Plutarch

Comparison of Nicias and Crassus

1

1.1ἐν δὲ τῇ συγκρίσει πρῶτον ὁ Νικίου πλοῦτος τῷ Κράσσου παραβαλλόμενος ἀμεμπτοτέραν ἔχει τὴν κτῆσιν. ἄλλως μὲν γὰρ οὐκ ἄν τις δοκιμάσειε τὴν ἀπὸ μετάλλων ἐργασίαν, ἧς τὰ πλεῖστα περαίνεται διὰ κακούργων ἢ βαρβάρων, ἐνίων δεδεμένων καὶ φθειρομένων ἐν τόποις ὑπούλοις καὶ νοσεροῖς · παραβαλλομένη δὲ πρὸς τὰ Σύλλα δημιόπρατα καὶ τὰς περὶ τὸ πῦρ ἐργολαβίας, ἐπιεικεστέρα φανεῖται.

1.2ταύταις γὰρ ὁ Κράσσος ἀναφανδὸν ὡς τῷ γεωργεῖν ἐχρῆτο καὶ τῷ δανείζειν · ἃ δὲ ἔξαρνος ἦν ἐλεγχόμενος, ἐπὶ κέρδεσιν ἐν βουλῇ λέγειν καὶ τοὺς συμμάχους ἀδικεῖν καὶ γύναια περιιὼν κολακεύειν καὶ συνεπικρύπτειν τοὺς πονηρούς, τούτων αἰτίαν οὐ δὲ ψευδῆ ποτε Νικίας ἔλαβεν, ἄλλως δὲ διδοὺς καὶ προϊέμενος ἀργύριον ὑπὸ δειλίας τοῖς συκοφάνταις ἐχλευάζετο, πρᾶγμα ποιῶν Περικλεῖ μὲν ἴσως καὶ Ἀριστείδῃ μὴ πρέπον, αὐτῷ δ’ἀναγκαῖον οὐκ εὖ πεφυκότι πρὸς τὸ θαρρεῖν.

1.3ᾧ καὶ Λυκοῦργος ὕστερον ὁ ῥήτωρ ἐπαρρησιάσατο πρὸς τὸν δῆμον, αἰτίαν ἔχων ἐξωνήσασθαί τινα τῶν συκοφαντῶν · “ἥδομαι γάρ,” εἶπεν, “εἰ τοσοῦτον χρόνον πεπολιτευμένος παρ’ὑμῖν διδοὺς πεφώραμαι πρότερον ἢ λαμβάνων” τὴν δὲ ταῖς δαπάναις πολιτικώτερος μὲν ὁ Νικίας ἀναθήμασι καὶ γυμνασιαρχίαις καὶ διδασκαλίαις χορῶν φιλοτιμούμενος, ὧν δ’ὁ Κράσσος ἀνάλωσεν ἑστιάσας ἅμα τοσαύτας μυριάδας ἀνθρώπων, εἶτα θρέψας πάλιν, οὐδὲν ἦν μέρος ἃ Νικίας ἐκέκτητο σὺν οἷς ἀνάλωσεν, ὥστε θαυμάζειν, εἴ τινα λέληθε τὸ τὴν κακίαν ἀνωμαλίαν εἶναί τινα τρόπου καὶ ἀνομολογίαν, ὁρῶντα τοὺς αἰσχρῶς συλλέγοντας εἶτ’ἀχρήστως ἐκχέοντας.

2

2.1περὶ μὲν τοῦ πλούτου τοσαῦτα · τοῖς δὲ πολιτεύμασι τοῦ μὲν Νικίου πανοῦργον οὐδὲν οὐ δὲ ἄδικον οὐ δὲ βίαιον πρόσεστιν οὐ δὲ θρασύτης, ἀλλ’ἐξηπατᾶτο μᾶλλον ὑπὸ Ἀλκιβιάδου καὶ τῷ δήμῳ προσῄει μετ’εὐλαβείας, τοῦ δὲ Κράσσου πολλὴν μὲν ἐν ταῖς πρὸς ἔχθραν καὶ φιλίαν μεταβολαῖς ἀπιστίαν καὶ ἀνελευθερίαν κατηγοροῦσι, βίᾳ δ’οὐ δ’αὐτὸς ἠρνεῖτο τὴν ὑπατείαν μετιέναι, μισθωσάμενος ἄνδρας τοὺς Κάτωνι καὶ Δομιτίῳ τὰς χεῖρας προσοίσοντας.

2.2ἐν δὲ τῇ περί τῶν ἐπαρχιῶν ψηφοφορίᾳ τοῦ δήμου πολλοὶ μὲν ἐτρώθησαν, ἔπεσον δὲ τέσσαρες, αὐτὸς δ’, ὅπερ ἡμᾶς ἐν τῇ διηγήσει παρελήλυθε, Λεύκιον Ἀννάλιον, ἄνδρα βουλευτήν, ἀντιλέγοντα πὺξ πατάξας εἰς τὸ πρόσωπον ἐξέβαλεν ᾑμαγμένον.

2.3ὡς δὲ περί ταῦτα βίαιος ὁ Κράσσος καὶ τυραννικός, οὕτως αὖ πάλιν ἐκείνου τὸ ψοφοδεὲς ἐν τῇ πολιτείᾳ καὶ ἄτολμον καὶ τοῖς κακίστοις ὑφειμένον τῶν μεγίστων ἐπιλήψεων ἄξιον ὁ δὲ Κράσσος ὑψηλὸς περί γε ταῦτα καὶ μεγαλόφρων, οὐ πρὸς Κλέωνας οὐ δ’Ὑπερβόλους, μὰ Δία, τοῦ ἀγῶνος ὄντος, ἀλλὰ πρὸς τὴν Καίσαρος λαμπρότητα καὶ τρεῖς τοῦ Πομπηΐου θριάμβους, οὐχ ὑπείξας, ἀλλ’ἀντάρας ἑκατέρῳ τὴν δύναμιν, ἀξιώματι δὲ τῆς τιμητικῆς ἀρχῆς καὶ Πομπήιον ὑπερβαλόμενος.

2.4δεῖ γὰρ ἐπὶ μεγίστοις οὐ τὸ ἀνεπίφθονον, ἀλλὰ τὸ λαμπρὸν ἐν πολιτείᾳ λαμβάνειν, μεγέθει δυνάμεως ἐξαμαυροῦντα τὸν φθόνον. εἰ δ’ἐξ ἅπαντος ἀγαπᾶς ἀσφάλειαν καὶ ἡσυχίαν, καὶ δέδιας Ἀλκιβιάδην μὲν ἐπὶ τοῦ βήματος, ἐν δὲ Πύλῳ Λακεδαιμονίους, Περδίκκαν δ’ἐν Θρᾴκῃ, πολλὴν εὐρυχωρίαν ἡ πόλις ἔχει σχολῆς ἐκ μέσου γενόμενον καθῆσθαι πλέκοντα τῆς ἀταραξίας σεαυτῷ στέφανον, ὡς ἔνιοι σοφισταὶ λέγουσιν.

2.5ὁ μὲν γὰρ τῆς εἰρήνης ἔρως θεῖος ἦν ὡς ἀληθῶς, καὶ τὸ λῦσαι τὸν πόλεμον ἑλληνικώτατον πολίτευμα · καὶ τῆς πράξεως ἕνεκα ταύτης οὐκ ἄξιον Νικίᾳ παραβαλεῖν Κράσσον, οὐ δ’εἰ τὸ Κάσπιον φέρων πέλαγος ἢ τὸν Ἰνδὸν ὠκεανὸν τῇ Ῥωμαίων ἡγεμονίᾳ προσώρισεν.

3

3.1πόλει μέντοι χρώμενον ἀρετῆς αἰσθανομένῃ καὶ κρείττονα ὄντα τῇ δυνάμει χώραν οὐ δοτέον τοῖς πονηροῖς οὐ δ’ἀρχὴν μὴ ἄρχουσιν οὐ δὲ πίστιν ἀπιστουμένοις, ὅπερ ἐποίησεν ὁ Νικίας, τὸν Κλέωνα μηδὲν ὄντα πλέον ἐν τῇ πόλει τῆς ἀπὸ τοῦ βήματος ἀναισχυντίας καὶ κραυγῆς αὐτὸς εἰς τὸ στρατηγεῖν καταστήσας, οὐκ ἐπαινῶ μὲν γὰρ ἐγὼ τὸν Κράσσον ἐν τοῖς Σπαρτακείοις ἐπειχθέντα θᾶσσον ἢ ἀσφαλέστερον διαγωνίσασθαι, καίτοι φιλοτιμίας ἦν τὸ δεῖσαι μὴ Πομπήιος ἐλθὼν ἀφέληται τὴν δόξαν αὐτοῦ, καθάπερ ἀφείλετο Μετέλλου Μόμμιος τὴν Κόρινθον τὸ δὲ τοῦ Νικίου παντάπασιν ἄτοπον καὶ δεινόν.

3.2οὐ γὰρ ἐλπίδας οὐ δὲ ῥᾳστώνην ἐχούσης ἐξέστη τῷ ἐχθρῷ φιλοτιμίας καὶ ἀρχῆς, ἀλλὰ κίνδυνον ὑφορώμενος ἐν τῇ στρατηγίᾳ μέγαν ἠγάπησε, τὸ καθ’αὑτὸν ἐν ἀσφαλεῖ θέμενος, προέσθαι τὸ κοινόν ·

3.3καίτοι ὅ γε Θεμιστοκλῆς, ἵνα μὴ φαῦλος ἄνθρωπος ἐν τοῖς Περσικοῖς καὶ ἄφρων στρατηγήσας ἀπολέσῃ τὴν πόλιν, ἀργυρίῳ τῆς ἀρχῆς ἀπέστησεν αὐτόν, καὶ Κάτων, ὅτε μάλιστα ἑώρα πράγματα καὶ κινδύνους ἔχουσαν ὑπὲρ τῆς · πόλεως τὴν δημαρχίαν, μετῆλθεν ·

3.4ὁ δ’αὑτὸν ἐπὶ τὴν Μίνῳαν καὶ Κύθηρα καὶ Μηλίους τοὺς ταλαιπώρους φυλάττων στρατηγόν, εἰ δὲ δέοι μάχεσθαι Λακεδαιμονίοις, ἀποδυόμενος τὴν χλανύδα καὶ τῇ Κλέωνος ἀπειρίᾳ καὶ θρασύτητι ναῦς καὶ ἄνδρας καὶ ὅπλα καὶ στρατηγίαν ἐμπειρίας ἄκρας δεομένην παραδιδούς, οὐ τὴν ἑαυτοῦ προΐεται δόξαν, ἀλλὰ τὴν τῆς πατρίδος ἀσφάλειαν καὶ σωτηρίαν.

3.5ὅθεν ὕστερον οὐχ ἑκὼν οὐ δὲ βουλόμενος Συρακουσίοις πολεμεῖν ἠναγκάζετο, δοκῶν οὐ λογισμῷ τοῦ συμφέροντος, ἀλλὰ ῥᾳστώνῃ καὶ μαλακίᾳ τὸ παρ’αὑτὸν ἀποστερεῖν Σικελίας τὴν πόλιν. ἐκεῖνο μέντοι μεγάλης ἐπιεικείας σημεῖον, ὅτι δυσχεραίνοντα τὸ πολεμεῖν ἀεὶ καὶ φεύγοντα τὸ στρατηγεῖν οὐκ ἐπαύοντο χειροτονοῦντες ὡς ἐμπειρότατον καὶ βέλτιστον ·

3.6τῷ δὲ Κράσσῳ παρὰ πάντα τὸν χρόνον ἐφιεμένῳ στρατηγίας οὐχ ὑπῆρξε τυχεῖν, πλὴν ἐπὶ τὸν δουλικὸν πόλεμον ἐξ ἀνάγκης, Πομπηΐου καὶ Μετέλλου καὶ Λουκούλλων ἀμφοτέρων ἀπόντων, καίτοι τότε τιμωμένῳ μάλιστα καὶ δυναμένῳ πλεῖστον, ἀλλ’, ὡς ἔοικε, καὶ τοῖς σπουδάζουσι περὶ αὑτὸν ἐδόκει κατὰ τὸν κωμικὸν “ἀνὴρ ἄριστος” εἶναι “ τἆλλα πλὴν ἐν ἀσπίδι”.

3.7καὶ τοῦτο Ῥωμαίους οὐδὲν ὤνησεν ἐκβιασθέντας ὑπὸ τῆς φιλαρχίας αὐτοῦ καὶ φιλοτιμίας. Ἀθηναῖοι μὲν γὰρ ἄκοντα Νικίαν ἐξέπεμψαν ἐπὶ τὸν πόλεμον. Ῥωμαίους δὲ Κράσσος ἄκοντας ἐξήγαγεν · καὶ διὰ μὲν τοῦτον ἡ πόλις, ἐκεῖνος δὲ διὰ τὴν πόλιν ἠτύχησεν.

4

4.1οὐ μὴν ἀλλὰ μᾶλλον ἔστιν ἐν τούτοις τὸν Νικίαν ἐπαινεῖν ἢ ψέγειν τὸν Κράσσον. ὁ μὲν γὰρ ἐμπειρίᾳ καὶ λογισμῷ χρησάμενος ἡγεμόνος ἔμφρονος οὐ συνηπατήθη ταῖς ἐλπίσι τῶν πολιτῶν, ἀλλ’ἀπεῖπε καὶ ἀπέγνω λήψεσθαι Σικελίαν · ὁ δ’ὡς ἐπὶ ῥᾷστον ἔργον τὸν Παρθικὸν ὁρμήσας πόλεμον ἥμαρτεν.

4.2ὠρέχθη δὲ μεγάλων, Καίσαρος τὰ ἑσπέρια καὶ Κελτοὺς καὶ Γερμανοὺς καταστρεφομένου καὶ Βρεττανίαν, αὐτὸς ἐπὶ τὴν ἕω καὶ τὴν Ἰνδικὴν ἐλάσαι θάλασσαν καὶ προσεργάσασθαι τὴν Ἀσίαν οἷς Πομπήιος ἐπῆλθε καὶ Λούκουλλος ἀντέσχεν, ἄνδρες εὐμενεῖς καὶ πρὸς πάντας ἀγαθοὶ διαμείναντες, προελόμενοι δ’ὅμοια Κράσσῳ καὶ τὰς αὐτὰς ὑποθέσεις λαβόντες, ἐπεὶ καὶ Πομπηΐῳ τῆς ἀρχῆς διδομένης ἡ σύγκλητος ἠναντιοῦτο, καὶ Καίσαρα μυριάδας τριάκοντα Γερμανῶν τρεψάμενον συνεβούλευεν ὁ Κάτων ἐκδοῦναι τοῖς ἡττημένοις καὶ τρέψαι τὸ μήνιμα τοῦ παρασπονδήματος εἰς ἐκεῖνον ὁ δὲ δῆμος ἐρρῶσθαι φράσας Κάτωνι, πεντεκαίδεκα ἡμέρας ἔθυεν ἐπινίκια καὶ περιχαρὴς ἦν.

4.4πῶς οὖν ἂν διετέθη καὶ πόσας ἔθυσεν ἡμέρας, εἰ Κράσσος ἐκ Βαβυλῶνος ἔγραψε νικᾶν, εἶτ’ἐπελθὼν Μηδίαν, Περσίδα, Ὑρκανούς, Σοῦσα, Βάκτρα, Ῥωμαίων ἐπαρχίας ἀπέδειξεν; εἴπερ γὰρ ἀδικεῖν χρή, κατὰ τὸν Εὐριπίδην, ἡσυχίαν ἄγειν μὴ δυναμένους μη δὲ χρῆσθαι τοῖς παροῦσιν ἀγαθοῖς εἰδότας, οὐ Σκάνδειαν, οὐ Μένδην ἐκκοπτέον, οὐ δὲ φεύγοντας Αἰγινήτας ἀπολελοιπότας τὴν ἑαυτῶν, ὥσπερ ὄρνιθας εἰς ἑτέραν χώραν ἀποκεκρυμμένους, ἐκθηρατέον, ἀλλὰ πολλοῦ τιμητέον τὸ ἀδικεῖν, μὴ ῥᾳδίως μη δ’ἐπὶ τοῖς τυχοῦσιν, ὥς τι φαῦλον ἢ μικρὸν, προϊεμένους τὸ δίκαιον, οἱ δὲ τὴν μὲν τῆς Ἀλεξάνδρου στρατείας ὁρμὴν ἐπαινοῦντες, τὴν δὲ Κράσσου ψέγοντες, οὐκ εὖ τὰ πρῶτα κρίνουσιν ἀπὸ τῶν τελευταίων.

5

5.1ἐν δὲ ταῖς στρατηγίαις αὐταῖς Νικίου μὲν οὐκ ὀλίγα γενναῖα · καὶ γὰρ μάχαις πολλαῖς ἐνίκησε τοὺς πολεμίους, καὶ τοῦ λαβεῖν Συρακούσας ὀλίγον ἐδέησε, καὶ πάντα δι’αὑτὸν οὐκ ἔπταισεν, ἀλλὰ καὶ νόσον ἄν τις αἰτιάσαιτο καὶ φθόνον τῶν οἴκοι πολιτῶν Κράσσος δὲ διὰ πλῆθος ἁμαρτημάτων οὐδὲν τῇ τύχῃ χρηστὸν ἀποδείξασθαι παρῆκεν, ὥστε θαυμάζειν αὐτοῦ τὴν ἀβελτερίαν οὐ τῆς Πάρθων δυνάμεως ἡττηθεῖσαν, ἀλλὰ τῆς Ῥωμαίων εὐτυχίας περιγενομένην.

5.2ἐπεὶ δ’ὁ μὲν μηδενὸς τῶν ἀπὸ μαντικῆς καταφρονῶν, ὁ δὲ πάντα ὑπερορῶν ὁμοίως ἀπώλοντο, χαλεπὴ μὲν ἐν τούτοις ἡ ἀσφάλεια καὶ δύσκριτος, ἐπιεικέστερον δὲ τοῦ παρανόμου καὶ αὐθάδους τὸ μετὰ δόξης παλαιᾶς καὶ συνήθους δι’εὐλάβειαν ἁμαρτανόμενον. περὶ μέντοι τὴν τελευτὴν ἀμεμπτότερος ὁ Κράσσος οὐ παραδοὺς ἑαυτὸν οὐ δὲ δεθεὶς οὐ δὲ φενακισθείς, ἀλλ’εἴξας τοῖς φίλοις δεομένοις καὶ παρασπονδηθεὶς ὑπὸ τῶν πολεμίων ὁ δὲ Νικίας αἰσχρᾶς καὶ ἀκλεοῦς ἐλπίδι σωτηρίας ὑποπεσὼν τοῖς πολεμίοις αἰσχίονα ἑαυτῷ τὸν θάνατον ἐποίησεν.