶ Σκηπίωνα καί Οὐᾶρον ἐξισταμένων καί παραδιδόντων τὴν ἡγεμονίαν, οὐκ ἔφη καταλύσειν τοὺς νόμους περὶ ὧν τῷ καταλύοντι πολεμοῦσιν, οὐ δὲ ἑαυτὸν ἀντιστράτηγον ὄντα παρόντος ἀνθυπάτου προτάξειν. ἀνθύπατος γὰρ Σκηπίων ἀπεδέδεικτο, καί θάρσος εἶχον οἱ πολλοὶ διὰ τοὔνομα, κατορθώσειν ἄρχοντος ἐν Λιβύῃ Σκηπίωνος.

58

58.1ἐπεὶ μέντοι τὴν ἀρχὴν Σκηπίων παραλαβὼν εὐθὺς ἐβούλετο Ἰόβᾳ χαριζόμενος Ἰτυκαίους ἡβηδὸν ἀποκτεῖναι καί κατασκάψαι τὴν πόλιν ὡς τὰ Καίσαρος φρονοῦσαν, οὐχ ὑπέμεινεν Κάτων, ἀλλὰ μαρτυρόμενος καί κεκραγὼς ἐν τῷ συνεδρίῳ καί θεοκλυτῶν μόλις ἐξείλετο τῆς ὠμότητος αὐτῶν τοὺς ἀνθρώπους ·

58.2καί τὰ μὲν αὐτῶν δεηθέντων, τὰ δὲ τοῦ Σκηπίωνος ἀξιοῦντος, ἀνεδέξατο φρουρήσειν τὴν πόλιν, ὡς μήτε ἄκουσα μήτε ἑκοῦσα Καίσαρι προσγένοιτο. καί γὰρ ἦν εἰς ἅπαντα τὸ χωρίον ὠφέλιμον καί διαρκὲς τοῖς ἔχουσιν ἔτι δὲ μᾶλλον ὑπὸ τοῦ Κάτωνος ἐρρώσθη. καί γὰρ σῖτον εἰσήγαγεν ὑπερβάλλοντα πλήθει καί κατεσκεύαζε τὰ τείχη πύργους ἐπαιρόμενος καί τάφρους ὀχυρὰς καί χαρακώματα πρὸ τῆς πόλεως βαλλόμενος.

58.3Ἰτυκαίων δὲ τοὺς μὲν ἡβῶντας ἐν τοῖς χαρακώμασιν ἔταξεν οἰκεῖν, τὰ ὅπλα παραδόντας αὐτῷ, τοὺς δὲ ἄλλους ἐν τῇ πόλει συνεῖχεν, ἰσχυρῶς ἐπιμελόμενος μὴ ἀδικεῖσθαι μη δὲ πάσχειν κακῶς ὑπὸ τῶν Ῥωμαίων. ὅπλα δὲ πολλὰ καί χρήματα καί σῖτον ἐξέπεμψε τοῖς ἐπὶ στρατοπέδου, καί ὅλως εἶχε τοῦ πολέμου τὴν πόλιν ταμιεῖον.

58.4 δὲ Πομπηΐῳ συνεβούλευε πρότερον καί τότε Σκηπίωνι, μὴ μάχεσθαι πρὸς ἄνδρα πολεμιστὴν καί δεινόν, ἀλλὰ τῷ χρόνῳ χρῆσθαι πᾶσαν ἀκμὴν τυραννὶς ἰσχύει μαραίνοντι, τούτων Σκηπίων ὑπὸ αὐθαδείας κατεφρόνει · καί ποτε τῷ Κάτωνι δειλίαν ὀνειδίζων ἔγραψεν, εἰ μὴ μόνον αὐτὸς ἀγαπᾷ καθήμενος ἐν πόλει καί τείχεσιν, ἀλλὰ μη δὲ ἑτέρους ἐᾷ πρὸς τὸν καιρὸν εὐθαρσῶς χρῆσθαι τοῖς λογισμοῖς.

58.5πρὸς ταῦτα Κάτων ἀντέγραψεν ὡς ἕτοιμός ἐστιν οὓς ἤγαγεν αὐτὸς εἰς Λιβύην ὁπλίτας καί ἱππεῖς παραλαβὼν εἰς Ἰταλίαν περαιοῦν, καί Καίσαρα μεθιστάναι καί τρέπειν ἀπ’ἐκείνων πρὸς αὑτόν, ὡς δὲ καί τούτων Σκηπίων κατεγέλα, πάνυ δῆλος ἦν ἀχθόμενος Κάτων τῇ παραχωρήσει τῆς ἀρχῆς, ὡς οὔτε τῷ πολέμῳ καλῶς τὸν Σκηπίωνα χρησόμενον, οὔτε, ἂν παραλόγως εὐτυχήσῃ, μέτριον ἐν τῷ κρατεῖν πρὸς τοὺς πολίτας ἐσόμενον.

58.6διὸ καὶ γνώμην εἶχεν Κάτων, καὶ πρὸς τοὺς συνήθεις ἔλεγεν, οὐ χρηστὰς μὲν ἐλπίδας ἔχειν ὑπὲρ τοῦ πολέμου δι’ἀπειρίαν καί θρασύτητα τῶν ἡγεμόνων, εἰ δ’οὖν εὐτυχία τις γένοιτο καί καταλυθείη Καῖσαρ, οὐ μενεῖν ἐν Ῥώμῃ, φεύξεσθαι δὲ τὴν χαλεπότητα καί πικρίαν τοῦ Σκηπίωνος, ἤδη τότε δεινὰς καί ὑπερηφάνους ποιουμένου κατὰ πολλῶν ἀπειλάς.

58.7ἀπέβη δὲ μᾶλλον προσεδόκα · καί περὶ ἑσπέραν βαθεῖαν ἧκέ τις ἀπὸ στρατοπέδου τριταῖος ἀγγέλλων ὅτι μάχης μεγάλης πρὸς Θάψῳ γενομένης διέφθαρται παντάπασι τὰ πράγματα καὶ κρατεῖ Καῖσαρ τῶν στρατοπέδων, Σκηπίων δὲ καί Ἰόβας σὺν ὀλίγοις ἐκπεφεύγασιν, δὲ ἄλλη δύναμις ἀπόλωλε.

59

59.1τούτων προσπεσόντων μὲν πόλις, οἷον εἰκὸς ἐν νυκτὶ καὶ πολέμῳ, πρὸς τοιοῦτον ἄγγελμα μικροῦ δεῖν ἔκφρων γενομένη μόλις ἑαυτὴν ἐντὸς τειχῶν κατεῖχεν, δὲ Κάτων προελθὼν τότε μέν, ὡς ἑκάστοις ἀπήντα διαθέουσι καὶ βοῶσιν, ἐπιλαμβανόμενος καὶ παραμυθούμενος ἀφῄρει τοῦ δέους τὸ περιθαμβὲς καὶ ταραχῶδες, ὡς οὐ τηλικούτων ἴσως γεγονότων, ἀλλὰ ἐπὶ μεῖζον αἰρομένων τῷ λόγῳ, καὶ κατέστησε τὸν θόρυβον ἅμα δ’ἡμέρᾳ τοὺς τριακοσίους οἷς ἐχρῆτο βουλῇ, Ῥωμαίους μὲν ὄντας, ἐν δὲ Λιβύῃ πραγματευομένους ἀπὸ ἐμπορίας καὶ δανεισμῶν, εἰς ἱερὸν Διὸς ἐκήρυττε συνιέναι, καὶ ὅσοι παρῆσαν ἀπὸ συγκλήτου, καὶ παῖδας αὑτῶν, ἔτι δὲ συλλεγομένων ἐκείνων προσελθὼν ἀθορύβως καὶ μετὰ εὐσταθείας, ὥσπερ οὐδενὸς καινοῦ γεγονότος, βιβλίον ἔχων ἐν ταῖς χερσὶν ἀνεγίνωσκεν.

59.2ἦν δὲ ἀναγραφὴ τῶν πρὸς τὸν πόλεμον ὀργάνων, ὅπλων, σίτου, τόξων, ὁπλιτῶν.

59.3ἐπεὶ δὲ συνῆλθον, ἀρξάμενος ἀπὸ τῶν τριακοσίων καὶ διελθὼν πολὺν ἔπαινον τῆς προθυμίας αὑτῶν καὶ τῆς πίστεως, ἣν ἐπεδείξαντο καὶ χρήμασι καὶ σώμασι καὶ βουλαῖς ὠφελιμώτατοι γενόμενοι, παρεκάλει μὴ διαλυθῆναι ταῖς ἐλπίσιν ἕκαστον αὑτῷ φυγὴν ἰδίαν ἀπόδρασίν τινα ποριζόμενον. ἂν γὰρ ἐν ταὐτῷ συμμένωσι, καὶ πολεμούντων ἧττον καταφρονήσειν Καίσαρα, καὶ φείσεσθαι μᾶλλον δεομένων.

59.4βουλεύεσθαι δ’ἐκέλευεν αὐτοὺς ὑπὲρ αὑτῶν, οὐδέτερα μεμψόμενος, ἀλλ’εἰ μὲν τρέποιντο τῇ γνώμῃ πρὸς τὴν τύχην, τῆς ἀνάγκης θησόμενος τὴν μεταβολήν ἱσταμένων δὲ πρὸς τὰ δεινὰ καὶ δεχομένων τὸν ὑπὲρ τῆς ἐλευθερίας κίνδυνον, οὐκ ἐπαινεσόμενος μόνον, ἀλλὰ καὶ θαυμασόμενος τὴν ἀρετὴν, καὶ παρέξων ἑαυτὸν ἄρχοντα καὶ συναγωνιζόμενον, ἄχρι οὗ τὴν ἐσχάτην τύχην τῆς πατρίδος ἐξελέγξωσιν, ἣν οὐκ Ἰτύκην οὐ δὲ Ἀδρούμητον οὖσαν, ἀλλὰ Ῥώμην, πολλάκις ἐκ χαλεπωτέρων σφαλμάτων ὑπὸ μεγέθους ἀναφέρεσθαι, πολλῶν δ’αὐτοῖς εἰς σωτηρίαν καὶ ἀσφάλειαν ὑποκειμένων, καὶ μεγίστου πρὸς ἄνδρα πολεμεῖν ἐπὶ πολλὰ τοῖς καιροῖς ἀνθελκόμενον, Ἰβηρίαςτε πρὸς Πομπήϊον ἀφεστώσης τὸν νέον, αὐτῆςτε τῆς Ῥώμης οὔπω δι’ἀήθειαν παντάπασι δεδεγμένης τὸν χαλινόν, ἀλλ’ἀναξιοπαθούσης καὶ συνεξανισταμένης πρὸς πᾶσαν μεταβολήν, οὐ δὲ τὸν κίνδυνον εἶναι φευκτέον, ἀλλὰ ἔχειν διδάσκαλον τὸν πολέμιον ἀφειδοῦντα τῆς ψυχῆς ἐπὶ ταῖς μεγίσταις ἀδικίαις, οὐχ ὥσπερ ἑαυτοῖς εἰς τὸν εὐτυχέστατον βίον κατορθοῦσιν πταίουσιν εἰς τὸν εὐκλεέστατον θάνατον τὴν ἀδηλότητα τοῦ πολέμου τελευτᾶν.

59.7οὐ μὴν ἀλλ’ἐκείνους γε δεῖν ἔφη βουλεύεσθαι καθ’ἑαυτούς, συνευχόμενος ἀντὶ τῆς πρόσθεν ἀρετῆς καὶ προθυμίας αὐτοῖς τὰ δόξαντα συνενεγκεῖν.

60

60.1τοιαῦτα τοῦ Κάτωνος εἰπόντος, ἦσαν μὲν οἱ καὶ τοῖς λόγοις ἀγόμενοι πρὸς τὸ θαρρεῖν, οἱ δὲ πλεῖστοι πρὸς τὸ ἀδεὲς καὶ γενναῖον αὐτοῦ καὶ φιλάνθρωπον ὀλίγου δεῖν ἐκλαθόμενοι τῶν παρόντων, ὡς μόνον ὄντα τοῦτον ἀήττητον ἡγεμόνα καὶ πάσης κρείττονα τύχης, ἐδέοντο χρῆσθαι καὶ σώμασιν αὐτῶν καὶ χρήμασι καὶ ὅπλοις, ὅπως αὐτὸς ἔγνωκε · κρεῖττον γὰρ ἐκείνῳ πειθομένους ἀποθανεῖν σώζεσθαι προδόντας ἀρετὴν τοσαύτην.

60.2εἰπόντος δέ τινος ὡς χρὴ ψηφίσασθαι δούλοις ἐλευθερίαν, καὶ τῶν πλείστων συνεπαινεσάντων, οὐκ ἔφη τοῦτο ποιήσειν Κάτων οὐ γὰρ εἶναι νόμιμον οὐ δὲ δίκαιον, αὐτῶν μέντοι τῶν δεσποτῶν ἀφιέντων τοὺς ἐν ἡλικίᾳ δέχ; εσθαι. γενομένων δὲ πολλῶν ὑποσχέσεων κελεύσας ἀπογράφεσθαι τὸν βουλόμενον ἀπηλλάττετο, καὶ μετὰ μικρὸν ἧκεν αὐτῷ γράμματα παρὰ Ἰόβα καὶ Σκηπίωνος, Ἰόβα μὲν ἐν ὄρει κεκρυμμένου μετ’ὀλίγων ἐρωτῶντος τι πράττειν δέδοκται τῷ Κάτωνι ·

60.3καὶ γὰρ περιμενεῖν Ἰτύκην ἐκλιπόντα καὶ πολιορκουμένῳ μετὰ στρατιᾶς ἐπιβοηθήσειν, Σκηπίωνος δὲ πρὸς ἄκρᾳ τινὶ ναυλοχοῦντος οὐ πόρρω τῆς Ἰτύκης ἐπὶ τοῖς αὐτοῖς καραδοκοῦντος.

61

61.1ἔδοξεν οὖν τῷ Κάτωνι τοὺς γραμματοφόρους ἐπισχεῖν, ἄχρι οὗ βεβαιώσῃ τὰ παρὰ τῶν τριακοσίων, οἱ μὲν γὰρ ἀπὸ βουλῆς ἦσαν πρόθυμοι, καὶ τοὺς οἰκέτας εὐθὺς ἀφιέντες ἐλευθέρους ὥπλιζον τῶν δὲ τριακοσίων, ἅτε δὴ πλωτικῶν καὶ δανειστικῶν ἀνθρώπων καὶ τὸ πλεῖστον ἐν τοῖς οἰκέταις τῆς οὐσίας ἐχόντων, οὐ πολὺν οἱ Κάτωνος λόγοι χρόνον ἐμμείναντες ἐξερρύησαν καθάπερ γὰρ τῶν σωμάτων τὰ μανὰ δέχεται ῥᾳδίως τὴν θερμότητα καὶ πάλιν μεθίησι, τοῦ πυρὸς ἀπαχθέντος ψυχούμενα, παραπλησίως ἐκείνους μὲν Κάτων ὁρώμενος ἀνεζωπύρει καὶ διεθέρμαινεν, αὐτοὺς δὲ ἑαυτοῖς λόγον διδόντας Καίσαρος φόβος ἐξέκρουσε τῆς πρὸς Κάτωνα καὶ τὸ καλὸν αἰδοῦς.

61.2 τίνες γὰρ, ἔφασαν, ὄντες, τίνι τὸ προστασσόμενον ποιεῖν ἀπαξιοῦμεν;

61.3οὐχὶ Καῖσαρ μὲν οὗτος εἰς ὃν Ῥωμαίων ἅπασα περιέστηκεν ἰσχύς; ἡμῶν δὲ Σκηπίων οὐδεὶς οὐ δὲ Πομπήϊος οὐ δὲ Κάτων, ἀλλὰ ἐν οἷς καιροῖς πάντες ἄνθρωποι ταπεινότερα τῶν προσηκόντων διὰ φόβον φρονοῦσιν, ἐν τούτοις ἡμεῖς ὑπερμαχοῦντες τῆς Ῥωμαίων ἐλευθερίας πολεμοῦμεν ἐξ Ἰτύκης Κάτων μετὰ Πομπηΐου Μάγνου φεύγων ὑφεῖτο τῆς Ἰταλίας; καὶ δούλους ἐλευθεροῦμεν κατὰ Καίσαρος, οἷς αὐτοῖς ἐλευθερίας, ὅσον ἂν ἐκεῖνος θέλῃ, μέτεστιν; ἀλλ’ἔτι νῦν, μοχθηροὶ, γνόντες ἑαυτοὺς παραιτώμεθα τὸν κρατοῦντα καὶ πέμψωμεν τοὺς δεησομένους .

61.4ταῦτα οἱ μετριώτατοι τῶν τριακοσίων παρῄνουν οἱ δὲ πλεῖστοι τοῖς συγκλητικοῖς ἐπεβούλευον, ὡς, εἰ τούτους συλλάβοιεν, ἱλασόμενοι τὴν πρὸς αὐτοὺς ὀργὴν τοῦ Καίσαρος.

62

62.1δὲ Κάτων ’ὑπονοῶν τὴν μεταβολὴν οὐκ ἤλεγχε, τῷ μέντοι Σκηπίωνι καὶ τῷ Ἰόβᾳ γράψας ἀπέχεσθαι τῆς Ἰτύκης ἀπιστίᾳ Τῶν τριακοσίων ἐξέπεμψε τοὺς γραμματοφόρους. τῶν δὲ ἱππέων οἱ διαφυγόντες ἀπὸ τῆς μάχης, ἀριθμὸς οὐκ εὐκαταφρόνητος, προσελάσαντες τῇ Ἰτύκῃ πέμπουσι πρὸς τὸν Κάτωνα τρεῖς ἄνδρας οὐ τὴν αὐτὴν γνώμην ἀπὸ πάντων ἔχοντας, οἱ μὲν γὰρ ἀπιέναι πρὸς Ἰόβαν, οἱ δὲ τῷ Κάτωνι προσχωρεῖν ὥρμηντο, τοὺς δὲ καὶ δέος εἶχεν εἰς Ἰτύκην παριέναι.

62.2ταῦτα Κάτων ἀκούσας τοῖς μὲν τριακοσίοις ἐκέλευσε προσέχειν Μᾶρκον Ῥούβριον, ἀτρέμα τὰς ἀπογραφὰς Τῶν ἐλευθερούντων δεχόμενον καὶ μὴ προσβιαζόμενον, αὐτὸς δὲ τοὺς συγκλητικοὺς ἀναλαβὼν προῆλθεν ἔξω τῆς Ἰτύκης, καὶ τοῖς ἱππάρχοις ἐνέτυχε δεόμενος μὴ προέσθαι Ῥωμαίων ἄνδρας ἀπὸ βουλῆς τοσούτους μη δὲ Ἰόβαν ἑλέσθαι στρατηγὸν ἀντὶ Κάτωνος, ἀλλὰ σῴζεσθαι κοινῇ καὶ σῴζειν, παρελθόντας εἰς πόλιν οὔτε κατὰ κράτος ἁλώσιμον εἰς ἔτητε πάμπολλα σῖτον καὶ τὴν ἄλλην παρασκευὴν ἔχουσαν.

62.4ταῦτα δὲ καὶ Τῶν συγκλητικῶν δεομένων καὶ δακρυόντων οἱ μὲν ἵππαρχοι διελέγοντο τοῖς ἱππεῦσιν, δὲ Κάτων ἐπὶ χώματός τινος καθίσας μετὰ Τῶν συγκλητικῶν ἀνέμενε τὰς ἀποκρίσεις,

63

63.1ἐν δὲ τούτῳ παρῆν Ῥούβριος σὺν ὀργῇ κατηγορῶν τῶν τριακοσίων ἀκοσμίαν πολλὴν καὶ θόρυβον, ὡς ἀφισταμένων καὶ διαταραττόντων τὴν πόλιν. ἐφ’οἷς οἱ μὲν ἄλλοι παντάπασιν ἀπογνόντες ἑαυτῶν εἰς δάκρυα καὶ ὀδυρμοὺς ἐξέπεσον, δὲ Κάτων ἐκείνουςτε θαρσύνειν ἐπειρᾶτο καὶ πρὸς τοὺς τριακοσίους ἔπεμψεν ἀναμεῖναι κελεύων.

63.2οἱ δὲ ἀπὸ τῶν ἱππέων ἧκον οὐ μέτρια προστάττοντες · ἔφασαν γὰρ οὔτε Ἰόβα δεῖσθαι μισθοδοτοῦντος οὔτε Καίσαρα φοβεῖσθαι Κάτωνος αὐτῶν ἄρχοντος, Ἰτυκαίοις δέ, Φοίνιξιν ἀνθρώποις εὐμεταβόλοις, συγκαθείργνυσθαι δεινὸν εἶναι · καὶ γὰρ εἰ νῦν ἀτρεμοῦσιν, ὅταν Καῖσαρ ἐπίῃ, συνεπιθήσεσθαι καὶ προδώσειν.

63.3εἴπερ οὖν δεῖταί τις αὐτῶν συμπολεμούντων καὶ συμπαρόντων, ἐκβαλὼν ἅπαντας Ἰτυκαίους διαφθείρας, οὕτως εἰς πόλιν καθαρὰν πολεμίων καὶ βαρβάρων καλείτω. ταῦτα Κάτων ἄγρια μὲν δεινῶς ἡγεῖτο καὶ βάρβαρα, πρᾴως δὲ ἀπεκρίνατο βουλεύσεσθαι μετὰ τῶν τριακοσίων.

63.4καὶ παρελθὼν αὖθις εἰς τὴν πόλιν ἐνετύγχανε τοῖς ἀνδράσιν οὐκέτι σκήψεις οὐ δὲ παραγωγὰς πλασσομένοις ὑπ’αἰδοῦς πρὸς αὐτόν, ἄντικρυς δέ χαλεπαίνουσιν εἴ τις αὐτοὺς βιάζοιτο πολεμεῖν Καίσαρι μὴ δυναμένους μη δὲ βουλομένους · ἔνιοι δὲ καὶ παρεφθέγγοντο περὶ τῶν συγκλητικῶν, ὡς καθεκτέον ἐν τῇ πόλει Καίσαρος προσιόντος.

63.5ἀλλὰ τοῦτο μὲν ὡς οὐκ ἀκούσας Κάτων παρῆκε · καὶ γὰρ ἦν ὑποκωφότερος · ὡς δέ τις αὐτῷ προσελθὼν ἀπήγγειλε τοὺς μὲν ἱππεῖς ἀπιέναι, φοβηθεὶς μὴ παντάπασιν οἱ τριακόσιοι κατὰ τῶν συγκλητικῶν ἀπονοηθῶσιν, ἐβάδιζε μετὰ τῶν φίλων ἐξαναστάς · καὶ θεασάμενος ἤδη προκεχωρηκότας ἵππον λαβὼν ἐδίωκε πρὸς αὐτούς, οἱ δὲ ἰδόντες ἄσμενοι προσελαύνοντα καὶ ἐδέξαντο καὶ παρεκάλουν σῴζεσθαι μετ’αὐτῶν, τότε καὶ δακρῦσαι τὸν Κάτωνά φασιν ὑπὲρ τῶν συγκλητικῶν δεόμενον καὶ προτείνοντα τὰς χεῖρας, ἐνίων δὲ καὶ τοὺς ἵππους ἀναστρέφοντα καὶ τῶν ὅπλων ἀντιλαμβανόμενον, μέχρι οὗ κατειργάσατο τὴν γοῦν ἡμέραν ἐκείνην ἐπιμείναντας ἀσφαλῆ τοῖς ἀνδράσι φυγὴν παρασχεῖν.

64

64.1ὡς οὖν ἔχων αὐτούς ἀφίκετο καὶ τοὺς μὲν ἐπὶ τὰς πύλας κατέστησε, τοῖς δὲ τὴν ἄκραν φυλάττειν παρέδωκεν, ἔδεισαν οἱ τριακόσιοι μὴ δίκην δῶσι τῆς μεταβολῆς · καὶ πρὸς τὸν Κάτωνα πέμποντες ἐδέοντο πάντως ἀφικέσθαι πρὸς αὑτούς, οἱ. δὲ συγκλητικοὶ περιχυθέντες οὐκ εἴων, οὐ δὲ ἔφασαν προήσεσθαι τὸν κηδεμόνα καὶ σωτῆρα τοῖς ἀπίστοις καὶ προδόταις.

64.2σαφεστάτη γὰρ, ὡς ἔοικεν, αἴσθησις τότε παρέστη καὶ πόθος καὶ θαῦμα τῆς τοῦ Κάτωνος ἀρετῆς πᾶσιν ὁμαλῶς τοῖς ἐν τῇ Ἰτύκῃ γενομένοις, ὡς οὐδὲν ἄρα κίβδηλον οὐ δὲ ἀπατηλὸν ἐμέμικτο τοῖς πραττομένοις ὑπ’αὐτοῦ. πάλαι δὲ ἅνθρωπος ἑαυτὸν ἐγνωκὼς ἀνελεῖν δεινοὺς πόνους ἐπόνει καὶ φροντίδας καὶ ὠδῖνας εἶχεν ὑπὲρ ἄλλων, ὅπως εἰς ἀσφαλὲς καταστήσας ἅπαντας ἀπαλλάξαιτο τοῦ ζῆν.

64.3οὐ γὰρ ἦν ἄδηλος πρὸς τὸν θάνατον αὐτοῦ φορά, καίπερ οὐ φάσκοντος. ὑπήκουσεν οὖν τότε τοῖς τριακοσίοις παραμυθησάμενος τοὺς συγκλητικούς · καὶ μόνος ἧκε πρὸς αὐτούς χάριν ἔχειν ὁμολογοῦντας καὶ δεομένους τὰ μὲν ἄλλα χρῆσθαι καὶ πιστεύειν, εἰ δὲ Κάτωνες οὐκ εἰσὶν οὐ δὲ τὸ Κάτωνος φρόνημα χωροῦσιν, οἰκτείρειν τὴν ἀσθένειαν αὐτῶν ἐγνωκότες δ’οὖν Καίσαρος δεῖσθαι καὶ πέμπειν πρὸς αὐτόν, ὑπὲρ ἐκείνου μάλιστα καὶ πρώτου ποιήσεσθαι δέησιν ·

64.4εἰ δὲ μὴ πείθοιεν, οὐ δ’αὐτοῖς διδομένην δέξεσθαι τὴν χάριν, ἀλλ’ἄχρι ἂν ἐμπνέωσι πολεμήσειν ὑπὲρ ἐκείνου. πρὸς ταῦτα Κάτων ἐπαινέσας τὴν εὔνοιαν ἔφη χρῆναι τῆς αὐτῶν σωτηρίας ἕνεκα πέμπειν κατὰ τάχος, ὑπὲρ αὐτοῦ δὲ μὴ δεῖσθαι ·

64.5κεκρατημένων γὰρ εἶναι δέησιν καὶ ἀδικούντων παραίτησιν αὐτὸς δὲ οὐ μόνον ἀήττητος γεγονέναι παρὰ πάντα τὸν βίον, ἀλλὰ καὶ νικᾶν ἐφ’ὅσον ἐβούλετο καὶ κρατεῖν Καίσαρος τοῖς καλοῖς καὶ δικαίοις · ἐκεῖνον δ’εἶναι τὸν ἑαλωκότα καὶ νενικημένον γὰρ ἠρνεῖτο πράττων κατὰ τῆς πατρίδος πάλαι, νῦν ἐξηλέγχθαι καὶ πεφωρᾶσθαι.

65

65.1τοιαῦτα διαλεχθεὶς τοῖς τριακοσίοις ἀπηλλάττετο · καὶ πυθόμενος Καίσαρα πᾶσαν ἄγοντα τήν στρατιὰν ἤδη καθ’ὁδὸν εἶναι, παπαὶ, εἶπεν, ὡς ἐπ’ἄνδρας ἡμᾶς ἐκεῖνος καὶ τραπόμενος πρὸς τοὺς συγκλητικοὺς ἐκέλευε μὴ μέλλειν, ἀλλ’ἕως παραμένουσιν οἱ ἱππεῖς σῴζεσθαι. καὶ τὰς μὲν ἄλλας ἀπέκλεισε θύρας, μιᾷ δὲ τῇ πρὸς θάλασσαν φερούσῃ τάτε πλοῖα τοῖς ὑφ’ἑαυτὸν διένειμε καὶ τάξεως ἐπεμελεῖτο, παύων τὰς ἀδικίας καὶ διαλύων τοὺς θορύβους, καὶ τοὺς ἀπόρως ἔχοντας ἐφοδιάζων.

65.2ἐπεὶ δὲ Μᾶρκος Ὀκτάβιος ἄγων δύο τάγματα πλησίον κατεστρατοπέδευσε καὶ πέμπων ἠξίου τὸν Κάτωνα περὶ ἀρχῆς διορίσασθαι πρὸς αὐτόν, ἐκείνῳ μὲν οὐθὲν ἀπεκρίνατο, πρὸς δὲ τοὺς φίλους εἶπεν εἶτα θαυμάζομεν ὅπως ἀπόλωλε τὰ πράγματα, τήν φιλαρχίαν ὁρῶντες ἡμῖν ἐν αὐτῷ τῷ ὀλέθρῳ βεβηκόσι παραμένουσαν ;

65.3ἐν τούτῳ δὲ τοὺς ἱππεῖς ἀκούσας ἀπιόντας ἤδη φέρειν καὶ ἄγειν τὰ τῶν Ἰτυκαίων ὥσπερ λάφυρα, δρόμῳ συνέτεινε πρὸς αὐτούς καὶ τοῖς πρώτοις ἐντυχὼν ἀφῃρεῖτο, τῶν δὲ ἄλλων ἕκαστος ἔφθανε ῥίπτων καὶ κατατιθέμενος, πάντες δὲ ὑπ’αἰσχύνης σιωπῇ καὶ κάτω βλέποντες ἀπῄεσαν. δὲ Κάτων εἰς τήν πόλιν τοὺς Ἰτυκαίους συναγαγών ἐδεῖτο περὶ τῶν τριακοσίων, μὴ παροξῦναι Καίσαρα κατ’αὐτῶν, ἀλλὰ καὶ κοινῇ τήν σωτηρίαν πράττειν ἀλλήλοις.

65.4εἶτα πάλιν τραπόμενος πρὸς τήν θάλατταν ἐπεσκόπει τοὺς ἐμβαίνοντας, καὶ τῶν φίλων καὶ ξένων ὅσους ἔπεισεν ἠσπάζετο καὶ προὔπεμπε. τὸν δὲ υἱὸν οὐκ ἔπεισε λαβεῖν πλοῖον, οὐ δὲ ᾤετο δεῖν ἀποτρέπειν περιεχόμενον τοῦ πατρός, ἦν δέ τις Στατύλλιος, ἀνὴρ τῇ μὲν ἡλικίᾳ, νέος, ἰσχυρὸς δέ τῇ γνώμῃ βουλόμενος εἶναι καὶ τοῦ Κάτωνος ἀπομι ·

65.5μεῖσθαι τὴν ἀπάθειαν. τοῦτον ἠξίου πλεῖν · καὶ γὰρ ἦν καταφανὴς μισοκαῖσαρ · ὡς δὲ οὐκ ἤθελεν, Ἀπολλωνίδῃ τῷ Στωϊκῷ καὶ Δημητρίῳ τῷ Περιπατητικῷ προσβλέψας Κάτων, ὑμέτερον, εἶπεν, ἔργον οἰδοῦντα τοῦτον μαλάξαι καὶ καταρτίσαι πρὸς τὸ συμφέρον αὐτὸς δὲ τοὺς λοιποὺς συνεκπέμπων καὶ χρηματίζων τοῖς δεομένοις τήντε νύκτα διέτριβε περὶ ταῦτα καὶ τῆς ἐπιούσης ἡμέρας τὸ πλεῖστον μέρος.

66

66.1ἐπεὶ δὲ Λεύκιος Καῖσαρ, οἰκεῖος μὲν ὢν Καίσαρος ἐκείνου, μέλλων δὲ πρεσβεύειν ὑπὲρ τῶν τριακοσίων, παρεκάλει τὸν Κάτωνα λόγον αὐτῷ συνυποθέσθαι πιθανόν χρήσεται περὶ ἐκείνων, ὑπὲρ σοῦ μὲν γὰρ αὐτοῦ καὶ χειρῶν ἐμοὶ καλὸν ἅψασθαι καὶ γόνασι προσπεσεῖν Καίσαρος οὐκ εἴα ταῦτά ποιεῖν Κάτων αὐτόν.

66.2 ἐμοὶ γὰρ, εἶπεν, εἰ σῴζεσθαι χάριτι Καίσαρος ἐβουλόμην, αὐτῷ βαδιστέον ἦν πρὸς ἐκεῖνον μόνον, οὐ βούλομαι δὲ τῷ τυράννῳ χάριν ἔχειν ὑπὲρ ὧν παρανομεῖ, παρανομεῖ δὲ σῴζων ὡς κύριος ὧν αὐτῷ δεσπόζειν οὐδὲν προσῆκεν. ὅπως μέντοι παραιτήσῃ τοὺς τριακοσίους κοινῇ σκοπῶμεν, εἰ βούλει .

66.3γενόμενος δὲ πρὸς τούτῳ μετὰ τοῦ Λευκίου τὸν υἱὸν αὐτῷ συνέστησε καὶ τοὺς ἑταίρους ἀπιόντι · καὶ προπέμψας ἐκεῖνον καὶ δεξιωσάμενος ἐπανῆλθεν οἴκαδε, καὶ τὸν υἱὸν καὶ τοὺς φίλους συναγαγὼν ἄλλατε πολλὰ διελέχθη καὶ πολιτείας ἀπεῖπεν ἅψασθαι τῷ μειρακίῳ · τὸ μὲν γὰρ ἀξίως Κάτωνος οὐκέτι τὰ πράγματα δέξασθαι, τὸ δὲ ἄλλως αἰσχρὸν εἶναι, καὶ περὶ ἑσπέραν ἤδη τρέπεται πρὸς τὸ βαλανεῖον.

66.4ἐν δὲ τῷ λούεσθαι τοῦ Στατυλλίου μνησθεὶς καὶ μέγα φθεγξάμενος, ἐξέπεμψας, εἶπεν, Ἀπολλωνίδη, τὸν Στατύλλιον ἀπὸ τοῦ φρονήματος ἐκείνου καθελών; καὶ πέπλευκεν ἀνὴρ μη δὲ ἀσπασάμενος ἡμᾶς ; πόθεν ; εἶπεν Ἀπολλωνίδης · καίτοι πολλὰ διελέχθημεν · ἀλλὰ ὑψηλός ἐστι καὶ ἄτρεπτος, καὶ μένειν φησὶ καὶ πράττειν τι ἂν σὺ πράττῃς . πρὸς ταῦτά φασι τὸν Κάτωνα μειδιᾶσαι καὶ εἰπεῖν ἀλλὰ τοῦτο μὲν αὐτίκα φανεῖται .

67

67.1λουσάμενος δὲ μετὰ πολλῶν ἐδείπνει καθήμενος, ὥσπερ εἰώθει μετὰ τὴν μάχην οὐ γὰρ κατεκλίθη πλὴν καθεύδων συνεδείπνουν δὲ πάντες οἱ ἑταῖροι καὶ τῶν Ἰτυκαίων οἱ ἄρχοντες, καὶ μετὰ τὸ δεῖπνον πότος ἔσχε μοῦσαν πολλὴν καὶ χάριν, ἄλλων ἐπ’ἄλλοις λόγων φιλοσόφων κυκλούντων, ἄχρι οὗ περιῆλθεν ζήτησις εἰς ταῦτα δὴ τὰ παράδοξα καλούμενα τῶν Στωϊκῶν, τὸ μόνον εἶναι τὸν ἀγαθὸν ἐλεύθερον, δούλους δὲ τοὺς φαύλους ἅπαντας, ἐνταῦθα δή, ὡς εἰκός, ἀντιβάντος τοῦ Περιπατητικοῦ, σφοδρὸς ἐμπεσὼν Κάτων καὶ τόνον προσθεὶς καὶ τραχύτητα φωνῆς ἀπέτεινε πορρωτάτω τὸν λόγον, ἀγῶνι θαυμαστῷ χρησάμενος, ὥστε μηδένα λαθεῖν ὅτι τῷ βίῳ πέρας ἔγνωκεν ἐπιθεὶς ἀπαλλάττεσθαι τῶν παρόντων, διὸ καὶ μετὰ τὸν λόγον σιωπῆς καὶ κατηφείας γενομένης ἐν πᾶσιν, ἀναλαμβάνων αὐτοὺς καὶ ἀπάγων τῆς ὑποψίας Κάτων αὖθις ὑπὲρ τῶν παρόντων ἐνέβαλλεν ἐρωτήματα καὶ φροντίδας, ὡς δεδιὼς μὲν ὑπὲρ τῶν πλεόντων, δεδιὼς δὲ ὑπὲρ τῶν ὁδευόντων ἐρημίαν ἄνυδρον καὶ βάρβαρον.

68

68.1οὕτω δὲ διαλύσας τὸ σύνδειπνον, καὶ περιπατήσας μετὰ τῶν φίλων τόν συνήθη μετὰ τὸ δεῖπνον περίπατον, καὶ τοῖς ἄρχουσι τῶν φυλάκων καιρὸς ἦν προστάξας, ἀπιὼν εἰς τὸ δωμάτιον ἤδη, τόντε παῖδα καὶ τῶν φίλων ἕκαστον μᾶλλον πρότερον εἰώθει προσαγαγόμενος καὶ φιλοφρονηθείς, πάλιν ὑποψίαν παρέσχε τοῦ μέλλοντος.

68.2εἰσελθὼν δὲ καὶ κατακλιθεὶς ἔλαβεν εἰς χεῖρας τῶν Πλάτωνος διαλόγων τόν περὶ ψυχῆς · καὶ διελθὼν τοῦ βιβλίου τὸ πλεῖστον καὶ ἀναβλέψας ὑπὲρ κεφαλῆς, ὡς οὐκ εἶδε κρεμάμενον τὸ ξίφος (ὑφῄρητο γὰρ παῖς ἔτι δειπνοῦντος αὐτοῦ), καλέσας οἰκέτην ἠρώτησεν ὅστις λάβοι τὸ ἐγχειρίδιον. σιωπῶντος δὲ ἐκείνου πάλιν ἦν πρὸς τῷ βιβλίῳ · καὶ μικρὸν διαλιπών, ὥσπερ οὐ σπεύδων οὐ δὲ ἐπειγόμενος, ἄλλως δὲ τὸ ξίφος ἐπιζητῶν, ἐκέλευσε κομίσαι.

68.3διατριβῆς δὲ γινομένης καὶ μηδενὸς κομίζοντος, ἐξαναγνοὺς τὸ βιβλίον αὖθις ἐκάλει καθ’ἕνα τῶν οἰκετῶν καὶ μᾶλλον ἐνέτεινε τὴν φωνὴν τὸ ξίφος ἀπαιτῶν · ἑνὸς δὲ καὶ πὺξ τὸ στόμα πατάξας ᾕμαξε τὴν αὐτοῦ χεῖρα, χαλεπαίνων καὶ βοῶν ἤδη μέγα παραδίδοσθαι τῷ πολεμίῳ γυμνὸς ὑπὸ τοῦ παιδὸς αὐτοῦ καὶ τῶν οἰκετῶν, ἄχρι οὗ κλαίων υἱὸς εἰσέδραμε μετὰ τῶν φίλων καὶ περιπεσὼν ὠδύρετο καὶ καθικέτευεν.

68.4 δὲ Κάτων ἐξαναστὰς ἐνέβλεψέτε δεινὸν καὶ πότε, εἶπεν, ἐγὼ καὶ ποῦ λέληθα παρανοίας ἡλωκώς, ὅτι διδάσκει μέν οὐδεὶς οὐδεὶς μεταπείθει περὶ ὧν δοκῶ κακῶς βεβουλεῦσθαι, κωλύομαι δὲ χρῆσθαι τοῖς ἐμαυτοῦ λογισμοῖς καὶ παροπλίζομαι; τί δ’οὐχὶ καὶ συνδεῖς, γενναῖε, τόν πατέρα καὶ τὰς χεῖρας ἀποστρέφεις, μέχρι ἂν ἐλθὼν Καῖσαρ εὕρῃ με μη δὲ ἀμύνασθαι δυνάμενον;

68.5οὐ γὰρ ἐπ’ἐμαυτόν γε δέομαι ξίφους, ὅπου καὶ τὸ πνεῦμα βραχὺν χρόνον ἐπισχόντα καὶ τὴν κεφαλὴν ἅπαξ πατάξαντα πρὸς τὸν τοῖχον ἀποθανεῖν ἔνεστι .

69

69.1ταῦτα λέγοντος αὐτοῦ τὸ μὲν μειράκιον ἐξῆλθε μετὰ κλαυθμοῦ καὶ πάντες οἱ λοιποί · τῷ δὲ Δημητρίῳ καὶ τῷ Ἀπολλωνίδῃ μόνοις ὑπολειφθεῖσι πρᾳότερον ἤδη λαλῶν, που καὶ ὑμῖν, ἔφη, δέδοκται βίᾳ κατέχειν ἄνδρα τοσοῦτον ἡλικίας ἐν τῷ βίῳ καὶ καθημένους αὐτοῦ σιωπῇ παραφυλάσσειν, λόγον ἥκετε κομίζοντες ὡς οὐ δεινὸν οὐ δὲ αἰσχρόν ἐστιν ἀποροῦντα σωτηρίας ἑτέρας Κάτωνα τὴν ἀπὸ τοῦ πολεμίου περιμένειν;

69.2τί οὖν οὐ λέγετε πείθοντες ἡμᾶς ταῦτα καὶ μεταδιδάσκοντες, ἵνα τὰς προτέρας δόξας ἐκείνας καὶ λόγους, οἷς συμβεβιώκαμεν, ἐκβαλόντες καὶ γενόμενοι διὰ Καίσαρα σοφώτεροι μείζονα χάριν εἰδῶμεν αὐτῷ; καίτοι βεβούλευμαι μὲν οὐθὲν ἔγωγε περὶ ἐμαυτοῦ · δεῖ δέ με βουλευσάμενον εἶναι κύριον οἷς ἔγνωκα χρῆσθαι.

69.3βουλεύσομαι δὲ τρόπον τινὰ μεθ’ὑμῶν, βουλευόμενος μετὰ τῶν λόγων οἷς καὶ ὑμεῖς φιλοσοφοῦντες χρῆσθε · θαρροῦντες οὖν ἄπιτε, καὶ κελεύετε τὸν υἱόν μὴ δύναται τὸν πατέρα πείθειν μὴ βιάζεσθαι

70

70.1πρὸς ταῦτά μηθὲν ἀντειπόντες οἱ περὶ τὸν Δημήτριον, ἀλλὰ δακρύσαντες ὑπεξῆλθον. εἰσπέμπεται δὲ διὰ παιδίου μικροῦ τὸ ἐγχειρίδιον καὶ λαβὼν ἐσπάσατο καὶ κατενόησεν. ὡς δὲ εἶδεν ἑστῶτα τὸν ἀθέρα καὶ τὴν ἀκμὴν διαμένουσαν, εἰπὼν, νῦν ἐμός εἰμι, τὸ μὲν ξίφος ἔθηκε, τὸ δὲ βιβλίον αὖθις ἀνεγίνωσκε, καὶ λέγεται δὶς ὅλον διεξελθεῖν.

70.2εἶτα κοιμηθεὶς ὕπνον βαθύν, ὥστε τοὺς ἐκτὸς αἰσθέσθαι, περὶ μέσας νύκτας ἐκάλει τῶν ἀπελευθέρων Κλεάνθην τὸν ἰατρὸν καὶ Βούταν, μάλιστα πρὸς τὰς πολιτικὰς πράξεις ἐχρῆτο. καὶ τοῦτον μὲν ἐπὶ θάλατταν ἔπεμψεν, ὅπως σκεψάμενος εἰ πάντες ἀνηγμένοι τυγχάνουσι, φράσοι πρὸς αὐτόν τῷ δὲ ἰατρῷ τὴν χεῖρα φλεγμαίνουσαν ὑπὸ τῆς πληγῆς ἣν ἔπληξε τὸν οἰκέτην, ἐπιδῆσαι παρέσχε, καὶ τοῦτ’ἐποίησεν ἡδίους ἅπαντας, ὡς ζωτικῶς ἔχοντος αὐτοῦ.

70.3μετ’ὀλίγον δὲ παρῆν Βούτας ἀπαγγέλλων τοὺς μὲν ἄλλους ἀνῆχθαι, Κράσσον δὲ λείπεσθαι ὑπὸ ἀσχολίας τινός, ὅσον δὲ οὔπω καὶ τοῦτον ἐμβαίνειν, πολὺν δὲ χειμῶνα καὶ μέγα πνεῦμα κατέχειν τὴν θάλατταν. τοῦτο ἀκούσας Κάτων ἐστέναξεν οἴκτῳ τῶν πλεόντων, καὶ πάλιν ἔπεμψε τὸν Βούταν ἐπὶ θάλατταν, εἴ τις ἄρα παλινδρομήσας δέοιτό τινος τῶν ἀναγκαίων, ἀπαγγελοῦντα πρὸς αὐτόν.

70.4ἤδη δὲ ὄρνιθες ᾖδον, καὶ μικρὸν αὖθις κατηνέχθη πρὸς ὕπνον. ἐπανελθόντος δὲ τοῦ Βούτα καὶ φράσαντος πολλὴν ἡσυχίαν περὶ τοὺς λιμένας εἶναι, προσέταξεν αὐτῷ τὴν θύραν κλεῖσαι, καὶ καθῆκεν ἑαυτὸν εἰς τὸ κλινίδιον ὡς τὸ λοιπὸν ἔτι τῆς νυκτὸς ἀναπαυσόμενος.

70.5ἐξελθόντος δὲ τοῦ Βούτα σπασάμενος τὸ ξίφος ἔωσε μὲν ὑπὸ τὸ στῆθος, τῇ δὲ χειρὶ κουφότερον διὰ τὴν φλεγμονὴν χρησάμενος οὐκ εὐθὺς ἀπήλλαξεν ἑαυτόν, ἀλλὰ δυσθανατῶν ἐξέπεσε τῆς κλίνης καὶ ψόφον ἐποίησε, καταβαλὼν ἀβάκιόν τι τῶν γεωμετρικῶν παρακείμενον, ὥστε τοὺς θεράποντας αἰσθομένους ἀναβοῆσαι καὶ τὸν υἱὸν αὐτίκα καὶ τοὺς φίλους ἐπεισελθεῖν.

70.6ἰδόντες δὲ πεφυρμένον αἵματι καὶ τῶν ἐντέρων τὰ πολλὰ προπεπτωκότα, ζῶντα δ’αὐτόν ἔτι καὶ βλέποντα, δεινῶς μὲν ἅπαντες ἔσχον, δὲ ἰατρὸς προσελθὼν ἐπειρᾶτο τῶν ἐντέρων ἀτρώτων διαμεινάντων ταῦτάτε καθιστάναι καὶ τὸ τραῦμα διαρράπτειν. ὡς οὖν ἀνήνεγκεν Κάτων καὶ συνεφρόνησε, τὸν μὲν ἰατρὸν ἀπεώσατο, ταῖς χερσὶ δὲ τὰ ἔντερα σπαράξας καὶ τὸ τραῦμα ἐπαναρρήξας ἀπέθανεν.

71

71.1ἐν δὲ οὐκ ἄν τις ᾤετο χρόνῳ τοὺς κατὰ τὴν οἰκίαν πάντας ᾐσθῆσθαι τὸ πάθος, ἐπὶ ταῖς θύραις ἦσαν οἱ τριακόσιοι, καὶ μικρὸν ὕστερον δῆμος ἤθροιστο τῶν Ἰτυκαίων, μιᾷ φωνῇ τὸν εὐεργέτην καὶ σωτῆρα καὶ μόνον ἐλεύθερον καὶ μόνον ἀήττητον καλούντων, καὶ ταῦτα ἔπραττον ἀγγελλομένου προσιέναι Καίσαρος ·

71.2ἀλλ’οὔτε φόβος αὐτοὺς οὔτε κολακεία τοῦ κρατοῦντος οὔτε πρὸς ἀλλήλους διαφορὰ καὶ στάσις ἀμβλυτέρους ἐποίησε τῆς πρὸς Κάτωνα τιμῆς, κοσμήσαντες δὲ τὸ σῶμα λαμπρῶς καὶ πομπὴν ἐπιφανῆ παρασχόντες καὶ θάψαντες παρὰ τὴν θάλασσαν, οὗ νῦν ἀνδριὰς ἐφέστηκεν αὐτοῦ ξιφήρης, οὕτως ἐτράποντο πρὸς τὸ σῴζειν ἑαυτοὺς καὶ τὴν πόλιν.

72

72.1Καῖσαρ δὲ πυνθανόμενος παρὰ τῶν ἀφικνουμένων ὑπομένειν ἐν Ἰτύκῃ τὸν Κάτωνα μη δὲ φεύγειν, ἀλλὰ τοὺς ἄλλους προπέμπειν, αὐτὸν δὲ καὶ τοὺς ἑταίρους καὶ τὸν υἱὸν ἀδεῶς ἀναστρέφεσθαι, δυστέκμαρτον ἡγεῖτο τὴν γνώμην τοῦ ἀνδρός, ἅτε δὲ τὸν πλεῖστον λόγον ἔχων ἐκείνου προσῆγε μετὰ τῆς δυνάμεως ἐπειγόμενος.

72.2ὡς δὲ ἤκουσε τὸν θάνατον αὐτοῦ, λέγεται τοσοῦτον εἰπεῖν Κάτων, φθονῶ σοι τοῦ θανάτου · καὶ γὰρ ἐμοὶ σὺ τῆς σαυτοῦ σωτηρίας ἐφθόνησας . τῷ γὰρ ὄντι σωθῆναι Κάτων ἀνασχόμενος ὑπὸ Καίσαρος οὐκ ἂν οὕτω δοκεῖ καταισχῦναι τὴν αὑτοῦ δόξαν, ὡς κοσμῆσαι τὴν ἐκείνου, τὸ δὲ πραχθὲν ἂν ἄδηλον · εἰκάζεται δὲ τὰ χρηστότερα παρὰ Καίσαρος.

73

73.1ἐτελεύτησε δὲ Κάτων ἔτη δυεῖν δέοντα πεντήκοντα βεβιωκώς. δὲ υἱὸς αὐτοῦ ὑπὸ Καίσαρος μὲν οὐδὲν ἠδικήθη · λέγεται δὲ ῥᾴθυμος γενέσθαι καὶ περὶ γυναῖκας οὐκ ἀνεπίληπτος. ἐν δὲ Καππαδοκίᾳ, ξένῳ τινὶ χρησάμενος Μαρφαδάτῃ τῶν βασιλικῶν ἔχοντι γύναιον εὐπρεπές, καὶ πλείονα παρ’αὐτοῖς καλῶς εἶχε διατρίβων χρόνον, ἐσκώπτετο τοιαῦτα γραφόντων εἰς αὐτόν αὔριον Κάτων βαδίζει μετὰ τριάκονθ’ἡμέρας ·

73.2καὶ, Πόρκιος καὶ Μαρφαδάτης, δύο φίλοι, ψυχὴ μία . ψυχὴ γὰρ ἐκαλεῖτο τοῦ Μαρφαδάτου τὸ γύναιον, καὶ ἔτι, εὐγενὴς καὶ λαμπρὸς Κάτων βασιλικὴν ψυχὴν ἔχει .

73.3ἀλλὰ πᾶσάν γε τὴν τοιαύτην ἐξήλειψε καὶ ἠφάνισε τῷ θανάτῳ δύσκλειαν. ἀγωνιζόμενος γὰρ ἐν Φιλίπποις πρὸς Καίσαρα καὶ Ἀντώνιον ὑπὲρ τῆς ἐλευθερίας, καὶ κλινομένης τῆς φάλαγγος οὔτε φυγεῖν οὔτε λαθεῖν ἀξιώσας, ἀλλὰ προκαλούμενος τοὺς πολεμίους ἔμπροσθεν ἑαυτὸν ἐμφανίζων καὶ συνεξορμῶν τοὺς συμμένοντας ἔπεσε, θαῦμα τῆς ἀρετῆς τοῖς ἐναντίοις παρασχών.

73.4ἔτι δὲ μᾶλλον θυγάτηρ τοῦ Κάτωνος οὔτε σωφροσύνης οὔτε ἀνδρείας ἀπολειφθεῖσα Βρούτῳ γὰρ συνῴκει τῷ κτείναντι Καίσαρα αὐτῆςτε τῆς συνωμοσίας μετέσχε, καὶ προήκατο τὸν βίον ἀξίως τῆς εὐγενείας καὶ ἀρετῆς, ὡς ἐν τοῖς περὶ Βρούτου γέγραπται. Στατύλλιος δὲ φήσας μιμεῖσθαι Κάτωνα τότε μὲν ὑπὸ τῶν φιλοσόφων ἐκωλύθη βουλόμενος ἑαυτὸν ἀνελεῖν, ὕστερον δὲ τῷ Βρούτῳ πιστότατον ἑαυτὸν παρασχὼν καὶ χρησιμώτατον ἐν Φιλίπποις ἀπέθανεν.