Plutarch

Crassus

1

1.1Μᾶρκος δὲ Κράσσος ἦν τιμητικοῦ καὶ θριαμβικοῦ πατρός, ἐτράφη δ’ἐν οἰκίᾳ μικρᾷ μετὰ δυοῖν ἀδελφῶν. καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γυναῖκες ἦσαν ἔτι τῶν γονέων ζώντων, καὶ πάντες ἐπὶ τὴν αὐτὴν ἐφοίτων τράπεζαν, ὅθεν οὐχ ἥκιστα δοκεῖ καὶ διὰ τοῦτο σώφρων καὶ μέτριος γενέσθαι περὶ τὴν δίαιταν. ἀποθανόντος δὲ τοῦ ἑτέρου τῶν ἀδελφῶν τῇ γυναικὶ συνῴκησε καὶ τοὺς παῖδας ἐξ ἐκείνης ἔσχεν, οὐδενὸς ἧττον καὶ περὶ ταῦτα Ῥωμαίων εὔτακτος γενόμενος, καίτοι προϊὼν καθ’ἡλικίαν αἰτίαν ἔσχε Λικιννίᾳ συνιέναι τῶν Ἑστιάδων μιᾷ παρθένων ·

1.2καὶ δίκην ἔφυγεν Λικιννία Πλωτίου τινὸς διώκοντος. ἦν δὲ προάστειον αὐτῇ καλόν, βουλόμενος λαβεῖν ὀλίγης τιμῆς Κράσσος καὶ διὰ τοῦτο προσκείμενος ἀεὶ τῇ γυναικὶ καὶ θεραπεύων, εἰς τὴν ὑποψίαν ἐκείνην ἐνέπεσε καὶ τρόπον τινὰ τῇ φιλοπλουτίᾳ τὴν αἰτίαν τῆς φθορᾶς ἀπολυσάμενος ὑπὸ τῶν δικαστῶν ἀφείθη, τὴν δὲ Λικιννίαν οὐκ ἀνῆκε πρότερον τοῦ κτήματος κρατῆσαι.

2

2.1Ῥωμαῖοι μὲν οὖν λέγουσι πολλαῖς ἀρεταῖς τοῦ Κράσσου κακίαν μόνην ἐπισκοτῆσαι τὴν φιλοπλουτίαν · ἔοικε δὲ μία πασῶν ἐρρωμενεστέρα τῶν ἐν αὐτῷ κακιῶν γενομένη τὰς ἄλλας ἀμαυρῶσαι. τεκμήρια δὲ τῆς φιλοπλουτίας αὑτοῦ μέγιστα ποιοῦνται τόντε τρόπον τοῦ πορισμοῦ καὶ τῆς οὐσίας τὸ μέγεθος, τριακοσίων γὰρ οὐ πλείω κεκτημένος ἐν ἀρχῇ ταλάντων, εἶτα παρὰ τὴν ὑπατείαν ἀποθύσας μὲν τῷ Ἡρακλεῖ τὴν δεκάτην καὶ τόν δῆμον ἑστιάσας, τρεῖς δὲ μῆνας ἑκάστῳ Ῥωμαίων σιτηρέσιον ἐκ τῶν αὑτοῦ παρασχών, ὅμως πρὸ τῆς ἐπὶ Πάρθους στρατείας αὐτὸς αὐτῷ θέμενος ἐκλογισμὸν τῆς οὐσίας εὗρεν ἑκατὸν ταλάντων τίμημα πρὸς ἑπτακισχιλίοις.

2.3τὰ δὲ πλεῖστα τούτων, εἰ δεῖ μετὰ βλασφημίας εἰπεῖν τὸ ἀληθές, ἐκ πυρὸς συνήγαγε καὶ πολέμου, ταῖς κοιναῖς ἀτυχίαις προσόδῳ τῇ μεγίστῃ χρησάμενος. ὅτε γὰρ Σύλλας ἑλὼν τὴν πόλιν ἐπώλει τὰς οὐσίας τῶν ἀνῃρημένων ὑπ’αὐτοῦ, λάφυρα καὶ νομίζων καὶ ὀνομάζων, καὶ βουλόμενος ὅτι πλείστοις καὶ κρατίστοις προσομόρξασθαι τὸ ἄγος, οὔτε λαμβάνων οὔτ’ὠνούμενος ἀπεῖπε.

2.4πρὸς δὲ τούτοις ὁρῶν τὰς συγγενεῖς καὶ συνοίκους τῆς Ῥώμης κῆρας ἐμπρησμοὺς καὶ συνιζήσεις διὰ βάρος καὶ πλῆθος οἰκοδομημάτων, ἐωνεῖτο δούλους ἀρχιτέκτονας καὶ οἰκοδόμους, εἶτ’ἔχων τούτους ὑπὲρ πεντακοσίους ὄντας, ἐξηγόραζε τὰ καιόμενα καὶ γειτνιῶντα τοῖς καιομένοις, διὰ φόβον καὶ ἀδηλότητα τῶν δεσποτῶν ἀπ’ὀλίγης τιμῆς προϊεμένων, ὥστε τῆς Ῥώμης τὸ πλεῖστον μέρος ὑπ’αὐτῷ γενέσθαι, τοσούτους δὲ κεκτημένος τεχνίτας οὐδὲν ᾠκοδόμησεν αὐτὸς τὴν ἰδίαν οἰκίαν, ἀλλ’ἔλεγε τοὺς φιλοικοδόμους αὐτοὺς ὑφ’ἑαυτῶν καταλύεσθαι χωρὶς ἀνταγωνιστῶν, ὄντων δ’αὐτῷ παμπόλλων ἀργυρείων, πολυτιμήτου δὲ χώρας καὶ τῶν ἐργαζομένων ἐν αὐτῇ, ὅμως ἄν τις ἡγήσαιτο μηδὲν εἶναι ταῦτα πάντα πρὸς τὴν τῶν οἰκετῶν τιμήν ·

2.6τοσούτους ἐκέκτητο καὶ τοιούτους, ἀναγνώστας, ὑπογραφεῖς, ἀργυρογνώμονας, διοικητάς, τραπεζοκόμους, αὐτὸς ἐπιστατῶν μανθάνουσι καὶ προσέχων καὶ διδάσκων καὶ ὅλως νομίζων τῷ δεσπότῃ προσήκειν μάλιστα τὴν περὶ τοὺς οἰκέτας ἐπιμέλειαν ὡς ὄργανα ἔμψυχα τῆς οἰκονομικῆς.

2.7καὶ τοῦτο μὲν ὀρθῶς Κράσσος, εἴπερ, ὡς ἔλεγεν, ἡγεῖτο τὰ μὲν ἄλλα διὰ τῶν οἰκετῶν χρῆναι, τοὺς δὲ οἰκέτας δι’αὑτοῦ κυβερνᾶν τὴν γὰρ οἰκονομικήν ἐν ἀψύχοις χρηματιστικὴν οὖσαν, ἐν ἀνθρώποις πολιτικὴν γιγνομένην ὁρῶμεν ἐκεῖνο δὲ οὐκ εὖ, τὸ μηδένα νομίζειν μη δὲ φάσκειν εἶναι πλούσιον, ὃς οὐ δύναται τρέφειν ἀπὸ τῆς οὐσίας στρατόπεδον γὰρ πόλεμος οὐ τεταγμένα σιτεῖται, κατὰ τόν Ἀρχίδαμον, ὥσθ’ πρὸς πόλεμον πλοῦτος ἀόριστος, καὶ πολὺ τῆς Μαρίου γνώμης ἀπηρτημένως.

2.8ἐκεῖνος γὰρ, ἐπεὶ κατ’ἄνδρα νείμας ἑκάστῳ δέκα καὶ τέσσαρα πλέθρα γῆς ἔγνω πλέον ἐπιζητοῦντας, μηδείς, ἔφη, γένοιτο Ῥωμαίων ὀλίγην ἡγούμενος τὴν τρέφειν ἀρκοῦσαν.

3

3.1οὐ μὴν ἀλλὰ καὶ περὶ ξένους ἦν φιλότιμος Κράσσος · ἀνέῳκτο γὰρ οἰκία πᾶσι, καὶ τοῖς φίλοις ἐδάνειζεν ἄνευ τόκων, ἀπῄτει δ’ἀποτόμως τοῦ χρόνου παρελθόντος εἰς ὃν ἐδάνεισε, καὶ τὸ προῖκα πολλῶν ἐγίνετο τόκων ἐπαχθέστερον. ἐν δὲ τοῖς δείπνοις μὲν κλῆσις ἦν ὡς τὰ πολλὰ δημοτικὴ καὶ λαώδης, δ’εὐτέλεια τὴν καθαριότητα καὶ τὴν φιλοφροσύνην ἡδίονα τοῦ πολυτελοῦς εἶχε.

3.2παιδείας δὲ τῆς περὶ λόγον μάλιστα μὲν τὸ ῥητορικὸν καὶ χρειῶδες εἰς πολλοὺς ἤσκησε, καὶ γενόμενος δεινὸς εἰπεῖν ἐν τοῖς μάλιστα · Ῥωμαίων ἐπιμελείᾳ καὶ πόνῳ τοὺς εὐφυεστάτους ὑπερέβαλεν. οὐδεμίαν γὰρ οὕτω δίκην φασὶ μικράν οὐ δ’εὐκαταφρόνητον γενέσθαι πρὸς ἣν ἀπαράσκευος ἦλθεν, ἀλλὰ καὶ Πομπηΐου πολλάκις ὀκνοῦντος καὶ Καίσαρος ἐξαναστῆναι καὶ Κικέρωνος, ἐκεῖνος ἀνεπλήρου τὴν συνηγορίαν. καὶ διὰ τοῦτο μᾶλλον ἤρεσκεν ὡς ἐπιμελὴς καὶ βοηθητικός, ἤρεσκε δὲ καὶ τὸ περὶ τὰς δεξιώσεις καὶ προσαγορεύσεις φιλάνθρωπον αὐτοῦ καὶ δημοτικόν.

3.3οὐδενὶ γὰρ οὕτως ἀπήντησε Ῥωμαίων ἀδόξῳ καὶ ταπεινῷ Κράσσος ὃν ἀσπασάμενον οὐκ ἀντιπροσηγόρευσεν ἐξ ὀνόματος, λέγεται δὲ καὶ πολυμαθὴς καθ’ἱστορίαν γενέσθαι, καί τι καὶ φιλοσοφῆσαι τοῖς Ἀριστοτέλους λόγοις προσθέμενος, ὧν διδάσκαλον εἶχεν Ἀλέξανδρον, ἄνθρωπον εὐκολίας καὶ πρᾳότητος ἀπόδειξιν διδόντα τὴν πρὸς Κράσσον συνήθειαν.

3.4οὐ γὰρ ἦν ἀποφήνασθαι ῥᾳδίως πότερον προσῆλθεν αὐτῷ πενέστερος προσελθὼν ἐγένετο. μόνος γοῦν ἀεὶ τῶν φίλων αὐτῷ συναποδημῶν στέγαστρον ἐλάμβανεν εἰς τὴν ὁδόν καὶ τοῦτ’ἐπανελθὼν ἀπῃτεῖτο. ἀλλὰ ταῦτα μὲν ὕστερον.

4

4.1ἐπεὶ δὲ Κίννας καὶ Μάριος κρατήσαντες εὐθὺς ἦσαν ἔνδηλοι κατιόντες οὐκ ἐπ’ἀγαθῷ τῆς πατρίδος, ἐπ’ἀναιρέσει δ’ἄντικρυς καὶ ὀλέθρῳ τῶν ἀρίστων, οἱ μέν ἐγκαταληφθέντες ἀπέθνῃσκον, ὧν ἦν καὶ πατὴρ Κράσσου καὶ ἀδελφός, αὐτὸς δὲ νέος ὢν παντάπασι τὸ μέν αὐτίκα δεινὸν ἐξέφυγε, πάντῃ δὲ περιβαλλόμενον ἑαυτὸν αἰσθανόμενος καὶ κυνηγετούμενον ὑπὸ τῶν τυράννων τρεῖς φίλους ἀναλαβὼν καὶ θεράποντας δέκα, τάχει δ’ὑπερβάλλοντι χρησάμενος εἰς Ἰβηρίαν ἔφυγε, γεγονὼς πάλαι στρατηγοῦντος τοῦ πατρὸς αὐτόθι καὶ φίλους πεποιημένος.

4.2εὑρὼν δὲ πάντας περιδεεῖς καὶ τὴν ὠμότητα τὴν Μαρίου καθάπερ ἐφεστῶτος αὐτοῖς τρέμοντας, οὐδενὶ γενέσθαι φανερὸς ἐθάρρησεν, ἀλλ’εἰς ἀγροὺς ἐμβαλὼν παραλίους Οὐιβίου Πακιανοῦ σπήλαιον ἔχοντας εὐμέγεθες, ἔκρυψεν ἑαυτόν, πρὸς δὲ τὸν Οὐίβιον ἔπεμψεν ἕνα δοῦλον ἀποπειρώμενος, ἤδη καὶ τῶν ἐφοδίων ἐπιλιπόντων.

4.3 δὲ Οὐίβιος ἀκούσας ἥσθητε σῳζομένῳ καὶ πυθόμενος τὸ πλῆθος τῶν σὺν αὐτῷ καὶ τὸν τόπον αὐτὸς μέν οὐκ ἦλθεν εἰς ὄψιν, τὸν δὲ τῶν χωρίων ἐπίτροπον προσαγαγὼν ἐγγὺς ἐκέλευσε καθ’ἡμέραν δεῖπνον πεποιημένον κομίζειν, καὶ τιθέντα παρὰ τὴν πέτραν ἀπέρχεσθαι σιωπῇ καὶ μὴ πολυπραγμονεῖν μη δ’ἐξετάζειν, προειπὼν πολυπραγμονοῦντι θάνατον, συμπράττοντι δὲ τοῦτο πιστῶς ἐλευθερίαν.

4.4τὸ δὲ σπήλαιον οὐκ ἄπωθεν μέν ἐστι θαλάσσης, κρημνοὶ δὲ περὶ αὐτὸ συμφερόμενοι λεπτὴν καὶ ἀσαφῆ παραπέμπουσι λαύραν ἄγουσαν εἴσω, παρελθόντι δ’ὕψοςτε θαυμαστὸν ἀναπέπταται, καὶ κατ’εὖρος ἔχει κόλπους δι’ἀλλήλων ἀνοιγομένους μεγάλαις περιφερείαις.

4.5ἀμοιρεῖ δ’οὔτε ὕδατος οὔτε φωτός, ἀλλὰ πηγὴ μέν ἡδίστου νάματος ὑπορρεῖ παρὰ τὸν κρημνόν, αὐτοφυεῖς δὲ ῥωχμοὶ τῆς πέτρας μάλιστα περιπίπτει τὸ φῶς ἔξωθεν ὑπολαμβάνουσι, καὶ καταλάμπεται ἡμέρας τὸ χωρίον, δ’ἐντὸς ἀὴρ ἀστάλακτος καὶ καθαρός, πυκνότητι τῆς πέτρας τὸ νοτερὸν καὶ ἀποτηκόμενον εἰς τὴν πηγὴν ἐκπιεζούσης.

5

5.1ἐνταῦθα διατρίβοντι τῷ Κράσσῳ τὰ ἐπιτήδεια καθ’ἡμέραν ἐφοίτα κομίζων ἄνθρωπος, αὐτὸς μὲν οὐχ ὁρῶν ἐκείνους οὐ δὲ γινώσκων, ὑπ’ἐκείνων δὲ καθορώμενος εἰδότων καί παραφυλαττόντων τὸν καιρόν. ἦν δ’ἄφθονα καί πρὸς ἡδονήν, οὐ μόνον χρείαν, ποιούμενα τὰ πρὸς τὸ δεῖπνον.

5.2ἐγνώκει γὰρ Οὐίβιος ἁπάσῃ φιλοφροσύνῃ θεραπεύειν τὸν Κράσσον, γε καί τὸ τῆς ὥρας ἐν νῷ λαβεῖν ἐπῆλθεν, ὡς παντάπασι νεανίας εἴη καί τι καί ταῖς καθ’ἡλικίαν ἡδοναῖς αὐτοῦ χαριστέον, ἐπεὶ τήν γε χρείαν ἀναγκαίως μᾶλλον προθύμως ὑπουργοῦντος εἶναι, δύο δὴ θεραπαινίδας εὐπρεπεῖς ἀναλαβὼν ἐβάδιζεν ἐπὶ τήν θάλασσαν, ὡς δ’ἦλθεν ἐπὶ τὸν τόπον, δείξας τήν ἄνοδον ἐκέλευεν εἴσω πορεύεσθαι καί θαρρεῖν.

5.3οἱ δὲ περὶ τὸν Κράσσον ἰδόντες προσερχομένας ἔδεισαν μὴ καταφανὲς καὶ γνώριμον εἴη τὸ χωρίον ἀνέκρινον οὖν αὐτάς τί βούλονται καί τίνες εἰσίν. ὡς δ’ἀπεκρίναντο δεδιδαγμέναι δεσπότην ζητεῖν ἐνταῦθα κρυπτόμενον, μαθὼν Κράσσος τοῦ Οὐιβίου τήν πρὸς αὐτὸν παιδιὰν καί φιλοφροσύνην ἀνέλαβε τὰς παιδίσκας ·

5.4καί συνῆσαν αὐτῷ τὸν λοιπὸν χρόνον, ὧν ἐδεῖτο φράζουσαι καί διαγγέλλουσαι πρὸς τὸν Οὐίβιον. τούτων φησὶ τήν ἑτέραν ἤδη πρεσβῦτιν οὖσαν Φαινεστέλλας ἰδεῖν αὐτός, καί πολλάκις ἀκοῦσαι μεμνημένης ταῦτα καί διεξιούσης προθύμως.

6

6.1 δὲ Κράσσος ὀκτὼ μῆνας οὕτω διαγαγὼν καὶ διακλαπείς, ἅμα τῷ πυθέσθαι τὴν Κίννα τελευτὴν φανερὸς γενόμενος, συνδραμόντων πρὸς αὑτὸν οὐκ ὀλίγων ἀνθρώπων, ἐπιλεξάμενος δισχιλίους καὶ πεντακοσίους ἐπήρχετο τὰς πόλεις · καὶ μίαν γε διήρπασε Μαλάκην, ὡς πολλοὶ γεγράφασιν, αὐτὸν δέ φασιν ἀρνεῖσθαι καὶ διαμάχεσθαι πρὸς τοὺς λέγοντας, ἐκ τούτου συναγαγὼν πλοῖα καὶ διαπεράσας εἰς Λιβύην ἀφίκετο πρὸς Μέτελλον Πίον, ἔνδοξον ἄνδρα, συνειλοχότα στρατιὰν οὐκ εὐκαταφρόνητον.

6.2οὐ πολὺν δὲ χρόνον ἐνταῦθα παρέμεινεν, ἀλλὰ στασιάσας τῷ Μετέλλῳ πρὸς Σύλλαν ἀπῆρε, και συνὴν ἐν τοῖς μάλιστα τιμώμενος, ἐπεὶ δὲ διαβὰς εἰς Ἰταλίαν Σύλλας πάντας ἐβούλετο τοὺς σὺν αὐτῷ νέους ἔχειν ἐνεργοὺς καὶ πρὸς ἄλλην ἄλλον ἔταττε πρᾶξιν, ἀποστελλόμενος εἰς Μαρσοὺς ἐπὶ στρατιὰν Κράσσος ᾔτει φύλακας · γὰρ πάροδος ἦν παρὰ τοὺς πολεμίους.

6.3εἰπόντος δὲ τοῦ Σύλλα σὺν ὀργῇ καὶ σφόδρα πρὸς αὐτόν, δίδωμί σοι φύλακας τὸν πατέρα, τὸν ἀδελφόν, τοὺς φίλους, τοὺς συγγενεῖς, ὧν παρανόμως καὶ ἀδίκως ἀναιρεθέντων ἐγὼ μετέρχομαι τοὺς φονεῖς, οὕτω παθών τι καὶ παροξυνθεὶς Κράσσος εὐθὺς ἐξῆλθε, καὶ διὰ τῶν πολεμίων ὠσάμενος εὐρώστως δύναμίντε συχνὴν ἤθροισε καὶ πρόθυμον αὑτὸν ἐν τοῖς ἀγῶσι τῷ Σύλλᾳ παρεῖχεν.

6.4ἀπ’ἐκείνων δὲ τῶν πράξεων λέγουσιν αὐτῷ πρῶτον ἐγγενέσθαι τὴν πρὸς Πομπήιον ὑπὲρ δόξης ἅμιλλαν καὶ φιλοτιμίαν. γὰρ Πομπήιος ἡλικίᾳτε λειπόμενος αὐτοῦ καὶ πατρὸς γεγονὼς ἀδοξήσαντος ἐν Ῥώμῃ καὶ μισηθέντος ἔσχατον μῖσος ὑπὸ τῶν πολιτῶν, ἐν ἐκείνοις τοῖς πράγμασιν ἐξέλαμψε καὶ διεφάνη μέγας, ὥστε Σύλλαν, πρεσβυτέροις καὶ ἰσοτίμοις οὐ πάνυ πολλάκις παρεῖχεν, ὑπεξανίστασθαι προσιόντος αὐτοῦ καὶ κεφαλὴν ἀποκαλύπτεσθαι καὶ προσειπεῖν αὐτοκράτορα.

6.5ταῦτα διέκαιε καὶ παρώξυνε τὸν Κράσσον οὐκ ἀλόγως ἐλασσούμενον. ἐμπειρίᾳςτε γὰρ ἐνδεὴς ἦν καὶ τῶν πράξεων αὐτοῦ τὴν χάριν ἀφῄρουν αἱ συγγενεῖς κῆρες ἐπιφερόμεναι, φιλοκέρδεια καὶ μικρολογία. καὶ γὰρ πόλιν Ὀμβρικὴν Τουδερτίαν ἑλών ἔδοξε πλεῖστα τῶν χρημάτων σφετερίσασθαι, καὶ διεβλήθη πρὸς Σύλλαν.

6.6ἀλλ’ἔν γε τῷ περὶ τὴν Ῥώμην ἀγῶνι πάντων γενομένῳ μεγίστῳ καὶ τελευταίῳ Σύλλας μὲν ἡττήθη, τῶν κατ’αὑτὸν ὠσθέντων καὶ συντριβέντων, Κράσσος δὲ τὸ δεξιὸν κέρας ἔχων ἐνίκησε καὶ μέχρι νυκτὸς διώξας τοὺς πολεμίους ἔπεμψε πρὸς Σύλλαν, δεῖπνον αἰτῶν τοῖς στρατιώταις καὶ τὸ κατόρθωμα φράζων. ἐν δὲ ταῖς προγραφαῖς καὶ δημεύσεσι πάλιν κακῶς ἤκουσεν, ὠνούμενόςτε τιμῆς βραχείας μεγάλα πράγματα καὶ δωρεὰς αἰτῶν, ἐν δὲ Βρεττίοις λέγεται καὶ προγράψαι τινὰ οὐ Σύλλα κελεύσαντος, ἀλλ’ἐπὶ χρηματισμῷ, δι’ καὶ Σύλλαν καταγνόντα πρὸς μηθὲν ἔτι χρῆσθαι δημόσιον αὐτῷ.

6.7καίτοι δεινότατος ἦν Κράσσος πάντας ἀνθρώπους κολακείᾳ κατεργάσασθαι, πάλιν δ’αὐτὸς ὑπὸ πάντων διὰ κολακείας εὐάλωτος, ἴδιον δὲ κἀκεῖνο περὶ αὐτοῦ λέγεται, φιλοκερδέστατον ὄντα μάλιστα μισεῖν καὶ λοιδορεῖν τοὺς ὁμοίους.

7

7.1ἠνία δὲ Πομπήιος αὑτὸν εὐημερῶν ἐν ἡγεμονίαις καί πρὶν βουλῆς μεταλαβεῖν θριαμβεύων καὶ Μᾶγνος, ὅπερ ἐστὶ μέγας, ὑπὸ τῶν πολιτῶν ἀναγορευθείς, καί ποτε καί φήσαντός τινος ὡς Πομπήιος Μᾶγνος πρόσεισι, γελάσας ἠρώτησεν ὀπηλίκος.

7.2ἀπογνοὺς δὲ τοῖς πολεμικοῖς ἐξισώσασθαι πρὸς ἐκεῖνον, ὑπεδύετο τὴν πολιτείαν, σπουδαῖς καί συνηγορίαις καί δανεισμοῖς καί τῷ συμπαραγγέλλειν καί συνεξετάζεσθαι τοῖς δεομένοις τι τοῦ δήμου κτώμενος δύναμιν ἀντίπαλον καί δόξαν Πομπήιος εἶχεν ἀπὸ πολλῶν καί μεγάλων στρατειῶν.

7.3καί πρᾶγμα συνέβαινεν αὐτοῖς ἴδιον. μεῖζον γὰρ ἦν ἀπόντος ὄνομα τοῦ Πομπηίου καί κράτος ἐν τῇ πόλει διὰ τὰς στρατείας · παρὼν δὲ πολλάκις ἠλαττοῦτο τοῦ Κράσσου, διὰ τὸν ὄγκον καί τὸ πρόσχημα τοῦ βίου φεύγων τὰ πλήθη καί ἀναδυόμενος ἐξ ἀγορᾶς, καί τῶν δεομένων ὀλίγοις καί μὴ πάνυ προθύμως βοηθῶν, ὡς ἀκμαιοτέραν ἔχοι τὴν δύναμιν ὑπὲρ αὑτοῦ χρώμενος.

7.4 δὲ Κράσσος ἐνδελεχὲς τὸ χρήσιμον ἔχων καί σπάνιος οὐκ ὢν οὐ δὲ δυσπρόσοδος, ἀλλ’ἐν μέσαις ἀεὶ ταῖς σπουδαῖς ἀναστρεφόμενος, τῷ κοινῷ καί φιλανθρώπῳ περιεγίνετο τῆς ἐκείνου σεμνότητος, σώματος δὲ ἀξίωμα καί λόγου πειθὼ καί προσώπου χάριν ἀγωγὸν ἀμφοτέροις ὁμοίως προσεῖναι λέγουσιν.

7.5οὐ μέντοι πρὸς ἔχθραν τινὰ τὸν Κράσσον κακόνοιαν ἐξήνεγκεν οὗτος ζῆλος, ἀλλὰ καί Πομπηίῳ καί Καίσαρι τιμωμένοις μὲν ὑπὲρ αὑτὸν ἤχθετο, τῇ δὲ φιλοτιμίᾳ ταύτῃ δυσμένειαν κακοήθειαν οὐ συνῆπτε · καίτοι Καῖσαρ ὑπὸ λῃστῶν ἁλοὺς ἐν Ἀσίᾳ καὶ φρουρούμενος ἀνεβόησεν · ἡλίκης, Κράσσε, χαρᾶς ἀπολαύσεις πυθόμενος τὴν ἐμὴν ἅλωσιν.

7.6ἀλλ’ὕστερόν γε φιλικῶς ἀλλήλοις προσεφέροντο · καί ποτε τῷ Καίσαρι μέλλοντι μὲν εἰς Ἰβηρίαν ἐξιέναι στρατηγῷ, χρήματα δ’οὐκ ἔχοντι τῶν δανειστῶν ἐπιπεσόντων καί τῆς παρασκευῆς ἐπιλαμβανομένων Κράσσος οὐ περιεῖδεν, ἀλλ’ἀπήλλαξεν ὑποθεὶς αὑτὸν ἔγγυον τριάκοντα καί ὀκτακοσίων ταλάντων.

7.7καθόλου δὲ τῆς Ῥώμης εἰς τρεῖς νενεμημένης δυνάμεις, τὴν Πομπηίου, τὴν Καίσαρος, τὴν Κράσσου Κάτωνος γὰρ δόξα μείζων ἦν τῆς δυνάμεως, καί τὸ θαυμαζόμενον πλέον ἴσχυεν, μὲν ἔμφρων καί καθεστῶσα μερὶς ἐν τῇ πόλει Πομπήιον ἐθεράπευε, τὸ δ’ὀξὺ καί φερόμενον μετ’εὐχερείας ταῖς Καίσαρος ἐλπίσιν ἐπηκολούθει, Κράσσος δὲ μέσος ὢν ἀμφοτέραις ἐχρῆτο, καί πλείστας μεταβολὰς ἐν τῇ πολιτείᾳ μεταβαλλόμενος οὔτε φίλος ἦν βέβαιος οὔτε ἀνήκεστος ἐχθρός, ἀλλὰ ῥᾳδίως καί χάριτος καί ὀργῆς ἐξέπιπτεν ὑπὸ τοῦ συμφέροντος, ὥστε πολλάκις μὲν ἀνθρώπων, πολλάκις δὲ νόμων ἐν ὀλίγῳ φανῆναι τῶν αὐτῶν συνήγορος καί ἀντίδικος.

7.9ἴσχυε δὲ καί χάριτι καί φόβῳ, φόβῳ δ’οὐκ ἔλαττον. γοῦν πλεῖστα πράγματα παρασχὼν τοῖς καθ’αὑτὸν ἄρχουσι καί δημαγωγοῖς, Σικίννιος, πρὸς τὸν εἰπόντα τί δὴ μόνον οὐ σπαράττει τὸν Κράσσον, ἀλλὰ παρίησι, χόρτον αὑτὸν ἔχειν ἔφησεν ἐπὶ τοῦ κέρατος, εἰώθεισαν δὲ Ῥωμαῖοι τὸν κυρίττοντα τῶν βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τοὺς ἐντυγχάνοντας χόρτῳ περιελίσσειν τὸ κέρας.

8

8.1 δὲ τῶν μονομάχων ἐπανάστασις καὶ λεηλασία τῆς Ἰταλίας, ἣν οἱ πολλοὶ Σπαρτάκειον πόλεμον ὀνομάζουσιν, ἀρχὴν ἔλαβεν ἐκ τοιαύτης αἰτίας. Λέντλου τινὸς Βατιάτου μονομάχους ἐν Καπύῃ τρέφοντος, ὧν οἱ πολλοὶ Γαλάται καὶ Θρᾷκες ἦσαν, ἐξ αἰτιῶν οὐ πονηρῶν, ἀλλ’ἀδικίᾳ τοῦ πριαμένου συνειρχθέντες ὑπ’ἀνάγκης ἐπὶ τῷ μονομαχεῖν, ἐβουλεύσαντο μὲν διακόσιοι φεύγειν, γενομένης δὲ μηνύσεως οἱ προαισθόμενοι καὶ φθάσαντες ὀγδοήκοντα δυεῖν δέοντες ἔκ τινος ὀπτανείου κοπίδας ἀράμενοι καὶ ὀβελίσκους ἐξεπήδησαν, ἐντυχόντες δὲ κατὰ τὴν ὁδὸν ἁμάξαις ὅπλα κομιζούσαις μονομάχων εἰς ἑτέραν πόλιν ἀφήρπασαν καὶ ὡπλίσαντο ·

8.2καὶ τόπον τινὰ καρτερὸν καταλαβόντες ἡγεμόνας εἵλοντο τρεῖς, ὧν πρῶτος ἦν Σπάρτακος, ἀνὴρ Θρᾷξ τοῦ Νομαδικοῦ γένους, οὐ μόνον φρόνημα μέγα καὶ ῥώμην ἔχων, ἀλλὰ καὶ συνέσει καὶ πρᾳότητι τῆς τύχης ἀμείνων καὶ τοῦ γένους Ἑλληνικώτερος, τούτῳ δὲ λέγουσιν, ὅτε πρῶτον εἰς Ῥώμην ὤνιος ἤχθη, δράκοντα κοιμωμένῳ περιπεπλεγμένον φανῆναι περὶ τὸ πρόσωπον, γυνὴ δ’ὁμόφυλος οὖσα τοῦ Σπαρτάκου, μαντικὴ δὲ καὶ κάτοχος τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς, ἔφραζε τὸ σημεῖον εἶναι μεγάλης καὶ φοβερᾶς περὶ αὐτὸν εἰς εὐτυχὲς τέλος ἐσομένης δυνάμεως ·

8.3 καὶ τότε συνῆν αὐτῷ καὶ συνέφευγε.

9

9.1καὶ πρῶτον μὲν τούς ἐκ Καπύης ἐλθόντας ὠσάμενοι Καὶ πολλῶν ὅπλων ἐπιλαβόμενοι πολεμιστηρίων ἄσμενοι ταῦτα μετελάμβανον, ἀπορρίψαντες ὡς ἄτιμα Καὶ βάρβαρα τὰ τῶν μονομάχων ἔπειτα Κλωδίου στρατηγοῦ μετὰ τρισχιλίων πεμφθέντος ἐκ Ῥώμης Καὶ πολιορκοῦντος αὐτοὺς ἐν ὄρει μίαν ἔχοντι Καὶ χαλεπὴν Καὶ στενὴν ἄνοδον, ἣν Κλώδιος ἐφρούρει, τὰ δ’ἄλλα κρημνοὺς ἀποτόμους Καὶ λισσάδας, ἄμπελον δὲ πολλὴν ἀγρίαν ἐπιπολῆς πεφυκυῖαν, ἔτεμνον τῶν κλημάτων τὰ χρήσιμα, Καὶ συμπλέκοντες ἐξ αὐτῶν κλιμακίδας εὐτόνους καὶ βαθείας, ὥστ’ἄνωθεν ἀνηρτημένας παρὰ τὸ κρημνῶδες ἅπτεσθαι τῶν ἐπιπέδων, κατέβαινον ἀσφαλῶς δι’αὐτῶν πλὴν ἑνός.

9.2οὗτος δὲ τῶν ὅπλων ἕνεκα μείνας, ἐπεὶ κατέβησαν, ἠφίει κάτω τὰ ὅπλα Καὶ βαλὼν ἅπαντα τελευταῖος ἀπεσῴζετο Καὶ αὐτός, ταῦτ’ἠγνόουν οἱ Ῥωμαῖοι ·

9.3διὸ Καὶ περιελθόντες αὐτοὺς ἐξέπληξαν τῷ αἰφνιδίῳ, Καὶ φυγῆς γενομένης ἔλαβον τὸ στρατόπεδον. καὶ προσεγίνοντο πολλοὶ τῶν αὐτόθι βοτήρων Καὶ ποιμένων αὐτοῖς, πλῆκται Καὶ ποδώκεις ἄνδρες, ὧν τούς μὲν ὥπλιζον, τοῖς δὲ προδρόμοις Καὶ ψιλοῖς ἐχρῶντο.

9.4δεύτερος ἐκπέμπεται πρὸς αὐτοὺς στρατηγὸς Πούπλιος Βαρῖνος, οὗ πρῶτα μὲν ὑποστράτηγόν τινα Φούριον ἔχοντα δισχιλίους στρατιώτας ἐτρέψαντο συμβαλόντες · ἔπειτα σύμβουλον αὐτῷ Καὶ συνάρχοντα Κοσσίνιον ἀποσταλέντα μετὰ πολλῆς δυνάμεως ἐπιτηρήσας Σπάρτακος λουόμενον περὶ Σαλίνας, μικρὸν ἐδέησε συναρπάσαι.

9.5χαλεπῶς δὲ Καὶ μόλις ἐκφυγόντος εὐθὺς μὲν ἐκράτησε τῆς ἀποσκευῆς, ἐκ ποδὸς δὲ κατέχων Καὶ διώκων φόνῳ πολλῷ τὸ στρατόπεδον εἷλεν. ἔπεσε δὲ Καὶ Κοσσίνιος. αὐτὸν δὲ τὸν στρατηγὸν ἄλλαις μάχαις πολλαῖς καταγωνισάμενος, τέλος δὲ τούςτε ῥαβδούχους Καὶ τὸν ἵππον αὐτοῦ λαβὼν, ἤδη μὲν μέγας Καὶ φοβερός ἦν, ἐφρόνει δὲ τὰ εἰκότα, Καὶ μὴ προσδοκῶν ὑπερβαλέσθαι τὴν Ῥωμαίων δύναμιν ἦγεν ἐπὶ τὰς Ἄλπεις τὸν στρατόν, οἰόμενος δεῖν ὑπερβαλόντας αὐτὰς ἐπὶ τὰ οἰκεῖα χωρεῖν, τούς μὲν εἰς Θρᾴκην, τούς δ’εἰς Γαλατίαν.

9.6οἱ δὲ πλήθειτε ὄντες ἰσχυροὶ Καὶ μέγα φρονοῦντες οὐχ ὑπήκουον, ἀλλ’ἐπόρθουν ἐπιπορευόμενοι τὴν Ἰταλίαν. οὐκέτ’οὖν τὸ παρ’ἀξίαν Καὶ τὸ αἰσχρὸν ἠνώχλει τῆς ἀποστάσεως τὴν σύγκλητον, ἀλλὰ δὴ διὰ φόβοντε καὶ κίνδυνον ὡς πρὸς ἕνα τῶν δυσκολωτάτων πολέμων Καὶ μεγίστων ἀμφοτέρους ἐξέπεμπον τούς ὑπάτους, ὧν Γέλλιος μὲν τὸ Γερμανικόν ὕβρει Καὶ φρονήματι τῶν Σπαρτακείων ἀποσχισθέν ἐξαίφνης ἐμπεσὼν ἅπαν διέφθειρε, Λέντλου δὲ τὸν Σπάρτακον μεγάλοις στρατοπέδοις περιλαβόντος ὁρμήσας ὁμόσε Καὶ μάχην συνάψας ἐκράτησε μὲν τῶν πρεσβευτῶν, ἔλαβε δὲ τὴν ἀποσκευὴν ἅπασαν, ὠθουμένῳ δ’αὐτῷ πρὸς τὰς Ἄλπεις Κάσσιος τῆς περὶ Πάδον Γαλατίας στρατηγὸς ἔχων μυρίους ἀπήντησε ·

9.7καὶ γενομένης μάχης κρατηθεὶς Καὶ πολλοὺς ἀποβαλών μόλις αὐτὸς ἐξέφυγε.

10

10.1ταῦθ’ βουλὴ πυθομένη τοὺς μὲν ὑπάτους πρὸς ὀργὴν ἐκέλευσεν ἡσυχίαν ἄγειν, Κράσσον δὲ τοῦ πολέμου στρατηγὸν εἵλετο καὶ πολλοὶ διὰ δόξαν αὐτῷ καὶ φιλίαν συνεστράτευον τῶν ἐπιφανῶν, αὐτὸς μὲν οὖν ὑπέμεινε πρὸ τῆς Πικηνίδος ὡς τὸν Σπάρτακον ἐκεῖ φερόμενον δεξόμενος, Μόμμιον δὲ πρεσβευτὴν ἄγοντα δύο τάγματα κύκλῳ περιέπεμψεν, ἕπεσθαι κελεύσας τοῖς πολεμίοις, συμπλέκεσθαι δὲ μὴ μη δὲ ἁψιμαχεῖν.

10.2 δ’ἅμα τῷ πρῶτον ἐπ’ἐλπίδος γενέσθαι μάχην θέμενος ἡττήθη · καὶ πολλοὶ μὲν ἔπεσον, πολλοὶ δὲ ἄνευ τῶν ὅπλων φεύγοντες ἐσώθησαν. δὲ Κράσσος αὐτόντε τὸν Μόμμιον ἐδέξατο τραχέως, καὶ τοὺς στρατιώτας ὁπλίζων αὖθις ἐγγυητὰς ᾔτει τῶν ὅπλων, ὅτι φυλάξουσι, πεντακοσίους δὲ τοὺς πρώτους, καὶ μάλιστα τοὺς τρέσαντας, εἰς πεντήκοντα διανείμας δεκάδας ἀφ’ἑκάστης ἀπέκτεινεν ἕνα τὸν κλήρῳ λαχόντα, πάτριόν τι τοῦτο διὰ πολλῶν χρόνων κόλασμα τοῖς στρατιώταις ἐπαγαγών.

10.3καὶ γὰρ αἰσχύνη τοῦ θανάτου τῷ τρόπῳ πρόσεστι, καὶ δρᾶται πολλὰ φρικώδη καὶ σκυθρωπὰ περὶ τὴν κόλασιν ἁπάντων θεωμένων. οὕτω δ’ἐπιστρέψας τοὺς ἄνδρας ἦγεν ἐπὶ τοὺς πολεμίους. δὲ Σπάρτακος ὑπεξεχώρει διὰ Λευκανίας εἰς τὴν θάλασσαν ἐν δὲ πορθμῷ λῃστρίσι Κιλίσσαις ἐπιτυχὼν ὥρμησεν ἅψασθαι Σικελίας καὶ δισχιλίους ἄνδρας ἐμβαλὼν εἰς τὴν νῆσον αὖθις ἐκζωπυρῆσαι τὸν δουλικὸν ἐκεῖ πόλεμον, οὔπω πολὺν χρόνον ἀπεσβηκότα καὶ μικρῶν πάλιν ὑπεκκαυμάτων δεόμενον.

10.4ὁμολογήσαντες δὲ οἱ Κίλικες αὐτῷ καὶ δῶρα λαβόντες ἐξηπάτησαν καὶ ἀπέπλευσαν. οὕτω δὴ πάλιν ἀπὸ θαλάσσης ἀναζεύξας ἐκάθισε τὸν στρατὸν εἰς τὴν Ῥηγίνων χερρόνησον. ἐπελθὼν δ’ Κράσσος, καὶ τοῦ τόπου τὴν φύσιν ὁρῶν ὑφηγουμένην τὸ δέον, ὥρμησεν ἀποτειχίσαι τὸν ἰσθμόν, ἅμα καὶ τὴν σχολὴν τῶν στρατιωτῶν ὑφαιρῶν καὶ τὴν εὐπορίαν τῶν πολεμίων, μέγα μὲν οὖν ἦν καὶ χαλεπὸν τὸ ἔργον, ἤνυσε δὲ καὶ κατειργάσατο παρὰ δόξαν ἐν ὀλίγῳ χρόνῳ, τάφρον ἐμβαλὼν ἐκ θαλάσσης εἰς θάλασσαν διὰ τοῦ αὐχένος σταδίων τριακοσίων, εὖρος δὲ καὶ βάθος ἴσον πεντεκαίδεκα ποδῶν ὑπὲρ δὲ τῆς τάφρου τεῖχος ἔστησεν ὕψει καὶ ῥώμῃ θαυμαστόν.

10.6ὧν Σπάρτακος ἡμέλει καὶ κατεφρόνει τὸ πρῶτον ὡς δὲ τῆς λείας ἐπιλειπούσης προϊέναι βουλόμενος συνεῖδε τὸν ἀποτειχισμόν καὶ λαμβάνειν οὐδὲν ἦν ἐκ τῆς χερρονήσου, νύκτα νιφετώδη καὶ πνεῦμα τι χειμέριον παραφυλάξας ἔχωσε τῆς τάφρου μέρος οὐ πολὺ γῇ καὶ ὕλῃ καὶ κλάδοις δένδρων, ὥστε τῆς στρατιᾶς περαιῶσαι τὸ τρίτον.

11

11.1ἐφοβήθη μὲν οὖν Κράσσος μὴ λάβοι τις ὁρμὴ τὸν Σπάρτακον ἐπὶ τὴν Ῥώμην ἐλαύνειν, ἐθάρρησε δὲ πολλῶν ἐκ διαφορᾶς ἀποστάντων αὐτοῦ καὶ στρατοπεδευσαμένων καθ’αὑτοὺς ἐπὶ Λευκανίδος λίμνης, ἥν φασι τρέπεσθαι διὰ χρόνου γινομένην γλυκεῖαν καὶ αὖθις ἁλμυρὰν καὶ ἄποτον. τούτοις ἐπελθὼν Κράσσος ἐξέωσε μὲν ἀπὸ τῆς λίμνης, ἀφῃρέθη δὲ τὸν φόνον καὶ τὴν δίωξιν αὐτῶν ἐπιφανέντος ὀξέως τοῦ Σπαρτάκου καὶ τὴν φυγὴν ἐπιστήσαντος.

11.2γεγραφὼς δὲ τῇ βουλῇ πρότερον ὡς χρὴ καὶ Λούκουλλον ἐκ Θρᾴκης καλεῖν καὶ Πομπήιον ἐξ Ἰβηρίας, μετενόει, καὶ πρὶν ἥκειν ἐκείνους ἔσπευδε διαπράξασθαι τὸν πόλεμον, εἰδὼς ὅτι τοῦ προσγενομένου καὶ βοηθήσαντος, οὐκ αὐτοῦ τὸ κατόρθωμα δόξει. πρῶτον μὲν οὖν διαγνοὺς τοῖς ἀφεστῶσι καὶ κατ’ἰδίαν στρατευομένοις, ὧν ἀφηγοῦντο Γάιος Καννίκιος καὶ Κάστος, ἐπιθέσθαι, λόφον τινὰ προκαταληψομένους ἄνδρας ἑξακισχιλίους ἀπέστειλε, λανθάνειν πειρᾶσθαι κελεύσας.

11.3οἱ δ’ἐπειρῶντο μὲν τὴν αἴσθησιν ἀποκρύπτειν τὰ κράνη καταμπέχοντες, ὀφθέντες δ’ὑπὸ δυεῖν γυναικῶν προθυομένων τοῖς πολεμίοις ἐκινδύνευσαν, εἰ μὴ Κράσσος ὀξέως ἐπιφανεὶς μάχην ἔθετο πασῶν καρτερωτάτην, ἐν τριακοσίους ἐπὶ δισχιλίοις καὶ μυρίοις καταβαλὼν δύο μόνους εὗρε κατὰ νώτου τετρωμένους, οἱ δ’ἄλλοι πάντες ἑστῶτες ἐν τάξει καὶ μαχόμενοι τοῖς Ῥωμαίοις ἀπέθανον.

11.4Σπαρτάκῳ δὲ μετὰ τὴν τούτων ἧτταν ἀναχωροῦντι πρὸς τὰ ὄρη τὰ Πετηλῖνα, Κόιντος τῶν περὶ Κράσσον ἡγεμόνων καὶ Σκρώφας ταμίας ἐξαπτόμενοι παρηκολούθουν. ἐπιστρέψαντος δὲ γίνεται φυγὴ μεγάλη τῶν Ῥωμαίων, καὶ μόλις τρωθέντα τὸν ταμίαν ἁρπάσαντες ἀπεσώθησαν. τοῦτο τὸν Σπάρτακον ἀπώλεσε τὸ κατόρθωμα, φρονήματος ἐπιγενομένου τοῖς δραπέταις.

11.5οὐκέτι γὰρ ἠξίουν φυγομαχεῖν οὐ δ’ἐπείθοντο τοῖς ἄρχουσιν, ἀλλ’ἤδη καθ’ὁδὸν ὄντας ἐν τοῖς ὅπλοις περισχόντες ἠνάγκασαν αὖθις ὀπίσω διὰ τῆς Λευκανίας ἄγειν ἐπὶ τοὺς Ῥωμαίους, εἰς ταὐτὸ τῷ Κράσσῳ σπεύδοντες. ἤδη γὰρ Πομπήιος προσιὼν ἀπηγγέλλετο · καὶ δὴ ἀρχαιρεσιάζοντες ἦσαν οὐκ ὀλίγοι τὴν νίκην ἐκείνῳ τοῦ πολέμου προσήκειν ἐλθόντα γὰρ εὐθὺς μαχεῖσθαι καὶ καταλύσειν τὸν πόλεμον. ἐπειγόμενος οὖν διαγωνίσασθαι καὶ παραστρατοπεδεύσας τοῖς πολεμίοις ὤρυττε τάφρον, πρὸς ἣν ἐκπηδῶντες οἱ δοῦλοι προσεμάχοντο τοῖς ἐργαζομένοις.

11.6ἀεὶ δὲ πλειόνων ἑκατέρωθεν ἐκβοηθούντων ὁρῶν τὴν ἀνάγκην Σπάρτακος ἅπαν παρέταξε τὸ στράτευμα. καὶ πρῶτον μὲν τοῦ ἵππου προσαχθέντος αὐτῷ σπασάμενος τὸ ξίφος καὶ εἰπών ὅτι νικῶν μὲν ἔχοι πολλοὺς ἵππους καὶ καλοὺς τῶν πολεμίων, ἡττώμενος δὲ οὐ δεῖται, κατέσφαξε τὸν ἵππον · ἔπειτα πρὸς Κράσσον αὐτὸν ὠθούμενος διὰ πολλῶν ὅπλων καὶ τραυμάτων ἐκείνου μὲν οὐκ ἔτυχεν, ἑκατοντάρχας δὲ δύο συμπεσόντας ἀνεῖλε.

11.7τέλος δὲ φυγόντων τῶν περὶ αὐτόν, αὐτὸς ἑστὼς καὶ κυκλωθεὶς ὑπὸ πολλῶν ἀμυνόμενος κατεκόπη. Κράσσου δὲ τῇ τύχῃ χρησαμένου καὶ στρατηγήσαντος ἄριστα καὶ τὸ σῶμα τῷ κινδύνῳ παρασχόντος, ὅμως οὐ διέφυγε τὸ κατόρθωμα τὴν Πομπηΐου δόξαν. οἱ γὰρ διαφυγόντες ἐμπεσόντες αὐτῷ διεφθάρησαν, ὥστε καὶ γράψαι πρὸς τὴν σύγκλητον ὅτι μάχῃ μὲν τοὺς δραπέτας φανερᾷ Κράσσος νενίκηκεν, αὐτὸς δὲ τοῦ πολέμου τὴν ῥίζαν ἀνῄρηκε.

11.8Πομπήιος μὲν οὖν ἀπὸ Σερτωρίου καὶ Ἰβηρίας ἐπιφανῶς ἐθριάμβευσε, Κράσσος δὲ τὸν μὲν μέγαν θρίαμβον οὐ δ’αὐτὸς αἰτεῖν ἐπεχείρησεν, ἐδόκει δὲ καὶ τὸν πεζόν, ὀούαν δὲ καλούμενον, ἀγεννῶς καὶ παρ’ἀξίαν ἐπὶ δουλικῷ πολέμῳ θριαμβεῦσαι. τί δ’οὗτος ἐκείνου διαφέρει, καὶ περὶ τῆς κλήσεως, ἐν τῷ Μαρκέλλου βίῳ γέγραπται.

12

12.1μετὰ δὲ ταῦτα τοῦ Πομπηίου αὐτόθεν ἐπὶ τὴν ὑπατείαν καλουμένου, ἐλπίδας ἔχων Κράσσος συνάρξειν ὅμως οὐκ ὤκνησε τοῦ Πομπηίου δεηθῆναι. δεξάμενος δὲ τὴν χρείαν ἀσμένως ἐκεῖνος ἐπεθύμει γὰρ ἁμῶς γέ πως ἀεὶ χάριτός τινος ὀφειλέτην λαβεῖν τὸν Κράσσον ἐσπούδασε προθύμως, καὶ τέλος εἶπεν ἐκκλησιάζων ὡς οὐκ ἐλάττονα περὶ τοῦ συνάρχοντος ἕξει χάριν περὶ τῆς ἀρχῆς, οὐ μὴν ἔμειναν ἐπὶ ταύτης τῆς φιλοφροσύνης εἰς τὴν ἀρχὴν καταστάντες, ἀλλ’ὀλίγου δεῖν περὶ πάντων διαφερόμενοι καὶ πάντα δυσκολαίνοντες ἀλλήλοις καὶ φιλονεικοῦντες ἀπολίτευτον καὶ ἄπρακτον αὑτοῖς τὴν ὑπατείαν ἐποίησαν, πλὴν ὅτι Κράσσος Ἡρακλεῖ μεγάλην θυσίαν ποιησάμενος εἱστίασε τὸν δῆμον ἀπὸ μυρίων τραπεζῶν καὶ σῖτον ἐμέτρησεν εἰς τρίμηνον.

12.3ἤδη δὲ τῆς ἀρχῆς αὑτοῖς τελευτώσης ἔτυχον μὲν ἐκκλησιάζοντες, ἀνὴρ δέ τις οὐ τῶν ἐπιφανῶν, ἱππεὺς Ῥωμαίων, ἀγροῖκος δὲ τῷ βίῳ καὶ ἰδιώτης, Ὀνότιος Αὐρήλιος, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ προελθὼν ὄψιν διηγεῖτο κατὰ τοὺς ὕπνους αὐτῷ γενομένην. γὰρ Ζεύς, ἔφη, μοι φανεὶς προσέταξεν εἰς κοινὸν εἰπεῖν ὅπως μὴ πρότερον περιίδητε τοὺς ὑπάτους ἀποθέσθαι τὴν ἀρχὴν φίλους γενέσθαι.

12.4ταῦτα λέγοντος τοῦ ἀνθρώπου καὶ τοῦ δήμου διαλλάττεσθαι κελεύοντος, μὲν Πομπήιος ἡσυχίαν ἦγεν ἑστώς, δὲ Κράσσος ἐμβαλὼν τὴν δεξιὰν αὐτῷ πρότερος, οὐδέν εἶπεν, ἄνδρες, οἶμαι, πολῖται, ταπεινὸν πράττειν οὐ δ’ἀνάξιον ἐμαυτοῦ καταρχόμενος εὐνοίας καὶ φιλίας πρὸς Πομπήϊον, ὃν ὑμεῖς μήπω γενειῶντα Μέγαν ἀνηγορεύσατε καὶ μήπω μετέχοντι βουλῆς ἐψηφίσασθε θρίαμβον.

13

13.1 μέν οὖν ὑπατεία τοῦ Κράσσου ταῦτ’ἔσχεν ἄξια μνήμης, δὲ τιμητεία παντάπασιν ἀτελὴς καὶ ἄπρακτος αὐτῷ διῆλθεν, οὔτε γὰρ βουλῆς ἐξέτασιν οὔθ’ἱππέων ἐπίσκεψιν οὔτ’ἀποτίμησιν πολιτῶν ἐποιήσατο, καίτοι συνάρχοντα Ῥωμαίων ἔχοντι τὸν πρᾳότατον Λουτάτιον Κάτλον. ἀλλά φασιν ἐπὶ δεινὸν ὁρμήσαντι τῷ Κράσσῳ πολίτευμα καὶ βίαιον, Αἴγυπτον ποιεῖν ὑποτελῆ Ῥωμαίοις, ἀντιβῆναι τὸν Κάτλον ἐρρωμένως ἐκ δὲ τούτου γενομένης διαφορᾶς ἑκόντας ἀποθέσθαι τὴν ἀρχήν.

13.2ἐν δὲ τοῖς περὶ Κατιλίναν πράγμασι μεγάλοις καὶ μικροῦ δεήσασιν ἀνατρέψαι τὴν Ῥώμην, ἥψατο μέν τις ὑπόνοια τοῦ Κράσσου καὶ προσῆλθεν ἄνθρωπος ὀνομάζων ἀπὸ τῆς συνωμοσίας, οὐδεὶς δὲ ἐπίστευσεν.

13.3ὅμως δ’ Κικέρων ἔν τινι λόγῳ φανερός ἦν Κράσσῳ καὶ Καίσαρι τὴν αἰτίαν προστριβόμενος. ἀλλ’οὗτος μέν λόγος ἐξεδόθη μετὰ τὴν ἀμφοῖν τελευτήν, ἐν δὲ τῷ Περὶ ὑπατείας Κικέρων νύκτωρ φησὶ τὸν Κράσσον ἀφικέσθαι πρὸς αὐτόν ἐπιστολὴν κομίζοντα τὰ περὶ τὸν Κατιλίναν ἐξηγουμένην, ὡς ἤδη βεβαιοῦντα τὴν συνωμοσίαν.

13.4 δ’οὖν Κράσσος ἀεὶ μέν ἐμίσει τὸν Κικέρωνα διὰ τοῦτο, τοῦ δὲ βλάπτειν ἀναφανδὸν ἐμποδὼν εἶχε τὸν υἱόν. γὰρ Πόπλιος ὢν φιλολόγος καὶ φιλομαθὴς ἐξήρτητο τοῦ Κικέρωνος, ὥστε καὶ συμμεταβαλεῖν αὐτῷ τὴν ἐσθῆτα κρινομένῳ καὶ τοὺς ἄλλους νέους ταὐτὰ ποιοῦντας παρασχεῖν. τέλος δὲ τὸν πατέρα πείσας φίλον ἐποίησεν.

14

14.1 δὲ Καῖσαρ ὡς ἐπανῆλθεν ἀπὸ τῆς ἐπαρχίας, παρασκευαζόμενος ὑπατείαν μετιέναι καὶ Κράσσον ὁρῶν καὶ Πομπήιον αὖθις ἐν διαφοραῖς πρὸς ἀλλήλους ὄντας, οὔτε θατέρου δεηθεὶς ἐβούλετο λαβεῖν ἐχθρὸν τὸν ἕτερον, οὔτε μηδετέρου συνεργοῦντος ἤλπιζε κατορθώσειν.

14.2ἔπραττεν οὖν διαλλαγὰς αὐτοῖς προσκείμενος καὶ διδάσκων ὡς καταλύοντες ἀλλήλους αὔξουσι Κικέρωνας καὶ Κάτλους καὶ Κάτωνας, ὧν οὐδεὶς λόγος, ἂν ἐκεῖνοι συνενεγκόντες εἰς ταὐτὸ τὰς φιλίας καὶ τὰς ἑταιρείας ἑνὶ κράτει καὶ μιᾷ γνώμῃ τήν πόλιν ἄγωσιν. πείσας δὲ καὶ διαλλάξας συνήγαγε καὶ συνέστησεν ἐκ τῶν τριῶν ἰσχὺν ἄμαχον, κατέλυσε Ῥωμαίων τήν βουλὴν καὶ τὸν δῆμον, οὐκ ἐκείνους δι’ἀλλήλων μείζονας, ἀλλὰ δι’ἐκείνων ἑαυτὸν μέγιστον ἀπεργασάμενος.

14.3εὐθὺς γὰρ ἀρθεὶς ὑπ’ἀμφοτέρων ὕπατος ἀπεδείχθη λαμπρῶς. ὑπατεύοντι δ’αὐτῷ ψηφισάμενοι στρατευμάτων ἡγεμονίαν καὶ Γαλατίαν ἐγχειρίσαντες ὥσπερ εἰς ἀκρόπολιν κατέστησαν, οἰόμενοι καθ’ἡσυχίαν νεμήσεσθαι τὰ λοιπὰ πρὸς ἀλλήλους ἐκείνῳ βεβαιοῦντες ἣν ἔλαχεν ἀρχήν.

14.4Πομπήιος μὲν οὖν ὑπὸ φιλαρχίας ἀμέτρου ταῦτ’ἔπραττε · τῶν δὲ Κράσσου νοσημάτων τὸ ἀρχαῖον φιλοπλουτία καινὸν ἔρωτα προσλαβοῦσα καὶ ζῆλον ἐπὶ ταῖς Καίσαρος ἀριστείαις τροπαίων καὶ θριάμβων, οἷς γε μόνοις ἐλαττοῦσθαι προὔχοντα τοῖς ἄλλοις, αὐτὸν οὐκ ἀνῆκεν οὐ δ’ἐλώφησε πρὶν εἰς ὄλεθρον ἀκλεῆ καὶ δημοσίας συμφορὰς τελευτῆσαι.

14.5Καίσαρος γὰρ εἰς Λοῦκαν πόλιν ἐκ Γαλατίας καταβάντος ἄλλοιτε πολλοὶ Ῥωμαίων ἀφίκοντο, καὶ Πομπήιος καὶ Κράσσος ἰδίᾳ συγγενόμενοι πρὸς αὐτὸν ἔγνωσαν ἐγκρατέστερον ἔχεσθαι τῶν πραγμάτων καὶ πᾶσαν ὑφ’ἑαυτοῖς ποιεῖσθαι τήν ἡγεμονίαν, Καίσαρος μὲν ἐν τοῖς ὅπλοις μένοντος, ἄλλας δὲ ἐπαρχίας καὶ στρατεύματα Πομπηίου καὶ Κράσσου λαβόντων.

14.6ἐνταῦθα δ’ὁδὸς ἦν μία δευτέρας ὑπατείας αἴτησις ἣν μετιόντων ἐκείνων ἔδει συμπράττειν Καίσαρα, τοῖςτε φίλοις γράφοντα καὶ τῶν στρατιωτῶν πέμποντα πολλοὺς ἀρχαιρεσιάσοντας.

15

15.1ἐπὶ τούτοις οἱ περὶ Κράσσον εἰς Ῥώμην ἐπανελθόντες εὐθὺς ἦσαν ὕποπτοι, καί πολὺς ἐχώρει διὰ πάντων λόγος οὐκ ἐπ’ἀγαθῷ γεγονέναι τὴν σύνοδον αὐτῶν, ἐν δὲ τῇ βουλῇ Μαρκελλίνου καί Δομιτίου Πομπήιον ἐρωτώντων εἰ μέτεισιν ὑπατείαν, ἀπεκρίνατο τυχὸν μὲν μετιέναι, τυχὸν δὲ μὴ μετιέναι · καί πάλιν ἐρωτώμενος ἔφη μετιέναι τοῖς δικαίοις πολίταις, μὴ μετιέναι δὲ τοῖς ἀδίκοις.

15.2τούτου δὲ δόξαντος ὑπερηφάνους ἀποκρίσεις καί τετυφωμένας ποιεῖσθαι μετριώτερον Κράσσος εἶπεν, εἰ τῇ πόλει συμφέρει, μετιέναι τὴν ἀρχήν, εἰ δὲ μή, ποιεῖσθαι. διὸ καί τινες ἐθάρρησαν ὑπατείαν μετελθεῖν, ὧν ἦν καί Δομίτιος. γενομένων δὲ φανερῶν ἐκείνων ἐν ταῖς παραγγελίαις οἱ μὲν ἄλλοι δείσαντες ἀπέστησαν, Δομίτιον δὲ Κάτων οἰκεῖον ὄντα καί φίλον ἐθάρρυνεν ἐγκελευόμενος καί παρορμῶν ἔχεσθαι τῆς ἐλπίδος ὡς ὑπερμαχοῦντα τῆς κοινῆς ἐλευθερίας · οὐ γὰρ ὑπατείας Πομπήιον δεῖσθαι καί Κράσσον, ἀλλὰ τυραννίδος, οὐ δ’ἀρχῆς αἴτησιν, ἀλλ’ἁρπαγὴν ἐπαρχιῶν καί στρατοπέδων εἶναι τὰ πραττόμενα.

15.3ταῦτα δὲ καί λέγων οὕτω καί φρονῶν Κάτων μονονοὺ βίᾳ προῆγεν εἰς ἀγορὰν τὸν Δομίτιον, καί συνίσταντο πολλοὶ πρὸς αὐτούς, καί τὸ θαυμάζον οὐκ ὀλίγον ἦν, τί δὴ δευτέρας οὗτοι χρῄζουσιν ὑπατείας; τί δὲ πάλιν μετ’αλλήλων; τί δ’οὐ μεθ’ἑτέρων; πολλοὶ δ’εἰσὶν ἄνδρες ἡμῖν οὐκ ἀνάξιοι δήπου Κράσσῳ καί Πομπηίῳ συνάρχειν.

15.4ἐκ τούτου δείσαντες οἱ περὶ Πομπήϊον οὐδενὸς ἀπείχοντο τῶν ἀκοσμοτάτων καί βιαιοτάτων, ἀλλὰ πρὸς πᾶσι τοῖς ἄλλοις λόχον ὑφέντες τῷ Δομιτίῳ νυκτὸς ἔτι μετὰ τῶν ἄλλων κατερχομένῳ κτείνουσι μὲν τὸν ἀνέχοντα τὸ φῶς πρὸ αὐτοῦ, συντιτρώκουσι δὲ πολλούς, ὧν ἦν καί Κάτων, τρεψάμενοι δὲ καί κατακλείσαντες εἰς τὴν οἰκίαν ἐκείνους ἀνηγορεύθησαν ὕπατοι ·

15.5καί μετ’οὐ πολὺν χρόνον αὖθις ὅπλοις περισχόντες τὸ βῆμα καί τὸν Κάτωνα τῆς ἀγορᾶς ἐκβαλόντες καί τινας ὑποστάντας ἀποκτείναντες, Καίσαρι μὲν ἄλλην ἐπέδοσαν πενταετίαν τῆς ἀρχῆς, αὑτοῖς δὲ τῶν ἐπαρχιῶν ἐψηφίσαντο Συρίαν καὶ Ἰβηρίας συναμφοτέρας. κληρουμένων δὲ Συρίαν ἔλαχε Κράσσος, τὰ δ’Ἰβηρικὰ Πομπήιος.

16

16.1ἦν δὲ οὐκ ἀκούσιος κλῆρος ἅπασιν. οἵτε γὰρ πολλοὶ Πομπήϊον μὴ μακρὰν εἶναι τῆς πόλεως ἐβούλοντο, καὶ Πομπήϊος ἐρῶν τῆς γυναικὸς αὐτόθι τὰ πολλὰ διατρίβειν ἔμελλε, Κράσσος δὲ ὑπὸ χαρᾶς εὐθὺς ἐκπεσόντι τῷ κλήρῳ καταφανὴς ἦν οὐδὲν εὐτύχημα λαμπρότερον ἑαυτῷ γεγονέναι τοῦ παρόντος ἡγούμενος, ὡς μόλις ἐν ἀλλοτρίοις καὶ πολλοῖς ἡσυχίαν ἄγειν, πρὸς δὲ τοὺς συνήθεις πολλὰ κενὰ καὶ μειρακιώδη λέγειν παρ’ἡλικίαν τὴν ἑαυτοῦ καὶ φύσιν, ἥκιστα κομπαστὴς σοβαρὸς τῷ βίῳ γεγονώς.

16.2τότε δ’ἐπηρμένος κομιδῇ καὶ διεφθαρμένος οὐ Συρίαν οὐ δὲ Πάρθους ὅρον ἐποιεῖτο τῆς εὐπραξίας, ἀλλ’ὡς παιδιὰν ἀποφανῶν τὰ Λουκούλλου πρὸς Τιγράνην καὶ Πομπηΐου πρὸς Μιθριδάτην, ἄχρι Βακτρίων καὶ Ἰνδῶν καὶ τῆς ἔξω θαλάσσης ἀνῆγεν ἑαυτὸν ταῖς ἐλπίσι.

16.3καίτοι τῷ γραφέντι περὶ τούτων νόμῳ Παρθικὸς πόλεμος οὐ προσῆν. ᾔδεσαν δὲ πάντες ὅτι πρὸς τοῦτο Κράσσος ἐπτόηται · καὶ Καῖσαρ ἐκ Γαλατίας ἔγραφεν αὐτῷ τὴν ὁρμὴν ἐπαινῶν καὶ παροξύνων ἐπὶ τὸν πόλεμον. ἐπεὶ δὲ δημαρχῶν Ἀτήιος ἔμελλε πρὸς τὴν ἔξοδον ἐναντιώσεσθαι, καὶ συνίσταντο πολλοὶ χαλεπαίνοντες εἴ τις ἀνθρώποις οὐδὲν ἀδικοῦσιν, ἀλλ’ἐνσπόνδοις, πολεμήσων ἄπεισι, δείσας Κράσσος ἐδεήθη Πομπηΐου παραγενέσθαι καὶ συμπροπέμψαι ·

16.4μέγα γὰρ ἦν ἐκείνου τὸ πρὸς τὸν ὄχλον ἀξίωμα · καὶ τότε παρεσκευασμένους πολλοὺς ἐνίστασθαι καὶ καταβοᾶν ὁρώμενος πρὸ αὐτοῦ φαιδρῷ βλέμματι καὶ προσώπῳ κατεπράυνεν Πομπήιος, ὥσθ’ὑπείκειν σιωπῇ δι’αὐτῶν προϊοῦσιν. δ’Ἀτήιος ἀπαντήσας πρῶτον μὲν ἀπὸ φωνῆς ἐκώλυε καὶ διεμαρτύρετο μὴ βαδίζειν, ἔπειτα τὸν ὑπηρέτην ἐκέλευεν ἁψάμενον τοῦ σώματος κατέχειν.

16.5ἄλλων δὲ δημάρχων οὐκ ἐώντων, μὲν ὑπηρέτης ἀφῆκε τὸν Κράσσον, δ’Ἀτήιος προδραμὼν ἐπὶ τὴν πύλην ἔθηκεν ἐσχαρίδα καιομένην, καὶ τοῦ Κράσσου γενομένου κατ’αὐτήν ἐπιθυμιῶν καὶ κατασπένδων ἀρὰς ἐπηρᾶτο δεινὰς μὲν αὐτὰς καὶ φρικώδεις, δεινοὺς δέ τινας θεοὺς καὶ ἀλλοκότους ἐπ’αὐταῖς καλῶν καὶ ὀνομάζων ταύτας φασὶ Ῥωμαῖοι τὰς ἀρὰς ἀποθέτους καὶ παλαιὰς τοιαύτην ἔχειν δύναμιν ὡς περιφυγεῖν μηδένα τῶν ἐνσχεθέντων αὐταῖς, κακῶς δὲ πράσσειν καὶ τὸν χρησάμενον, ὅθεν οὐκ ἐπὶ τοῖς τυχοῦσιν αὐτὰς οὐ δ’ὑπὸ πολλῶν ἀρᾶσθαι.

16.6καὶ τότ’οὖν ἐμέμφοντο τὸν Ἀτήιον, εἰ δι’ἣν ἐχαλέπαινε τῷ Κράσσῳ πόλιν, εἰς αὐτήν ἀρὰς ἀφῆκε καὶ δεισιδαιμονίαν τοσαύτην.

17

17.1 δὲ Κράσσος εἰς Βρεντέσιον ἦλθεν. ἔτι δ’ἀστατούσης χειμῶσι τῆς θαλάσσης οὐ περιέμεινεν, ἀλλ’ἀνήχθη καὶ συχνὰ τῶν πλοίων ἀπέβαλε, τὴν δ’ἄλλην ἀναλαβὼν δύναμιν ἠπείγετο πεζῇ διὰ Γαλατίας, εὑρὼν δὲ τὸν βασιλέα Δηιόταρον πάνυ μὲν ὄντα γηραιὸν ἤδη, κτίζοντα δὲ νέαν πόλιν, ἐπέσκωψεν εἰπών βασιλεῦ, δωδεκάτης ὥρας οἰκοδομεῖν ἄρχῃ. γελάσας δ’ Γαλάτης ·

17.2ἀλλ’οὐ δ’αὐτός, εἶπεν, αὐτόκρατορ, ὡς ὁρῶ, πρωὶ λίαν ἐπὶ Πάρθους ἐλαύνεις. ἦν δ’ Κράσσος ἑξήκοντα μὲν ἔτη παραλλάττων, πρεσβύτερος δὲ τὴν ὄψιν καθ’ἡλικίαν. ἀφικόμενον δ’αὐτὸν ἐδέξατο τὰ πράγματα τῆς ἐλπίδος ἀξίως τὸ πρῶτον. καὶ γὰρ ἔζευξε ῥᾳδίως τὸν Εὐφράτην καὶ διήγαγε τὸν στρατὸν ἀσφαλῶς, καὶ πόλεις πολλὰς ἐν τῇ Μεσοποταμίᾳ κατέσχεν ἑκουσίως προσθεμένας.

17.3ἐν μιᾷ δ’, ἧς Ἀπολλώνιός ἐτυράννει, στρατιωτῶν ἑκατὸν ἀναιρεθέντων ἐπαγαγὼν τὴν δύναμιν αὐτοῖς καὶ κρατήσας διήρπασε τὰ χρήματα καὶ τοὺς ἀνθρώπους ἀπέδοτο · Ζηνοδοτίαν ἐκάλουν τὴν πόλιν οἱ Ἕλληνες. ἐπὶ ταύτης ἀλούσης δεξάμενος αὐτοκράτωρ ὑπὸ τῆς στρατιᾶς ἀναγορευθῆναι πολλὴν ὦφλεν αἰσχύνην, καὶ ταπεινὸς ἐφάνη καὶ περὶ τὰ μείζονα δύσελπις οὕτω πλεονέκτημα μικρὸν ἠγαπηκώς.

17.4ἐμβαλὼν δὲ φρουρὰς ταῖς προσκεχωρηκυίαις πόλεσιν, ὧν ἀριθμὸς ἧν ἑπτακισχίλιοι πεζοί χίλιοι δ’ἱππεῖς, ἀνεχώρησεν αὐτός ἐν Συρίᾳ διαχειμάσων καὶ δεξόμενος αὐτόθι τὸν υἱόν ἥκοντα παρὰ Καίσαρος ἐκ Γαλατίας αὐτόντε κεκοσμημένον ἀριστείοις καὶ χιλίους ἱππεῖς ἐπιλέκτους ἄγοντα. τοῦτο πρῶτον ἁμαρτεῖν ἔδοξεν Κράσσος μετά γε τὴν στρατείαν αὐτήν μέγιστον ἁμάρτημα τῶν γενομένων, ὅτι πρόσω χωρεῖν δέον ἔχεσθαίτε Βαβυλῶνος καὶ Σελευκείας, δυσμενῶν ἀεὶ Πάρθοις πόλεων, χρόνον ἐνέδωκε τοῖς πολεμίοις παρασκευῆς, ἔπειτα τὰς ἐν Συρίᾳ διατριβὰς ᾐτιῶντο χρηματιστικὰς μᾶλλον οὔσας στρατηγικάς ·

17.5οὐ γὰρ ὅπλων ἀριθμὸν ἐξετάζων οὐ δὲ γυμνασιῶν ποιούμενος ἁμίλλας, ἀλλὰ προσόδους πόλεων ἐκλογιζόμενος καὶ τὰ χρήματα τῆς ἐν Ἱεραπόλει θεοῦ σταθμοῖς καὶ τρυτάναις μεταχειριζόμενος ἐπὶ πολλὰς ἡμέρας, ἐπιγράφων δὲ καὶ δήμοις καὶ δυνάσταις στρατιωτῶν καταλόγους, εἶτ’ἀνιεὶς ἀργύριον διδόντας, ἠδόξει καὶ κατεφρονεῖτο τούτοις.

17.6γίνεται δὲ πρῶτον αὐτῷ σημεῖον ἀπὸ τῆς θεοῦ ταύτης, ἣν οἱ μὲν Ἀφροδίτην, οἱ δὲ Ἥραν, οἱ δὲ τὴν ἀρχὰς καὶ σπέρματα πᾶσιν ἐξ ὑγρῶν παρασχοῦσαν αἰτίαν καὶ φύσιν νομίζουσι, καὶ τὴν πάντων εἰς ἀνθρώπους ἀρχὴν ἀγαθῶν καταδείξασαν. ἐξιόντων γὰρ ἐκ τοῦ ἱεροῦ πρῶτος ἐσφάλη κατὰ τὰς πύλας νεανίας Κράσσος, εἶτ’ἐπ’αὐτῷ περιπεσὼν πρεσβύτερος.

18

18.1ἤδη δὲ τὰς δυνάμεις ἐκ τῶν χειμαδίων συναθροίζοντος αὐτοῦ πρέσβεις ἀφίκοντο παρ’Ἀρσάκου βραχύν τινα λόγον κομίζοντες, ἔφασαν γάρ, εἰ μὲν ὑπὸ Ῥωμαίων στρατὸς ἀπέσταλται, πόλεμον ἄσπονδον εἶναι καί ἀδιάλλακτον, εἰ δὲ τῆς πατρίδος ἀκούσης, ὡς πυνθάνονται, Κράσσος ἰδίων ἕνεκα κερδῶν ὅπλα Πάρθοις ἐπενήνοχε καί χώραν κατείληφε, μετριάζειν Ἀρσάκην καὶ τὸ μὲν Κράσσου γῆρας οἰκτείρειν, ἀφιέναι δὲ Ῥωμαίοις τοὺς ἄνδρας, οὓς ἔχει φρουρουμένους μᾶλλον φρουροῦντας ·

18.2πρὸς ταῦτα Κράσσου κομπάσαντος ὡς ἐν Σελευκείᾳ δώσει τὰς ἀποκρίσεις, γελάσας πρεσβύτατος τῶν πρέσβεων Οὐαγίσης καί τῆς χειρὸς ὑπτίας δείξας τὸ μέσον ἐντεῦθεν, εἶπεν, Κράσσε, φύσονται τρίχες πρότερον σὺ ὄψει Σελεύκειαν. οὗτοι μὲν οὖν ἀπήλαυνον ὡς βασιλέα Ὑρώδην πολεμητέα φράσοντες, ἐκ δὲ τῶν πόλεων ἃς ἐφρούρουν Ῥωμαῖοι τῆς Μεσοποταμίας, παραβόλως τινὲς διεκπεσόντες ἄξια φροντίδων ἀνήγγελλον, αὐτόπται μὲν γεγονότες τοῦτε πλήθους τῶν πολεμίων καί τῶν ἀγώνων ὧν ἠγωνίσαντο προσμαχόμενοι ταῖς πόλεσιν, οἷα δὲ φιλεῖ πάντα πρὸς τὸ δεινότερον ἐξαγγέλλοντες, ὡς ἄφυκτοι μὲν οἱ ἄνδρες διώκοντες, ἄληπτοι δὲ φεύγοντες, βέλη δὲ καινὰ προθέοντα τῆς ὄψεως καί πρὶν ὀφθῆναι τὸν βάλλοντα χωροῦντα διὰ τοῦ προστυχόντος, τῶν δὲ καταφράκτων ὅπλα τὰ μὲν διὰ παντὸς ὠθεῖσθαι, τὰ δὲ πρὸς μηδὲν ἐνδιδόναι πεποιημένα, ταῦτα τῶν στρατιωτῶν ἀκουόντων τὸ θράσος ὑπέπιπτεν.

18.4πεπεισμένοι γὰρ οὐδὲν Ἀρμενίων διαφέρειν Πάρθους οὐ δὲ Καππαδοκῶν, οὓς ἄγων καί φέρων Λούκουλλος ἀπεῖπε, καί τοῦ πολέμου τὸ χαλεπώτατον ἡγούμενοι μακρὰν ὁδὸν ἔσεσθαι καὶ δίωξιν ἀνθρώπων εἰς χεῖρας οὐκ ἀφιξομένων, παρ’ἐλπίδας ἀγῶνα καί κίνδυνον μέγαν προσεδόκων, ὥστε καί τῶν ἐν τέλει τινὰς οἴεσθαι δεῖν ἐπισχόντα τὸν Κράσσον αὖθις ὑπὲρ τῶν ὅλων γνώμην προθέσθαι. τούτων ἦν Κάσσιος ταμίας.

18.5ἡσυχῇ δὲ παρεδήλουν καί οἱ μάντεις ὡς ἀεὶ πονηρὰ σημεῖα καί δυσέκθυτα προφαίνοιτο τῷ Κράσσῳ διὰ τῶν ἱερῶν, ἀλλ’οὔτε τούτοις προσεῖχεν οὔτε τοῖς ἕτερόν τι πλὴν ἐπείγεσθαι παραινοῦσιν.

19

19.1οὐχ ἥκιστα δ’αὐτὸν Ἀρταβάζης Ἀρμενίων βασιλεὺς ἐπέρρωσεν · ἦλθε γὰρ εἰς τὸ στρατόπεδον μεθ’ἑξακισχιλίων ἱππέων. καὶ οὗτοι μὲν ἐλέγοντο φύλακες καὶ προπομποὶ βασιλέως · ἑτέρους δὲ μυρίους ὑπισχνεῖτο καταφράκτους καὶ τρισμυρίους πεζοὺς οἰκοσίτους.

19.2ἔπειθε δὲ Κράσσον ἐμβαλεῖν δι’Ἀρμενίας εἰς τὴν Παρθίαν · οὐ γὰρ μόνον ἐν ἀφθόνοις διάξειν τὴν στρατιὰν αὐτοῦ παρέχοντος, ἀλλὰ καὶ πορεύσεσθαι δι’ἀσφαλείας, ὄρη πολλὰ καὶ λόφους συνεχεῖς καὶ χωρία δύσιππα πρὸς τὴν ἵππον, μόνη Πάρθων ἀλκή, προβαλλόμενον. δὲ τὴν προθυμίαν αὐτοῦ καὶ τὴν λαμπρότητα τῆς βοηθείας μετρίως ἠγάπησε, βαδιεῖσθαι δ’ἔφη διὰ Μεσοποταμίας, ὅπου πολλοὺς καὶ ἀγαθοὺς Ῥωμαίων ἄνδρας ἀπέλιπεν.

19.3 μὲν οὖν Ἀρμένιος ἐπὶ τούτοις ἀπήλαυνεν. τῷ δὲ Κράσσῳ διαβιβάζοντι τὴν στρατιὰν κατὰ τὸ Ζεῦγμα πολλαὶ μὲν ὑπερφυεῖς βρονταὶ περιερρήγνυντο, πολλὰ δὲ καὶ ἤστραπτεν ἐναντία τῷ στρατῷ, πνεῦμα δὲ νέφει καὶ πρηστῆρι μεμιγμένον ἐρεῖσαν αὐτοῦ κατὰ τῆς σχεδίας ἀνέρρηξε πολλὰ καὶ συνέτριψεν ·

19.4ἐβλήθη δὲ καὶ κεραυνοῖς δυσὶν χῶρος οὗ στρατοπεδεύειν ἔμελλεν. ἵππος δὲ τῶν στρατηγικῶν ἐπιφανῶς κεκοσμημένος βίᾳ συνεπισπάσας τὸν ἡνίοχον εἰς τὸ ῥεῖθρον ὑποβρύχιος ἠφανίσθη. λέγεται δὲ καὶ τῶν ἀετῶν πρῶτος ἀρθεὶς ἀπὸ ταὐτομάτου μεταστραφῆναι.

19.5πρὸς δὲ τούτοις συνέπεσε μετὰ τὴν διάβασιν μετρουμένοις τὰ ἐπιτήδεια τοῖς στρατιώταις πρῶτα πάντων δοθῆναι φακοὺς καὶ ἃλας, νομίζουσι Ῥωμαῖοι πένθιμα καὶ προτίθενται τοῖς νέκυσιν, αὐτοῦτε Κράσσου δημηγοροῦντος ἐξέπεσε φωνή δεινῶς συγχέασα τὸν στρατόν. ἔφη γὰρ τὸ ζεῦγμα τοῦ ποταμοῦ διαλύειν ὅπως μηδεὶς αὐτῶν ἐπανέλθῃ. καὶ δέον, ὡς ᾔσθετο τοῦ ῥήματος τὴν ἀτοπίαν, ἀναλαβεῖν καὶ διασαφῆσαι πρὸς τοὺς ἀποδειλιῶντας τὸ εἰρημένον, ἠμέλησεν ὑπὸ αὐθαδείας.

19.6τέλος δὲ τὸν εἰθισμένον καθαρμὸν ἐσφαγιάζετο, καὶ τὰ σπλάγχνα τοῦ μάντεως αὐτῷ προσδόντος ἐξέβαλε τῶν χειρῶν ἐφ’ καὶ μάλιστα δυσχεραίνοντας ἰδὼν τοὺς παρόντας ἐμειδίασε καὶ τοιοῦτον, ἔφη, τὸ γῆρας · ἀλλὰ τῶν γε ὅπλων οὐδὲν ἂν ἐκφύγοι τὰς χεῖρας.

20

20.1ἐκ τούτου παρὰ τὸν ποταμόν ἐξήλαυνεν ἑπτὰ μὲν ἔχων ὁπλιτῶν τάγματα καὶ τετρακισχιλίων ὀλίγον ἀποδέοντας ἱππεῖς, ψιλοὺς δὲ τοῖς ἱππεῦσι παραπλησίους, τῶν δὲ προδρόμων τινὲς ἀπὸ σκοπιᾶς ἐπανελθόντες ἤγγελλον ἀνθρώπων μὲν ἔρημον εἶναι τὴν χώραν, ἵππων δ’ἐντετυχηκέναι πολλῶν ἴχνεσιν οἷον ἐκ μεταβολῆς ὀπίσω διωκομένων, ὅθεν αὐτόςτε Κράσσος ἔτι μᾶλλον εὔελπις ἦν, καὶ τοῖς στρατιώταις παντάπασι τῶν Πάρθων παρέστη καταφρονεῖν, ὡς οὐκ ἀφιξομένων εἰς χεῖρας, ὅμως δ’οἱ περὶ Κάσσιον αὖθις διελέγοντο τῷ Κράσσῳ, καὶ παρῄνουν μάλιστα μὲν ἐν πόλει τινὶ τῶν φρουρουμένων ἀναλαβεῖν τὴν δύναμιν, ἄχρι οὗ τι πύθηται περὶ τῶν πολεμίων βέβαιον, εἰ δὲ μή, χωρεῖν ἐπὶ Σελευκείας παρὰ τὸν ποταμόν εὐπορίαν γὰρ τὰ σιτηγὰ τῆς ἀγορᾶς παρέξειν ἅμα συγκαταίροντα πρὸς τὸ στρατόπεδον, καὶ φύλακα τοῦ μὴ κυκλωθῆναι τὸν ποταμόν ἔχοντας ἀπ’ἴσης ἀεὶ πρὸς ἐναντίους μαχεῖσθαι τοὺς πολεμίους.

21

21.1ταῦτα τοῦ Κράσσου διασκοποῦντος ἔτι καὶ βουλευομένου παραγίνεται φύλαρχος Ἀράβων, Ἀριάμνης ὄνομα, δολερὸς καὶ παλίμβολος ἀνὴρ καὶ πάντων ὅσα συνήνεγκεν εἰς ὄλεθρον τύχη κακὰ, μέγιστον αὐτοῖς καὶ τελειότατον γενόμενος ·

21.2τοῦτον δ’ᾔδεσαν ἔνιοι τῶν Πομπηΐῳ συνεστρατευμένων ἀπολαύσαντά τι τῆς ἐκείνου φιλανθρωπίας καὶ δόξαντα φιλορρώμαιον εἶναι · τότε δ’ὑφεῖτο τῷ Κράσσῳ μετὰ γνώμης τῶν βασιλέως στρατηγῶν, εἰ δύναιτο παρατρέψας αὐτὸν ἀπωτάτω τοῦ ποταμοῦ καὶ τῶν ὑπωρειῶν εἰς πεδίον ἐκβαλεῖν ἀχανὲς καὶ περιελαυνόμενον. πάντα γὰρ διενοοῦντο μᾶλλον κατὰ στόμα προσφέρεσθαι Ῥωμαίοις.

21.3ἐλθὼν οὖν πρὸς τὸν Κράσσον βάρβαρος ἦν δὲ καὶ πιθανὸς εἰπεῖν Πομπήϊον μὲν ὡς εὐεργέτην ἐπῄνει, Κράσσον δὲ, τῆς δυνάμεως μακαρίσας ἐμέμφετο τῆς διατριβῆς μέλλοντα καὶ παρασκευαζόμενον, ὥσπερ ὅπλων αὐτῷ δεῆσον, οὐ χειρῶν οὐ δὲ ποδῶν τῶν ταχίστων ἐπ’ἀνθρώπους οἳ πάλαι ζητοῦσιν ἁρπάσαντες τὰ τιμιώτατα τῶν χρημάτων καὶ σωμάτων εἰς Σκύθας Ὑρκανοὺς ἀναπτέσθαι.

21.4καίτοι μάχεσθαι μέλλοντας, ἔφη, σπεύδειν ἔδει, πρὶν ἅπασαν ἐν ταὐτῷ γενέσθαι τὴν δύναμιν ἀναθαρσήσαντος βασιλέως · ἐπεὶ νῦν γε Σουρήνας ὑμῖν προβέβληται καὶ Σιλλάκης ἐφ’αὑτοὺς ἀναδεξάμενοι τὴν δίωξιν, δ’οὐδαμῇ φανερός ἐστιν.

21.5ταῦτα δὲ ἦν ψευδῆ πάντα, διχῇ γὰρ εὐθὺς Ὑρώδης διελὼν τὴν δύναμιν αὐτὸς μὲν Ἀρμενίαν ἐπόρθει τιννύμενος Ἀρταουάσδην, Σουρήναν δ’ἀφῆκεν ἐπὶ Ῥωμαίους, οὐχ ὑπερφροσύνῃ χρώμενος, ὡς ἔνιοί φασιν · οὐ γὰρ ἦν τοῦ αὐτοῦ Κράσσον μὲν ἀπαξιοῦν ἀνταγωνιστήν, ἄνδρα Ῥωμαίων πρῶτον, Ἀρταουάσδῃ δὲ προσπολεμεῖν καὶ ταῖς Ἀρμενίων ἐπιόντα κώμαις ἐξαιρεῖν ἀλλὰ καὶ πάνυ δοκεῖ καταδείσας τὸν κίνδυνον αὐτὸς μὲν ἐφεδρεύειν καὶ καραδοκεῖν τὸ μέλλον, Σουρήναν δὲ προκαθεῖναι πειρασόμενον μάχης καὶ περιέλξοντα τοὺς πολεμίους.

21.6οὐ δὲ γὰρ ἦν τῶν τυχόντων Σουρήνας, ἀλλὰ πλούτῳ μὲν καὶ γένει καὶ δόξῃ μετὰ βασιλέα δεύτερος, ἀνδρείᾳ δὲ καὶ δεινότητι τῶν καθ’αὑτὸν ἐν Πάρθοις πρῶτος ἔτι δὲ μεγέθει καὶ κάλλει σώματος ὡς οὐδεὶς ἕτερος, ἐξήλαυνε δὲ καθ’ἑαυτὸν ἀεὶ χιλίαις σκευοφορούμενος καμήλοις, καὶ διακοσίας ἀπήνας ἐπήγετο παλλακίδων, ἱππεῖς δὲ κατάφρακτοι χίλιοι, πλείονες δὲ τῶν κούφων παρέπεμπον, εἶχε δὲ τοὺς σύμπαντας ἱππεῖς ὁμοῦ πελάταςτε καὶ δούλους μυρίων οὐκ ἀποδέοντας.

21.7κατὰ γένος μὲν οὖν ἐξ ἀρχῆς ἐκέκτητο βασιλεῖ γενομένῳ Πάρθων ἐπιτιθέναι τὸ διάδημα πρῶτος, Ὑρώδην δὲ τοῦτον αὐτὸν ἐξεληλαμένον εἰς Πάρθους κατήγαγε, καὶ Σελεύκειαν αὐτῷ τὴν μεγάλην εἷλε πρῶτος ἐπιβὰς τοῦ τείχους καὶ τρεψάμενος ἰδίᾳ χειρὶ τοὺς ἀντιστάντας. οὔπω δὲ γεγονὼς ἔτη τριάκοντα κατ’ἐκεῖνον τὸν χρόνον εὐβουλίας καὶ συνέσεως δόξαν εἶχε μεγίστην, οἷς οὐχ ἥκιστα καὶ τὸν Κράσσον ἔσφηλε, διὰ θάρσος καὶ φρόνημα πρῶτον, εἶτα ὑπὸ δέους καὶ συμφορῶν ταῖς ἀπάταις εὐχείρωτον γενόμενον.

22

22.1τότ’οὖν βάρβαρος, ὡς ἔπεισεν αὐτόν, ἀποσπάσας τοῦ ποταμοῦ διὰ μέσων ἦγε τῶν πεδίων ὁδὸν ἐπιεικῆ καὶ κούφην τὸ πρῶτον, εἶτα μοχθηράν, ἄμμου βαθείας ὑποδεχομένης καὶ πεδίων ἀδένδρων καὶ ἀνύδρων καὶ πρὸς οὐδὲν οὐδαμῇ πέρας ἐφικτὸν αἰσθήσει παυομένων, ὥστε μὴ μόνον δίψει καὶ χαλεπότητι τῆς πορείας ἀπαγορεύειν, ἀλλὰ καὶ τὸ τῆς ὄψεως ἀπαραμύθητον ἀθυμίαν παρέχειν οὐ φυτὸν ὁρῶσιν, οὐ ῥεῖθρον, οὐ προβολὴν ὄρους καθιέντος, οὐ πόαν διαβλαστάνουσαν, ἀλλ’ἀτεχνῶς πελάγιόν τι χεῦμα θινῶν τινων ἐρήμων περιεχόντων τὸν στρατόν.

22.2ἦν μὲν οὖν καὶ ἀπὸ τούτων δόλος ὕποπτος · ἐπεὶ δὲ καὶ παρὰ Ἀρταουάσδου τοῦ Ἀρμενίου παρῆσαν ἄγγελοι φράζοντες ὡς πολλῷ συνέχοιτο πολέμῳ ῥυέντος ἐπ’αὐτὸν Ὑρώδου, καὶ πέμπειν μὲν ἐκείνῳ βοήθειαν οὐ δύναται, παραινεῖ δὲ Κράσσῳ μάλιστα μὲν ἐκεῖ τραπέσθαι καὶ γενόμενον μετ’Ἀρμενίων ὁμοῦ διαγωνίσασθαι πρὸς τὸν Ὑρώδην, εἰ δὲ μή, πορεύεσθαι καὶ στρατοπεδεύειν ἀεὶ τὰ ἱππάσιμα φεύγοντα καὶ προσχωροῦντα τοῖς ὀρεινοῖς, Κράσσος μὲν οὐδὲν ἀντιγράψας ὑπ’ὀργῆς καὶ σκαιότητος ἀπεκρίνατο νῦν μὲν Ἀρμενίοις μὴ σχολάζειν, αὖθις δ’ἀφίξεσθαι δίκην ἐπιθήσων Ἀρταουάσδῃ τῆς προδοσίας.

22.4οἱ δὲ περὶ Κάσσιον αὖθις ἠγανάκτουν, καὶ Κράσσον μὲν ἀχθόμενον αὐτοῖς ἐπαύσαντο νουθετοῦντες, ἰδίᾳ δὲ τὸν βάρβαρον ἐλοιδόρουν · τίς σε δαίμων πονηρός, κάκιστε ἀνθρώπων, ἤγαγε πρὸς ἡμᾶς; τίσι δὲ φαρμάκοις καὶ γοητείαις ἔπεισας Κράσσον εἰς ἐρημίαν ἀχανῆ καὶ βύθιον ἐκχέαντα τὴν στρατιὰν ὁδὸν ὁδεύειν Νομάδι λῃστάρχῃ μᾶλλον Ῥωμαίων αὐτοκράτορι προσήκουσας;

22.5 δὲ βάρβαρος ἀνὴρ ὢν ποικίλος ἐκείνους μὲν ὑποπίπτων ἐθάρρυνε καὶ παρεκάλει μικρὸν ἔτι καρτερῆσαι, τοὺς δὲ στρατιώτας ἅμα συμπαραθέων καὶ παραβοηθῶν ἐπέσκωπτε μετὰ γέλωτος · ὑμεῖς δὲ διὰ Καμπανίας ὁδεύειν οἴεσθε κρήνας καὶ νάματα καὶ σκιὰς καὶ λουτρὰ δηλαδὴ καὶ πανδοκεῖα ποθοῦντες; οὐ μέμνησθε δὲ τὴν Ἀράβων διεξιόντες καὶ Ἀσσυρίων μεθορίαν;

22.6οὕτω μὲν βάρβαρος διεπαιδαγώγησε τοὺς Ῥωμαίους, καὶ πρὶν γενέσθαι φανερὸς ἐξαπατῶν ἀφίππευσεν, οὐ λαθὼν τὸν Κράσσον, ἀλλὰ καὶ τοῦτο πείσας, ὡς ὑπεργάσεται καὶ διαταράξει τὰ τῶν πολεμίων.

23

23.1λέγεται δὲ τῆς ἡμέρας ἐκείνης τὸν Κράσσον οὐχ ὥσπερ ἔθος ἐστὶ Ῥωμαίων στρατηγοῖς ἐν φοινικίδι προελθεῖν, ἀλλ’ἐν ἱματίῳ μέλανι, καὶ τοῦτο μὲν εὐθὺς ἀλλάξαι προνήσαντα, τῶν δὲ σημαιῶν ἐνίας μόλις ὥσπερ πεπηγυίας πολλὰ παθόντας ἀνελέσθαι τοὺς φέροντας.

23.2ὧν Κράσσος καταγελῶν ἐπετάχυνε τὴν πορείαν, προσβιαζόμενος ἀκολουθεῖν τὴν φάλαγγα τοῖς ἱππεῦσι, πρίν γε δὴ τῶν ἐπὶ κατασκοπὴν ἀποσταλέντων ὀλίγοι προσπελάσαντες ἀπήγγειλαν ἀπολωλέναι τοὺς ἄλλους ὑπὸ τῶν πολεμίων, αὐτοὺς δὲ μόλις ἐκφυγεῖν, ἐπιέναι δὲ μαχουμένους πλήθει πολλῷ καὶ θάρσει τοὺς ἄνδρας, ἅπαντες μὲν οὖν ἐθορυβήθησαν, δὲ Κράσσος ἐξεπλάγη παντάπασι καὶ διὰ σπουδῆς οὐ πάνυ καθεστηκὼς παρέταττε, πρῶτον μέν, ὡς οἱ περὶ Κάσσιον ἠξίουν, ἀραιὰν τὴν φάλαγγα τῶν ὁπλιτῶν ἐπὶ πλεῖστον ἀνάγων τοῦ πεδίου πρὸς τὰς κυκλώσεις, τοὺς δ’ἱππεῖς διανέμων τοῖς κέρασιν ἔπειτα μετέδοξε, καὶ συναγαγὼν ἀμφίστομον ἐποίησε καὶ βαθὺ πλινθίον ἐν δώδεκα σπείραις προερχομένης τῶνπλευρῶν ἑκάστης, παρὰ δὲ σπεῖραν ἴλην ἱππέων ἔταξεν, ὡς μηδὲν ἔχοι μέρος ἐνδεὲς ἱππικῆς βοηθείας, ἀλλὰ πανταχόθεν ὁμαλῶς προσφέροιτο πεφραγμένος.

23.4τῶν δὲ κεράτων τὸ μὲν Κασσίῳ, τὸ δὲ τῷ νέῳ Κράσσῳ παρέδωκεν, αὐτὸς δ’εἰς μέσον κατέστη. καὶ προάγοντες οὕτως ἐπὶ ῥεῖθρον ἦλθον καλεῖται Βάλισσος, οὐ πολὺ μὲν ἄλλως οὐ δὲ ἄφθονον, ἀσμένοις δὲ τότε τοῖς στρατιώταις φανὲν ἐν αὐχμῷ καὶ καύματι καὶ παρὰ τὴν ἄλλην ἐπίπονον καὶ ἄνυδρον πορείαν.

23.5οἱ μὲν οὖν πλεῖστοι τῶν ἡγεμόνων ᾤοντο δεῖν ἐνταῦθα καταυλισαμένους καὶ νυκτερεύσαντας καὶ πυθομένους, ἐφ’ὅσον οἷόντε, πλῆθος καὶ τάξιν τῶν πολεμίων, ἅμ’ἡμέρᾳ χωρεῖν ἐπ’αὐτούς · Κράσσος δὲ τῷ παιδὶ καὶ τοῖς περὶ αὐτὸν ἱππεῦσιν ἐγκελευομένοις ἄγειν καὶ συνάπτειν ἐπαρθείς ἐκέλευσεν ἑστῶτας ἐν τάξει φαγεῖν καὶ πιεῖν τοὺς δεομένους.

23.6καὶ πρὶν τοῦτο διὰ πάντων γενέσθαι καλῶς, ἦγεν οὐ σχέδην οὐ δ’ὡς ἐπὶ μάχην διαναπαύων, ἀλλ’ὀξείᾳ καὶ συντόνῳ χρώμενος τῇ πορείᾳ μέχρι οὗ κατώφθησαν οἱ πολέμιοι, παρὰ δόξαν οὔτε πολλοὶ φανέντες οὔτε σοβαροὶ τοῖς Ῥωμαίοις. τὸ μὲν γὰρ πλῆθος ὑπέστειλε τοῖς προτάκτοις Σουρήνας, τὴν δὲ λαμπρότητα κατέκρυβε τῶν ὅπλων ἱμάτια καὶ διφθέρας προίσχεσθαι κελεύσας. ὡς δ’ἐγγὺς ἐγένοντο καὶ σημεῖον ἤρθη παρὰ τοῦ στρατηγοῦ, πρῶτον μὲν ἐπίμπλαντο φθογγῆς βαρείας καὶ βρόμου φρικώδους τὸ πεδίον.

23.7Πάρθοι γὰρ οὐ κέρασιν οὐ δὲ σάλπιγξιν ἐποτρύνουσιν ἑαυτοὺς εἰς μάχην, ἀλλὰ ῥόπτρα βυρσοπαγῆ καὶ κοῖλα περιτείναντες ἠχείοις χαλκοῖς ἅμα πολλαχόθεν ἐπιδουποῦσι, τὰ δὲ φθέγγεται βύθιόν τι καὶ δεινόν, ὠρυγῇ θηριώδει καὶ τραχύτητι βροντῆς μεμιγμένον, εὖ πως συνεωρακότες ὅτι τῶν αἰσθητηρίων ἀκοὴ ταρακτικώτατόν ἐστὶ τῆς ψυχῆς καὶ τὰ περὶ ταύτην πάθη τάχιστα κινεῖ καὶ μάλιστα ἐξίστησι τὴν διάνοιαν.

24

24.1ἐκπεπληγμένων δὲ τῶν Ῥωμαίων διὰ τὸν ἦχον, ἐξαίφνης τὰ προκαλύμματα τῶν ὅπλων καταβαλόντες ὤφθησαν αὐτοίτε φλογοειδεῖς κράνεσι καὶ θώραξι, τοῦ Μαργιανοῦ σιδήρου στίλβοντος ὀξὺ καὶ περιλαμπές, οἵθ’ἵπποι καταπεφραγμένοι χαλκοῖς καὶ σιδηροῖς σκεπάσμασιν, δὲ Σουρήνας μέγιστος καὶ κάλλιστος αὐτός, τῇ δὲ κατ’ἀνδρείαν δόξῃ τὴν θηλύτητα τοῦ κάλλους οὐκ ἐοικώς, ἀλλὰ Μηδικώτερον ἐσκευασμένος ἐντρίμμασι προσώπου καὶ κόμης διακρίσει, τῶν ἄλλων Πάρθων ἔτι Σκυθικῶς ἐπὶ τὸ φοβερὸν τῷ ἀνασίλλῳ κομώντων.

24.3καὶ πρῶτον μὲν διενοοῦντο τοῖς κοντοῖς εἰσελαύνοντες ὠθεῖν καὶ βιάζεσθαι τοὺς προτάκτους · ὡς δ’ἑώρων τότε βάθος τοῦ συνασπισμοῦ καὶ τῶν ἀνδρῶν τὸ μόνιμον καὶ παρεστηκός, ἀνῆγον ὀπίσω καὶ σκίδνασθαι δοκοῦντες ἅμα καὶ διαλύειν τὴν τάξιν ἐλάνθανον ἐν κύκλῳ περιβάλλοντες τὸ πλινθίον αὐτῶν.

24.4Κράσσου δὲ τοὺς ψιλοὺς ἐκδραμεῖν κελεύσαντος, οὗτοι μὲν οὐ πολὺ προῆλθον, ἀλλὰ πολλοῖς τοξεύμασιν ἐντυχόντες ταχὺ καὶ συμπαρέντες αὖθις ἐνεδύοντο τοῖς ὁπλίταις, καὶ παρεῖχον ἀκοσμίας ἀρχὴν καὶ δέους, ὁρῶσι τὸν τόνον τῶν ὀιστῶν καὶ τὴν ῥώμην ὅπλατε ῥηγνύντων καὶ διὰ παντὸς φερομένων ὁμοίως ἀντιτύπου καὶ μαλακοῦ στεγάσματος.

24.5οἱ δὲ Πάρθοι διαστάντες ἐκ μήκους ἤρξαντο τοξεύειν ἅμα πανταχόθεν, οὐ τὴν ἀκριβῆ τοξείαν γὰρ συνέχεια καὶ πυκνότης τῶν Ῥωμαίων οὐ δὲ τῷ βουλομένῳ διαμαρτάνειν ἀνδρὸς παρεῖχεν, εὐτόνους δὲ τὰς πληγὰς καὶ βιαίους διδόντες ἀπὸ τόξων κραταιῶν καὶ μεγάλων καὶ τῇ σκολιότητι τῆς καμπῆς ἠναγκασμένον τὸ βέλος ἀποστελλόντων.

24.6ἦν οὖν αὐτόθεν ἤδη μοχθηρὰ τὰ Ῥωμαίων · καὶ γὰρ μένοντες ἐν τάξει συνετιτρώσκοντο, καὶ χωρεῖν ὁμόσε πειρώμενοι τοῦ μὲν ποιεῖν ἴσον ἀπεῖχον, ὁμοίως δ’ἔπασχον. ὑπέφευγον γὰρ ἅμα βάλλοντες οἱ Πάρθοι, καὶ τοῦτο κράτιστα ποιοῦσι μετὰ Σκύθας · καὶ σοφώτατόν ἐστιν ἀμυνομένους ἔτι σῴζεσθαι καὶ τῆς φυγῆς ἀφαιρεῖν τὸ αἰσχρόν.

25

25.1ἄχρι μὲν οὖν ἤλπιζον αὐτοὺς ἐκχεαμένους τὰ βέλη σχήσεσθαι μάχης συνάψειν εἰς χεῖράς, ἐκαρτέρουν · ὡς δ’ἔγνωσαν ὅτι πολλαὶ κάμηλοι παρεστᾶσι τοξευμάτων πλήρεις, ἀφ’ὧν περιελαύνοντες οἱ πρῶτοι λαμβάνουσιν, οὐδὲν πέρας ὁρῶν Κράσσος ἠθύμει, καὶ σκοπεῖν ἐκέλευεν, ἀγγέλους πέμψας πρὸς τὸν υἱόν, ὅπως προσμῖξαι βιάσεται τοῖς ἐναντίοις πρὶν κυκλωθῆναι. μάλιστα γὰρ ἐκείνῳ προσέπιπτον καὶ περιίππευον τὸ κέρας ὡς κατὰ νώτου γενησόμενοι.

25.2λαβὼν οὖν νεανίας ἱππεῖςτε χιλίους τριακοσίους, ὧν οἱ χίλιοι παρὰ Καίσαρος ἦσαν, καὶ τοξότας πεντακοσίους καὶ τῶν ἔγγιστα θυρεοφόρων ὀκτὼ σπείρας συνήγαγεν εἰς ἐμβολήν. τῶν δὲ Πάρθων οἱ περιελαύνοντες, εἴτε τέλμασιν ἐντυχόντες, ὡς ἔνιοί φασιν, εἴτε λαβεῖν τὸν Κράσσον ἀπωτάτω τοῦ πατρὸς στρατηγοῦντες, ὀπίσω στρέψαντες ἐδίωκον.

25.3 δὲ βοήσας ὡς οὐ μένουσιν οἱ ἄνδρες, ἤλαυνε, καὶ σὺν αὐτῷ Κηνσωρῖνόςτε καὶ Μεγάβακχος, μὲν εὐψυχίᾳ καὶ ῥώμῃ διαφέρων, Κηνσωρῖνος δὲ βουλευτικὸν ἔχων ἀξίωμα καὶ δεινὸς εἰπεῖν, ἑταῖροι δὲ Κράσσου καὶ παραπλήσιοι καθ’ἡλικίαν. , ἐπισπομένων δὲ τῶν ἱππέων οὐ δὲ τὸ πεζὸν ἀπελείπετο προθυμίᾳ καὶ χαρᾷ τῆς ἐλπίδος · νικᾶν γὰρ ᾤοντο καὶ διώκειν, ἄχρι οὗ πολὺ προελθόντες ᾔσθοντο τὴν ἀπάτην, μεταβαλλομένων ἅμα τῶν φεύγειν δοκούντων καὶ πλειόνων ἄλλων ἐπιφερομένων.

25.4ἐνταῦθα ἔστησαν, οἰόμενοι συνάψειν αὐτοῖς εἰς χεῖράς ὀλίγοις οὖσι τοὺς πολεμίους, οἱ δὲ τοὺς καταφράκτους προτάξαντες ἐναντίους τοῖς Ῥωμαίοις, τὴν δ’ἄλλην ἵππον ἄτακτον περὶ αὐτοὺς ἐλαύνοντες, καὶ συνταράττοντες τὸ πεδίον, ἀνίστασαν ἐκ βυθοῦ θῖνας ἄμμου κονιορτὸν ἐπαγούσας ἄπλετον, ὡς μήτε διορᾶν ῥᾳδίως μήτε φθέγγεσθαι τοὺς Ῥωμαίους, εἱλουμένους δὲ ἐν ὀλίγῳ καὶ συμπίπτοντας ἀλλήλοις βάλλεσθαι καὶ ἀποθνῄσκειν οὐ ῥᾴδιον οὐ δ’ὀξὺν θάνατον, ἀλλ’ὑπὸ σπασμοῦ καὶ ὀδύνης δυσανασχετοῦντας καὶ κυλινδουμένους περὶ τοῖς ὀιστοῖς ἐναποθραύειν τοῖς τραύμασι, βίᾳτε πειρωμένους ἐξέλκειν ἠγκιστρωμένας ἀκίδας καὶ δεδυκυίας διὰ φλεβῶν καὶ νεύρων προσαναρρηγνύναι καὶ λυμαίνεσθαι σφᾶς αὐτούς.

25.6οὕτω δὲ πολλῶν ἀποθνῃσκόντων ἄπρακτοι καὶ οἱ ζῶντες ἦσαν πρὸς ἀλκήν · καὶ τοῦ Ποπλίου παρακαλοῦντος ἐμβαλεῖν εἰς τὴν κατάφρακτον, ἐπεδείκνυσαν ἑαυτῶν χεῖράςτε θυρεοῖς πεπερονημένας καὶ πόδας διαμπὰξ προσεληλαμένους πρὸς τοὔδαφος, ὥστε καὶ πρὸς φυγὴν ἀμηχάνους εἶναι καὶ πρὸς ἄμυναν.

25.7αὐτὸς οὖν τοὺς ἱππεῖς παρορμήσας προσέβαλε μὲν ἐρρωμένως καὶ συνῆψε τοῖς ἀνδράσιν, ἦν δὲ ἄνισος ἔντε ταῖς πληγαῖς καὶ τῷ φυλάττεσθαι, παίων μὲν ἀσθενέσι καὶ μικροῖς δορατίοις θώρακας ὠμοβύρσους καὶ σιδηροῦς, παιόμενος δὲ κοντοῖς εἰς εὐσταλῆ καὶ γυμνὰ σώματα τῶν Γαλατῶν τούτοις γὰρ ἐθάρρει μάλιστα, καὶ μετὰ τούτων ἔργα θαυμαστὰ διεπράττετο.

25.8τῶντε γὰρ κοντῶν ἐπελαμβάνοντο, καὶ συμπλεκόμενοι τοὺς ἄνδρας ἀπὸ τῶν ἵππων ἐώθουν τῇ βαρύτητι τοῦ ὁπλισμοῦ δυσκινήτους ὄντας, πολλοὶ δὲ τοὺς ἑαυτῶν ἀπολείποντες ἵππους καὶ ὑποδυόμενοι τοῖς ἐκείνων ἔτυπτον εἰς τὰς γαστέρας · οἱ δ’ἀνεσκίρτων ὑπ’ὀδύνης, καὶ συμπατοῦντες ἐν ταὐτῷ τοὺς ἐπιβάτας καὶ τοὺς πολεμίους ἀναπεφυρμένους ἀπέθνῃσκον.

25.9ἐπίεζε δὲ τοὺς Γαλάτας μάλιστα τότε θάλπος καὶ τὸ δίψος, ἀμφοτέρων ἀήθεις ὄντας · καὶ τῶν ἵππων ἀπολώλεισαν οἱ πλεῖστοι πρὸς ἐναντίους ἐλαυνόμενοι τοὺς κοντούς, ἐβιάσθησαν οὖν ἀναχωρῆσαι πρὸς τοὺς ὁπλίτας, ἔχοντες τὸν Πόπλιον ὑπὸ τραυμάτων ἤδη κακῶς διακείμενον. ἰδόντες δὲ θῖνα βουνώδη πλησίον ἐχώρουν ἐπ’αὐτήν, καὶ τοὺς μὲν ἵππους ἐν μέσῳ κατέδησαν, ἔξωθεν δὲ τοῖς θυρεοῖς συγκλείσαντες ᾤοντο ῥᾷον ἀμυνεῖσθαι τοὺς βαρβάρους, ἀπέβαινε δὲ τοὐναντίον, ἐν μὲν γὰρ τῷ ὁμαλῷ τοῖς ὄπισθεν ἁμῶς γέ πως παρέχουσιν οἱ πρότακτοι ῥᾳστώνην, ἐκεῖ δ’ἄλλον ὑπὲρ ἄλλον διὰ τὴν ἀνωμαλίαν ἀνέχοντος τοῦ χωρίου καὶ μᾶλλον ἀεὶ τὸν κατόπιν ἐξαίροντος, οὐδὲν ἦν τὸ διαφεῦγον, ἀλλ’ἐβάλλοντο πάντες ὁμαλῶς, ὀδυρόμενοι τὴν ἀκλεῆ καὶ ἄπρακτον αὑτῶν τελευτήν.

25.11ἦσαν δὲ περὶ τὸν Πόπλιον ἄνδρες Ἕλληνες δύο τῶν αὐτόθι κατοικούντων ἐν Κάρραις, Ἱερώνυμος καὶ Νικόμαχος, οἱ συνέπειθον αὐτὸν ὑπεξελθεῖν μετ’αὑτῶν καὶ διαφεύγειν εἰς Ἴχνας, πόλιν ᾑρημένην τὰ Ῥωμαίων καὶ οὐ μακρὰν οὖσαν. δὲ φήσας οὐδένα δεινὸν οὕτως ἔσεσθαι θάνατον ὃν φοβηθεὶς Πόπλιος ἀπολείψει τοὺς ἀπολλυμένους δι’αὑτόν, ἐκείνους μὲν ἐκέλευσε σῴζεσθαι καὶ δεξιωσάμενος ἀπέλυσεν, αὐτὸς δὲ τῇ χειρὶ χρήσασθαι μὴ δυνάμενος διελήλατο γὰρ βέλει, τὸν ὑπασπιστὴν ἐκέλευσε πατάξαι τῷ ξίφει, παρασχὼν τὸ πλευρόν.

25.12ὁμοίως δὲ καὶ Κηνσωρῖνον ἀποθανεῖν λέγουσιν · Μεγάβακχος δ’αὐτὸς αὑτὸν διεχρήσατο, καὶ τῶν ἄλλων οἱ δοκιμώτατοι. τοὺς δ’ὑπολελειμμένους ἀναβαίνοντες οἱ Πάρθοι τοῖς κοντοῖς διήλαυνον μαχομένους · ζῶντας δ’οὐ πλείονας ἁλῶναι φασι πεντακοσίων, τὰς δὲ κεφαλὰς τῶν περὶ τὸν Πόπλιον ἀποκόψαντες ἤλαυνον εὐθὺς ἐπὶ τὸν Κράσσον.

26

26.1εἶχε δὲ τὰ κατ’αὐτὸν οὕτως, ὡς ἐκέλευσε τόν υἱὸν ἐμβαλεῖν τοῖς Πάρθοις καί τις ἤγγειλεν αὐτῷ μακρὰν τροπὴν εἶναι καί δίωξιν ἰσχυρὰν τῶν πολεμίων, ἑώρα δὲ καί τοὺς καθ’αὑτὸν οὐκέτι προσκειμένους ὁμοίως ἐκεῖ γὰρ ἐρρύησαν οἱ πλεῖστοι, μικρὸν ἀνεθάρρησε, καί συναγαγὼν ὑπέστειλεν ἐν χωρίοις προσάντεσι τόν στρατόν, αὐτίκα προσδοκῶν τόν υἱὸν ἐπανήξειν ἀπὸ τῆς διώξεως, τῶν δὲ πεμφθέντων ὑπὸ τοῦ Ποπλίου πρὸς αὐτόν, ὡς ἐκινδύνευεν, οἱ μὲν πρῶτοι διεφθάρησαν ἐμπεσόντες εἰς τοὺς βαρβάρους, οἱ δ’ὕστεροι μόγις διαφυγόντες ἀπήγγελλον οἴχεσθαι τόν Πόπλιον, εἰ μὴ ταχεῖα καί πολλὴ βοήθεια παρ’ἐκείνου γένοιτο, τόν δὲ Κράσσον ἅμα πολλὰ πάθη κατέσχε ·

26.3καί λογισμῷ μὲν οὐδὲν ἔτι τῶν πραγμάτων ἑώρα, φόβῳ δὲ περὶ τοῦ σύμπαντος ἅμα καί πόθῳ τοῦ παιδὸς ἑλκόμενος βοηθεῖν καί μὴ βοηθεῖν, τέλος ὥρμησε προάγειν τὴν δύναμιν. ἐν τούτῳ δ’οἱ πολέμιοι προσεφέροντο κλαγγῇ καί παιᾶνι φοβερώτεροι, καί πολλὰ τῶν τυμπάνων αὖθις περιεμυκᾶτο τοὺς Ῥωμαίους ἑτέρας μάχης ἀρχὴν προσδοκῶντας, οἱ δὲ τὴν κεφαλὴν τοῦ Ποπλίου κομίζοντες ὑπὲρ αἰχμῆς ἀναπεπηγυῖαν ἐγγὺς προσελάσαντες ἀνέδειξαν, ὕβρει πυνθανόμενοι τοκέας αὐτοῦ καί γένος ·

26.4οὐ γὰρ δὴ πρέπειν γε Κράσσου πατρὸς ἀνανδροτάτου καί κακίστου γενναῖον οὕτω παῖδα καί λαμπρὸν ἀρετῇ γενέσθαι. τοῦτο τὸ θέαμα Ῥωμαίων ὑπὲρ ἅπαντα τἆλλα δεινὰ τὰς ψυχὰς κατέκλασε καί παρέλυσεν, οὐ θυμοῦ πρὸς ἄμυναν, ὥσπερ ἦν εἰκός, ἀλλὰ φρίκης καί τρόμου πᾶσιν ἐγγενομένου.

26.5καίτοι τόν γε Κράσσον αὑτοῦ λαμπρότατον ἐν τῷ τότε πάθει φανῆναι λέγουσιν · ἐβόα γὰρ ἐπιὼν τὰς τάξεις · ἐμὸν, Ῥωμαῖοι, τοῦτο τὸ πένθος ἴδιόν ἐστιν δὲ μεγάλη τύχη καί δόξα τῆς Ῥώμης ἐν ὑμῖν ἕστηκε σῳζομένοις ἄθραυστος καί ἀήττητος. εἰ δὲ καί ἐμοῦ τις οἶκτος ἀφῃρημένου παῖδα πάντων ἄριστον, ἐπιδείξασθε τοῦτο ὀργῇ πρὸς τοὺς πολεμίους, ἀφέλεσθε τὴν χαρὰν αὐτῶν, τιμωρήσασθε τὴν ὠμότητα, μὴ καταπλαγῆτε τοῖς γεγενημένοις, εἰ δεῖ τι καί παθεῖν μεγάλων ἐφιεμένους, οὐ δὲ Λούκουλλος Τιγράνην ἀναιμωτὶ καθεῖλεν, οὐ δὲ Σκηπίων Ἀντίοχον, χιλίας δὲ ναῦς οἱ παλαιοὶ περὶ Σικελίαν ἀπώλεσαν, ἐν δ’Ἰταλίᾳ πολλοὺς αὐτοκράτορας καί στρατηγούς, ὧν οὐδεὶς προηττηθεὶς ἐκώλυσεν αὐτοὺς κρατῆσαι τῶν νενικηκότων.

26.6οὐ γὰρ εὐτυχίᾳ τὰ Ῥωμαίων, ἀλλὰ τλημοσύνῃ καί ἀρετῇ πρὸς τὰ δεινὰ χωρούντων εἰς τοῦτο προῆλθε δυνάμεως.

27

27.1τοιαῦτα λέγων καὶ παραθαρσύνων Κράσσος οὐ πολλοὺς ἑώρα προθύμως ὑπακούοντας, ἀλλὰ καὶ συναλαλάξαι κελεύσας ἤλεγξε τοῦ στρατοῦ τήν κατήφειαν, ὡς ἀσθενῆ καὶ ὀλίγην καὶ ἀνώμαλον κραυγὴν ἐποιήσαντο · δὲ παρὰ τῶν βαρβάρων λαμπρὰ καὶ θρασεῖα κατεῖχεν. τραπομένων δὲ πρὸς ἔργον οἱ μὲν ἱππόται πλάγιοι περιελαύνοντες ἐτόξευον, αὐτοὶ δὲ τοῖς κοντοῖς οἱ πρότακτοι χρώμενοι συνέστελλον εἰς ὀλίγον τοὺς Ῥωμαίους, πλὴν ὅσοι τὸν ὑπὸ τῶν τοξευμάτων φεύγοντες θάνατον ἀπετόλμων παραβόλως εἰς αὐτοὺς φέρεσθαι, μικρὰ μὲν βλάπτοντες, ὀξέως δὲ θνῄσκοντες ὑπὸ τραυμάτων μεγάλων καὶ καιρίων, παχὺν ἐπωθούντων τῷ σιδήρῳ τὸν κοντόν εἰς τοὺς ἵππους, πολλάκις δὲ καὶ διὰ δυεῖν ἀνδρῶν ὑπὸ ῥύμης διαπορευόμενον.

27.2οὕτω δὲ ἀγωνισάμενοι νυκτὸς ἐπιούσης ἀπηλλάγησαν, εἰπόντες ὅτι Κράσσῳ χαρίζονται νύκτα μίαν ἀποθρηνῆσαι τὸν υἱόν, ἢν ἄρα μὴ βέλτιον ὑπὲρ ἑαυτοῦ σκεψάμενος ἐλθεῖν μᾶλλον ἐθελήσῃ πρὸς Ἀρσάκην κομισθῆναι.

27.3οὗτοι μὲν οὖν ἐπαυλισάμενοι πλησίον ἐν ἐλπίσι μεγάλαις ἦσαν νὺξ δὲ χαλεπὴ τοὺς Ῥωμαίους κατελάμβανεν, οὔτε ταφῆς τῶν κειμένων οὔτε θεραπείας τῶν τετρωμένων καὶ ψυχορραγούντων ποιουμένους λόγον, ἑκάστου δ’ἑαυτὸν ἀποκλαίοντος. ἄφυκτα γὰρ ἐφαίνετο τήντε ἡμέραν αὐτοῦ προσμείνασι καὶ νύκτωρ εἰς πεδίον ἀχανὲς ἐμβαλοῦσιν · οἵτε τραυματίαι πολλὴν ἀπορίαν παρεῖχον, καὶ κομίζειν, ἐμποδὼν τῷ τάχει τῆς φυγῆς ἐσόμενοι, καὶ ἀπολείπειν, βοῇ τήν ἀπόδρασιν ἐξαγγελοῦντες.

27.4τοῦ δὲ Κράσσου, καίπερ αἴτιον ἁπάντων νομίζοντες, ἐπόθουν ὅμως τήντε ὄψιν καὶ τήν φωνήν. δὲ καθ’ἑαυτὸν ἐγκεκαλυμμένος ὑπὸ σκότους ἔκειτο, παράδειγμα τοῖς πολλοῖς τύχης, τοῖς δ’εὖ φρονοῦσιν ἀβουλίας καὶ φιλοτιμίας, δι’ἣν οὐκ ἠγάπα πρῶτος ὢν καὶ μέγιστος ἐν μυριάσιν ἀνθρώπων τοσαύταις, ἀλλ’ὅτι δυεῖν μόνον ἀνδρῶν ὕστερος ἐκρίνετο, τοῦ παντὸς ἀποδεῖν νομίζων.

27.5τότε δ’οὖν αὑτὸν Ὀκταούϊος πρεσβευτὴς καὶ Κάσσιος ἀνίστασαν καὶ παρεθάρρυνον, ὡς δ’ἀπηγορεύκει παντάπασιν, αὐτοὶ συγκαλέσαντες ἑκατοντάρχας καὶ λοχαγούς, ὡς ἔδοξε βουλευομένοις μὴ μένειν, ἀνίστασαν τὸν στρατὸν ἄνευ σάλπιγγος καὶ δι’ἡσυχίας τὸ πρῶτον · εἶτ’αἰσθομένων ὡς ἀπελείποντο τῶν ἀδυνάτων, ἀκοσμία δεινὴ καὶ σύγχυσις μετ’οἰμωγῆς καὶ βοῆς τὸ στρατόπεδον κατεῖχεν.

27.6ἐκ τούτου δὲ ταραχὴ καὶ πτοία προϊόντας αὐτοὺς ὑπελάμβανεν, ὡς ἐπιφερομένων τῶν πολεμίων, καὶ πολλάκις μὲν ἐκτρεπόμενοι, πολλάκις δὲ εἰς τάξιν καθιστάμενοι, τῶν δὲ τραυματιῶν ὅσοι παρηκολούθουν τοὺς μὲν ἀναλαμβάνοντες, τοὺς δὲ ἀποτιθέμενοι, διατριβὴν εἶχον, πλὴν τριακοσίων ἱππέων, οὓς Ἰγνάτιος ἔχων προσέμιξε ταῖς Κάρραις περὶ μέσας νύκτας.

27.7φθεγξάμενος δὲ Ῥωμαϊστὶ τοῖς τειχοφυλακοῦσιν, ὡς ὑπήκουσαν, ἐκέλευσε Κοπωνίῳ τῷ ἄρχοντι φράζειν ὅτι γέγονε μάχη μεγάλη Κράσσῳ πρὸς Πάρθους, ἄλλο δ’οὐδὲν εἰπὼν οὐ δ’αὑτὸν ὅστις ἦν ἀπήλαυνεν ἐπὶ τὸ Ζεῦγμα, καὶ διέσωσε μὲν τοὺς σὺν αὑτῷ, κακῶς δ’ἤκουσε καταλιπὼν τὸν στρατηγόν.

27.8οὐ μὴν ἀλλ’ὤνησέ γε τὸν Κράσσον προσριφεῖσα τότε τῷ Κοπωνίῳ φωνή · συμφρονήσας γὰρ ὅτι οὐδὲν χρηστὸν ἀγγέλλειν ἔχοντός ἐστι τὸ τάχος καὶ τὸ συγκεχυμένον τοῦ λόγου, παρήγγειλεν εὐθὺς ἐξοπλίζεσθαι τοὺς στρατιώτας · καὶ ἅμα τῷ πρῶτον αἰσθέσθαι τὸν Κράσσον ἐν ὁδῷ γεγενημένον ἀπαντήσας ἀνελάμβανε καὶ παρέπεμπε τήν στρατιὰν εἰς τήν πόλιν.

28

28.1οἱ δὲ Πάρθοι νυκτὸς μὲν αἰσθόμενοι τὴν ἀπόδρασιν οὐκ ἐδίωκον, ἅμα δ’ἡμέρᾳ τοὺς μὲν ἐν τῷ στρατοπέδῳ καταλειφθέντας οὐ μείους τετρακισχιλίων ἐπελθόντες ἀπέσφαξαν, ἐν δὲ τῷ πεδίῳ πλανωμένους πολλοὺς ἱππασάμενοι συνέλαβον.

28.2τέσσαρας δ’ὁμοῦ σπείρας, ἃς ἔτι νυκτὸς ἀπέρρηξε Βαργοντήιος πρεσβευτής, ἐκπεσούσας τῆς ὁδοῦ περισχόντες ἔν τινι λόφῳ διέφθειραν ἀμυνομένας, πλὴν ἀνδρῶν εἴκοσιν. τούτους δὲ γυμνοῖς τοῖς ξίφεσιν ὠθουμένους δι’αὐτῶν θαυμάσαντες εἶξαν, καὶ διέξοδον ἀπιοῦσι βάδην εἰς τὰς Κάρρας ἐδίδοσαν. τῷ δὲ Σουρήνᾳ προσέπεσε ψευδὴς λόγος ἐκπεφευγέναι Κράσσον μετὰ τῶν ἀρίστων, τὸ δ’εἰς Κάρρας συνερρυηκὸς ὄχλον εἶναι σύμμικτον οὐκ ἀξίων σπουδῆς ἀνθρώπων.

28.3οἰόμενος οὖν ἀποβεβληκέναι τὸ τῆς νίκης τέλος, ἔτι δ’ἀμφιδοξῶν καὶ μαθεῖν βουλόμενος τἀληθές, ὅπως προσμένων ἐνταῦθα πολιορκοίη Κράσσον διώκοι χαίρειν ἐάσας Καρρηνούς, ὑποπέμπει τινὰ τῶν παρ’αὐτῷ διγλώττων πρὸς τὰ τείχη, κελεύσας ἱέντα Ῥωμαϊκὴν διάλεκτον καλεῖν Κράσσον αὐτὸν Κάσσιον, ὡς Σουρήνα διὰ λόγων ἐθέλοντος αὐτοῖς συγγενέσθαι.

28.4ταῦτα τοῦ διγλώττου φράσαντος, ὡς ἀπηγγέλη τοῖς περὶ Κράσσον, ἐδέχοντο τὰς προκλήσεις · καὶ μετὰ μικρὸν ἧκον ἀπὸ τῶν βαρβάρων Ἄραβες, οἳ Κράσσον εὖ καὶ Κάσσιον ἀπ’ὄψεως ἐγνώριζον, ἐν τῷ στρατοπέδῳ πρὸ τῆς μάχης γεγονότες. οὗτοι τὸν Κάσσιον ἰδόντες ἀπὸ τοῦ τείχους, ἔλεγον ὅτι Σουρήνας σπένδεται καὶ δίδωσιν αὐτοῖς φίλοις οὖσι βασιλέως σῴζεσθαι, Μεσοποταμίαν ἐκλιποῦσιν · τοῦτο γὰρ ὁρᾶν λυσιτελὲς ἀμφοτέροις πρὸ τῆς ἐσχάτης ἀνάγκης.

28.5δεξαμένου δὲ τοῦ Κασσίου, καὶ τόπον ὁρισθῆναι καὶ χρόνον ἀξιοῦντος, ἐν συνίασι Σουρήνας καὶ Κράσσος, οὕτω φάμενοι ποιήσειν ἀπήλαυνον.

29

29.1ἡσθεὶς οὖν Σουρήνας ἐπὶ τῷ τοὺς ἄνδρας ἐνέχεσθαι τῇ πολιορκίᾳ, μεθ’ἡμέραν ἐπῆγε τοὺς Πάρθους πολλὰ καθυβρίζοντας καὶ κελεύοντας, εἰ βούλονται τυχεῖν σπονδῶν Ῥωμαῖοι, Κράσσον ἐγχειρίσαι σφίσι καὶ Κάσσιον δεδεμένους, οἱ δ’ἤχθοντο μὲν ἠπατημένοι, μακρὰς δὲ καὶ κενὰς τὰς Ἀρμενίων ἐλπίδας καταβάλλειν τῷ Κράσσῳ φράσαντες εἴχοντο δρασμοῦ ·

29.2καὶ τοῦτ’ἔδει μηδένα πρὸ καιροῦ Καρρηνῶν πυθέσθαι, πυνθάνεται δ’ πάντων ἀπιστότατος Ἀνδρόμαχος, ὑπὸ Κράσσου καὶ τοῦτο πιστευθεὶς καὶ τῆς ὁδοῦ τὴν ἡγεμονίαν. οὐδὲν οὖν ἔλαθε τοὺς Πάρθους, ἐξαγγέλλοντος τοῦ Ἀνδρομάχου καθ’ἕκαστον.

29.3ἐπεὶ δὲ νυκτομαχεῖν οὐ πάτριον αὐτοῖς ἐστιν οὐ δὲ ῥᾴδιον, ἐξῄει δὲ νύκτωρ Κράσσος, ὅπως μὴ καθυστερήσωσι πολὺ τῇ διώξει στρατηγῶν Ἀνδρόμαχος ἄλλοτε ἄλλας ὁδοὺς ὑφηγεῖτο, καὶ τέλος ἐξέτρεψεν εἰς ἕλη βαθέα καὶ χωρία τάφρων μεστὰ τὴν πορείαν, χαλεπὴν καὶ πολυπλανῆ γινομένην τοῖς ἐπισπομένοις.

29.4ἐγένοντο γάρ τινες οἳ μηδὲν ὑγιὲς τὸν Ἀνδρόμαχον στρέφειν καὶ περιελίττειν εἰκάσαντες οὐκ ἠκολούθησαν, ἀλλὰ Κάσσιος μὲν ἐπανῆλθεν εἰς Κάρρας πάλιν, καὶ τῶν ὁδηγῶν Ἄραβες δ’ἦσαν ἀναμένειν κελευόντων ἄχρι ἂν σελήνη παραλλάξῃ τὸν σκορπίον, ἀλλ’ἔγωγε, εἰπών, ἔτι τοῦτον μᾶλλον φοβοῦμαι τὸν τοξότην, ἀπήλαυνεν εἰς Συρίαν μεθ’ἱππέων πεντακοσίων ·

29.5ἄλλοι δὲ χρησάμενοι πιστοῖς ὁδηγοῖς ἐλάβοντο χωρίων ὀρεινῶν, καλεῖται Σίννακα, καὶ κατέστησαν ἐν ἀσφαλεῖ πρὸ ἡμέρας, οὗτοι περὶ πεντακισχιλίους ἦσαν ἡγεῖτο δ’αὐτῶν ἀνὴρ ἀγαθὸς Ὀκταούϊος. τὸν δὲ Κράσσον ἡμέρα κατελάμβανεν ἐπιβουλευόμενον ὑπ’Ἀνδρομάχου περὶ τὰς δυσχωρίας καὶ τὸ ἕλος.

29.6ἦσαν δὲ τέσσαρες σπεῖραι σὺν αὐτῷ θυρεαοφόρων, ἱππεῖς δὲ παντελῶς ὀλίγοι καὶ πέντε ῥαβδοῦχοι, μεθ’ὧν ἐπιπόνως εἰς τὴν ὁδὸν καὶ μόλις καταστάς, ἤδη τῶν πολεμίων ἐπικειμένων, ὅσον δώδεκα σταδίους ἀπολιπὼν τοῦ συμμῖξαι τοῖς περὶ τὸν Ὀκταούϊον ἐπ’ἄλλον ἀναφεύγει λόφον, οὐχ οὕτω μὲν ἄφιππον οὐ δ’ὀχυρόν, ὑποκείμενον δὲ τοῖς Σιννάκοις καὶ συνηρτημένον αὐχένι μακρῷ διὰ μέσου κατατείνοντι τοῦ πεδίου πρὸς τοῦτον, ἦν οὖν ἐν ὄψει τοῖς περὶ τὸν Ὀκταούϊον κίνδυνος αὐτοῦ, καὶ πρῶτος Ὀκταούϊος ἔθει μετ’ὀλίγων ἄνωθεν ἐπιβοηθῶν, εἶτα οἱ λοιποὶ κακίσαντες ἑαυτοὺς ἐπεφέροντο, καὶ προσπεσόντες καὶ ὠσάμενοι τοὺς πολεμίους ἀπὸ τοῦ λόφου περιέσχον ἐν μέσῳ τὸν Κράσσον καὶ προεβάλλοντο τοὺς θυρεούς, μεγαληγοροῦντες ὡς οὐκ ἔστι Πάρθοις βέλος προσπεσεῖται τῷ σώματι τοῦ αὐτοκράτορος πρὶν σφᾶς ἅπαντας ὑπὲρ αὐτοῦ μαχομένους ἀποθανεῖν.

30

30.1ὁρῶν οὖν Σουρήνας τούςτε Πάρθους ἀμβλύτερον ἤδη κινδυνεύοντας, καὶ ἤν τε νὺξ ἐπίσχῃ καὶ τῶν ὀρῶν οἱ Ῥωμαῖοι λάβωνται, παντάπασιν αὐτοὺς ἐσομένους ἀλήπτους, ἐπῆγε τῷ Κράσσῳ δόλον. ἀφείθησαν μὲν γὰρ ἔνιοι τῶν αἰχμαλώτων ἀκηκοότες ἐν τῷ στρατοπέδῳ τῶν βαρβάρων πρὸς ἀλλήλους ἐπίτηδες διαλεγομένων ὡς οὐ βούλεται βασιλεὺς ἄσπονδον αὑτῷ τὸν πόλεμον εἶναι πρὸς Ῥωμαίους, τὴν δὲ φιλίαν ἀναλαβεῖν χάριτι, Κράσσῳ χρησάμενος φιλανθρώπως, ἔσχοντο δὲ μάχης οἱ βάρβαροι, Σουρήνας δὲ μετὰ τῶν ἀρίστων προσελάσας ἀτρέμα τῷ λόφῳ τοῦ μὲν τόξου τὸν τόνον ἀνῆκε, τὴν δὲ δεξιὰν προὔτεινεν, ἐκάλει δὲ τὸν Κράσσον ἐπὶ συμβάσεις, εἰπὼν ὅτι τῆς μὲν ἀνδρείας καὶ δυνάμεως ἄκοντος πεπείραται βασιλέως, πρᾳότητα δ’αὐτοῖς καὶ φιλοφροσύνην ἑκὼν ἐπιδείκνυται σπενδόμενος ἀπιοῦσι καὶ παρέχων σῴζεσθαι.

30.3ταῦτα τοῦ Σουρήνα λέγοντος οἱ μὲν ἄλλοι προθύμως ἐδέξαντο καὶ περιχαρεῖς ἦσαν, δὲ Κράσσος οὐδὲν τι μὴ δι’ἀπάτης ἐσφαλμένος ὑπ’αὐτῶν, καὶ τὸ αἰφνίδιον τῆς μεταβολῆς ἄλογον ἡγούμενος, οὐχ ὑπήκουεν, ἀλλ’ἐβουλεύετο.

30.4τῶν δὲ στρατιωτῶν βοώντων καὶ κελευόντων, εἶτα λοιδορούντων καὶ κακιζόντων ὡς προβάλλοντα μαχουμένους αὐτοὺς οἷς αὐτὸς ἀνόπλοις εἰς λόγους οὐ θαρρεῖ συνελθεῖν, πρῶτον μὲν ἐπειρᾶτο δεῖσθαι καὶ λέγειν ὅτι τὸ λειπόμενον μέρος τῆς ἡμέρας διακαρτερήσαντες ἐν τοῖς ὀρεινοῖς καὶ τραχέσι δύνανται διὰ νυκτὸς ἰέναι, καὶ τὴν ὁδὸν ἐδείκνυε, καὶ παρεκάλει τὴν ἐλπίδα μὴ προέσθαι τῆς σωτηρίας ἐγγὺς οὔσης, ὡς δὲ χαλεπαίνοντες αὐτῷ καὶ τὰ ὅπλα κρούοντες ἠπείλουν, φοβηθεὶς ἐχώρει, καὶ τοσοῦτον εἶπε μεταστραφείς Ὀκταούϊε καὶ Πετρώνιε καὶ ὅσοι πάρεστε Ῥωμαίων ἄρχοντες, ὑμεῖς ὁρᾶτε τῆς ἐμῆς ὁδοῦ τὴν ἀνάγκην, καὶ σύνιστε παρόντες ὡς αἰσχρὰ πάσχω καὶ βίαια τοῖς δ’ἄλλοις ἅπασιν ἀνθρώποις λέγετε σωθέντες ὡς Κράσσος ἀπατηθεὶς ὑπὸ τῶν πολεμίων, οὐκ ἐκδοθεὶς ὑπὸ τῶν πολιτῶν ἀπώλετο.

31

31.1οὐ μὴν ἔμειναν οἱ περὶ τόν Ὀκταούϊον, ἀλλὰ συγκατέβαινον ἀπὸ τοῦ λόφου · τοὺς δὲ ῥαβδούχους ἑπομένους Κράσσος ἀπήλασεν. πρῶτοι δὲ τῶν βαρβάρων ἀπήντησαν αὐτῷ δύο μιξέλληνες, οἳ καὶ προσεκύνησαν τόν Κράσσον ἀπὸ τῶν ἵππων ἁλόμενοι, καὶ προσαγορεύσαντες ἑλλάδι φωνῇ παρεκάλουν προπέμψαι τινάς, οἷς ἐπιδείξεται Σουρήνας ἑαυτὸν καὶ τοὺς περὶ αὑτὸν ἀνόπλους καὶ ἀσιδήρους προσερχομένους, δὲ Κράσσος ἀπεκρίνατο μέν ὡς, εἰ καὶ τόν ἐλάχιστον εἶχε τοῦ ζῆν λόγον, οὐκ ἂν εἷς χεῖρας αὐτοῖς ἦλθεν, ὅμως δὲ δύο Ῥωσκίους ἀδελφοὺς ἔπεμψε πευσομένους ἐπί τίσι καὶ πόσοι συνίασιν.

31.2οὓς εὐθὺς συλλαβὼν Σουρήνας κατέσχεν, αὐτὸς δὲ μετὰ τῶν ἀρίστων ἱππότης προσῄει καὶ τί τοῦτ’, ἔφη, πεζὸς Ῥωμαίων αὐτοκράτωρ, ἡμεῖς δὲ ὀχούμεθα; καὶ προσαγαγεῖν ἐκέλευσεν ἵππον αὐτῷ.

31.3τοῦ δὲ Κράσσου φήσαντος οὔτε αὐτὸν ἁμαρτάνειν οὔτ’ἐκεῖνον, ὡς ἑκατέρῳ πάτριόν ἐστι ποιουμένους τὴν σύνοδον, εἶναι μέν αὐτόθεν ἔφη σπονδὰς καὶ εἰρήνην Σουρήνας Ὑρώδῃτε βασιλεῖ καὶ Ῥωμαίοις, δεῖν δὲ γράψασθαι τὰς συνθήκας ἐπὶ τόν ποταμὸν προσελθόντας · οὐ γὰρ ὑμεῖς γε, ἔφη, πάνυ μνήμονες ὁμολογιῶν οἱ Ῥωμαῖοι, καὶ προὔτεινε τὴν δεξιὰν αὐτῷ. μεταπεμπομένου δ’ἵππον οὐδὲν ἔφη δεῖν βασιλεὺς γάρ σοι δίδωσι τοῦτον ἅμα δ’ἵπποςτε τῷ Κράσσῳ παρέστη χρυσοχάλινος, οἵτε ἀναβολεῖς αὐτὸν ἀράμενοι περιεβίβασαν καὶ παρείποντο πληγῇ τόν ἵππον ἐπιταχύνοντες.

31.4Ὀκταούϊος δὲ πρῶτος ἀντιλαμβάνεται τῶν χαλινῶν, καὶ μετ’ἐκεῖνον εἷς τῶν χιλιάρχων Πετρώνιος, εἶτα οἱ λοιποὶ περιίσταντο τόντε ἵππον ἀνακόπτειν πειρώμενοι καὶ τοὺς πιεζοῦντας τόν Κράσσον ἐξ ἐκατέρου μέρους ἀφέλκοντες.

31.5ὠθισμοῦ δὲ γενομένου καὶ ταραχῆς, εἶτα πληγῶν, Ὀκταούϊος μέν ἀνασπάσας τὸ ξίφος ἑνὸς τῶν βαρβάρων κτείνει τόν ἱπποκόμον, ἕτερος δὲ τόν Ὀκταούϊον ἐκ τῶν ὄπισθεν πατάξας. Πετρώνιος δὲ ὅπλου μέν οὐκ εὐπόρησεν, εἷς δὲ τόν θώρακα πληγεὶς ἀπεπήδησεν ἄτρωτος · τόν δὲ Κράσσον ὄνομα Πομαξάθρης Πάρθος ἀπέκτεινεν.

31.6οἱ δ’οὔ φασιν, ἀλλ’ἕτερον μέν εἶναι τόν ἀποκτείναντα, τοῦτον δὲ κειμένου τὴν κεφαλὴν ἀποκόψαι καὶ τὴν δεξιάν. εἰκάζεται δὲ ταῦτα μᾶλλον γινώσκεται · τῶν γὰρ παρόντων οἱ μέν ἐκεῖ μαχόμενοι περὶ τόν Κράσσον ἀνῃρέθησαν, οἱ δ’εὐθὺς ἀνεπήδησαν ἐπὶ τόν λόφον.

31.7ἐπελθόντων δὲ τῶν Πάρθων καὶ λεγόντων ὅτι Κράσσος μέν δίκην δέδωκε, τοὺς δ’ἄλλους κελεύει Σουρήνας κατιέναι θαρροῦντας, οἱ μέν ἐνεχείρισαν αὑτοὺς καταβάντες, οἱ δὲ τῆς νυκτὸς ἐσπάρησαν, καὶ τούτων ὀλίγοι παντάπασι διεσώθησαν · τοὺς δ’ἄλλους ἐκθηρεύοντες οἱ Ἄραβες συνελάμβανον καὶ διέφθειρον. λέγονται δ’οἱ πάντες δισμύριοι μέν ἀποθανεῖν, μύριοι δὲ ἁλῶναι ζῶντες.

32

32.1 δὲ Σουρήνας τὴν κεφαλὴν τοῦ Κράσσου καὶ τὴν χεῖρα πρὸς Ὑρώδην ἔπεμψεν εἰς Ἀρμενίαν, αὐτὸς δὲ διαδοὺς λόγον ὑπ’ἀγγέλων εἰς Σελεύκειαν ὡς ζῶντα Κράσσον ἄγοι, παρεσκευάζετο πομπήν τινα γελοίαν ὕβρει προσαγορεύων θρίαμβον.

32.2 μὲν γὰρ ἐμφερέστατος Κράσσῳ τῶν αἰχμαλώτων Γάιος Πακκιανός, ἐσθῆτα βασιλικὴν γυναικὸς ἐνδὺς καὶ διδαχθεὶς Κράσσος ὑπακούειν καὶ αὐτοκράτωρ τοῖς καλοῦσιν, ἐφ’ἵππου καθήμενος ἤγετο · πρὸ αὐτοῦ δὲ σαλπιγκταὶ καὶ ῥαβδοῦχοί τινες ὀχούμενοι καμήλοις ἤλαυνον · ἐξήρτητο δὲ τῶν ῥάβδων βαλάντια καὶ παρὰ τοὺς πελέκεις πρόσφατοι κεφαλαὶ Ῥωμαίων ἀποτετμημέναι.

32.3κατόπιν δ’εἵποντο Σελευκίδες ἑταῖραι μουσουργοί, πολλὰ βωμολόχα καὶ γελοῖα δι’ᾀσμάτων εἰς θηλύτητα καὶ ἀνανδρίαν τοῦ Κράσσου λέγουσαι. ταῦτά μὲν οὖν πάντες ἐθεῶντο. τὴν δὲ γερουσίαν τῶν Σελευκέων ἀθροίσας εἰσήνεγκεν ἀκόλαστα βιβλία τῶν Ἀριστείδου Μιλησιακῶν, οὔτι ταῦτά γε καταψευσάμενος · εὑρέθη γὰρ ἐν τοῖς Ῥωσκίου σκευοφόροις, καὶ παρέσχε τῷ Σουρήνᾳ καθυβρίσαι πολλὰ καὶ κατασκῶψαι τοὺς Ῥωμαίους, εἰ μη δὲ πολεμοῦντες ἀπέχεσθαι πραγμάτων καὶ γραμμάτων δύνανται τοιούτων, τοῖς μέντοι Σελευκεῦσιν ἐδόκει σοφὸς ἀνὴρ Αἴσωπος εἶναι, τὸν Σουρήναν ὁρῶσι τὴν τῶν Μιλησιακῶν ἀκολαστημάτων πήραν ἐξηρτημένον πρόσθεν, ὄπισθεν δὲ Παρθικὴν Σύβαριν ἐφελκόμενον ἐν τοσαύταις παλλακίδων ἁμάξαις, τρόπον τινὰ ταῖς λεγομέναις ἐχίδναις καὶ σκυτάλαις ἀντιμόρφως τὰ μὲν ἐμφανῆ καὶ πρόσθια μέρη φοβερὰ καὶ θηρικώδη δόρασι καὶ τόξοις καὶ ἵπποις προβαλλομένην, κατ’οὐρὰν δὲ τῆς φάλαγγος εἰς χορείας καὶ κρόταλα καὶ ψαλμοὺς καὶ παννυχίδας ἀκολάστους μετὰ γυναικῶν τελευτῶσαν.

32.5ψεκτὸς μὲν γὰρ Ῥώσκιος, ἀναιδεῖς δὲ Πάρθοι τὰ Μιλησιακὰ ψέγοντες, ὧν πολλοὶ βεβασιλεύκασιν ἐκ Μιλησίων καὶ Ἰωνίδων ἑταιρῶν γεγονότες Ἀρσακίδαι.

33

33.1τούτων δὲ πραττομένων Ὑρώδης ἐτύγχανεν ἤδη διηλλαγμένος Ἀρταουάσδῃ τῷ Ἀρμενίῳ καὶ τὴν ἀδελφὴν αὐτοῦ γυναῖκα Πακόρῳ τῷ παιδὶ καθωμολογημένος, ἑστιάσειςτε καὶ πότοι δι’ἀλλήλων ἦσαν αὐτοῖς, καὶ πολλὰ παρεισήγετο τῶν ἀπὸ τῆς Ἑλλάδος ἀκουσμάτων.

33.2ἦν γὰρ οὔτε φωνῆς οὔτε γραμμάτων Ὑρώδης Ἑλληνικῶν ἄπειρος, δ’Ἀρταοθάσδης καὶ τραγῳδίας ἐποίει καὶ λόγους ἔγραφε καὶ ἱστορίας, ὧν ἔνιαι διασῴζονται, τῆς δὲ κεφαλῆς τοῦ Κράσσου κομισθείσης ἐπὶ θύρας ἀπηρμέναι μὲν ἦσαν αἱ τράπεζαι, τραγῳδιῶν δὲ ὑποκριτὴς Ἰάσων ὄνομα Τραλλιανὸς ᾖδεν Εὐριπίδου Βακχῶν τὰ περὶ τὴν Ἀγαύην. εὐδοκιμοῦντος δ’αὐτοῦ Σιλλάκης ἐπιστὰς τῷ ἀνδρῶνι καὶ προσκυνήσας προὔβαλεν εἰς μέσον τοῦ Κράσσου τὴν κεφαλήν, κρότῳ δὲ τῶν Πάρθων μετὰ κραυγῆς καὶ χαρᾶς ἀραμένων, τὸν μὲν Σιλλάκην κατέκλιναν οἱ ὑπηρέται βασιλέως κελεύσαντος, δ’Ἰάσων τὰ μὲν τοῦ Πενθέως σκευοποιήματα παρέδωκέ τινι τῶν χορευτῶν, τῆς δὲ τοῦ Κράσσου κεφαλῆς λαβόμενος καὶ ἀναβακχεύσας ἐπέραινεν ἐκεῖνα τὰ μέλη μετ’ἐνθουσιασμοῦ καὶ ᾠδῆς ·

33.3φέρομεν ἐξ ὄρεος ἕλικα νεότομον ἐπὶ μέλαθρα, μακαρίαν θήραν. καὶ ταῦτα μὲν πάντας ἔτερπεν ·

33.4ᾀδομένων δὲ τῶν ἑφεξῆς ἀμοιβαίων πρὸς τὸν χορόν, τίς ἐφόνευσεν; ἐμὸν τὸ γέρας · ἀναπηδήσας Πομαξάθρης ἐτύγχανε δὲ δειπνῶν ἀντελαμβάνετο τῆς κεφαλῆς, ὡς ἑαυτῷ λέγειν ταῦτα μᾶλλον ; ἐκείνῳ προσῆκον. ἡσθεὶς δ’ βασιλεὺς τὸν μὲν οἷς πάτριόν ἐστιν ἐδωρήσατο, τῷ δ’Ἰάσονι τάλαντον ἔδωκεν. εἰς τοιοῦτό φασιν ἐξόδιον τὴν Κράσσου στρατηγίαν ὥσπερ τραγῳδίαν τελευτῆσαι.

33.5δίκη μέντοι καὶ τῆς ὠμότητος Ὑρώδην καὶ τῆς ἐπιορκίας Σουρήναν ἀξία μετῆλθεν. Σουρήναν μὲν γὰρ οὐ μετὰ πολὺν χρόνον Ὑρώδης φθόνῶ τῆς δόξης ἀπέκτεινεν, Ὑρώδῃ δὲ ἀποβαλόντι Πάκορον ὑπὸ Ῥωμαίων μάχῃ κρατηθέντα, καὶ νοσήσαντι νόσον εἰς ὓδρωπα τραπεῖσαν, Φραάτης υἱὸς ἐπιβουλεύων ἀκόνιτον ἔδωκεν. ἀναδεξαμένης δὲ τῆς νόσου τὸ φάρμακον εἰς ἑαυτὴν, ὥστε συνεκκριθῆναι, καὶ τοῦ σώματος κουφισθέντος, ἐπὶ τὴν ταχίστην τῶν ὁδῶν ἐλθὼν Φραάτης ἀπέπνιξεν αὐτόν.