Flamininus
1.1ὃν δὲ παραβάλλομεν αὐτῷ, Τίτος Κοΐντιος Φλαμινῖνος, ἰδέαν μὲν ὁποῖος ἦν πάρεστι θεάσασθαι τοῖς βουλομένοις ἀπὸ τῆς ἐν Ῥώμῃ χαλκῆς εἰκόνος, ἣ κεῖται παρὰ τὸν μέγαν Ἀπόλλωνα τὸν ἐκ Καρχηδόνος ἀντικρὺ τοῦ ἱπποδρόμου, γράμμασιν Ἑλληνικοῖς ἐπιγεγραμμένη, τὸ δὲ ἦθος ὀξὺς λέγεται γενέσθαι καὶ πρὸς ὀργὴν καὶ πρὸς χάριν.
1.2οὐ μὴν ὁμοίως, ἀλλ’ἐλαφρὸς μὲν ἐν τῷ κολάζειν καὶ οὐκ ἐπίμονος, πρὸς δὲ τὰς χάριτας τελεσιουργός καὶ τοῖς εὐεργετηθεῖσι διὰ παντὸς ὥσπερ εὐεργέταις εὔνους, καὶ πρόθυμος, ὡς κάλλιστα τῶν κτημάτων, τοὺς ἐν πεπονθότας ὑπ’αὐτοῦ περιέπειν ἀεὶ καὶ σῴζειν. φιλοτιμότατος δὲ καὶ φιλοδοξότατος ὢν ἐβούλετο τῶν ἀρίστων καὶ μεγίστων πράξεων αὐτουργὸς εἶναι, καὶ τοῖς δεομένοις εὖ παθεῖν μᾶλλον ἢ τοῖς εὖ ποιῆσαι δυναμένοις ἔχαιρε, τοὺς μὲν ὕλην τῆς ἀρετῆς, τοὺς δὲ ὥσπερ ἀντιπάλους πρὸς δόξαν ἡγούμενος.
1.3παιδευθεὶς δὲ παιδείαν τὴν διὰ τῶν ἐθῶν τῶν στρατιωτικῶν, πολλοὺς τότε καὶ μεγάλους τῆς Ῥώμης ἀγωνιζομένης ἀγῶνας καὶ τῶν νέων εὐθὺς ἐξ ἀρχῆς ἐν τῷ στρατεύεσθαι στρατηγεῖν διδασκομένων, πρῶτον μὲν ἐν τῷ πρὸς Ἀννίβαν πολέμῳ χιλίαρχος ὑπατεύοντι Μαρκέλλῳ συνεστρατεύσατο.
1.4καὶ Μάρκελλος μὲν ἐνέδρᾳ περιπεσὼν ἐτελεύτησε, Τίτος δὲ τῆς περὶ Τάραντα χώρας καὶ Τάραντος αὐτοῦ τὸ δεύτερον ἡλωκότος ἔπαρχος ἀποδειχθείς εὐδοκίμησεν οὐχ ἧττον ἐπὶ τοῖς δικαίοις ἢ κατὰ τὴν στρατείαν. διὸ καὶ πεμπομένων ἀποίκων εἰς δύο πόλεις, Νάρνειάντε καὶ Κῶνσαν, ἄρχων ᾑρέθη καὶ οἰκιστής.
2.1τοῦτο δὲ αὑτὸν ἐπῆρε μάλιστα τὰς διὰ μέσου καὶ συνήθεις τοῖς νέοις ἀρχὰς ὑπερβάντα, δημαρχίαν καὶ στρατηγίαν καὶ ἀγορανομίαν, εὐθὺς αὑτὸν ὑπατείας ἀξιοῦν καὶ κατῄει τοὺς ἀπὸ τῶν κληρουχιῶν ἔχων προθύμους. τῶν δὲ περὶ Φούλβιον καὶ Μάνιον δημάρχων ἐνισταμένων καὶ δεινὸν εἶναι λεγόντων ἄνδρα νέον εἰς τὴν μεγίστην ἀρχὴν εἰσβιάζεσθαι παρὰ τοὺς νόμους, οἷον ἀτέλεστον ἔτι τῶν πρώτων ἱερῶν καὶ μυστηρίων τῆς πολιτείας, ἡ μὲν σύγκλητος ἀπέδωκε τῷ δήμῳ τὴν ψῆφον, ὁ δὲ δῆμος ἀπέδειξεν αὑτὸν ὕπατον μετὰ Σέξτου Αἰλίου, καίπερ οὔπω τριάκοντα ἔτη γεγονότα, Κλήρῳ δὲ λαγχάνει τὸν πρὸς Φίλιππον καὶ Μακεδόνας πόλεμον, εὐτυχίᾳ τινὶ τῶν Ῥωμαίων συλλαχὼν πράγμασι καὶ ἀνθρώποις οὐ πάντα πολέμῳ καὶ βίᾳ χρωμένου δεομένοις ἄρχοντος, ἀλλὰ πειθοῖ καὶ.
2.2ὁμιλίᾳ μᾶλλον ἁλωσίμοις.
2.3Φιλίππῳ γὰρ ἦν στόμωμα μὲν εἰς μάχην ἀποχρῶν ἡ Μακεδόνων ἀρχή, ῥώμη δὲ πολέμου τριβὴν ἔχοντος καὶ χορηγία καὶ καταφυγὴ καὶ ὄργανον ὅλως τῆς φάλαγγος ἡ τῶν Ἑλλήνων δύναμις, ὧν μὴ διαλυθέντων ἀπὸ τοῦ Φιλίππου μιᾶς μάχης οὐκ ἦν ἔργον ὁ πρὸς αὑτὸν πόλεμος.
2.4ἡ δ’Ἑλλὰς οὔπω πολλὰ συνενηνεγμένη Ῥωμαίοις, ἀλλὰ τότε πρῶτον ἐπιμιγνυμένη ταῖς πράξεσιν, εἰ μὴ φύσειτε χρηστὸς ἦν ὁ ἄρχων καὶ λόγῳ μᾶλλον ἢ πολέμῳ χρώμενος, ἐντυγχάνοντίτε προσῆν πιθανότης καὶ πρᾳότης ἐντυγχανομένῳ καὶ τόνος πλεῖστος ὑπὲρ τῶν δικαίων, οὐκ ἂν οὕτως ῥᾳδίως ἀντὶ τῶν συνήθων ἀλλόφυλον ἀρχὴν ἠγάπησε. ταῦτα μὲν οὖν ἐπὶ τῶν πράξεων αὐτοῦ δηλοῦται.
3.1πυνθανόμενος δὲ ὁ Τίτος τοὺς πρὸ ἑαυτοῦ στρατηγούς, τοῦτο μὲν Σουλπίκιον, τοῦτο δὲ Πόπλιον, ὀψὲ τῆς ὥρας ἐμβαλόντας εἰς Μακεδονίαν καὶ τοῦ πολέμου βραδέως ἁψαμένους κατατετρῖφθαι τοπομαχοῦντας καὶ διαπληκτιζομένους ἀκροβολισμοῖς ὑπὲρ ὁδῶν καὶ σιτολογίας πρὸς τὸν Φίλιππον, οὐκ ᾤετο δεῖν, ὥσπερ ἐκεῖνοι καταναλώσαντες οἴκοι τὸν ἐνιαυτὸν ἐν τιμαῖς καὶ πολιτείαις ὕστερον ἐξώρμησαν ἐπὶ τὰς στρατείας, οὕτως καὶ αὐτὸς ἐνιαυτὸν ἐπικερδᾶναι τῇ ἀρχῇ, τὸν μὲν ὑπατεύσας, τῷ δὲ πολεμήσας, ἀλλ’ὁμοῦ φιλοτιμούμενος ἐνεργὸν τῷ πολέμῳ τὴν ἀρχὴν παρασχεῖν, τὰς μὲν ἐν τῇ πόλει τιμὰς καὶ προεδρίας ἀφῆκεν, αἰτησάμενος δὲ παρὰ τῆς βουλῆς τὸν ἀδελφὸν αὑτῷ Λεύκιον ἄρχοντα νεῶν συστρατεύειν, καὶ τῶν μετὰ Σκηπίωνος ἐν Ἰβηρίᾳ μὲν Ἀσδρούβαν, ἐν Λιβύῃ δὲ Ἀννίβαν αὐτὸν καταμεμαχημένων τοὺς ἀκμάζοντας ἔτι καὶ προθύμους ἀναλαβὼν ὥσπερ στόμωμα, τρισχιλίους γενομένους, εἰς τὴν Ἤπειρον ἀσφαλῶς διεπέρασε.
3.4καὶ τὸν Πόπλιον εὑρὼν μετὰ τῆς δυνάμεως ἀντιστρατοπεδεύοντα τῷ Φιλίππῳ τὰς περὶ τὸν Ἄψον ποταμὸν ἐμβολὰς καὶ τὰ Στενὰ φυλάττοντι πολὺν ἤδη χρόνον, οὐδὲν δὲ περαίνοντα διὰ τὴν ὀχυρότητα τῶν χωρίων, παρέλαβε τὸ στράτευμα καὶ τὸν Πόπλιον ἀποπέμψας κατεσκέπτετο τοὺς τόπους, εἰσὶ δὲ ὀχυροὶ μὲν οὐχ ἧττον τῶν περὶ τὰ Τέμπη, κάλλη δὲ δένδρων, ὡς ἐκεῖνοι, καὶ χλωρότητα ὕλης καὶ διατριβὰς καὶ λειμῶνας ἡδεῖς οὐκ ἔχουσιν.
3.5ὀρῶν δὲ μεγάλων καὶ ὑψηλῶν ἑκατέρωθεν εἰς μίαν φάραγγα μεγίστην καὶ βαθεῖαν συμφερομένων διεκπίπτων ὁ Ἄψος καὶ σχῆμα καὶ τάχος ἐξομοιοῦται πρὸς τὸν Πηνειόν, τὴν μὲν ἄλλην ἅπασαν ἀποκρύπτων ὑπώρειαν, ἐκτομὴν δὲ κρημνώδη καὶ στενὴν παρὰ τὸ ῥεῖθρον ἀπολείπων ἀτραπόν, οὐ δὲ ἄλλως ῥᾳδίαν στρατεύματι διελθεῖν, εἰ δὲ καὶ φυλάττοιτο, παντελῶς ἄπορον.
4.1ἦσαν μὲν οὖν οἱ τὸν Τίτον ἄγειν κύκλῳ διὰ τῆς Δασσαρήτιδος κατὰ Λύκον εὔπορον ὁδὸν καὶ ῥᾳδίαν ἐπιχειροῦντες. ὁ δὲ δεδοικώς μὴ πόρρω θαλάττης ἐμβαλὼν ἑαυτὸν εἰς τόπους γλίσχρους καὶ σπειρομένους πονηρῶς τοῦ Φιλίππου φυγομαχοῦντος ἀπορήσῃ σιτίων καὶ πάλιν ἄπρακτος, ὥσπερ ὁ πρὸ αὐτοῦ στρατηγὸς, ἀναχωρεῖν ἀναγκασθῇ πρὸς τὴν θάλασσαν, ἔγνω προσβαλὼν ἀνὰ κράτος διὰ τῶν ἄκρων βιάσασθαι τὴν πάροδον.
4.2ἐπεὶ δὲ τὰ ὄρη τοῦ Φιλίππου τῇ φάλαγγι κατέχοντος, ἐκ τῶν πλαγίων πανταχόθεν ἐπὶ τοὺς Ῥωμαίους ἀκοντίων καὶ τοξευμάτων φερομένων, πληγαὶ μὲν ἐγίνοντο καὶ ἀγῶνες ὀξεῖς καὶ νεκροὶ παρ’ἀμφοτέρων ἔπιπτον, οὐδὲν δὲ τοῦ πολέμου πέρας ἐφαίνετο, προσῆλθον ἄνθρωποι τῶν αὐτόθι νεμόντων φράζοντές τινα κύκλωσιν ἀμελουμένην ὑπὸ τῶν πολεμίων, ᾗ τὸν στρατόν ἄξειν ὑπισχνοῦντο καὶ καταστήσειν μάλιστα τριταῖον ἐπὶ τῶν ἄκρων, γνώστην δὲ τῆς πίστεως παρείχοντο καὶ βεβαιωτὴν Χάροπα τὸν Μαχάτα, πρωτεύοντα μὲν Ἠπειρωτῶν, εὔνουν δὲ Ῥωμαίοις ὄντα καὶ κρύφα φόβῳ τοῦ Φιλίππου συναγωνιζόμενον.
4.3ᾧ πιστεύσας ὁ Τίτος ἐκπέμπει χιλίαρχον ἕνα πεζοὺς ἔχοντα τετρακισχιλίους καὶ ἱππεῖς τριακοσίους, ἡγοῦντο δὲ οἱ νομεῖς ἐκεῖνοι δεδεμένοι · καὶ τὰς μὲν ἡμέρας ἀνεπαύοντο κοίλους προβαλλόμενοι καὶ ὑλώδεις τόπους, ὥδευον δὲ νύκτωρ πρὸς τὴν σελήνην καὶ γὰρ ἦν διχόμηνος.
4.4ὁ δὲ Τίτος τούτους ἀποστείλας τὰς μὲν ἄλλας ἡμέρας διανέπαυε τὸν στρατόν ὅσα μὴ περισπᾶν τοῖς ἀκροβολισμοῖς τοὺς πολεμίους, καθ’ἣν δὲ ἔμελλον ὑπερφανήσεσθαι τῶν ἄκρων οἱ περιϊόντες, ἅμ’ἡμέρᾳ πᾶν μὲν βαρὺ, πᾶν δὲ γυμνητικὸν ὅπλον ἐκίνει · καὶ τριχῇ νείμας τὴν δύναμιν αὐτὸς μὲν εἰς τὸ στενώτατον παρὰ τὸ ῥεῖθρον ὀρθίας ἀνῆγε τὰς σπείρας βαλλόμενος ὑπὸ τῶν Μακεδόνων καὶ συμπλεκόμενος τοῖς ἀπαντῶσι περὶ τὰς δυσχωρίας, τῶν δὲ ἄλλων ἑκατέρωθεν ἅμα πειρωμένων ἁμιλλᾶσθαι καὶ ταῖς τραχύτησιν ἐμφυομένων προθύμως, ὅτε ἥλιος ἀνέσχε καὶ καπνὸς οὐ βέβαιος, ἀλλ’οἷον ὄρειος ὁμίχλη πόρρωθεν ἀνατέλλων καὶ διαφαινόμενος τοὺς μὲν πολεμίους ἐλάνθανε, κατὰ νώτου γὰρ ἦν αὐτοῖς, ἤδη τῶν ἄκρων ἐχομένων, οἱ δὲ Ῥωμαῖοι δόξαν ἔσχον ἀμφίβολον ἐν ἀγῶνι καὶ πόνῳ τὴν ἐλπίδα πρὸς τὸ βουλόμενον λαμβάνοντες, ἐπεὶ δὲ μᾶλλον αὐξανόμενος καὶ διαμελαίνων τὸν ἀέρα καὶ πολὺς ἄνω χωρῶν ἐδηλοῦτο πυρσὸς εἶναι φίλιος, οἱ μὲν ἀλαλάξαντες ἐπέβαινον ἐρρωμένως καὶ συνέστελλον εἰς τὰ τραχύτατα τοὺς πολεμίους, οἱ δὲ ὄπισθεν ἀπὸ τῶν ἄκρων ἀντηλάλαξαν.
5.1φυγὴ μὲν οὖν ἦν εὐθὺς ὀξεῖα πάντων, ἔπεσον δὲ δισχιλίων οὐ πλείους · ἀφῃροῦντο γὰρ αἱ δυσχωρίαι τήν δίωξιν. χρήματα δὲ καὶ σκηνὰς καὶ θεράποντας οἱ Ῥωμαῖοι διαρπάσαντες ἐκράτουν τῶν Στενῶν, καὶ διώδευον τήν Ἤπειρον οὕτω κοσμίως καὶ μετ’ἐγκρατείας τοσαύτης ὥστε, τῶν πλοίων καὶ τῆς θαλάσσης μακρὰν ὄντας αὐτούς, καὶ τὸν ἐπιμήνιον σῖτον μὴ μεμετρημένους οὐ δ’εὐποροῦντας ἀγρορᾶς, ἀπέχεσθαι τῆς χώρας ἀμφιλαφεῖς ὠφελείας ἐχούσης.
5.2ὁ γὰρ Τίτος πυνθανόμενος τὸν Φίλιππον, ὡς ὅμοια φεύγοντι τήν Θετταλίαν διερχόμενος τοὺς μὲν ἀνθρώπους ἐκ τῶν πόλεων ἀνίστησιν εἰς τὰ ὄρη, τὰς δὲ πόλεις καταπίμπρησι, τῶν δὲ χρημάτων τὰ λειπόμενα διὰ πλῆθος ἢ βάρος ἁρπαγὴν προτίθεται, τρόπον τινὰ τῆς χώρας ἐξιστάμενος ἤδη Ῥωμαίοις, ἐφιλοτιμεῖτο καὶ παρεκάλει τοὺς στρατιώτας ὥσπερ οἰκείας καὶ παρακεχωρημένης κηδομένους βαδίζειν.
5.3καὶ μέντοι καὶ παρεῖχεν αὐτοῖς τὰ γινόμενα τῆς εὐταξίας αἴσθησιν εὐθύς, προσεχώρουν μὲν γὰρ αἱ πόλεις ἁψαμένοις Θετταλίας, οἱ δ’ἐντὸς Πυλῶν Ἕλληνες ἐπόθουν καὶ διεπτόηντο ταῖς ὁρμαῖς πρὸς τὸν Τίτον, Ἀχαιοὶ δὲ τήν Φιλίππου συμμαχίαν ἀπειπάμενοι πολεμεῖν ἐψηφίσαντο μετὰ ’Ῥωμαίων πρὸς αὐτόν.
5.4Ὀπούντιοι δέ, καίπερ Αἰτωλῶν τότε Ῥωμαίοις συναγωνιζομένων προθυμότατα καὶ τήν πόλιν ἀξιούντων παραλαβεῖν καὶ φυλάττειν, οὐ προσέσχον, ἀλλὰ μεταπεμψάμενοι τὸν Τίτον ἐκείνῳ διεπίστευσαν ἑαυτοὺς καὶ παρέδωκαν. Πύρρον μὲν οὖν λέγουσιν, ὅτε πρῶτον ἀπὸ σκοπῆς κατεῖδε τὸ στράτευμα τῶν Ῥωμαίων διακεκοσμημένον, εἰπεῖν οὐ βαρβαρικὴν αὐτῷ φανῆναι τήν τῶν βαρβάρων παράταξιν οἱ δὲ Τίτῳ πρῶτον ἐντυγχάνοντες ἠναγκάζοντο παραπλησίας ἀφιέναι φωνάς.
5.5ἀκούοντες γὰρ τῶν Μακεδόνων ὡς ἄνθρωπος ἄρχων βαρβάρου στρατιᾶς ἔπεισι δι’ὅπλων πάντα καταστρεφόμενος καὶ δουλούμενος, εἶτα ἀπαντῶντες ἀνδρὶ τήντε ἡλικίαν νέῳ καὶ τήν ὄψιν φιλανθρώπῳ, φωνήντε καὶ διάλεκτον Ἕλληνι καὶ τιμῆς ἀληθοῦς ἐραστῇ, θαυμασίως ἐκηλοῦντο, καὶ τὰς πόλεις ἀπιόντες ἐνεπίμπλασαν εὐνοίας τῆς πρὸς αὐτόν ὡς ἐχούσας ἡγεμόνα τῆς ἐλευθερίας, ἐπεὶ δὲ καὶ Φιλίππῳ δοκοῦντι συμβατικῶς ἔχειν εἰς τα- ταὐτὸν ἐλθὼν προὔτεινεν εἰρήνην καὶ φιλίαν ἐπὶ τῷ τοὺς Ἕλληνας αὐτονόμους ἐᾶν καὶ τὰς φρουρὰς ἀπαλλάττειν, ὁ δὲ οὐκ ἐδέξατο, παντάπασιν ἤδη τότε καὶ τοῖς θεραπεύουσι τὰ τοῦ Φιλίππου παρέστη Ῥωμαίους πολεμήσοντας ἥκειν οὐχ Ἕλλησιν, ἀλλ’ὑπὲρ Ἑλλήνων Μακεδόσι.
6.1τὰ μὲν οὖν ἄλλα προσεχώρει καθ’ἡσυχίαν αὐτῷ, τὴν δὲ Βοιωτίαν ἀπολέμως ἐπιπορευομένῳ Θηβαίων ἀπήντησαν οἱ πρῶτοι, φρονοῦντες μὲν τὰ τοῦ Μακεδόνος διὰ Βραχύλλην, ἀσπαζόμενοι δὲ καὶ τιμῶντες τὸν Τίτον, ὡς φιλίας πρὸς ἀμφοτέρους ὑπαρχούσης.
6.2ὁ δ’ἐντυχὼν αὐτοῖς φιλανθρώπως καὶ δεξιωσάμενος προῆγεν ἡσυχῇ καθ’ὁδόν, τὰ μὲν ἐρωτῶν καὶ πυνθανόμενος, τὰ δὲ διηγούμενος, καὶ παράγων ἐπίτηδες ἄχρι τοὺς στρατιώτας ἀναλαβεῖν ἐκ τῆς πορείας, οὕτω δὲ προάγων συνεισῆλθε τοῖς Θηβαίοις εἰς τὴν πόλιν, οὐ πάνυ μὲν ἡδομένοις, ὀκνοῦσι δὲ κωλύειν, ἐπεὶ στρατιῶται γε μέτριοι τὸ πλῆθος εἵποντο.
6.3καὶ μέντοι παρελθὼν ὁ Τίτος, ὡς οὐκ ἔχων τὴν πόλιν, ἔπειθεν ἑλέσθαι τὰ Ῥωμαίων, Ἀττάλου τοῦ βασιλέως συναγορεύοντος αὐτῷ καὶ συνεξορμῶντος τοὺς Θηβαίους, ἀλλ’Ἄτταλος μὲν, ὡς ἔοικε, τοῦ γήρως προθυμότερον ἑαυτὸν τῷ Τίτῳ ῥήτορα παρασχεῖν φιλοτιμούμενος, ἐν αὐτῷ τῷ λέγειν προσπεσόντος ἰλίγγου τινὸς ἢ ῥεύματος ἄφνω τὴν αἴσθησιν ἐπιληφθεὶς ἔπεσε, καὶ μετ’οὐ πολὺ ταῖς ναυσὶν εἰς Ἀσίαν ἀποκομισθεὶς ἐτελεύτησεν · οἱ δὲ Βοιωτοὶ προσεχώρησαν τοῖς Ῥωμαίοις.
7.1Φιλίππου δὲ πρέσβεις πέμψαντος εἰς Ῥώμην ἀπέστειλε καὶ ὁ Τίτος παρ’αὑτοῦ τοὺς πράξοντας ὅπως ἐπιψηφίσηται ἡ σύγκλητος χρόνον αὐτῷ τοῦ πολέμου μένοντος, εἰ δὲ μή, δι’ἐκείνου τὴν εἰρήνην γενέσθαι, φιλότιμος γὰρ ὧν ἰσχυρῶς ἐδεδίει πεμφθέντος ἐπὶ τὸν πόλεμον ἑτέρου στρατηγοῦ τὴν δόξαν ἀφαιρεθῆναι.
7.2διαπραξαμένων δὲ τῶν φίλων αὐτῷ μήτε τὸν Φίλιππον ὧν ἔχρῃζε τυχεῖν καὶ τοῦ πολέμου τὴν ἡγεμονίαν ἐκείνῳ φυλαχθῆναι, δεξάμενος τὸ δόγμα καὶ ταῖς ἐλπίσιν ἐπαρθείς εὐθὺς εἰς Θετταλίαν ἐπὶ τὸν Φιλίππου πόλεμον ὥρμησεν, ὑπὲρ ἑξακισχιλίους καὶ δισμυρίους ἔχων στρατιώτας, ὧν Αἰτωλοὶ πεζοὺς ἑξακισχιλίους καὶ ἱππεῖς τετρακοσίους παρεῖχον. ἦν δὲ καὶ τοῦ Φιλίππου τὸ στράτευμα τῷ πλήθει παραπλήσιον.
7.3ἐπεὶ δὲ βαδίζοντες ἐπ’ἀλλήλους καὶ γενόμενοι περὶ τὴν Σκοτοῦσαν ἐνταῦθα διακινδυνεύειν ἔμελλον, οὐχ, ὅπερ εἰκὸς ἦν, πρὸς δέους ἔλαβον οἱ στρατοὶ τὴν ἀλλήλων γειτνίασιν, ἀλλὰ καὶ μᾶλλον ὁρμῆς καὶ φιλοτιμίας ἐπληροῦντο, Ῥωμαῖοι μὲν, εἰ Μακεδόνων κρατήσουσιν, ὧν ὄνομα δι’Ἀλέξανδρον ἀλκῆς καὶ δυνάμεως πλεῖστον ἦν παρ’αὐτοῖς, Μακεδόνες δὲ Ῥωμαίους Περσῶν ἡγούμενοι διαφέρειν ἤλπιζον, εἰ περιγένοιντο, λαμπρότερον ἀποδείξειν Ἀλεξάνδρου Φίλιππον.
7.4ὁ μὲν οὖν Τίτος παρεκάλει τοὺς στρατιώτας ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ προθύμους, ὡς ἐν τῷ καλλίστῳ θεάτρῳ τῇ Ἑλλάδι μέλλοντας ἀγωνίζεσθαι πρὸς τοὺς ἀρίστους τῶν ἀνταγωνιστῶν ὁ δὲ Φίλιππος, εἴτε ἀπὸ τύχης εἴτε ὑπὸ σπουδῆς παρὰ τὸν καιρὸν ἀγνοήσας, ἦν γάρ τι πολυάνδριον ὑψηλὸν ἔξω τοῦ χάρακος, ἐπὶ τοῦτο προβάς ἤρξατο μὲν, οἷα πρὸ μάχης φιλεῖ, διαλέγεσθαι καὶ παρορμᾶν, ἀθυμίας δὲ δεινῆς πρὸς τὸν οἰωνὸν ἐμπεσούσης διαταραχθεὶς ἐπέσχε τὴν ἡμέραν ἐκείνην,
8.1τῇ δ’ὑστεραίᾳ περὶ τὸν ὄρθρον, ἐκ μαλακῆς καὶ νοτίου νυκτὸς, εἰς ὁμίχλην τῶν νεφῶν τρεπομένων, ἀνεπίμπλατο ζόφου βαθέος πᾶν τὸ πεδίον, καὶ κατῄει παχὺς ἐκ τῶν ἄκρων ἀὴρ εἰς τὸ μεταξὺ τῶν στρατοπέδων, εὐθὺς ἀρχομένης ἡμέρας ἀποκρύπτων τοὺς τόπους, οἱ δὲ ὑπ’ἀμφοτέρων ἀποσταλέντες ἐφεδρείας ἕνεκα καὶ κατασκοπῆς ἐν πάνυ βραχεῖ περιπεσόντες ἀλλήλοις ἐμάχοντο περὶ τὰς καλουμένας Κυνὸς κεφαλάς, αἳ λόφων οὖσαι πυκνῶν καὶ παραλλήλων ἄκραι λεπταὶ δι’ὁμοιότητα τὸν σχήματος οὕτως ὠνομάσθησαν.
8.2γενομένων δὲ οἷον εἰκὸς ἐν τόποις σκληροῖς μεταβολῶν κατὰ τὰς φυγὰς καὶ διώξεις, ἑκάτεροι τοῖς πονοῦσιν ἀεὶ καὶ ὑποχωροῦσιν ἐπιπέμποντες βοήθειαν ἐκ τῶν στρατοπέδων, καὶ ἤδη τοῦ ἀέρος ἀνακαθαιρομένου καθορῶντες τὰ γινόμενα πανστρατιᾷ συνέβαλον. τῷ μὲν οὖν δεξιῷ περιῆν ὁ Φίλιππος, ἐκ τόπων καταφερῶν ὅχην ἐπερείσας τὴν φάλαγγα τοῖς Ῥωμαίοις, τὸ βάρος τὸν συνασπισμοῦ καὶ τὴν τραχύτητα τῆς προβολῆς τῶν σαρισῶν οὐχ ὑπομεινάντων ·
8.3τοῦ δ’εὐωνύμου διασπασμὸν ἀνὰ τοὺς λόφους καὶ περίκλασιν λαμβάνοντος, ὁ Τίτος, τὸ μὲν ἡττώμενον ἀπογνούς, πρὸς δὲ τα- θάτερον ὀξέως παρελάσας, προσέβαλε τοῖς Μακεδόσι συστῆναι μὲν εἰς φάλαγγα καὶ πυκνῶσαι τὴν τάξιν εἰς βάθος, ἥπερ ἦν ἀλκὴ τῆς ἐκείνων δυνάμεως, κωλυομένοις διά τὴν ἀνωμαλίαν καὶ τραχύτητα τῶν χωρίων, πρὸς δὲ τὸ κατ’ἄνδρα συμπλέκεσθαι βαρεῖ καὶ δυσέργῳ χρωμένοις ὁπλισμῷ.
8.4ζῴῳ γὰρ ἡ φάλαγξ ἔοικεν ἀμάχῳ τὴν ἰσχύν, ἕως ἕν ἐστι σῶμα καὶ τηρεῖ τὸν συνασπισμὸν ἕν τάξει μιᾷ. διαλυθείσης δὲ καὶ τὴν καθ’ἕνα ῥώμην ἀπόλλυσι τῶν μαχομένων ἕκαστος διάτε τὸν τρόπον τῆς ὁπλίσεως καὶ ὅτι παντὸς ὅλου τοῖς παρ’ἀλλήλων μέρεσι μᾶλλον ἢ δι’αὑτὸν ἰσχύει, τραπομένων δὲ τούτων οἱ μὲν ἐδίωκον τοὺς φεύγοντας, οἱ δὲ τοὺς μαχομένους τῶν Μακεδόνων παρεκδραμόντες ἐκ πλαγίων ἔκτεινον, ὥστε ταχὺ καὶ τοὺς νικῶντας περισπᾶσθαι καὶ φεύγειν τὰ ὅπλα καταβάλλοντας.
8.5ἔπεσον μὲν οὖν ὀκτακισχιλίων οὐκ ἐλάττους, ἑάλωσαν δὲ περὶ πεντακισχιλίους. τοῦ δὲ τὸν Φίλιππον ἀσφαλῶς ἀπελθεῖν τὴν αἰτίαν ἔλαβον Αἰτωλοί, περὶ ἁρπαγὴν γενόμενοι καὶ πόρθησιν τοῦ χάρακος ἔτι τῶν Ῥωμαίων διωκόντων, ὥστε μηθὲν εὑρεῖν ἐκείνους ἐπανελθόντας.
9.1πρῶτον μὲν οὖν ἐγένοντο λοιδορίαι καὶ διαφοραὶ πρὸς ἀλλήλους αὐτοῖς · ἐκ δὲ τούτων μᾶλλον ἀεὶ τὸν Τίτον ἐλύπουν ἑαυτοῖς ἀνατιθέντες τὸ νίκημα καὶ τῇ φήμῃ προκαταλαμβάνοντες τοὺς Ἕλληνας, ὥστε καὶ γράφεσθαι καὶ ᾄδεσθαι προτέρους ἐκείνους ὑπὸ ποιητῶν καὶ ἰδιωτῶν ὑμνούντων τὸ ἔργον, ὧν μάλιστα διὰ στόματος ἦν τουτὶ τὸ ἐπίγραμμα ·
9.2“ἄκλαυστοι καὶ ἄθαπτοι, ὁδοιπόρε, τῷδ’ἐπὶ νώτῳ Θεσσαλίης τρισσαὶ κείμεθα μυριάδες, Αἰτωλῶν δμηθέντες ὑπ’Ἄρεος ἠδὲ Λατίνων, οὓς Τίτος εὐρείης ἤγαγ’ἀπ’’Ἰταλίης, Ἠμαθίῃ μέγα πῆμα. τὸ δὲ θρασὺ κεῖνο Φιλίππου πνεῦμα θοῶν ἐλάφων ᾤχετ’ἐλαφρότερον”.
9.3τοῦτο ἐποίησε μὲν Ἀλκαῖος ἐφυβρίζων Φιλίππῳ καὶ τὸν ἀριθμὸν τῶν ἀποθανόντων ἐπιψευσάμενος, λεγόμενον δὲ πολλαχοῦ καὶ ὑπὸ πολλῶν μᾶλλον ἠνία τὸν Τίτον ἢ τὸν Φίλιππον. ὁ μὲν γὰρ ἀντικωμῳδῶν τὸν Ἀλκαῖον τῷ ἐλεγείῳ παρέβαλεν “αφλοιος καὶ ἄφυλλος, ὁδοιπόρε, τῷδ’ἐπὶ νώτῳ Ἀλκαίῳ σταυρὸς πήγνυται ἠλίβατος” ·
9.4τὸν δὲ Τίτον φιλοτιμούμενον πρὸς τοὺς Ἕλληνας οὐ μετρίως παρώξυνε τὰ τοιαῦτα, διὸ καὶ τὰ ὑπόλοιπα τῶν πραγμάτων ἔπραττε καθ’ἑαυτόν, ἐλάχιστα φροντίζων τῶν Αἰτωλῶν. οἱ δὲ ἤχθοντο, καὶ προσδεξαμένου λόγους αὐτοῦ καὶ πρεσβείαν ἐπὶ συμβάσεσι παρὰ τοῦ Μακεδόνος, τοῦτο ἐκεῖνοι περιϊόντες ἐπὶ τὰς ἄλλας πόλεις ἐβόων, πωλεῖσθαι τὴν εἰρήνην Φιλίππῳ, παρὸν ἐκκόψαι τὸν πόλεμον ἄρδην καὶ ἀνελεῖν ἀρχὴν ὑφ’ἧς πρώτης ἐδουλώθη τὸ Ἑλληνικόν.
9.5ταῦτα τῶν Αἰτωλῶν λεγόντων καὶ διαταραττόντων τοὺς συμμάχους, αὐτὸς ὁ Φίλιππος ἐλθὼν πρὸς τὰς διαλύσεις ἀνεῖλε τὴν ὑποψίαν, ἐπιτρέψας τῷ Τίτῳ καὶ Ῥωμαίοις τὰ καθ’αὑτόν, καὶ οὕτω καταλύεται τὸν πόλεμον ὁ Τίτος · καὶ τὴν μὲν Μακεδονικὴν ἀπέδωκεν αὐτῷ βασιλείαν, τῆς δὲ Ἑλλάδος προσέταζεν ἀποστῆναι, χιλίοις δὲ ταλάντο ις ἐζημίωσε, τὰς δὲ ναῦς πάσας παρείλετο πλὴν δέκα, τῶν δὲ παίδων τὸν ἕτερον, Δημήτριον, ὁμηρεύσοντα λαβὼν εἰς Ῥώμην ἀπέστειλεν, ἄριστα τῷ καιρῷ χρησάμενος καὶ προλαβὼν τὸ μέλλον, Ἀννίβου γὰρ τοῦ Λίβυος, ἀνδρὸς ἐχθίστουτε Ῥωμαίοις καὶ φυγάδος, ἤδη τότε πρὸς Ἀντίοχον ἥκοντος τὸν βασιλέα καὶ παροξύνοντος αὐτὸν εἰς τὸ πρόσθεν προϊέναι τῇ τύχῃ τῆς δυνάμεως εὐροούσης, ἤδη καὶ καθ’ἑαυτὸν ὑπὸ πραγμάτων μεγάλων, ἃ κατεργασάμενος μέγας ἐπωνομάσθη, πρὸς τὴν ἁπάντων ἡγεμονίαν ἀποβλέποντα, μάλιστα δὲ κατὰ Ῥωμαίων ἀνιστάμενον, εἰ μὴ τοῦτο προϊδὼν ὁ Τίτος ἐμφρόνως ἐνέδωκε πρὸς τὰς διαλύσεις, ἀλλὰ τὸν Φιλιππικὸν ὁ Ἀντιοχικὸς κατειλήφει πόλεμος ἐν τῇ Ἑλλάδι, καὶ συνέστησαν ὑπ’αἰτιῶν ἀμφότεροι κοινῶν οἱ μέγιστοι τῶν τότε καὶ δυνατώτατοι βασιλέων ἐπὶ τὴν Ῥώμην, ἔσχεν ἂν ἀγῶνας ἐξ ὑπαρχῆς καὶ κινδύνους τῶν πρὸς Ἀννίβαν οὐκ ἐλάττους.
9.8νῦν δὲ τῶν πολέμων μέσην κατὰ καιρὸν ἐμβαλὼν τὴν εἰρήνην ὁ Τίτος, καὶ πρὶν ἄρξασθαι τὸν μέλλοντα διακόψας τὸν παρόντα, τοῦ μὲν τὴν ἐσχάτην ἐλπίδα, τοῦ δὲ τὴν πρώτην ὑφεῖλεν.
10.1ἐπεὶ δὲ οἱ δέκα πρέσβεις, οὓς ἡ σύγκλητος ἔπεμψε τῷ Τίτῳ, συνεβούλευον τοὺς μὲν ἄλλους Ἕλληνας ἐλευθεροῦν, Κόρινθον δὲ καὶ Χαλκίδα καὶ Δημητριάδα διατηρεῖν ἐμφρούρους ἕνεκα τῆς πρὸς Ἀντίοχον ἀσφαλείας, ἐνταῦθα δὴ ταῖς κατηγορίαις λαμπροὶ λαμπρῶς τὰς πόλεις ἀνερρήγνυσαν Αἰτωλοί, τὸν μὲν Τίτον κελεύοντες τὰς πέδας τῆς Ἑλλάδος λύειν οὕτω γὰρ ὁ Φίλιππος εἰώθει τὰς προειρημένας πόλεις ὀνομάζειν, τοὺς δὲ Ἕλληνας ἐρωτῶντες εἰ κλοιὸν ἔχοντες βαρύτερον μὲν, λειότερον δὲ τοῦ πάλαι τὸν νῦν, χαίρουσι, καὶ θαυμάζουσι τὸν Τίτον ὡς εὐεργέτην, ὅτι τοῦ ποδὸς λύσας τὴν Ἑλλάδα τοῦ τραχήλου δέδεκεν.
10.2ἐφ’οἷς ἀχθόμενος ὁ Τίτος καὶ βαρέως φέρων, καὶ δεόμενος τοῦ συνεδρίου, τέλος ἐξέπεισε καὶ ταύτας τὰς πόλεις ἀνεῖναι τῆς φρουρᾶς, ὅπως ὁλόκληρος ἡ χάρις ὑπάρξῃ παρ’αὐτοῦ τοῖς Ἕλλησιν.
10.3Ἰσθμίων οὖν ἀγομένων πλῆθος μὲν ἀνθρώπων ἐν τῷ σταδίῳ καθῆστο τὸν γυμνικὸν ἀγῶνα θεωμένων, οἷα δὴ διὰ χρόνων πεπαυμένης μὲν πολέμων τῆς Ἑλλάδος ἐπ’ἐλπίσιν ἐλευθερίας, σαφεῖ δὲ εἰρήνῃ πανηγυριζούσης τῇ σάλπιγγι δὲ σιωπῆς εἰς ἅπαντας διαδοθείσης, προελθὼν εἰς μέσον ὁ κῆρυξ ἀνεῖπεν ὅτι Ῥωμαίων ἡ σύγκλητος καὶ Τίτος Κοΐντιος στρατηγὸς ὕπατος καταπολεμήσαντες βασιλέα Φίλιππον καὶ Μακεδόνας, ἀφιᾶσιν ἀφρουρήτους καὶ ἐλευθέρους καὶ ἀφορολογήτους, νόμοις χρωμένους τοῖς πατρίοις, Κορινθίους, Λοκρούς, Φωκεῖς, Εὐβοέας, Ἀχαιοὺς Φθιώτας, Μάγνητας, Θετταλούς, Περραιβούς.
10.4τὸ μὲν οὖν πρῶτον οὐ πάνυ πάντες οὐ δὲ σαφῶς ἐπήκουσαν, ἀλλ’ἀνώμαλος καὶ θορυβώδης κίνησις ἦν ἐν τῷ σταδίῳ θαυμαζόντων καὶ διαπυνθανομένων καὶ πάλιν ἀνειπεῖν κελευόντων ὡς δὲ αὖθις ἡσυχίας γενομένης ἀναγαγὼν ὁ κῆρυξ τὴν φωνὴν προθυμότερον εἰς ἅπαντας ἐγεγώνει καὶ διῆλθε τὸ κήρυγμα, κραυγὴ μὲν ἄπιστος τὸ μέγεθος διὰ χαρὰν ἐχώρει μέχρι θαλάττης, ὀρθὸν δὲ ἀνειστήκει τὸ θέατρον, οὐδεὶς δὲ λόγος ἦν τῶν ἀγωνιζομένων, ἔσπευδον δὲ πάντες ἀναπηδῆσαι καὶ δεξιώσασθαι καὶ προσειπεῖν τὸν σωτῆρα τῆς Ἑλλάδος καὶ πρόμαχον.
10.6τὸ δὲ πολλάκις λεγόμενον εἰς ὑπερβολὴν τῆς φωνῆς καὶ μέγεθος ὤφθη τότε. κόρακες γὰρ ὑπερπετόμενοι κατὰ τύχην ἔπεσον εἰς τὸ στάδιον. αἰτία δὲ ἡ τοῦ ἀέρος ῥῆξις · ὅταν γὰρ ἡ φωνὴ πολλὴ καὶ μεγάλη φέρηται, διασπώμενος ὑπ’αὐτῆς οὐκ ἀντερείδει τοῖς πετομένοις, ἀλλ’ὀλίσθημα ποιεῖ καθάπερ κενεμβατοῦσιν, εἰ μὴ νὴ Δία πληγῇ τινι μᾶλλον ὡς ὑπὸ βέλους διελαυνόμενα πίπτει καὶ ἀποθνῄσκει, δύναται δὲ καὶ περιδίνησις εἶναι τοῦ ἀέρος, οἷον ἑλιγμὸν ἐν πελάγει καὶ παλιρρύμην τοῦ σάλου διὰ μέγεθος λαμβάνοντος.
11.1ὁ δ’οὖν Τίτος, εἰ μὴ τάχιστα τῆς θέας διαλυθείσης ὑπιδόμενος τὴν φορὰν τοῦ πλήθους καὶ τὸν δρόμον ἐξέκλινεν, οὐκ ἂν ἐδόκει περιγενέσθαι τοσούτων ὁμοῦ καὶ πάντοθεν αὐτῷ περιχεομένων. ὡς δ’ἀπέκαμον περὶ τὴν σκηνὴν αὐτοῦ βοῶντες ἤδη νυκτὸς οὔσης, αὖθις οὕστινας ἴδοιεν ἢ φίλους ἢ πολίτας ἀσπαζόμενοι καὶ περιπλεκόμενοι, πρὸς δεῖπνα καὶ πότους ἐτρέποντο μετ’ἀλλήλων, ἐν ᾧ καὶ μᾶλλον, ὡς εἰκὸς, ἡδομένοις ἐπῄει λογίζεσθαι καὶ διαλέγεσθαι περὶ τῆς Ἑλλάδος, ὅσους πολεμήσασα πολέμους διὰ τὴν ἐλευθερίαν οὔπω τύχοι βεβαιότερον οὐ δὲ ἥδιον αὐτῆς, ἑτέρων προαγωνισαμένων ὀλίγου δεῖν ἀναίμακτος αὐτὴ καὶ ἀπενθὴς φερομένη τὸ κάλλιστον καὶ περιμαχητότατον ἆθλον.
11.2ἦν δ’ἄρα σπάνιον μὲν ἀνδρεία καὶ φρόνησις ἐν ἀνθρώποις, σπανιώτατον δὲ τῶν ἄλλων ἀγαθῶν ὁ δίκαιος.
11.3οἱ γὰρ Ἀγησίλαοι καὶ Λύσανδροι καὶ οἱ Νικίαι καὶ οἱ Ἀλκιβιάδαι πολέμους μὲν εὖ διέπειν καὶ μάχας νικᾶν κατάτε γῆν καὶ θάλασσαν ἄρχοντες ἠπίσταντο, χρῆσθαι δὲ πρὸς χάριν εὐγενῆ καὶ τὸ καλὸν οἷς κατώρθουν οὐκ ἔγνωσαν, ἀλλ’εἰ τὸ Μαραθώνιόν τις ἔργον ἀφέλοι καὶ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν καὶ Πλαταιὰς καὶ Θερμοπύλας καὶ τὰ πρὸς Εὐρυμέδοντι καὶ τὰ περὶ Κύπρον Κίμωνος ἔργα, πάσας τὰς μάχας ἡ Ἑλλὰς ἐπὶ δουλείᾳ μεμάχηται πρὸς αὑτήν, καὶ πᾶν τρόπαιον αὐτῆς συμφορὰ καὶ ὄνειδος ἐπ’αὐτὴν ἕστηκε, τὰ πλεῖστα κακίᾳ καὶ φιλονεικίᾳ τῶν ἡγουμένων περιτραπείσης.
11.4ἀλλόφυλοι δὲ ἄνδρες, ἐναύσματα μικρὰ καὶ γλίσχρα κοινωνήματα παλαιοῦ γένους ἔχειν δοκοῦντες, ἀφ’ὧν καὶ λόγῳ τι καὶ γνώμῃ τῶν χρησίμων ὑπάρξαι τῇ Ἑλλάδι θαυμαστὸν ἦν, οὗτοι τοῖς μεγίστοις κινδύνοις καὶ πόνοις ἐξελόμενοι τὴν Ἑλλάδα δεσποτῶν χαλεπῶν καὶ τυράννων ἐλευθεροῦσι.
12.1ταῦτα δὴ τοὺς Ἕλληνας ὑπῄει · καὶ τὰ τῶν ἔργων ὁμολογοῦντα τοῖς κηρύγμασιν. ἅμα γὰρ ἐξέπεμπεν ὁ Τίτος Λέντλον μὲν εἰς Ἀσίαν Βαργυλιήτας ἐλευθερώσοντα, Στερτίνιον δὲ εἰς Θρᾴκην τὰς αὐτόθι πόλεις καὶ νήσους ἀπαλλάξοντα τῶν Φιλίππου φρουρῶν. Πόπλιος δὲ Οὐίλλιος ἔπλει διαλεξόμενος Ἀντιόχῳ περὶ τῆς τῶν ὑπ’αὐτὸν Ἑλλήνων ἐλευθερίας.
12.2αὐτὸς δὲ ὁ Τίτος εἰς Χαλκίδα παρελθών, εἶτα πλεύσας ἐκεῖθεν ἐπὶ Μαγνησίαν, ἐξῆγε τὰς φρουρὰς καὶ τὰς πολιτείας ἀπεδίδου τοῖς δήμοις. ἀγωνοθέτης δὲ Νεμείων ἀποδειχθεὶς ἐν Ἄργει τήντε πανήγυριν ἄριστα διέθηκε, καὶ πάλιν ἐκεῖ τοῖς Ἕλλησι τήν ἐλευθερίαν ὑπὸ κήρυκος ἀνεῖπεν.
12.3ἐπιφοιτῶντε ταῖς πόλεσιν εὐνομίαν ἅμα καὶ δίκην πολλὴν ὁμόνοιάντε καὶ φιλοφροσύνην πρὸς ἀλλήλους παρεῖχε, καταπαύων μὲν τὰς στάσεις, κατάγων δὲ τὰς φυγάς, ἀγαλλόμενος δὲ τῷ πείθειν καὶ διαλλάσσειν τοὺς Ἕλληνας οὐχ ἧττον ἢ τῷ κεκρατηκέναι τῶν Μακεδόνων, ὥστε μικρότατον ἤδη τήν ἐλευθερίαν δοκεῖν ὧν εὐεργετοῦντο.
12.4Ξενοκράτην μὲν οὖν τὸν φιλόσοφον, ὅτε Λυκοῦργος αὐτὸν ὁ ῥήτωρ ὑπὸ τῶν τελωνῶν ἀγόμενον πρὸς τὸ μετοίκιον ἀφείλετο καὶ τοῖς ἄγουσιν ἐπέθηκε δίκην τῆς ἀσελγείας, λέγεται τοῖς παισὶν ἀπαντήσαντα τοῦ Λυκούργου, “καλήν γε ὑμῶν, ὦ παῖδες,” φάναι, “τῷ πατρὶ χάριν ἀποδίδωμι · πάντες γὰρ αὐτὸν ἐπαινοῦσιν ἐφ’οἷς ἔπραξε,” Τίτῳ δὲ καὶ Ῥωμαίοις ὧν τοὺς Ἕλληνας εὐεργέτησαν οὐκ εἰς ἐπαίνους μόνον, ἀλλὰ καὶ πίστιν ἐν πᾶσιν ἀνθρώποις καὶ δύναμιν ἡ χάρις ἀπήντα δικαίως, οὐ γὰρ προσδεχόμενοι μόνον τοὺς ἡγεμόνας αὐτῶν, ἀλλὰ καὶ μεταπεμπόμενοι καὶ καλοῦντες ἐνεχείριζον αὑτούς, οὐ δὲ δῆμοι καὶ πόλεις, ἀλλὰ καὶ βασιλεῖς ὑφ’ἑτέρων ἀδικούμενοι βασιλέων κατέφευγον εἰς τὰς ἐκείνων χεῖρας, ὥστε ἐν βραχεῖ χρόνῳ, τάχα που καὶ θεοῦ συνεφαπτομένου, πάντ’αὐτοῖς ὑπήκοα γενέσθαι, καὶ αὐτὸς δὲ μέγιστον ἐφρόνησεν ἐπὶ τῇ τῆς Ἑλλάδος ἐλευθερώσει, ἀνατιθεὶς γὰρ εἰς Δελφοὺς ἀσπίδας ἀργυρᾶς καὶ τὸν ἑαυτοῦ θυρεόν ἐπέγραψε ·
12.6“Ζηνὸς ἰὼ κραιπναῖσι γεγαθότες ἱπποσύναισι κοῦροι, ἰὼ Σπάρτας Τυνδαρίδαι βασιλεῖς, Αἰνεάδας Τίτος ὔμμιν ὑπέρτατον ὤπασε δῶρον. Ἑλλήνων τεύξας παισὶν ἐλευθερίαν”.
12.7ἀνέθηκε δὲ καὶ χρυσοῦν τῷ Ἀπόλλωνι στέφανον ἐπιγράψας. “τόνδε τοι ἀμβροσίοισιν ἐπὶ πλοκάμοισιν ἔοικε κεῖσθαι, Λατοΐδα, χρυσοφαῆ στέφανον, ὃν πόρεν Αἰνεαδᾶν ταγὸς μέγας. ἀλλ’, ἑκάεργε, ἀλκᾶς τῷ θείῳ κῦδος ὄπαζε Τίτῳ”.
12.8τῇ δ’οὖν Κορινθίων πόλει πρὸς τοὺς Ἕλληνας τὸ αὐτὸ δὶς ἤδη συμβέβηκε · καὶ γὰρ Τίτος ἐν Κορίνθῳ τότε καὶ Νέρων αὖθις καθ’ἡμᾶς ἐν Κορίνθῳ παραπλησίως Ἰσθμίων ἀγομένων τοὺς Ἕλληνας ἐλευθέρους καὶ αὐτονόμους ἀφῆκαν, ὁ μὲν διὰ κήρυκος, ὡς εἴρηται, Νέρων δὲ αὐτὸς ἐπὶ τῆς ἀγορᾶς ἀπὸ βήματος ἐν τῷ πλήθει δημηγορήσας. ἀλλὰ ταῦτα μὲν ὕστερον.
13.1ὁ δὲ Τίτος τότε καλλίστου καὶ δικαιοτάτου τοῦ πρὸς Νάβιν ἀρξάμενος πολέμου, τὸν Λακεδαιμονίων ἐξωλέστατον καὶ παρανομώτατον τύραννον, ἐν τῷ τέλει διεψεύσατο τὰς τῆς Ἑλλάδος ἐλπίδας, ἑλεῖν παρασχὸν οὐκ ἐθελήσας, ἀλλὰ σπεισάμενος καὶ προέμενος τὴν Σπάρτην ἀναξίως δουλεύουσαν, εἴτε δείσας μὴ τοῦ πολέμου μῆκος λαμβάνοντος ἄλλος ἀπὸ Ῥώμης ἐπελθὼν στρατηγὸς ἀνέληται τὴν δόξαν, εἴτε φιλονεικίᾳ καὶ ζηλοτυπίᾳ τῶν Φιλοποίμενος τιμῶν, ὃν ἔντε τοῖς ἄλλοις ἅπασιν ἄνδρα δεινότατον τῶν Ἑλλήνων ὄντα καὶ περὶ ἐκεῖνον τὸν πόλεμον ἔργα θαυμαστὰ τόλμης καὶ δεινότητος ἀποδειξάμενον ἴσα τῷ Τίτῳ κυδαίνοντες Ἀχαιοὶ καὶ τιμῶντες ἐν τοῖς θεάτροις ἐλύπουν ἐκεῖνον, οὐκ ἀξιοῦντα Ῥωμαίων ὑπάτῳ προπολεμοῦντι τῆς Ἑλλάδος ἄνθρωπον Ἀρκάδα, μικρῶν καὶ ὁμόρων πολέμων στρατηγόν, ὅμοια θαυμάζεσθαι παρ’αὐτοῖς.
13.3οὐ μὴν ἀλλ’αὐτὸς ὁ Τίτος ὑπὲρ τούτων ἀπελογεῖτο, καταθέσθαι τὸν πόλεμον ὡς ἑώρα σὺν κακῷ μεγάλῳ τῶν ἄλλων Σπαρτιατῶν ἀπολούμενον τὸν τύραννον · τῶν δὲ Ἀχαιῶν αὐτῷ πολλὰ πρὸς τιμὴν ψηφισαμένων οὐδὲν ἐδόκει πρὸς τὰς εὐεργεσίας ἐξισοῦσθαι πχὴν μιᾶς δωρεᾶς, ἣν ἐκεῖνος ἀντὶ πάντων ἠγάπησεν. ἦν δὲ τοιάδε.
13.4Ῥωμαίων οἱ δυστυχήσαντες ἐν τῷ πρὸς Ἀννίβαν πολέμῳ πολλαχοῦ μὲν ὤνιοι γενόμενοι καὶ διασπαρέντες ἐδούλευον · ἐν δὲ τῇ Ἑλλάδι χίλιοι καὶ διακόσιοι τὸ πλῆθος ἦσαν, ἀεὶ μὲν οἰκτροὶ τῆς μεταβολῆς, τότε δὲ καὶ μᾶλλον, ὡς εἰκός, ἐντυγχάνοντες οἱ μὲν υἱοῖς, οἱ δὲ ἀδελφοῖς, οἱ δὲ συνήθεσιν, ἐλευθέροις δοῦλοι καὶ νικῶσιν αἰχμάλωτοι, τούτους ὁ μὲν Τίτος οὐκ ἀφείλετο τῶν κεκτημένων, καίπερ ἀνιώμενος ἐπ’αὐτοῖς, οἱ δὲ Ἀχαιοὶ λυτρωσάμενοι πέντε μνῶν ἕκαστον ἄνδρα καὶ συναγαγόντες εἰς τα- ταὐτὸ πάντας ἤδη περὶ πλοῦν ὄντι τῷ Τίτῳ παρέδωκαν, ὥστε αὐτὸν εὐφραινόμενον ἀποπλεῖν, ἀπὸ καλῶν ἔργων καλὰς ἀμοιβὰς καὶ πρεπούσας ἀνδρὶ μεγάλῳ καὶ φιλοπολίτῃ κεκομισμένον ὃ δὴ δοκεῖ πρὸς τὸν θρίαμβον αὐτῷ πάντων ὑπάρξαι λαμπρότατον.
13.6οἱ γὰρ ἄνδρες οὗτοι, καθάπερ ἔθος ἐστὶ τοῖς οἰκέταις ὅταν ἐλευθερωθῶσιν, ξύρεσθαίτε τὰς κεφαλὰς καὶ πιλία φορεῖν, ταῦτα δράσαντες αὐτοὶ θριαμβεύοντι τῷ Τίτῳ παρείποντο.
14.1καλλίω δὲ καὶ τὰ λάφυρα πομπευόμενα παρεῖχεν ὄψιν, Ἑλληνικὰ κράνη καὶ πέλται Μακεδονικαὶ καὶ σάρισαι. τότε τῶν χρημάτων πλῆθος οὐκ ὀλίγον ἦν, ὡς ἀναγράφουσιν οἱ περὶ Τουδιτανὸν ἐν τῷ θριάμβῳ κομισθῆναι χρυσίου μὲν συγκεχωνευμένου λίτρας τρισχιλίας ἑπτακοσίας δεκατρεῖς, ἀργύρου δὲ τετρακισμυρίας τρισχιλίας διακοσίας ἑβδομήκοντα, Φιλιππείους δὲ χρυσοῦς μυρίους τετρακισχιλίους πεντακοσίους δεκατέσσαρας, χωρὶς δὲ τούτων τὰ χίλια τάλαντα Φίλιππος ὤφειλεν.
14.2ἀλλὰ ταῦτα μὲν ὕστερον ἐπείσθησαν Ῥωμαῖοι, μάλιστα τοῦ Τίτου συμπράξαντος, ἀφεῖναι τῷ Φιλίππῳ, καὶ σύμμαχον ἐψηφίσαντο, καὶ τὸν υἱὸν ἀπήλλαξαν αὐτῷ τῆς ὁμηρείας.
15.1ἐπεὶ δὲ ὁ Ἀντίοχος εἰς τὴν Ἑλλάδα ναυσὶ πολλαῖς καὶ στρατῷ περαιωθεὶς ἀφίστη τὰς πόλεις καὶ διεστασίαζεν, Αἰτωλῶν αὐτῷ συνεπιλαμβανομένων καὶ πάλαι διακειμένων πρὸς τὸν Ῥωμαίων δῆμον ἐχθρῶς καὶ πολεμικῶς, ὑπόθεσιν τοῦ πολέμου καὶ πρόφασιν διδόντων ἐλευθεροῦν τοὺς Ἕλληνας οὐδὲν δεομένους ἐλεύθεροι γὰρ ἦσαν, ἀλλ’εὐπρεπεστέρας αἰτίας ἀπορίᾳ τῷ καλλίστῳ τῶν ὀνομάτων χρῆσθαι διδασκόντων, καὶ σφόδρα δείσαντες οἱ Ῥωμαῖοι τὴν ἀνάστασιν καὶ δόξαν αὐτοῦ τῆς δυνάμεως, στρατηγὸν μὲν ὕπατον τοῦ πολέμου Μάνιον Ἀκίλιον κατέπεμψαν, πρεσβευτὴν δὲ Τίτον διὰ τοὺς Ἕλληνας, ὧν τοὺς μὲν εὐθὺς ὀφθεὶς ἐποίησε βεβαιοτέρους, τοὺς δὲ ἀρχομένους νοσεῖν ὥσπερ τι ἐν καιρῷ φάρμακον ἐνδιδοὺς τὴν πρὸς αὑτὸν εὔνοιαν ἔστησε καὶ διεκώλυσεν ἐξαμαρτεῖν, ὀλίγοι δὲ αὑτὸν ἐξέφυγον ἤδη προκατειλημμένοι καὶ διεφθαρμένοι παντάπασιν ὑπὸ τῶν Αἰτωλῶν, οὓς καίπερ ὀργισθεὶς καὶ παροξυνθεὶς ὅμως μετὰ τὴν μάχην περιεποίησεν.
15.3Ἀντίοχος γὰρ ἡττηθεὶς ἐν Θερμοπύλαις καὶ φυγὼν εὐθὺς εἰς Ἀσίαν ἀπέπλευσε, Μάνιος δ’ὁ ὕπατος τοὺς μὲν αὐτὸς ἐπιὼν τῶν Αἰτωλῶν ἐπολιόρκει, τοὺς δὲ τῷ βασιλεῖ Φιλίππῳ συνεχώρησεν ἐξαιρεῖν.
15.4ἀγομένων δὲ καὶ φερομένων ὑπὸ τοῦ Μακεδόνος τοῦτο μὲν Δολόπων καὶ Μαγνήτων, τοῦτο δὲ Ἀθαμάνων καὶ Ἀπεραντῶν, αὐτοῦ δὲ τοῦ Μανίου τὴν μὲν Ἡράκλειαν διαπεπορθηκότος, τὴν δὲ Ναύπακτον Αἰτωλῶν ἐχόντων πολιορκοῦντος, οἰκτείρων τοὺς Ἕλληνας ὁ Τίτος διέπλευσεν ἐκ Πελοποννήσου πρὸς τὸν ὕπατον. καὶ πρῶτον μὲν ἐπετίμησεν εἰ νενικηκὼς αὐτὸς τὰ ἔπαθλα τοῦ πολέμου Φίλιππον ἐᾷ φέρεσθαι, καὶ τριβόμενος περὶ μιᾷ πόλει κάθηται δι’ὀργήν, ἔθνη δὲ οὐκ ὀλίγα καὶ βασιλείας Μακεδόνες αἱροῦσιν.
15.5ἔπειτα τῶν πολιορκουμένων, ὡς εἶδον αὑτὸν, ἀπὸ τοῦ τείχους ἀνακαλούντων καὶ χεῖρας ὀρεγόντων καὶ δεομένων, τότε μὲν οὐδὲν εἰπών, ἀλλὰ στραφεὶς καὶ δακρύσας ἀπῆλθεν, ὕστερον δὲ διαλεχθεὶς τῷ Μανίῳ καὶ καταπαύσας τὸν θυμὸν αὐτοῦ διεπράξατο τοῖς Αἰτωλοῖς ἀνοχὰς δοθῆναι, καὶ χρόνον ἐν ᾧ πρεσβεύσαντες εἰς Ῥώμην μετρίου τινὸς τυχεῖν ἀξιώσουσι.
16.1πλεῖστον δὲ ἀγῶνα καὶ πόνον αὐτῷ παρεῖχον αἱ περὶ Χαλκιδέων δεήσεις πρὸς τὸν Μάνιον, ἐν ὀργῇ γεγονότων διὰ τὸν γάμον ὃν παρ’αὐτῶν ἔγημεν Ἀντίοχος ἤδη τοῦ πολέμου συνεστῶτος, οὐ καθ’ὥραν οὐ δὲ κατὰ καιρόν, ἀλλ’ἐρασθεὶς ἀνὴρ πρεσβύτερος κόρης, ἣ θυγάτηρ μὲν ἦν Κλεοπτολέμου, καλλίστη δὲ λέγεται παρθένων γενέσθαι, τοῦτο τοὺς Χαλκιδεῖς ἐποίησε βασιλίσαι προθυμότατα καὶ τὴν πόλιν αὐτῷ πρὸς τὸν πόλεμον ὁρμητήριον παρασχεῖν.
16.2ἐκεῖνος μὲν οὖν ὡς τάχιστα μετὰ τὴν μάχην φεύγων προσέμιξε τῇ Χαλκίδι, τήντε κόρην ἀναλαβὼν καὶ τὰ χρήματα καὶ τοὺς φίλους εἰς Ἀσίαν ἀπέπλευσε · τὸν δὲ Μάνιον εὐθὺς ἐπὶ τοὺς Χαλκιδεῖς σὺν ὀργῇ πορευόμενον ὁ Τίτος παρακολουθῶν ἐμάλαττε καὶ παρῃτεῖτο καί τέλος ἔπεισε καὶ κατεπράϋνεν, αὐτοῦτε καὶ τῶν ἐν τέλει Ῥωμαίων δεόμενος.
16.3οὕτω διασωθέντες οἱ Χαλκιδεῖς τὰ κάλλιστα καὶ μέγιστα τῶν παρ’αὐτοῖς ἀναθημάτων τῷ Τίτῳ καθιέρωσαν, ὧν ἐπιγραφὰς ἔστι τοιαύτας ἄχρι νῦν ὁρᾶν “ὁ δῆμος Τίτῳ καὶ Ἡρακλεῖ τὸ γυμνάσιον,” ἑτέρωθι δὲ πάλιν, “ὁ δῆμος Τίτῳ καὶ Ἀπόλλωνι τὸ Δελφίνιον”.
16.4ἔτι δὲ καὶ καθ’ἡμᾶς ἱερεὺς χειροτονητὸς ἀπεδείκνυτο Τίτου, καὶ θύσαντες αὐτῷ τῶν σπονδῶν γενομένων ᾄδουσι παιᾶνα πεποιημένον, οὗ τα- τἆλλα διὰ μῆκος ἡμεῖς παρέντες ἀνεγράψαμεν ἃ παυόμενοι τῆς ᾠδῆς λέγουσι · “πίστιν δὲ Ῥωμαίων σέβομεν, τὰν μεγαλευκτοτάταν ὅρκοις φυλάσσειν · μέλπετε κοῦραι, Ζῆνα μέγαν Ῥώμαντε Τίτονθ’ἅμα Ῥωμαίωντε πίστιν ἰήϊε Παιάν, ὦ Τίτε σῶτερ”.
17.1ἦσαν δὲ καὶ παρά τῶν ἄλλων Ἑλλήνων τιμαὶ πρέπουσαι, καὶ τὸ τὰς τιμὰς ἀληθινὰς ποιοῦν, εὔνοια θαυμαστὴ δι’ἐπιείκειαν ἤθους, καὶ γὰρ εἴ τισιν ἐκ πραγμάτων ἢ φιλοτιμίας ἕνεκα, καθάπερ Φιλοποίμενι καὶ πάλιν Διοφάνει στρατηγοῦντι τῶν Ἀχαιῶν, προσέκρουσεν, οὐκ ἦν βαρὺς οὐ δ’εἰς ἔργα διατείνων ὁ θυμός, ἀλλ’ἐν λόγῳ παρρησίαν τινὰ πολιτικὴν ἔχοντι παυόμενος.
17.2πικρὸς μὲν οὖν οὐδενί, πολλοῖς δὲ ὀξὺς ἐδόκει καὶ κοῦφος εἶναι τὴν φύσιν, ἄλλως δὲ συγγενέσθαι πάντων ἥδιστος καὶ εἰπεῖν ἐπίχαρις μετὰ δεινότητος. Ἀχαιούς μὲν γὰρ σφετεριζομένους τὴν Ζακυνθίων νῆσον ἀποτρέπων ἔφη κινδυνεύσειν, ἂν ὥσπερ αἱ χελῶναι πορρωτέρω τὴν κεφαλὴν τῆς Πελοποννήσου προτείνωσι · Φιλίππου δέ, ὁπηνίκα περὶ σπονδῶν καὶ εἰρήνης τὸ πρῶτον εἰς λόγους συνῄεσαν, εἰπόντος μετὰ πολλῶν ἥκειν ἐκεῖνον, αὑτὸν δὲ μόνον, ὑπολαβὼν ὁ Τίτος, “αὑτὸν γὰρ,” ἔφη, “μόνον ἐποίησας ἀποκτείνας τοὺς φίλους καὶ συγγενεῖς”.
17.3ἐπεὶ δὲ Δεινοκράτης ὁ Μεσσήνιος ἐν Ῥώμῃ παρά πότον μεθυσθεὶς ὠρχήσατο λαβὼν ἱμάτιον γυναικεῖον, τῇ δ’ὑστεραίᾳ τὸν Τίτον ἠξίου βοηθεῖν αὐτῷ διανοουμένῳ τὴν Μεσσήνην ἀφιστάναι τῶν Ἀχαιῶν, ταῦτα μὲν ἔφη σκέψεσθαι, θαυμάζειν δὲ ἐκεῖνον, εἰ τηλικαύταις ἐπικεχειρηκὼς πράξεσιν ὀρχεῖσθαι δύναται παρά πότον καὶ ᾄδειν.
17.4πρὸς δὲ τοὺς Ἀχαιούς τῶν παρά Ἀντιόχου πρέσβεων πλῆθος τι τῆς βασιλικῆς στρατιᾶς καταλεγόντων καὶ καταριθμουμένων πολλὰς προσηγορίας, ὁ Τίτος ἔφη δειπνοῦντος αὐτοῦ παρά τῷ ξένῳ καὶ μεμφομένου τὸ πλῆθος τῶν κρεῶν καὶ θαυμάζοντος πόθεν οὕτω ποικίλης ἀγορᾶς εὐπόρησεν, εἰπεῖν τὸν ξένον, ὡς ὕεια πάντα ἐστί τῇ σκευασίᾳ, διαφέροντα καὶ τοῖς ἡδύσμασι.
17.5“μὴ τοίνυν,” ἔφη, “μη δὲ ὑμεῖς, ὦ ἄνδρες Ἀχαιοὶ, θαυμάζετε τὴν Ἀντιόχου δύναμιν λογχοφόρους καὶ ξυστοφόρους καὶ πεζεταίρους ἀκούοντες πάντες γὰρ οὗτοι Σύροι εἰσίν ὁπλαρίοις διαφέροντες”.
18.1μετὰ δὲ τὰς Ἑλληνικὰς πράξεις καὶ τὸν Ἀντιοχικὸν πόλεμον ἀπεδείχθη τιμητής, ἥτις ἐστὶν ἀρχὴ μεγίστη καὶ τρόπον τινὰ τῆς πολιτείας ἐπιτελείωσις. καὶ συνῆρχε μὲν αὐτῷ Μαρκέλλου τοῦ πεντάκις ὑπατεύσαντος υἱός, ἐξέβαλον δὲ τῆς βουλῆς τῶν οὐκ ἄγαν ἐπιφανῶν τέσσαρας, προσεδέξαντο δὲ πολίτας ἀπογραφομένους πάντας, ὅσοι γονέων ἐλευθέρων ἦσαν, ἀναγκασθέντες ὑπὸ τοῦ δημάρχου Τερεντίου Κουλέωνος, ὃς ἐπηρεάζων τοῖς ἀριστοκρατικοῖς ἔπεισε τὸν δῆμον ταῦτα ψηφίσασθαι.
18.2τῶν δὲ γνωριμωτάτων κατ’αὑτὸν ἀνδρῶν καὶ μεγίστων ἐν τῇ πόλει διαφερομένων πρὸς ἀλλήλους, Ἀφρικανοῦ Σκηπίωνος καὶ Μάρκου Κάτωνος, τὸν μὲν προέγραψε τῆς βουλῆς, ὡς ἄριστον ἄνδρα καὶ πρῶτον, Κάτωνι δὲ εἰς ἔχθραν ἦλθε συμφορᾷ τοιαύτῃ χρησάμενος. ἀδελφὸς ἦν Τίτῳ Λεύκιος Φλαμινῖνος, οὔτε τὰ ἄλλα προσεοικὼς ἐκείνῳ τὴν φύσιν ἔντε ταῖς ἡδοναῖς ἀνελεύθερος δεινῶς καὶ ὀλιγωρότατος τοῦ πρέποντος, τούτῳ συνῆν μειρακίσκος ἐρώμενος, ὃν καὶ στρατιᾶς ἄρχων ἐπήγετο καὶ διέπων ἐπαρχίας εἶχεν ἀεὶ περὶ αὑτόν, ἔν οὖν πότῳ τινὶ θρυπτόμενος πρὸς τὸν Λεύκιον οὕτως ἔφη σφόδρα φιλεῖν αὐτόν ὥστε θέαν μονομάχων ἀπολιπεῖν οὔπω γεγονὼς ἀνθρώπου φονευομένου θεατής, τὸ πρὸς ἐκεῖνον ἡδὺ τοῦ πρὸς αὑτὸν ἐν πλείονι λόγῳ θέμενος.
18.3ὁ δὲ Λεύκιος ἡσθείς “οὐδὲν,” ἔφη, “δεινόν · ἰάσομαι γὰρ ἐγώ σου τὴν ἐπιθυμίαν”.
18.4καὶ κελεύσας ἕνα τῶν καταδίκων ἐκ τοῦ δεσμωτηρίου προαχθῆναι, καὶ τὸν ὑπηρέτην μεταπεμψάμενος, ἐν τῷ συμποσίῳ προσέταξεν ἀποκόψαι τοῦ ἀνθρώπου τὸν τράχηλον. Οὐαλλέριος δὲ Ἀντίας οὐκ ἐρωμένῳ φησίν, ἀλλ’ἐρωμένῃ τοῦτο χαρίσασθαι τὸν Λεύκιον. ὁ δὲ Λίβιος ἐν λόγῳ Κάτωνος αὐτοῦ γεγράφθαι φησίν, ὡς Γαλάτην αὐτόμολον ἐλθόντα μετὰ παίδων καὶ γυναικὸς ἐπὶ τὰς θύρας δεξάμενος εἰς τὸ συμπόσιον ὁ Λεύκιος ἀπέκτεινεν ἰδίᾳ χειρί τῷ ἐρωμένῳ χαριζόμενος, τοῦτο μὲν οὖν εἰκὸς εἰς δείνωσιν εἰρῆσθαι τῆς κατηγορίας ὑπὸ τοῦ Κάτωνος ·
18.5ὅτι δὲ οὐκ αὐτόμολον ἤν, ἀλλὰ δεσμώτης ὁ ἀναιρεθεὶς καὶ ἐκ τῶν καταδίκων, ἄλλοιτε πολλοὶ καὶ Κικέρων ὁ ῥήτωρ ἐν τῷ περὶ γήρως αὐτῷ Κάτωνι τὴν διήγησιν ἀναθείς εἴρηκεν.
19.1ἐπὶ τούτῳ Κάτων τιμητὴς γενόμενος καὶ καθαίρων τὴν σύγκλητον ἀπήλασε τῆς βουλῆς τὸν Λεύκιον, ὑπατικοῦ μὲν ἀξιώματος ὄντα, συνατιμοῦσθαι δὲ τοῦ ἀδελφοῦ δοκοῦντος αὐτῷ. διὸ καὶ προελθόντες εἰς τὸν δῆμον ἀμφότεροι ταπεινοὶ καὶ δεδακρυμένοι μέτρια δεῖσθαι τῶν πολιτῶν ἐδόκουν, ἀξιοῦντες αἰτίαν εἰπεῖν τὸν Κάτωνα καὶ λόγον, ᾧ χρησάμενος οἶκον ἔνδοξον ἀτιμίᾳ τοσαύτῃ περιβέβληκεν.
19.2οὐδὲν οὖν ὑποστειλάμενος ὁ Κάτων προῆλθε, καὶ καταστὰς μετὰ τοῦ συνάρχοντος ἠρώτησε τὸν Τίτον εἰ γινώσκει τὸ συμπόσιον. ἀρνουμένου δὲ ἐκείνου, διηγησάμενος εἰς ὁρισμὸν προεκαλεῖτο τὸν Λεύκιον εἴ τί φησι τῶν εἰρημένων μὴ ἀληθὲς εἶναι, τοῦ δὲ Λευκίου σιωπήσαντος, ὁ μὲν δῆμος ἔγνω δικαίαν γεγονέναι τὴν ἀτιμίαν καὶ τὸν Κάτωνα προέπεμψε λαμπρῶς ἀπὸ τοῦ βήματος, ὁ δὲ Τίτος τῇ συμφορᾷ τοῦ ἀδελφοῦ περιπαθῶν συνέστη μετὰ τῶν πάλαι μισούντων τὸν Κάτωνα καὶ πάσας μὲν ἃς ἐκεῖνος ἐποιήσατο τῶν δημοσίων ἐκδόσεις καὶ μισθώσεις καὶ ὠνὰς ἠκύρωσε καὶ ἀνέλυσεν ἐν τῇ βουλῇ κρατήσας, πολλὰς δὲ καὶ μεγάλας δίκας κατ’αὐτοῦ παρεσκεύασεν, οὐκ οἶδὲ ὅπως εὖ καὶ πολιτικῶς πρὸς ἄρχοντα νόμιμον καὶ πολίτην ἄριστον ὑπὲρ ἀνδρὸς οἰκείου μέν, ἀναξίου δὲ καὶ τὰ προσήκοντα πεπονθότος ἀνήκεστον ἔχθραν ἀράμενος.
19.4οὐ μὴν ἀλλὰ τοῦ Ῥωμαίων ποτὲ δήμου θέαν ἔχοντος ἐν τῷ θεάτρῳ καὶ τῆς βουλῆς, ὥσπερ εἴωθε, κόσμῳ προκαθημένης, ὀφθεὶς ὁ Λεύκιος ἐπ’ἐσχάτοις που καθήμενος ἀτίμως καὶ ταπεινῶς οἶκτον ἔσχε · καὶ τὸ πλῆθος οὐκ ἠνέσχετο τὴν ὄψιν, ἀλλ’ἐβόων μεταβῆναι κελεύοντες, ἕως μετέβη, δεξαμένων αὐτὸν εἰς ἑαυτοὺς τῶν ὑπατικῶν.
20.1τὸ δὲ οὖν φύσει Τίτου φιλότιμον, ἄχρι μὲν ἱκανὴν εἶχεν ὕλην περὶ τοὺς εἰρημένους πολέμους διατρίβοντος, εὐδοκίμει · καὶ γὰρ ἐχιλιάρχησεν αὖθις μετὰ τὴν ὑπατείαν, οὐδενὸς ἐπείγοντος · ἀπαλλαγεὶς δέ τοῦ ἄρχειν καὶ πρεσβύτερος ὢν ἠλέγχετο μᾶλλον, ἐν οὐκ ἔχοντι πράξεις ἔτι τῷ λοιπῷ βίῳ σπαργῶντα πρὸς δόξαν καὶ νεανίζοντα τῷ πάθει κατέχειν ἑαυτὸν οὐ δυνάμενος, τοιαύτῃ γάρ τινι καὶ τὸ περὶ Ἀννίβαν φορᾷ ἐδόκει πράξας ἐπαχθὴς γενέσθαι τοῖς πολλοῖς.
20.2ὁ γὰρ Ἀννίβας οἴκοθεν μὲν ἐκ Καρχηδόνος ὑπεκδρὰς Ἀντιόχῳ συνῆν, ἐκείνου δέ μετὰ τὴν ἐν Φρυγίᾳ μάχην εἰρήνης ἀγαπητῶς τυχόντος, αὖθις φεύγων καὶ πλανηθεὶς πολλά τέλος ἐν τῇ Βιθυνίᾳ κατέστη Προυσίαν θεραπεύων, οὐδενὸς Ῥωμαίων ἀγνοοῦντος, ἀλλὰ παρορώντων ἁπάντων δι’ἀσθένειαν καὶ γῆρας ὥσπερ ἐρριμμένον ὑπὸ τῆς τύχης.
20.3Τίτος δέ πρεσβευτὴς δι’ἑτέρας δή τινας πράξεις ὑπὸ τῆς βουλῆς πρὸς τὸν Προυσίαν ἀφικόμενος καὶ τὸν Ἀννίβαν ἰδὼν αὐτόθι διαιτώμενον, ἠγανάκτησεν εἰ ζῇ, καὶ πολλά τοῦ Προυσίου δεομένου καὶ λιπαροῦντος ὑπὲρ ἀνδρὸς ἱκέτου καὶ συνήθους οὐ παρῆκε. χρησμοῦ δέ τινος, ὡς ἔοικε, παλαιοῦ περὶ τῆς Ἀννίβου τελευτῆς οὕτως ἔχοντος, “Λίβυσσα κρύψει βῶλος Ἀννίβου δέμας,” ὁ μὲν ἄρα Λιβύην ὑπενόει καὶ τὰς ἐν Καρχηδόνι ταφάς, ὡς ἐκεῖ καταβιωσόμενος ·
20.4ἐν δὲ Βιθυνίᾳ τόπος ἐστὶ θινώδης ἐπὶ θαλάσσης καὶ πρὸς αὐτῷ κώμη τις μεγάλη Λίβυσσα καλεῖται, περὶ ταύτην ἔτυχε διατρίβων Ἀννίβας, ἀεὶ δὲ ἀπιστῶν τῇ τοῦ Προυσίου μαλακίᾳ καὶ φοβούμενος τοὺς Ῥωμαίους τὴν οἰκίαν ἔτι πρότερον ἐξόδοις ἑπτὰ καταγείοις συντετρημένην ἐκ τῆς ἑαυτοῦ διαίτης εἶχεν, ἄλλου κατ’ἄλλο τῶν ὑπονόμων, πόρρω δὲ πάντων ἀδήλως ἐκφερόντων.
20.5ὡς οὖν ἤκουσε τότε τὸ πρόσταγμα τοῦ Τίτου, φεύγειν μὲν ὥρμησε διὰ τῶν ὑπονόμων, ἐντυχὼν δὲ φυλακαῖς βασιλικαῖς ἔγνω δι’αὑτοῦ τελευτᾶν. ἔνιοι μὲν οὖν λέγουσιν ὡς ἱμάτιον τῷ τραχήλῳ περιβαλὼν καὶ κελεύσας οἰκέτην ὄπισθεν ἐρείσαντα κατὰ τοῦ ἰσχίου τὸ γόνυ καὶ σφοδρῶς ἀνακλάσαντα συντεῖναι καὶ περιστρέψαι, μέχρι ἂν ἐκθλίψαι τὸ πνεῦμα, διαφθείρειεν αὑτόν ἔνιοι δέ μιμησάμενον Θεμιστοκλέα καὶ Μίδαν αἷμα ταύρειον πιεῖν Λίβιος δέ φησι φάρμακον ἔχοντα κεράσαι καὶ τὴν κύλικα δεξάμενον εἰπεῖν “ἀναπαύσωμεν ἤδη ποτὲ τὴν πολλὴν φροντίδα Ῥωμαίων, οἳ μακρὸν ἡγήσαντο καὶ βαρὺ μισουμένου γέροντος ἀναμεῖναι θάνατον, οὐ μὴν οὐ δὲ Τίτος ἀξιοζήλωτον ἀποίσεται νίκην οὐ δὲ τῶν προγόνων ἀξίαν, οἳ Πύρρῳ πολεμοῦντι καὶ κρατοῦντι τὴν μέλλουσαν ὑποπέμψαντες κατεμήνυσαν φαρμακείαν”.
21.1οὕτω μὲν τὸν Ἀννίβαν ἀποθανεῖν λέγουσιν. ἀπαγγελθέντων δὲ τούτων πρὸς τὴν σύγκλητον, οὐκ ὀλίγοις ἐπαχθὴς ἔδοξεν ὁ Τίτος καί περιττὸς ἄγαν καί ὠμός, ὥσπερ ὄρνιν ὑπὸ γήρως ἀπτῆνα καί κόλουρον ἀφειμένον ζῆν χειροήθη τὸν Ἀννίβαν ἀποκτείνας, οὐδενὸς ἐπείγοντος, ἀλλὰ διὰ δόξαν, ὡς ἐπώνυμος τοῦ θανάτου γένοιτο, καί τὴν Ἀφρικανοῦ Σκηπίωνος ἐκτιθέντες πρᾳότητα καί μεγαλοψυχίαν ἔτι μᾶλλον ἐθαύμαζον, ὡς ἀήττητον ὄντα καί φοβερὸν ἐν Λιβύῃ καταπολεμήσας Ἀννίβαν οὔτε ἐξήλασεν οὔτε ἐξῃτήσατο παρὰ τῶν πολιτῶν, ἀλλὰ καί πρὸ τῆς μάχης εἰς λόγους ἐλθὼν ἐδεξιώσατο καί μετὰ τὴν μάχην σπενδόμενος οὐδὲν ἐπετόλμησεν οὐ δ’ἐπενέβη τῇ τύχῃ τοῦ ἀνδρός.
21.3λέγεται δὲ αὖθις ἐν Ἐφέσῳ συμβαλεῖν αὐτούς · καί πρῶτον μὲν ἐν τῷ συμπεριπατεῖν τοῦ Ἀννίβου τὴν προσήκουσαν ἐν ἀξιώματι τάξιν ἐκείνῳ προλαβόντος ἀνέχεσθαι καί περιπατεῖν ἀφελῶς τὸν Ἀφρικανόν, ἔπειτα λόγου περὶ στρατηγῶν ἐμπεσόντος καί τοῦ Ἀννίβου κράτιστον ἀποφηναμένου γεγονέναι τῶν στρατηγῶν Ἀλέξανδρον, εἶτα Πύρρον, τρίτον δὲ αὑτόν, ἡσυχῇ μειδιάσαντα τὸν Ἀφρικανὸν εἰπεῖν, “τί δ’, εἰ μή σε ἐγὼ νενικήκειν”; καί τὸν Ἀννίβαν, “οὐκ ἂν, ὦ Σκηπίων,” φάναι, “τρίτον ἐμαυτόν, ἀλλὰ πρῶτον ἐποιούμην τῶν στρατηγῶν”.
21.4ταῦτα δὴ τοῦ Σκηπίωνος οἱ πολλοὶ θαυμάζοντες ἐκάκιζον τὸν Τίτον ὡς ἀλλοτρίῳ νεκρῷ προσενεγκόντα τὰς χεῖρας. ἔνιοι δὲ ἦσαν οἱ τὸ πεπραγμένον ἐπαινοῦντες καί τὸν Ἀννίβαν, ἕως ἔζη, πῦρ ἡγούμενοι δεόμενον τοῦ ῥιπίζοντος ·
21.5μη δὲ γὰρ ἀκμάζοντος αὐτοῦ τὸ σῶμα Ῥωμαίοις καί τὴν χεῖρα φοβεράν, ἀλλὰ τὴν δεινότητα καί τὴν ἐμπειρίαν γεγονέναι μετὰ τῆς ἐμφύτου πικρίας καί δυσμενείας, ὧν οὐδὲν ἀφαιρεῖν τὸ γῆρας, “ἀλλ’ὑπομένειν τὴν φύσιν ἐν τῷ ἤθει, τὴν δὲ τύχην οὐ διαμένειν ὁμοίαν, ἀλλὰ μεταπίπτουσαν ἐκκαλεῖσθαι ταῖς ἐλπίσι πρὸς τὰς ἐπιθέσεις τοὺς ἀεὶ τῷ μισεῖν πολεμοῦντας.
21.6καί τὰ ὕστερά πως ἔτι μᾶλλον ἐμαρτύρησε τῷ Τίτῳ, τοῦτο μὲν Ἀριστόνικος ὁ τοῦ κιθαρῳδοῦ διὰ τὴν Εὐμενοῦς δόξαν ἐμπλήσας ἅπασαν ἀποστάσεων καί πολέμων τὴν Ἀσίαν, τοῦτο δὲ Μιθριδάτης μετὰ Σύλλαν καί Φιμβρίαν καί τοσοῦτον ὄλεθρον στρατευμάτων καὶ στρατηγῶν αὖθις ἐπὶ Λεύκολλον ἐκ γῆς ὁμοῦ καί θαλάττης ἀναστὰς τηλικοῦτος.
21.7οὐ μὴν οὐ δὲ Γαΐου Μαρίου ταπεινότερος Ἀννίβας ἔκειτο, τῷ μὲν γὰρ βασιλεὺς φίλος ὑπῆρχε καί βίος ἦν συνήθης καί διατριβαὶ περὶ ναῦς καί ἵππους καί στρατιωτῶν ἐπιμέλειαν τὰς δὲ Μαρίου τύχας Ῥωμαῖοι γελῶντες ἀλωμένου καί πτωχεύοντος ἐν Λιβύῃ μετὰ μικρὸν ἐν Ῥώμῃ σφαττόμενοι καὶ μαστιγούμενοι προσεκύνουν. οὕτως οὐδὲν οὔτε μικρὸν οὔτε μέγα τῶν παρόντων πρὸς τὸ μέλλον ἐστίν, ἀλλὰ μία τοῦ μεταβάλλειν τελευτὴ καί τοῦ εἶναι, διὸ καί φασιν ἔνιοι Τίτον οὐκ ἀφ’ἑαυτοῦ ταῦτα πρᾶξαι, πεμφθῆναι δὲ πρεσβευτὴν μετὰ Λευκίου Σκηπίωνος, οὐδὲν ἄλλο τῆς πρεσβείας ἐχούσης ἔργον ἢ τὸν Ἀννίβου θάνατον.
21.8ἐπεὶ δὲ οὐδεμίαν ἔτι τούτων κατόπιν οὔτε πολιτικὴν τοῦ Τίτου πρᾶξιν οὔτε πολεμικὴν ἱστορήκαμεν, ἀλλὰ καί τελευτῆς ἔτυχεν εἰρηνικῆς, ὥρα τὴν σύγκρισιν ἐπισκοπεῖν.