Plutarch

Comparison of Aemilius Paulus and Timoleon

1

1.1τοιούτων δὲ τῶν κατὰ τὴν ἱστορίαν ὄντων, δῆλον ὡς οὐκ ἔχει πολλὰς διαφορὰς οὐ δὲ ἀνομοιότητας ἡ σύγκρισις. οἵτε γὰρ πόλεμοι πρὸς ἐνδόξους γεγόνασιν ἀμφοτέροις ἀνταγωνιστάς, τῷ μὲν Μακεδόνας, τῷ δὲ Καρχηδονίους, αἵτε νῖκαι περιβόητοι, τοῦ μὲν ἑλόντος Μακεδονίαν καὶ τὴν ἀπ’Ἀντιγόνου διαδοχὴν ἐν ἑβδόμῳ βασιλεῖ καταπαύσαντος, τοῦ δὲ τὰς τυραννίδας πάσας ἀνελόντος ἐκ Σικελίας καὶ τὴν νῆσον ἐλευθερώσαντος · εἰ μὴ νὴ Δία βούλοιτό τις παρεγχειρεῖν ὡς Αἰμίλιος μὲν ἐρρωμένῳ Περσεῖ καὶ Ῥωμαίους νενικηκότι, Τιμολέων δὲ Διονυσίῳ παντάπασιν ἀπειρηκότι καὶ κατατετριμμένῳ συνέπεσε, καὶ πάλιν ὑπὲρ Τιμολέοντος, ὅτι πολλοὺς μὲν τυράννους, μεγάλην δὲ τὴν Καρχηδονίων δύναμιν ἀπὸ τῆς τυχούσης στρατιᾶς ἐνίκησεν, οὐχ ὥσπερ Αἰμίλιος ἀνδράσιν ἐμπειροπολέμοις καὶ μεμαθηκόσιν ἄρχεσθαι χρώμενος, ἀλλὰ μισθοφόροις οὖσι καὶ στρατιώταις ἀτάκτοις, πρὸς ἡδονὴν εἰθισμένοις στρατεύεσθαι.

1.2τὰ γὰρ ἀπ’οὐκ ἴσης παρασκευῆς ἴσα κατορθώματα τῷ στρατηγῷ τὴν αἰτίαν περιτίθησι.

2

2.1καθαρῶν οὖν καὶ δικαίων ἐν τοῖς πράγμασιν ἀμφοτέρων γεγονότων, Αἰμίλιος μὲν ὑπὸ τῶν νόμων καὶ τῆς πατρίδος οὕτως ἔοικεν εὐθὺς ἀφικέσθαι παρεσκευασμένος, Τιμολέων δὲ τοιοῦτον αὐτὸς ἑαυτὸν παρέσχε, τούτου τεκμήριον ὅτι Ῥωμαῖοι μὲν ὁμαλῶς ἐν τῷ τότε χρόνῳ πάντες ἦσαν εὔτακτοι καὶ ὑποχείριοι τοῖς ἐθισμοῖς καὶ τοὺς νόμους δεδιότες καὶ τοὺς πολίτας, Ἑλλήνων δὲ οὐδεὶς ἡγεμών ἐστιν οὐ δὲ στρατηγός ὃς οὐ διεφθάρη τότε Σικελίας ἁψάμενος ἔξω Δίωνος, καίτοι Δίωνα πολλοὶ μοναρχίας ὀρέγεσθαι καὶ βασιλείαν τινὰ Λακωνικὴν ὀνειροπολεῖν ὑπενόουν.

2.2Τίμαιος δὲ καὶ Γύλιππον ἀκλεῶς φησι καὶ ἀτίμως ἀποπέμψαι Συρακουσίους, φιλοπλουτίαν αὑτοῦ καὶ ἀπληστίαν ἐν τῇ στρατηγίᾳ κατεγνωκότας. ἃ δὲ Φάραξ ὁ Σπαρτιάτης καὶ Κάλλιππος. ὁ Ἀθηναῖος ἐλπίσαντες ἄρξειν Σικελίας παρενόμησαν καὶ παρεσπόνδησαν, ὑπὸ πολλῶν ἀναγέγραπται.

2.3καίτοι τίνες ἢ πηλίκων κύριοι πραγμάτων ὄντες οὗτοι τοιαῦτα ἤλπισαν; ὧν ὁ μὲν ἐκπεπτωκότα Συρακουσῶν ἐθεράπευε Διονύσιον, Κάλλιππος δὲ εἷς ἦν τῶν περὶ Δίωνα ξεναγῶν. ἀλλὰ Τιμολέων αἰτησαμένοις καὶ δεηθεῖσιν αὐτοκράτωρ πεμφθεὶς Συρακουσίοις, καὶ δύναμιν οὐ ζητεῖν ἀλλ’ἔχειν ὀφείλων ἣν ἔλαβε βουλομένων καὶ διδόντων, πέρας ἐποιήσατο τῆς αὑτοῦ στρατηγίας καὶ ἀρχῆς τὴν τῶν παρανόμων ἀρχόντων κατάλυσιν.

2.4ἐκεῖνο μέντοι τοῦ Αἰμιλίου θαυμαστόν, ὅτι τηλικαύτην βασιλείαν καταστρεψάμενος οὐ δὲ δραχμῇ μείζονα τὴν οὐσίαν ἐποίησεν, οὐ δὲ εἶδεν οὐ δὲ ἥψατο τῶν χρημάτων, καίτοι πολλὰ δοὺς ἑτέροις καὶ δωρησάμενος. οὐ λέγω δὲ ὅτι Τιμολέων μεμπτός ἐστιν οἰκίαντε καλὴν λαβὼν καὶ χωρίον · οὐ γὰρ τὸ λαβεῖν ἐκ τοιούτων αἰσχρόν, ἀλλὰ τὸ μὴ λαβεῖν κρεῖττον καὶ περιουσία τῆς ἀρετῆς, ἐν οἷς ἔξεστιν ἐπιδεικνυμένης τὸ μὴ δεόμενον ·

2.5ἐπεὶ δέ, ὡς σώματος ῥῖγος ἢ θάλπος φέρειν δυναμένου τὸ πρὸς ἀμφοτέρας εὖ πεφυκὸς ὁμοῦ τὰς μεταβολὰς ῥωμαλεώτερον, οὕτω ψυχῆς ἄκρατος εὐρωστία καὶ ἰσχύς, ἣν οὔτε τὸ εὐτυχεῖν ὕβρει θρύπτει καὶ ἀνίησιν οὔτε συμφοραὶ ταπεινοῦσι, φαίνεται τελειότερος ὁ Αἰμίλιος, ἐν χαλεπῇ τύχῃ καὶ πάθει μεγάλῳ τῷ περὶ τοὺς παῖδας οὐδέν τι μικρότερος οὐ δὲ ἀσεμνότερος ἢ διὰ τῶν εὐτυχημάτων ὁραθείς ·

2.6Τιμολέων δὲ γενναῖα πράξας περὶ τὸν ἀδελφὸν οὐκ ἀντέσχε τῷ λογισμῷ πρὸς τὸ πάθος, ἀλλὰ μετανοίᾳ καὶ λύπῃ ταπεινωθεὶς ἐτῶν εἴκοσι τὸ βῆμα καὶ τὴν ἀγορὰν ἰδεῖν οὐχ ὑπέμεινε. δεῖ δὲ τὰ αἰσχρὰ φεύγειν καὶ αἰδεῖσθαι, τὸ δὲ πρὸς πᾶσαν ἀδοξίαν εὐλαβὲς ἐπιεικοῦς μὲν ἤθους καὶ ἁπαλοῦ, μέγεθος δὲ οὐκ ἔχοντος.