Plutarch

Comparison of Cimon and Lucullus

1

1.1μάλιστα δ’ἄν τις εὐδαιμονίσειε τοῦ τέλους Λεύκουλλον, ὅτι πρὸ τῆς μεταβολῆς, ἣν ἤδη κατὰ τῆς πολιτείας ἐτεκταίνετο τοῖς ἐμφυλίοις πολέμοις τὸ πεπρωμένον, ἔφθη προαποθανὼν καὶ καταλύσας ἐν νοσούσῃ μέν, ἔτι δ’ἐλευθέρᾳ τῇ πατρίδι τὸν βίον. καὶ τοῦτό γε πάντων αὐτῷ πρὸς Κίμωνα κοινότατόν ἐστι.

1.2καὶ γὰρ ἐκεῖνος οὔπω συντεταραγμένων τῶν Ἑλληνικῶν, ἀλλ’ἀκμὴν ἐχόντων ἐτελεύτησεν, ἐπὶ στρατοπέδου μέντοι καὶ στρατηγῶν, οὐκ ἀπειρηκὼς οὐ δ’ἀλύων, οὐ δέ τῶν ὅπλων καὶ τῶν στρατηγιῶν καὶ τῶν τροπαίων ἔπαθλον ποιούμενος εὐωχίας καὶ πότους, ὥσπερ Πλάτων ἐπισκώπτει τοὺς περὶ τὸν Ὀρφέα, τοῖς εὖ βεβιωκόσι φάσκοντας ἀποκεῖσθαι γέρας ἐν Gδου μέθην αἰώνιον.

1.3σχολὴ μὲν οὖν καὶ ἡσυχία καὶ διατριβὴ περὶ λόγους ἡδονήν τινα καὶ θεωρίαν ἔχοντας εὐπρεπέστατον ἀνδρὶ πρεσβύτῃ καὶ πεπαυμένῳ πολέμων καὶ πολιτείας παραμύθιον τὸ δ’ἐφ’ἡδονὴν, ὡς τέλος, καταστρέψαντα τὰς καλὰς πράξεις ἤδη λοιπὸν Ἀφροδίσια τῶν πολέμων καὶ στρατηγιῶν ἄγοντα παίζειν καὶ τρυφᾶν οὐκ ἄξια τῆς καλῆς Ἀκαδημείας, οὐ δέ τὸν Ξενοκράτη ζηλοῦντος, ἀλλ’ἐγκεκλικότος πρὸς τὸν Ἐπίκουρον.

1.4ὃ καὶ θαυμαστόν ἐστιν ὑπεναντίως γὰρ ἡ νεότης τοῦ μὲν ἐπίψογος καὶ ἀκόλαστος γεγονέναι δοκεῖ, τοῦ δὲ πεπαιδευμένη καὶ σώφρων, βελτίων οὖν ᾧ πρὸς τὸ βέλτιον ἡ μεταβολή · χρηστοτέρα γὰρ ἡ φύσις, ἐν ᾗ γηρᾷ μὲν τὸ χεῖρον, ἐπακμάζει δὲ τὸ ἄμεινον. καὶ μὴν ὁμοίως γε πλουτήσαντες οὐχ ὁμοίως διέθεντο τὸν πλοῦτον.

1.5οὐ γὰρ ἄξιον ὁμοιῶσαι τῷ νοτίῳ τείχει τῆς ἀκροπόλεως, ὃ τοῖς ὑπὸ Κίμωνος κομισθεῖσιν ἐτελέσθη χρήμασι, τοὺς ἐν Νέᾳ πόλει θαλάμους καὶ τὰς περικλύστους ἀπόψεις, ἃς Λούκουλλος ἀπὸ τῶν βαρβαρικῶν ἐξῳκοδόμει λαφύρων οὐ δέ γε τῇ Κίμωνος τραπέζῃ τὴν Λουκούλλου παραβαλεῖν, τῇ δημοκρατικῇ καὶ φιλανθρώπῳ τὴν πολυτελῆ καὶ σατραπικήν.

1.6ἡ μὲν γὰρ ἀπὸ μικρᾶς δαπάνης πολλοὺς καθ’ἡμέραν διέτρεφεν, ἡ δ’εἰς ὀλίγους τρυφῶντας ἀπὸ πολλῶν παρεσκευάζετο χρημάτων, εἰ μὴ νὴ Δία τῶν πραγμάτων ἐποίει διαφορὰν ὁ χρόνος · ἄδηλον γὰρ, εἰ καὶ Κίμων ἀπὸ τῶν πράξεων καὶ στρατηγιῶν εἰς ἀπόλεμον καὶ ἀπολίτευτον γῆρας ἀφεὶς αὑτόν ἔτι μᾶλλον ἂν ἐχρήσατο σοβαρᾷ καὶ πρὸς ἡδονὴν ἀνειμένῃ διαίτῃ · καὶ γὰρ φιλοπότης καὶ πανηγυρικὸς καὶ τὰ πρὸς γυναῖκας, ὡς προείρηται, διαβεβλημένος.

1.7αἱ δὲ περὶ τὰς πράξεις καὶ τοὺς ἀγῶνας κατορθώσεις ἡδονὰς ἑτέρας ἔχουσαι τῶν χειρόνων ἐπιθυμιῶν ἀσχολίαν ποιοῦσι καὶ λήθην ταῖς πολιτικαῖς καὶ φιλοτίμοις φύσεσιν. εἰ γοῦν καὶ Λούκουλλος ἐτελεύτησεν ἀγωνιζόμενος καὶ στρατηγῶν, οὐ δ’ἂν ὁ ψογερώτατος καὶ φιλομεμφότατος εὑρεῖν μοι δοκεῖ διαβολὴν ἐπ’αὐτόν, καὶ ταῦτα μὲν περὶ τῆς διαίτης.

2

2.1ἐν δὲ τοῖς πολεμικοῖς ὅτι μὲν ἀμφότεροι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἀγαθοὶ γεγόνασιν ἀγωνισταί δῆλον ὥσπερ δὲ τῶν ἀθλητῶν τοὺς ἡμέρᾳ μιᾷ πάλῃ καὶ παγκρατίῳ στεφανουμένους ἔθει τινὶ παραδοξονίκας καλοῦσιν, οὕτω Κίμων ἐν ἡμέρᾳ μιᾷ πεζομαχίας καὶ ναυμαχίας ἅμα τροπαίῳ στεφανώσας τὴν Ἑλλάδα δίκαιός ἐστιν ἔχειν τινὰ προεδρίαν ἐν τοῖς στρατηγοῖς.

2.2καὶ μὴν Λουκούλλῳ μὲν ἡ πατρίς, Κίμων δὲ τῇ πατρίδι τὴν ἡγεμονίαν περιέθηκε. καὶ ὁ μὲν ἀρχούσῃ τῶν συμμάχων προσεκτήσατο τὰ τῶν πολεμίων, ὁ δ’ἄλλοις ἑπομένην παραλαβών ἅμα καὶ τῶν συμμάχων ἄρχειν καὶ τῶν πολεμίων κρατεῖν ἐποίησε, Πέρσας μὲν ἀναγκάσας ἡττηθέντας ἐκβῆναι τῆς θαλάσσης, Λακεδαιμονίους δὲ πείσας ἑκόντας ἐκστῆναι.

2.3εἰ τοίνυν μέγιστον ἔργον ἡγεμόνος εὐπείθειαν ἐργάσασθαι δι’εὐνοίας, Λούκουλλος μὲν ὑπὸ τῶν στρατιωτῶν κατεφρονήθη, Κίμων δ’ὑπὸ τῶν συμμάχων ἐθαυμάσθη · παρ’οὗ μὲν γὰρ ἀπέστησαν, πρὸς ὃν δὲ μετέστησαν. καὶ ὁ μὲν ὧν ἄρχων ἐξῆλθεν, ὑπὸ τούτων ἀπολειφθεὶς ἐπανῆλθεν, ὁ δὲ μεθ’ὧν ἑτέροις ποιήσων τὸ προσταττόμενον ἐξεπέμφθη, τούτοις αὐτὸς διδοὺς τὸ παράγγελμα κατέπλευσε, τρία τὰ πάντων δυσκολώτατα διαπεπραγμένος ὁμοῦ τῇ πόλει, πρὸς μὲν τοὺς πολεμίους εἰρήνην, παρὰ δὲ τῶν συμμάχων ἡγεμονίαν, πρὸς δὲ Λακεδαιμονίους ὁμόνοιαν.

2.4μεγάλας τοίνυν ἐπιχειρήσαντες ἀμφότεροι καταλύειν ἡγεμονίας καὶ καταστρέφεσθαι τὴν Ἀσίαν πᾶσαν ἀτελεῖς ἐγένοντο τῶν πράξεων, ὁ μὲν καθάπαξ διὰ τὴν τύχην ἐτελεύτησε γὰρ στρατηγῶν καὶ εὐημερῶν τὸν δ’οὐ παντελῶς ἄν τις ἐξέλοιτο τῆς παρ’αὐτὸν αἰτίας, εἴτ’ἠγνόησεν εἴτ’οὐκ ἐθεράπευσε τὰς ἐν τῷ στρατιωτικῷ διαφορὰς καὶ μέμψεις, ἀφ’ὧν εἰς τηλικαύτας ἀπεχθείας προῆλθεν.

2.5ἢ τοῦτό γε καὶ πρὸς Κίμωνα κοινόν ἐστι · καὶ γὰρ ἐκεῖνον ὑπήγαγόντε εἰς δίκας οἱ πολῖται καὶ τελευτῶντες ἐξωστράκισαν, ἵν’αὐτοῦ δέκα ἐτῶν, ὥς φησιν ὁ Πλάτων, τῆς φωνῆς μὴ ἀκούσωσιν. αἱ γὰρ ἀριστοκρατικαὶ φύσεις ὀλίγα τοῖς πολλοῖς συνᾴδουσι καὶ πρὸς ἡδονὴν ἔχουσι, τὰ δὲ πολλὰ προσβιαζόμεναι τῷ κατευθύνειν διαστρεφομένους ἀνιῶσιν, ὥσπερ οἱ τῶν ἰατρῶν δεσμοί, καίπερ εἰς τὰ κατὰ φύσιν ἄγοντες τὰς παραρθρήσεις. ταύτης μὲν οὖν ἴσως ἀπαλλακτέον τῆς αἰτίας ἑκάτερον.

3

3.1πολὺ δ’ὁ Λούκουλλος προῆλθε τῷ πολέμῳ τόντε Ταῦρον ὑπερβαλὼν στρατοπέδῳ Ῥωμαίων πρῶτος, καὶ τόν Τίγριν διαβάς καὶ τὰ βασίλεια τῆς Ἀσίας ἐν ὄψει τῶν βασιλέων, Τιγρανόκερτα καὶ Κάβειρα καὶ Σινώπην καὶ Νίσιβιν, ἑλὼν καὶ καταφλέξας, καὶ τὰ μὲν βόρεια μέχρι Φάσιδος, τὰ δ’ἑῷα μέχρι Μηδίας, τὰ δὲ πρὸς νότον καὶ τήν ἐρυθρὰν θάλασσαν οἰκειωσάμενος διὰ τῶν Ἀραβικῶν βασιλέων, συντρίψας δὲ τὰς δυνάμεις τῶν βασιλέων, ἀπολειφθεὶς δὲ μόνου τοῦ τὰ σώματα λαβεῖν, ὥσπερ θηρίων εἰς ἐρημίας καὶ ὕλας ἀστιβεῖς καὶ ἀβάτους ἀποδιδρασκόντων.

3.3τεκμήριον δὲ μέγα · Πέρσαι μὲν γὰρ ὡς οὐδὲν μέγα πεπονθότες ὑπὸ Κίμωνος εὐθὺς ἀντετάττοντο τοῖς Ἕλλησι, καὶ τήν γε πολλὴν δύναμιν αὐτῶν ἐν Αἰγύπτῳ κρατήσαντες διέφθειραν, Τιγράνου δὲ καὶ Μιθριδάτου μετὰ Λούκουλλον οὐδὲν ἄλλο ἔργον ἐγένετο, ἀλλ’ὁ μὲν ἀσθενὴς ἤδη καὶ συγκεκομμένος ὑπὸ τῶν πρώτων ἀγώνων οὐ δ’ἅπαξ ἐτόλμησε δεῖξαι Πομπηΐῳ τήν δύναμιν ἔξω τοῦ χάρακος, ἀλλὰ φυγὼν εἰς Βόσπορον κατέβη κἀκεῖ κατέστρεψε, Τιγράνης δ’αὐτὸς ἑαυτὸν γυμνὸν καὶ ἄνοπλον φέρων ὑπέρριψε Πομπηΐῳ, καὶ τὸ διάδημα τῆς κεφαλῆς ἀφελόμενος ἔθηκε πρὸ τῶν ποδῶν, οὐ τοῖς ἑαυτοῦ κολακεύων Πομπήϊον, ἀλλὰ τοῖς ὑπὸ Λουκούλλου τεθριαμβευμένοις.

3.4ἠγάπησε γοῦν ἀπολαμβάνων τὰ σύμβολα τῆς βασιλείας ὡς ἀφῃρημένος πρότερον. μείζων οὖν στρατηγὸς, ὥσπερ ἀθλητὴς, ὁ τῷ μεθ’ἑαυτὸν ἀσθενέστερον παραδοὺς τόν ἀντίπαλον.

3.5ἔτι τοίνυν Κίμων μὲν συντετριμμένην τήν βασιλέως δύναμιν καὶ τὸ Περσῶν φρόνημα συνεσταλμένον ἥτταις μεγάλαις καὶ ἀπαύστοις φυγαῖς ὑπὸ Θεμιστοκλέους καὶ Παυσανίου καὶ Λεωτυχίδου καταλαβὼν ἐπενέβη καὶ ὑποπεπτωκότων καὶ προηττημένων ταῖς ψυχαῖς τὰ σώματα ῥᾳδίως ἐνίκησε, Λουκούλλῳ δὲ Τιγράνης ἀήττητος ἐκ πολλῶν ἀγώνων καὶ μέγα φρονῶν συνέπεσε.

3.6πλήθει δ’οὐ δ’ἄξιον παραβαλεῖν τοῖς ἐπὶ Λούκουλλον συνελθοῦσι τοὺς ὑπὸ Κίμωνος κρατηθέντας. ὥστε πάντῃ μεταλαμβάνοντι δυσδιαίτητον εἶναι τήν κρίσιν, ἐπεὶ καὶ τὸ δαιμόνιον ἀμφοτέροις ἔοικεν εὐμενὲς γενέσθαι, τῷ μὲν ἃ χρὴ κατορθοῦν, τῷ δ’ἃ φυλάττεσθαι χρὴ προμηνῦον, ὥστε καὶ τὴν παρὰ τῶν θεῶν ψῆφον αὐτοῖς ὑπάρχειν ὡς ἀγαθοῖς καὶ θείοις τήν φύσιν ἀμφοτέροις.