Coriolanus
1.1ὁ Μαρκίων οἶκος ἐν Ῥώμῃ τῶν πατρικίων πολλοὺς παρέσχεν ἐνδόξους ἄνδρας, ὧν καὶ Μάρκιος ἦν Ἄγκος, ὁ Νομᾶ θυγατριδοῦς καὶ μετὰ Τύλλον Ὁστίλιον βασιλεὺς γενόμενος. Μάρκιοι δ’ἦσαν καὶ Πόπλιος καὶ Κόιντος οἱ πλεῖστον ὕδωρ καὶ κάλλιστον ἐν Ῥώμῃ καταγαγόντες, καὶ Κηνσωρῖνος, ὃν δὶς ἀπέδειξε τιμητὴν ὁ Ῥωμαίων δῆμος, εἶτα ὑπ’αὐτοῦ πεισθεὶς ἐκείνου νόμον ἔθετο καὶ ἐψηφίσατο μηδενὶ τὴν ἀρχὴν δὶς ἐξεῖναι μετελθεῖν.
1.2Γάιος δὲ Μάρκιος, ὑπὲρ οὗ τάδε γέγραπται, τραφεὶς ὑπὸ μητρὶ χήρᾳ πατρὸς ὀρφανός, ἀπέδειξε τὴν ὀρφανίαν ἄλλα μὲν ἔχουσαν κακά, πρὸς δὲ τὸ γενέσθαι σπουδαῖον ἄνδρα καὶ διαφέροντα τῶν πολλῶν οὐδὲν ἐμποδὼν οὖσαν, ἄλλως δὲ τοῖς φαύλοις αἰτιᾶσθαι καὶ ψέγειν παρέχουσαν αὑτὴν ὡς ἀμελείᾳ διαφθείρουσαν. ὁ δ’αὐτὸς ἀνὴρ ἐμαρτύρησε καὶ τοῖς τὴν φύσιν ἡγουμένοις, ἐὰν οὖσα γενναία καὶ ἀγαθὴ παιδείας ἐνδεὴς γένηται, πολλὰ τοῖς χρηστοῖς ὁμοῦ φαῦλα συναποτίκτειν, ὥσπερ εὐγενῆ χώραν ἐν γεωργίᾳ θεραπείας μὴ τυχοῦσαν.
1.3τὸ γὰρ ἰσχυρὸν αὐτοῦ πρὸς ἅπαντα τῆς γνώμης καὶ καρτερὸν ὁρμάςτε μεγάλας καὶ τελεσιουργοὺς τῶν καλῶν ἐξέφερε, θυμοῖςτε αὖ πάλιν χρώμενον ἀκράτοις καὶ φιλονεικίαις ἀτρέπτοις οὐ ῥᾴδιον οὐ δ’εὐάρμοστον ἀνθρώποις συνεῖναι παρεῖχεν, ἀλλὰ τὴν ἐν ἡδοναῖς καὶ πόνοις καὶ ὑπὸ χρημάτων ἀπάθειαν αὐτοῦ θαυμάζοντες καὶ ὀνομάζοντες ἐγκράτειαν καὶ δικαιοσύνην καὶ ἀνδρείαν, ἐν ταῖς πολιτικαῖς αὖ πάλιν ὁμιλίαις ὡς ἐπαχθῆ καὶ ἄχαριν καὶ ὀλιγαρχικὴν ἐδυσχέραινον.
1.4οὐδὲν γὰρ ἄλλο Μουσῶν εὐμενείας ἀπολαύουσιν ἄνθρωποι τοσοῦτον ὅσον ἐξημερῶσαι τὴν φύσιν ὑπὸ λόγου καὶ παιδείας, τῷ λόγῳ δεξαμένην τὸ μέτριον καὶ τὸ ἄγαν ἀποβαλοῦσαν. ὅλως μὲν οὖν ἐν τοῖς τότε χρόνοις ἡ Ῥώμη μάλιστα τῆς ἀρετῆς τὸ περὶ τὰς πολεμικὰς καὶ στρατιωτικὰς ἐκύδαινε πράξεις, καὶ μαρτυρεῖ τὸ τὴν ἀρετὴν ὑπ’αὐτῶν ἑνὶ τῷ τῆς ἀνδρείας ὀνόματι προσαγορεύεσθαι, καὶ τοῦτο τοῦ γένους ὄνομα κοινὸν ὑπάρχειν ᾧ τὴν ἀνδρείαν ἰδίᾳ καλοῦσιν.
2.1ὁ δὲ Μάρκιος ἑτέρων μᾶλλον ἐμπαθὴς γεγονὼς πρὸς τοὺς πολεμικοὺς ἀγῶνας, εὐθὺς ἐκ παιδὸς τὰ ὅπλα διὰ χειρὸς εἶχε, καὶ τῶν ἐπικτήτων οὐδὲν ἔργον οἰόμενος εἶναι τοῖς μὴ τὸ σύμφυτον ὅπλον καὶ συγγενὲς ἐξηρτυμένον ἔχουσι καὶ παρεσκευασμένον, οὕτως ἤσκησε τὸ σῶμα πρὸς ἅπασαν ἰδέαν μάχης ὥστε καὶ θεῖν ἐλαφρὸν εἶναι καὶ βάρος ἔχειν ἐν λαβαῖς καὶ ἐν διαπάλαις πολέμου δυσεκβίαστον. οἱ γοῦν ἔριν ἔχοντες εὐψυχίας ἀεὶ καὶ ἀρετῆς πρὸς αὐτόν, ἐν οἷς ἐλείποντο, τὴν τοῦ σώματος ᾐτιῶντο ῥώμην ἄτρεπτον οὖσαν καὶ πρὸς μηδένα πόνον ἀπαγορεύουσαν.
3.1ἐστρατεύσατο δὲ πρώτην στρατείαν ἔτι μειράκιον, ὅτε Ταρκυνίῳ τῷ βασιλεύσαντι τῆς Ῥώμης, εἶτα ἐκπεσόντι, μετὰ πολλὰς μάχας καὶ ἥττας ὥσπερ ἔσχατον κύβον ἀφιέντι πλεῖστοι μὲν Λατίνων, πολλοὶ δὲ καὶ τῶν ἄλλων Ἰταλιωτῶν συνελάμβανον καὶ συγκατῆγον ἐπὶ τὴν Ῥώμην, οὐκ ἐκείνῳ χαριζόμενοι μᾶλλον ἢ φόβῳ τὰ Ῥωμαίων αὐξόμενα καὶ φθόνῳ καταβάλλοντες.
3.2ἐν ταύτῃ τῇ μάχῃ πολλὰς τροπὰς ἐπ’ἀμφότερα λαμβανούσῃ Μάρκιος ἀγωνιζόμενος εὐρώστως ἐν ὄψει τοῦ δικτάτορος, ἄνδρα Ῥωμαῖον πεσόντα πλησίον ἰδών οὐκ ἠμέλησεν, ἀλλ’ἔστη πρὸ αὐτοῦ καὶ τὸν ἐπιφερόμενον τῶν πολεμίων ἀμυνόμενος ἀπέκτεινεν. ὡς οὖν ἐκράτησεν ὁ στρατηγός, ἐν πρώτοις ἐκεῖνον ἐστεφάνωσε δρυὸς στεφάνῳ.
3.3τοῦτον γὰρ ὁ νόμος τῷ πολίτην ὑπερασπίσαντι τὸν στέφανον ἀποδέδωκεν, εἴτε δὴ μάλιστα τιμήσας δι’Ἀρκάδας τὴν δρῦν βαλανηφάγους ὑπὸ τοῦ θεοῦ χρησμῷ προσαγορευθέντας, εἴτε ὡς ταχὺ καὶ πανταχοῦ δρυὸς οὖσαν εὐπορίαν στρατευομένοις, εἴτε Διὸς Πολιέως ἱερὸν ὄντα τὸν τῆς δρυὸς στέφανον οἰόμενος ἐπὶ σωτηρίᾳ πολίτου δίδοσθαι πρεπόντως. ἔστι δὲ ἡ δρῦς τῶν μὲν ἀγρίων καλλικαρπότατον, τῶν δὲ τιθασῶν ἰσχυρότατον.
3.4ἦν δὲ καὶ σιτίον ἀπ’αὐτῆς ἡ βάλανος καὶ ποτὸν τὸ μελίτειον, ὄψον δὲ παρεῖχε τὰ πλεῖστα τῶν νεμομένωντε καὶ πτηνῶν, θήρας ὄργανον φέρουσα τὸν ἰξόν. ἐν ἐκείνῃ δὲ τῇ μάχῃ καὶ τοὺς Διοσκούρους ἐπιφανῆναι λέγουσι, καὶ μετὰ τὴν μάχην εὐθὺς ὀφθῆναι ῥεομένοις ἱδρῶτι τοῖς ἵπποις ἐν ἀγορᾷ τὴν νίκην ἀπαγγέλλοντας, οὗ νῦν παρὰ τὴν κρήνην νεώς ἐστιν αὐτοῖς ἱδρυμένος, ὅθεν καὶ τὴν ἡμέραν ἐπινίκιον οὖσαν, ἐν τῷ Ἰουλίῳ μηνὶ τὰς εἰδούς, Διοσκούροις ἀνιερώκασι.
4.1νέων δέ, ὡς ἔοικεν, ἀνδρῶν ἐπιφάνεια καὶ τιμὴ τὰς μὲν ἐλαφρῶς φιλοτίμους φύσεις πρωιαίτερον παραγενομένη σβέννυσι, καὶ ἀποπίμπλησι ταχὺ τὸ διψῶδες αὐτῶν καὶ ἁψίκορον τὰ δ’ἐμβριθῆ καὶ βέβαια φρονήματα αὔξουσιν αἱ τιμαὶ καὶ λαμπρύνουσιν ὥσπερ ὑπὸ πνεύματος ἐγειρόμενα πρὸς τὸ φαινόμενον καλόν, οὐ γὰρ ὡς μισθὸν ἀπολαμβάνοντες, ἀλλ’ὡς ἐνέχυρον διδόντες αἰσχύνονται τὴν δόξαν καταλιπεῖν καὶ μὴ τοῖς αὐτοῖς ἔργοις ὑπερβαλέσθαι.
4.2τοῦτο παθὼν καὶ ὁ Μάρκιος αὐτὸς αὑτῷ ζῆλον ἀνδραγαθίας προὔθηκε, καινόςτε ἀεὶ βουλόμενος εἶναι ταῖς πράξεσιν ἀριστείαις ἀριστείας συνῆπτε καὶ λάφυρα λαφύροις ἐπέφερε, καὶ τοῖς προτέροις ἀεὶ τοὺς ὑστέρους ἡγεμόνας εἶχε περὶ τῆς ἐκείνου τιμῆς ἐρίζοντας, καὶ μαρτυρίας ὑπερβαλέσθαι. πολλῶν γέ τοι τότε Ῥωμαίοις ἀγώνων καὶ πολέμων γενομένων, ἐξ οὐδενὸς ἀστεφάνωτος ἦλθεν οὐ δ’ἀγέραστος.
4.3ἦν δὲ τοῖς μὲν ἄλλοις ἡ δόξα τῆς ἀρετῆς τέλος, ἐκείνῳ δὲ τῆς δόξης ἡ τῆς μητρὸς εὐφροσύνη, τὸ γὰρ ἐκείνην ἐπαινούμενον ἀκοῦσαι καὶ στεφανούμενον ἰδεῖν καὶ περιβαλεῖν δακρύουσαν ὑφ’ἡδονῆς ἐντιμότατον αὑτὸν ἐνόμιζε ποιεῖν καὶ μακαριώτατον. τοῦτο δ’ἀμέλει καὶ τὸν Ἐπαμεινώνδαν φασὶν ἐξομολογήσασθαι τὸ πάθος, εὐτυχίαν ποιούμενον αὑτοῦ μεγίστην ὅτι τὴν ἐν Λεύκτροις στρατηγίαν αὐτοῦ καὶ νίκην ὁ πατὴρ καὶ ἡ μήτηρ ἔτι ζῶντες ἐπεῖδον.
4.4ἀλλ’ἐκεῖνος μὲν ἀμφοτέρων ἀπέλαυσε τῶν γονέων συνηδομένων καὶ συνευημερούντων, Μάρκιος δὲ τῇ μητρὶ καὶ τὰς τοῦ πατρὸς ὀφείλειν χάριτας οἰόμενος οὐκ ἐνεπίμπλατο τὴν Οὐολουμνίαν εὐφραίνων καὶ τιμῶν, ἀλλὰ καὶ γυναῖκα βουλομένης καὶ δεομένης ἐκείνης, ἔγημε καὶ τὴν οἰκίαν ᾤκει γενομένων παίδων ὁμοῦ μετὰ τῆς μητρός.
5.1ἤδη δὲ καί δόξαν αὐτοῦ καί δύναμιν ἀπὸ τῆς ἀρετῆς ἐν τῇ πόλει μεγάλην ἔχοντος, ἡ βουλὴ τοῖς πλουσίοις ἀμύνουσα πρὸς τὸν δῆμον ἐστασίασε πολλὰ καί δεινὰ πάσχειν ὑπὸ τῶν δανειστῶν δοκοῦντα. τοὺς μὲν γὰρ κεκτημένους μέτρια πάντων ἀφῃροῦντο τῶν ὄντων ἐνεχυρασμοῖς καί πράσεσι, τοὺς δὲ παντελῶς ἀπόρους αὐτοὺς ἀπῆγον καί τὰ σώματα καθείργνυσαν αὐτῶν, ὠτειλὰς ἔχοντα τετρωμένων πολλὰς καί πεπονηκότων ἐν ταῖς ὑπὲρ τῆς πατρίδος στρατείαις, ὧν τὴν τελευταίαν ἐδέξαντο πρὸς Σαβίνους, τῶντε πλουσιωτάτων ἐπαγγειλαμένων μετριάσειν καί τῆς βουλῆς τὸν ἄρχοντα Μάρκον Οὐαλλέριον ἐγγυήσασθαι ψηφισαμένης.
5.2ἐπεὶ δὲ κα- κἀκείνην ἀγωνισαμένοις τὴν μάχην προθύμως καί κρατήσασι τῶν πολεμίων οὐδὲν ἐγίνετο παρὰ τῶν δανειστῶν ἐπιεικές, οὐ δ’ἡ βουλὴ προσεποιεῖτο μεμνῆσθαι τῶν ὡμολογημένων, ἀλλ’ἀγομένους πάλιν περιεώρα καί ῥυσιαζομένους, θόρυβοι δὲ καί συστάσεις ἦσαν ἐν τῇ πόλει πονηραί, καί τοὺς πολεμίους οὐκ ἔλαθε ταραχωδῶς ἔχων ὁ δῆμος, ἀλλ’ἐμβαλόντες ἐπυρπόλουν τὴν χώραν, τῶν δ’ἀρχόντων εἰς τὰ ὅπλα τοὺς ἐν ἡλικίᾳ καλούντων οὐδεὶς ὑπήκουεν, οὕτω διέστησαν αἱ γνῶμαι πάλιν τῶν ἐν τέλει, καί τινες μὲν ᾤοντο δεῖν ὑφίεσθαι τοῖς πένησι καί χαλάσαι τὸ σύντονον ἄγαν καί νόμιμον, ἔνιοι δ’ἀντέτεινον, ὧν ἦν καὶ Μάρκιος, οὐ τὸ τῶν χρημάτων μέγιστον ἡγούμενος, ἀρχὴν δὲ καί πεῖραν ὕβρεως ὄχλου καὶ θρασύτητος ἐπανισταμένου τοῖς νόμοις, εἰ σωφρονοῦσι, παύειν καί σβεννύειν παρακελευόμενος.
6.1συνιούσης δὲ περὶ τούτων πολλάκις ἐν ὀλίγῳ χρόνῳ τῆς βουλῆς καὶ μηδὲν τέλος ἐκφερούσης, συστάντες οἱ πένητες ἄφνω καὶ παρακαλέσαντες ἀλλήλους ἀπέλιπον τὴν πόλιν, καὶ καταλαβόντες ὄρος ὃ νῦν ἱερὸν καλεῖται, παρὰ τὸν Ἀνίωνα ποταμὸν ἐκαθέζοντο, πράττοντες μὲν οὐδὲν βίαιον οὐ δὲ στασιαστικόν, ἐκπεπτωκέναι δὲ τῆς πόλεως ὑπὸ τῶν πλουσίων πάλαι βοῶντες, ἀέρα δὲ καὶ ὕδωρ καὶ τόπον ἐνταφῆναι πανταχοῦ τὴν Ἰταλίαν αὐτοῖς παρέξειν, ὧν πλέον οὐδὲν οἰκοῦσι τὴν Ῥώμην ὑπάρχειν αὐτοῖς, ἀλλ’ἢ τιτρώσκεσθαι καὶ ἀποθνῄσκειν ὑπὲρ τῶν πλουσίων στρατευομένοις.
6.2ταῦτ’ἔδεισεν ἡ βουλή, καὶ τοὺς ἐπιεικεῖς μάλιστα καὶ δημοτικοὺς τῶν πρεσβυτέρων ἐξαπέστειλε, προηγόρει δὲ Μενήνιος Ἀγρίππας · καὶ πολλὰ μὲν τοῦ δήμου δεόμενος, πολλὰ δ’ὑπὲρ τῆς βουλῆς παρρησιαζόμενος τελευτῶντι τῷ λόγῳ περιῆλθεν εἰς σχῆμα μύθου διαμνημονευόμενον.
6.3ἔφη γὰρ τοῦ ἀνθρώπου τὰ μέλη πάντα πρὸς τὴν γαστέρα στασιάσαι, καὶ κατηγορεῖν αὑτῆς ὡς μόνης ἀργοῦ καὶ ἀσυμβόλου καθεζομένης ἐν τῷ σώματι, τῶν δ’ἄλλων εἰς τὰς ἐκείνης ὀρέξεις πόνουςτε μεγάλους καὶ λειτουργίας ὑπομενόντων τὴν δὲ γαστέρα τῆς εὐηθείας αὐτῶν καταγελᾶν, ἀγνοούντων ὅτι τὴν τροφὴν ὑπολαμβάνει μὲν εἰς ἑαυτὴν ἅπασαν, ἀναπέμπει δ’αὖθις ἐξ αὑτῆς καὶ διανέμει τοῖς ἄλλοις.
6.4“οὕτως οὖν,” ἔφη, “καὶ τῆς συγκλήτου λόγος ἐστὶν, ὦ πολῖται, πρὸς ὑμᾶς · τὰ γὰρ ἐκεῖ τυγχάνοντα τῆς προσηκούσης ἐπιμελείας καὶ οἰκονομίας βουλεύματα καὶ πράγματα πᾶσιν ὑμῖν ἐπιφέρει καὶ διανέμει τὸ χρήσιμον καὶ ὠφέλιμον”.
7.1ἐκ τούτου διηλλάγησαν, αἰτησάμενοι παρὰ τῆς βουλῆς καὶ τυχόντες ἄνδρας αἱρεῖσθαι πέντε προστάτας τῶν δεομένων βοηθείας, τοὺς νῦν δημάρχους καλουμένους, εἵλοντο δὲ πρώτους, οἷς ἐχρήσαντο καὶ τῆς ἀποστάσεως ἡγεμόσι, τοὺς περὶ Βροῦτον Ἰούνιον καὶ Σικίννιον Βέλλουτον. ἐπεὶ δ’ἡ πόλις εἰς ἓν ἦλθεν, εὐθὺς ἐν τοῖς ὅπλοις ἦσαν οἱ πολλοὶ, καὶ παρεῖχον αὑτοὺς τοῖς ἄρχουσι χρῆσθαι προθύμως ἐπὶ τὸν πόλεμον.
7.2ὁ δὲ Μάρκιος οὔτ’αὐτὸς ἡδόμενος οἷς ὁ δῆμος ἴσχυεν ἐνδούσης τῆς ἀριστοκρατίας, καὶ τῶν ἄλλων πατρικίων πολλοὺς ὁρῶν τὸ αὐτὸ πεπονθότας, ὅμως παρεκάλει μὴ ἀπολείπεσθαι τῶν δημοτικῶν ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν, ἀλλὰ τῇ ἀρετῇ μᾶλλον ἢ τῇ δυνάμει φαίνεσθαι διαφέροντας αὐτῶν.
8.1ἐν δὲ τῷ Οὐολούσκων ἔθνει, πρὸς οὓς ἐπολέμουν, ἡ Κοριολανῶν πόλις ἀξίωμα μέγιστον εἶχε. ταύτην οὖν τοῦ ὑπάτου Κομινίου περιστρατοπεδεύσαντος, οἱ λοιποὶ Οὐολοῦσκοι δείσαντες ἐπὶ τοὺς Ῥωμαίους συνεβοήθουν πανταχόθεν, ὡς πρὸς τῇ πόλει ποιησόμενοι μάχην καὶ διχόθεν ἐπιχειρήσοντες αὐτοῖς.
8.2ἐπεὶ δ’ὁ Κομίνιος διελὼν τὴν δύναμιν αὐτὸς μὲν ἀπήντα τοῖς ἔξωθεν ἐπιοῦσι τῶν Οὐολούσκων, Λάρκιον δὲ Τίτον, ἄνδρα Ῥωμαίων ἐν τοῖς ἀρίστοις, ἐπὶ τῆς πολιορκίας ἀπέλιπε, καταφρονήσαντες οἱ Κοριολανοὶ τῶν παρόντων ἐπεξῆλθον, καὶ προσμαχόμενοι τὸ πρῶτον ἐκράτουν καὶ κατεδίωκον εἰς τὸν χάρακα τοὺς Ῥωμαίους, ἔνθα δὴ Μάρκιος ἐκδραμὼν σὺν ὀλίγοις καὶ καταβαλὼν τοὺς προσμίξαντας αὐτῷ μάλιστα, τοὺς δ’ἄλλους στήσας ἐπιφερομένους, ἀνεκαλεῖτο μεγάλῃ βοῇ τοὺς Ῥωμαίους, καὶ γὰρ ἦν, ὥσπερ ἠξίου τὸν στρατιώτην ὁ Κάτων, οὐ χειρὶ καὶ πληγῇ μόνον, ἀλλὰ καὶ τόνῳ φωνῆς καὶ ὄψει προσώπου φοβερὸς ἐντυχεῖν πολεμίῳ καὶ δυσυπόστατος.
8.3ἀθροιζομένων δὲ πολλῶν καὶ συνισταμένων περὶ αὐτόν ἀπεχώρουν οἱ πολέμιοι δείσαντες.
8.4ὁ δ’οὐκ ἠγάπησεν, ἀλλ’ἐπηκολούθει καὶ συνήλαυνεν ἤδη προτροπάδην φεύγοντας ἄχρι τῶν πυλῶν. ἐκεῖ δ’ὁρῶν ἀποτρεπομένους τοῦ διώκειν τοὺς Ῥωμαίους, πολλῶν μὲν ἀπὸ τοῦ τείχους βελῶν προσφερομένων, τὸ δὲ συνεισπεσεῖν τοῖς φεύγουσιν εἰς πόλιν ἀνδρῶν πολεμικῶν γέμουσαν ἐν τοῖς ὅπλοις ὄντων οὐδενὸς εἰς νοῦν ἐμβαλέσθαι τολμῶντος, ὅμως ἐπιστὰς παρεκάλει καὶ παρεθάρρυνεν, ἀνεῷχθαι βοῶν ὑπὸ τῆς τύχης τοῖς διώκουσι μᾶλλον ἢ τοῖς φεύγουσι τὴν πόλιν.
8.5οὐ πολλῶν δὲ βουλομένων ἐπακολουθεῖν, ὠσάμενος διὰ τῶν πολεμίων ἐνήλατο ταῖς πύλαις καὶ συνεισέπεσε, μηδενὸς τὸ πρῶτον ἀντισχεῖν μη δ’ὑποστῆναι τολμήσαντος, ἔπειτα δέ, ὡς κατεῖδον ὀλίγους παντάπασιν ἔνδον ὄντας, συμβοηθούντων καὶ προσμαχομένων, ἀναμεμιγμένος ὁμοῦ φίλοις καὶ πολεμίοις ἄπιστον ἀγῶνα λέγεται καὶ χειρὸς ἔργοις καὶ ποδῶν τάχει καὶ τολμήμασι ψυχῆς ἀγωνιζόμενος ἐν τῇ πόλει, καὶ κρατῶν ἁπάντων πρὸς οὓς ὀρούσειε, τοὺς μὲν ἐξῶσαι πρὸς τὰ ἔσχατα μέρη, τῶν δ’ἀπειπαμένων καὶ καταβαλόντων τὰ ὅπλα πολλὴν ἄδειαν τῷ Λαρκίῳ παρασχεῖν ἔξωθεν ἐπάγοντι τοὺς Ῥωμαίους.
9.1οὕτω δὲ τῆς πόλεως ἁλούσης καὶ τῶν πλείστων ἐν ἁρπαγαῖς ὄντων καὶ διαφορήσεσι χρημάτων, ὁ Μάρκιος ἠγανάκτει καὶ ἐβόα, δεινὸν ἡγούμενος, τοῦ ὑπάτου καὶ τῶν σὺν ἐκείνῳ πολιτῶν τάχα που συμπεπτωκότων τοῖς πολεμίοις καὶ διαμαχομένων, αὐτοὺς χρηματίζεσθαι περιιόντας ἢ προφάσει χρηματισμοῦ τὸν κίνδυνον ἀποδιδράσκειν. ἐπεὶ δ’οὐ πολλοὶ προσεῖχον αὐτῷ, τοὺς βουλομένους ἀναλαβὼν ἐβάδιζε τὴν ὁδὸν ᾗ τὸ στράτευμα προκεχωρηκὸς ᾔσθετο, πολλάκις μὲν ἐποτρύνων τοὺς σὺν αὐτῷ καὶ παρακαλῶν μὴ ἐνδιδόναι, πολλάκις δὲ τοῖς θεοῖς εὐχόμενος μὴ ἀπολειφθῆναι τῆς μάχης, ἀλλ’εἰς καιρὸν ἐλθεῖν ἐν ᾧ συναγωνιεῖται καὶ συγκινδυνεύσει τοῖς πολίταις.
9.2ἦν δὲ τότε τοῖς Ῥωμαίοις ἔθος εἰς τάξιν καθισταμένοις καὶ μέλλουσι τοὺς θυρεοὺς ἀναλαμβάνειν καὶ περιζώννυσθαι τὴν τήβεννον ἅμα καὶ διαθήκας ἀγράφους γίνεσθαι, τριῶν ἢ τεττάρων ἐπακουόντων ὀνομάζοντας τὸν κληρονόμον.
9.3ταῦτα δὴ πράττοντας ἤδη τοὺς στρατιώτας Μάρκιος ἐν ὄψει τῶν πολεμίων ὄντων κατελάμβανε, καὶ τὸ μὲν πρῶτον ἐνίους διετάραξεν ὀφθεὶς μετ’ὀλίγων, αἵματος περίπλεως καὶ ἱδρῶτος ἐπεὶ δὲ προσδραμὼν τῷ ὑπάτῳ περιχαρὴς τὴν δεξιὰν ἐνέβαλε καὶ τῆς πόλεως ἀπήγγειλε τὴν ἅλωσιν, ὁ δὲ Κομίνιος περιεπτύξατο αὐτὸν καὶ κατησπάσατο, τοῖς μὲν πυθομένοις τὸ γεγενημένον κατόρθωμα, τοῖς δ’εἰκάσασι θάρσος παρέστη, καὶ βοῇ παρεκάλουν ἄγειν καὶ συνάπτειν.
9.4ὁ δὲ Μάρκιος ἠρώτησε τὸν Κομίνιον πῶς διακεκόσμηται τὰ τῶν πολεμίων ὅπλα καὶ ποῦ τέτακται τὸ μαχιμώτατον. ἐκείνου δὲ φήσαντος οἴεσθαι τὰς κατὰ μέσον σπείρας Ἀντιατῶν εἶναι, πολεμικωτάτων καὶ μηδενὶ φρονήματος ὑφιεμένων, “ἀξιῶ σε τοίνυν,” ὁ Μάρκιος ἔφη, “καὶ αἰτοῦμαι, κατὰ τούτους τάξον ἡμᾶς τοὺς ἄνδρας”. ἔδωκεν οὖν ὁ ὕπατος, θαυμάσας αὐτοῦ τὸ πρόθυμον.
9.5ὡς δ’ἦσαν ἐμβολαὶ δοράτων, καὶ τοῦ Μαρκίου προεκδραμόντος οὐκ ἀντέσχον οἱ κατὰ στόμα τῶν Οὐολούσκων, ἀλλ’ᾧ προσέμιξε μέρει τῆς φάλαγγος εὐθὺς διεκέκοπτο, τῶν δ’ἑκατέρωθεν ἐπιστρεφόντων καὶ περιλαμβανόντων τοῖς ὅπλοις τὸν ἄνδρα, δείσας ὁ ὕπατος τοὺς κρατίστους τῶν περὶ αὑτὸν ἐξέπεμπεν.
9.6ἰσχυρᾶς δὲ περὶ τὸν Μάρκιον μάχης γενομένης καὶ πολλῶν ἐν ὀλίγῳ νεκρῶν πεσόντων, ἐγκείμενοι καὶ καταβιαζόμενοι τοὺς πολεμίους ἐώσαντο, καὶ τρεπόμενοι πρὸς δίωξιν αὐτῶν τὸν Μάρκιον ἠξίουν ὑπότε καμάτου βαρὺν ὄντα καὶ τραυμάτων ἀναχωρεῖν ἐπὶ τὸ στρατόπεδον. εἰπὼν δ’ἐκεῖνος ὅτι νικώντων οὐκ ἔστι τὸ κάμνειν, ἐφείπετο τοῖς φεύγουσιν. ἡττήθη δὲ καὶ τὸ λοιπὸν στράτευμα, πολλῶν μὲν διαφθαρέντων, πολλῶν δὲ ἁλόντων.
10.1τῇ δ’ὑστεραίᾳ τοῦ Λαρκίου παραγενομένου καὶ τῶν ἄλλων ἀθροιζομένων πρὸς τὸν ὕπατον, ἀναβὰς ἐπὶ τὸ βῆμα, καὶ τοῖς θεοῖς τὴν πρέπουσαν ἀποδοὺς ἐπὶ τηλικούτοις κατορθώμασιν εὐφημίαν, πρὸς τὸν Μάρκιον τρέπεται, καὶ πρῶτον μὲν αὐτοῦ θαυμαστὸν ἔπαινον εἶπε, τῶν μὲν αὐτὸς ἐν τῇ μάχῃ γεγονὼς θεατής, τὰ δὲ τοῦ Λαρκίου μαρτυροῦντος.
10.2ἔπειτα, πολλῶν χρημάτων καὶ ἵππων γεγονότων αἰχμαλώτων καὶ ἀνθρώπων, ἐκέλευσεν αὐτὸν ἐξελέσθαι δέκα πάντα πρὸ τοῦ νέμειν τοῖς ἄλλοις, ἄνευ δὲ ἐκείνων ἀριστεῖον αὐτῷ κεκοσμημένον ἵππον ἐδωρήσατο. τῶν δὲ Ῥωμαίων ἐπαινεσάντων ὁ Μάρκιος προελθών τὸν μὲν ἵππον ἔφη δέχεσθαι καὶ χαίρειν τοῖς ἐπαίνοις τοῦ ἄρχοντος, τὰ δὲ ἄλλα μισθόν, οὐ τιμὴν ἡγούμενος ἐᾶν, καὶ ἀγαπήσειν ὡς εἷς ἕκαστος τὴν νέμησιν.
10.3“ἐξαίρετον δὲ μίαν αἰτοῦμαι χάριν,” ἔφη, “καὶ δέομαι λαβεῖν. ἦν μοι ξένος ἐν Οὐολούσκοις καὶ φίλος, ἀνὴρ ἐπιεικὴς καὶ μέτριος · οὗτος ἑάλωκε νῦν καὶ γέγονεν ἐκ πλουσίου καὶ μακαρίου δοῦλος, πολλῶν οὖν αὐτῷ κακῶν παρόντων ἓν ἀφελεῖν ἀρκεῖ, τὴν πρᾶσιν”. ἐπὶ τούτοις λεχθεῖσι βοήτε μείζων ἀπήντησε τῷ Μαρκίῳ, καὶ πλείονες οἱ θαυμάζοντες ἐγένοντο τὸ μὴ κρατούμενον ὑπὸ χρημάτων τα- τἀνδρὸς ἢ τὴν ἐν τοῖς πολέμοις ἀνδραγαθίαν.
10.4καὶ γὰρ οἷς φθόνου τι καὶ ζήλου πρὸς αὐτὸν ὑπέκειτο τιμώμενον ἐκπρεπῶς, κα- κἀκείνοις τότε τοῦ λαβεῖν μεγάλα τῷ μὴ λαβεῖν ἄξιος ἔδοξε, καὶ μᾶλλον αὐτοῦ τὴν ἀρετὴν ἠγάπησαν, ἀφ’ἧς κατεφρόνει τηλικούτων, ἢ δι’ὧν ἠξιοῦτο. τὸ μὲν γὰρ εὖ χρῆσθαι χρήμασι κάλλιόν ἐστιν ἢ ὅπλοις, τοῦ δὲ χρῆσθαι τὸ μὴ δεῖσθαι χρημάτων σεμνότερον.
11.1ἐπεὶ δὲ ἐπαύσατο βοῆς καὶ θορύβου τὸ πλῆθος, ὑπολαβὼν ὁ Κομίνιος, “ἀλλ’ἐκείνας μέν,” εἶπεν, “ὦ συστρατιῶται, τὰς δωρεὰς οὐ δύνασθε βιάζεσθαι μὴ δεχόμενον τὸν ἄνδρα μη δὲ βουλόμενον λαβεῖν ἣν δὲ οὐκ ἐστιν ἐπὶ τούτῳ διδομένην ἀπώσασθαι, δῶμεν αὐτῷ καὶ ψηφισώμεθα καλεῖσθαι Κοριολανόν, εἰ μὴ καὶ πρὸ ἡμῶν ἡ πρᾶξις αὐτὴ τοῦτο δέδωκεν”. ἐκ τούτου τρίτον ἔσχεν ὄνομα τὸν Κοριολανόν.
11.2ι καὶ μάλιστα δῆλόν ἐστιν ὅτι τῶν ὀνομάτων ἴδιον ἦν ὁ Γάιος, τὸ δὲ δεύτερον οἰκίας ἢ γένους κοινὸν ὁ Μάρκιος, τῷ δὲ τρίτῳ ὕστερον ἐχρήσαντο πράξεώς τινος ἢ τύχης ἢ ἰδέας ἢ ἀρετῆς ἐπιθέτῳ, καθάπερ Ἕλληνες ἐτίθεντο πράξεώς μὲν ἐπώνυμον τὸν Σωτῆρα καὶ τὸν Καλλίνικον, ἰδέας δὲ τὸν Φύσκωνα καὶ τὸν Γρυπόν, ἀρετῆς δὲ τὸν Εὐεργέτην καὶ τὸν Φιλάδελφον, εὐτυχίας δὲ τὸν Εὐδαίμονα τῷ δευτέρῳ τῶν Βάττων.
11.3ἐνίοις δὲ τῶν βασιλέων καὶ σκώμματα παρέσχεν ἐπικλήσεις, ὡς Ἀντιγόνῳ τὸν Δώσωνα καὶ Πτολεμαίῳ τὸν Λάθυρον. ἐπὶ πλέον δὲ τῷ γένει τούτῳ καὶ Ῥωμαῖοι κέχρηνται, Διαδήματόν τινα τῶν Μετέλλων καλέσαντες, ὅτι πολὺν χρόνον ἕλκος ἔχων περιενόστει διαδεδεμένος τὸ μέτωπον, ἕτερον δὲ Κέλερα σπεύσαντα μεθ’ἡμέρας ὀλίγας τῆς τοῦ πατρὸς τελευτῆς ἐπιταφίους μονομάχων ἀγῶνας παρασχεῖν, τὸ τάχος καὶ τὴν ὀξύτητα τῆς παρασκευῆς θαυμάσαντες.
11.4ἐνίους δὲ συντυχίᾳ γενέσεως μέχρι νῦν καλοῦσι, Πρόκλον μέν, ἐὰν ἀποδημοῦντος πατρὸς γένηται, καὶ Πόστουμον, ἂν τεθνηκότος · ᾧ δ’ἂν διδύμῳ γενομένῳ συμβῇ περιβιῶναι, τα- θατέρου τελευτήσαντος, Οὐοπίσκον. τῶν δὲ σωματικῶν οὐ μόνον Σύλλας οὐ δὲ Νίγρους οὐ δὲ Ῥούφους, ἀλλὰ καὶ Καίκους καὶ Κλωδίους ἐπωνυμίας τίθενται, καλῶς ἐθίζοντες μήτε τυφλότητα μήτ’ἄλλην τινὰ σωματικὴν ἀτυχίαν ὄνειδος ἡγεῖσθαι μη δὲ λοιδορίαν, ἀλλ’ὡς οἰκείοις ὑπακούειν ὀνόμασιν. ἀλλὰ ταῦτα μὲν ἑτέρῳ γένει γραφῆς προσήκει.
12.1παυσαμένῳ δὲ τῷ πολέμῳ τὴν στάσιν ἐπήγειρον αὖθις οἱ δημαγωγοί, καινὴν μὲν οὐδεμίαν αἰτίαν ἔχοντες οὐ δ’ἔγκλημα δίκαιον, ἃ δὲ ταῖς προτέραις αὐτῶν διαφοραῖς καὶ ταραχαῖς ἀναγκαίως ἐπηκολούθησε κακά, ταῦτα ποιούμενοι πρόφασιν ἐπὶ τοὺς πατρικίους, ἄσπορος γὰρ ἡ πλείστη καὶ ἀγεώργητος ἀπελείφθη τῆς χώρας, ἀγορᾶς δ’ἐπεισάκτου παρασκευὴν διὰ τὸν πόλεμον ὁ καιρὸς οὐκ ἔδωκεν.
12.2ἰσχυρᾶς οὖν ἀπορίας γενομένης, ὁρῶντες οἱ δημαγωγοὶ μήτ’ἀγορὰν ἔχοντα μήτ’, εἰ παρῆν ἀγορά, χρημάτων εὐποροῦντα τὸν δῆμον, ἐνέβαλλον λόγους καὶ διαβολὰς κατὰ τῶν πλουσίων, ὡς ἐκεῖνοι τὸν λιμὸν ἐπάγοιεν αὐτοῖς ὑπὸ μνησικακίας. ἐκ δὲ τῶν Οὐελιτρανῶν ἧκε πρεσβεία τὴν πόλιν παραδιδόντων καὶ δεομένων ἀποίκους ἀποστέλλειν. νόσος γὰρ ἐμπεσοῦσα λοιμώδης αὐτοῖς τοσοῦτον ὄλεθρον καὶ φθορὰν ἀπειργάσατο τῶν ἀνθρώπων ὥστε μόλις τὸ δέκατον τοῦ παντὸς ἀπολειφθῆναι μέρος.
12.3ἔδοξεν οὖν τοῖς νοῦν ἔχουσιν εἰς δέον γεγονέναι καὶ κατὰ καιρὸν ἡ χρεία τῶν Οὐελιτρανῶν διάτε τὴν ἀπορίαν κουφισμοῦ δεομένοις, καὶ τὴν στάσιν ἅμα σκεδάσειν ἤλπιζον, εἰ τὸ θορυβοῦν μάλιστα καὶ συνεπηρμένον τοῖς δημαγωγοῖς ὥσπερ περίττωμα τῆς πόλεως νοσερὸν καὶ ταραχῶδες ἀποκαθαρθείη.
12.4τούτουςτε δὴ καταλέγοντες εἰς τὴν ἀποικίαν ἐξέπεμπον οἱ ὕπατοι, καὶ στρατείαν ἐπήγγελλον ἑτέροις ἐπὶ τοὺς Οὐολούσκους, ἀσχολίαντε τῶν ἐμφυλίων μηχανώμενοι θορύβων, καὶ νομίζοντες ἐν ὅπλοις καὶ στρατοπέδῳ καὶ κοινοῖς ἀγῶσιν αὖθις γενομένους πλουσίους ὁμοῦ καὶ πένητας καὶ δημοτικοὺς καὶ πατρικίους, ἡμερώτερον ἂν διατεθῆναι πρὸς ἀλλήλους καὶ ἥδιον.
13.1ἐνίσταντο δὲ λοιπὸν οἱ περὶ Σικίννιον καὶ Βροῦτον δημαγωγοί, βοῶντες ἔργον ὠμότατον αὐτοὺς τῷ πρᾳοτάτῳ τῶν ὀνομάτων ἀποικίαν προσαγορεύσαντας ἀνθρώπους πένητας ὥσπερ εἰς βάραθρον ὠθεῖν, ἐκπέμποντας εἰς πόλιν ἀέροςτε νοσεροῦ καὶ νεκρῶν ἀτάφων γέμουσαν, ἀλλοτρίῳ δαίμονι καὶ παλαμναίῳ συνοικιζομένους ·
13.2εἶτα ὥσπερ οὐκ ἀρκουμένους τούς μὲν ὑπὸ λιμοῦ διολλύναι τῶν πολιτῶν, τούς δὲ λοιμῷ προσβάλλειν, ἔτι καὶ πόλεμον αὐθαίρετον ἐπάγειν, ὅπως μηδὲν κακὸν ἀπῇ τῆς πόλεως, ὅτι δουλεύουσα τοῖς πλουσίοις ἀπεῖπε. τοιούτων ἀναπιμπλάμενος λόγων ὁ δῆμος οὔτε τῷ καταλόγῳ προσῄει τῶν ὑπάτων πρόςτε τὴν ἀποικίαν διεβέβλητο.
13.3τῆς δὲ βουλῆς διαπορουμένης ὁ Μάρκιος, ἤδη μεστὸς ὢν ὄγκου καὶ μέγας γεγονὼς τῷ φρονήματι καὶ θαυμαζόμενος ὑπὸ τῶν κρατίστων, φανερὸς ἦν μάλιστα τοῖς δημαγωγοῖς ἀνθιστάμενος, καὶ τὴν μὲν ἀποικίαν ἀπέστειλαν, ἐπιτιμίοις μεγάλοις τούς λαχόντας ἐξελθεῖν ἀναγκάσαντες · πρός δὲ τὴν στρατείαν παντάπασιν ἀπαγορευόντων, αὐτὸς ὁ Μάρκιος τούςτε πελάτας ἀναλαβὼν καὶ τῶν ἄλλων ὅσους ἔπεισε, κατέδραμε τὴν Ἀντιατῶν χώραν, καὶ πολὺν μὲν σῖτον εὑρών, πολλῇ δὲ λείᾳ θρεμμάτων καὶ ἀνδραπόδων περιτυχών, αὑτῷ μὲν οὐδὲν ἐξείλετο, τούς δὲ στρατευσαμένους πολλὰ μὲν ἄγοντας ἔχων, πολλὰ δὲ φέροντας, ἐπανῆλθεν εἰς τὴν Ῥώμην, ὥστε τούς ἄλλους μεταμελομένους καὶ φθονήσαντας τοῖς εὐπορήσασιν ἄχθεσθαι τῷ Μαρκίῳ καὶ βαρύνεσθαι τὴν δόξαν αὐτοῦ καὶ τὴν δύναμιν, ὡς ἐπὶ τὸν δῆμον αὐξομένην.
14.1ὀλίγου δὲ χρόνου μετῄει μὲν ὑπατείαν ὁ Μάρκιος, ἐκάμπτοντο δὲ οἱ πολλοί, καὶ τὸν δῆμον αἰδώς τις εἶχεν ἄνδρα καὶ γένει καὶ ἀρετῇ πρῶτον ἀτιμάσαι καὶ καταβαλεῖν ἐπὶ τοσούτοις καὶ τηλικούτοις εὐεργετήμασι. καὶ γὰρ ἔθος ἦν τοῖς μετιοῦσι τὴν ἀρχὴν παρακαλεῖν καὶ δεξιοῦσθαι τοὺς πολίτας ἐν ἱματίῳ κατιόντας εἰς τὴν ἀγορὰν ἄνευ χιτῶνος, εἴτε μᾶλλον ἐκταπεινοῦντας ἑαυτοὺς τῷ σχήματι πρὸς τὴν δέησιν, εἴτε δεικνύντας οἷς ἦσαν ὠτειλαί προφανῆ τὰ σύμβολα τῆς ἀνδρείας, οὐ γὰρ ὑποψίᾳ δήπου διανομῆς ἀργυρίου καὶ δεκασμῶν ἄζωστον ἐβούλοντο προσιέναι καὶ ἀχίτωνα τοῖς πολίταις τὸν δεόμενον αὐτῶν ὀψὲ γὰρ μετὰ πολὺν χρόνον ὠνὴ καὶ πρᾶσις ἐπεισῆλθε, καὶ συνεμίγη ταῖς ἐκκλησιαστικαῖς ψήφοις ἀργύριον, ἐκ δὲ τούτου καὶ δικαστῶν θιγοῦσα καὶ στρατοπέδων ἡ δωροδοκία περιέστησεν εἰς μοναρχίαν τὴν πόλιν, ἐξανδραποδισαμένη τὰ ὅπλα τοῖς χρήμασιν.
14.3οὐ γὰρ κακῶς ἔοικεν εἰπεῖν ὁ εἰπὼν ὅτι πρῶτος κατέλυσε τὸν δῆμον ὁ πρῶτος ἑστιάσας καὶ δεκάσας. φαίνεται δὲ κρύφα καὶ κατὰ μικρὸν ὑπορρέον οὐκ εὐθὺς ἔκδηλον ἐν Ῥώμῃ γενέσθαι τὸ κακόν, οὐ γὰρ ἴσμεν ὅστις ἦν ὁ δεκάσας πρῶτος ἐν Ῥώμῃ δῆμον ἢ δικαστήριον ·
14.4Ἀθήνησι δὲ λέγεται πρῶτος ἀργύριον δοῦναι δικασταῖς Ἄνυτος ὁ Ἀνθεμίωνος, προδοσίας περὶ Πύλου κρινόμενος, ἐν τοῖς Πελοποννησιακοῖς ἤδη τελευτῶσιν, ὁπηνίκα τὸ χρυσοῦν ἔτι γένος καὶ ἀκήρατον ἐν Ῥώμῃ τὴν ἀγορὰν κατεῖχεν.
15.1ἀλλὰ τοῦ γε Μαρκίου πολλὰς ὑποφαίνοντος ὠτειλὰς ἀπὸ πολλῶν ἀγώνων, ἐν οἷς ἐπρώτευσεν ἑπτακαίδεκα ἔτη συνεχῶς στρατευόμενος, ἐδυσωποῦντο τὴν ἀρετὴν, καὶ λόγον ἀλλήλοις ἐδίδοσαν ὡς ἐκεῖνον ἀποδείξοντες. ἐπεὶ δέ, τῆς ἡμέρας ἐν ᾗ τὴν ψῆφον ἔδει φέρειν ἐνστάσης, ὁ Μάρκιος εἰς ἀγορὰν ἐνέβαλε σοβαρῶς ὑπὸ τῆς βουλῆς προπεμπόμενος, καὶ πάντες οἱ πατρίκιοι περὶ αὐτὸν ἐγένοντο φανεροὶ πρὸς μηδέν’οὕτω μηδέποτε σπουδάσαντες, ἐξέπεσον αὖθις οἱ πολλοὶ τῆς πρὸς αὐτὸν εὐνοίας, εἰς τὸ νεμεσᾶν καὶ φθονεῖν ὑποφερόμενοι.
15.2προσῆν δὲ τῷ πάθει τούτῳ καὶ δέος, εἰ γένοιτο τῆς ἀρχῆς κύριος ἀνὴρ ἀριστοκρατικὸς καὶ τοσοῦτον ἔχων ἐν τοῖς πατρικίοις ἀξίωμα, μὴ παντάπασιν ἀφέλοιτο τοῦ δήμου τὴν ἐλευθερίαν.
15.3οὕτω δὴ φρονήσαντες ἀπεψηφίσαντο τὸν Μάρκιον, ὡς δ’ἀνηγορεύθησαν ἕτεροι, βαρέως μὲν ἤνεγκεν ἡ βουλή δοκοῦσα προπεπηλακίσθαι μᾶλλον ἑαυτὴν ἢ τὸν Μάρκιον, αὐτὸς δ’ἐκεῖνος οὐ μετρίως ἔσχεν οὐ δ’ἐπιεικῶς πρὸς τὸ συμβεβηκός, ἅτε δὴ πλεῖστα τῷ θυμοειδεῖ καὶ φιλονείκῳ μέρει τῆς ψυχῆς, ὡς ἔχοντι μέγεθος καὶ φρόνημα, κεχρημένος, τὸ δ’ἐμβριθὲς καὶ τὸ πρᾷον, οὗ τὸ πλεῖστον ἀρετῇ πολιτικῇ μέτεστιν, ἐγκεκραμένον οὐκ ἔχων ὑπὸ λόγου καὶ παιδείας, οὐ δὲ τὴν ἐρημίᾳ ξύνοικον, ὡς Πλάτων ἔλεγεν, αὐθάδειαν εἰδὼς ὅτι δεῖ μάλιστα διαφεύγειν ἐπιχειροῦντα πράγμασι κοινοῖς καὶ ἀνθρώποις ὁμιλεῖν, καὶ γενέσθαι τῆς πολλὰ γελωμένης ὑπ’ἐνίων ἀνεξικακίας ἐραστήν.
15.4ἀλλ’ἁπλοῦς τις ὢν ἀεὶ καὶ ἀτενής, καὶ τὸ νικᾶν καὶ κρατεῖν ἁπάντων πάντως ἀνδρείας ἔργον ἡγούμενος, οὐκ ἀσθενείας καὶ μαλακίας, ἐκ τοῦ πονοῦντος καὶ πεπονθότος μάλιστα τῆς ψυχῆς, ὥσπερ οἴδημα, τὸν θυμὸν ἀναδιδούσης, ἀπῄει ταραχῆς μεστὸς ὢν καὶ πικρίας πρὸς τὸν δῆμον.
15.5οἱ δ’ἐν ἡλικίᾳ τῶν πατρικίων, ὅ τι περ ἦν ἐν τῇ πόλει μάλιστα γαυρούμενον εὐγενείᾳ καὶ ἀνθοῦν, ἀείτε θαυμαστῶς ἐσπουδάκεσαν περὶ τὸν ἄνδρα, καὶ τότε προσκείμενοι καὶ παρόντες οὐκ ἐπ’ἀγαθῷ τὸν θυμὸν ἐξερρίπιζον αὐτοῦ τῷ συναγανακτεῖν καὶ συναλγεῖν. ἦν γὰρ ἡγεμὼν αὐτοῖς καὶ διδάσκαλος εὐμενὴς τῶν πολεμικῶν ἐν ταῖς στρατείαις, καὶ ζῆλον ἀρετῆς ἄνευ φθόνου πρὸς ἀλλήλους γαυρῶσαι τοὺς κατορθοῦντας.
16.1ἐν τούτῳ δὲ σῖτος ἧκεν εἰς Ῥώμην, πολὺς μέν ὠνητὸς ἐξ Ἰταλίας, οὐκ ἐλάττων δὲ δωρητὸς ἐκ Συρακουσῶν, Γέλωνος τοῦ τυράννου πέμψαντος · ὥστε τοὺς πλείστους ἐν ἐλπίσι γενέσθαι χρησταῖς, ἅμα τῆς ἀπορίας καὶ τῆς διαφορᾶς τὴν πόλιν ἀπαλλαγήσεσθαι προσδοκῶντας, εὐθὺς οὖν βουλῆς ἀθροισθείσης περιχυθεὶς ὁ δῆμος ἔξωθεν ἐκαραδόκει τό τέλος, ἐλπίζων ἀγορᾷτε χρήσεσθαι φιλανθρώπῳ καὶ προῖκα τὰς δωρεὰς νεμήσεσθαι. καὶ γὰρ ἔνδον ἦσαν οἱ ταῦτα τὴν βουλὴν πείθοντες.
16.2ὁ μέντοι Μάρκιος ἀναστὰς σφόδρα καθήψατο τῶν χαριζομένων τοῖς πολλοῖς, δημαγωγοὺς καὶ προδότας ἀποκαλῶν τῆς ἀριστοκρατίας καὶ σπέρματα πονηρὰ θρασύτητος καὶ ὕβρεως εἰς ὄχλον ἀφειμένα τρέφοντας καθ’αὑτῶν, ἃ καλῶς μέν εἶχε μὴ περιιδεῖν ἐν ἀρχῇ φυόμενα μη δ’ἰσχυρὸν ἀρχῇ τηλικαύτῃ ποιῆσαι τὸν δῆμον, ἤδη δὲ καὶ φοβερὸν εἶναι τῷ πάντα βουλομένοις αὐτοῖς ὑπάρχειν καὶ μηδὲν ἄκοντας βιάζεσθαι, μη δὲ πείθεσθαι τοῖς ὑπάτοις, ἀλλ’ἀναρχίας ἔχοντας ἡγεμόνας ἰδίους ἄρχοντας προσαγορεύειν.
16.3ἐπιδόσεις μέν οὖν καὶ διανομάς, ὥσπερ Ἑλλήνων οἱ κράτιστα δημοκρατούμενοι, καθέζεσθαι ψηφιζομένους ἔφη παντελῶς εἰς κοινὸν ὄλεθρον τὴν ἀπείθειαν αὑτῶν ἐφοδιάζειν. “οὐ γὰρ χάριν γε δήπου φήσουσιν ἀπολαμβάνειν τῶν στρατειῶν ἃς ἐγκατέλιπον, καὶ τῶν ἀποστάσεων αἷς προήκαντο τὴν πατρίδα, καὶ τῶν διαβολῶν ἃς ἐδέξαντο κατὰ τῆς βουλῆς · ἀλλ’ὑφιεμένους διὰ φόβον καὶ κολακεύοντας ὑμᾶς ταῦτα διδόναι καὶ συγχωρεῖν ἐλπίσαντες, οὐδὲν ἕξουσι πέρας ἀπειθείας, οὐ δὲ παύσονται διαφερόμενοι καὶ στασιάζοντες.
16.4ὥστε τοῦτο μέν ἐστι κομιδῇ μανικόν · εἰ δὲ σωφρονοῦμεν, ἀφαιρησόμεθα τὴν δημαρχίαν αὑτῶν, ἀναίρεσιν οὖσαν ὑπατείας καὶ διάστασιν τῆς πόλεως, οὐκέτι μιᾶς, ὡς πρότερον, οὔσης, ἀλλὰ δεδεγμένης τομήν μηδέποτε συμφῦναι μη δ’ὁμοφρονῆσαι μη δὲ παύσασθαι νοσοῦντας ἡμᾶς καὶ ταραττομένους ὑπ’ἀλλήλων ἐάσουσαν”.
17.1πολλὰ τοιαῦτα λέγων ὁ Μάρκιος ὑπερφυῶς εἶχε τοὺς νέους συνενθουσιῶντας αὐτῷ καὶ τοὺς πλουσίους ὀλίγου δεῖν ἅπαντας, μόνον ἐκεῖνον ἄνδρα τὴν πόλιν ἔχειν ἀήττητον καὶ ἀκολάκευτον βοῶντας, ἔνιοι δὲ τῶν πρεσβυτέρων ἠναντιοῦντο, ὑφορώμενοι τὸ ἀποβησόμενον. ἀπέβη δὲ χρηστὸν οὐδέν. οἱ γὰρ δήμαρχοι παρόντες, ὡς ᾔσθοντο τῇ γνώμῃ κρατοῦντα τὸν Μάρκιον, ἐξέδραμον εἰς τὸν ὄχλον μετὰ βοῆς παρακελευόμενοι συνίστασθαι καὶ βοηθεῖν αὐτοῖς τοὺς πολλούς, ἐκκλησίας δὲ θορυβώδους γενομένης, καὶ τῶν λόγων οὓς ὁ Μάρκιος εἶπεν ἀναγορευθέντων, ὀλίγον ἐδέησεν ἐμπεσεῖν ὑπ’ὀργῆς φερόμενος εἰς τὴν βουλὴν ὁ δῆμος ·
17.2οἱ δὲ δήμαρχοι τοῦ Μαρκίου τὴν αἰτίαν ἐποιοῦντο, καὶ πέμποντες ἐκάλουν αὐτὸν ἀπολογησόμενον. ὡς δὲ πρὸς ὕβριν τοὺς πεμφθέντας ἐξήλασεν ὑπηρέτας, αὐτοὶ μετὰ τῶν ἀγορανόμων ἧκον ἄξοντες βίᾳ τὸν ἄνδρα, καὶ τοῦ σώματος ἐπελαμβάνοντο. συστάντες δ’οἱ πατρίκιοι τοὺς μὲν δημάρχους ἀπετρίψαντο, τοῖς δ’ἀγορανόμοις καὶ πληγὰς ἐνέβαλον.
17.3τότε μὲν οὖν ἑσπέρα καταλαβοῦσα τὴν ταραχὴν διέλυσεν · ἅμα δὲ’ἡμέρᾳ τὸν δῆμον ἐξηγριωμένον ὁρῶντες οἱ ὕπατοι καὶ συντρέχοντα πανταχόθεν εἰς τὴν ἀγοράν ἔδεισαν ὑπὲρ τῆς πόλεως, καὶ τὴν βουλὴν ἀθροίσαντες ἐκέλευον σκοπεῖν ὅπως ἐπιεικέσι λόγοις καὶ δόγμασι χρηστοῖς πραΰνωσι καὶ καταστήσωσι τοὺς πολλούς, ὡς οὐ φιλοτιμίας οὖσαν ὥραν, οὐ δ’ὑπὲρ δόξης ἅμιλλαν, εἰ σωφρονοῦσιν, ἀλλὰ καιρὸν ἐπισφαλῆ καὶ ὀξὺν, εὐγνώμονος πολιτείας καὶ φιλανθρώπου δεόμενον.
17.4εἰξάντων δὲ τῶν πλείστων προελθόντες ὡς ἐνῆν μάλιστα τῷ δήμῳ διελέγοντο καὶ κατεπράϋνον, ἀπολυόμενοίτε τὰς διαβολὰς ἐπιεικῶς καὶ τῷ νουθετοῦντι καὶ δάκνοντι μετρίως χρώμενοι, περὶ δὲ τιμῆς ὠνίων καὶ ἀγορᾶς οὐδὲν διοίσεσθαι πρὸς αὐτοὺς φάσκοντες.
18.1ὡς οὖν ἐνεδίδου τὸ πολὺ τοῦ δήμου καὶ φανερὸν ἦν τῷ κοσμίως καὶ σωφρόνως ἀκούειν ἀγόμενον καὶ κηλούμενον, ἀνέστησαν οἱ δήμαρχοι, τῇ μὲν βουλῇ σωφρονούσῃ τὸν δῆμον ἀνθυπείξειν ὅσα καλῶς ἔχει φάσκοντες, τὸν δὲ Μάρκιον ἀπολογεῖσθαι κελεύοντες, εἰ μή φησιν ἐπὶ συγχύσει τῆς πολιτείας καὶ καταλύσει τοῦ δήμου τήντε βουλὴν παροξύνειν καὶ καλούμενος ὑπ’αὐτῶν ἀπειθῆσαι, τέλος δὲ τοὺς ἀγορανόμους τύπτων ἐν ἀγορᾷ καὶ προπηλακίζων ἐμφύλιον, ὅσον ἐπ’αὐτῷ, πόλεμον ἐξεργάσασθαι καὶ προαγαγεῖν εἰς ὅπλα τοὺς πολίτας.
18.2ἔλεγον δὲ ταῦτα βουλόμενοι τὸν Μάρκιον ἢ ταπεινὸν ἀποδεῖξαι, παρὰ φύσιν ὑφέντα τὸ φρόνημα καὶ θεραπεύοντα τὸν δῆμον, τῇ φύσει χρώμενον ἀνήκεστον ἀπεργάσασθαι τὴν πρὸς αὑτὸν ὀργήν ὃ μᾶλλον ἤλπιζον, ὀρθῶς στοχαζόμενοι τοῦ ἀνδρός.
18.3ἔστη μὲν γὰρ ὡς ἀπολογησόμενος, καὶ παρέσχεν αὐτῷ σιωπὴν καὶ ἡσυχίαν ὁ δῆμος · ὡς δ’ἤρξατο πρὸς τοὺς ἀνθρώπους δεητικόν τινα λόγον προσδεχομένους οὐ μόνον ἐπαχθεῖ παρρησίᾳ χρῆσθαι καὶ πλείονι κατηγορίᾳ τῆς παρρησίας, ἀλλὰ καὶ τόνῳ φωνῆς καὶ διαθέσει προσώπου τήν ἐγγὺς ὑπεροψίας καὶ ὀλιγωρίας ἀφοβίαν ἐπιδεικνύμενος, ὁ μὲν δῆμος ἐξετραχύνθη καὶ φανερὸς ἦν δυσανασχετῶν καὶ βαρυνόμενος τοῖς λεγομένοις, τῶν δὲ δημάρχων ὁ θρασύτατος Σικίννιος μικρὰ τοῖς συνάρχουσι διαλεχθείς, εἶτ’εἰς μέσον ἀναγορεύσας ὡς θάνατος ὑπὸ τῶν δημάρχων τοῦ Μαρκίου κατέγνωσται, προσέταξε τοῖς ἀγορανόμοις ἀναγαγόντας αὐτὸν ἐπὶ τήν ἄκραν εὐθὺς ὦσαι κατὰ τῆς ὑποκειμένης φάραγγος.
18.5ἁπτομένων δὲ τῶν ἀγορανόμων τοῦ σώματος ἔδοξε μὲν καὶ τῶν δημοτῶν πολλοῖς φρικτὸν εἶναι τὸ γιγνόμενον καὶ ὑπερήφανον, οἱ δὲ πατρίκιοι παντάπασιν ἐκστάντες καὶ περιπαθήσαντες ὥρμησαν ἀπὸ κραυγῆς βοηθεῖν, οἱ δὲ καὶ χερσὶ τοὺς ἐπιλαμβανομένους ἀνείργοντες καὶ καταμιγνύντες ἑαυτοῖς τὸν Μάρκιον ἔνιοι δὲ καὶ τὰς χεῖρας ὀρέγοντες ἐδέοντο τῶν πολλῶν, ἐπειδὴ λόγουτε καὶ φωνῆς οὐδὲν ἔργον ἦν ἐν ἀκοσμίᾳ τοσαύτῃ καὶ θορύβοις, ἄχρι οὗ συμφρονήσαντες οἱ φίλοι καὶ οἰκεῖοι τῶν δημάρχων ὡς ἄνευ φόνου πολλοῦ τῶν πατρικίων οὐκ ἔστιν ἐξαγαγεῖν οὐ δὲ κολάσαι τὸν Μάρκιον, ἔπεισαν αὐτοὺς ἀφελεῖν τῆς τιμωρίας τὸ ἀλλόκοτον καὶ βαρύ, μὴ βίᾳ μη δ’ἄκριτον ἀποκτιννύντας, ἀλλὰ τῷ δήμῳ ψῆφον ἐπενεγκεῖν ἀποδόντας.
18.7ἐκ τούτου καταστὰς ὁ Σικίννιος ἠρώτα τοὺς πατρικίους τί βουλόμενοι τὸν Μάρκιον ἀφαιροῦνται τοῦ δήμου βουλομένου κολάζειν. ἐκείνων δὲ πάλιν ἀντερωτώντων “τί μὲν οὖν διανοεῖσθε καὶ τί βούλεσθε ὑμεῖς, ἄνδρα Ῥωμαίων ἐν τοῖς ἀρίστοις ἄνευ κρίσεως ἐπὶ τιμωρίαν ὠμὴν καὶ παράνομον οὕτως ἄγοντες”; “ἀλλὰ ταύτην μέν”.
18.8εἶπεν ὁ Σικίννιος, “ὑμεῖς μὴ ποιεῖσθε πρόφασιν διαφορᾶς καὶ στάσεως πρὸς τὸν δῆμον ὃ γὰρ ἀξιοῦτε, δίδωσιν ὑμῖν, κριθῆναι τὸν ἄνδρα, σοὶ δέ, Μάρκιε, προαγορεύομεν εἰς τρίτην ἀγορὰν παρεῖναι καὶ πείθειν τοὺς πολίτας, εἰ μηδὲν ἀδικεῖς, ὡς ψήφῳ κρινοῦντας”.
19.1τότε μὲν οὖν ἠγάπησαν οἱ πατρίκιοι τήν διάλυσιν, καὶ τόν Μάρκιον ἀσμένως ἔχοντες ἀπῆλθον. ἐν δὲ τῷ μεταξὺ χρόνῳ τῆς τρίτης ἀγορᾶς “ἀγορᾶς δὲ ποιοῦσι Ῥωμαῖοι δι’ἡμέρας ἐνάτης, νουνδίνας καλοῦντες ’ἐλπίδα μὲν αὐτοῖς παρέσχε διακρούσεως στρατεία γενομένη πρὸς Ἀντιάτας, ὡς μῆκος ἕξουσα καὶ χρόνον ἐν ᾧ χειροήθης ὁ δῆμος ἔσται, τῆς ὀργῆς ἀπομαρανθείσης ἢ παντελῶς ἐκπεσούσης δι’ἀσχολίαν καὶ πόλεμον ἔπειτα δέ, ὡς ταχὺ διαλυσάμενοι πρὸς τοὺς Ἀντιάτας ἐπανῆλθον, ἐγίνοντο σύνοδοι τῶν πατρικίων πολλάκις, δεδιότων καὶ σκοπούντων ὅπως τόντε Μάρκιον οὐ προήσονται τόντε δῆμον αὖθις οὐ παρέξουσιν ἐκταράττειν τοῖς δημαγωγοῖς Ἄππιος μὲν οὖν Κλαύδιος αἰτίαν ἔχων ἐν τοῖς μάλιστα μισόδημος εἶναι διεμαρτύρετο, λέγων τήντε βουλὴν αὐτοὺς ἀναιρήσειν καὶ προήσεσθαι παντάπασι τήν πολιτείαν, εἰ κύριον τῆς ψήφου κατὰ τῶν πατρικίων δέξονται γενόμενον τόν δῆμον οἱ δὲ πρεσβύτατοι καὶ δημοτικώτατοι το- τοὐναντίον ἠξίουν οὐ χαλεπὸν οὐ δὲ βαρύν, ἀλλὰ πρᾷον καὶ φιλάνθρωπον ὑπὸ τῆς ἐξουσίας ἔσεσθαι τόν δῆμον ·
19.3οὐ γὰρ καταφρονοῦντι τῆς βουλῆς, ἀλλ’οἰομένῳ καταφρονεῖσθαι τιμὴν καὶ παραμυθίαν γενήσεσθαι τήν κρίσιν, ὥσθ’ἅμα τήν ψῆφον λαβόντας ἀποθήσεσθαι τήν ὀργήν.
20.1ὁρῶν οὖν ὁ Μάρκιος εὐνοίᾳ μὲν αὐτοῦ, φόβῳ δὲ τοῦ δήμου τὴν σύγκλητον ἀπορουμένην, ἠρώτησε τοὺς δημάρχους τί κατηγοροῦσιν αὑτοῦ καὶ περί τίνος κριθησόμενον ἐπὶ τὸν δῆμον ἐξάγουσιν. εἰπόντων δ’ἐκείνων ὅτι τυραννίς ἐστὶ τὸ ἔγκλημα καὶ τυραννεῖν διανοούμενον ἀποδείξουσιν αὐτόν, οὕτως ἐξαναστὰς αὐτὸς ἔφη πρὸς τὸν δῆμον ἤδη βαδίζειν ἀπολογησόμενος καὶ μηδένα τρόπον κρίσεως μη δέ, ἂν ἁλῷ, κολάσεως παραιτεῖσθαι · ” μόνον ὅπως, “ἔφη,” τοῦτο κατηγορήσητε καὶ μὴ ψεύσησθε τὴν βουλήν “. ὡς δ’ὡμολόγησαν, ἐπὶ τούτοις ἡ κρίσις ἐγίνετο.
20.2συνελθόντος δὲ τοῦ δῆμον πρῶτον μὲν οὐ κατὰ λόχους, ἀλλὰ κατὰ φυλὰς ἐβιάζοντο γίνεσθαι τὴν ψηφοφορίαν, τῶν εὐπόρων καὶ γνωρίμων καὶ στρατευομένων τὸν ἄπορον καὶ πολυπράγμονα καὶ τὸν καλοῦ φροντίζοντα μηδὲν ὄχλον ἐπίπροσθεν ταῖς ψήφοις ποιοῦντες.
20.3ἔπειτα τὴν τυραννίδος ἀφέντες αἰτίαν ἀναπόδεικτον οὖσαν, ἐκείνων πάλιν ἐμέμνηντο τῶν λόγων οὓς ὁ Μάρκιος πρότερον εἶπεν ἐν τῇ βουλῇ, κωλύων μὲν ἐπευωνίσαι τὴν ἀγοράν, ἀφελέσθαι δὲ τὴν δημαρχίαν τοῦ δῆμον κελεύων. καινὸν δὲ κατηγόρησαν αὑτοῦ κατηγόρημα τὴν διανομὴν τῶν λαφύρων, ἃ λαβὼν ἐκ τῆς Ἀντιατῶν χώρας οὐκ ἀνήνεγκεν εἰς τὸ δημόσιον, ἀλλὰ διένειμε τοῖς μεθ’αὑτοῦ στρατευομένοις ·
20.4ὑφ’οὗ δὴ καὶ μάλιστα λέγεται διαταραχθῆναι τὸν Μάρκιον. οὐ γὰρ προσεδόκησεν οὐ δ’εὐπόρησε πρὸς τὸν ὄχλον ἐκ τοῦ παραυτίκα λόγων πιθανῶν, ἀλλ’ἐπαινοῦντι τοὺς στρατευσαμένους ἐθορύβησαν αὐτῷ πλείονες ὄντες οἱ μὴ στρατευσάμενοι. τέλος δ’οὖν ταῖς φυλαῖς τῆς ψήφου δοθείσης αἱ καθαιροῦσαι τρεῖς ἐγένοντο. ἦν δὲ τίμημα τῆς καταδίκης ἀίδιος φυγή.
20.5μετὰ δὲ τὴν ἀναγόρευσιν ὁ μὲν δῆμος οὐδέποτε νικήσας μάχῃ πολεμίους τοσοῦτον ἐφρόνησεν ὅσον τότε φρονῶν καὶ γεγηθὼς ἀπῄει, τὴν δὲ βουλὴν ἄχος ἔσχε καὶ κατήφεια δεινή, μεταμελομένην καὶ δυσφοροῦσαν ἐπὶ τῷ μὴ πάντα ποιῆσαι καὶ παθεῖν πρότερον ἢ περιιδεῖν ὑβρίσαντα καὶ χρησάμενον ἐξουσίᾳ τοσαύτῃ τὸν δῆμον. οὐδὲν δ’ἔδει τότε πρὸς διάγνωσιν ἐσθῆτος ἢ παρασήμων ἑτέρων, ἀλλ’εὐθὺς ἦν δῆλος ὅτι δημότης ὁ χαίρων καὶ ὁ δυσφορῶν ὅτι πατρίκιος.
21.1πλὴν αὐτὸς ὁ Μάρκιος, ἀνέκπληκτος καὶ ἀταπείνωτος, καὶ σχήματι καὶ βαδίσματι καὶ προσώπῳ καθεστηκὼς, ἐν πᾶσι τοῖς ἄλλοις ἐφαίνετο πεπονθόσιν ἀσυμπαθὴς ἑαυτῷ μόνος, οὐχ ὑπὸ λογισμοῦ καὶ πρᾳότητος, οὐ δὲ τῷ φέρειν μετρίως τὸ συμβεβηκός, ἀλλ’ἐμπαθὴς ὢν ὑπ’ὀργῆς καὶ βαρυφροσύνης, ὅπερ ἀγνοοῦσιν οἱ πολλοὶ λύπην οὖσαν.
21.2ὅταν γὰρ εἰς θυμὸν μεταβάλῃ, καθάπερ ἐκπυρωθεῖσα τὸ ταπεινὸν ἀποβάλλει καὶ ἀργόν · ᾗ καὶ δοκεῖ δραστικὸς ὁ θυμούμενος ὡς θερμὸς ὁ πυρέττων, οἷον ἐν σφυγμῷ καὶ διατάσει καὶ ὄγκῳ γενομένης τῆς ψυχῆς, Ἐδήλωσε δὲ τοῖς ἔργοις αὐτίκα μάλα τὴν διάθεσιν ταύτην ὁ Μάρκιος.
21.3εἰσελθὼν γὰρ οἴκαδε, καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα μετὰ κλαυθμοῦ καὶ βοῆς ὀλοφυρομένας ἀσπασάμενος καὶ κελεύσας μετρίως φέρειν τὸ συμβεβηκός, εὐθὺς ἀπιὼν ἐβάδιζεν ἐπὶ τὰς πύλας. ἐκεῖ δὲ τῶν πατρικίων ὁμοῦ πάντων προπεμπόντων αὐτὸν οὔτε τι λαβὼν οὔτε τινὸς δεηθεὶς ἀπηλλάττετο, τρεῖς ἢ τέτταρας πελάτας ἔχων περὶ αὑτόν, ἡμέρας δ’ὀλίγας ἔν τισιν ἀγροῖς αὐτὸς καθ’ἑαυτὸν ὑπὸ πολλῶν διενεχθεὶς διαλογισμῶν, οἵους ὁ θυμὸς ὑπέβαλλεν, ὥστ’οὔτ’εἰς καλὸν οὔτε συμφέρον οὐδὲν, ἀλλ’ἢ τὸ Ῥωμαίους μετελθεῖν, ἐγίνωσκε πόλεμόν τινα βαρὺν καὶ ὅμορον ἀναστῆσαι ἐπ’αὐτούς, ὥρμησεν οὖν διαπειρᾶσθαι πρῶτον Οὐολούσκων, ἀκμάζοντας μὲν εἰδὼς ἔτι καὶ σώμασι καὶ χρήμασι, ταῖς δὲ γεγενημέναις ἔναγχος ἥτταις οὐ τοσοῦτον ἀπολωλέναι τῆς δυνάμεως ὅσον ἐγγεγονέναι φιλονεικίας αὐτοῖς καὶ ὀργῆς οἰόμενος.
22.1ἦν δέ τις ἀνὴρ ἐξ Ἀντίου πόλεως διάτε πλοῦτον καὶ ἀνδρείαν καὶ γένους ἐπιφάνειαν ἀξίωμα βασιλικὸν ἔχων ἐν πᾶσιν Οὐολούσκοις, ὄνομα Τύλλος Ἀμφίδιος. ὑπὸ τούτου μισούμενον Μάρκιος ἑαυτὸν ὡς οὐδένα Ῥωμαίων ἐγίνωσκε · πολλάκις γὰρ ἐν ἀπειλαῖς καὶ προκλήσεσι κατὰ τὰς μάχας γενόμενοι, καὶ κομπάσαντες διά τὸ ἐνάμιλλον οἷα νεανιῶν πολεμικῶν φιλοτιμίαι καὶ ζῆλοι φέρουσιν, ἴδιον προσεκτήσαντο τῷ κοινῷ τὸ κατ’ἀλλήλων ἔχθος.
22.2οὐ μὴν ἀλλὰ μέγεθός τι φρονήματος ἔχοντα τὸν Τύλλον ὁρῶν, καὶ μάλιστα δὴ Οὐολούσκων ἐπιθυμοῦντα Ῥωμαίους λαβὴν παρασχόντας ἐν μέρει κολοῦσαι, μαρτυρίαν ἀπέλιπε τῷ εἰπόντι · ” θυμῷ μάχεσθαι χαλεπόν ὃ γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖται “. λαβὼν γὰρ ἐσθῆτα καὶ σκευὴν ἐν ᾗ μάλιστα μὴ δόξειν ὃς ἦν ἔμελλεν ὁρώμενος, ὥσπερ Ὀδυσσεὺς,” ἀνδρῶν δυσμενέων κατέδυ πόλιν “.
23.1ἦν δ’ἑσπέρα, καὶ πολλοὶ μὲν αὐτῷ προσετύγχανον, ἐγνώριζε δ’οὐδείς. ἐβάδιζεν οὖν ἐπὶ τὴν οἰκίαν τοῦ Τύλλου, καὶ παρεισελθὼν ἄφνω πρὸς τὴν ἑστίαν ἐκάθισε σιωπῇ, καὶ τὴν κεφαλὴν ἐγκαλυψάμενος ἡσυχίαν ἦγεν. οἱ δὲ κατὰ τὴν οἰκίαν θαυμάσαντες ἀναστῆσαι μὲν οὐκ ἐτόλμησαν ἦν γάρ τι καὶ περὶ αὐτὸν ἀξίωμα καὶ τοῦ σχήματος καὶ τῆς σιωπῆς, ἔφρασαν δὲ τῷ Τύλλῳ περὶ δεῖπνον ὄντι τὴν ἀτοπίαν τοῦ πράγματος.
23.2ὁ δ’ἐξαναστὰς ἧκε πρὸς αὐτὸν, καὶ ἀνέκρινε τίς ὢν ἀφῖκται καὶ τίνων δεόμενος. οὕτως οὖν ὁ Μάρκιος ἀποκαλυψάμενος καὶ μικρὸν ἀνασχών,” εἰ μήπω με γινώσκεις, ὦ Τύλλε, “εἶπεν,” ἀλλ’ὁρῶν ἀπιστεῖς, ἀνάγκη με κατήγορον ἐμαυτοῦ γενέσθαι. γάιός εἰμι Μάρκιος, ὁ πλεῖστα σὲ καὶ Οὐολούσκους ἐργασάμενος κακά, καὶ τὴν οὐκ ἐῶσαν ἀρνεῖσθαι ταῦτα περιφέρων προσηγορίαν τὸν Κοριολανόν.
23.3οὐδὲν γὰρ ἄλλο τῶν πολλῶν πόνων καὶ κινδύνων ἐκείνων ἐκτησάμην ἔπαθλον ἢ τὸ παράσημον ὄνομα τῆς πρὸς ὑμᾶς ἔχθρας, καὶ τοῦτό μοι περίεστιν ἀναφαίρετον τὰ δ’ἄλλα ὁμοῦ πάντα φθόνῳ δήμου καὶ ὕβρει, μαλακίᾳ δὲ καὶ προδοσίᾳ τῶν ἐν τέλει καὶ ἰσοτίμων ἀπεστέρημαι, καὶ φυγὰς ἐλήλαμαι, καὶ γέγονα τῆς ἑστίας τῆς σῆς ἱκέτης, οὐχ ὑπὲρ ἀδείας καὶ σωτηρίας τί γὰρ ἔδει με δεῦρο ἥκειν φοβούμενον ἀποθανεῖν ;’ἀλλὰ δίκας λαβεῖν χρῄζων, καὶ λαμβάνων ἤδη παρὰ τῶν ἐκβαλλόντων τῷ σὲ ποιεῖν ἐμαυτοῦ κύριον.
23.4εἰ μὲν οὖν ἐστί σοὶ θυμὸς ἐπιχειρεῖν τοῖς πολεμίοις, ἴθι, ταῖς ἐμαῖς συμφοραῖς, ὦ γενναῖε, χρῆσαι, καὶ κοινὸν εὐτύχημα ποίησον Οὐολούσκων τὴν ἐμὴν ἀτυχίαν, τοσούτῳ βέλτιον ὑπὲρ ὑμῶν πολεμήσοντος ἢ πρὸς ὑμᾶς, ὅσῳ πολεμοῦσι βέλτιον οἱ γινώσκοντες τὰ παρὰ τοῖς πολεμίοις τῶν ἀγνοούντων. εἰ δ’ἀπείρηκας, οὔτ’ἐγὼ βούλομαι ζῆν οὔτε σοὶ καλῶς ἔχει σῴζειν πάλαι μὲν ἐχθρὸν ἄνδρα καὶ πολέμιον, νῦν δ’ἀνωφελῆ καὶ ἄχρηστον “.
23.5ὡς οὖν ταῦτα ὁ Τύλλος ἤκουσεν, ἥσθητε θαυμαστῶς καὶ τὴν δεξιὰν ἐμβαλών,” ἀνίστασο, “εἶπεν,” ὦ Μάρκιε, καὶ θάρρει. μέγα γὰρ ἡμῖν ἀγαθὸν ἥκεις διδοὺς σεαυτόν, ἔλπιζε δὲ μείζονα παρὰ Οὐολούσκων “. καὶ τότε μὲν εἱστία φιλοφρονούμενος τὸν Μάρκιον, ἐν δὲ ταῖς ἐπιούσαις ἡμέραις ἐβουλεύοντο περὶ τοῦ πολέμου καθ’ἑαυτούς.
24.1τὴν δὲ Ῥώμην ἥτε τῶν πατρικίων δυσμένεια πρὸς τὸν δῆμον, οὐχ ἥκιστα τὴν τοῦ Μαρκίου καταδίκην αἰτίαν ἐχόντων, ἐτάραττε, καὶ πολλὰ δαιμόνια μάντεις καὶ ἱερεῖς καὶ ἰδιῶται προσήγγελλον ἄξια φροντίδος. ἓν δὲ λέγεται τοιοῦτό τι γενέσθαι. Τίτος ἦν Λατῖνος, ἀνὴρ οὐκ ἄγαν ἐπιφανής, ἀπράγμων δὲ καὶ μέτριος ἄλλως καὶ καθαρὸς δεισιδαιμονίας, ἔτι δὲ μᾶλλον ἀλαζονείας.
24.2οὗτος ὄναρ εἶδεν ὡς τοῦ Διὸς εἰς ὄψιν ἥκοντος αὐτῷ καὶ κελεύοντος εἰπεῖν πρὸς τὴν σύγκλητον ὅτι κακὸν τὸν ὀρχηστὴν ἔστειλαν αὐτῷ πρὸ τῆς πομπῆς καὶ ἀτερπέστατον. ἰδὼν δὲ τὴν ὄψιν ἔλεγε μὴ πάνυ φροντίσαι τὸ πρῶτον ὡς δὲ καὶ δεύτερον ἰδὼν καὶ τρίτον ἠμέλησε, παιδόςτε χρηστοῦ θάνατον ἐπιδεῖν καὶ τοῦ σώματος ἄφνω παρεθέντος ἀκρατὴς γενέσθαι.
24.3ταῦτα δ’ἐν κλινιδίῳ φοράδην κομισθεὶς εἰς τὴν σύγκλητον ἀπήγγειλεν. ἀπαγγείλας δ’, ὥς φασιν, εὐθὺς ᾔσθετο ῥωννύμενον αὑτοῦ τὸ σῶμα, καὶ ἀναστὰς ἀπῄει δι’αὑτοῦ βαδίζων, θαυμάσαντες οὖν οἱ βουλευταὶ πολλὴν ἐποιήσαντο τοῦ πράγματος ζήτησιν. ἦν δὲ τοιοῦτον · οἰκέτην τις αὑτοῦ παραδοὺς οἰκέταις ἑτέροις ἐκέλευσεν ἐξάγειν δι’ἀγορᾶς μαστιγοῦντας, εἶτ’ἀποκτεῖναι.
24.4ταῦτα πράττουσιν αὐτοῖς καὶ τὸν ἄνθρωπον αἰκιζομένοις, στροφάςτε παντοδαπὰς ὑπ’ὀδύνης στρεφόμενον καὶ κινήσεις ἄλλας ἀτερπεῖς τῷ περιπαθεῖν κινούμενον, ἡ πομπὴ κατὰ τύχην ἠκολουθήκει. καὶ πολλοὶ μὲν ἐδυσχέραινον τῶν παρόντων, οὔτε ὄψιν ἱλαρὰν ὁρῶντες οὔτε κινήσεις πρεπούσας, οὐδεὶς δ’ἐπεξῆλθεν, ἀλλὰ λοιδορίαι μόνον ἐγένοντο καὶ κατάραι τῷ πικρῶς οὕτως κολάζοντι. καὶ γὰρ ἐχρῶντο πολλῇ πρὸς τοὺς οἰκέτας ἐπιεικείᾳ τότε, διὰ αὐτουργίαν καὶ τὸ κοινωνεῖν διαίτης ἡμερώτερον ἔχοντες πρὸς αὐτοὺς καὶ συνηθέστερον.
24.5ἦν δὲ μεγάλη κόλασις οἰκέτου πλημμελήσαντος, εἰ ξύλον ἁμάξης, ᾧ τὸν ῥυμὸν ὑπερείδουσιν, ἀράμενος διεξέλθοι παρὰ τὴν γειτνίασιν. γὰρ τοῦτο παθὼν καὶ ὀφθεὶς παρὰ τῶν συνοίκων καὶ γειτόνων οὐκέτι πίστιν εἶχεν. ἐκαλεῖτο δὲ φούρκιφερ · ὃ γὰρ οἱ Ἕλληνες ὑποστάτην καὶ στήριγμα, τοῦτο Ῥωμαῖοι φοῦρκαν ὀνομάζουσιν.
25.1ὡς οὖν ὁ Λατῖνος ἀπήγγειλε τὴν ὄψιν αὐτοῖς καὶ διηπόρουν ὅστις ἦν ὁ τῆς πομπῆς τότε προηγούμενος ἀτερπὴς καὶ κακὸς ὀρχηστής, ἀνεμνήσθησαν ἔνιοι διὰ τὴν ἀτοπίαν τῆς τιμωρίας ἐκείνου τοῦ θεράποντος, ὃν μαστιγοῦντες ἐξήγαγον δι’ἀγορᾶς, εἶτ’ἐθανάτωσαν. συμφωνησάντων οὖν τῶν ἱερέων ὅτε δεσπότης δίκην ἔδωκε, καὶ τῷ θεῷ τὴν πομπὴν καὶ τὰς θέας αὖθις ἐξ ἀρχῆς ἐπετέλουν.
25.2ἔοικεν οὖν ὁ Νομᾶς τάτ’ἄλλα τῶν ἱερῶν σοφώτατος ἐξηγητὴς γεγονέναι, καὶ τοῦτο παγκάλως γε νομοθετῆσαι πρὸς εὐλάβειαν αὐτοῖς. ὅταν γὰρ ἄρχοντες ἢ ἱερεῖς πράττωσί τι τῶν θείων, ὁ κῆρυξ πρόεισι μεγάλῃ φωνῇ βοῶν,” Ὃκ ἄγε “. σημαίνει δ’ἡ φωνή, τοῦτο πρᾶττε, προσέχειν κελεύουσα τοῖς ἱεροῖς καὶ μηδὲν ἔργον ἐμβαλεῖν μεταξὺ μη δὲ χρείαν ἀσχολίας, ὡς τὰ πλεῖστα τῶν ἀνθρωπίνων ἀναγκαίῳ τινὶ τρόπῳ καὶ διὰ βίας περαινόμενα.
25.3θυσίας δὲ καὶ πομπὰς καὶ θέας οὐ μόνον ἐξ αἰτίας τηλικαύτης, ἀλλὰ καὶ διὰ μικρὰς Ῥωμαίοις ἔθος ἐστὶν ἀναλαμβάνειν, ἵππουτε γὰρ ἑνὸς τῶν ἀγόντων τὰς καλουμένας θήσσας ἀτονήσαντος, καὶ πάλιν τοῦ ἡνιόχου τῇ ἀριστερᾷ χειρὶ τὰς ἡνίας συλλαβόντος, αὖθις ἐψηφίσαντο τὴν πομπὴν ἐπιτελεῖν. ἐν δὲ τοῖς κάτω χρόνοις μίαν θυσίαν τριακοντάκις ἐποίησαν, ἀεί τινος ἐλλείμματος ἢ προσκρούσματος γίνεσθαι δοκοῦντος. τοιαύτη μὲν εὐλάβεια πρὸς τὸ θεῖον Ῥωμαίων.
26.1ὁ δὲ Μάρκιος καὶ Τύλλος ἐν Ἀντίῳ τοῖς δυνατωτάτοις κρύφα διελέγοντο, καὶ παρεκάλουν, ἕως στασιάζουσιν οἱ Ῥωμαῖοι πρὸς ἀλλήλους, τὸν πόλεμον ἐξενεγκεῖν. τῶν δὲ δυσωπουμένων, ὅτι σπονδαὶ διέτεις ἦσαν αὐτοῖς καὶ ἀνοχαὶ γεγενημέναι, πρόφασιν αὐτοὶ Ῥωμαῖοι παρέσχον, ἔκ τινος ὑποψίας ἢ διαβολῆς ἐν θέαις καὶ ἀγῶσι κηρύξαντες ἀπιέναι Οὐολούσκους πρὸ ἡλίου δύνοντος ἐκ τῆς πόλεως, ἔνιοι δέ φασιν ἀπάτῃ τοῦ Μαρκίου καὶ δόλῳ γενέσθαι τοῦτο, πέμψαντος εἰς Ῥώμην πρὸς τοὺς ἄρχοντας οὐκ ἀληθῆ κατήγορον τῶν Οὐολούσκων, ὡς ἐν ταῖς θέαις διανοουμένων ἐπιθέσθαι τοῖς Ῥωμαίοις καὶ τὴν πόλιν ἐμπιπρᾶν.
26.2πάντας μὲν γὰρ αὐτοὺς τὸ κήρυγμα τοῦτο δυσμενεστέρους ἐποίησε τοῖς Ῥωμαίοις · ὁ δὲ Τύλλος ἐπὶ μεῖζον αἴρων τὸ πρᾶγμα καὶ παροξύνων τέλος ἔπεισε πέμψαντας εἰς Ῥώμην τήντε χώραν ἀπαιτεῖν καὶ τὰς πόλεις, ὅσας ἀφῄρηνται πολέμῳ τῶν Οὐολούσκων.
26.3οἱ δὲ Ῥωμαῖοι τῶν πρέσβεων ἀκούσαντες ἠγανάκτησαν, καὶ ἀπεκρίναντο προτέρους μὲν ἀναλήψεσθαι τὰ ὅπλα τοὺς Οὐολούσκους, ὑστέρους δὲ καταθήσεσθαι Ῥωμαίους. ἐκ τούτου συναγαγὼν ἐκκλησίαν πάνδημον ὁ Τύλλος, ἐπεὶ τὸν πόλεμον ἐψηφίσαντο, συνεβούλευε τὸν Μάρκιον καλέσαι, μηδὲν αὐτῷ μνησικακοῦντας, ἀλλὰ πιστεύσαντας ὅτι συμμαχῶν ὠφελήσει ὅσα πολεμῶν οὐκ ἔβλαψεν.
27.1ἐπεὶ δὲ κληθεὶς ὁ Μάρκιος καὶ διαλεχθεὶς πρὸς τὸ πλῆθος οὐχ ἧττον ἀπὸ τῶν λόγων ἢ τῶν ὅπλων ἀνὴρ δεινὸς ἐφάνη καὶ πολεμικὸς καὶ τὸ φρονεῖν καὶ τολμᾶν περιττός, ἀποδείκνυται μετὰ Τύλλου στρατηγὸς αὐτοκράτωρ τοῦ πολέμου.
27.2δεδιὼς δὲ τὸν χρόνον ἐν ᾧ παρασκευάσασθαι τοὺς Οὐολούσκους ἔδει, μὴ πολὺς γενόμενος τὸν καιρὸν ἀφέληται τῆς πράξεως, τὰ μὲν ἄλλα τοὺς κατὰ πόλιν δυνατοὺς καὶ ἄρχοντας ἐκέλευε συνάγειν καὶ πορίζειν, αὐτὸς δὲ τοὺς προθυμοτάτους ἄνευ καταλόγου πείσας ἑκόντας αὐτῷ συνεξελθεῖν, ἐνέβαλεν εἰς τὴν τῶν Ῥωμαίων ἄφνω καὶ μηδενὸς προσδοκῶντος.
27.3ὅθεν ηὐπόρησε λείας τοσαύτης ὅσην ἄγοντας καὶ φέροντας καὶ χρωμένους ἐν τῷ στρατοπέδῳ τοὺς Οὐολούσκους ἀπειπεῖν, ἦν δὲ μικρότατον ἔργον αὐτῷ τῆς στρατείας ἐκείνης ἡ εὐπορία καὶ τὸ πολλὰ βλάψαι καὶ κακῶσαι τὴν χώραν οὗ δ’ἕνεκα ταῦτ’ἔπραττε, μέγα, τὸ τοὺς πατρικίους προσδιαβαλεῖν τῷ δήμῳ. τὰ γὰρ ἄλλα πάντα λυμαινόμενος καὶ διαφθείρων, τοὺς ἐκείνων ἀγροὺς ἰσχυρῶς ἐφύλαττε, καὶ οὐκ εἴα κακουργεῖν οὐ δὲ λαμβάνειν ἐξ ἐκείνων οὐδέν, ὅθεν ἐν διαβολαῖς ἔτι μᾶλλον ἐγένοντο καὶ ταραχαῖς πρὸς ἀλλήλους, οἱ μὲν πατρίκιοι τοῖς πολλοῖς ἐγκαλοῦντες ὡς ἄνδρα δυνατὸν ἀδίκως ἐκβαλοῦσιν, ὁ δὲ δῆμος ἐκείνους ᾐτιᾶτο διὰ μνησικακίαν ἐπάγειν τὸν Μάρκιον, εἶτα πολεμουμένων ἑτέρων θεατὰς καθῆσθαι, φύλακα τοῦ πλούτου καὶ τῶν χρημάτων ἔξω τὸν πόλεμον αὐτὸν ἔχοντας, ταῦτα διαπραξάμενος ὁ Μάρκιος, καὶ μεγάλα πρὸς τὸ θαρρεῖν καὶ καταφρονεῖν τῶν πολεμίων τοὺς Οὐολούσκους ὠφελήσας, ἀπήγαγεν ἀσφαλῶς.
28.1ἐπεὶ δὲ πᾶσα ταχὺ καὶ προθύμως ἡ τῶν Οὐολούσκων δύναμις ἠθροίσθη πολλὴ φανεῖσα, μέρος μὲν ἔγνωσαν ὑπολιπεῖν ταῖς πόλεσιν ὑπὲρ ἀσφαλείας, μέρει δὲ στρατεύειν ἐπὶ τοὺς Ῥωμαίους · ἑλέσθαι δὲ τῶν ἡγεμονιῶν ὁ Μάρκιος ἔδωκε τῷ Τύλλῳ τὴν ἑτέραν. ὁ δὲ Τύλλος, εἰπὼν ὡς οὐδὲν ἀρετῇ λειπόμενον αὑτοῦ τὸν Μάρκιον ὁρᾷ, τύχῃ δὲ βελτίονι κεχρημένον ἐν ταῖς μάχαις ἁπάσαις, ἐκέλευσεν ἡγεῖσθαι τῶν ἐξιόντων, αὐτὸς δὲ τάςτε πόλεις ὑπομένων φυλάξειν καὶ τοῖς στρατευομένοις ὑπουργήσειν τὰ πρόσφορα, μᾶλλον οὖν ἐπιρρωσθεὶς ὁ Μάρκιος ἐχώρει πρῶτον ἐπὶ Κίρκαιον, πόλιν ἀποικίδα Ῥωμαίων, καὶ ταύτην ἐνδοῦσαν ἑκουσίως οὐδὲν ἠδίκησε.
28.2μετὰ δὲ ταύτην ἐπόρθει τὴν Λατίνων χώραν, ἐνταῦθα προσμαχεῖσθαι προσδεχόμενος αὐτῷ τοὺς Ῥωμαίους ὑπὲρ τῶν Λατίνων συμμάχων ὄντων καὶ πολλάκις αὐτοὺς ἐπικαλουμένων, ἐπεὶ δὲ καὶ τὸ πλῆθος ἀπρόθυμον ἐγένετο καὶ τοῖς ὑπάτοις ὀλίγος ἔτι περιῆν τῆς ἀρχῆς χρόνος, ἐν ᾧ κινδυνεύειν οὐκ ἐβούλοντο, καὶ διὰ ταῦτα τοὺς Λατίνους ἀπέπεμψαν, οὕτως ὁ Μάρκιος ἐπ’αὐτὰς τάς πόλεις ἦγε, καὶ Τολερίνους καὶ Λαουικανοὺς καὶ Πεδανούς, ἔτι δὲ Βωλανοὺς ἀντιστάντας αὐτῷ κατὰ κράτος ἑλών, τάτε σώματα λείαν ἐποιήσατο καὶ τὰ χρήματα διήρπασε.
28.3τῶν δὲ προστιθεμένων ἐπιμέλειαν ἐποιεῖτο πολλήν, ὅπως μη δ’ἄκοντος αὐτοῦ βλάπτοιντο, πορρωτάτω στρατοπεδεύων καὶ τῆς χώρας ἀπεχόμενος.
29.1ἐπεὶ δὲ καὶ Βόλλας πόλιν οὐ πλείους σταδίους ἑκατὸν ἀπέχουσαν τῆς Ῥώμης ἑλὼν χρημάτων πολλῶν ἐκράτησε καὶ πάντας ὀλίγου δεῖν τοὺς ἐν ἡλικίᾳ διέφθειρε, τῶν δὲ Οὐολούσκων οὐ δ’οἱ μένειν ἐν ταῖς πόλεσι ταχθέντες ἐκαρτέρουν, ἀλλ’ἐφέροντο σὺν τοῖς ὅπλοις πρὸς τὸν Μάρκιον, ἕνα στρατηγὸν καὶ μόνον ἄρχοντα ἑαυτῶν γινώσκειν ἐκεῖνον εἶναι λέγοντες, ἦν ὄνομα κατὰ πᾶσαν αὐτοῦ τὴν Ἰταλίαν μέγα καὶ δόξα θαυμαστὴ, τῆς ἀρετῆς ἑνὸς σώματος μεταθέσει τοσοῦτον ἀπεργασαμένης τὸ παράλογον ἐν τοῖς πράγμασι.
29.2τὰ δὲ τῶν Ῥωμαίων οὐδένα κόσμον εἶχε, μάχεσθαι μὲν ἀπεγνωκότων, ἐν δὲ συστάσεσι καὶ λόγοις στασιαστικοῖς ὁσημέραι πρὸς ἀλλήλους ὄντων, ἄχρι οὗ Λαουΐνιον ἀπηγγέλθη περιτειχιζόμενον ὑπὸ τῶν πολεμίων, ὅπου καὶ θεῶν ἱερὰ Ῥωμαίοις πατρῴων ἀπέκειτο, καὶ τοῦ γένους ἦσαν αὐτοῖς ἀρχαὶ, διὰ τὸ πρώτην πόλιν ἐκείνην κτίσαι τὸν Αἰνείαν.
29.3ἐκ δὲ τούτου θαυμαστὴ μὲν ἔσχε καὶ ἀθρόα μεταβολὴ γνώμης τὸν δῆμον, ἄτοπος δὲ κομιδῇ καὶ παράλογος τοὺς πατρικίους, ὁ μὲν γὰρ δῆμος ὥρμησε λύειν τὴν τοῦ Μαρκίου καταδίκην καὶ καλεῖν αὐτὸν εἰς τὴν πόλιν, ἡ δὲ βουλὴ συναχθεῖσα καὶ σκοποῦσα περὶ τοῦ βουλεύματος ἀπέγνω καὶ διεκώλυσεν, εἴτε πάντως ἐνίστασθαι φιλονεικοῦσα πᾶσιν οἷς ὁ δῆμος ἐσπούδαζεν, εἴτ’ἄλλως χάριτι τοῦ δήμου τὸν ἄνδρα μὴ βουλομένη κατελθεῖν, εἴτε κα- κἀκεῖνον αὐτὸν ἤδη πεποιημένη δι’ὀργῆς, ὅτι πάντας ἐποίει κακῶς οὐχ ὑπὸ πάντων ἀγνωμονηθείς, καὶ τῆς πατρίδος αὑτὸν ἔδειξεν ἐχθρόν, ἐν ᾗ τὸ κυριώτατον καὶ κράτιστον μέρος ἐγίνωσκε συμπαθοῦν αὐτῷ καὶ συναδικούμενον.
29.4ἐξενεχθείσης δὲ τῆς γνώμης εἰς τοὺς πολλούς, ὁ μὲν δῆμος ἄκυρος ἦν τοῦ ψήφῳ καὶ νόμῳ τι ποιεῖν ἄνευ προβουλεύματος.
30.1ὁ δὲ Μάρκιος ἀκούσας ἔτι μᾶλλον ἐξετραχύνθη, καὶ τὴν πολιορκίαν ἀπολιπὼν ἐπὶ τὴν πόλιν ὑπ’ὀργῆς ἐχώρει, καὶ περὶ τὰς λεγομένας Κλοιλίας τάφρους κατεστρατοπέδευσε τεσσαράκοντα τῆς πόλεως σταδίους ἀφεστώς. ὀφθεὶς δὲ φοβερὸς καὶ πολὺν θόρυβον παρασχών, ὅμως ἐν τῷ παρόντι τὴν στάσιν ἔπαυσεν · οὐδεὶς γὰρ ἔτι τοῖς πολλοῖς ἐτόλμησεν ἀντειπεῖν οὔτ’ἄρχων οὔτε βουλευτὴς περὶ τοῦ τὸν Μάρκιον κατάγειν, ἀλλ’ὁρῶντες ἐν τῇ πόλει διαδρομὰς γυναικῶν καὶ πρὸς ἱεροῖς ἱκεσίας καὶ δάκρυα πρεσβυτῶν καὶ δεήσεις, πάντα δ’ἐνδεᾶ τόλμης καὶ σωτηρίων λογισμῶν, συνέγνωσαν ὀρθῶς τὸν δῆμον ἐπὶ τὰς διαλλαγὰς τοῦ Μαρκίου τραπέσθαι, τὴν δὲ βουλὴν τοῦ παντὸς ἁμαρτάνειν, ὅτε παύσασθαι καλῶς εἶχεν ὀργῆς καὶ μνησικακίας, ἀρχομένην.
30.2ἔδοξεν οὖν πᾶσι πρέσβεις ἀποστεῖλαι πρὸς τὸν Μάρκιον ἐκείνῳτε κάθοδον διδόντας εἰς τὴν πατρίδα καὶ τὸν πόλεμον αὐτοῖς λῦσαι δεομένους, οἱ δὲ πεμφθέντες ἀπὸ βουλῆς ἦσαν μὲν ἐπιτήδειοι τῷ Μαρκίῳ, προσεδέχοντο δὲ πολλὴν περί γε τὰς πρώτας ἀπαντήσεις φιλοφροσύνην παρ’ἀνδρὸς οἰκείου καὶ συνήθους, ἐγίνετο τοιοῦτον οὐδέν, ἀλλὰ διὰ τοῦ στρατοπέδου τῶν πολεμίων ἀχθέντες ἐνετύγχανον αὐτῷ μετ’ὄγκου καθεζομένῳ καὶ βαρύτητος οὐκ ἀνεκτῆς.
30.4ἔχων δὲ τοὺς πρώτους τῶν Οὐολούσκων περί αὑτόν, ἐκέλευε λέγειν ὧν δεόμενοι τυγχάνουσιν. εἰπόντων δὲ λόγους ἐπιεικεῖς καὶ φιλανθρώπους ἐν ἤθει τῷ πρέποντι καὶ παυσαμένων, ἀπεκρίνατο τὰ μὲν πικρῶς ὑπὲρ αὑτοῦ καὶ πρὸς ὀργὴν ὧν ἔπαθε, τὰ δ’ὑπὲρ τῶν Οὐολούσκων ὡς στρατηγός, ἀποδοῦναι τὰς πόλεις καὶ τὴν χώραν, ὅσην ἀπετέμοντο πολέμῳ, κελεύων, καὶ ψηφίσασθαι Οὐολούσκοις ἰσοπολιτείαν ἥνπερ Λατίνοις ·
30.5ἄλλην γὰρ οὐκ εἶναι βέβαιον ἢ τὴν ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις ἀπαλλαγὴν τοῦ πολέμου, χρόνον δὲ βουλῆς ἔδωκεν αὐτοῖς ἡμέρας τριάκοντα · καὶ τῶν πρέσβεων ἀπελθόντων εὐθὺς ἀνέζευξεν ἐκ τῆς χώρας.
31.1τοῦτο δὴ πρῶτον αἰτίαμα τῶν Οὐολούσκων οἱ πάλαι βαρυνόμενοι τὴν δύναμιν αὐτὸν καὶ φθονοῦντες ἐλάμβανον · ὧν ἦν καὶ ὁ Τύλλος, ἰδίᾳ μὲν ὑπὸ τοῦ Μαρκίου μηδὲν ἀδικούμενος, ἐν δ’ἀνθρωπίνῳ πάθει γεγονώς. ἤχθετο γὰρ ἠμαυρωμένος παντάπασι τῇ δόξῃ καὶ παρορώμενος ὑπὸ τῶν Οὐολούσκων, πάντα μόνον ἡγουμένων αὐτοῖς εἶναι τὸν Μάρκιον, τοὺς δὲ ἄλλους ἀξιούντων, ὅσον ἐκεῖνος αὐτοῖς μεταδώσει δυνάμεως καὶ ἀρχῆς, ἀγαπᾶν ἔχοντας, ὅθεν αἱ πρῶται κατηγορίαι κρύφα διεσπείροντο, καὶ συνιστάμενοι πρὸς ἀλλήλους ἠγανάκτουν, καὶ προδοσίαν ἐκάλουν τὴν ἀνάζευξιν, οὐ τειχῶν οὐ δ’ὅπλων, ἀλλὰ καιρῶν, οἷς καὶ τα- τἆλλα πάντα σῴζεσθαι καὶ πάλιν ἀπόλλυσθαι πέφυκεν, ἡμερῶν τριάκοντα τῷ πολέμῳ δεδομένων, οὗ μείζονας οὐδὲν ἐν ἐλάττονι χρόνῳ λαμβάνειν μεταβολάς.
31.3καίτοι τὸν χρόνον τοῦτον ὁ Μάρκιος οὐκ ἀργὸν διῆγεν, ἀλλὰ τοὺς συμμάχους τῶν πολεμίων ἔφθειρεν ἐπιὼν καὶ περιέκοπτε καὶ πόλεις ἑπτὰ μεγάλας καὶ πολυανθρώπους ἔλαβεν. οἱ δὲ Ῥωμαῖοι βοηθεῖν μὲν οὐκ ἐτόλμων, ἀλλ’ὄκνου πλήρεις ἦσαν αὐτῶν αἱ ψυχαί, καὶ τοῖς ἐκνεναρκηκόσι κομιδῇ καὶ παραλελυμένοις σώμασιν ὁμοίως διέκειντο πρὸς τὸν πόλεμον.
31.4ἐπεὶ δ’ὁ χρόνος διῆλθε καὶ παρῆν αὖθις ὁ Μάρκιος μετὰ τῆς δυνάμεως ἁπάσης, ἐκπέμπουσι πρεσβείαν πάλιν τοῦ Μαρκίου δεησομένην ὑφέσθαι τῆς ὀργῆς καὶ τοὺς Οὐολούσκους ἐκ τῆς χώρας ἀπαγαγόντα πράττειν καὶ λέγειν ὅ τι ἂν ἀμφοτέροις οἴηται βέλτιον εἶναι · φόβῳ μὲν γὰρ οὐδὲν ἐνδώσειν Ῥωμαίους, ἐὰν δέ τινος τῶν φιλανθρώπων οἴηται δεῖν τυχεῖν τοὺς Οὐολούσκους, ἅπαν αὐτοῖς γενήσεσθαι τὰ ὅπλα καταθεμένοις.
31.5πρὸς ταῦθ’ὁ Μάρκιος ἔφη μηδὲν ὡς Οὐολούσκων ἀποκρίνεσθαι στρατηγός, ὡς δὲ Ῥωμαίων ἔτι πολίτης παραινεῖν καὶ παρακαλεῖν μετριώτερα φρονήσαντας ἐπὶ τοῖς δικαίοις ἥκειν πρὸς αὐτὸν ἐν ἡμέραις τρισίν, ἃ προκαλεῖται ψηφισαμένους · εἰ δ’ἕτερα δόξειε, γιγνώσκειν οὐκ οὖσαν αὐτοῖς ἄδειαν αὖθις μετὰ λόγων κενῶν βαδίζουσιν εἰς τὸ στρατόπεδον.
32.1ἐπανελθόντων δὲ τῶν πρέσβεων ἀκούσασα ἡ βουλή, καθάπερ ἐν χειμῶνι πολλῷ καὶ κλύδωνι τῆς πόλεως, ἄρασα τὴν ἀφ’· ἱερᾶς ἀφῆκεν. ὅσοι γὰρ ἦσαν ἱερεῖς θεῶν ἢ μυστηρίων ὀργιασταὶ ἢ φύλακες ἢ τὴν ἀπ’οἰωνῶν πάτριον οὖσαν ἐκ παλαιῶν μαντικὴν ἔχοντες, τούτους πάντας ἀπιέναι πρὸς τὸν Μάρκιον ἐψηφίσαντο, κεκοσμημένους ὡς ἦν ἑκάστῳ νόμος ἐν ταῖς ἱερουργίαις · λέγειν δὲ τα- ταὐτὰ, καὶ παρακαλεῖν ὅπως ἀπαλλάξας τὸν πόλεμον οὕτω διαλέγηται περὶ τῶν Οὐολούσκων τοῖς πολίταις.
32.2ἐδέξατο μὲν οὖν εἰς τὸ στρατόπεδον τοὺς ἄνδρας, ἄλλο δ’οὐδὲν ἔδωκεν οὐ δ’ἔπραξεν οὐ δ’εἶπε μαλακώτερον, ἀλλ’ἐφ’οἷς πρότερον ἐκέλευε ποιεῖσθαι τὰς διαλύσεις ἢ δέχεσθαι τὸν πόλεμον. ἐπανελθόντων οὖν τῶν ἱερέων ἔδοξεν ἀτρεμοῦντας ἐν τῇ πόλει τὰ τείχη φυλάττειν καὶ προσβάλλοντας ἀποκρούεσθαι τοὺς πολεμίους, ἐν τῷ χρόνῳ μάλιστα καὶ τοῖς ἀπὸ τῆς τύχης παραλόγοις τιθεμένοις τὰς ἐλπίδας, ἐπεὶ δι’αὑτῶν γε σωτήριον οὐδὲν ἠπίσταντο πράττοντες, ἀλλὰ ταραχὴ καὶ πτοία καὶ φήμη πονηρὰ τὴν πόλιν κατεῖχεν, ἄχρι οὗ συνέβη τι πρᾶγμα τῷ πολλάκις ὑφ’Ὁμήρου λεγομένῳ, μὴ τάνυ δὲ πείθοντι τοὺς πολλούς, ὅμοιον.
32.4λέγοντος γὰρ αὐτοῦ καὶ ἀναφωνοῦντος ἐπὶ ταῖς μεγάλαις πράξεσι καὶ παραλόγοις · ” τῷ δ’ἄρ’ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη “· καὶ τὸ” ἀλλά τις ἀθανάτων τρέψεν φρένας, ὅς γ’ἐνὶ θυμῷ δήμου θῆκε φάτιν “· καὶ τὸ” ἤ τι ὀϊσσάμενος ἢ καὶ θεὸς ὣς ἐκέλευε “· καταφρονοῦσιν ὡς ἀδυνάτοις πράγμασι καὶ μυθεύμασιν ἀπίστοις τὸν ἑκάστου λογισμὸν τῆς προαιρέσεως ἄπιστον καθιστάντος.
32.5οὐ ποιεῖ δὲ τοῦτο Ὅμηρος, ἀλλὰ τὰ μὲν εἰκότα καὶ συνήθη καὶ κατὰ λόγον περαινόμενα τῷ ἐφ’ἡμῖν ἀποδίδωσι, καὶ λέγει δήπου πολλάκις · ” αὐτὰρ ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμόν “· καὶ,” ὣς φάτο, Πηλείωνι δ’ἄχος γένετ’, ἐν δέ οἱ ἦτορ στήθεσσιν λασίοισι διάνδιχα μερμήριζεν “· καὶ πάλιν,” ἀλλὰ τὸν οὔ τι πεῖθ’ἀγαθὰ φρονέοντα, δαΐφρονα Βελλεροφόντην “·
32.6ἐν δὲ ταῖς ἀτόποις καὶ παραβόλοις πράξεσι καὶ φορᾶς τινος ἐνθουσιώδους καὶ παραστάσεως δεομέναις οὐκ ἀναιροῦντα ποιεῖ τὸν θεόν, ἀλλὰ κινοῦντα τὴν προαίρεσιν, οὐ δ’ὁρμὰς ἐνεργαζόμενον, ἀλλὰ φαντασίας ὁρμῶν ἀγωγούς, αἷς οὐ δὲ ποιεῖ τὴν πρᾶξιν ἀκούσιον, ἀλλὰ τῷ ἑκουσίῳ δίδωσιν ἀρχήν, καὶ τὸ θαρρεῖν καὶ τὸ ἐλπίζειν προστίθησιν.
32.7ἢ γὰρ ἀπαλλακτέον ὅλως τὰ θεῖα πάσης αἰτίας καὶ ἀρχῆς τῶν καθ’ἡμᾶς, ἤ τις ἂν ἄλλος εἴη τρόπος ᾧ βοηθοῦσιν ἀνθρώποις καὶ συνεργοῦσιν; οὐ τὸ σῶμα δήπου πλάττοντες ἡμῶν, οὐ δὲ τὰς χεῖρας, ὡς δεῖ, μετατιθέντες αὐτοὶ καὶ τοὺς πόδας, ἀλλὰ τῆς ψυχῆς τὸ πρακτικὸν καὶ προαιρετικὸν ἀρχαῖς τισι καὶ φαντασίαις καὶ ἐπινοίαις ἐγείροντες ἢ το- τοὐναντίον ἀποστρέφοντες καὶ ἱστάντες.
33.1ἐν δὲ τῇ Ῥώμῃ τότε τῶν γυναικῶν ἄλλαι μὲν πρὸς ἄλλοις ἱεροῖς, αἱ δὲ πλεῖσται καὶ δοκιμώταται περὶ τὸν τοῦ Καπιτωλίου Διὸς βωμὸν ἱκέτευον. ἐν δὲ ταύταις ἦν ἡ Ποπλικόλα τοῦ μεγάλα καὶ πολλὰ Ῥωμαίους ἔντε πολέμοις καὶ πολιτείαις ὠφελήσαντος ἀδελφὴ Οὐαλερία. Ποπλικόλας μὲν οὖν ἐτεθνήκει πρότερον, ὡς ἐν τοῖς περὶ ἐκείνου γεγραμμένοις ἱστορήκαμεν, ἡ δὲ Οὐαλερία δόξαν εἶχεν ἐν τῇ πόλει καὶ τιμήν, δοκοῦσα τῷ βίῳ μὴ καταισχύνειν τὸ γένος, ὅπερ οὖν λέγω πάθος ἐξαπίνης παθοῦσα, καὶ κατ’ἐπίνοιαν οὐκ ἀθείαστον ἁψαμένη τοῦ συμφέροντος, αὐτήτε ἀνέστη καὶ τὰς ἄλλας ἀναστήσασα πάσας ἧκεν ἐπὶ τὴν οἰκίαν τῆς τοῦ Μαρκίου μητρὸς Οὐολουμνίας.
33.2ὡς δ’εἰσῆλθε καὶ κατέλαβε μετὰ τῆς νυοῦ καθεζομένην καὶ τὰ παιδία τοῦ Μαρκίου πρὸς τοῖς κόλποις ἔχουσαν, ἐν κύκλῳ περιστήσασα τὰς γυναῖκας αὐτῆς ·
33.3” αὐταί γε ἡμεῖς, “εἶπεν,” ὦ Οὐολουμνία, καὶ σύ, Οὐεργιλία, γυναῖκες ἥκομεν πρὸς γυναῖκας, οὔτε βουλῆς ψηφισαμένης οὔτ’ἄρχοντος κελεύσαντος, ἀλλ’ὁ θεὸς ἡμῶν, ὡς ἔοικεν, οἰκτείρας τὴν ἱκετείαν, ὁρμὴν παρέστησε δευρὶ τραπέσθαι πρὸς ὑμᾶς καὶ δεηθῆναι σωτηρίαν μὲν αὑταῖς καὶ τοῖς ἄλλοις πολίταις, ὑμῖν δὲ πεισθείσαις ἐπιφανεστέραν φέροντα δόξαν ἧς αἱ Σαβίνων θυγατέρες ἔσχον, εἰς φιλίαν καὶ εἰρήνην ἐκ πολέμων συναγαγοῦσαι πατέρας καὶ ἄνδρας.
33.4δεῦτε πρὸς Μάρκιον ἰοῦσαι μεθ’ἡμῶν συνάψασθε τῆς ἱκετηρίας, καὶ μαρτυρήσατε τῇ πατρίδι μαρτυρίαν ἀληθῆ καὶ δικαίαν, ὅτι πολλὰ πάσχουσα κακῶς οὐδὲν οὔτ’ἔπραξε δεινὸν οὔτ’ἐβούλευσε περὶ ὑμῶν δι’ὀργήν, ἀλλ’ἀποδίδωσιν ὑμᾶς ἐκείνῳ κα- κἂν μηδενὸς τυγχάνειν μέλλῃ τῶν ἐπιεικῶν “.
33.5ταῦτα τῆς Οὐαλερίας εἰπούσης ἀνεβόησαν αἱ λοιπαὶ γυναῖκες, ἠμείψατο δὲ ἡ Οὐολουμνία · ” καὶ τῶν κοινῶν ἡμῖν συμφορῶν, ὦ γυναῖκες, ἴσον μέτεστι, καὶ ἰδίᾳ πράττομεν κακῶς ἀπολέσασαι τὴν Μαρκίου δόξαν καὶ ἀρετήν, τὸ σῶμα δ’αὐτοῦ τοῖς τῶν πολεμίων ὅπλοις φρουρουμενον μᾶλλον ἡ σῳζόμενον ἐφορῶσαι. μέγιστον δ’ἡμῖν τῶν ἀτυχημάτων ἐστίν, εἰ τὰ τῆς πατρίδος οὕτως ἐξησθένηκεν ὥστ’ἐν ἡμῖν ἔχειν τὰς ἐλπίδας, οὐκ οἶδα γὰρ εἴ τινα ποιήσεται λόγον ἡμῶν ἐκεῖνος, εἴ γε μηδένα ποιεῖται τῆς πατρίδος, ἣν καὶ μητρὸς καὶ γυναικὸς καὶ τέκνων προετίμησεν.
33.6οὐ μὴν ἀλλὰ χρῆσθε ἡμῖν λαβοῦσαι καὶ κομίζετε πρὸς ἐκεῖνον, εἰ μηδὲν ἄλλο, ταῖς ὑπὲρ τῆς πατρίδος ἱκεσίαις ἐναποπνεῦσαι δυναμένας “.
34.1ἐκ τούτου τάτε παιδία καὶ τὴν Οὐεργιλίαν ἀναστήσασα μετὰ τῶν ἄλλων γυναικῶν ἐβάδιζεν εἰς τὸ στρατόπεδον τῶν Οὐολούσκων. ἡ δ’ὄψις αὐτῶν τότ’οἰκτρὸν καὶ τοῖς πολεμίοις ἐνεποίησεν αἰδῶ καὶ σιωπήν. ἔτυχε δ’ὁ Μάρκιος ἐπὶ βήματος καθεζόμενος μετὰ τῶν ἡγεμονικῶν, ὡς οὖν εἶδε προσιούσας τὰς γυναῖκας, ἐθαύμασεν ἐπιγνοὺς δὲ τὴν μητέρα πρώτην βαδίζουσαν ἐβούλετο μὲν ἐμμένειν τοῖς ἀτρέπτοις ἐκείνοις καὶ ἀπαραιτήτοις λογισμοῖς, γενόμενος δὲ τοῦ πάθους ἐλάττων καὶ συνταραχθεὶς πρὸς τὴν ὄψιν οὐκ ἔτλη καθεζομένῳ προσελθεῖν, ἀλλὰ καταβὰς θᾶττον ἢ βάδην καὶ ἀπαντήσας πρώτην μὲν ἠσπάσατο τὴν μητέρα καὶ πλεῖστον χρόνον, εἶτα δὲ τὴν γυναῖκα καὶ τὰ τέκνα, μήτε δακρύων ἔτι μήτε τοῦ φιλοφρονεῖσθαι φειδόμενος, ἀλλ’ὥσπερ ὑπὸ ῥεύματος φέρεσθαι τοῦ πάθους ἑαυτὸν ἐνδεδωκώς.
35.1ἐπεὶ δὲ τούτων ἄδην εἶχε καὶ τὴν μητέρα βουλομένην ἤδη λόγων ἄρχειν ᾔσθετο, τοὺς τῶν Οὐολούσκων προβούλους παραστησάμενος ἤκουσε τῆς Οὐολουμνίας τοιαῦτα λεγούσης” ὁρᾷς μὲν, ὦ παῖ, κα- κἂν αὐταὶ μὴ λέγωμεν, ἐσθῆτι καὶ μορφῇ τῶν ἀθλίων σωμάτων τεκμαιρόμενος, οἵαν οἰκουρίαν ἡμῖν ἡ σὴ φυγὴ περιεποιήσατο ·
35.2λόγισαι δὲ νῦν ὡς ἀτυχέσταται πασῶν ἀφίγμεθα γυναικῶν, αἷς τὸ ἥδιστον θέαμα φοβερώτατον ἡ τύχη πεποίηκεν, ἐμοὶ μὲν υἱόν, ταύτῃ δ’ἄνδρα τοῖς τῆς πατρίδος τείχεσιν ἰδεῖν ἀντικαθήμενον. ὃ δ’ἔστι τοῖς ἄλλοις ἀτυχίας πάσης καὶ κακοπραγίας παραμύθιον, εὔχεσθαι θεοῖς, ἡμῖν ἀπορώτατον γέγονεν. οὐ γὰρ οἷόντε καὶ τῇ πατρίδι νίκην ἅμα καὶ σοὶ σωτηρίαν αἰτεῖσθαι παρὰ τῶν θεῶν, ἀλλ’ἅ τις ἂν ἡμῖν καταράσαιτο τῶν ἐχθρῶν, ταῦτα ταῖς ἡμετέραις ἔνεστιν εὐχαῖς.
35.3ἀνάγκη γὰρ ἢ τῆς πατρίδος ἢ σοῦ στέρεσθαι γυναικὶ σῇ καὶ τέκνοις, ἐγὼ δ’οὐ περιμενῶ ταύτην μοι διαιτῆσαι τὴν τύχην ζώσῃ τὸν πόλεμον, ἀλλ’εἰ μή σε πείσαιμι φιλίαν καὶ ὁμόνοιαν ἀντὶ διαφορᾶς καὶ κακῶν θέμενον ἀμφοτέρων εὐεργέτην γενέσθαι μᾶλλον ἢ λυμεῶνα τῶν ἑτέρων, οὕτω διανοοῦ καὶ παρασκεύαζε σεαυτὸν ὡς τῇ πατρίδι μὴ προσμῖξαι δυνάμενος πρὶν ἢ νεκρὰν ὑπερβῆναι τὴν τεκοῦσαν. οὐ γὰρ ἐκείνην με δεῖ τὴν ἡμέραν ἀναμένειν ἐν ᾗ τὸν υἱὸν ἐπόψομαι θριαμβευόμενον ὑπὸ τῶν πολιτῶν ἢ θριαμβεύοντα κατὰ τῆς πατρίδος, εἰ μὲν οὖν ἀξιῶ σε τὴν πατρίδα σῶσαι Οὐολούσκους ἀπολέσαντα, χαλεπή σοὶ καὶ δυσδιαίτητος, ὦ παῖ, πρόκειται σκέψις ·
35.4οὔτε γὰρ διαφθεῖραι τοὺς πολίτας καλόν, οὔτε τοὺς πεπιστευκότας προδοῦναι δίκαιον νῦν δ’ἀπαλλαγὴν κακῶν αἰτούμεθα, σωτήριον μὲν ἀμφοτέροις ὁμοίως, ἔνδοξον δὲ καὶ καλὴν μᾶλλον Οὐολούσκοις, ὅτι τῷ κρατεῖν δόξουσι διδόναι τὰ μέγιστα τῶν ἀγαθῶν, οὐχ ἧττον λαμβάνοντες, εἰρήνην καὶ φιλίαν, ὧν μάλιστα μὲν αἴτιος ἔσῃ γινομένων, μὴ γινομένων δὲ μόνος αἰτίαν ἕξεις παρ’ἀμφοτέροις.
35.5ἄδηλος δ’ὢν ὁ πόλεμος τοῦτ’ἔχει πρόδηλον, ὅτι σοὶ νικῶντι μὲν ἀλάστορι τῆς πατρίδος εἶναι περίεστιν, ἡττώμενος δὲ δόξεις ὑπ’ὀργῆς εὐεργέταις ἀνδράσι καὶ φίλοις τῶν μεγίστων συμφορῶν αἴτιος γεγονέναι “.
36.1ταῦτα τῆς Οὐολουμνίας λεγούσης ὁ Μάρκιος ἠκροᾶτο μηδὲν ἀποκρινόμενος, ἐπεὶ δὲ καὶ παυσαμένης εἱστήκει σιωπῶν πολὺν χρόνον, αὖθις ἡ Οὐολουμνία · ” τί σιγᾷς, “εἶπεν,” ὦ παῖ; πότερον ὀργῇ καὶ μνησικακίᾳ πάντα συγχωρεῖν καλόν, οὐ καλὸν δὲ μητρὶ χαρίσασθαι δεομένῃ περὶ τηλικούτων;
36.2ἡ τὸ μεμνῆσθαι πεπονθότα κακῶς ἀνδρὶ μεγάλῳ προσήκει, τὸ δ’εὐεργεσίας, αἷς εὐεργετοῦνται παῖδες ὑπὸ τῶν τεκόντων, σέβεσθαι καὶ τιμᾶν οὐκ ἀνδρὸς ἔργον ἐστὶ μεγάλου καὶ ἀγαθοῦ; καὶ μὴν οὐδενὶ μᾶλλον ἔπρεπε τηρεῖν χάριν ὡς σοί, πικρῶς οὕτως ἀχαριστίαν ἐπεξιόντι.
36.3καίτοι παρὰ τῆς πατρίδος ἤδη μεγάλας δίκας ἀπείληφας, τῇ μητρὶ δ’οὐδεμίαν χάριν ἀποδέδωκας. ἦν μὲν οὖν ὁσιώτατον ἄνευ τινὸς ἀνάγκης τυχεῖν με παρὰ σοῦ δεομένην οὕτω καλῶν καὶ δικαίων μὴ πείθουσα δὲ τί φείδομαι τῆς ἐσχάτης ἐλπίδος “; καὶ ταῦτ’εἰποῦσα προσπίπτει τοῖς ποσὶν αὐτοῦ μετὰ τῆς γυναικὸς ἅμα καὶ τῶν τέκνων, ὁ δὲ Μάρκιος ἀναβοήσας ·
36.4” οἷα εἴργασαί με, ὦ μῆτερ, “ἐξανίστησιν αὐτὴν, καὶ τὴν δεξιὰν πιέσας σφόδρα · ” νενίκηκας, “εἶπεν,” εὐτυχῆ μὲν τῇ πατρίδι νίκην, ἐμοὶ δ’ὀλέθριον · ἄπειμι γὰρ ὑπὸ σοῦ μόνης ἡττώμενος “. τοῦτο δ’εἰπὼν, καὶ βραχέα τῇ μητρὶ καὶ τῇ γυναικὶ διαλεχθεὶς ἰδίᾳ, τὰς μὲν ἀπέπεμψεν εἰς Ῥώμην πάλιν αὐτὰς δεομένας, τῆς δὲ νυκτὸς παρελθούσης ἀπήγαγεν Οὐολούσκους, οὐ τὸν αὐτὸν τρόπον οὐ δ’ὁμοίως διακειμένους ἅπαντας, οἱ μὲν γὰρ ἐμέμφοντο καὶ τὸν ἄνδρα καὶ τὴν πρᾶξιν, οἱ δὲ οὐδέτερα, πρὸς διάλυσιν καὶ εἰρήνην οἰκείως ἔχοντες, ἔνιοι δὲ δυσχεραίνοντες τὰ πραττόμενα τὸν Μάρκιον ὅμως οὐ πονηρὸν ἐνόμιζον, ἀλλὰ συγγνωστόν ἐπικλασθέντα τηλικαύταις ἀνάγκαις.
36.5ἀντεῖπε δ’οὐδείς, ἀλλὰ πάντες εἵποντο, τὴν ἀρετὴν μᾶλλον αὐτοῦ θαυμάζοντες ἢ τὴν ἐξουσίαν.
37.1ὁ δὲ Ῥωμαίων δῆμος ἐν ὅσῳ φόβῳ καί κινδύνῳ καθειστήκει τοῦ πολέμου παρόντος, αἴσθησιν παρέσχε μᾶλλον λυθέντος. ἅμα γὰρ ἀφεώρων τοὺς Οὐολούσκους ἀναζευγνύοντας οἱ περὶ τὰ τείχη, καί πᾶν εὐθὺς ἱερὸν ἀνεῴγει στεφανηφορούντων ὥσπερ ἐπὶ νίκῃ καί θυόντων. μάλιστα δὲ τῇ περὶ τὰς γυναῖκας ἀγαπήσει καί τιμῇ τῆςτε βουλῆς τοῦτε πλήθους ἅπαντος ἔνδηλος ἦν ἡ χαρὰ τῆς πόλεως, καί λεγόντων καί νομιζόντων γεγονέναι τῆς σωτηρίας περὶ φανῶς ἐκείνας αἰτίας.
37.2ψηφισαμένης δὲ τῆς βουλῆς, ὅ τι ἂν αὑταῖς ἀξιώσωσι γενέσθαι πρὸς δόξαν ἢ χάριν, τοῦτο ποιῆσαι καί παρασχεῖν τοὺς ἄρχοντας, οὐδὲν ἠξίωσαν ἄλλο ἢ Τύχης γυναικείας ἱερὸν ἱδρύσασθαι, τὸ μὲν ἀνάλωμα συμβαλόμεναι παρ’αὑτῶν, ἱερουργίας δὲ καί τιμὰς, ὅσαι θεοῖς πρέπουσι, δημοσίᾳ τῆς πόλεως ἀναλαβούσης.
37.3ἐπεὶ δὲ ἡ βουλὴ τὴν μὲν φιλοτιμίαν ἐπῄνεσε, δημοσίαις δὲ δαπάναις ἐποιήσατο τὸν νεὼν καί τὸ ἕδος, οὐδὲν ἧττον αὐταὶ χρήματα συνεισενεγκοῦσαι δεύτερον ἄγαλμα κατεσκεύασαν, ὃ δὴ καί φασι Ῥωμαῖοι καθιστάμενον ἐν τῷ ἱερῷ φθέγξασθαί τι τοιοῦτον · ” θεοφιλεῖ με θεσμῷ γυναῖκες δεδώκατε “.
38.1ταύτην καὶ δὶς γενέσθαι τὴν φωνὴν μυθολογοῦσιν, ἀγενήτοις ὅμοια καὶ χαλεπὰ πεισθῆναι πείθοντες ἡμᾶς. ἰδίοντα μὲν γὰρ ἀγάλματα φανῆναι καὶ δακρυρροοῦντα καί τινας μεθιέντα νοτίδας αἱματώδεις οὐκ ἀδύνατόν ἐστι καὶ γὰρ ξύλα καὶ λίθοι πολλάκις μὲν εὐρῶτα συνάγουσι γόνιμον ὑγρότητος, πολλὰς δὲ χροιὰς ἀνιᾶσιν ἐξ ἑαυτῶν, καὶ δέχονται βαφὰς ἐκ τοῦ περιέχοντος, οἷς ἔνια σημαίνειν τὸ δαιμόνιον οὐδὲν ἂν δόξειε κωλύειν.
38.2δυνατὸν δὲ καὶ μυγμῷ καὶ στεναγμῷ ψόφον ὅμοιον ἐκβάλλειν ἀγάλματα κατὰ ῥῆξιν ἢ διάστασιν μορίων βιαιοτέραν ἐν βάθει γενομένην ἔναρθρον δὲ φωνὴν καὶ διάλεκτον οὕτω σαφῆ καὶ περιττὴν καὶ ἀρτίστομον ἐν ἀψύχῳ γενέσθαι παντάπασιν ἀμήχανον, εἰ μη δὲ τὴν ψυχὴν καὶ τὸν θεὸν ἄνευ σώματος ὀργανικοῦ καὶ διηρμοσμένου μέρεσι λογικοῖς γέγονεν ἠχεῖν καὶ διαλέγεσθαι.
38.3ὅπου δ’ἡμᾶς ἡ ἱστορία πολλοῖς ἀποβιάζεται καὶ πιθανοῖς μάρτυσιν, ἀνόμοιον αἰσθήσει πάθος ἐγγινόμενον τῷ φανταστικῷ τῆς ψυχῆς συναναπείθει τὸ δόξαν, ὥσπερ ἐν ὕπνοις ἀκούειν οὐκ ἀκούοντες καὶ βλέπειν οὐ βλέποντες δοκοῦμεν. οὐ μὴν ἀλλὰ τοῖς ὑπ’εὐνοίας καὶ φιλίας πρὸς τὸν θεὸν ἄγαν ἐμπαθῶς ἔχουσι, καὶ μηδὲν ἀθετεῖν μη δ’ἀναίνεσθαι τῶν τοιούτων δυναμένοις, μέγα πρὸς πίστιν ἐστὶ τὸ θαυμάσιον καὶ μὴ καθ’ἡμᾶς τῆς τοῦ θεοῦ δυνάμεως, οὐδὲν γὰρ οὐδαμῶς ἀνθρωπίνῳ προσέοικεν οὔτε φύσιν οὔτε κίνησιν οὔτε τέχνην οὔτ’ἰσχύν, οὐ δ’εἴ τι ποιεῖ τῶν ἡμῖν ἀποιήτων καὶ μηχανᾶται τῶν ἀμηχάνων, παράλογόν ἐστιν, ἀλλὰ μᾶλλον ἐν πᾶσι διαφέρων πολύ μάλιστα τοῖς ἔργοις ἀνόμοιός ἐστι καὶ παρηλλαγμένος.
38.4ἀλλὰ τῶν μὲν θείων τὰ πολλά, καθ’Ἡράκλειτον, ἀπιστίῃ διαφυγγάνει μὴ γινώσκεσθαι.
39.1τὸν δὲ Μάρκιον, ὡς ἐπανῆλθεν εἰς τὸ Ἄντιον ἀπὸ τῆς στρατείας, μισῶν πάλαι καὶ βαρυνόμενος διὰ φθόνον ὁ Τύλλος ἐπεβούλευεν ἀνελεῖν εὐθύς, ὡς εἰ νῦν διαφύγοι, λαβὴν ἑτέραν οὐ παρέξοντα. πολλοὺς δὲ συστήσας καὶ παρασκευάσας ἐπ’αὐτόν ἐκέλευσεν εὐθύνας ὑποσχεῖν τοῖς Οὐολούσκοις, ἀποδόντα τὴν ἀρχήν.
39.2ὁ δὲ φοβούμενος ἰδιώτης γενέσθαι τοῦ Τύλλου στρατηγοῦντος καὶ δυναμένου μέγιστον ἐν τοῖς ἑαυτοῦ πολίταις, ἔλεγε τὴν ἀρχὴν ἀποδώσειν Οὐολούσκοις, ἐὰν κελεύωσι, καὶ γὰρ λαβεῖν πάντων κελευόντων, εὐθύνας δὲ διδόναι καὶ λόγον οὐ δὲ νῦν παραιτεῖσθαι τοῖς βουλομένοις Ἀντιατῶν. γενομένης οὖν ἐκκλησίας, οἱ παρεσκευασμένοι τῶν δημαγωγῶν ἀνιστάμενοι παρώξυνον τὸ πλῆθος, ἐπεὶ δ’ἀναστάντι τῷ Μαρκίῳ τὸ μὲν ἄγαν θορυβοῦν ὑπ’αἰδοῦς ἐνεδίδου καὶ παρεῖχεν ἀδεῶς λέγειν, οἱ δὲ βέλτιστοι καὶ μάλιστα χαίροντες εἰρήνῃ τῶν Ἀντιατῶν ἐγένοντο φανεροὶ μετ’εὐνοίας ἀκουσόμενοι καὶ δικαίως κρινοῦντες, ἔδεισεν ὁ Τύλλος τὴν ἀπολογίαν τοῦ ἀνδρός.
39.3ἦν γὰρ ἐν τοῖς μάλιστα δεινὸς εἰπεῖν, καὶ τὰ πρόσθεν ἔργα μείζονα τὴν χάριν εἶχε τῆς ὕστερον αἰτίας, μᾶλλον δ’ὅλως τὸ ἔγκλημα τοῦ μεγέθους τῆς χάριτος ἦν μαρτύριον.
39.4οὐ γὰρ ἂν ἔδοξαν ἀδικεῖσθαι τὴν Ῥώμην ὑποχείριον μὴ λαβόντες, εἰ μὴ τοῦ λαβεῖν ἐγγὺς ἐγένοντο διὰ Μάρκιον. οὐκέτ’οὖν ἔδοξε διαμέλλειν οὐ δὲ πειρᾶσθαι τῶν πολλῶν, ἀλλ’ἐγκραγόντες οἱ θρασύτατοι τῶν συνεστώτων ὡς οὐκ ἔστιν ἀκουστέον οὐ δὲ περιοπτέον Οὐολούσκοις τὸν προδότην τυραννοῦντα καὶ μὴ κατατιθέμενον τὴν ἀρχήν, προσπεσόντες ἀθρόοι διέφθειραν αὐτόν, καὶ προσήμυνεν οὐδεὶς τῶν παρόντων, ὅτι δὲ τοῖς πλείστοις οὐκ ἐπράχθη κατὰ γνώμην, ἐδήλωσαν αὐτίκα συνδραμόντες ἐκ τῶν πόλεων ἐπὶ τὸ σῶμα καὶ θάψαντες ἐντίμως καὶ τὸν τάφον ὅπλοις καὶ λαφύροις κοσμήσαντες ὡς ἀριστέως καὶ στρατηγοῦ.
39.5Ῥωμαῖοι δὲ τὴν τελευτὴν πυθόμενοι, ἄλλο μὲν οὐδὲν ἀπεδείξαντο σημεῖον οὔτε τιμῆς οὔτ’ὀργῆς πρὸς αὐτόν, αἰτησαμέναις δὲ ταῖς γυναιξὶν ἐπέτρεψαν ἀποπενθῆσαι δέκα μῆνας, ὥσπερ ἔθος ἦν ἑκάστῃ πατέρα καὶ παῖδα καὶ ἀδελφόν. οὗτος γὰρ ἦν ὅρος τοῦ μακροτάτου πένθους, ὃν ὥρισε Νομᾶς Πομπίλιος, ὡς ἐν τοῖς περὶ ἐκείνου γεγραμμένοις δεδήλωται.
39.6τὸν δὲ Μάρκιον εὐθὺς ἐπόθει τὰ Οὐολούσκων πράγματα, πρῶτον μὲν γὰρ στασιάσαντες πρὸς Αἰκανοὺς συμμάχους καὶ φίλους ὄντας ὑπὲρ ἡγεμονίας, ἄχρι τραυμάτων καὶ φόνων προῆλθον ἔπειτα μάχῃ κρατηθέντες ὑπὸ Ῥωμαίων, ἐν ᾗ Τύλλος ἀπέθανε καὶ τὸ ἀνθοῦν μάλιστα τῆς δυνάμεως διεφθάρη, διαλύσεις αἰσχίστας ἠγάπησαν ὑπήκοοι γενόμενοι, καὶ τὸ προσταττόμενον αὐτοῖς ποιήσειν ὁμολογήσαντες.