Euripides

Iphigenia in Aulis

Αγαμεμνων
Αγ.
Αγ.
49
ἐγένοντο Λήδᾳ Θεστιάδι τρεῖς παρθένοι,
50
Φοίβη Κλυταιμήστρατ’, ἐμὴ ξυνάορος,
51
Ἑλένητε · ταύτης οἱ τὰ πρῶτ’ὠλβισμένοι
52
μνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι.
53
δειναὶ δ’ἀπειλαὶ καὶ κατ’ἀλλήλων φόνος
54
ξυνίσταθ’, ὅστις μὴ λάβοι τὴν παρθένον.
55
τὸ πρᾶγμα δ’ἀπόρως εἶχε Τυνδάρεῳ πατρί,
56
δοῦναίτε μὴ δοῦναίτε, τῆς τύχης ὅπως
57
ἅψαιτ’ἄριστα. καί νιν εἰσῆλθεν τάδε ·
58
ὅρκους συνάψαι δεξιάςτε συμβαλεῖν
59
μνηστῆρας ἀλλήλοισι καὶ δι’ἐμπύρων
60
σπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε ·
61
ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη,
62
τούτῳ ξυναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼν
63
οἴχοιτο τόντ’ἔχοντ’ἀπωθοίη λέχους,
64
κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλιν
65
Ἕλλην’ὁμοίως βάρβαρόνθ’ὅπλων μέτα.
66
ἐπεὶ δ’ἐπιστώθησαν εὖ δέ πως γέρων
67
ὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῇ φρενί
68
δίδωσ’ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα,
69
ὅτου πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι.
70
δ’εἵλεθ’, ὅς σφε μήποτ’ὤφελεν λαβεῖν,
71
Μενέλαον. ἐλθὼν δ’ἐκ Φρυγῶν τὰς θεὰς
72
κρίνων ὅδ’, ὡς μῦθος Ἀργείων ἔχει,
73
Λακεδαίμον’, ἀνθηρὸς μὲν εἱμάτων στολῇ
74
χρυσῷ δὲ λαμπρός, βαρβάρῳ χλιδήματι,
75
ἐρῶν ἐρῶσαν ᾤχετ’ἐξαναρπάσας
76
Ἑλένην πρὸς Ἴδης βούσταθμ’, ἔκδημον λαβὼν
77
Μενέλαον. δὲ καθ’Ἑλλάδ’οἰστρήσας δρόμῳ
78
ὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται,
79
ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις.
80
τοὐντεῦθεν οὖν Ἕλληνες ᾄξαντες δορί,
81
τεύχη λαβόντες στενόπορ’Αὐλίδος βάθρα
82
ἥκουσι τῆσδε, ναυσὶν ἀσπίσινθ’ὁμοῦ
83
ἵπποιςτε πολλοῖς ἅρμασίντ’ἠσκημένοι.
84
κἀμὲ στρατηγεῖν κἆτα Μενέλεω χάριν
85
εἵλοντο, σύγγονόν γε. τἀξίωμα δὲ
86
ἄλλος τις ὤφελ’ἀντ’ἐμοῦ λαβεῖν τόδε.
87
ἠθροισμένου δὲ καὶ ξυνεστῶτος στρατοῦ
88
ἥμεσθ’ἀπλοίᾳ χρώμενοι κατ’Αὐλίδα.
89
Κάλχας δ’ μάντις ἀπορίᾳ κεχρημένοις
90
ἀνεῖλεν Ἰφιγένειαν ἣν ἔσπειρ’ἐγὼ
91
Ἀρτέμιδι θῦσαι τῇ τόδ’οἰκούσῃ πέδον,
92
καὶ πλοῦντ’ἔσεσθαι καὶ κατασκαφὰς Φρυγῶν
93
94
κλύων δ’ἐγὼ ταῦτ’, ὀρθίῳ κηρύγματι
95
Ταλθύβιον εἶπον πάντ’ἀφιέναι στρατόν,
96
ὡς οὔποτ’ἂν τλὰς θυγατέρα κτανεῖν ἐμήν.
97
οὗ δή μ’ἀδελφὸς πάντα προσφέρων λόγον
98
ἔπεισε τλῆναι δεινά. κἀν δέλτου πτυχαῖς
99
γράψας ἔπεμψα πρὸς δάμαρτα τὴν ἐμὴν
100
πέμπειν Ἀχιλλεῖ θυγατέρ’ὡς γαμουμένην,
101
τότ’ἀξίωμα τἀνδρὸς ἐκγαυρούμενος,
102
συμπλεῖντ’Ἀχαιοῖς οὕνεκ’οὐ θέλοι λέγων,
103
εἰ μὴ παρ’ἡμῶν εἶσιν ἐς Φθίαν λέχος ·
104
πειθὼ γὰρ εἶχον τήνδε πρὸς δάμαρτ’ἐμήν,
105
106
107
108
109
110
111
112
113
114
1
πρέσβυ, δόμων τῶνδε πάροιθεν
2
στεῖχε.
Πρεσβυτης
Πρ.
Πρ.
2b
στείχω. τί δὲ καινουργεῖς,
3
Ἀγάμεμνον ἄναξ;
Αγαμεμνων
Αγ.
Αγ.
3b
σπεύσεις;
Πρεσβυτης
Πρ.
Πρ.
3c
σπεύδω.
4
μάλα τοι γῆρας τοὐμὸν ἄυπνον
5
καὶ ἐπ’ὀφθαλμοῖς ὀξὺ πάρεστιν.
Αγαμεμνων
Αγ.
Αγ.
6
τίς ποτ’ἄρ’ἀστὴρ ὅδε πορθμεύει;
Πρεσβυτης
Πρ.
Πρ.
7
Σείριος ἐγγὺς τῆς ἑπταπόρου
8
Πλειάδος ᾄσσων ἔτι μεσσήρης.
Αγαμεμνων
Αγ.
Αγ.
9
οὔκουν φθόγγος γ’οὔτ’ὀρνίθων
10
οὔτε θαλάσσης · σιγαὶ δ’ἀνέμων
11
τόνδε κατ’Εὔριπον ἔχουσιν.
Πρεσβυτης
Πρ.
Πρ.
12
τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις,
13
Ἀγάμεμνον ἄναξ;
14
ἔτι δ’ἡσυχία τῇδε κατ’Αὖλιν
15
καὶ ἀκίνητοι φυλακαὶ τειχέων.
16
στείχωμεν ἔσω.
Αγαμεμνων
Αγ.
Αγ.
16b
ζηλῶ σέ, γέρον,
17
ζηλῶ δ’ἀνδρῶν ὃς ἀκίνδυνον
18
βίον ἐξεπέρασ’ἀγνὼς ἀκλεής ·
19
τοὺς δ’ἐν τιμαῖς ἧσσον ζηλῶ.
Πρεσβυτης
Πρ.
Πρ.
20
καὶ μὴν τὸ καλόν γ’ἐνταῦθα βίου.
Αγαμεμνων
Αγ.
Αγ.
21
τοῦτο δέ γ’ἐστὶν τὸ καλὸν σφαλερόν,
22
καὶ τὸ πρότιμον
23
γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον.
24
τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντ’
25
ἀνέτρεψε βίον, τοτὲ δ’ἀνθρώπων
26
γνῶμαι πολλαὶ
27
καὶ δυσάρεστοι διέκναισαν.
Πρεσβυτης
Πρ.
Πρ.
28
οὐκ ἄγαμαι ταῦτ’ἀνδρὸς ἀριστέως.
29
οὐκ ἐπὶ πᾶσίν σ’ἐφύτευσ’ἀγαθοῖς,
30
Ἀγάμεμνον, Ἀτρεύς.
31
δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι ·
32
θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς,
33
τὰ θεῶν οὕτω βουλόμεν’ἔσται.
34
σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσας
35
δέλτοντε γράφεις
36
τήνδ’ἣν πρὸ χερῶν ἔτι βαστάζεις,
37
καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖς
38
καὶ σφραγίζεις λύειςτ’ὀπίσω
39
ῥίπτειςτε πέδῳ πεύκην, θαλερὸν
40
κατὰ δάκρυ χέων,
41
καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖς
42
μὴ οὐ μαίνεσθαι.
43
τί πονεῖς; τί νέον περὶ σοί, βασιλεῦ;
44
φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς.
45
πρὸς δ’ἄνδρ’ἀγαθὸν πιστόντε φράσεις ·
46
σῇ γάρ μ’ἀλόχῳ τότε Τυνδάρεως
47
πέμπει φερνὴν
48
συννυμφοκόμοντε δίκαιον.
Αγαμεμνων
Αγ.
Αγ.
115
πέμπω σοι πρὸς ταῖς πρόσθεν
116
δέλτους, Λήδας ἔρνος […]
Πρεσβυτης
Πρ.
Πρ.
117
λέγε καὶ σήμαιν’, ἵνα καὶ γλώσσῃ
118
σύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ.
Αγαμεμνων
Αγ.
Αγ.
119
μὴ στέλλειν τὰν σὰν ἶνιν πρὸς
120
τὰν κολπώδη πτέρυγ’Εὐβοίας
121
Αὖλιν ἀκλύσταν.
122
εἰς ἄλλας ὥρας γὰρ δὴ
123
παιδὸς δαίσομεν ὑμεναίους.
Πρεσβυτης
Πρ.
Πρ.
124
καὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼν
125
οὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖ
126
σοὶ σῇτ’ἀλόχῳ;
127
τόδε καὶ δεινόν · σήμαιν’ τι φῄς.
Αγαμεμνων
Αγ.
Αγ.
128
ὄνομ’, οὐκ ἔργον, παρέχων Ἀχιλεὺς
129
οὐκ οἶδε γάμους, οὐ δ’ τι πράσσομεν,
130
οὐ δ’ὅτι κείνῳ παῖδ’ἐπεφήμισα
131
νυμφείους εἰς ἀγκώνων
132
εὐνὰς ἐκδώσειν λέκτροις.
Πρεσβυτης
Πρ.
Πρ.
133
δεινά γ’ἐτόλμας, Ἀγάμεμνον ἄναξ,
134
ὃς τῷ τῆς θεᾶς σὴν παῖδ’ἄλοχον
135
φατίσας ἦγες σφάγιον Δαναοῖς.
Αγαμεμνων
Αγ.
Αγ.
136
οἴμοι, γνώμας ἐξέσταν,
137
αἰαῖ, πίπτω δ’εἰς ἄταν.
139
ἀλλ’ἴθ’ἐρέσσων σὸν πόδα, γήρᾳ
140
μηδὲν ὑπείκων.
Πρεσβυτης
Πρ.
Πρ.
140b
σπεύδω, βασιλεῦ.
Αγαμεμνων
Αγ.
Αγ.
141
μή νυν μήτ’ἀλσώδεις ἵζου
142
κρήνας μήθ’ὕπνῳ θελχθῇς.
Πρεσβυτης
Πρ.
Πρ.
143
εὔφημα θρόει.
Αγαμεμνων
Αγ.
Αγ.
144
πάντῃ δὲ πόρον σχιστὸν ἀμείβων
145
λεῦσσε, φυλάσσων μή τίς σε λάθῃ
146
τροχαλοῖσιν ὄχοις παραμειψαμένη
147
παῖδα κομίζουσ’ἐνθάδ’ἀπήνη
148
Δαναῶν πρὸς ναῦς.
Πρεσβυτης
Πρ.
Πρ.
149
ἔσται τάδε.
Αγαμεμνων
Αγ.
Αγ.
149b
κλῄθρων δ’ἐξόρμοις
150
ἤν νιν πομπαῖς ἀντήσῃς,
151
πάλιν εἰσόρμα, σεῖε χαλινούς,
152
ἐπὶ Κυκλώπων ἱεὶς θυμέλας.
Πρεσβυτης
Πρ.
Πρ.
153
πιστὸς δὲ φράσας τάδε πῶς ἔσομαι,
154
λέγε, παιδὶ σέθεν τῇ σῇτ’ἀλόχῳ;
Αγαμεμνων
Αγ.
Αγ.
155
σφραγῖδα φύλασσ’ἣν ἐπὶ δέλτῳ
156
τήνδε κομίζεις. ἴθι. λευκαίνει
157
τόδε φῶς ἤδη λάμπουσ’ἠὼς
158
πῦρτε τεθρίππων τῶν Ἀελίου ·
160
σύλλαβε μόχθων.
161
θνητῶν δ’ὄλβιος ἐς τέλος οὐδεὶς
162
οὐ δ’εὐδαίμων ·
163
οὔπω γὰρ ἔφυ τις ἄλυπος.
Χορος
Χο.
Χο.
164
ἔμολον ἀμφὶ παρακτίαν
165
ψάμαθον Αὐλίδος ἐναλίας,
166
Εὐρίπου διὰ χευμάτων
167
κέλσασα στενοπόρθμων,
168
Χαλκίδα πόλιν ἐμὰν προλιποῦσ’,
169
ἀγχιάλων ὑδάτων τροφὸν
170
τᾶς κλεινᾶς Ἀρεθούσας,
171
Ἀχαιῶν στρατιὰν ὡς ἐσιδοίμαν
172
Ἀχαιῶντε πλάτας ναυσιπόρους
173
ἡμιθέων, οὓς ἐπὶ Τροίαν
174
ἐλάταις χιλιόναυσιν
175
τὸν ξανθὸν Μενέλαόνθ’
176
ἁμέτεροι πόσεις
177
ἐνέπουσ’Ἀγαμέμνονάτ’εὐπατρίδαν
178
στέλλειν ἐπὶ τὰν Ἑλέναν, ἀπ’
179
Εὐρώτα δονακοτρόφου
180
Πάρις βουκόλος ἃν ἔλαβε
181
δῶρον τᾶς Ἀφροδίτας,
182
ὅτ’ἐπὶ κρηναίαισι δρόσοις
183
Ἥρᾳ Παλλάδιτ’ἔριν ἔριν
184
μορφᾶς Κύπρις ἔσχεν.
185
πολύθυτον δὲ δι’ἄλσος
186
Ἀρτέμιδος ἤλυθον ὀρομένα,
187
φοινίσσουσα παρῇδ’ἐμὰν
188
αἰσχύνᾳ νεοθαλεῖ,
189
ἀσπίδος ἔρυμα καὶ κλισίας
190
ὁπλοφόρους Δαναῶν θέλουσ’
191
ἵππωντ’ὄχλον ἰδέσθαι.
192
κατεῖδον δὲ δύ’Αἴαντε συνέδρω,
193
τὸν Οἰλέως Τελαμῶνόςτε γόνον, τὸν
194
Σαλαμῖνος στέφανον ·
195
Πρωτεσίλαόντ’ἐπὶ θάκοις
196
πεσσῶν ἡδομένους
197
μορφαῖσι πολυπλόκοις
198
Παλαμήδεάθ’, ὃν τέκε παῖς
199
Ποσειδᾶνος, Διομήδεάθ’
200
ἡδοναῖς δίσκου κεχαρημένον,
201
παρὰ δὲ Μηριόνην, Ἄρεος
202
ὄζον, θαῦμα βροτοῖσιν,
203
τὸν ἀπὸ νησαίωντ’ὀρέων
204
Λαέρτα τόκον, ἅμα δὲ
205
Νιρέα, κάλλιστον Ἀχαιῶν.
206
τὸν ἰσάνεμόντε ποδοῖν
207
λαιψηροδρόμον Ἀχιλῆα,
208
τὸν Θέτις τέκε καὶ Χείρων
209
ἐξεπόνησεν, εἶδον
210
αἰγιαλοῖς παράτε κροκάλαις
211
δρόμον ἔχοντα σὺν ὅπλοις ·
213
ἅμιλλαν δ’ἐπόνει ποδοῖν
214
πρὸς ἅρμα τέτρωρον
215
ἑλίσσων περὶ νίκας.
216
δὲ διφρηλάτας ἐβοᾶτ’,
217
Εὔμηλος Φερητιάδας,
218
καλλίστους ἰδόμαν
219
χρυσοδαιδάλτους στομίοις
220
πώλους κέντρῳ θεινομένους,
221
τοὺς μὲν μέσους ζυγίους
222
λευκοστίκτῳ τριχὶ βαλιούς,
223
τοὺς δ’ἔξω σειροφόρους
224
ἀντήρεις καμπαῖσι δρόμων,
225
πυρσότριχας, μονόχαλα δ’ὑπὸ σφυρὰ
226
ποικιλοδέρμονας · οἷς παρεπάλλετο
229
Πηλεΐδας σὺν ὅπλοισι παρ’ἄντυγα καὶ
230
σύριγγας ἁρματείους.
231
ναῶν δ’εἰς ἀριθμὸν ἤλυθον
232
καὶ θέαν ἀθέσφατον,
233
τὰν γυναικεῖον ὄψιν ὀμμάτων
234
ὡς πλήσαιμι, μέλινον ἁδονάν.
235
καὶ κέρας μὲν ἦν
236
δεξιὸν πλάτας ἔχων
237
Φθιώτας Μυρμιδὼν Ἄρης
238
πεντήκοντα ναυσὶ θουρίαις.
239
χρυσέαις δ’εἰκόσιν κατ’ἄκρα
240
Νηρῇδες ἕστασαν θεαί,
241
πρύμναις σῆμ’Ἀχιλλείου στρατοῦ.
242
Ἀργείων δὲ ταῖσδ’ἰσήρετμοι
243
νᾶες ἕστασαν πέλας ·
244
ὧν Μηκιστέως στρατηλάτας
245
παῖς ἦν, Ταλαὸς ὃν τρέφει πατήρ,
246
Καπανέωςτε παῖς
247
Σθένελος · Ἀτθίδας δ’ἄγων
248
ἑξήκοντα ναῦς Θησέως
249
παῖς ἑξῆς ἐναυλόχει, θεὰν
250
Παλλάδ’ἐν μωνύχοις ἔχων
251
πτερωτοῖσιν ἅρμασιν θετόν,
252
εὔσημόν γε φάσμα ναυβάταις.
253
Βοιωτῶν δ’ὅπλισμα πόντιον
254
πεντήκοντα νῆας εἰδόμαν
255
σημείοισιν ἐστολισμένας ·
256
τοῖς δὲ Κάδμος ἦν
257
χρύσεον δράκοντ’ἔχων
258
ἀμφὶ ναῶν κόρυμβα ·
259
Λήιτος δ’ γηγενὴς
260
ἆρχε ναΐου στρατοῦ ·
261
Φωκίδος δ’ἀπὸ χθονὸς
262
Λοκρᾶςτε τοῖσδ’ἴσας ἄγων
263
ναῦς ἦλθ’Οἰλέως τόκος κλυτὰν
264
Θρονιάδ’ἐκλιπὼν πόλιν.
265
Μυκήνας δὲ τᾶς Κυκλωπίας
266
παῖς Ἀτρέως ἔπεμπε ναυβάτας
267
ναῶν ἑκατὸν ἠθροϊσμένους ·
268
σὺν δ’Ἄδραστος ἦν
269
ταγός, ὡς φίλος φίλῳ,
270
τᾶς φυγούσας μέλαθρα
271
βαρβάρων χάριν γάμων
272
πρᾶξιν Ἑλλὰς ὡς λάβοι.
273
ἐκ Πύλου δὲ Νέστορος
274
Γερηνίου κατειδόμαν
275
πρύμνας σῆμα ταυρόπουν ὁρᾶν,
276
τὸν πάροικον Ἀλφεόν.
277
Αἰνιάνων δὲ δωδεκάστολοι
278
νᾶες ἦσαν, ὧν ἄναξ
279
Γουνεὺς ἆρχε · τῶνδε δ’αὖ πέλας
280
Ἤλιδος δυνάστορες,
281
οὓς Ἐπειοὺς ὠνόμαζε πᾶς λεώς ·
282
εὔρυτος δ’ἄνασσε τῶνδε,
283
λευκήρετμον δ’Ἄρη
284
Τάφιον ἦγεν, ὧν Μέγης ἄνασσε,
285
Φυλέως λόχευμα,
286
τὰς Ἐχίνας λιπὼν
287
νήσους ναυβάταις ἀπροσφόρους.
288
αἴας δ’ Σαλαμῖνος ἔντροφος
290
δεξιὸν κέρας πρὸς τὸ λαιὸν ξυνᾶγε ,
291
τῶν ἆσσον ὥρμει πλάταισιν
292
ἐσχάταισι συμπλέκων
293
δώδεκ’εὐστροφωτάταισι ναυσίν. ὣς
294
ἄιον καὶ ναυβάταν
295
εἰδόμαν λεών ·
296
τις εἰ προσαρμόσει
297
βαρβάρους βάριδας,
298
νόστον οὐκ ἀποίσεται,
299
ἐνθάδ’οἷον εἰδόμαν
300
νάιον πόρευμα,
301
τὰ δὲ κατ’οἴκους κλύουσα συγκλήτου
302
μνήμην σῴζομαι στρατεύματος.
Πρεσβυτης
Πρ.
Πρ.
303
Μενέλαε, τολμᾷς δείν’, σ’οὐ τολμᾶν χρεών.
Μενελαος
Με.
Με.
304
ἄπελθε · λίαν δεσπόταισι πιστὸς εἶ.
Πρεσβυτης
Πρ.
Πρ.
305
καλόν γέ μοι τοὔνειδος ἐξωνείδισας.
Μενελαος
Με.
Με.
306
κλαίοις ἄν, εἰ πράσσοις μὴ πράσσειν σε δεῖ.
Πρεσβυτης
Πρ.
Πρ.
307
οὐ χρῆν σε λῦσαι δέλτον, ἣν ἐγὼ ’φερον.
Μενελαος
Με.
Με.
308
οὐ δέ γε φέρειν σὲ πᾶσιν Ἕλλησιν κακά.
Πρεσβυτης
Πρ.
Πρ.
309
ἄλλοις ἁμιλλῶ ταῦτ’· ἄφες δὲ τήνδ’ἐμοί.
Μενελαος
Με.
Με.
310
οὐκ ἂν μεθείμην.
Πρεσβυτης
Πρ.
Πρ.
310b
οὐ δ’ἔγωγ’ἀφήσομαι.
Μενελαος
Με.
Με.
311
σκήπτρῳ τάχ’ἆρα σὸν καθαιμάξω κάρα.
Πρεσβυτης
Πρ.
Πρ.
312
ἀλλ’εὐκλεές τοι δεσποτῶν θνῄσκειν ὕπερ.
Μενελαος
Με.
Με.
313
μέθες · μακροὺς δὲ δοῦλος ὢν λέγεις λόγους.
Πρεσβυτης
Πρ.
Πρ.
314
δέσποτ’, ἀδικούμεσθα. σὰς δ’ἐπιστολὰς
315
ἐξαρπάσας ὅδ’ἐκ χερῶν ἐμῶν βίᾳ,
316
Ἀγάμεμνον, οὐδὲν τῇ δίκῃ χρῆσθαι θέλει.
Αγαμεμνων
Αγ.
Αγ.
317
ἔα ·
318
τίς ποτ’ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία;
Μενελαος
Με.
Με.
319
οὑμὸς οὐχ τοῦδε μῦθος κυριώτερος λέγειν.
Αγαμεμνων
Αγ.
Αγ.
320
σὺ δὲ τί τῷδ’ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίᾳτ’ἄγεις;
Μενελαος
Με.
Με.
320
βλέψον εἰς ἡμᾶς, ἵν’ἀρχὰς τῶν λόγων ταύτας λάβω.
Αγαμεμνων
Αγ.
Αγ.
321
μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς;
Μενελαος
Με.
Με.
322
τήνδ’ὁρᾷς δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν;
Αγαμεμνων
Αγ.
Αγ.
323
εἰσορῶ · καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν.
Μενελαος
Με.
Με.
324
οὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα.
Αγαμεμνων
Αγ.
Αγ.
325
γὰρ οἶσθ’ μή σε καιρὸς εἰδέναι σήμαντρ’ἀνείς;
Μενελαος
Με.
Με.
326
ὥστε σ’ἀλγῦναί γ’, ἀνοίξας σὺ κάκ’εἰργάσω λάθρᾳ.
Αγαμεμνων
Αγ.
Αγ.
327
ποῦ δὲ κἄλαβές νιν; θεοί, σῆς ἀναισχύντου φρενός.
Μενελαος
Με.
Με.
328
προσδοκῶν σὴν παῖδ’ἀπ’Ἄργους, εἰ στράτευμ’ἀφίξεται.
Αγαμεμνων
Αγ.
Αγ.
329
τί δέ σε τἀμὰ δεῖ φυλάσσειν; οὐκ ἀναισχύντου τόδε;
Μενελαος
Με.
Με.
330
ὅτι τὸ βούλεσθαί μ’ἔκνιζε · σὸς δὲ δοῦλος οὐκ ἔφυν.
Αγαμεμνων
Αγ.
Αγ.
331
οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι;
Μενελαος
Με.
Με.
332
πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δ’αὐτίκα.
Αγαμεμνων
Αγ.
Αγ.
333
εὖ κεκόμψευσαι πονηρά · γλῶσσ’ἐπίφθονον σοφή.
Μενελαος
Με.
Με.
334
νοῦς δέ γ’οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις.
335
βούλομαι δέ σ’ἐξελέγξαι, καὶ σὺ μήτ’ὀργῆς ὕπο
336
ἀποτρέπου τἀληθὲς οὔτ’αὖ κατατενῶ λίαν ἐγώ.
337
οἶσθ’, ὅτ’ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον,
338
τῷ δοκεῖν μὲν οὐχὶ χρῄζων, τῷ δὲ βούλεσθαι θέλων,
339
ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνων
340
καὶ θύρας ἔχων ἀκλῄστους τῷ θέλοντι δημοτῶν
341
καὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσι κεἰ μή τις θέλοι
342
τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου;
343
κᾆτ’, ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπους
344
τοῖς φίλοισιν οὐκέτ’ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος,
345
δυσπρόσιτος ἔσωτε κλῄθρων σπάνιος. ἄνδρα δ’οὐ χρεὼν
346
τὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι,
347
ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις,
348
ἡνίκ’ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν.
349
ταῦτα μέν σε πρῶτ’ἐπῆλθον, ἵνα σε πρῶθ’ηὗρον κακόν.
350
ὡς δ’ἐς Αὖλιν ἦλθες αὖθις χὡ Πανελλήνων στρατός,
351
οὐδὲν ἦσθ’, ἀλλ’ἐξεπλήσσου τῇ τύχῃ τῇ τῶν θεῶν,
352
οὐρίας πομπῆς σπανίζων · Δαναΐδαι δ’ἀφιέναι
353
ναῦς διήγγελλον, μάτην δὲ μὴ πονεῖν ἐν Αὐλίδι.
354
ὡς ἄνολβον εἶχες ὄμμα σύγχυσίντ’, εἰ μὴ νεῶν
355
χιλίων ἄρχων τὸ Πριάμου πεδίον ἐμπλήσεις δορός.
356
κἀμὲ παρεκάλεις · τί δράσω; τίνα δὲ πόρον εὕρω πόθεν;
357
ὥστε μὴ στερέντα σ’ἀρχῆς ἀπολέσαι καλὸν κλέος.
358
κᾆτ’, ἐπεὶ Κάλχας ἐν ἱεροῖς εἶπε σὴν θῦσαι κόρην
359
Ἀρτέμιδι, καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, ἡσθεὶς φρένας
360
ἄσμενος θύσειν ὑπέστης παῖδα · καὶ πέμπεις ἑκών,
361
οὐ βίᾳ μὴ τοῦτο λέξῃς σῇ δάμαρτι, παῖδα σὴν
362
δεῦρ’ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην.
363
κᾆθ’ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς,
364
ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσῃ. μάλιστά γε.
365
οὗτος αὑτός ἐστιν αἰθὴρ ὃς τάδ’ἤκουσεν σέθεν.
366
μυρίοι δέ τοι πεπόνθασ’αὐτό · πρὸς τὰ πράγματα
367
ἐκπονοῦσ’ἔχοντες, εἶτα δ’ἐξεχώρησαν κακῶς,
368
τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δ’ἐνδίκως
369
ἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν.
370
Ἑλλάδος μάλιστ’ἔγωγε τῆς ταλαιπώρου στένω,
371
, θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδένας
372
καταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην.
373
μηδέν’ἀνδρείας ἕκατι προστάτην θείμην χθονός,
374
μη δ’ὅπλων ἄρχοντα · νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν ·
375
πόλεος ὡς ἄρχων ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων τύχῃ.
Χορος
Χο.
Χο.
376
δεινὸν κασιγνήτοισι γίγνεσθαι λόγους
377
μάχαςθ’, ὅταν ποτ’ἐμπέσωσιν εἰς ἔριν.
Αγαμεμνων
Αγ.
Αγ.
378
βούλομαί σ’εἰπεῖν κακῶς εὖ, βραχέα, μὴ λίαν ἄνω
379
βλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως,
380
ὡς ἀδελφὸν ὄντ’· ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ.
381
εἰπέ μοι, τί δεινὰ φυσᾷς αἱματηρὸν ὄμμ’ἔχων;
382
τίς ἀδικεῖ σε; τοῦ κέχρησαι; χρηστὰ λέκτρ’ἐρᾷς λαβεῖν;
383
οὐκ ἔχοιμ’ἄν σοι παρασχεῖν · ὧν γὰρ ἐκτήσω, κακῶς
384
ἦρχες. εἶτ’ἐγὼ δίκην δῶ σῶν κακῶν, μὴ σφαλείς;
385
οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλ’ἐν ἀγκάλαις
386
εὐπρεπῆ γυναῖκα χρῄζεις, τὸ λελογισμένον παρεὶς
387
καὶ τὸ καλόν, ἔχειν. πονηροῦ φωτὸς ἡδοναὶ κακαί.
388
εἰ δ’ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετετέθην εὐβουλίᾳ,
389
μαίνομαι; σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχος
390
ἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ.
391
ὤμοσαν τὸν Τυνδάρειον ὅρκον οἱ κακόφρονες
392
φιλόγαμοι μνηστῆρες δέ γ’Ἐλπίς, οἶμαι μέν, θεός,
393
κἀξέπραξεν αὐτὸ μᾶλλον σὺ καὶ τὸ σὸν σθένος
394
οὓς λαβὼν στράτευε · ἕτοιμοι δ’εἰσὶ μωρίᾳ φρενῶν.
394a
οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ’ἔχει συνιέναι
395
τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους.
396
τἀμὰ δ’οὐκ ἀποκτενῶ ’γὼ τέκνα · κοὐ τὸ σὸν μὲν εὖ
397
παρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίᾳ,
398
ἐμὲ δὲ συντήξουσι νύκτες ἡμέραιτε δακρύοις,
399
ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην.
400
ταῦτά σοι βραχέα λέλεκται καὶ σαφῆ καὶ ῥᾴδια ·
401
εἰ δὲ μὴ βούλῃ φρονεῖν εὖ, τἄμ’ἐγὼ θήσω καλῶς.
Χορος
Χο.
Χο.
402
οἵδ’αὖ διάφοροι τῶν πάρος λελεγμένων
403
μύθων, καλῶς δ’ἔχουσι, φείδεσθαι τέκνων.
Μενελαος
Με.
Με.
404
αἰαῖ, φίλους ἄρ’οὐχὶ κεκτήμην τάλας.
Αγαμεμνων
Αγ.
Αγ.
405
εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι.
Μενελαος
Με.
Με.
406
δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς;
Αγαμεμνων
Αγ.
Αγ.
407
συνσωφρονεῖν σοι βούλομ’, ἀλλ’οὐ συννοσεῖν.
Μενελαος
Με.
Με.
408
ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους.
Αγαμεμνων
Αγ.
Αγ.
409
εὖ δρῶν παρακάλει μ’, ἀλλὰ μὴ λυπῶν ἐμέ.
Μενελαος
Με.
Με.
410
οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι;
Αγαμεμνων
Αγ.
Αγ.
411
Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα.
Μενελαος
Με.
Με.
412
σκήπτρῳ νυν αὔχει, σὸν κασίγνητον προδούς.
413
ἐγὼ δ’ἐπ’ἄλλας εἶμι μηχανάς τινας
414
φίλουςτ’ἐπ’ἄλλους
Αγγελος Α
Αγ.
Αγ.
414b
Πανελλήνων ἄναξ,
415
Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων,
416
ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις.
417
μήτηρ δ’ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας,
418
καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών,
419
χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν.
420
ἀλλ’ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ
421
κρήνην ἀναψύχουσι θηλύπουν βάσιν,
422
αὐταίτε πῶλοίτ’· ἐς δὲ λειμώνων χλόην
423
καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο.
424
ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν
425
ἥκω · πέπυσται γὰρ στρατός ταχεῖα γὰρ
426
διῇξε φήμη παῖδα σὴν ἀφιγμένην.
427
πᾶς δ’ἐς θένα ὅμιλος ἔρχεται δρόμῳ,
428
σὴν παῖδ’ὅπως ἴδωσιν · οἱ δ’εὐδαίμονες
429
ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς.
430
λέγουσι δ’· ὑμέναιός τις τί πράσσεται;
431
πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ
432
ἐκόμισε παῖδα; τῶν δ’ἂν ἤκουσας τάδε ·
433
Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα,
434
Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε;
435
ἀλλ’εἶα, τἀπὶ τοισίδ’ἐξάρχου κανᾶ,
436
στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ,
437
ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγας
438
λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος ·
439
φῶς γὰρ τόδ’ἥκει μακάριον τῇ παρθένῳ.
Αγαμεμνων
Αγ.
Αγ.
440
ἐπῄνεσ’, ἀλλὰ στεῖχε δωμάτων ἔσω ·
441
τὰ δ’ἄλλ’ἰούσης τῆς τύχης ἔσται καλῶς.
442
οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν;
443
ἐς οἷ’ἀνάγκης ζεύγματ’ἐμπεπτώκαμεν.
444
ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων
445
πολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος.
446
δυσγένεια δ’ὡς ἔχει τι χρήσιμον.
447
καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει,
448
ἅπαντάτ’εἰπεῖν. τῷ δὲ γενναίῳ φύσιν
449
ἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίου
450
τὸν ὄγκον ἔχομεν τῷτ’ὄχλῳ δουλεύομεν.
451
ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ,
452
τὸ μὴ δακρῦσαι δ’αὖθις αἰδοῦμαι τάλας,
453
ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος.
454
εἶεν · τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν;
455
πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ;
456
καὶ γάρ μ’ἀπώλεσ’ἐπὶ κακοῖς μοι πάρος
457
ἐλθοῦσ’ἄκλητος. εἰκότως δ’ἅμ’ἕσπετο
458
θυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλτατα
459
δώσουσ’, ἵν’ἡμᾶς ὄντας εὑρήσει κακούς.
460
τὴν δ’αὖ τάλαιναν παρθένον τί παρθένον;
461
Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα
462
ὡς ᾤκτισ’· οἶμαι γάρ νιν ἱκετεύσειν τάδε ·
463
πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμους
464
γήμειας αὐτὸς χὥστις ἐστί σοι φίλος.
465
παρὼν δ’Ὀρέστης ἐγγὺς ἀναβοήσεται
466
οὐ συνετὰ συνετῶς · ἔτι γάρ ἐστι νήπιος.
467
αἰαῖ, τὸν Ἑλένης ὥς μ’ἀπώλεσεν γάμον
468
γήμας Πριάμου Πάρις, ὃς εἴργασται τάδε.
Χορος
Χο.
Χο.
469
κἀγὼ κατῴκτιρ’, ὡς γυναῖκα δεῖ ξένην
470
ὑπὲρ τυράννων συμφορᾶς καταστένειν.
Μενελαος
Με.
Με.
471
ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν.
Αγαμεμνων
Αγ.
Αγ.
472
δίδωμι · σὸν γὰρ τὸ κράτος, ἄθλιος δ’ἐγώ.
Μενελαος
Με.
Με.
473
Πέλοπα κατόμνυμ’, ὃς πατὴρ τοὐμοῦ πατρὸς
474
τοῦ σοῦτ’ἐκλήθη, τὸν τεκόντατ’Ἀτρέα,
475
μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς
476
καὶ μὴ ’πίτηδες μηδέν, ἀλλ’ὅσον φρονῶ.
477
ἐγώ σ’ἀπ’ὄσσων ἐκβαλόντ’ἰδὼν δάκρυ
478
ᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλιν
479
καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων,
480
οὐκ ἐς σὲ δεινός · εἰμὶ δ’οὗπερ εἶ σὺ νῦν ·
481
καί σοι παραινῶ μήτ’ἀποκτείνειν τέκνον
482
μήτ’ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικον
483
σὲ μὲν στενάζειν, τἀμὰ δ’ἡδέως ἔχειν,
484
θνῄσκειντε τοὺς σούς, τοὺς δ’ἐμοὺς ὁρᾶν φάος.
485
τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτους
486
ἄλλους λάβοιμ’ἄν, εἰ γάμων ἱμείρομαι;
487
ἀλλ’ἀπολέσας ἀδελφόν, ὅν μ’ἥκιστα χρῆν,
488
Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ;
489
ἄφρων νέοςτ’, πρὶν τὰ πράγματ’ἐγγύθεν
490
σκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα.
491
ἄλλωςτέ μ’ἔλεος τῆς ταλαιπώρου κόρης
492
ἐσῆλθε, συγγένειαν ἐννοουμένῳ,
493
τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων
494
μέλλει. τί δ’Ἑλένης παρθένῳ τῇ σῇ μέτα;
495
ἴτω στρατεία διαλυθεῖσ’ἐξ Αὐλίδος,
496
σὺ δ’ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν,
497
ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα.
498
εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί,
499
μὴ ’μοὶ μετέστω · σοὶ νέμω τοὐμὸν μέρος.
500
ἀλλ’ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων;
501
εἰκὸς πέπονθα · τὸν ὁμόθεν πεφυκότα
502
στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶ
503
τοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί.
Χορος
Χο.
Χο.
504
γενναῖ’ἔλεξας Ταντάλῳτε τῷ Διὸς
505
πρέποντα · προγόνους οὐ καταισχύνεις σέθεν.
Αγαμεμνων
Αγ.
Αγ.
506
αἰνῶ σε, Μενέλα’, ὅτι παρὰ γνώμην ἐμὴν
507
ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦτ’ἀξίως.
508
ταραχὴ δ’ἀδελφῶν διάτ’ἔρωτα γίγνεται
509
πλεονεξίαντε δωμάτων · ἀπέπτυσα
510
τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν.
511
ἀλλ’ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας,
512
θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον.
Μενελαος
Με.
Με.
513
πῶς; τίς δ’ἀναγκάσει σε τήν γε σὴν κτανεῖν;
Αγαμεμνων
Αγ.
Αγ.
514
ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος.
Μενελαος
Με.
Με.
515
οὔκ, ἤν νιν εἰς Ἄργος γ’ἀποστείλῃς πάλιν.
Αγαμεμνων
Αγ.
Αγ.
516
λάθοιμι τοῦτ’ἄν. ἀλλ’ἐκεῖν’οὐ λήσομεν.
Μενελαος
Με.
Με.
517
τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον.
Αγαμεμνων
Αγ.
Αγ.
518
Κάλχας ἐρεῖ μαντεύματ’Ἀργείων στρατῷ.
Μενελαος
Με.
Με.
519
οὔκ, ἢν θάνῃ γε πρόσθε · τοῦτο δ’εὐμαρές.
Αγαμεμνων
Αγ.
Αγ.
520
τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν.
Μενελαος
Με.
Με.
521
κοὐδέν γ’ἄχρηστον, οὐ δὲ χρήσιμον παρόν.
Αγαμεμνων
Αγ.
Αγ.
522
ἐκεῖνο δ’οὐ δέδοικας ἔμ’ἐσέρχεται;
Μενελαος
Με.
Με.
523
ὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμ’ἂν λόγον;
Αγαμεμνων
Αγ.
Αγ.
524
τὸ Σισύφειον σπέρμα πάντ’οἶδεν τάδε.
Μενελαος
Με.
Με.
525
οὐκ ἔστ’Ὀδυσσεὺς τι σὲ κἀμὲ πημανεῖ.
Αγαμεμνων
Αγ.
Αγ.
526
ποικίλος ἀεὶ πέφυκε τοῦτ’ὄχλου μέτα.
Μενελαος
Με.
Με.
527
φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ.
Αγαμεμνων
Αγ.
Αγ.
528
οὐκ οὖν δοκεῖς νιν στάντ’ἐν Ἀργείοις μέσοις
529
λέξειν Κάλχας θέσφατ’ἐξηγήσατο,
530
κἄμ’ὡς ὑπέστην θῦμα, κᾆτ’ἐψευδόμην,
531
Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν,
532
σὲ κἄμ’ἀποκτείναντας Ἀργείους κόρην
533
σφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω,
534
ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις
535
συναρπάσουσι καὶ κατασκάψουσι γῆν.
536
τοιαῦτα τἀμὰ πήματ’· τάλας ἐγώ,
537
ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε.
538
ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν
539
ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε
540
μάθῃ, πρὶν Ἅιδῃ παῖδ’ἐμὴν προσθῶ λαβών,
541
ὡς ἐπ’ἐλαχίστοις δακρύοις πράσσω κακῶς.
542
ὑμεῖςτε σιγήν, ξέναι, φυλάσσετε.
Χορος
Χο.
Χο.
543
μάκαρες οἳ μετρίας θεοῦ
544
μετάτε σωφροσύνας
545
μετέσχον λέκτρων Ἀφροδίτας,
546
γαλανείᾳ χρησάμενοι
547
μανιάδων οἴστρων, ὅθι δὴ
548
δίδυμ’Ἔρως χρυσοκόμας
549
τόξ’ἐντείνεται χαρίτων,
550
τὸ μὲν ἐπ’εὐαίωνι πότμῳ,
551
τὸ δ’ἐπὶ συγχύσει βιοτᾶς.
552
ἀπενέπω νιν ἁμετέρων,
553
Κύπρι καλλίστα, θαλάμων.
554
εἴη δέ μοι μετρία μὲν
555
χάρις, πόθοι δ’ὅσιοι,
556
καὶ μετέχοιμι τᾶς
557
Ἀφροδίτας, πολλὰν δ’ἀποθείμαν.
558
διάφοροι δὲ φύσεις βροτῶν,
559
διάφοροι δὲ τρόποι · τὸ δ’
560
ὀρθῶς ἐσθλὸν σαφὲς αἰεί ·
561
τροφαίθ’αἱ παιδευόμεναι
562
μέγα φέρουσ’ἐς τὰν ἀρετάν ·
563
τότε γὰρ αἰδεῖσθαι σοφία,
564
τάντ’ἐξαλλάσσουσαν ἔχει
565
χάριν ὑπὸ γνώμας ἐσορᾶν
566
τὸ δέον, ἔνθα δόξα φέρει
567
κλέος ἀγήρατον βιοτᾷ.
568
μέγα τι θηρεύειν ἀρετάν,
569
γυναιξὶ μὲν κατὰ Κύπριν
570
κρυπτάν, ἐν ἀνδράσι δ’αὖ
571
κόσμος ἐνὼν
572
μυριοπληθὴς μείζω πόλιν αὔξει.
573
ἔμολες, Πάρις, ᾗτε σύ γε
574
βουκόλος ἀργενναῖς ἐτράφης
575
Ἰδαίαις παρὰ μόσχοις,
576
βάρβαρα συρίζων, Φρυγίων
577
αὐλῶν Ὀλύμπου καλάμοις
578
μιμήματα πνείων.
579
εὔθηλοι δὲ τρέφοντο βόες,
580
ὅτε σε κρίσις ἔμηνε θεᾶν,
581
σ’Ἑλλάδα πέμπει ·
582
ἐλεφαντοδέτων
583
πάροιθεν δόμων δὲ στὰς Ἑλένας
584
ἐν ἀντωποῖς βλεφάροισιν
585
ἔρωτάτ’ἔδωκας, ἔρωτι δ’
586
αὐτὸς ἐπτοάθης.
587
ὅθεν ἔρις ἔριν
588
Ἑλλάδα σὺν δορὶ ναυσίτ’ἄγει
589
Τροίας πέργαμα […]
Χορος ανδρων Αργειων
Χο.
Χο.
590
ἰὼ ἰώ · μεγάλαι μεγάλων
591
εὐδαιμονίαι · τὴν τοῦ βασιλέως
592
ἴδετ’Ἰφιγένειαν, ἄνασσαν ἐμήν,
593
τὴν Τυνδάρεωτε Κλυταιμήστραν ·
594
ὡς ἐκ μεγάλων ἐβλαστήκασ’
595
ἐπίτ’εὐμήκεις ἥκουσι τύχας.
596
θεοί γ’οἱ κρείσσους οἵτ’ὀλβοφόροι
597
τοῖς οὐκ εὐδαίμοσι θνητῶν.
Χορος
Χο.
Χο.
598
στῶμεν, Χαλκίδος ἔκγονα θρέμματα,
599
τὴν βασίλειαν δεξώμεθ’ὄχων
600
ἄπο μὴ σφαλερῶς ἐπὶ γαῖαν,
601
ἀγανῶς δὲ χεροῖν μαλακῇ ῥώμῃ,
602
μὴ ταρβήσῃ νεωστί μοι μολὸν
603
κλεινὸν τέκνον Ἀγαμέμνονος,
604
μη δὲ θόρυβον μη δ’ἔκπληξιν
605
ταῖς Ἀργείαις
606
ξεῖναι ξείναις παρέχωμεν.
Κλυταιμηστρα
Κλ.
Κλ.
607
ὄρνιθα μὲν τόνδ’αἴσιον ποιούμεθα,
608
τὸ σόντε χρηστὸν καὶ λόγων εὐφημίαν ·
609
ἐλπίδα δ’ἔχω τιν’ὡς ἐπ’ἐσθλοῖσιν γάμοις
610
πάρειμι νυμφαγωγός. ἀλλ’ὀχημάτων
611
ἔξω πορεύεθ’ἃς φέρω φερνὰς κόρῃ,
612
καὶ πέμπετ’ἐς μέλαθρον εὐλαβούμενοι.
613
σὺ δ’, τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους,
614
ἁβρὸν τιθεῖσα κῶλον ἀσθενέςθ’ἅμα.
615
ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπι
616
δέξασθε καὶ πορεύσατ’ἐξ ὀχημάτων.
617
κἀμοὶ χερός τις ἐνδότω στηρίγματα,
618
θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς.
619
αἳ δ’ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν ·
620
φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν ·
621
καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον,
622
λάζυσθ’, Ὀρέστην · ἔτι γάρ ἐστι νήπιος.
623
τέκνον, καθεύδεις πωλικῷ δαμεὶς ὄχῳ;
624
ἔγειρ’ἀδελφῆς ἐφ’ὑμέναιον εὐτυχῶς ·
625
ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢν
626
λήψῃ, κόρης Νηρῇδος ἰσόθεον γένος.
627
ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον ·
628
πρὸς μητέρ’, Ἰφιγένεια, μακαρίαν δέ με
629
ξέναισι ταῖσδε πλησία σταθεῖσα δός,
630
καὶ δεῦρο δὴ πατέρα πρόσειπε σὸν φίλον.
Ιφιγενεια
Ιφ.
Ιφ.
631
μῆτερ, ὑποδραμοῦσά σ’· ὀργισθῇς δὲ μή ·
632
πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ.
Κλυταιμηστρα
Κλ.
Κλ.
633
σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ,
634
ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν.
Ιφιγενεια
Ιφ.
Ιφ.
635
636
637
ποθῶ γὰρ ὄμμα δὴ σόν. ὀργισθῇς δὲ μή.
Κλυταιμηστρα
Κλ.
Κλ.
638
ἀλλ’, τέκνον, χρή · φιλοπάτωρ δ’ἀεί ποτ’εἶ
639
μάλιστα παίδων τῷδ’ὅσους ἐγὼ ’τεκον.
Ιφιγενεια
Ιφ.
Ιφ.
640
πάτερ, ἐσεῖδόν σ’ἀσμένη πολλῷ χρόνῳ.
Αγαμεμνων
Αγ.
Αγ.
641
καὶ γὰρ πατὴρ σέ · τόδ’ἴσον ὑπὲρ ἀμφοῖν λέγεις.
Ιφιγενεια
Ιφ.
Ιφ.
642
χαῖρ’· εὖ δέ μ’ἀγαγὼν πρὸς σ’ἐποίησας, πάτερ.
Αγαμεμνων
Αγ.
Αγ.
643
οὐκ οἶδ’ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον.
Ιφιγενεια
Ιφ.
Ιφ.
644
ἔα ·
645
ὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μ’ἰδών.
Αγαμεμνων
Αγ.
Αγ.
645
πόλλ’ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει.
Ιφιγενεια
Ιφ.
Ιφ.
646
παρ’ἐμοὶ γενοῦ νῦν, μὴ ’πὶ φροντίδας τρέπου.
Αγαμεμνων
Αγ.
Αγ.
647
ἀλλ’εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι.
Ιφιγενεια
Ιφ.
Ιφ.
648
μέθες νυν ὀφρὺν ὄμματ’ἔκτεινον φίλον.
Αγαμεμνων
Αγ.
Αγ.
649
ἰδού, γέγηθά σ’ὡς γέγηθ’ὁρῶν, τέκνον.
Ιφιγενεια
Ιφ.
Ιφ.
650
κἄπειτα λείβεις δάκρυ’ἀπ’ὀμμάτων σέθεν;
Αγαμεμνων
Αγ.
Αγ.
651
μακρὰ γὰρ ἡμῖν ’πιοῦσ’ἀπουσία.
Ιφιγενεια
Ιφ.
Ιφ.
652
οὐκ οἶδ’ τι φῄς, οὐκ οἶδα, φίλτατ’ἐμοὶ πάτερ.
Αγαμεμνων
Αγ.
Αγ.
653
συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μ’ἄγεις.
Ιφιγενεια
Ιφ.
Ιφ.
654
ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γ’εὐφρανῶ.
Αγαμεμνων
Αγ.
Αγ.
655
παπαῖ. τὸ σιγᾶν οὐ σθένω · σὲ δ’ᾔνεσα.
Ιφιγενεια
Ιφ.
Ιφ.
656
μέν’, πάτερ, κατ’οἶκον ἐπὶ τέκνοις σέθεν.
Αγαμεμνων
Αγ.
Αγ.
657
θέλω γε · τὸ θέλειν δ’οὐκ ἔχων ἀλγύνομαι.
Ιφιγενεια
Ιφ.
Ιφ.
658
ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά.
Αγαμεμνων
Αγ.
Αγ.
659
ἄλλους ὀλεῖ πρόσθ’ ἐμὲ διολέσαντ’ἔχει.
Ιφιγενεια
Ιφ.
Ιφ.
660
ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς.
Αγαμεμνων
Αγ.
Αγ.
661
καὶ νῦν γέ μ’ἴσχει δή τι μὴ στέλλειν στρατόν.
Ιφιγενεια
Ιφ.
Ιφ.
662
ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ;
Αγαμεμνων
Αγ.
Αγ.
663
οὗ μήποτ’οἰκεῖν ὤφελ’ Πριάμου Πάρις.
Ιφιγενεια
Ιφ.
Ιφ.
664
μακρὰν ἀπαίρεις, πάτερ, λιπὼν ἐμέ.
Αγαμεμνων
Αγ.
Αγ.
665
εἰς ταὐτόν, θύγατερ, ἥκεις σῷ πατρί.
Ιφιγενεια
Ιφ.
Ιφ.
666
φεῦ ·
667
εἴθ’ἦν καλόν μοι σοίτ’ἄγειν σύμπλουν ἐμέ.
Αγαμεμνων
Αγ.
Αγ.
668
ἔτ’ἔστι καὶ σοὶ πλοῦς, ἵν’ἀμμνήσῃ πατρός.
Ιφιγενεια
Ιφ.
Ιφ.
669
σὺν μητρὶ πλεύσασ’ μόνη πορεύσομαι;
Αγαμεμνων
Αγ.
Αγ.
670
μόνη, μονωθεῖσ’ἀπὸ πατρὸς καὶ μητέρος.
Ιφιγενεια
Ιφ.
Ιφ.
670
οὔ πού μ’ἐς ἄλλα δώματ’οἰκίζεις, πάτερ;
Αγαμεμνων
Αγ.
Αγ.
671
ἐατέ’· οὐ χρὴ τοιάδ’εἰδέναι κόρας.
Ιφιγενεια
Ιφ.
Ιφ.
672
σπεῦδ’ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ.
Αγαμεμνων
Αγ.
Αγ.
673
θῦσαί με θυσίαν πρῶτα δεῖ τιν’ἐνθάδε.
Ιφιγενεια
Ιφ.
Ιφ.
674
ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γ’εὐσεβὲς σκοπεῖν.
Αγαμεμνων
Αγ.
Αγ.
675
εἴσῃ σύ · χερνίβων γὰρ ἑστήξῃ πέλας.
Ιφιγενεια
Ιφ.
Ιφ.
676
στήσομεν ἄρ’ἀμφὶ βωμόν, πάτερ, χορούς;
Αγαμεμνων
Αγ.
Αγ.
677
ζηλῶ σὲ μᾶλλον ’μὲ τοῦ μηδὲν φρονεῖν.
678
χώρει δὲ μελάθρων ἐντός ὀφθῆναι κόραις
679
πικρόν φίλημα δοῦσα δεξιάντέ μοι,
680
μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον.
681
στέρνα καὶ παρῇδες, ξανθαὶ κόμαι,
682
ὡς ἄχθος ὑμῖν ἐγένεθ’ Φρυγῶν πόλις
683
Ἑλένητε. παύω τοὺς λόγους · ταχεῖα γὰρ
684
νοτὶς διώκει μ’ὀμμάτων ψαύσαντά σου.
685
ἴθ’ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε,
686
Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν,
687
μέλλων Ἀχιλλεῖ θυγατέρ’ἐκδώσειν ἐμήν.
688
ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλ’ὅμως
689
δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις
690
παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ.
Κλυταιμηστρα
Κλ.
Κλ.
691
οὐχ ὧδ’ἀσύνετός εἰμι, πείσεσθαι δέ με
692
καὐτὴν δόκει τάδ’, ὥστε μή σε νουθετεῖν,
693
ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην ·
694
ἀλλ’ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ.
695
τοὔνομα μὲν οὖν παῖδ’οἶδ’ὅτῳ κατῄνεσας,
696
γένους δ’ὁποίου χὡπόθεν, μαθεῖν θέλω.
Αγαμεμνων
Αγ.
Αγ.
697
Αἴγινα θυγάτηρ ἐγένετ’Ἀσωποῦ πατρός.
Κλυταιμηστρα
Κλ.
Κλ.
698
ταύτην δὲ θνητῶν θεῶν ἔζευξε τίς;
Αγαμεμνων
Αγ.
Αγ.
699
Ζεύς · Αἰακὸν δ’ἔφυσεν, Οἰνώνης πρόμον.
Κλυταιμηστρα
Κλ.
Κλ.
700
τὰ δ’Αἰακοῦ παῖς τίς κατέσχε δώματα;
Αγαμεμνων
Αγ.
Αγ.
701
Πηλεύς · Πηλεὺς δ’ἔσχε Νηρέως κόρην.
Κλυταιμηστρα
Κλ.
Κλ.
702
θεοῦ διδόντος, βίᾳ θεῶν λαβών;
Αγαμεμνων
Αγ.
Αγ.
703
Ζεὺς ἠγγύησε καὶ δίδωσ’ κύριος.
Κλυταιμηστρα
Κλ.
Κλ.
704
γαμεῖ δὲ ποῦ νιν; κατ’οἶδμα πόντιον;
Αγαμεμνων
Αγ.
Αγ.
705
χείρων ἵν’οἰκεῖ σεμνὰ Πηλίου βάθρα.
Κλυταιμηστρα
Κλ.
Κλ.
706
οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος;
Αγαμεμνων
Αγ.
Αγ.
707
ἐνταῦθ’ἔδαισαν Πηλέως γάμους θεοί.
Κλυταιμηστρα
Κλ.
Κλ.
708
Θέτις δ’ἔθρεψεν πατὴρ Ἀχιλλέα;
Αγαμεμνων
Αγ.
Αγ.
709
χείρων, ἵν’ἤθη μὴ μάθοι κακῶν βροτῶν.
Κλυταιμηστρα
Κλ.
Κλ.
710
φεῦ ·
711
σοφός γ’ θρέψας χὡ διδοὺς σοφώτερος.
Αγαμεμνων
Αγ.
Αγ.
712
τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις.
Κλυταιμηστρα
Κλ.
Κλ.
713
οὐ μεμπτός. οἰκεῖ δ’ἄστυ ποῖον Ἑλλάδος;
Αγαμεμνων
Αγ.
Αγ.
714
Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.
Κλυταιμηστρα
Κλ.
Κλ.
715
ἐκεῖσ’ἀπάξει σὴν ἐμήντε παρθένον;
Αγαμεμνων
Αγ.
Αγ.
715
κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ.
Κλυταιμηστρα
Κλ.
Κλ.
716
ἀλλ’εὐτυχοίτην. τίνι δ’ἐν ἡμέρᾳ γαμεῖ;
Αγαμεμνων
Αγ.
Αγ.
717
ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος.
Κλυταιμηστρα
Κλ.
Κλ.
718
προτέλεια δ’ἤδη παιδὸς ἔσφαξας θεᾷ;
Αγαμεμνων
Αγ.
Αγ.
719
μέλλω · ’πὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ.
Κλυταιμηστρα
Κλ.
Κλ.
720
κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον;
Αγαμεμνων
Αγ.
Αγ.
721
θύσας γε θύμαθ’ ἐμὲ χρὴ θῦσαι θεοῖς.
Κλυταιμηστρα
Κλ.
Κλ.
722
ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν;
Αγαμεμνων
Αγ.
Αγ.
723
ἐνθάδε παρ’εὐπρύμνοισιν Ἀργείων πλάταις.
Κλυταιμηστρα
Κλ.
Κλ.
724
καλῶς ἀναγκαίωςτε · συνενέγκοι δ’ὅμως.
Αγαμεμνων
Αγ.
Αγ.
725
οἶσθ’οὖν δρᾶσον, γύναι; πιθοῦ δέ μοι.
Κλυταιμηστρα
Κλ.
Κλ.
726
τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν.
Αγαμεμνων
Αγ.
Αγ.
727
ἡμεῖς μὲν ἐνθάδ’, οὗπέρ ἐσθ’ νυμφίος […]
Κλυταιμηστρα
Κλ.
Κλ.
728
μητρὸς τί χωρὶς δράσεθ’, ἐμὲ δρᾶν χρεών;
Αγαμεμνων
Αγ.
Αγ.
729
ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα.
Κλυταιμηστρα
Κλ.
Κλ.
730
ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν;
Αγαμεμνων
Αγ.
Αγ.
731
χώρει πρὸς Ἄργος παρθένουςτε τημέλει.
Κλυταιμηστρα
Κλ.
Κλ.
732
λιποῦσα παῖδα; τίς δ’ἀνασχήσει φλόγα;
Αγαμεμνων
Αγ.
Αγ.
733
ἐγὼ παρέξω φῶς νυμφίοις πρέπει.
Κλυταιμηστρα
Κλ.
Κλ.
734
οὐχ νόμος οὗτος οὐ δὲ φαῦλ’ἡγητέα.
Αγαμεμνων
Αγ.
Αγ.
735
οὐ καλὸν ἐν ὄχλῳ σ’ἐξομιλεῖσθαι στρατοῦ.
Κλυταιμηστρα
Κλ.
Κλ.
736
καλὸν τεκοῦσαν τἀμά μ’ἐκδοῦναι τέκνα.
Αγαμεμνων
Αγ.
Αγ.
737
καὶ τάς γ’ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας.
Κλυταιμηστρα
Κλ.
Κλ.
738
ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς.
Αγαμεμνων
Αγ.
Αγ.
739
πιθοῦ.
Κλυταιμηστρα
Κλ.
Κλ.
739b
μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν.
740
ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δ’ἐγώ,
741
Αγαμεμνων
Αγ.
Αγ.
742
οἴμοι · μάτην ᾖξ’, ἐλπίδος δ’ἀπεσφάλην,
743
ἐξ ὀμμάτων δάμαρτ’ἀποστεῖλαι θέλων.
744
σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις
745
τέχνας πορίζω, πανταχῇ νικώμενος.
746
ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳ
747
κοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δ’οὐκ εὐτυχές,
748
ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος.
749
χρὴ δ’ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν
750
γυναῖκα χρηστὴν κἀγαθήν, μὴ τρέφειν.
Χορος
Χο.
Χο.
751
ἥξει δὴ Σιμόεντα καὶ
752
δίνας ἀργυροειδεῖς
753
ἄγυρις Ἑλλάνων στρατιᾶς
754
ἀνάτε ναυσὶν καὶ σὺν ὅπλοις
755
Ἴλιον ἐς τὸ Τροίας
756
Φοιβήιον δάπεδον,
757
τὰν Κασάνδραν ἵν’ἀκούω
758
ῥίπτειν ξανθοὺς πλοκάμους
759
χλωροκόμῳ στεφάνῳ δάφνας
760
κοσμηθεῖσαν, ὅταν θεοῦ
761
μαντόσυνοι πνεύσωσ’ἀνάγκαι.
762
στάσονται δ’ἐπὶ περγάμων
763
Τροίας ἀμφίτε τείχη
764
Τρῶες, ὅταν χάλκασπις Ἄρης
765
πόντιος εὐπρῴροιο πλάτας
766
εἰρεσίᾳ πελάζῃ
767
Σιμουντίοις ὀχετοῖς,
768
τὰν τῶν ἐν αἰθέρι δισσῶν
769
Διοσκούρων Ἑλέναν
770
ἐκ Πριάμου κομίσαι θέλων
771
ἐς γᾶν Ἑλλάδα δοριπόνοις
772
ἀσπίσι καὶ λόγχαις Ἀχαιῶν.
773
πέργαμον δὲ Φρυγῶν πόλιν
774
λαΐνους περὶ πύργους
775
κυκλώσας Ἄρει φονίῳ,
776
λαιμοτόμου κεφαλᾶς
777
σπάσας Πάριν Ἀτρεΐδας,
778
πέρσας κατάκρας πόλιν,
779
θήσει κόρας πολυκλαύτους
780
δάμαρτάτε Πριάμου.
781
δὲ Διὸς Ἑλένα κόρα
782
πολύκλαυτος ἑδεῖται
783
πόσιν προλιποῦσα.
784
μήτ’ἐμοὶ
785
μήτ’ἐμοῖσι τέκνων τέκνοις ἐλπὶς ἅδε ποτ’ἔλθοι,
786
οἵαν αἱ πολύχρυσοι
787
Λυδαὶ καὶ Φρυγῶν ἄλοχοι
788
στήσουσι παρ’ἱστοῖς
789
μυθεῦσαι τάδ’ἐς ἀλλήλας ·
790
τίς ἄρα μ’εὐπλοκάμου κόμας
791
ῥῦμα δακρυόεν τανύσας
792
πατρίδος ὀλλυμένας ἀπολωτιεῖ;
793
διὰ σέ, τὰν κύκνου δολιχαύχενος γόνον,
794
εἰ δὴ φάτις ἔτυμος ὡς
795
ἔτυχεν, ὄρνιθι πταμένῳ
797
Διὸς ὅτ’ἠλλάχθη δέμας, εἴτ’
798
ἐν δέλτοις Πιερίσιν
799
μῦθοι τάδ’ἐς ἀνθρώπους
800
ἤνεγκαν παρὰ καιρὸν ἄλλως.
Αχιλλευς
Αχ.
Αχ.
801
ποῦ τῶν Ἀχαιῶν ἐνθάδ’ στρατηλάτης;
802
τίς ἂν φράσειε προσπόλων τὸν Πηλέως
803
ζητοῦντά νιν παῖδ’ἐν πύλαις Ἀχιλλέα;
804
οὐκ ἐξ ἴσου γὰρ μένομεν Εὐρίπου πέλας.
805
οἳ μὲν γὰρ ἡμῶν, ὄντες ἄζυγες γάμων,
806
οἴκους ἐρήμους ἐκλιπόντες ἐνθάδε
807
θάσσουσ’ἐπ’ἀκταῖς, οἳ δ’ἔχοντες εὔνιδας
808
ἄπαιδες · οὕτω δεινὸς ἐμπέπτωκ’ἔρως
809
τῆσδε στρατείας Ἑλλάδ’οὐκ ἄνευ θεῶν.
810
τοὐμὸν μὲν οὖν δίκαιον ἐμὲ λέγειν χρεών,
811
ἄλλος δ’ χρῄζων αὐτὸς ὑπὲρ αὑτοῦ φράσει.
812
γῆν γὰρ λιπὼν Φάρσαλον ἠδὲ Πηλέα
813
μένω ’πὶ λεπταῖς ταισίδ’Εὐρίπου πνοαῖς,
814
Μυρμιδόνας ἴσχων · οἳ δ’ἀεὶ προσκείμενοι
815
λέγουσ’· Ἀχιλλεῦ, τί μένομεν; πόσον χρόνον
816
ἔτ’ἐκμετρῆσαι χρὴ πρὸς Ἰλίου στόλον;
817
δρᾶ γ’, εἴ τι δράσεις, ἄπαγ’οἴκαδε στρατόν,
818
τὰ τῶν Ἀτρειδῶν μὴ μένων μελλήματα.
Κλυταιμηστρα
Κλ.
Κλ.
819
παῖ θεᾶς Νηρῇδος, ἔνδοθεν λόγων
820
τῶν σῶν ἀκούσασ’ἐξέβην πρὸ δωμάτων.
Αχιλλευς
Αχ.
Αχ.
821
πότνι’αἰδώς, τήνδε τίνα λεύσσω ποτὲ
822
γυναῖκα, μορφὴν εὐπρεπῆ κεκτημένην;
Κλυταιμηστρα
Κλ.
Κλ.
823
οὐ θαῦμά σ’ἡμᾶς ἀγνοεῖν, οἷς μὴ πάρος
824
προσῆκες · αἰνῶ δ’ὅτι σέβεις τὸ σωφρονεῖν.
Αχιλλευς
Αχ.
Αχ.
825
τίς δ’εἶ; τί δ’ἦλθες Δαναϊδῶν ἐς σύλλογον,
826
γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφραγμένους;
Κλυταιμηστρα
Κλ.
Κλ.
827
Λήδας μέν εἰμι παῖς, Κλυταιμήστρα δέ μοι
828
ὄνομα, πόσις δέ μοὐστὶν Ἀγαμέμνων ἄναξ.
Αχιλλευς
Αχ.
Αχ.
829
καλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια.
830
αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους.
Κλυταιμηστρα
Κλ.
Κλ.
831
μεῖνον τί φεύγεις; δεξιάντ’ἐμῇ χερὶ
832
σύναψον, ἀρχὴν μακαρίαν νυμφευμάτων.
Αχιλλευς
Αχ.
Αχ.
833
τί φῄς; ἐγώ σοι δεξιάν; αἰδοίμεθ’ἂν
834
Ἀγαμέμνον’, εἰ ψαύοιμεν ὧν μή μοι θέμις.
Κλυταιμηστρα
Κλ.
Κλ.
835
θέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖς
836
παῖδ’, θεᾶς παῖ ποντίας Νηρηίδος.
Αχιλλευς
Αχ.
Αχ.
837
ποίους γάμους φῄς; ἀφασία μ’ἔχει, γύναι ·
838
εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον;
Κλυταιμηστρα
Κλ.
Κλ.
839
πᾶσιν τόδ’ἐμπέφυκεν, αἰδεῖσθαι φίλους
840
καινοὺς ὁρῶσι καὶ γάμου μεμνημένοις.
Αχιλλευς
Αχ.
Αχ.
841
οὐπώποτ’ἐμνήστευσα παῖδα σήν, γύναι,
842
οὐ δ’ἐξ Ἀτρειδῶν ἦλθέ μοι λόγος γάμων.
Κλυταιμηστρα
Κλ.
Κλ.
843
τί δῆτ’ἂν εἴη; σὺ πάλιν αὖ λόγους ἐμοὺς
844
θαύμαζ’· ἐμοὶ γὰρ θαύματ’ἐστὶ τὰ παρὰ σοῦ.
Αχιλλευς
Αχ.
Αχ.
845
εἴκαζε · κοινόν ἐστιν εἰκάζειν τάδε ·
846
ἄμφω γὰρ οὐ ψευδόμεθα τοῖς λόγοις ἴσως.
Κλυταιμηστρα
Κλ.
Κλ.
847
ἀλλ’ πέπονθα δεινά; μνηστεύω γάμους
848
οὐκ ὄντας, ὡς εἴξασιν · αἰδοῦμαι τάδε.
Αχιλλευς
Αχ.
Αχ.
849
ἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις.
850
ἀλλ’ἀμελίᾳ δὸς αὐτὰ καὶ φαύλως φέρε.
Κλυταιμηστρα
Κλ.
Κλ.
851
χαῖρ’· οὐ γὰρ ὀρθοῖς ὄμμασίν σ’ἔτ’εἰσορῶ,
852
ψευδὴς γενομένη καὶ παθοῦσ’ἀνάξια.
Αχιλλευς
Αχ.
Αχ.
853
καὶ σοὶ τόδ’ἐστὶν ἐξ ἐμοῦ · πόσιν δὲ σὸν
854
στείχω ματεύσων τῶνδε δωμάτων ἔσω.
Πρεσβυτης
Πρ.
Πρ.
855
ξέν’, Αἰακοῦ γένεθλον, μεῖνον · , σέ τοι λέγω,
856
τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην.
Αχιλλευς
Αχ.
Αχ.
857
τίς καλῶν πύλας παροίξας; ὡς τεταρβηκὼς καλεῖ.
Πρεσβυτης
Πρ.
Πρ.
858
δοῦλος, οὐχ ἁβρύνομαι τῷδ’· τύχη γὰρ οὐκ ἐᾷ.
Αχιλλευς
Αχ.
Αχ.
859
τίνος; ἐμὸς μὲν οὐχί · χωρὶς τἀμὰ καὶ Ἀγαμέμνονος.
Πρεσβυτης
Πρ.
Πρ.
860
τῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός.
Αχιλλευς
Αχ.
Αχ.
861
ἕσταμεν · φράζ’, εἴ τι χρῄζεις, ὧν μ’ἐπέσχες οὕνεκα.
Πρεσβυτης
Πρ.
Πρ.
862
μόνω παρόντε δῆτα ταῖσδ’ἐφέστατον πύλαις;
Αχιλλευς
Αχ.
Αχ.
863
ὡς μόνοιν λέγοις ἄν, ἔξω δ’ἐλθὲ βασιλείων δόμων.
Πρεσβυτης
Πρ.
Πρ.
864
Τύχη πρόνοιάθ’ἡμή, σῴσαθ’οὓς ἐγὼ θέλω.
Αχιλλευς
Αχ.
Αχ.
865
λόγος ἐς μέλλοντ’ ἂν ὤση χρόνον · ἔχει δ’ὄγκον τινά.
Κλυταιμηστρα
Κλ.
Κλ.
866
δεξιᾶς ἕκατι μὴ μέλλ’, εἴ τί μοι χρῄζεις λέγειν.
Πρεσβυτης
Πρ.
Πρ.
867
οἶσθα δῆτ’ἔμ’, ὅστις ὢν σοὶ καὶ τέκνοις εὔνους ἔφυν;
Κλυταιμηστρα
Κλ.
Κλ.
868
οἶδά σ’ὄντ’ἐγὼ παλαιὸν δωμάτων ἐμῶν λάτριν.
Πρεσβυτης
Πρ.
Πρ.
869
χὥτι μ’ἐν ταῖς σαῖσι φερναῖς ἔλαβεν Ἀγαμέμνων ἄναξ;
Κλυταιμηστρα
Κλ.
Κλ.
870
ἦλθες εἰς Ἄργος μεθ’ἡμῶν καὶ ἐμὸς ἦσθ’ἀεί ποτε.
Πρεσβυτης
Πρ.
Πρ.
871
ὧδ’ἔχει. καὶ σοὶ μὲν εὔνους εἰμί, σῷ δ’ἧσσον πόσει.
Κλυταιμηστρα
Κλ.
Κλ.
872
ἐκκάλυπτε νῦν ποθ’ἡμῖν οὕστινας λέγεις λόγους.
Πρεσβυτης
Πρ.
Πρ.
873
παῖδα σὴν πατὴρ φύσας αὐτόχειρ μέλλει κτενεῖν.
Κλυταιμηστρα
Κλ.
Κλ.
874
πῶς; ἀπέπτυσ’, γεραιέ, μῦθον · οὐ γὰρ εὖ φρονεῖς.
Πρεσβυτης
Πρ.
Πρ.
875
φασγάνῳ λευκὴν φονεύων τῆς ταλαιπώρου δέρην.
Κλυταιμηστρα
Κλ.
Κλ.
876
τάλαιν’ἐγώ. μεμηνὼς ἆρα τυγχάνει πόσις;
Πρεσβυτης
Πρ.
Πρ.
877
ἀρτίφρων, πλὴν ἐς σὲ καὶ σὴν παῖδα · τοῦτο δ’οὐ φρονεῖ.
Κλυταιμηστρα
Κλ.
Κλ.
878
ἐκ τίνος λόγου; τίς αὐτὸν οὑπάγων ἀλαστόρων;
Πρεσβυτης
Πρ.
Πρ.
879
θέσφαθ’, ὥς γέ φησι Κάλχας, ἵνα πορεύηται στρατός.
Κλυταιμηστρα
Κλ.
Κλ.
880
ποῖ; τάλαιν’ἐγώ, τάλαινα δ’ἣν πατὴρ μέλλει κτενεῖν.
Πρεσβυτης
Πρ.
Πρ.
881
Δαρδάνου πρὸς δώμαθ’, Ἑλένην Μενέλεως ὅπως λάβῃ.
Κλυταιμηστρα
Κλ.
Κλ.
882
εἰς ἄρ’Ἰφιγένειαν Ἑλένης νόστος ἦν πεπρωμένος;
Πρεσβυτης
Πρ.
Πρ.
883
πάντ’ἔχεις · Ἀρτέμιδι θύσειν παῖδα σὴν μέλλει πατήρ.
Κλυταιμηστρα
Κλ.
Κλ.
884
δὲ γάμος τίν’εἶχε πρόφασιν, μ’ἐκόμισεν ἐκ δόμων;
Πρεσβυτης
Πρ.
Πρ.
885
ἵν’ἀγάγοις χαίρουσ’Ἀχιλλεῖ παῖδα νυμφεύσουσα σήν.
Κλυταιμηστρα
Κλ.
Κλ.
886
θύγατερ, ἥκεις ἐπ’ὀλέθρῳ καὶ σὺ καὶ μήτηρ σέθεν.
Πρεσβυτης
Πρ.
Πρ.
887
οἰκτρὰ πάσχετον δύ’οὖσαι · δεινὰ δ’Ἀγαμέμνων ἔτλη.
Κλυταιμηστρα
Κλ.
Κλ.
888
οἴχομαι τάλαινα, δακρύωντ’ὄμματ’οὐκέτι στέγω.
Πρεσβυτης
Πρ.
Πρ.
889
εἴπερ ἀλγεινὸν τὸ τέκνων στερόμενον, δακρυρρόει.
Κλυταιμηστρα
Κλ.
Κλ.
890
σὺ δὲ τάδ’, γέρον, πόθεν φῂς εἰδέναι πεπυσμένος;
Πρεσβυτης
Πρ.
Πρ.
891
δέλτον ᾠχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα.
Κλυταιμηστρα
Κλ.
Κλ.
892
οὐκ ἐῶν ξυγκελεύων παῖδ’ἄγειν θανουμένην;
Πρεσβυτης
Πρ.
Πρ.
893
μὴ μὲν οὖν ἄγειν · φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότ’εὖ.
Κλυταιμηστρα
Κλ.
Κλ.
894
κᾆτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν;
Πρεσβυτης
Πρ.
Πρ.
895
Μενέλεως ἀφείλεθ’ἡμᾶς, ὃς κακῶν τῶνδ’αἴτιος.
Κλυταιμηστρα
Κλ.
Κλ.
896
τέκνον Νηρῇδος, παῖ Πηλέως, κλύεις τάδε;
Αχιλλευς
Αχ.
Αχ.
897
ἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δ’ἐμὸν οὐ φαύλως φέρω.
Κλυταιμηστρα
Κλ.
Κλ.
898
παῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις.
Αχιλλευς
Αχ.
Αχ.
899
μέμφομαι κἀγὼ πόσει σῷ, κοὐχ ἁπλῶς οὕτω φέρω.
Κλυταιμηστρα
Κλ.
Κλ.
900
οὐκ ἐπαιδεσθήσομαί γε προσπεσεῖν τὸ σὸν γόνυ,
901
θνητὸς ἐκ θεᾶς γεγῶτα · τί γὰρ ἐγὼ σεμνύνομαι;
902
τίνος σπουδαστέον μοι μᾶλλον τέκνου πέρι;
903
ἀλλ’ἄμυνον, θεᾶς παῖ, τῇτ’ἐμῇ δυσπραξίᾳ
904
τῇτε λεχθείσῃ δάμαρτι σῇ μάτην μέν, ἀλλ’ὅμως.
905
σοὶ καταστέψασ’ἐγώ νιν ἦγον ὡς γαμουμένην,
906
νῦν δ’ἐπὶ σφαγὰς κομίζω · σοὶ δ’ὄνειδος ἵξεται,
907
ὅστις οὐκ ἤμυνας · εἰ γὰρ μὴ γάμοισιν ἐζύγης,
908
ἀλλ’ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις.
909
πρὸς γενειάδος σε, πρός σε δεξιᾶς, πρὸς μητέρος
910
ὄνομα γὰρ τὸ σόν μ’ἀπώλεσ’, σ’ἀμυναθεῖν χρεών
911
οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον τὸ σὸν γόνυ ·
912
οὐ δὲ φίλος οὐδεὶς γελᾷ μοι · τὰ δ’Ἀγαμέμνονος κλύεις,
913
ὠμὰ καὶ πάντολμ’· ἀφῖγμαι δ’, ὥσπερ εἰσορᾷς, γυνὴ
914
ναυτικὸν στράτευμ’ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ […]
915
χρήσιμον δ’, ὅταν θέλωσιν. ἢν δὲ τολμήσῃς σύ μου
916
χεῖρ’ὑπερτεῖναι, σεσῴσμεθ’· εἰ δὲ μή, οὐ σεσῴσμεθα.
Χορος
Χο.
Χο.
917
δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγα
918
πᾶσίντε κοινὸν ὥσθ’ὑπερκάμνειν τέκνων.
Αχιλλευς
Αχ.
Αχ.
919
ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω ·
920
ἐπίσταμαι δὲ τοῖς κακοῖσίτ’ἀσχαλᾶν
921
μετρίωςτε χαίρειν τοῖσιν ἐξωγκωμένοις.
922
λελογισμένοι γὰρ οἱ τοιοίδ’εἰσὶν βροτῶν
923
ὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα.
924
ἔστιν μὲν οὖν ἵν’ἡδὺ μὴ λίαν φρονεῖν,
925
ἔστιν δὲ χὥπου χρήσιμον γνώμην ἔχειν.
926
ἐγὼ δ’, ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶς
927
Χείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν.
928
καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς,
929
πεισόμεθ’, ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι.
930
ἀλλ’ἐνθάδ’ἐν Τροίᾳτ’ἐλευθέραν φύσιν
931
παρέχων, Ἄρη τὸ κατ’ἐμὲ κοσμήσω δορί.
932
σὲ δ’, σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων,
933
δὴ κατ’ἄνδρα γίγνεται νεανίαν,
934
τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ,
935
κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται,
936
ἐμὴ φατισθεῖσ’· οὐ γὰρ ἐμπλέκειν πλοκὰς
937
ἐγὼ παρέξω σῷ πόσει τοὐμὸν δέμας.
938
τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο,
939
τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δ’αἴτιον
940
πόσις σός. ἁγνὸν δ’οὐκέτ’ἐστὶ σῶμ’ἐμόν,
941
εἰ δι’ἔμ’ὀλεῖται διάτε τοὺς ἐμοὺς γάμους
942
δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος,
943
θαυμαστὰ δ’ὡς ἀνάξι’ἠτιμασμένη.
944
ἐγὼ κάκιστος ἦν ἄρ’Ἀργείων ἀνήρ,
945
ἐγὼ τὸ μηδέν, Μενέλεως δ’ἐν ἀνδράσιν,
946
ὡς οὐχὶ Πηλέως, ἀλλ’ἀλάστορος γεγώς,
947
εἴπερ φονεύει τοὐμὸν ὄνομα σῷ πόσει.
948
μὰ τὸν δι’ὑγρῶν κυμάτων τεθραμμένον
949
Νηρέα, φυτουργὸν Θέτιδος μ’ἐγείνατο,
950
οὐχ ἅψεται σῆς θυγατρὸς Ἀγαμέμνων ἄναξ,
951
οὐ δ’εἰς ἄκραν χεῖρ’, ὥστε προσβαλεῖν πέπλοις ·
952
Σίπυλος ἔσται πόλις, ὅρισμα βαρβάρων,
953
ὅθεν πεφύκασ’οἱ στρατηλάται γένος,
954
Φθίας δὲ τοὔνομ’οὐδαμοῦ κεκλήσεται.
955
πικροὺς δὲ προχύτας χέρνιβάςτ’ἀνάξεται
956
Κάλχας μάντις. τίς δὲ μάντις ἔστ’ἀνήρ,
957
ὃς ὀλίγ’ἀληθῆ, πολλὰ δὲ ψευδῆ λέγει
958
τυχών, ὅταν δὲ μὴ τύχῃ, διοίχεται;
959
οὐ τῶν γάμων ἕκατι μυρίαι κόραι
960
θηρῶσι λέκτρον τοὐμόν εἴρηται τόδε ·
961
ἀλλ’ὕβριν ἐς ἡμᾶς ὕβρισ’Ἀγαμέμνων ἄναξ.
962
χρῆν δ’αὐτὸν αἰτεῖν τοὐμὸν ὄνομ’ἐμοῦ πάρα,
963
θήραμα παιδός · Κλυταιμήστρα δ’ἐμοὶ
964
μάλιστ’ἐπείσθη θυγατέρ’ἐκδοῦναι πόσει.
965
ἔδωκά τἂν Ἕλλησιν, εἰ πρὸς Ἴλιον
966
ἐν τῷδ’ἔκαμνε νόστος · οὐκ ἠρνούμεθ’ἂν
967
τὸ κοινὸν αὔξειν ὧν μέτ’ἐστρατευόμην.
968
νῦν δ’οὐδέν εἰμι, παρὰ δὲ τοῖς στρατηλάταις
969
ἐν εὐμαρεῖ με δρᾶντε καὶ μὴ δρᾶν κακῶς.
970
τάχ’εἴσεται σίδηρος, ὃν πρὶν ἐς Φρύγας
971
ἐλθεῖν, φόνου κηλῖσιν αἵματι χρανῶ,
972
εἴ τίς με τὴν σὴν θυγατέρ’ἐξαιρήσεται.
973
ἀλλ’ἡσύχαζε · θεὸς ἐγὼ πέφηνά σοι
974
μέγιστος, οὐκ ὤν · ἀλλ’ὅμως γενήσομαι.
Χορος
Χο.
Χο.
975
ἔλεξας, παῖ Πηλέως, σοῦτ’ἄξια
976
καὶ τῆς ἐναλίας δαίμονος, σεμνῆς θεοῦ.
Κλυταιμηστρα
Κλ.
Κλ.
977
φεῦ ·
978
πῶς ἄν σ’ἐπαινέσαιμι μὴ λίαν λόγοις,
979
μη δ’ἐνδεὴς τοῦδ’ἀπολέσαιμι τὴν χάριν;
980
αἰνούμενοι γὰρ οἱ ἀγαθοὶ τρόπον τινὰ μισοῦσι τοὺς αἰνοῦντας, ἢν αἰνῶσ’ἄγαν.
981
αἰσχύνομαι δὲ παραφέρουσ’οἰκτροὺς λόγους,
982
ἰδίᾳ νοσοῦσα · σὺ δ’ἄνοσος κακῶν ἐμῶν.
983
ἀλλ’οὖν ἔχει τοι σχῆμα, κἂν ἄπωθεν
984
ἀνὴρ χρηστός, δυστυχοῦντας ὠφελεῖν.
985
οἴκτιρε δ’ἡμᾶς · οἰκτρὰ γὰρ πεπόνθαμεν ·
986
πρῶτα μέν σε γαμβρὸν οἰηθεῖσ’ἔχειν,
987
κενὴν κατέσχον ἐλπίδ’· εἶτά σοι τάχα
988
ὄρνις γένοιτ’ἂν τοῖσι μέλλουσιν γάμοις
989
θανοῦσ’ἐμὴ παῖς, σε φυλάξασθαι χρεών.
990
ἀλλ’εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη ·
991
σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται.
992
βούλῃ νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ;
993
ἀπαρθένευτα μὲν τάδ’· εἰ δέ σοι δοκεῖ,
994
ἥξει, δι’αἰδοῦς ὄμμ’ἔχουσ’ἐλεύθερον.
995
εἰ δ’οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν,
996
μενέτω κατ’οἴκους · σεμνὰ γὰρ σεμνύνεται.
997
ὅμως δ’ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών.
Αχιλλευς
Αχ.
Αχ.
998
σὺ μήτε σὴν παῖδ’ἔξαγ’ὄψιν εἰς ἐμήν,
999
μήτ’εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι ·
1000
στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν,
1001
λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ.
1002
πάντως δέ μ’ἱκετεύοντέθ’ἥξετ’εἰς ἴσον,
1003
εἴτ’ἀνικέτευτος · εἷς ἐμοὶ γάρ ἐστ’ἀγὼν
1004
μέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν.
1005
ὡς ἕν γ’ἀκούσασ’ἴσθι, μὴ ψευδῶς μ’ἐρεῖν ·
1006
ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν,
1007
θάνοιμι · μὴ θάνοιμι δ’, ἢν σῴσω κόρην.
Κλυταιμηστρα
Κλ.
Κλ.
1008
ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν.
Αχιλλευς
Αχ.
Αχ.
1009
ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμ’ἔχῃ καλῶς.
Κλυταιμηστρα
Κλ.
Κλ.
1010
τί τοῦτ’ἔλεξας; ὡς ἀκουστέον γέ σου.
Αχιλλευς
Αχ.
Αχ.
1011
πειθώμεθ’αὖτις πατέρα βέλτιον φρονεῖν.
Κλυταιμηστρα
Κλ.
Κλ.
1012
κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν.
Αχιλλευς
Αχ.
Αχ.
1013
ἀλλ’οἱ λόγοι γε καταπαλαίουσιν λόγους.
Κλυταιμηστρα
Κλ.
Κλ.
1014
ψυχρὰ μὲν ἐλπίς · τι δὲ χρή με δρᾶν φράσον.
Αχιλλευς
Αχ.
Αχ.
1015
ἱκέτευ’ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα ·
1016
ἢν δ’ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον.
1017
γὰρ τὸ χρῇζον ἐπίθετ’, οὐ τοὐμὸν χρεὼν
1018
χωρεῖν · ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν.
1019
κἀγώτ’ἀμείνων πρὸς φίλον γενήσομαι,
1020
στρατόςτ’ἂν οὐ μέμψαιτό μ’, εἰ τὰ πράγματα
1021
λελογισμένως πράσσοιμι μᾶλλον σθένει.
1022
καλῶς δὲ κρανθέντων πρὸς ἡδονὴν φίλοις
1023
σοίτ’ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε.
Κλυταιμηστρα
Κλ.
Κλ.
1024
ὡς σώφρον’εἶπας. δραστέον δ’ σοι δοκεῖ.
1025
ἢν δ’αὖ τι μὴ πράσσωμεν ὧν ἐγὼ θέλω,
1026
ποῦ σ’αὖθις ὀψόμεσθα, ποῦ; χρή μ’ἀθλίαν
1027
ἐλθοῦσαν εὑρεῖν σὴν χέρ’ἐπίκουρον κακῶν;
Αχιλλευς
Αχ.
Αχ.
1028
ἡμεῖς σε φύλακες οὗ χρεὼν φυλάξομεν,
1029
μή τίς σ’ἴδῃ στείχουσαν ἐπτοημένην
1030
Δαναῶν δι’ὄχλου · μη δὲ πατρῷον δόμον
1031
αἴσχυν’· γάρ τοι Τυνδάρεως οὐκ ἄξιος
1032
κακῶς ἀκούειν · ἐν γὰρ Ἕλλησιν μέγας.
Κλυταιμηστρα
Κλ.
Κλ.
1033
ἔστιν τάδ’· ἄρχε · σοί με δουλεύειν χρεών.
1034
εἰ δ’εἰσὶ θεοί, δίκαιος ὢν ἀνὴρ θεῶν
1035
ἐσθλῶν κυρήσεις · εἰ δὲ μή, τί δεῖ πονεῖν;
Χορος
Χο.
Χο.
1036
τίν’ἄρ’Ὑμέναιος διὰ λωτοῦ Λίβυος
1037
μετάτε φιλοχόρου κιθάρας
1038
συρίγγωνθ’ὑπὸ
1039
καλαμοεσσᾶν ἔστασεν ἰαχάν,
1040
ὅτ’ἀνὰ Πήλιον αἱ καλλιπλόκαμοι
1041
δαιτὶ θεῶν ἔνι Πιερίδες
1042
χρυσεοσάνδαλον ἴχνος
1043
ἐν γᾷ κρούουσαι
1044
Πηλέως ἐς γάμον ἦλθον,
1045
μελῳδοῖς Θέτιν ἀχήμασι τόντ’Αἰακίδαν,
1046
Κενταύρων ἐν ὄρεσι κλέουσαι
1047
Πηλιάδα καθ’ὕλαν.
1049
δὲ Δαρδανίδας, Διὸς
1050
λέκτρων τρύφημα φίλον,
1051
χρυσέοισιν ἄφυσσε λοιβὰν
1052
ἐν κρατήρων γυάλοις,
1053
Φρύγιος Γανυμήδης.
1054
παρὰ δὲ λευκοφαῆ ψάμαθον
1055
εἱλισσόμεναι κύκλια
1056
πεντήκοντα κόραι γάμους
1057
Νηρέως ἐχόρευσαν.
1058
ἀνὰ δ’ἐλάταισι στεφανώδειτε χλόᾳ
1059
θίασος ἔμολεν ἱπποβάτας
1060
Κενταύρων ἐπὶ δαῖτα τὰν
1061
θεῶν κρατῆράτε Βάκχου.
1062
μέγα δ’ἀνέκλαγον · Νηρηὶ κόρα,
1063
παῖδα σὲ Θεσσαλίᾳ μέγα φῶς
1064
μάντις φοιβάδα μοῦσαν
1065
εἰδὼς γεννάσειν
1066
Χείρων ἐξονόμαζεν,
1068
ὃς ἥξει χθόνα λογχήρεσι σὺν Μυρμιδόνων
1069
ἀσπισταῖς Πριάμοιο κλεινὰν
1070
γαῖαν ἐκπυρώσων,
1071
περὶ σώματι χρυσέων
1072
ὅπλων Ἡφαιστοπόνων
1073
κεκορυθμένος ἔνδυτ’, ἐκ θεᾶς
1074
ματρὸς δωρήματ’ἔχων
1075
Θέτιδος, νιν ἔτικτεν.
1076
μακάριον τότε δαίμονες
1077
τᾶς εὐπάτριδος γάμον
1078
Νηρῄδων ἔθεσαν πρώτας
1079
Πηλέωςθ’ὑμεναίους.
1080
σὲ δ’ἐπὶ κάρα στέψουσι καλλικόμαν
1081
πλόκαμον Ἀργεῖοι, βαλιὰν
1082
ὥστε πετραίων ἀπ’ἄντρων
1083
ἐλθοῦσαν ὀρέων
1084
μόσχον ἀκήρατον, βρότειον
1085
αἱμάσσοντες λαιμόν · οὐ σύριγγι τραφεῖσαν οὐ δ’
1086
ἐν ῥοιβδήσεσι βουκόλων,
1087
παρὰ δὲ ματέρι νυμφοκόμον
1088
Ἰναχίδαις γάμον.
1089
ποῦ τὸ τᾶς Αἰδοῦς
1090
τὸ τᾶς Ἀρετᾶς ἔχει
1091
σθένειν τι πρόσωπον,
1092
ὁπότε τὸ μὲν ἄσεπτον ἔχει
1093
δύνασιν, δ’Ἀρετὰ
1094
κατόπισθεν θνατοῖς ἀμελεῖται,
1095
Ἀνομία δὲ νόμων κρατεῖ,
1096
καὶ μὴ κοινὸς ἀγὼν βροτοῖς
1097
μή τις θεῶν φθόνος ἔλθῃ;
Κλυταιμηστρα
Κλ.
Κλ.
1098
ἐξῆλθον οἴκων προσκοπουμένη πόσιν,
1099
χρόνιον ἀπόντα κἀκλελοιπότα στέγας.
1100
ἐν δακρύοισι δ’ τάλαινα παῖς ἐμή,
1101
πολλὰς ἱεῖσα μεταβολὰς ὀδυρμάτων,
1102
θάνατον ἀκούσασ’, ὃν πατὴρ βουλεύεται.
1103
μνήμην δ’ἄρ’εἶχον πλησίον βεβηκότος
1104
Ἀγαμέμνονος τοῦδ’, ὃς ἐπὶ τοῖς αὑτοῦ τέκνοις
1105
ἀνόσια πράσσων αὐτίχ’εὑρεθήσεται.
Αγαμεμνων
Αγ.
Αγ.
1106
Λήδας γένεθλον, ἐν καλῷ σ’ἔξω δόμων
1107
ηὕρηχ’, ἵν’εἴπω παρθένου χωρὶς λόγους
1108
οὓς οὐκ ἀκούειν τὰς γαμουμένας πρέπει.
Κλυταιμηστρα
Κλ.
Κλ.
1109
τί δ’ἔστιν, οὗ σοι καιρὸς ἀντιλάζυται;
Αγαμεμνων
Αγ.
Αγ.
1110
ἔκπεμπε παῖδα δωμάτων πατρὸς μέτα ·
1111
ὡς χέρνιβες πάρεισιν εὐτρεπισμέναι,
1112
προχύταιτε βάλλειν πῦρ καθάρσιον χεροῖν,
1113
μόσχοιτε, πρὸ γάμων ἃς θεᾷ πεσεῖν χρεών.
1114
Κλυταιμηστρα
Κλ.
Κλ.
1115
τοῖς ὀνόμασιν μὲν εὖ λέγεις, τὰ δ’ἔργα σου
1116
οὐκ οἶδ’ὅπως χρή μ’ὀνομάσασαν εὖ λέγειν.
1117
χώρει δέ, θύγατερ, ἐκτός οἶσθα γὰρ πατρὸς
1118
πάντως μέλλει χὐπὸ τοῖς πέπλοις ἄγε
1119
λαβοῦσ’Ὀρέστην, σὸν κασίγνητον, τέκνον.
1120
ἰδοὺ πάρεστιν ἥδε πειθαρχοῦσά σοι.
1121
τὰ δ’ἄλλ’ἐγὼ πρὸ τῆσδε κἀμαυτῆς φράσω.
Αγαμεμνων
Αγ.
Αγ.
1122
τέκνον, τί κλαίεις, οὐ δ’ἔθ’ἡδέως ὁρᾷς,
1123
ἐς γῆν δ’ἐρείσασ’ὄμμα πρόσθ’ἔχεις πέπλους;
Κλυταιμηστρα
Κλ.
Κλ.
1124
φεῦ ·
1124b
τίν’ἂν λάβοιμι τῶν ἐμῶν ἀρχὴν κακῶν;
1125
ἅπασι γὰρ πρώτοισι χρήσασθαι πάρα
1126
κἀν ὑστάτοισι κἀν μέσοισι πανταχοῦ.
Αγαμεμνων
Αγ.
Αγ.
1127
τί δ’ἔστιν; ὥς μοι πάντες εἰς ἓν ἥκετε,
1128
σύγχυσιν ἔχοντες καὶ ταραγμὸν ὀμμάτων.
Κλυταιμηστρα
Κλ.
Κλ.
1129
εἴφ’ἃν ἐρωτήσω σε γενναίως, πόσι.
Αγαμεμνων
Αγ.
Αγ.
1130
οὐδὲν κελευσμοῦ δεῖ σ’· ἐρωτᾶσθαι θέλω.
Κλυταιμηστρα
Κλ.
Κλ.
1131
τὴν παῖδα τὴν σὴν τήντ’ἐμὴν μέλλεις κτενεῖν;
Αγαμεμνων
Αγ.
Αγ.
1131b
ἔα ·
1132
τλήμονά γ’ἔλεξας, ὑπονοεῖςθ’ μή σε χρή.
Κλυταιμηστρα
Κλ.
Κλ.
1132b
ἔχ’ἥσυχος.
1133
κἀκεῖνό μοι τὸ πρῶτον ἀπόκριναι πάλιν.
Αγαμεμνων
Αγ.
Αγ.
1134
σὺ δ’, ἤν γ’ἐρωτᾷς εἰκότ’, εἰκότ’ἂν κλύοις.
Κλυταιμηστρα
Κλ.
Κλ.
1135
οὐκ ἄλλ’ἐρωτῶ, καὶ σὺ μὴ λέγ’ἄλλα μοι.
Αγαμεμνων
Αγ.
Αγ.
1136
πότνια μοῖρα καὶ τύχη δαίμωντ’ἐμός.
Κλυταιμηστρα
Κλ.
Κλ.
1137
κἀμός γε καὶ τῆσδ’, εἷς τριῶν δυσδαιμόνων.
Αγαμεμνων
Αγ.
Αγ.
1138
τίν’ἠδίκησαι;
Κλυταιμηστρα
Κλ.
Κλ.
1138b
τοῦτ’ἐμοῦ πεύθῃ πάρα;
1139
νοῦς ὅδ’αὐτὸς νοῦν ἔχων οὐ τυγχάνει.
Αγαμεμνων
Αγ.
Αγ.
1140
ἀπωλόμεσθα. προδέδοται τὰ κρυπτά μου.
Κλυταιμηστρα
Κλ.
Κλ.
1141
πάντ’οἶδα, καὶ πεπύσμεθ’ σὺ μέλλεις με δρᾶν ·
1142
αὐτὸ δὲ τὸ σιγᾶν ὁμολογοῦντός ἐστί σου
1143
καὶ τὸ στενάζειν · πολλὰ μὴ κάμῃς λέγων.
Αγαμεμνων
Αγ.
Αγ.
1144
ἰδοὺ σιωπῶ · τὸ γὰρ ἀναίσχυντον τί δεῖ
1145
ψευδῆ λέγοντα προσλαβεῖν τῇ συμφορᾷ;
Κλυταιμηστρα
Κλ.
Κλ.
1146
ἄκουε δή νυν · ἀνακαλύψω γὰρ λόγους,
1147
κοὐκέτι παρῳδοῖς χρησόμεσθ’αἰνίγμασιν.
1148
πρῶτον μέν, ἵνα σοι πρῶτα τοῦτ’ὀνειδίσω,
1149
ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ,
1150
τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών ·
1151
βρέφοςτε τοὐμὸν σῷ προσούδισας πάλῳ,
1152
μαστῶν βιαίως τῶν ἐμῶν ἀποσπάσας.
1153
καὶ τὼ Διός σε παῖδ’, ἐμὼ δὲ συγγόνω,
1154
ἵπποισι μαρμαίροντ’ἐπεστρατευσάτην ·
1155
πατὴρ δὲ πρέσβυς Τυνδάρεώς σ’ἐρρύσατο
1156
ἱκέτην γενόμενον, τἀμὰ δ’ἔσχες αὖ λέχη.
1157
οὗ σοι καταλλαχθεῖσα περὶ σὲ καὶ δόμους
1158
συμμαρτυρήσεις ὡς ἄμεμπτος γυνή,
1159
ἔςτ’Ἀφροδίτην σωφρονοῦσα καὶ τὸ σὸν
1160
μέλαθρον αὔξουσ’, ὥστε σ’εἰσιόντατε
1161
χαίρειν θύραζέτ’ἐξιόντ’εὐδαιμονεῖν.
1162
σπάνιον δὲ θήρευμ’ἀνδρὶ τοιαύτην λαβεῖν
1163
δάμαρτα · φλαύραν δ’οὐ σπάνις γυναῖκ’ἔχειν.
1164
τίκτω δ’ἐπὶ τρισὶ παρθένοισι παῖδά σοι
1165
τόνδ’, ὧν μιᾶς σὺ τλημόνως μ’ἀποστερεῖς.
1166
κἄν τίς σ’ἔρηται τίνος ἕκατί νιν κτενεῖς,
1167
λέξον, τί φήσεις; ’μὲ χρὴ λέγειν τὰ σά;
1168
Ἑλένην Μενέλεως ἵνα λάβῃ. καλὸν γένος ,
1169
κακῆς γυναικὸς μισθὸν ἀποτεῖσαι τέκνα.
1170
τἄχθιστα τοῖσι φιλτάτοις ὠνούμεθα.
1171
ἄγ’, εἰ στρατεύσῃ καταλιπών μ’ἐν δώμασιν,
1172
κἀκεῖ γενήσῃ διὰ μακρᾶς ἀπουσίας,
1173
τίν’ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς;
1174
ὅταν θρόνους τῆσδ’εἰσίδω πάντας κενούς,
1175
κενοὺς δὲ παρθενῶνας, ἐπὶ δὲ δακρύοις
1176
μόνη κάθωμαι, τήνδε θρηνῳδοῦσ’ἀεί ·
1177
ἀπώλεσέν σ’, τέκνον, φυτεύσας πατήρ,
1178
αὐτὸς κτανών, οὐκ ἄλλος οὐ δ’ἄλλῃ χερί,
1179
τοιόνδε νόστον καταλιπὼν πρὸς τοὺς δόμους.
1180
ἐπεὶ βραχείας προφάσεως ἔδει μόνον,
1181
ἐφ’ σ’ἐγὼ καὶ παῖδες αἱ λελειμμέναι
1182
δεξόμεθα δέξιν ἥν σε δέξασθαι χρεών.
1183
μὴ δῆτα πρὸς θεῶν μήτ’ἀναγκάσῃς ἐμὲ
1184
κακὴν γενέσθαι περὶ σέ, μήτ’αὐτὸς γένῃ.
1185
εἶεν ·
1186
θύσεις δὲ παῖδ’, ἔνθα τίνας εὐχὰς ἐρεῖς;
1187
τί σοι κατεύξῃ τἀγαθόν, σφάζων τέκνον;
1188
νόστον πονηρόν, οἴκοθέν γ’αἰσχρῶς ἰών;
1189
ἀλλ’ἐμὲ δίκαιον ἀγαθὸν εὔχεσθαί τί σοι;
1190
οὔ τἄρ’ἀσυνέτους τοὺς θεοὺς ἡγοίμεθ’ἄν, εἰ τοῖσιν αὐθένταισιν εὖ φρονήσομεν;
1191
ἥκων δ’ἂν Ἄργος προσπέσοις τέκνοισι σοῖς;
1192
ἀλλ’οὐ θέμις σοι. τίς δὲ καὶ προσβλέψεται
1193
παίδων σ’, ἵν’αὐτῶν προσέμενος κτάνῃς τινά;
1194
ταῦτ’ἦλθες ἤδη διὰ λόγων, σκῆπτρά σοι
1195
μόνον διαφέρειν καὶ στρατηλατεῖν μέλει;
1196
ὃν χρῆν δίκαιον λόγον ἐν Ἀργείοις λέγειν ·
1197
βούλεσθ’, Ἀχαιοί, πλεῖν Φρυγῶν ἐπὶ χθόνα;
1198
κλῆρον τίθεσθε παῖδ’ὅτου θανεῖν χρεών.
1199
ἐν ἴσῳ γὰρ ἦν τόδ’, ἀλλὰ μὴ σὲ ἐξαίρετον
1200
σφάγιον παρασχεῖν Δαναΐδαισι παῖδα σήν,
1201
Μενέλεων πρὸ μητρὸς Ἑρμιόνην κτανεῖν,
1202
οὗπερ τὸ πρᾶγμ’ἦν. νῦν δ’ἐγὼ μὲν τὸ σὸν
1203
σῴζουσα λέκτρον παιδὸς ἐστερήσομαι,
1204
δ’ἐξαμαρτοῦσ’, ὑπότροφον νεάνιδα
1205
Σπάρτῃ κομίζουσ’, εὐτυχὴς γενήσεται.
1206
τούτων ἄμειψαί μ’εἴ τι μὴ καλῶς λέγω ·
1207
εἰ δ’εὖ λέλεκται, νῶι μὴ δή γε κτάνῃς
1208
τὴν σήντε κἀμὴν παῖδα, καὶ σώφρων ἔσῃ.
Χορος
Χο.
Χο.
1209
πιθοῦ. τὸ γάρ τοι τέκνα συνσῴζειν καλόν,
1210
Ἀγάμεμνον · οὐδεὶς πρὸς τάδ’ἀντερεῖ βροτῶν.
Ιφιγενεια
Ιφ.
Ιφ.
1211
εἰ μὲν τὸν Ὀρφέως εἶχον, πάτερ, λόγον,
1212
πείθειν ἐπᾴδουσ’, ὥσθ’ὁμαρτεῖν μοι πέτρας,
1213
κηλεῖντε τοῖς λόγοισιν οὓς ἐβουλόμην,
1214
ἐνταῦθ’ἂν ἦλθον · νῦν δέ, τἀπ’ἐμοῦ σοφά,
1215
δάκρυα παρέξω · ταῦτα γὰρ δυναίμεθ’ἄν.
1216
ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν
1217
τὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι,
1218
μή μ’ἀπολέσῃς ἄωρον · ἡδὺ γὰρ τὸ φῶς
1219
βλέπειν · τὰ δ’ὑπὸ γῆς μή μ’ἰδεῖν ἀναγκάσῃς.
1220
πρώτη σ’ἐκάλεσα πατέρα καὶ σὺ παῖδ’ἐμέ ·
1221
πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσ’ἐμὸν
1222
φίλας χάριτας ἔδωκα κἀντεδεξάμην.
1223
λόγος δ’ μὲν σὸς ἦν ὅδ’· ἆρά σ’, τέκνον,
1224
εὐδαίμον’ἀνδρὸς ἐν δόμοισιν ὄψομαι,
1225
ζῶσάντε καὶ θάλλουσαν ἀξίως ἐμοῦ;
1226
οὑμὸς δ’ὅδ’ἦν αὖ περὶ σὸν ἐξαρτωμένης
1227
γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί ·
1228
τί δ’ἆρ’ἐγὼ σέ; πρέσβυν ἆρ’ἐσδέξομαι
1229
ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ,
1230
πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς;
1231
τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω,
1232
σὺ δ’ἐπιλέλησαι, καί μ’ἀποκτεῖναι θέλεις.
1233
μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸς
1234
καὶ τῆσδε μητρός, πρὶν ὠδίνουσ’ἐμὲ
1235
νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει.
1236
τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμων
1237
Ἑλένηςτε; πόθεν ἦλθ’ἐπ’ὀλέθρῳ τὠμῷ, πάτερ;
1238
βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημάτε,
1239
ἵν’ἀλλὰ τοῦτο κατθανοῦσ’ἔχω σέθεν
1240
μνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις.
1241
ἀδελφέ, μικρὸς μὲν σύ γ’ἐπίκουρος φίλοις,
1242
ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς
1243
τὴν σὴν ἀδελφὴν μὴ θανεῖν · αἴσθημά τοι
1244
κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται.
1245
ἰδοὺ σιωπῶν λίσσεταί σ’ὅδ’, πάτερ.
1246
ἀλλ’αἴδεσαί με καὶ κατοίκτιρον βίου.
1247
ναί, πρὸς γενείου σ’ἀντόμεσθα δύο φίλω ·
1248
μὲν νεοσσός ἐστιν, δ’ηὐξημένη.
1249
ἓν συντεμοῦσα πάντα νικήσω λόγον ·
1250
τὸ φῶς τόδ’ἀνθρώποισιν ἥδιστον βλέπειν,
1251
τὰ νέρθε δ’οὐδέν · μαίνεται δ’ὃς εὔχεται
1252
θανεῖν. κακῶς ζῆν κρεῖσσον καλῶς θανεῖν.
Χορος
Χο.
Χο.
1253
τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους
1254
ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας.
Αγαμεμνων
Αγ.
Αγ.
1255
ἐγὼ τάτ’οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή,
1256
φιλῶτ’ἐμαυτοῦ τέκνα · μαινοίμην γὰρ ἄν.
1257
δεινῶς δ’ἔχει μοι ταῦτα τολμῆσαι, γύναι,
1258
δεινῶς δὲ καὶ μή · τοῦτο γὰρ πρᾶξαί με δεῖ.
1259
ὁρᾶθ’ὅσον στράτευμα ναύφρακτον τόδε,
1260
χαλκέωνθ’ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι,
1261
οἷς νόστος οὐκ ἔστ’Ἰλίου πύργους ἔπι,
1262
εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει,
1263
οὐ δ’ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον.
1264
μέμηνε δ’Ἀφροδίτη τις Ἑλλήνων στρατῷ
1265
πλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα,
1266
παῦσαίτε λέκτρων ἁρπαγὰς Ἑλληνικῶν ·
1267
οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μου
1268
ὑμᾶςτε κἀμέ, θέσφατ’εἰ λύσω θεᾶς.
1269
οὐ Μενέλεώς με καταδεδούλωται, τέκνον,
1270
οὐ δ’ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα,
1271
ἀλλ’Ἑλλάς, δεῖ, κἂν θέλω κἂν μὴ θέλω,
1272
θῦσαί σε · τούτου δ’ἥσσονες καθέσταμεν.
1273
ἐλευθέραν γὰρ δεῖ νιν ὅσον ἐν σοί, τέκνον,
1274
κἀμοὶ γενέσθαι, μη δὲ βαρβάροις ὕπο
1275
Ἕλληνας ὄντας λέκτρα συλᾶσθαι βίᾳ.
Κλυταιμηστρα
Κλ.
Κλ.
1276
τέκνον, ξέναι,
1277
οἲ ’γὼ θανάτου τοῦ σοῦ μελέα.
1278
φεύγει σε πατὴρ Ἅιδῃ παραδούς.
Ιφιγενεια
Ιφ.
Ιφ.
1279
οἲ ’γώ, μᾶτερ · ταὐτὸν τόδε γὰρ
1280
μέλος εἰς ἄμφω πέπτωκε τύχης,
1281
κοὐκέτι μοι φῶς
1282
οὐ δ’ἀελίου τόδε φέγγος.
1283
ἰὼ ἰώ.
1284
νιφόβολον Φρυγῶν νάπος Ἴδαςτ’ὄρεα,
1285
Πρίαμος ὅθι ποτὲ βρέφος ἁπαλὸν ἔβαλε
1286
ματέρος ἀποπρὸ νοσφίσας ἐπὶ μόρῳ
1289
θανατόεντι Πάριν, ὃς Ἰδαῖος
1290
Ἰδαῖος ἐλέγετ’ἐλέγετ’ἐν Φρυγῶν πόλει,
1291
μή ποτ’ὤφελες τὸν ἀμφὶ
1292
βουσὶ βουκόλον τραφέντ’
1293
Ἀλέξανδρον οἰκίσαι
1294
ἀμφὶ τὸ λευκὸν ὕδωρ, ὅθι κρῆναι
1295
Νυμφᾶν κεῖνται
1296
λειμώντ’ἔρνεσι θάλλων
1297
χλωροῖς καὶ ῥοδόεντ’
1299
ἄνθε’ὑακίνθινάτε θεαῖς δρέπειν · ἔνθα ποτὲ
1300
Παλλὰς ἔμολε καὶ δολιόφρων Κύπρις
1302
Ἥραθ’Ἑρμᾶςθ’, Διὸς ἄγγελος,
1304
μὲν ἐπὶ πόθῳ τρυφῶσα
1305
Κύπρις, δὲ δορὶ Παλλάς,
1306
Ἥρατε Διὸς ἄνακτος
1307
εὐναῖσι βασιλίσιν,
1308
κρίσιν ἐπὶ στυγνὰν ἔριντε
1309
καλλονᾶς, ἐμοὶ δὲ θάνατον
1310
ὄνομα μὲν φέροντα
1311
Δαναΐδαισιν, κόραι, πρόθυμα δ’
1312
ἔλαβεν Ἄρτεμις πρὸς Ἴλιον.
1313
δὲ τεκών με τὰν τάλαιναν,
1314
μᾶτερ μᾶτερ,
1315
οἴχεται προδοὺς ἔρημον. δυστάλαιν’ἐγώ, πικρὰν
1316
πικρὰν ἰδοῦσα δυσελέναν,
1317
φονεύομαι διόλλυμαι
1318
σφαγαῖσιν ἀνοσίοισιν ἀνοσίου πατρός.
1319
μή μοι ναῶν χαλκεμβολάδων
1320
πρύμνας Αὐλὶς δέξασθαι
1321
τούσδ’εἰς ὅρμους
1322
ὤφελεν ἐλάταν πομπαίαν,
1323
μη δ’ἀνταίαν Εὐρίπῳ
1324
πνεῦσαι πομπὰν Ζεύς, μειλίσσων
1325
αὔραν ἄλλοις ἄλλαν θνατῶν
1326
λαίφεσι χαίρειν,
1327
τοῖσι δὲ λύπαν, τοῖσι δ’ἀνάγκαν,
1328
τοῖς δ’ἐξορμᾶν, τοῖς δὲ στέλλειν,
1329
τοῖσι δὲ μέλλειν.
1330
πολύμοχθον ἄρ’ἦν γένος, πολύμοχθον
1331
ἁμερίων, τὸ χρεὼν δέ τι δύσποτμον
1332
ἀνδράσιν ἀνευρεῖν.
1333
ἰὼ ἰώ,
1334
μεγάλα πάθεα, μεγάλα δ’ἄχεα
1335
Δαναΐδαις τιθεῖσα Τυνδαρὶς κόρα.
Χορος
Χο.
Χο.
1336
ἐγὼ μὲν οἰκτίρω σε συμφορᾶς κακῆς
1337
τυχοῦσαν, οἵας μήποτ’ὤφελες τυχεῖν.
Ιφιγενεια
Ιφ.
Ιφ.
1338
τεκοῦσα μῆτερ, ἀνδρῶν ὄχλον εἰσορῶ πέλας.
Κλυταιμηστρα
Κλ.
Κλ.
1339
τόντε τῆς θεᾶς παῖδα, τέκνον, σὺ δεῦρ’ἐλήλυθας.
Ιφιγενεια
Ιφ.
Ιφ.
1340
διαχαλᾶτέ μοι μέλαθρα, δμῶες, ὡς κρύψω δέμας.
Κλυταιμηστρα
Κλ.
Κλ.
1341
τί δὲ τέκνον, φεύγεις;
Ιφιγενεια
Ιφ.
Ιφ.
1341b
Ἀχιλλέα τόνδ’ἰδεῖν αἰσχύνομαι.
Κλυταιμηστρα
Κλ.
Κλ.
1342
ὡς τί δή;
Ιφιγενεια
Ιφ.
Ιφ.
1342b
τὸ δυστυχές μοι τῶν γάμων αἰδῶ φέρει.
Κλυταιμηστρα
Κλ.
Κλ.
1343
οὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα.
1344
ἀλλὰ μίμν’· οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα.
Αχιλλευς
Αχ.
Αχ.
1345
γύναι τάλαινα, Λήδας θύγατερ […]
Κλυταιμηστρα
Κλ.
Κλ.
1345b
οὐ ψευδῆ θροεῖς.
Αχιλλευς
Αχ.
Αχ.
1346
δείν’ἐν Ἀργείοις βοᾶται […]
Κλυταιμηστρα
Κλ.
Κλ.
1346b
τίνα βοήν; σήμαινέ μοι.
Αχιλλευς
Αχ.
Αχ.
1347
ἀμφὶ σῆς παιδός […]
Κλυταιμηστρα
Κλ.
Κλ.
1347b
πονηρὸν εἶπας οἰωνὸν λόγον.
Αχιλλευς
Αχ.
Αχ.
1348
ὡς χρεὼν σφάξαι νιν.
Κλυταιμηστρα
Κλ.
Κλ.
1348b
οὐδεὶς τοῖσδ’ἐναντίον λέγει;
Αχιλλευς
Αχ.
Αχ.
1349
ἐς θόρυβον ἐγώ τι καὐτὸς ἤλυθον […]
Κλυταιμηστρα
Κλ.
Κλ.
1349b
τίν’, ξένε;
Αχιλλευς
Αχ.
Αχ.
1350
σῶμα λευσθῆναι πέτροισι.
Κλυταιμηστρα
Κλ.
Κλ.
1350b
μῶν κόρην σῴζων ἐμήν;
Αχιλλευς
Αχ.
Αχ.
1351
αὐτὸ τοῦτο.
Κλυταιμηστρα
Κλ.
Κλ.
1351b
τίς δ’ἂν ἔτλη σώματος τοῦ σοῦ θιγεῖν;
Αχιλλευς
Αχ.
Αχ.
1352
πάντες Ἕλληνες.
Κλυταιμηστρα
Κλ.
Κλ.
1352b
στρατὸς δὲ Μυρμιδὼν οὔ σοι παρῆν;
Αχιλλευς
Αχ.
Αχ.
1353
πρῶτος ἦν ἐκεῖνος ἐχθρός.
Κλυταιμηστρα
Κλ.
Κλ.
1353b
δι’ἄρ’ὀλώλαμεν, τέκνον.
Αχιλλευς
Αχ.
Αχ.
1354
οἵ με τὸν γάμων ἀπεκάλουν ἥσσονα.
Κλυταιμηστρα
Κλ.
Κλ.
1354b
ἀπεκρίνω δὲ τί;
Αχιλλευς
Αχ.
Αχ.
1355
τὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν […]
Κλυταιμηστρα
Κλ.
Κλ.
1355b
δίκαια γάρ.
Αχιλλευς
Αχ.
Αχ.
1356
ἣν ἐφήμισεν πατήρ μοι.
Κλυταιμηστρα
Κλ.
Κλ.
1356b
καὶ Ἀργόθεν γ’ἐπέμψατο.
Αχιλλευς
Αχ.
Αχ.
1357
ἀλλ’ἐνικώμην κεκραγμοῦ.
Κλυταιμηστρα
Κλ.
Κλ.
1357b
τὸ πολὺ γὰρ δεινὸν κακόν.
Αχιλλευς
Αχ.
Αχ.
1358
ἀλλ’ὅμως ἀρήξομέν σοι.
Κλυταιμηστρα
Κλ.
Κλ.
1358b
καὶ μαχῇ πολλοῖσιν εἷς;
Αχιλλευς
Αχ.
Αχ.
1359
εἰσορᾷς τεύχη φέροντας τούσδε;
Κλυταιμηστρα
Κλ.
Κλ.
1359b
ὄναιο τῶν φρενῶν.
Αχιλλευς
Αχ.
Αχ.
1360
ἀλλ’ὀνησόμεσθα.
Κλυταιμηστρα
Κλ.
Κλ.
1360b
παῖς ἄρ’οὐκέτι σφαγήσεται;
Αχιλλευς
Αχ.
Αχ.
1361
οὔκ, ἐμοῦ γ’ἑκόντος.
Κλυταιμηστρα
Κλ.
Κλ.
1361b
ἥξει δ’ὅστις ἅψεται κόρης;
Αχιλλευς
Αχ.
Αχ.
1362
μυρίοι γ’, ἄξει δ’Ὀδυσσεύς.
Κλυταιμηστρα
Κλ.
Κλ.
1362b
ἆρ’ Σισύφου γόνος;
Αχιλλευς
Αχ.
Αχ.
1363
αὐτὸς οὗτος.
Κλυταιμηστρα
Κλ.
Κλ.
1363b
ἴδια πράσσων, στρατοῦ ταχθεὶς ὕπο;
Αχιλλευς
Αχ.
Αχ.
1364
αἱρεθεὶς ἑκών.
Κλυταιμηστρα
Κλ.
Κλ.
1364b
πονηράν γ’αἵρεσιν, μιαιφονεῖν.
Αχιλλευς
Αχ.
Αχ.
1365
ἀλλ’ἐγὼ σχήσω νιν.
Κλυταιμηστρα
Κλ.
Κλ.
1365b
ἄξει δ’οὐχ ἑκοῦσαν ἁρπάσας;
Αχιλλευς
Αχ.
Αχ.
1366
δηλαδὴ ξανθῆς ἐθείρας.
Κλυταιμηστρα
Κλ.
Κλ.
1366b
ἐμὲ δὲ δρᾶν τί χρὴ τότε;
Αχιλλευς
Αχ.
Αχ.
1367
ἀντέχου θυγατρός.
Κλυταιμηστρα
Κλ.
Κλ.
1367b
ὡς τοῦδ’εἵνεκ’οὐ σφαγήσεται.
Αχιλλευς
Αχ.
Αχ.
1368
ἀλλὰ μὴν ἐς τοῦτό γ’ἥξει.
Ιφιγενεια
Ιφ.
Ιφ.
1368b
μῆτερ, εἰσακούσατε
1369
τῶν ἐμῶν λόγων · μάτην γάρ σ’εἰσορῶ θυμουμένην
1370
σῷ πόσει · τὰ δ’ἀδύναθ’ἡμῖν καρτερεῖν οὐ ῥᾴδιον.
1371
τὸν μὲν οὖν ξένον δίκαιον αἰνέσαι προθυμίας ·
1372
ἀλλὰ καὶ σὲ τοῦθ’ὁρᾶν χρή, μὴ διαβληθῇ στρατῷ,
1373
καὶ πλέον πράξωμεν οὐδέν, ὅδε δὲ συμφορᾶς τύχῃ.
1374
οἷα δ’εἰσῆλθέν μ’, ἄκουσον, μῆτερ, ἐννοουμένην ·
1375
κατθανεῖν μέν μοι δέδοκται · τοῦτο δ’αὐτὸ βούλομαι
1376
εὐκλεῶς πρᾶξαι, παρεῖσά γ’ἐκποδὼν τὸ δυσγενές.
1377
δεῦρο δὴ σκέψαι μεθ’ἡμῶν, μῆτερ, ὡς καλῶς λέγω ·
1378
εἰς ἔμ’Ἑλλὰς μεγίστη πᾶσα νῦν ἀποβλέπει,
1379
κἀν ἐμοὶ πορθμόςτε ναῶν καὶ Φρυγῶν κατασκαφαὶ
1380
τάςτε μελλούσας γυναῖκας, ἤν τι δρῶσι βάρβαροι,
1381
μηκέθ’ἁρπάζειν ἐᾶν τούσδ’ὀλβίας ἐξ Ἑλλάδος,
1382
τὸν Ἑλένης τείσαντας ὄλεθρον, ἣν ἀνήρπασεν Πάρις.
1383
ταῦτα πάντα κατθανοῦσα ῥύσομαι, καί μου κλέος,
1384
Ἑλλάδ’ὡς ἠλευθέρωσα, μακάριον γενήσεται.
1385
καὶ γὰρ οὐ δέ τοί τι λίαν ἐμὲ φιλοψυχεῖν χρεών ·
1386
πᾶσι γάρ μ’Ἕλλησι κοινὸν ἔτεκες, οὐχὶ σοὶ μόνῃ.
1387
ἀλλὰ μυρίοι μὲν ἄνδρες ἀσπίσιν πεφραγμένοι,
1388
μυρίοι δ’ἐρέτμ’ἔχοντες, πατρίδος ἠδικημένης,
1389
δρᾶν τι τολμήσουσιν ἐχθροὺς χὐπὲρ Ἑλλάδος θανεῖν,
1390
δ’ἐμὴ ψυχὴ μί’οὖσα πάντα κωλύσει τάδε;
1391
τί τὸ δίκαιον τοῦτό γε; ἆρ’ἔχοιμ’ἂν ἀντειπεῖν ἔπος;
1392
κἀπ’ἐκεῖν’ἔλθωμεν · οὐ δεῖ τόνδε διὰ μάχης μολεῖν
1393
πᾶσιν Ἀργείοις γυναικὸς εἵνεκ’οὐ δὲ κατθανεῖν.
1394
εἷς γ’ἀνὴρ κρείσσων γυναικῶν μυρίων ὁρᾶν φάος.
1395
εἰ βεβούληται δὲ σῶμα τοὐμὸν Ἄρτεμις λαβεῖν,
1396
ἐμποδὼν γενήσομαι ’γὼ θνητὸς οὖσα τῇ θεῷ;
1397
ἀλλ’ἀμήχανον · δίδωμι σῶμα τοὐμὸν Ἑλλάδι.
1398
θύετ’, ἐκπορθεῖτε Τροίαν. ταῦτα γὰρ μνημεῖά μου
1399
διὰ μακροῦ, καὶ παῖδες οὗτοι καὶ γάμοι καὶ δόξ’ἐμή.
1400
βαρβάρων δ’Ἕλληνας ἄρχειν εἰκός, ἀλλ’οὐ βαρβάρους,
1401
μῆτερ, Ἑλλήνων · τὸ μὲν γὰρ δοῦλον, οἳ δ’ἐλεύθεροι.
Χορος
Χο.
Χο.
1402
τὸ μὲν σόν, νεᾶνι, γενναίως ἔχει ·
1403
τὸ τῆς τύχης δὲ καὶ τὸ τῆς θεοῦ νοσεῖ.
Αχιλλευς
Αχ.
Αχ.
1404
Ἀγαμέμνονος παῖ, μακάριόν μέ τις θεῶν
1405
ἔμελλε θήσειν, εἰ τύχοιμι σῶν γάμων.
1406
ζηλῶ δὲ σοῦ μὲν Ἑλλάδ’, Ἑλλάδος δὲ σέ.
1407
εὖ γὰρ τόδ’εἶπας ἀξίωςτε πατρίδος ·
1408
τὸ θεομαχεῖν γὰρ ἀπολιποῦσ’, σου κρατεῖ,
1409
ἐξελογίσω τὰ χρηστὰ τἀναγκαῖάτε.
1410
μᾶλλον δὲ λέκτρων σῶν πόθος μ’ἐσέρχεται
1411
ἐς τὴν φύσιν βλέψαντα · γενναία γὰρ εἶ.
1412
ὅρα δ’· ἐγὼ γὰρ βούλομαί σ’εὐεργετεῖν
1413
λαβεῖντ’ἐς οἴκους · ἄχθομαίτ’, ἴστω Θέτις,
1414
εἰ μή σε σώσω Δαναΐδαισι διὰ μάχης
1415
ἐλθών. ἄθρησον · θάνατος δεινὸν κακόν.
Ιφιγενεια
Ιφ.
Ιφ.
1416
λέγω τάδ’οὐδὲν οὐδέν’εὐλαβουμένη.
1417
Τυνδαρὶς παῖς διὰ τὸ σῶμ’ἀρκεῖ μάχας
1418
ἀνδρῶν τιθεῖσα καὶ φόνους · σὺ δ’, ξένε,
1419
μὴ θνῇσκε δι’ἐμὲ μη δ’ἀποκτείνῃς τινά,
1420
ἔα δὲ σῷσαί μ’Ἑλλάδ’, ἢν δυνώμεθα.
Αχιλλευς
Αχ.
Αχ.
1421
λῆμ’ἄριστον, οὐκ ἔχω πρὸς τοῦτ’ἔτι
1422
λέγειν, ἐπεί σοι τάδε δοκεῖ · γενναῖα γὰρ
1423
φρονεῖς · τί γὰρ τἀληθὲς οὐκ εἴποι τις ἄν;
1424
ὅμως δ’, ἴσως γὰρ κἂν μεταγνοίης τάδε,
1425
1426
ἐλθὼν τάδ’ὅπλα θήσομαι βωμοῦ πέλας,
1427
ὡς οὐκ ἐάσων σ’ἀλλὰ κωλύσων θανεῖν.
1428
χρήσῃ δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα,
1429
ὅταν πέλας σῆς φάσγανον δέρης ἴδῃς.
1430
οὔκουν ἐάσω σ’ἀφροσύνῃ τῇ σῇ θανεῖν ·
1431
ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶς
1432
καραδοκήσω σὴν ἐκεῖ παρουσίαν.
Ιφιγενεια
Ιφ.
Ιφ.
1433
μῆτερ, τί σιγῇ δακρύοις τέγγεις κόρας;
Κλυταιμηστρα
Κλ.
Κλ.
1434
ἔχω τάλαινα πρόφασιν ὥστ’ἀλγεῖν φρένα.
Ιφιγενεια
Ιφ.
Ιφ.
1435
παῦσαι · ’μὲ μὴ κάκιζε · τάδε δέ μοι πιθοῦ.
Κλυταιμηστρα
Κλ.
Κλ.
1436
λέγ’· ὡς παρ’ἡμῶν οὐδὲν ἀδικήσῃ, τέκνον.
Ιφιγενεια
Ιφ.
Ιφ.
1437
μήτ’οὖν γε τὸν σὸν πλόκαμον ἐκτέμῃς τριχός,
1438
μήτ’ἀμφὶ σῶμα μέλανας ἀμπίσχῃ πέπλους.
Κλυταιμηστρα
Κλ.
Κλ.
1439
τί δὴ τόδ’εἶπας, τέκνον; ἀπολέσασά σε;
Ιφιγενεια
Ιφ.
Ιφ.
1440
οὐ σύ γε · σέσῳσμαι, κατ’ἐμὲ δ’εὐκλεὴς ἔσῃ.
Κλυταιμηστρα
Κλ.
Κλ.
1441
πῶς εἶπας; οὐ πενθεῖν με σὴν ψυχὴν χρεών;
Ιφιγενεια
Ιφ.
Ιφ.
1442
ἥκιστ’, ἐπεί μοι τύμβος οὐ χωσθήσεται.
Κλυταιμηστρα
Κλ.
Κλ.
1443
τί δαί; τὸ θνῄσκειν, οὐ τάφος, νομίζεται.
Ιφιγενεια
Ιφ.
Ιφ.
1444
βωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης.
Κλυταιμηστρα
Κλ.
Κλ.
1445
ἀλλ’, τέκνον, σοὶ πείσομαι · λέγεις γὰρ εὖ.
Ιφιγενεια
Ιφ.
Ιφ.
1446
ὡς εὐτυχοῦσά γ’Ἑλλάδοςτ’εὐεργέτις.
Κλυταιμηστρα
Κλ.
Κλ.
1447
τί δὴ κασιγνήταισιν ἀγγελῶ σέθεν;
Ιφιγενεια
Ιφ.
Ιφ.
1448
μη δ’ἀμφὶ κείναις μέλανας ἐξάψῃ πέπλους.
Κλυταιμηστρα
Κλ.
Κλ.
1449
εἴπω δὲ παρὰ σοῦ φίλον ἔπος τι παρθένοις;
Ιφιγενεια
Ιφ.
Ιφ.
1450
χαίρειν γε. Ὀρέστηντ’ἔκτρεφ’ἄνδρα τόνδε μοι.
Κλυταιμηστρα
Κλ.
Κλ.
1451
προσέλκυσαί νιν ὕστατον θεωμένη.
Ιφιγενεια
Ιφ.
Ιφ.
1452
φίλτατ’, ἐπεκούρησας ὅσον εἶχες φίλοις.
Κλυταιμηστρα
Κλ.
Κλ.
1453
ἔσθ’ τι κατ’Ἄργος δρῶσά σοι χάριν φέρω;
Ιφιγενεια
Ιφ.
Ιφ.
1454
πατέρα τὸν ἀμὸν μὴ στύγει, πόσιν γε σόν.
Κλυταιμηστρα
Κλ.
Κλ.
1455
δεινοὺς ἀγῶνας διὰ σὲ δεῖ κεῖνον δραμεῖν.
Ιφιγενεια
Ιφ.
Ιφ.
1456
ἄκων μ’ὑπὲρ γῆς Ἑλλάδος διώλεσεν.
Κλυταιμηστρα
Κλ.
Κλ.
1457
δόλῳ δ’, ἀγεννῶς Ἀτρέωςτ’οὐκ ἀξίως.
Ιφιγενεια
Ιφ.
Ιφ.
1458
τίς μ’εἶσιν ἄξων πρὶν σπαράσσεσθαι κόμης;
Κλυταιμηστρα
Κλ.
Κλ.
1459
ἐγώ, μετά γε σοῦ […]
Ιφιγενεια
Ιφ.
Ιφ.
1459b
μὴ σύ γ’· οὐ καλῶς λέγεις.
Κλυταιμηστρα
Κλ.
Κλ.
1460
πέπλων ἐχομένη σῶν.
Ιφιγενεια
Ιφ.
Ιφ.
1460b
ἐμοί, μῆτερ, πιθοῦ ·
1461
μέν’· ὡς ἐμοίτε σοίτε κάλλιον τόδε.
1462
πατρὸς δ’ὀπαδῶν τῶνδέ τίς με πεμπέτω
1463
Ἀρτέμιδος ἐς λειμῶν’, ὅπου σφαγήσομαι.
Κλυταιμηστρα
Κλ.
Κλ.
1464
τέκνον, οἴχῃ;
Ιφιγενεια
Ιφ.
Ιφ.
1464b
καὶ πάλιν γ’οὐ μὴ μόλω.
Κλυταιμηστρα
Κλ.
Κλ.
1465
λιποῦσα μητέρα;
Ιφιγενεια
Ιφ.
Ιφ.
1465b
ὡς ὁρᾷς γ’, οὐκ ἀξίως.
Κλυταιμηστρα
Κλ.
Κλ.
1466
σχές, μή με προλίπῃς.
Ιφιγενεια
Ιφ.
Ιφ.
1466b
οὐκ ἐῶ στάζειν δάκρυ.
1467
ὑμεῖς δ’ἐπευφημήσατ’, νεάνιδες,
1468
παιᾶνα τἠμῇ συμφορᾷ Διὸς κόρην
1469
Ἄρτεμιν · ἴτω δὲ Δαναΐδαις εὐφημία.
1470
κανᾶ δ’ἐναρχέσθω τις, αἰθέσθω δὲ πῦρ
1471
προχύταις καθαρσίοισι, καὶ πατὴρ ἐμὸς
1472
ἐνδεξιούσθω βωμόν · ὡς σωτηρίαν
1473
Ἕλλησι δώσουσ’ἔρχομαι νικηφόρον.
1475
ἄγετέ με τὰν Ἰλίου
1476
καὶ Φρυγῶν ἑλέπτολιν.
1477
στέφεα περίβολα δίδοτε, φέρετε
1478
πλόκαμος ὅδε καταστέφειν
1479
χερνίβωντε παγάς.
1480
ἑλίσσετ’ἀμφὶ ναὸν
1481
ἀμφὶ βωμὸν Ἄρτεμιν,
1482
τὰν ἄνασσαν Ἄρτεμιν,
1483
τὰν μάκαιραν · ὡς ἐμοῖσιν, εἰ χρεών,
1485
αἵμασι θύμασί
1486
θέσφατ’ἐξαλείψω.
1487
πότνια πότνια μᾶτερ, οὐ δάκρυά γέ σοι
1489
δώσομεν ἁμέτερα ·
1490
παρ’ἱεροῖς γὰρ οὐ πρέπει.
1491
ἰὼ ἰὼ νεάνιδες,
1492
συνεπαείδετ’Ἄρτεμιν
1493
Χαλκίδος ἀντίπορον,
1495
ἵνατε δόρατα μέμονε δάϊ’
1496
ὄνομα δι’ἐμὸν Αὐλίδος
1497
στενοπόροις ἐν ὅρμοις.
1498
ἰὼ γᾶ μᾶτερ Πελασγία,
1499
Μυκηναῖαίτ’ἐμαὶ θεράπναι […]
Χορος
Χο.
Χο.
1500
καλεῖς πόλισμα Περσέως,
1501
Κυκλωπίων πόνον χερῶν;
Ιφιγενεια
Ιφ.
Ιφ.
1502
ἐθρέψαθ’Ἑλλάδι με φάος ·
1503
θανοῦσα δ’οὐκ ἀναίνομαι.
Χορος
Χο.
Χο.
1504
κλέος γὰρ οὔ σε μὴ λίπῃ.
Ιφιγενεια
Ιφ.
Ιφ.
1505
ἰὼ ἰώ.
1506
λαμπαδοῦχος ἁμέρα
1507
Διόςτε φέγγος, ἕτερον ἕτερον
1508
αἰῶνα καὶ μοῖραν οἰκήσομεν.
1509
χαῖρέ μοι, φίλον φάος.
Χορος
Χο.
Χο.
1510
ἰὼ ἰώ.
1511
ἴδεσθε τὰν Ἰλίου
1512
καὶ Φρυγῶν ἑλέπτολιν
1513
στείχουσαν, ἐπὶ κάρα στέφη
1514
βαλουμέναν χερνίβωντε παγάς,
1515
βωμόν γε δαίμονος θεᾶς ῥανίσιν αἱματορρύτοις
1516
χρανοῦσαν εὐφυῆτε σώματος δέρην
1517
εὔδροσοι παγαὶ
1518
πατρῷαι μένουσι χέρνιβέςτέ σε
1519
στρατόςτ’Ἀχαιῶν θέλων
1520
Ἰλίου πόλιν μολεῖν.
1521
ἀλλὰ τὰν Διὸς κόραν
1522
κλῄσωμεν Ἄρτεμιν,
1523
θεῶν ἄνασσαν, ὡς ἐπ’εὐτυχεῖ πότμῳ.
1524
πότνια, πότνια, θύμασιν βροτησίοις
1525
χαρεῖσα, πέμψον ἐς Φρυγῶν
1526
γαῖαν Ἑλλάνων στρατὸν
1527
καὶ δολόεντα Τροίας ἕδη,
1528
Ἀγαμέμνονάτε λόγχαις
1529
Ἑλλάδι κλεινότατον στέφανον
1530
δὸς ἀμφὶ κάρα ἑὸν
1531
κλέος ἀείμνηστον ἀμφιθεῖναι.
Αγγελος
Αγ.
Αγ.
1532
Τυνδαρεία παῖ, Κλυταιμήστρα, δόμων
1533
ἔξω πέρασον, ὡς κλύῃς ἐμῶν λόγων.
Κλυταιμηστρα
Κλ.
Κλ.
1534
φθογγῆς κλύουσα δεῦρο σῆς ἀφικόμην,
1535
ταρβοῦσα τλήμων κἀκπεπληγμένη φόβῳ ·
1536
μή μοί τιν’ἄλλην ξυμφορὰν ἥκεις φέρων
1537
πρὸς τῇ παρούσῃ;
Αγγελος
Αγ.
Αγ.
1537b
σῆς μὲν οὖν παιδὸς πέρι
1538
θαυμαστά σοι καὶ δεινὰ σημῆναι θέλω.
Κλυταιμηστρα
Κλ.
Κλ.
1539
μὴ μέλλε τοίνυν, ἀλλὰ φράζ’ὅσον τάχος.
Αγγελος
Αγ.
Αγ.
1540
ἀλλ’, φίλη δέσποινα, πᾶν πεύσῃ σαφῶς.
1541
λέξω δ’ἀπ’ἀρχῆς, ἤν τι μὴ σφαλεῖσά μου
1542
γνώμη ταράξῃ γλῶσσαν ἐν λόγοις ἐμήν.
1543
ἐπεὶ γὰρ ἱκόμεσθα τῆς Διὸς κόρης
1544
Ἀρτέμιδος ἄλσος λείμακάςτ’ἀνθεσφόρους,
1545
ἵν’ἦν Ἀχαιῶν σύλλογος στρατεύματος,
1546
σὴν παῖδ’ἄγοντες, εὐθὺς Ἀργείων ὄχλος
1547
ἠθροίζεθ’. ὡς δ’ἐσεῖδεν Ἀγαμέμνων ἄναξ
1548
ἐπὶ σφαγὰς στείχουσαν εἰς ἄλσος κόρην,
1549
ἀνεστέναξε, κἄμπαλιν στρέψας κάρα
1550
δάκρυε, πρόσθεν ὀμμάτων πέπλον προθείς.
1551
δὲ σταθεῖσα τῷ τεκόντι πλησίον
1552
ἔλεξε τοιάδ’· πάτερ, πάρειμί σοι ·
1553
τοὐμὸν δὲ σῶμα τῆς ἐμῆς ὑπὲρ πάτρας
1554
καὶ τῆς ἁπάσης Ἑλλάδος γαίας ὕπερ
1555
θῦσαι δίδωμ’ἑκοῦσα πρὸς βωμὸν θεᾶς
1556
ἄγοντας, εἴπερ ἐστὶ θέσφατον τόδε.
1557
καὶ τοὐπ’ἔμ’εὐτυχεῖτε · καὶ νικηφόρου
1558
δώρου τύχοιτε πατρίδατ’ἐξίκοισθε γῆν.
1559
πρὸς ταῦτα μὴ ψαύσῃ τις Ἀργείων ἐμοῦ ·
1560
σιγῇ παρέξω γὰρ δέρην εὐκαρδίως.
1561
τοσαῦτ’ἔλεξε · πᾶς δ’ἐθάμβησεν κλύων
1562
εὐψυχίαντε κἀρετὴν τῆς παρθένου.
1563
στὰς δ’ἐν μέσῳ Ταλθύβιος, τόδ’ἦν μέλον,
1564
εὐφημίαν ἀνεῖπε καὶ σιγὴν στρατῷ ·
1565
Κάλχας δ’ μάντις ἐς κανοῦν χρυσήλατον
1566
ἔθηκεν ὀξὺ χειρὶ φάσγανον σπάσας
1567
κολεῶν ἔσωθεν, κρᾶτάτ’ἔστεψεν κόρης.
1568
παῖς δ’ Πηλέως ἐν κύκλῳ βωμὸν θεᾶς
1569
λαβὼν κανοῦν ἔβρεξε χέρνιβάςθ’ὁμοῦ,
1570
ἔλεξε δ’· παῖ Ζηνός, θηροκτόνε,
1571
τὸ λαμπρὸν εἱλίσσουσ’ἐν εὐφρόνῃ φάος,
1572
δέξαι τὸ θῦμα τόδ’ γέ σοι δωρούμεθα
1573
στρατόςτ’Ἀχαιῶν Ἀγαμέμνων ἄναξθ’ὁμοῦ,
1574
ἄχραντον αἷμα καλλιπαρθένου δέρης,
1575
καὶ δὸς γενέσθαι πλοῦν νεῶν ἀπήμονα
1576
Τροίαςτε πέργαμ’ἐξελεῖν ἡμᾶς δορί.
1577
ἐς γῆν δ’Ἀτρεῖδαι πᾶς στρατόςτ’ἔστη βλέπων.
1578
1579
1580
1581
1582
1583
1584
1585
1586
1587
1588
1589
1590
1591
1592
1593
1594
1595
1596
1597
1598
1599
1600
1601
1601b
1602
1603
1604
1605
1606
1607
1608
1609
1610
1611
1612
Χορος
Χο.
Χο.
1613
1614
Κλυταιμηστρα
Κλ.
Κλ.
1615
1616
1617
1618
Χορος
Χο.
Χο.
1619
1620
Αγαμεμνων
Αγ.
Αγ.
1621
1622
1623
1624
1625
1626
Χορος
Χο.
Χο.
1627
1628
1629