Rhesus
Χορος
Χο.
Χο.
1βᾶθι πρὸς εὐνὰς τὰς Ἑκτορέους.
2τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως,
3ἢ τευχοφόρων;
4δέξαιτο νέων κληδόνα μύθων,
5οἳ τετράμοιρον νυκτὸς φυλακὴν
6πάσης στρατιᾶς προκάθηνται.
7ὄρθου κεφαλὴν πῆχυν ἐρείσας,
8λῦσον βλεφάρων γοργωπὸν ἕδραν,
9λεῖπε χαμεύνας φυλλοστρώτους,
10Ἕκτορ · καιρὸς γὰρ ἀκοῦσαι.
Εκτωρ
Εκ.
Εκ.
11τίς ὅδ’; ἦ φίλιος φθόγγος · τίς ἀνήρ;
12τί τὸ σῆμα; θρόει ·
13τίνες ἐκ νυκτῶν τὰς ἡμετέρας
14κοίτας πλάθουσ’; ἐνέπειν χρή.
Χορος
Χο.
Χο.
15φύλακες στρατιᾶς.
Εκτωρ
Εκ.
Εκ.
15bτί φέρῃ θορύβῳ;
Χορος
Χο.
Χο.
16θάρσει.
Εκτωρ
Εκ.
Εκ.
16bθαρσῶ.
17μῶν τις λόχος ἐκ νυκτῶν;
Χορος
Χο.
Χο.
17bΕκτωρ
Εκ.
Εκ.
17cτί σὺ γὰρ
18φυλακὰς προλιπὼν κινεῖς στρατιάν,
19εἰ μή τιν’ἔχων νυκτηγορίαν;
20οὐκ οἶσθα δορὸς πέλας Ἀργείου
21νυχίαν ἡμᾶς
22κοίταν πανόπλους κατέχοντας;
Χορος
Χο.
Χο.
23ὁπλίζου χέρα · συμμάχων,
24Ἕκτορ, βᾶθι πρὸς εὐνάς,
25ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον.
26— πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον,
27ἁρμόσατε ψαλίοις ἵππους.
28— τίς εἶσ’ἐπὶ Πανθοΐδαν,
29ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;
30— ποῦ σφαγίων ἔφοροι;
31— ποῦ δὲ γυμνήτων μόναρχοι
32τοξοφόροιτε Φρυγῶν;
33— ζεύγνυτε κερόδετα τόξα νευραῖς.
Εκτωρ
Εκ.
Εκ.
34τὰ μὲν ἀγγέλλεις δείματ’ἀκούειν,
35τὰ δὲ θαρσύνεις, κα- κοὐδὲν καθαρῶς.
36ἀλλ’ἦ Κρονίου Πανὸς τρομερᾷ
37μάστιγι φοβῇ;
38 τί θροεῖς; τί σε φῶ
39νέον ἀγγέλλειν; πολλὰ γὰρ εἰπὼν
40οὐδὲν τρανῶς ἀπέδειξας.
Χορος
Χο.
Χο.
41πύρ’αἴθει στρατὸς Ἀργόλας,
42Ἕκτορ, πᾶσαν ἀν’ὄρφναν,
43διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.
44πᾶς δ’Ἀγαμεμνονίαν προσέβα στρατὸς
45ἐννύχιος θορύβῳ σκηνάν,
46νέαν τιν’ἐφιέμενοι
47βάξιν. οὐ γάρ πω πάρος ὧδ’ἐφοβήθη
48ναυσιπόρος στρατιά.
49σοὶ δ’, ὑποπτεύων τὸ μέλλον,
50ἤλυθον ἄγγελος, ὡς
51μήποτ’ἐς ἐμέ τινα μέμψιν εἴπῃς.
Εκτωρ
Εκ.
Εκ.
52ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον ·
53ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρῳ πλάτῃ
54λαθόντες ὄμμα το- τοὐμὸν ἀρεῖσθαι φυγὴν
55μέλλουσι · σαίνει μ’ἔννυχος φρυκτωρία.
56ὦ δαῖμον, ὅστις μ’εὐτυχοῦντ’ἐνόσφισας
57θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν
58σύρδην ἅπαντα τῷδ’ἀναλῶσαι δορί.
59εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίου
60λαμπτῆρες, οὐτ- οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ,
61πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν
62κτείνων Ἀχαιοὺς τῇδε πολυφόνῳ χερί.
63κα- κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυ
64ἐν νυκτὶ χρῆσθαίτ’εὐτυχεῖ ῥύμῃ θεοῦ ·
65ἀλλ’οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες
66μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος
67κα- κἄπειτ’Ἀχαιῶν μηδέν’ἐν χέρσῳ λιπεῖν.
68οἳ δ’οὐ μένουσι τῶν ἐμῶν θυοσκόων
69βουλάς · ἐν ὄρφνῃ δραπέτης μέγα σθένει.
70ἀλλ’ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ
71τεύχη πρόχειρα λαμβάνειν λῆξαίθ’ὕπνου,
72ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπι
73νῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ,
74οἳ δ’ἐν βρόχοισι δέσμιοι λελημμένοι
75Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν.
Χορος
Χο.
Χο.
76Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον ·
77ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς.
Εκτωρ
Εκ.
Εκ.
78τίς γὰρ πύρ’αἴθειν πρόφασις Ἀργείων στρατόν;
Χορος
Χο.
Χο.
79οὐκ οἶδ’· ὕποπτον δ’ἐστὶ κάρτ’ἐμῇ φρενί.
Εκτωρ
Εκ.
Εκ.
80πάντ’ἂν φοβηθεὶς ἴσθι, δειμαίνων τόδε.
Χορος
Χο.
Χο.
81οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς.
Εκτωρ
Εκ.
Εκ.
82οὐ δ’ὧδέ γ’αἰσχρῶς ἔπεσον ἐν τροπῇ δορός.
Χορος
Χο.
Χο.
83σὺ ταῦτ’ἔπραξας · καὶ τὰ λοιπὰ νῦν σκόπει.
Εκτωρ
Εκ.
Εκ.
84ἁπλοῦς ἐπ’ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.
Χορος
Χο.
Χο.
85καὶ μὴν ὅδ’Αἰνέας καὶ μάλα σπουδῇ ποδὸς
86στείχει, νέον τι πρᾶγμ’ἔχων φίλοις φράσαι.
Αινειας
Αι.
Αι.
87Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν
88τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβῳ
89νυκτηγοροῦσι καὶ κεκίνηται · στρατός;
Εκτωρ
Εκ.
Εκ.
90Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν.
Αινειας
Αι.
Αι.
91τί δ’ἔστι; μῶν τις πολεμίων ἀγγέλλεται
92δόλος κρυφαῖος ἑστάναι κατ’εὐφρόνην;
Εκτωρ
Εκ.
Εκ.
93φεύγουσιν ἅνδρες κα- κἀπιβαίνουσιν νεῶν.
Αινειας
Αι.
Αι.
94τί τοῦδ’ἂν εἴποις ἀσφαλὲς τεκμήριον;
Εκτωρ
Εκ.
Εκ.
95αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός ·
96καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον,
97ἀλλ’ἐκκέαντες πύρσ’ἐπ’εὐσέλμων νεῶν
98φυγῇ πρὸς οἴκους τῆσδ’ἀφορμήσειν χθονός.
Αινειας
Αι.
Αι.
99σὺ δ’ὡς τί δράσων πρὸς τάδ’ὁπλίζῃ χέρας;
Εκτωρ
Εκ.
Εκ.
100φεύγοντας αὐτοὺς κα- κἀπιθρῴσκοντας νεῶν
101λόγχῃ καθέξω κα- κἀπικείσομαι βαρύς ·
102αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνῃ κακόν,
103θεοῦ διδόντος πολεμίους ἄνευ μάχης
104φεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά.
Αινειας
Αι.
Αι.
105εἴθ’ἦσθ’ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί.
106ἀλλ’οὐ γὰρ αὑτὸς πάντ’ἐπίστασθαι βροτῶν
107πέφυκεν · ἄλλῳ δ’ἄλλο πρόσκειται γέρας,
108σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς ·
109ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλύων
110φλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειν
111τάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει.
112καίτοι περάσας κοῖλον αὐλώνων βάθος,
113εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸς
114φεύγοντας, ἀλλὰ σὸν βλέποντας ἐς δόρυ,
115νικώμενος μὲν οὔτι μὴ μόλῃς πάλιν ·
116πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῇ στρατός;
117πῶς δ’αὖ γεφύρας διαβαλοῦσ’ἱππηλάται,
118ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας;
119νικῶν δ’ἔφεδρον παῖδ’ἔχεις τὸν Πηλέως,
120ὅς σ’οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα,
121οὐ δ’ὧδ’Ἀχαιούς, ὡς δοκεῖς, ἀναρπάσαι.
122αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται χερί.
123ἀλλὰ στρατὸν μὲν ἥσυχον παρ’ἀσπίδας
124εὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων,
125κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέλῃ,
126πέμπειν δοκεῖ μοι · κα- κἂν μὲν αἴρωνται φυγήν,
127στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῷ ·
128εἰ δ’ἐς δόλον τιν’ἥδ’ἄγει φρυκτωρία,
129μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπου
130βουλευσόμεσθα · τήνδ’ἔχω γνώμην, ἄναξ.
Χορος
Χο.
Χο.
131τάδε δοκεῖ, τάδε μεταθέμενος νόει.
132σφαλερὰ δ’οὐ φιλῶ στρατηγῶν κράτη.
133τί γὰρ ἄμεινον ἢ
134ταχυβάταν νεῶν κατόπταν μολεῖν
135πέλας ὅ τί ποτ’ἄρα δαΐοις
136πυρὰ κατ’ἀντίπρῳρα ναυστάθμων δαίεται;
Εκτωρ
Εκ.
Εκ.
137νικᾶτ’, ἐπειδὴ πᾶσιν ἁνδάνει τάδε.
138στείχων δὲ κοίμα συμμάχους · τάχ’ἂν στρατὸς
139κινοῖτ’ἀκούσας νυκτέρους ἐκκλησίας.
140ἐγὼ δὲ πέμψω πολεμίων κατάσκοπον.
141κα- κἂν μέν τιν’ἐχθρῶν μηχανὴν πυθώμεθα,
142σὺ πάντ’ἀκούσῃ καὶ παρὼν εἴσῃ λόγον ·
143ἐὰν δ’ἀπαίρωσ’ἐς φυγὴν ὁρμώμενοι,
144σάλπιγγος αὐδὴν προσδοκῶν καραδόκει,
145ὡς οὐ μενοῦντά μ’· ἀλλὰ προσμείξω νεῶν
146ὁλκοῖσι νυκτὸς τῆσδ’ἐπ’Ἀργείων στρατῷ.
Αινειας
Αι.
Αι.
147πέμφ’ὡς τάχιστα · νῦν γὰρ ἀσφαλῶς φρονεῖς.
148σὺν σοὶ δ’ἔμ’ὄψῃ καρτεροῦνθ’, ὅταν δέῃ.
Εκτωρ
Εκ.
Εκ.
149τίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγῳ
150θέλει κατόπτης ναῦς ἐπ’Ἀργείων μολεῖν;
151τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης;
152τίς φησιν; οὔτοι πάντ’ἐγὼ δυνήσομαι
153πόλει πατρῴᾳ συμμάχοιςθ’ὑπηρετεῖν.
Δολων
Δο.
Δο.
154ἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλω
155ῥίψας κατόπτης ναῦς ἐπ’Ἀργείων μολεῖν,
156καὶ πάντ’Ἀχαιῶν ἐκμαθὼν βουλεύματα
157ἥξω · ἐπὶ τούτοις τόνδ’ὑφίσταμαι πόνον.
Εκτωρ
Εκ.
Εκ.
158ἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολις
159Δόλων · πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμον
160νῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον.
Δολων
Δο.
Δο.
161οὐκοῦν πονεῖν μὲν χρή, πονοῦντα δ’ἄξιον
162μισθὸν φέρεσθαι. παντὶ γὰρ προσκείμενον
163κέρδος πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν.
Εκτωρ
Εκ.
Εκ.
164ναί, καὶ δίκαια ταῦτα κα- κοὐκ ἄλλως λέγω.
165τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος.
Δολων
Δο.
Δο.
166οὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος.
Εκτωρ
Εκ.
Εκ.
167σὺ δ’ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ.
Δολων
Δο.
Δο.
168οὐ δ’ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω.
Εκτωρ
Εκ.
Εκ.
169χρυσὸς πάρεστιν, εἰ τόδ’αἰτήσεις γέρας.
Δολων
Δο.
Δο.
170ἀλλ’ἔστ’ἐν οἴκοις · οὐ βίου σπανίζομεν.
Εκτωρ
Εκ.
Εκ.
171τί δῆτα χρῄζεις ὧν κέκευθεν Ἴλιος;
Δολων
Δο.
Δο.
172ἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον.
Εκτωρ
Εκ.
Εκ.
173δώσω · σὺ δ’αἴτει πλὴν στρατηλάτας νεῶν.
Δολων
Δο.
Δο.
174κτεῖν’, οὔ σ’ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα.
Εκτωρ
Εκ.
Εκ.
175οὐ μὴν τὸν Ἰλέως παῖδά μ’ἐξαιτῇ λαβεῖν;
Δολων
Δο.
Δο.
176κακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι.
Εκτωρ
Εκ.
Εκ.
177τίν’οὖν Ἀχαιῶν ζῶντ’ἀποινᾶσθαι θέλεις;
Δολων
Δο.
Δο.
178καὶ πρόσθεν εἶπον · ἔστι χρυσὸς ἐν δόμοις.
Εκτωρ
Εκ.
Εκ.
179καὶ μὴν λαφύρων γ’αὐτὸς αἱρήσῃ παρών.
Δολων
Δο.
Δο.
180θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις.
Εκτωρ
Εκ.
Εκ.
181τί δῆτα μεῖζον τῶνδέ μ’αἰτήσεις γέρας;
Δολων
Δο.
Δο.
182ἵππους Ἀχιλλέως · χρὴ δ’ἐπ’ἀξίοις πονεῖν
183ψυχὴν προβάλλοντ’ἐν κύβοισι δαίμονος.
Εκτωρ
Εκ.
Εκ.
184καὶ μὴν ἐρῶντί γ’ἀντερᾷς ἵππων ἐμοί ·
185ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότες
186τὸν Πηλέως φέρουσι θούριον γόνον ·
187δίδωσι δ’αὐτοὺς πωλοδαμνήσας ἄναξ
188Πηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος.
189ἀλλ’οὔ σ’ἐπάρας ψεύσομαι · δώσω δέ σοι,
190κάλλιστον οἴκοις κτῆμ’, Ἀχιλλέως ὄχον.
Δολων
Δο.
Δο.
191αἰνῶ · λαβὼν δ’ἄν φημι κάλλιστον Φρυγῶν
192δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας.
193σὲ δ’οὐ φθονεῖν χρή · μυρί’ἔστιν ἄλλα σοι,
194ἐφ’οἷσι τέρψῃ τῆσδ’ἀριστεύων χθονός.
Χορος
Χο.
Χο.
195μέγας ἀγών, μεγάλα δ’ἐπινοεῖς ἑλεῖν ·
196μακάριός γε μὴν κυρήσας ἔσῃ.
197πόνος ὅδ’εὐκλεής ·
198μέγα δὲ κοιράνοισι γαμβρὸν πέλειν.
199τὰ θεόθεν ἐπιδέτω Δίκα,
200τὰ δὲ παρ’ἀνδράσιν τέλειά σοι φαίνεται.
Δολων
Δο.
Δο.
201στείχοιμ’ἄν · ἐλθὼν δ’ἐς δόμους ἐφέστιος
202σκευῇ πρεπόντως σῶμ’ἐμὸν καθάψομαι,
203κα- κἀκεῖθεν ἥσω ναῦς ἐπ’Ἀργείων πόδα.
Χορος
Χο.
Χο.
204ἐπεὶ τίν’ἄλλην ἀντὶ τῆσδ’ἕξεις στολήν;
Δολων
Δο.
Δο.
205πρέπουσαν ἔργῳ κλωπικοῖςτε βήμασι.
Χορος
Χο.
Χο.
206σοφοῦ παρ’ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν ·
207λέξον, τίς ἔσται τοῦδε σώματος σαγή;
Δολων
Δο.
Δο.
208λύκειον ἀμφὶ νῶτ’ἐνάψομαι δορὰν
209καὶ χάσμα θηρὸς ἀμφ’ἐμῷ θήσω κάρᾳ,
210βάσιντε χερσὶ προσθίαν καθαρμόσας
211καὶ κῶλα κώλοις, τετράπουν μιμήσομαι
212λύκου κέλευθον πολεμίοις δυσεύρετον,
213τάφροις πελάζων καὶ νεῶν προβλήμασιν.
214ὅταν δ’ἔρημον χῶρον ἐμβαίνω ποδί,
215δίβαμος εἶμι · τῇδε σύγκειται δόλος.
Χορος
Χο.
Χο.
216ἀλλ’εὖ σ’ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν
217πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ.
218ἔχεις δὲ το- τοὔργον · εὐτυχεῖν μόνον σε δεῖ.
Δολων
Δο.
Δο.
219σωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέως
220οἴσω κάρα σοι — σύμβολον δ’ἔχων σαφὲς
221φήσεις Δόλωνα ναῦς ἐπ’Ἀργείων μολεῖν —
222ἢ παῖδα Τυδέως · οὐ δ’ἀναιμάκτῳ χερὶ
223ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.
Χορος
Χο.
Χο.
224Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίας
225ναὸν ἐμβατεύων
226Ἄπολλον, ὦ δία κεφαλά, μόλε
227τοξήρης, ἱκοῦ ἐννύχιος
229καὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶς
230ἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις,
231ὦ παγκρατές, ὦ Τροΐας
232τείχη παλαιὰ δείμας.
233μόλοι δὲ ναυκλήρια, καὶ στρατιᾶς
234Ἑλλάδος διόπτας
235ἵκοιτο, καὶ κάμψειε πάλιν θυμέλας
236οἴκων πατρὸς Ἰλιάδας.
237φθιάδων δ’ἵππων ποτ’ἐπ’ἄντυγα βαίη,
238δεσπότου πέρσαντος Ἀχαιὸν Ἄρη,
240τὰς πόντιος Αἰακίδᾳ
241Πηλεῖ δίδωσι δαίμων.
243ἐπεὶ πρότ’οἴκων πρότε γᾶς ἔτλα μόνος
244ναύσταθμα βὰς κατιδεῖν · ἄγαμαι
245λήματος · ἦ σπανία τις
246τῶν ἀγαθῶν, ὅταν ᾖ
247δυσάλιος ἐν πελάγει
248καὶ σαλεύῃ
250πόλις. ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος ·
251ἔνι δὲ θράσος ἐν
252αἰχμᾷ · πόθι Μυσῶν ὃς ἐμὰν
253συμμαχίαν ἀτίζει;
254τίν’ἄνδρ’Ἀχαιῶν ὁ πεδοστιβὴς σφαγεὺς
255οὐτάσει ἐν κλισίαις, τετράπουν
256μῖμον ἔχων ἐπιγαίου
257θηρός; ἕλοι Μενέλαν,
258κτανὼν δ’Ἀγαμεμνόνιον
259κρᾶτ’ἐνέγκοι
260Ἑλένᾳ κακόγαμβρον ἐς χέρας γόον,
261ὃς ἐπὶ πόλιν, ὃς ἐπὶ
262γᾶν Τροΐαν χιλιόναυν
263ἤλυθ’ἔχων στρατείαν.
Αγγελος Ποιμην
Αγ.
Αγ.
264ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελος
265εἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν.
Εκτωρ
Εκ.
Εκ.
266ἦ πόλλ’ἀγρώταις σκαιὰ πρόσκειται φρενί ·
267καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροις
268ἥκειν ἔοικας ἀγγελῶν ἵν’οὐ πρέπει.
269οὐκ οἶσθα δῶμα το- τοὐμὸν ἢ θρόνους πατρός,
270οἷ χρῆν γεγωνεῖν σ’εὐτυχοῦντα ποίμνια;
Αγγελος
Αγ.
Αγ.
271σκαιοὶ βοτῆρές ἐσμεν · οὐκ ἄλλως λέγω.
272ἀλλ’οὐδὲν ἧσσον σοι φέρω κεδνοὺς λόγους.
Εκτωρ
Εκ.
Εκ.
273παῦσαι λέγων μοι τὰς προσαυλείους τύχας ·
274μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν.
Αγγελος
Αγ.
Αγ.
275τοιαῦτα κα- κἀγὼ σημανῶν ἐλήλυθα ·
276ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶν
277στείχει φίλος σοὶ σύμμαχόςτε τῇδε γῇ.
Εκτωρ
Εκ.
Εκ.
278ποίας πατρῴας γῆς ἐρημώσας πέδον;
Αγγελος
Αγ.
Αγ.
279Θρῄκης · πατρὸς δὲ Στρυμόνος κικλήσκεται.
Εκτωρ
Εκ.
Εκ.
280Ῥῆσον τιθέντ’ἔλεξας ἐν Τροίᾳ πόδα;
Αγγελος
Αγ.
Αγ.
281ἔγνως · λόγου δὲ δὶς τόσου μ’ἐκούφισας.
Εκτωρ
Εκ.
Εκ.
282καὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται,
283πλαγχθεὶς πλατείας πεδιάδοςθ’ἁμαξιτοῦ;
Αγγελος
Αγ.
Αγ.
284οὐκ οἶδ’ἀκριβῶς · εἰκάσαι γε μὴν πάρα.
285νυκτὸς γὰρ οὔτι φαῦλον ἐμβαλεῖν στρατόν,
286κλύοντα πλήρη πεδία πολεμίας χερός.
287φόβον δ’ἀγρώσταις, οἳ κατ’Ἰδαῖον λέπας
288οἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός,
289παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών.
290πολλῇ γὰρ ἠχῇ Θρῄκιος ῥέων στρατὸς
291ἔστειχε · θάμβει δ’ἐκπλαγέντες ἵεμεν
292ποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόλῃ
293λεηλατήσων καὶ σὰ πορθήσων σταθμά,
294πρὶν δὴ δι’ὤτων γῆρυν οὐχ Ἑλληνικὴν
295ἐδεξάμεσθα καὶ μετέστημεν φόβου.
296στείχων δ’ἄνακτος προυξερευνητὰς ὁδοῦ
297ἀνιστόρησα Θρῃκίοις προσφθέγμασι,
298τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένος
299στείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος;
300καὶ πάντ’ἀκούσας ὧν ἐφιέμην μαθεῖν,
301ἔστην · ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα
302ἑστῶτ’ἐν ἵπποις Θρῃκίοιςτ’ὀχήμασι.
303χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον
304πώλων ἔκλῃε χιόνος ἐξαυγεστέρων.
305πέλτη δ’ἐπ’ὤμων χρυσοκολλήτοις τύποις
306ἔλαμπε · Γοργὼν δ’ὡς ἐπ’αἰγίδος θεᾶς
307χαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος
308πολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον.
309στρατοῦ δὲ πλῆθος οὐ δ’ἂν ἐν ψήφου λόγῳ
310θέσθαι δυναίμην, ὡς ἄπλατον ἦν ἰδεῖν,
311πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη,
312πολλοὶ δ’ἀτράκτων τοξόται, πολὺς δ’ὄχλος
313γυμνὴς ὁμαρτῇ, Θρῃκίαν ἔχων στολήν.
314τοιόσδε Τροίᾳ σύμμαχος πάρεστ’ἀνήρ,
315ὃν οὔτε φεύγων οὔθ’ὑποσταθεὶς δορὶ
316ὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται.
Χορος
Χο.
Χο.
317ὅταν πολίταις εὐσταθῶσι δαίμονες,
318ἕρπει κατάντης ξυμφορὰ πρὸς τα- τἀγαθά.
Εκτωρ
Εκ.
Εκ.
319πολλούς, ἐπειδὴ το- τοὐμὸν εὐτυχεῖ δόρυ
320καὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους.
321ἀλλ’οὐδὲν αὐτῶν δεόμεθ’, οἵτινες πάλαι
322μὴ ξυμπονοῦσιν, ἡνίκ’ἐξώστης Ἄρης
323ἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων.
324Ῥῆσος δ’ἔδειξεν οἷος ἦν Τροίᾳ φίλος ·
325ἥκει γὰρ ἐς δαῖτ’, οὐ παρὼν κυνηγέταις
326αἱροῦσι λείαν οὐ δὲ συγκαμὼν δορί.
Χορος
Χο.
Χο.
327ὀρθῶς ἀτίζεις κα- κἀπίμομφος εἶ φίλοις ·
328δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν.
Εκτωρ
Εκ.
Εκ.
329ἀρκοῦμεν οἱ σῴζοντες Ἴλιον πάλαι.
Χορος
Χο.
Χο.
330πέποιθας ἤδη πολεμίους ᾑρηκέναι;
Εκτωρ
Εκ.
Εκ.
331πέποιθα · δείξει το- τοὐπιὸν σέλας θεοῦ.
Χορος
Χο.
Χο.
332ὅρα τὸ μέλλον · πόλλ’ἀναστρέφει θεός.
Εκτωρ
Εκ.
Εκ.
333μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν.
336ὃ δ’οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ,
337ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων ·
338χάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο.
Χορος
Χο.
Χο.
334ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον.
Αγγελος
Αγ.
Αγ.
335φόβος γένοιτ’ἂν πολεμίοις ὀφθεὶς μόνον.
Εκτωρ
Εκ.
Εκ.
339σύτ’εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς.
340ὁ χρυσοτευχὴς δ’οὕνεκ’ἀγγέλου λόγων
341Ῥῆσος παρέστω τῇδε σύμμαχος χθονί.
Χορος
Χο.
Χο.
342Ἀδράστεια μὲν ἁ Διὸς
343παῖς εἴργοι στομάτων φθόνον ·
344φράσω γὰρ δὴ ὅσον μοι ψυχᾷ
345προσφιλές ἐστιν εἰπεῖν.
346ἥκεις, ὦ ποταμοῦ παῖ,
347ἥκεις, ἐπλάθης Φιλίου πρὸς αὐλὰν
348ἀσπαστός, ἐπεί σε χρόνῳ
349Πιερὶς μάτηρ ὅτε
350καλλιγέφυρος ποταμὸς πορεύει
351Στρυμών, ὅς ποτε τᾶς
352μελῳδοῦ Μούσας δι’ἀκηράτων
353δινηθεὶς ὑδροειδὴς κόλπων
354σὰν ἐφύτευσεν ἥβαν.
355σύ μοι Ζεὺς ὁ φαναῖος
356ἥκεις διφρεύων βαλιαῖσι πώλοις.
357νῦν, ὦ πατρὶς ὦ Φρυγία,
358ξὺν θεῷ νῦν σοι τὸν ἐλευθέριον
359Ζῆνα πάρεστιν εἰπεῖν.
360ἆρά ποτ’αὖθις ἁ παλαιὰ Τροΐα
361τοὺς προπότας
362παναμερεύσει θιάσους ἐρώτων
363ψαλμοῖσι καὶ κυλίκων
364οἰνοπλανήτοις ὑποδεξίαις
365ἁμίλλαις κατὰ πόντον Ἀτρειδᾶν
366Σπάρταν οἰχομένων
367Ἰλιάδος παρ’ἀκτᾶς;
368ὦ φίλος, εἴθε μοι
369σᾷ χερὶ καὶ σῷ δορὶ
369bπράξας τάδ’ἐς οἶκον ἔλθοις.
370ἐλθέ, φάνηθι, τὰν ζάχρυσον προβαλοῦ
371Πηλεΐδα κατ’ὄμμα
372πέλταν δοχμίαν πεδαίρων
373σχιστὰν παρ’ἄντυγα, πώλους
374ἐρεθίζων δίβολόντ’ἄκοντα
375πάλλων. σὲ γὰρ οὔτις ὑποστὰς
376Ἀργείας ποτ’ἐν
377Ἥρας δαπέδοις χορεύσει ·
377bἀλλά νιν ἅδε γᾶ
378καπφθίμενον Θρῃκὶ μόρῳ
378bφίλτατον ἄχθος οἴσει.
379ἰὼ ἰώ, μέγας ὦ βασιλεῦ.
380καλόν, ὦ Θρῄκη,
381σκύμνον ἔθρεψας πολίαρχον ἰδεῖν.
382ἴδε χρυσόδετον σώματος ἀλκήν,
383κλύε καὶ κόμπους κωδωνοκρότους
384παρὰ πορπάκων κελαδοῦντας.
385θεός, ὦ Τροία, θεός, αὐτὸς Ἄρης
386ὁ Στρυμόνιος πῶλος ἀοιδοῦ
387Μούσης ἥκων καταπνεῖ σε.
Ρησος
Ρη.
Ρη.
388χαῖρ’, ἐσθλὸς ἐσθλοῦ παῖς, τύραννε τῆσδε γῆς,
389Ἕκτορ · παλαιᾷ σ’ἡμέρᾳ προσεννέπω.
390χαίρω δέ σ’εὐτυχοῦντα καὶ προσήμενον
391πύργοισιν ἐχθρῶν · συγκατασκάψων δ’ἐγὼ
392τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη.
Εκτωρ
Εκ.
Εκ.
393παῖ τῆς μελῳδοῦ μητέρος Μουσῶν μιᾶς
394Θρῃκόςτε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν
395τα- τἀληθὲς αἰεὶ κα- κοὐ διπλοῦς πέφυκ’ἀνήρ.
396πάλαι πάλαι χρῆν τῇδε συγκάμνειν χθονὶ
397ἐλθόντα, καὶ μὴ το- τοὐπί σ’Ἀργείων ὕπο
398Τροίαν ἐᾶσαι πολεμίῳ πεσεῖν δορί.
399οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις
400οὐκ ἦλθες οὐ δ’ἤμυνας οὐ δ’ἐπεστράφης.
401τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶν
402ἐλθοῦσ’ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει;
403ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;
404σὺ δ’ἐγγενὴς ὢν βάρβαρόςτε βαρβάρους
405Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος.
406καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν
407Θρῃκῶν ἄνακτα τῇδ’ἔθηκ’ἐγὼ χερί,
408ὅτ’ἀμφὶ Πάγγαιόντε Παιόνωντε γῆν
409Θρῃκῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
410ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν
411παρέσχον · ὧν σὺ λακτίσας πολλὴν χάριν,
412φίλων νοσούντων ὕστερος βοηδρομεῖς.
413οἱ δ’οὐδὲν ἡμῖν ἐν γένει πεφυκότες,
414πάλαι παρόντες, οἳ μὲν ἐν χωστοῖς τάφοις
415κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει,
416οἳ δ’ἔνθ’ὅπλοισι καὶ παρ’ἱππείοις ὄχοις
417ψυχρὰν ἄησιν δίψιόντε πῦρ θεοῦ
418μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις
419πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι.
420ταῦθ’, ὡς ἂν εἰδῇς Ἕκτορ’ὄντ’ἐλεύθερον,
421καὶ μέμφομαί σοι καὶ λέγω κατ’ὄμμα σόν.
Ρησος
Ρη.
Ρη.
422τοιοῦτός εἰμι κα- καὐτός, εὐθεῖαν λόγων
423τέμνων κέλευθον, κα- κοὐ διπλοῦς πέφυκ’ἀνήρ.
424ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδ’ἀπὼν χθονὸς
425λύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην ·
426ἀλλ’ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς,
427μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν
428ξυνῆψε πόλεμον · εὐξένου δ’ἀφικόμην
429πόντου πρὸς ἀκτάς, Θρῇκα πορθμεύσων στρατόν.
430ἔνθ’αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθης
431ἠντλεῖτο λόγχῃ Θρῄξτε συμμιγὴς φόνος.
432τοιάδε τοί μ’ἀπεῖργε συμφορὰ πέδον
433Τροίας ἱκέσθαι σύμμαχόντέ σοι μολεῖν.
434ἐπεὶ δ’ἔπερσα, τῶνδ’ὁμηρεύσας τέκνα
435τάξαςτ’ἔτειον δασμὸν ἐς δόμους φέρειν,
436ἥκω περάσας ναυσὶ πόντιον στόμα,
437τὰ δ’ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα —
438οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας,
439οὐ δ’ἐν ζαχρύσοις δώμασιν κοιμώμενος,
440ἀλλ’οἷα πόντον Θρῄκιον φυσήματα
441κρυσταλλόπηκτα Παιόναςτ’ἐπεζάρει,
442ξὺν τοῖσδ’ἄυπνος οἶδα τλὰς πορπάμασιν.
443ἀλλ’ὕστερος μὲν ἦλθον, ἐν καιρῷ δ’ὅμως ·
444σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος
445κα- κοὐδὲν περαίνεις, ἡμέραν δ’ἐξ ἡμέρας
446πίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη ·
447ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει
448πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν
449κτεῖναίτ’Ἀχαιούς · τα- θατέρᾳ δ’ἀπ’Ἰλίου
450πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους,
451ὑμῶν δὲ μή τις ἀσπίδ’ἄρηται χερί ·
452ἐγὼ γὰρ ἕξω τοὺς μέγ’αὐχοῦντας δορὶ
453πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.
Χορος
Χο.
Χο.
454ἰὼ ἰώ.
455φίλα θροεῖς, φίλος Διόθεν εἶ · μόνον
456φθόνον ἄμαχον ὕπατος
457Ζεὺς θέλοι ἀμφὶ σοῖς λόγοισιν εἴργειν.
459τὸ δὲ νάιον Ἀργόθεν δόρυ
460οὔτε πρίν τιν’οὔτε νῦν
461ἀνδρῶν ἐπόρευσε σέθεν κρείσσω. πῶς μοι
462Ἀχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο,
463πῶς δ’Αἴας ὑπομεῖναι;
464εἰ γὰρ ἐγὼ τόδ’ἦμαρ εἰσίδοιμ’, ἄναξ,
465ὅτῳ πολυφόνου
466χειρὸς † ἀποινάσαιο † λόγχᾳ.
Ρησος
Ρη.
Ρη.
467τοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίας
468πρᾶξαι παρέξω — σὺν δ’Ἀδραστείᾳ λέγω —
469ἐπειδ- ἐπειδἂν ἐχθρῶν τήνδ’ἐλευθέραν πόλιν
470θῶμεν θεοῖσίτ’ἀκροθίνι’ἐξέλῃς,
471ξὺν σοὶ στρατεύειν γῆν ἐπ’Ἀργείων θέλω
472καὶ πᾶσαν ἐλθὼν Ἑλλάδ’ἐκπέρσαι δορί,
473ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς.
Εκτωρ
Εκ.
Εκ.
474εἰ τοῦ παρόντος τοῦδ’ἀπαλλαχθεὶς κακοῦ
475πόλιν νεμοίμην ὡς τὸ πρίν ποτ’ἀσφαλῆ,
476ἦ κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν.
477τὰ δ’ἀμφίτ’Ἄργος καὶ νομὸν τὸν Ἑλλάδος
478οὐχ ὧδε πορθεῖν ῥᾴδι’, ὡς λέγεις, δορί.
Ρησος
Ρη.
Ρη.
479οὐ τούσδ’ἀριστέας φασὶν Ἑλλήνων μολεῖν;
Εκτωρ
Εκ.
Εκ.
480κα- κοὐ μεμφόμεσθά γ’, ἀλλ’ἄδην ἐλαύνομεν.
Ρησος
Ρη.
Ρη.
481οὐκ οὖν κτανόντες τούσδε πᾶν εἰργάσμεθα;
Εκτωρ
Εκ.
Εκ.
482μή νυν τὰ πόρρω τα- τἀγγύθεν μεθεὶς σκόπει.
Ρησος
Ρη.
Ρη.
483ἀρκεῖν ἔοικέ σοι παθεῖν, δρᾶσαι δὲ μή.
Εκτωρ
Εκ.
Εκ.
484πολλῆς γὰρ ἄρχω κα- κἀνθάδ’ὢν τυραννίδος.
485ἀλλ’εἴτε λαιὸν εἴτε δεξιὸν κέρας
486εἴτ’ἐν μέσοισι συμμάχοις πάρεστί σοι
487πέλτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν.
Ρησος
Ρη.
Ρη.
488μόνος μάχεσθαι πολεμίοις, Ἕκτορ, θέλω.
489εἰ δ’αἰσχρὸν ἡγῇ μὴ συνεμπρῆσαι νεῶν
490πρύμνας, πονήσας τὸν πάρος πολὺν χρόνον,
491τάξον μ’Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα.
Εκτωρ
Εκ.
Εκ.
492οὐκ ἔστ’ἐκείνῳ θοῦρον ἐντάξαι δόρυ.
Ρησος
Ρη.
Ρη.
493καὶ μὴν λόγος γ’ἦν ὡς ἔπλευσ’ἐπ’Ἴλιον.
Εκτωρ
Εκ.
Εκ.
494ἔπλευσε καὶ πάρεστιν · ἀλλὰ μηνίων
495στρατηλάταισιν οὐ συναίρεται δόρυ.
Ρησος
Ρη.
Ρη.
496τίς δὴ μετ’αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ;
Εκτωρ
Εκ.
Εκ.
497αἴας ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖ
498κα- χὡ Τυδέως παῖς · ἔστι δ’αἱμυλώτατον
499κρότημ’Ὀδυσσεύς, λῆμάτ’ἀρκούντως θρασὺς
500καὶ πλεῖστα χώραν τήνδ’ἀνὴρ καθυβρίσας ·
501ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼν
502κλέψας ἄγαλμα ναῦς ἐπ’Ἀργείων φέρει.
503ἤδη δ’ἀγύρτης πτωχικὴν ἔχων στολὴν
504ἐσῆλθε πύργους, πολλὰ δ’Ἀργείοις κακὰ
505ἠρᾶτο, πεμφθεὶς Ἰλίου κατάσκοπος ·
506κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶν
507ἐξῆλθεν · αἰεὶ δ’ἐν λόχοις εὑρίσκεται
508Θυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλας
509θάσσων · κακῷ δὲ μερμέρῳ παλαίομεν.
Ρησος
Ρη.
Ρη.
510οὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθρᾳ
511κτεῖναι τὸν ἐχθρόν, ἀλλ’ἰὼν κατὰ στόμα.
512τοῦτον δ’ὃν ἵζειν φὴς σὺ κλωπικὰς ἕδρας
513καὶ μηχανᾶσθαι, ζῶντα συλλαβὼν ἐγὼ
514πυλῶν ἐπ’ἐξόδοισιν ἀμπείρας ῥάχιν
515στήσω πετεινοῖς γυψὶ θοινατήριον.
516λῃστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορα
517συλῶντα δεῖ νιν τῷδε κατθανεῖν μόρῳ.
Εκτωρ
Εκ.
Εκ.
518νῦν μὲν καταυλίσθητε · καὶ γὰρ εὐφρόνη.
519δείξω δ’ἐγώ σοι χῶρον, ἔνθα χρὴ στρατὸν
520τὸν σὸν νυχεῦσαι τοῦ τεταγμένου δίχα.
521ξύνθημα δ’ἡμῖν Φοῖβος, ἤν τι καὶ δέῃ ·
522μέμνησ’ἀκούσας, Θρῃκίτ’ἄγγειλον στρατῷ.
523ὑμᾶς δὲ βάντας χρὴ προταινὶ τάξεων
524φρουρεῖν ἐγερτὶ καὶ νεῶν κατάσκοπον
525δέχθαι Δόλωνα · καὶ γάρ, εἴπερ ἐστὶ σῶς,
526ἤδη πελάζει στρατοπέδοισι Τρωικοῖς.
Χορος
Χο.
Χο.
527τίνος ἁ φυλακά; τίς ἀμείβει
528τὰν ἐμάν; πρῶτα
529δύεται σημεῖα καὶ ἑπτάποροι
530Πλειάδες αἰθέριαι · μέσα δ’αἰετὸς οὐρανοῦ ποτᾶται.
532— ἔγρεσθε, τί μέλλετε; κοιτᾶν
533ἔγρεσθε πρὸς φυλακάν.
534οὐ λεύσσετε μηνάδος αἴγλαν;
535— ἀὼς δὴ πέλας, ἀὼς
536γίγνεται, καί τις προδρόμων
537ὅδε γ’ἐστὶν ἀστήρ.
538— τίς ἐκηρύχθη πρώτην φυλακήν;
539— Μυγδόνος υἱόν φασι Κόροιβον.
540— τίς γὰρ ἐπ’αὐτῷ; — Κίλικας Παίων
541στρατὸς ἤγειρεν, Μυσοὶ δ’ἡμᾶς.
543— οὐκ οὖν Λυκίους πέμπτην φυλακὴν
544βάντας ἐγείρειν
545καιρὸς κλήρου κατὰ μοῖραν;
547καὶ μὴν ἀΐω · Σιμόεντος
548ἡμένα κοίτας
549φοινίας ὑμνεῖ πολυχορδοτάτᾳ
550γήρυϊ παιδολέτωρ μελοποιὸν ἀηδονὶς μέριμναν.
551— ἤδη δὲ νέμουσι κατ’Ἴδαν
552ποίμνια · νυκτιβρόμου
553σύριγγος ἰὰν κατακούω.
554— θέλγει δ’ὄμματος ἕδραν
555ὕπνος · ἅδιστος γὰρ ἔβα
556βλεφάροις πρὸς ἀοῦς.
557— τί ποτ’οὐ πλάθει σκοπός, ὃν ναῶν
558Ἕκτωρ ὤτρυνε κατόπταν;
559— ταρβῶ · χρόνιος γὰρ ἄπεστιν.
560— ἀλλ’ἦ κρυπτὸν λόχον ἐσπαίσας
561διόλωλε; — τάχ’ἄν. φοβερόν μοι.
562— αὐδῶ Λυκίους πέμπτην φυλακὴν
563βάντας ἐγείρειν
564ἡμᾶς κλήρου κατὰ μοῖραν.
Οδυσσευς
Οδ.
Οδ.
565Διόμηδες, οὐκ ἤκουσας — ἢ κενὸς ψόφος
566στάζει δι’ὤτων; — τευχέων τινὰ κτύπον;
Διομηδης
Δι.
Δι.
567οὔκ, ἀλλὰ δεσμὰ πωλικῶν ἐξ ἀντύγων
568κλάζει σιδήρου · κα- κἀμέ τοι, πρὶν ᾐσθόμην
569δεσμῶν ἀραγμὸν ἱππικῶν, ἔδυ φόβος.
Οδυσσευς
Οδ.
Οδ.
570ὅρα κατ’ὄρφνην μὴ φύλαξιν ἐντύχῃς.
Διομηδης
Δι.
Δι.
571φυλάξομαί τοι κα- κἀν σκότῳ τιθεὶς πόδα.
Οδυσσευς
Οδ.
Οδ.
572ἢν δ’οὖν ἐγείρῃς, οἶσθα σύνθημα στρατοῦ;
Διομηδης
Δι.
Δι.
573Φοῖβον Δόλωνος οἶδα σύμβολον κλύων.
Οδυσσευς
Οδ.
Οδ.
574ἔα ·
575εὐνὰς ἐρήμους τάσδε πολεμίων ὁρῶ.
Διομηδης
Δι.
Δι.
575καὶ μὴν Δόλων γε τάσδ’ἔφραζεν Ἕκτορος
576κοίτας, ἐφ’ᾧπερ ἔγχος εἵλκυσται τόδε.
Οδυσσευς
Οδ.
Οδ.
577τί δῆτ’ἂν εἴη; μῶν λόχος βέβηκέ ποι;
Διομηδης
Δι.
Δι.
578ἴσως ἐφ’ἡμῖν μηχανὴν στήσων τινά.
Οδυσσευς
Οδ.
Οδ.
579θρασὺς γὰρ Ἕκτωρ νῦν, ἐπεὶ κρατεῖ, θρασύς.
Διομηδης
Δι.
Δι.
580τί δῆτ’, Ὀδυσσεῦ, δρῶμεν; οὐ γὰρ ηὕρομεν
581τὸν ἄνδρ’ἐν εὐναῖς, ἐλπίδων δ’ἡμάρτομεν.
Οδυσσευς
Οδ.
Οδ.
582στείχωμεν ὡς τάχιστα ναυστάθμων πέλας.
583σῴζει γὰρ αὐτὸν ὅστις εὐτυχῆ θεῶν
584τίθησιν · ἡμῖν δ’οὐ βιαστέον τύχην.
Διομηδης
Δι.
Δι.
585οὐκ οὖν ἐπ’Αἰνέαν ἢ τὸν ἔχθιστον Φρυγῶν
586Πάριν μολόντε χρὴ καρατομεῖν ξίφει;
Οδυσσευς
Οδ.
Οδ.
587πῶς οὖν ἐν ὄρφνῃ πολεμίων ἀνὰ στρατὸν
588ζητῶν δυνήσῃ τούσδ’ἀκινδύνως κτανεῖν;
Διομηδης
Δι.
Δι.
589αἰσχρόν γε μέντοι ναῦς ἐπ’Ἀργείων μολεῖν
590δράσαντε μηδὲν πολεμίους νεώτερον.
Οδυσσευς
Οδ.
Οδ.
591πῶς δ’οὐ δέδρακας; οὐ κτανόντε ναυστάθμων
592κατάσκοπον Δόλωνα σῴζομεν τάδε
593σκυλεύματ’; ἢ πᾶν στρατόπεδον πέρσειν δοκεῖς;
Διομηδης
Δι.
Δι.
594πείθεις, πάλιν στείχωμεν · εὖ δ’εἴη τυχεῖν.
Αθηνα
Αθ.
Αθ.
595ποῖ δὴ λιπόντες Τρωικῶν ἐκ τάξεων
596χωρεῖτε, λύπῃ καρδίαν δεδηγμένοι,
597εἰ μὴ κτανεῖν σφῷν Ἕκτορ’ἢ Πάριν θεὸς
598δίδωσιν; ἄνδρα δ’οὐ πέπυσθε σύμμαχον
599Τροίᾳ μολόντα Ῥῆσον οὐ φαύλῳ τρόπῳ.
600ὃς εἰ διοίσει νύκτα τήνδ’ἐς αὔριον,
601οὔτε σφ’Ἀχιλλεὺς οὔτ’ἂν Αἴαντος δόρυ
602μὴ πάντα πέρσαι ναύσταθμ’Ἀργείων σχέθοι,
603τείχη κατασκάψαντα καὶ πυλῶν ἔσω
604λόγχῃ πλατεῖαν ἐσδρομὴν ποιούμενον.
605τοῦτον κατακτὰς πάντ’ἔχεις. τὰς δ’Ἕκτορος
606εὐνὰς ἔασον καὶ καρατόμους σφαγάς ·
607ἔσται γὰρ αὐτῷ θάνατος ἐξ ἄλλης χερός.
Οδυσσευς
Οδ.
Οδ.
608δέσποιν’Ἀθάνα, φθέγματος γὰρ ᾐσθόμην
609τοῦ σοῦ συνήθη γῆρυν · ἐν πόνοισι γὰρ
610παροῦσ’ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε ·
611τὸν ἄνδρα δ’ἡμῖν, ποῦ κατηύνασται, φράσον ·
612πόθεν τέτακται βαρβάρου στρατεύματος;
Αθηνα
Αθ.
Αθ.
613ὅδ’ἐγγὺς ἧσται κα- κοὐ συνήθροισται στρατῷ,
614ἀλλ’ἐκτὸς αὐτὸν τάξεων κατηύνασεν
615Ἕκτωρ, ἕως ἂν νὺξ ἀμείψηται φάος.
616πέλας δὲ πῶλοι Θρῃκίων ἐξ ἁρμάτων
617λευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνῃ ·
618στίλβουσι δ’ὥστε ποταμίου κύκνου πτερόν.
619ταύτας, κτανόντες δεσπότην, κομίζετε,
620κάλλιστον οἴκοις σκῦλον · οὐ γὰρ ἔσθ’ὅπου
621τοιόνδ’ὄχημα χθὼν κέκευθε πωλικόν.
Οδυσσευς
Οδ.
Οδ.
622Διόμηδες, ἢ σὺ κτεῖνε Θρῄκιον λεών,
623ἢ ’μοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν.
Διομηδης
Δι.
Δι.
624ἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ ·
625τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός.
626χρὴ δ’ἄνδρα τάσσειν οὗ μάλιστ’ἂν ὠφελοῖ.
Αθηνα
Αθ.
Αθ.
627καὶ μὴν καθ’ἡμᾶς τόνδ’Ἀλέξανδρον βλέπω
628στείχοντα, φυλάκων ἔκ τινος πεπυσμένον
629δόξας ἀσήμους πολεμίων μεμβλωκότων.
Διομηδης
Δι.
Δι.
630πότερα σὺν ἄλλοις ἢ μόνος πορεύεται;
Αθηνα
Αθ.
Αθ.
631μόνος · πρὸς εὐνὰς δ’, ὡς ἔοικεν, Ἕκτορος
632χωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ.
Διομηδης
Δι.
Δι.
633οὐκ οὖν ὑπάρχειν τόνδε κατθανόντα χρή;
Αθηνα
Αθ.
Αθ.
634οὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον.
635τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν.
636ἀλλ’ᾧπερ ἥκεις μορσίμους φέρων σφαγάς,
637τάχυν’· ἐγὼ δέ, τῷδε σύμμαχος Κύπρις
638δοκοῦσ’ἀρωγὸς ἐν πόνοις παραστατεῖν,
639σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρ’ἀμείψομαι.
640καὶ ταῦτ’ἐγὼ μὲν εἶπον · ὃν δὲ χρὴ παθεῖν,
641οὐκ οἶδεν οὐ δ’ἤκουσεν ἐγγὺς ὢν λόγου.
Αλεξανδρος
Αλ.
Αλ.
642σὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω,
643Ἕκτορ, καθεύδεις; οὐκ ἐγείρεσθαί σε χρῆν;
644ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι,
645ἢ κλῶπες ἄνδρες ἢ κατάσκοποί τινες.
Αθηνα
Αθ.
Αθ.
646θάρσει · φυλάσσει σ’ἥδε πρευμενὴς Κύπρις.
647μέλει δ’ὁ σός μοι πόλεμος, οὐ δ’ἀμνημονῶ
648τιμῆς, ἐπαινῶ δ’εὖ παθοῦσα πρὸς σέθεν.
649καὶ νῦν ἐπ’εὐτυχοῦντι Τρωικῷ στρατῷ
650ἥκω πορεύουσ’ἄνδρα σοι μέγαν φίλον,
651τῆς ὑμνοποιοῦ παῖδα Θρῄκιον θεᾶς
652Μούσης · πατρὸς δὲ Στρυμόνος κικλήσκεται.
Αλεξανδρος
Αλ.
Αλ.
653αἰεί ποτ’εὖ φρονοῦσα τυγχάνεις πόλει
654κα- κἀμοί, μέγιστον δ’ἐν βίῳ κειμήλιον
655κρίνας σέ φημι τῇδε προσθέσθαι πόλει.
656ἥκω δ’ἀκούσας οὐ τορῶς — φήμη δέ τις
657φύλαξιν ἐμπέπτωκεν — ὡς κατάσκοποι
658ἥκουσ’Ἀχαιῶν. κα- χὣ μὲν οὐκ ἰδὼν λέγει,
659ὃ δ’εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι ·
660ὧν οὕνεκ’εὐνὰς ἤλυθον πρὸς Ἕκτορος.
Αθηνα
Αθ.
Αθ.
661μηδὲν φοβηθῇς · οὐδὲν ἐν στρατῷ νέον ·
662Ἕκτωρ δὲ φροῦδος Θρῇκα κοιμήσων στρατόν.
Αλεξανδρος
Αλ.
Αλ.
663σύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοις
664τάξιν φυλάξων εἶμ’ἐλεύθερος φόβου.
Αθηνα
Αθ.
Αθ.
665χώρει · μέλειν γὰρ πάντ’ἐμοὶ δόκει τὰ σά,
666ὥστ’εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν.
667γνώσῃ δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν.
668ὑμᾶς δ’ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους,
669Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη.
670κεῖται γὰρ ἡμῖν Θρῄκιος στρατηλάτης,
671ἵπποιτ’ἔχονται, πολέμιοι δ’ᾐσθημένοι
672χωροῦσ’ἐφ’ὑμᾶς · ἀλλ’ὅσον τάχιστα χρὴ
673φεύγειν πρὸς ὁλκοὺς ναυστάθμων. τί μέλλετε
674σκηπτοῦ ’πιόντος πολεμίων σῷσαι βίον;
Χορος
Χο.
Χο.
675ἔα ἔα ·
676βάλε βάλε βάλε βάλε.
677θένε θένε.
678— τίς ἁνήρ; λεύσσετε · τοῦτον αὐδῶ.
679— κλῶπες οἵτινες κατ’ὄρφνην τόνδε κινοῦσι στρατόν.
680— δεῦρο δεῦρο πᾶς.
681— τούσδ’ἔχω, τούσδ’ἔμαρψα.
682— τίς ὁ λόχος; πόθεν ἔβας; ποδαπὸς εἶ;
Οδυσσευς
Οδ.
Οδ.
683οὔ σε χρὴ εἰδέναι · θανῇ γὰρ σήμερον δράσας κακῶς.
Χορος
Χο.
Χο.
684οὐκ ἐρεῖς ξύνθημα, λόγχην πρὶν διὰ στέρνων μολεῖν;
Οδυσσευς
Οδ.
Οδ.
685ἵστω. θάρσει.
Χορος
Χο.
Χο.
685bπέλας ἴθι. παῖε πᾶς.
Οδυσσευς
Οδ.
Οδ.
686ἦ σὺ δὴ Ῥῆσον κατέκτας;
Χορος
Χο.
Χο.
686bἀλλὰ τὸν κτενοῦντα σὲ […]
Οδυσσευς
Οδ.
Οδ.
687ἴσχε πᾶς τις.
Χορος
Χο.
Χο.
687bοὐ μὲν οὖν.
Οδυσσευς
Οδ.
Οδ.
687cἆ · φίλιον ἄνδρα μὴ θένῃς.
Χορος
Χο.
Χο.
688καὶ τί δὴ τὸ σῆμα;
Οδυσσευς
Οδ.
Οδ.
688bΦοῖβος.
Χορος
Χο.
Χο.
688cἔμαθον · ἴσχε πᾶς δόρυ.
689οἶσθ’ὅποι βεβᾶσιν ἅνδρες;
Οδυσσευς
Οδ.
Οδ.
689bτῇδέ πῃ κατείδομεν.
Χορος
Χο.
Χο.
690ἕρπω πᾶς κατ’ἴχνος αὐτῶν. ἢ βοὴν ἐγερτέον;
691ἀλλὰ συμμάχους ταράσσειν δεινὸν ἐκ νυκτῶν φόβῳ.
692τίς ἀνδρῶν ὁ βάς;
693τίς ὁ μέγα θρασὺς ἐπεύξεται
694χέρα φυγὼν ἐμάν;
695πόθεν νιν κυρήσω;
696τίνι προσεικάσω,
697ὅστις δι’ὄρφνης ἦλθ’ἀδειμάντῳ ποδὶ
698διάτε τάξεων καὶ φυλάκων ἕδρας;
699Θεσσαλὸς ἢ
700παραλίαν Λοκρῶν νεμόμενος πόλιν;
701ἢ νησιώτην σποράδα κέκτηται βίον;
702τίς ἦν; πόθεν; ποίας πάτρας;
703ποῖον δ’εὔχεται τὸν ὕπατον θεῶν;
704— ἆρ’ἔστ’Ὀδυσσέως το- τοὔργον ἢ τίνος τόδε;
705εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι · τί μήν;
706— δοκεῖς γάρ;
706b— τί μὴν οὔ;
707— θρασὺς γοῦν ἐς ἡμᾶς.
708— τίν’ἀλκήν; τίν’αἰνεῖς;
708b— Ὀδυσσῆ.
709— μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.
710ἔβα καὶ πάρος
711κατὰ πόλιν, ὕπαφρον ὄμμ’ἔχων,
712ῥακοδύτῳ στολᾷ
713πυκασθείς, ξιφήρης
714κρύφιος ἐν πέπλοις.
715βίον δ’ἐπαιτῶν εἷρπ’ἀγύρτης τις λάτρις,
716ψαφαρόχρουν κάρα πολυπινέςτ’ἔχων ·
717πολλὰ δὲ τὰν
718βασιλίδ’ἑστίαν Ἀτρειδᾶν κακῶς
719ἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις.
720ὄλοιτ’ὄλοιτο πανδίκως,
721πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν.
722— εἴτ’οὖν Ὀδυσσέως εἴτε μή, φόβος μ’ἔχει ·
723Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται.
724— τί λάσκων;
724b— δυσοίζων.
725— τί δρᾶσαι; τί ταρβεῖς;
726— καθ’ἡμᾶς περᾶσαι […]
726b— τίν’ἀνδρῶν;
727— οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.
Ηνιοχος
Ην.
Ην.
728ἰὼ, ἰώ, δαίμονος τύχα βαρεῖα. φεῦ φεῦ.
Χορος
Χο.
Χο.
729ἔα, ἔα ·
730σῖγα πᾶς ὕφιζ’· ἴσως γὰρ ἐς βόλον τις ἔρχεται.
Ηνιοχος
Ην.
Ην.
731ἰὼ ἰώ,
732συμφορὰ βαρεῖα Θρῃκῶν.
Χορος
Χο.
Χο.
732bσυμμάχων τις ὁ στένων.
Ηνιοχος
Ην.
Ην.
733ἰὼ ἰώ,
734δύστηνος ἐγώ · σύτ’, ἄναξ Θρῃκῶν,
735ὦ στυγνοτάτην Τροίαν ἐσιδών, οἷόν σε βίου τέλος εἷλεν.
Χορος
Χο.
Χο.
736τίς εἶ ποτ’ἀνδρῶν συμμάχων; κατ’εὐφρόνην
737ἀμβλῶπες αὐγαὶ κα- κοὔ σε γιγνώσκω τορῶς.
Ηνιοχος
Ην.
Ην.
738ποῦ τιν’ἀνάκτων Τρωικῶν εὕρω;
739ποῦ δῆθ’Ἕκτωρ
740τὸν ὑπασπίδιον κοῖτον ἰαύει;
741τίνι σημήνω διόπων στρατιᾶς
742οἷα πεπόνθαμεν, οἷά τις ἡμᾶς
743δράσας ἀφανῆ φροῦδος, φανερὸν
744Θρῃξὶν πένθος τολυπεύσας;
Χορος
Χο.
Χο.
745κακὸν κυρεῖν τι Θρῃκίῳ στρατεύματι
746ἔοικεν, οἷα τοῦδε γιγνώσκω κλύων.
Ηνιοχος
Ην.
Ην.
747ἔρρει στρατιά, πέπτωκεν ἄναξ
748δολίῳ πληγῇ.
749ἆ ἆ ἆ ἆ,
750οἵα μ’ὀδύνη τείρει φονίου
751τραύματος εἴσω. πῶς ἂν ὀλοίμην;
752χρῆν γάρ μ’ἀκλεῶς Ῥῆσόντε θανεῖν,
753Τροίᾳ κέλσαντ’ἐπίκουρον;
Χορος
Χο.
Χο.
754τάδ’οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά ·
755σαφῶς γὰρ αὐδᾷ συμμάχους ὀλωλότας.
Ηνιοχος
Ην.
Ην.
756κακῶς πέπρακται κα- κἀπὶ τοῖς κακοῖσι πρὸς
757αἴσχιστα · καίτοι δὶς τόσον κακὸν τόδε ·
758θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών,
759λυπρὸν μὲν οἶμαι τῷ θανόντι — πῶς γὰρ οὔ; —
760τοῖς ζῶσι δ’ὄγκος καὶ δόμων εὐδοξία.
761ἡμεῖς δ’ἀβούλως κα- κἀκλεῶς ὀλώλαμεν.
762ἐπεὶ γὰρ ἡμᾶς ηὔνασ’Ἑκτόρεια χείρ,
763ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖ
764κόπῳ δαμέντες, οὐ δ’ἐφρουρεῖτο στρατὸς
765φυλακαῖσι νυκτέροισιν, οὐ δ’ἐν τάξεσιν
766ἔκειτο τεύχη, πλῆκτράτ’οὐκ ἐπὶ ζυγοῖς
767ἵππων καθήρμοσθ’, ὡς ἄναξ ἐπεύθετο
768κρατοῦντας ὑμᾶς κα- κἀφεδρεύοντας νεῶν
769πρύμναισι · φαύλως δ’ηὕδομεν πεπτωκότες.
770κα- κἀγὼ μελούσῃ καρδίᾳ λήξας ὕπνου
771πώλοισι χόρτον, προσδοκῶν ἑωθινὴν
772ζεύξειν ἐς ἀλκήν, ἀφθόνῳ μετρῶ χερί.
773λεύσσω δὲ φῶτε περιπολοῦνθ’ἡμῶν στρατὸν
774πυκνῆς δι’ὄρφνης · ὡς δ’ἐκινήθην ἐγώ,
775ἐπτηξάτηντε κα- κἀνεχωρείτην πάλιν ·
776ἤπυσα δ’αὐτοῖς μὴ πελάζεσθαι στρατῷ,
777κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς.
778οἳ δ’οὐδέν · οὐ μὴν οὐ δ’ἐγὼ τὰ πλείονα.
779ηὗδον δ’ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν.
780καί μοι καθ’ὕπνον δόξα τις παρίσταται ·
781ἵππους γὰρ ἃς ἔθρεψα κα- κἀδιφρηλάτουν
782Ῥήσῳ παρεστώς, εἶδον, ὡς ὄναρ δοκῶν,
783λύκους ἐπεμβεβῶτας ἑδραίαν ῥάχιν ·
784θείνοντε δ’οὐρᾷ πωλικῆς ῥινοῦ τρίχα
785ἤλαυνον, αἳ δ’ἔρρεγκον ἐξ ἀντηρίδων
786θυμὸν πνέουσαι κα- κἀνεχαίτιζον φόβῳ.
787ἐγὼ δ’ἀμύνων θῆρας ἐξεγείρομαι
788πώλοισιν · ἔννυχος γὰρ ἐξώρμα φόβος.
789κλύω δ’ἐπάρας κρᾶτα μυχθισμὸν νεκρῶν.
790θερμὸς δὲ κρουνὸς δεσπότου πάρα σφαγαῖς
791βάλλει με δυσθνῄσκοντος αἵματος νέου.
792ὀρθὸς δ’ἀνᾴσσω χειρὶ σὺν κενῇ δορός.
793καί μ’ἔγχος αὐγάζοντα καὶ θηρώμενον
794παίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφει
795ἀνὴρ ἀκμάζων · φασγάνου γὰρ ᾐσθόμην
796πληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών.
797πίπτω δὲ πρηνής · οἳ δ’ὄχημα πωλικὸν
798λαβόντες ἵππων ἵεσαν φυγῇ πόδα.
799ἆ ἆ.
800ὀδύνη με τείρει, κα- κοὐκέτ’ὀρθοῦμαι τάλας. καὶ ξυμφορὰν μὲν οἶδ’ὁρῶν, τρόπῳ δ’ὅτῳ
801τεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι,
802οὐ δ’ἐξ ὁποίας χειρός. εἰκάσαι δέ μοι
803πάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι.
Χορος
Χο.
Χο.
804ἡνίοχε Θρῃκὸς τοῦ κακῶς πεπραγότος,
805μηδὲν δυσοίζου · πολέμιοι ’δρασαν τάδε.
806Ἕκτωρ δὲ κα- καὐτὸς συμφορᾶς πεπυσμένος
807χωρεῖ · συναλγεῖ δ’, ὡς ἔοικε, σοῖς κακοῖς.
Εκτωρ
Εκ.
Εκ.
808πῶς, ὦ μέγιστα πήματ’ἐξειργασμένοι,
809μολόντες ὑμᾶς πολεμίων κατάσκοποι
810λήθουσιν αἰσχρῶς, καὶ κατεσφάγη στρατός,
811κα- κοὔτ’εἰσιόντας στρατόπεδ’ἐξαπώσατε
812οὔτ’ἐξιόντας; τῶνδε τίς τείσει δίκην
813πλὴν σοῦ; σὲ γὰρ δὴ φύλακά φημ’εἶναι στρατοῦ.
814φροῦδοι δ’ἄπληκτοι, τῇ Φρυγῶν κακανδρίᾳ
815πόλλ’ἐγγελῶντες τῷ στρατηλάτῃτ’ἐμοί.
816εὖ νυν τόδ’ἴστε — Ζεὺς ὀμώμοται πατήρ —
817ἤτοι μάραγνά γ’ἢ καρανιστὴς μόρος
818μένει σε δρῶντα τοιάδ’, ἢ τὸν Ἕκτορα
819τὸ μηδὲν εἶναι καὶ κακὸν νομίζετε.
Χορος
Χο.
Χο.
820ἰὼ ἰώ,
821μετὰ σέ, ναί, μετὰ σέ, ὦ πολίοχον κράτος,
822τότ’ἄρ’ἔμολον, ὅτε σοι
824ἄγγελος ἦλθον ἀμφὶ ναῦς πύρ’αἴθειν ·
825ἐπεὶ ἄγρυπνον ὄμμ’ἐν εὐφρόνῃ
826οὔτ’ἐκοίμισ’οὔτ’ἔβριξ’,
827οὐ τὰς Σιμοεντιάδας πηγάς · μή μοι
828κότον, ὦ ἄνα, θῇς · ἀναίτιος γὰρ
829[…] ἔγωγε πάντων.
830εἰ δὲ χρόνῳ παράκαιρον ἔργον ἢ λόγον
831πύθῃ, κατά με γᾶς
832ζῶντα πόρευσον · οὐ παραιτοῦμαι.
Ηνιοχος
Ην.
Ην.
833τί τοῖσδ’ἀπειλεῖς βάρβαρόςτε βαρβάρου
834γνώμην ὑφαιρῇ τὴν ἐμήν, πλέκων λόγους;
835σὺ ταῦτ’ἔδρασας · οὐδέν’ἂν δεξαίμεθα
836οὔθ’οἱ θανόντες οὔτ’ἂν οἱ τετρωμένοι
837ἄλλον · μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου,
838ὅτῳ με πείσεις μὴ φίλους κατακτανεῖν,
839ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχους
840τοὺς σοὺς φονεύεις, πόλλ’ἐπισκήπτων μολεῖν.
841ἦλθον, τεθνᾶσιν · εὐπρεπέστερον Πάρις
842ξενίαν κατῄσχυν’ἢ σὺ συμμάχους κτανών.
843μὴ γάρ τι λέξῃς ὥς τις Ἀργείων μολὼν
844διώλεσ’ἡμᾶς · τίς δ’ὑπερβαλὼν λόχους
845Τρώων ἐφ’ἡμᾶς ἦλθεν, ὥστε καὶ λαθεῖν;
846σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός.
847τίς οὖν τέτρωται, τίς τέθνηκε συμμάχων
848τῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις;
849ἡμεῖς δ’ἑκὰς τετρώμεθ’, οἳ δὲ μειζόνως
850παθόντες οὐχ ὁρῶσιν ἡλίου φάος.
851ἁπλῶς δ’Ἀχαιῶν οὐδέν’αἰτιώμεθα.
852τίς δ’ἂν χαμεύνας πολεμίων κατ’εὐφρόνην
853Ῥήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶν
854ἔφραζε τοῖς κτανοῦσιν; οὐ δ’ἀφιγμένον
855τὸ πάμπαν ᾖσαν · ἀλλὰ μηχανᾷ τάδε.
Εκτωρ
Εκ.
Εκ.
856χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθα
857ὅσονπερ ἐν γῇ τῇδ’Ἀχαιικὸς λεώς,
858κα- κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλύων ·
859ἐν σοὶ δ’ἂν ἀρχοίμεσθα. μή μ’ἔρως ἕλοι
860τοιοῦτος ἵππων ὥστ’ἀποκτείνειν φίλους.
861καὶ ταῦτ’Ὀδυσσεύς · τίς γὰρ ἄλλος ἄν ποτε
862ἔδρασεν ἢ ’βούλευσεν Ἀργείων ἀνήρ;
863δέδοικα δ’αὐτὸν καί τί μου θράσσει φρένας,
864μὴ καὶ Δόλωνα συντυχὼν κατακτάνῃ ·
865χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται.
Ηνιοχος
Ην.
Ην.
866οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας ·
867ἡμεῖς δ’ὑπ’ἐχθρῶν οὐδενὸς πεπλήγμεθα.
Εκτωρ
Εκ.
Εκ.
868σὺ δ’οὖν νόμιζε ταῦτ’, ἐπείπερ σοι δοκεῖ.
Ηνιοχος
Ην.
Ην.
869ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι;
Εκτωρ
Εκ.
Εκ.
870μὴ θνῇσχ’· ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος.
Ηνιοχος
Ην.
Ην.
871ποῖ δὴ τράπωμαι δεσποτῶν μονούμενος;
Εκτωρ
Εκ.
Εκ.
872οἶκός σε κεύθων ὁ- οὑμὸς ἐξιάσεται.
Ηνιοχος
Ην.
Ην.
873καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες;
Εκτωρ
Εκ.
Εκ.
874ὅδ’αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων.
Ηνιοχος
Ην.
Ην.
875ὄλοιθ’ὁ δράσας. οὐ γὰρ ἐς σὲ τείνεται
876γλῶσσ’, ὡς σὺ κομπεῖς · ἡ Δίκη δ’ἐπίσταται.
Εκτωρ
Εκ.
Εκ.
877λάζυσθ’· ἄγοντες δ’αὐτὸν ἐς δόμους ἐμούς,
878οὕτως ὅπως ἂν μὴ ’γκαλῇ πορσύνετε ·
879ὑμᾶς δ’ἰόντας τοῖσιν ἐν τείχει χρεὼν
880Πριάμῳτε καὶ γέρουσι σημῆναι νεκροὺς
881θάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς.
Χορος
Χο.
Χο.
882τί ποτ’εὐτυχίας ἐκ τῆς μεγάλης
883Τροίαν ἀνάγει πάλιν ἐς πένθη
884δαίμων ἄλλος, τί φυτεύων;
885ἔα ἔα.
886τίς ὑπὲρ κεφαλῆς θεός, ὦ βασιλεῦ,
887τὸν νεόκμητον νεκρὸν ἐν χειροῖν
888φοράδην πέμπει;
889ταρβῶ, λεύσσων τόδε, πῆμα.
Μουσα
Μο.
Μο.
890ὁρᾶν πάρεστι, Τρῶες · ἡ γὰρ ἐν σοφοῖς
891τιμὰς ἔχουσα Μοῦσα συγγόνων μία
892πάρειμι, παῖδα τόνδ’ὁρῶσ’οἰκτρῶς φίλον
893θανόνθ’ὑπ’ἐχθρῶν · ὅν ποθ’ὁ κτείνας χρόνῳ
894δόλιος Ὀδυσσεὺς ἀξίαν τείσει δίκην.
895ἰαλέμῳ αὐθιγενεῖ,
896τέκνον, σ’ὀλοφύρομαι, ὦ
897ματρὸς ἄλγος, οἵαν
898ἔκελσας ὁδὸν ποτὶ Τροίαν ·
899ἦ δυσδαίμονα καὶ μελέαν,
900ἀπομεμφομένας ἐμοῦ πορευθείς,
901ἀπὸ δ’ἀντομένου πατρὸς βιαίως.
902ὤμοι ἐγὼ σέθεν, ὦ φιλία
903φιλία κεφαλά, τέκνον, ὤμοι.
Χορος
Χο.
Χο.
904ὅσον προσήκει μὴ γένους κοινωνίαν
905ἔχοντι λύπῃ τὸν σὸν οἰκτίρω γόνον.
Μουσα
Μο.
Μο.
906ὄλοιτο μὲν Οἰνεΐδας,
907ὄλοιτο δὲ Λαρτιάδας,
908ὅς μ’ἄπαιδα γέννας
909ἔθηκεν ἀριστοτόκοιο ·
910ἅθ’Ἕλλανα λιποῦσα δόμον
911Φρυγίων λεχέων ἔπλευσε πλαθεῖσ’
912† ὑπ’Ἰλίῳ † ὤλεσε μὲν σ’ἕκατι Τροίας,
913φίλτατε, μυριάδαςτε πόλεις
914ἀνδρῶν ἀγαθῶν ἐκένωσεν.
915ἦ πολλὰ μὲν ζῶν, πολλὰ δ’εἰς Ἅιδου μολών,
916Φιλάμμονος παῖ, τῆς ἐμῆς ἥψω φρενός ·
917ὕβρις γάρ, ἥ σ’ἔσφηλε, καὶ Μουσῶν ἔρις
918τεκεῖν μ’ἔθηκε τόνδε δύστηνον γόνον.
919περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰς
920λέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις,
921ὅτ’ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπας
922Πάγγαιον ὀργάνοισιν ἐξησκημέναι
923Μοῦσαι μεγίστην εἰς ἔριν μελῳδίας
924κείνῳ σοφιστῇ Θρῃκί, κα- κἀκτυφλώσαμεν
925Θάμυριν, ὃς ἡμῶν πόλλ’ἐδέννασεν τέχνην.
926κα- κἀπεὶ σὲ τίκτω, συγγόνους αἰδουμένη
927καὶ παρθενείαν, ἧκ’ἐς εὐύδρου πατρὸς
928δίνας · τρέφειν δέ σ’οὐ βρότειον ἐς χέρα
929Στρυμὼν δίδωσιν, ἀλλὰ πηγαίαις κόραις.
930ἔνθ’ἐκτραφεὶς κάλλιστα Παρθένων ὕπο,
931Θρῄκης ἀνάσσων πρῶτος ἦσθ’ἀνδρῶν, τέκνον.
932καί σ’ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτους
933ἀλκὰς κορύσσοντ’οὐκ ἐδείμαινον θανεῖν ·
934Τροίας δ’ἀπηύδων ἄστυ μὴ κέλσαι ποτε,
935εἰδυῖα τὸν σὸν πότμον · ἀλλά σ’Ἕκτορος
936πρεσβεύμαθ’αἵτε μυρίαι γερουσίαι
937ἔπεισαν ἐλθεῖν κα- κἀπικουρῆσαι φίλοις.
938καὶ τοῦδ’, Ἀθάνα, παντὸς αἰτία μόρου,
939— οὐδὲν δ’Ὀδυσσεὺς οὐ δ’ὁ Τυδέως τόκος
940ἔδρασε δράσας — μὴ δόκει λεληθέναι.
941καίτοι πόλιν σὴν σύγγονοι πρεσβεύομεν
942Μοῦσαι μάλιστα κα- κἀπιχρώμεθα χθονί,
943μυστηρίωντε τῶν ἀπορρήτων φανὰς
944ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ
945τοῦδ’ὃν κατακτείνεις σύ · Μουσαῖόντε, σὸν
946σεμνὸν πολίτην κα- κἀπὶ πλεῖστον ἄνδρ’ἕνα
947ἐλθόντα, Φοῖβος σύγγονοίτ’ἠσκήσαμεν.
948καὶ τῶνδε μισθὸν παῖδ’ἔχουσ’ἐν ἀγκάλαις
949θρηνῶ · σοφιστὴν δ’ἄλλον οὐκ ἐπάξομαι.
Χορος
Χο.
Χο.
950μάτην ἄρ’ἡμᾶς Θρῄκιος τροχηλάτης
951ἐδέννασ’, Ἕκτορ, τῷδε βουλεῦσαι φόνον.
Εκτωρ
Εκ.
Εκ.
952ᾔδη τάδ’· οὐδὲν μάντεων ἔδει φράσαι
953Ὀδυσσέως τέχναισι τόνδ’ὀλωλότα.
954ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸν
955λεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοις
956κήρυκας, ἐλθεῖν κα- κἀπικουρῆσαι χθονί;
957ἔπεμψ’· ὀφείλων δ’ἦλθε συμπονεῖν ἐμοί.
958οὐ μὴν θανόντι γ’οὐδαμῶς συνήδομαι.
959καὶ νῦν ἕτοιμος τῷδε καὶ τεῦξαι τάφον
960καὶ ξυμπυρῶσαι μυρίων πέπλων χλιδήν ·
961φίλος γὰρ ἐλθὼν δυστυχῶς ἀπέρχεται.
Μουσα
Μο.
Μο.
962οὐκ εἶσι γαίας ἐς μελάγχιμον πέδον ·
963τοσόνδε Νύμφην τὴν ἔνερθ’αἰτήσομαι,
964τῆς καρποποιοῦ παῖδα Δήμητρος θεᾶς,
965ψυχὴν ἀνεῖναι τοῦδ’· ὀφειλέτις δέ μοι
966τοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους.
967κα- κἀμοὶ μὲν ὡς θανώντε κα- κοὐ λεύσσων φάος
968ἔσται τὸ λοιπόν · οὐ γὰρ ἐς τα- ταὐτόν ποτε
969οὔτ’εἶσιν οὔτε μητρὸς ὄψεται δέμας ·
970κρυπτὸς δ’ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸς
971ἀνθρωποδαίμων κείσεται βλέπων φάος,
972Βάκχου προφήτης ὥστε Παγγαίου πέτραν
973ᾤκησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός.
974ῥᾷον δὲ πένθος τῆς θαλασσίας θεοῦ
975οἴσω · θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών.
976θρήνοις δ’ἀδελφαὶ πρῶτα μὲν σὲ ὑμνήσομεν,
977ἔπειτ’Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ.
978οὐ ῥύσεταί νιν Παλλάς, ἥ σ’ἀπέκτανεν ·
979τοῖον φαρέτρα Λοξίου σῴζει βέλος.
980ὦ παιδοποιοὶ συμφοραί, πόνοι βροτῶν ·
981ὡς ὅστις ὑμᾶς μὴ κακῶς λογίζεται,
982ἄπαις διοίσει κα- κοὐ τεκὼν θάψει τέκνα.
Χορος
Χο.
Χο.
983οὗτος μὲν ἤδη μητρὶ κηδεύειν μέλει ·
984σὺ δ’εἴ τι πράσσειν τῶν προκειμένων θέλεις,
985Ἕκτορ, πάρεστι · φῶς γὰρ ἡμέρας τόδε.
Εκτωρ
Εκ.
Εκ.
986χωρεῖτε, συμμάχους δ’ὁπλίζεσθαι τάχος
987ἄνωχθε πληροῦντ’αὐχένας ξυνωρίδων.
988πανοὺς δ’ἔχοντας χρὴ μένειν Τυρσηνικῆς
989σάλπιγγος αὐδήν · ὡς ὑπερβαλὼν στρατὸν
990τείχητ’Ἀχαιῶν ναυσὶν αἶθον ἐμβαλεῖν
991πέποιθα Τρωσίθ’ἡμέραν ἐλευθέραν
992ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν.
Χορος
Χο.
Χο.
993πείθου βασιλεῖ · στείχωμεν ὅπλοις
994κοσμησάμενοι καὶ ξυμμαχίᾳ
995τάδε φράζωμεν · τάχα δ’ἂν νίκην
996δοίη δαίμων ὁ μεθ’ἡμῶν.