Euripides

The Bacchae

Διονυσος
Δι.
Δι.
1
ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα
2
Διόνυσος, ὃν τίκτει ποθ’ Κάδμου κόρη
3
Σεμέλη λοχευθεῖσ’ἀστραπηφόρῳ πυρί ·
4
μορφὴν δ’ἀμείψας ἐκ θεοῦ βροτησίαν
5
πάρειμι Δίρκης νάματ’Ἰσμηνοῦθ’ὕδωρ.
6
ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας
7
τόδ’ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια
8
τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα,
9
ἀθάνατον Ἥρας μητέρ’εἰς ἐμὴν ὕβριν.
10
αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε
11
τίθησι, θυγατρὸς σηκόν · ἀμπέλου δέ νιν
12
πέριξ ἐγὼ ’κάλυψα βοτρυώδει χλόῃ.
13
λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας
14
Φρυγῶντε, Περσῶνθ’ἡλιοβλήτους πλάκας
15
Βάκτριάτε τείχη τήντε δύσχιμον χθόνα
16
Μήδων ἐπελθὼν Ἀραβίαντ’εὐδαίμονα
17
Ἀσίαντε πᾶσαν, παρ’ἁλμυρὰν ἅλα
18
κεῖται μιγάσιν Ἕλλησι βαρβάροιςθ’ὁμοῦ
19
πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις,
20
ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν,
21
τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς
22
τελετάς, ἵν’εἴην ἐμφανὴς δαίμων βροτοῖς.
23
πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδος
24
ἀνωλόλυξα, νεβρίδ’ἐξάψας χροὸς
25
θύρσοντε δοὺς ἐς χεῖρα, κίσσινον βέλος ·
26
ἐπεί μ’ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν,
27
Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός,
28
Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος
29
ἐς Ζῆν’ἀναφέρειν τὴν ἁμαρτίαν λέχους,
30
Κάδμου σοφίσμαθ’, ὧν νιν οὕνεκα κτανεῖν
31
Ζῆν’ἐξεκαυχῶνθ’, ὅτι γάμους ἐψεύσατο.
32
τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησ’ἐγὼ
33
μανίαις, ὄρος δ’οἰκοῦσι παράκοποι φρενῶν ·
34
σκευήντ’ἔχειν ἠνάγκασ’ὀργίων ἐμῶν,
35
καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαι
36
γυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων ·
37
ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναι
38
χλωραῖς ὑπ’ἐλάταις ἀνορόφοις ἧνται πέτραις.
39
δεῖ γὰρ πόλιν τήνδ’ἐκμαθεῖν, κεἰ μὴ θέλει,
40
ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων,
41
Σεμέληςτε μητρὸς ἀπολογήσασθαί μ’ὕπερ
42
φανέντα θνητοῖς δαίμον’ὃν τίκτει Διί.
43
Κάδμος μὲν οὖν γέραςτε καὶ τυραννίδα
44
Πενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι,
45
ὃς θεομαχεῖ τὰ κατ’ἐμὲ καὶ σπονδῶν ἄπο
46
ὠθεῖ μ’, ἐν εὐχαῖςτ’οὐδαμοῦ μνείαν ἔχει.
47
ὧν οὕνεκ’αὐτῷ θεὸς γεγὼς ἐνδείξομαι
48
πᾶσίντε Θηβαίοισιν. ἐς δ’ἄλλην χθόνα,
49
τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα,
50
δεικνὺς ἐμαυτόν · ἢν δὲ Θηβαίων πόλις
51
ὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγειν
52
ζητῇ, ξυνάψω μαινάσι στρατηλατῶν.
53
ὧν οὕνεκ’εἶδος θνητὸν ἀλλάξας ἔχω
54
μορφήντ’ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν.
55
ἀλλ’, λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας,
56
θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρων
57
ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί,
58
αἴρεσθε τἀπιχώρι’ἐν πόλει Φρυγῶν
59
τύμπανα, Ῥέαςτε μητρὸς ἐμάθ’εὑρήματα,
60
βασίλειάτ’ἀμφὶ δώματ’ἐλθοῦσαι τάδε
61
κτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις.
62
ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς
63
ἐλθὼν ἵν’εἰσί, συμμετασχήσω χορῶν.
Χορος
Χο.
Χο.
64
Ἀσίας ἀπὸ γᾶς
65
ἱερὸν Τμῶλον ἀμείψασα θοάζω
66
Βρομίῳ πόνον ἡδὺν κάματόντ’εὐκάματον,
67
Βάκχιον εὐαζομένα.
68
τίς ὁδῷ τίς ὁδῷ; τίς;
69
μελάθροις ἔκτοπος ἔστω, στόματ’εὔφημον
70
ἅπας ἐξοσιούσθω ·
71
τὰ νομισθέντα γὰρ αἰεὶ
72
Διόνυσον ὑμνήσω.
73
73b
μάκαρ, ὅστις εὐδαίμων
74
τελετὰς θεῶν εἰδὼς
74b
βιοτὰν ἁγιστεύει καὶ
75
θιασεύεται ψυχὰν
76
ἐν ὄρεσσι βακχεύων
77
ὁσίοις καθαρμοῖσιν,
78
τάτε ματρὸς μεγάλας ὄργια
79
Κυβέλας θεμιτεύων,
80
ἀνὰ θύρσοντε τινάσσων,
81
κισσῷτε στεφανωθεὶς
82
Διόνυσον θεραπεύει.
83
ἴτε βάκχαι, ἴτε βάκχαι,
84
Βρόμιον παῖδα θεὸν θεοῦ
85
Διόνυσον κατάγουσαι
86
Φρυγίων ἐξ ὀρέων Ἑλλάδος εἰς
87
εὐρυχόρους ἀγυιάς, τὸν Βρόμιον ·
88
ὅν
88b
ποτ’ἔχουσ’ἐν ὠδίνων
89
λοχίαις ἀνάγκαισι
90
πταμένας Διὸς βροντᾶς νηδύος
91
ἔκβολον μάτηρ
92
ἔτεκεν, λιποῦσ’αἰῶνα
93
κεραυνίῳ πληγᾷ ·
94
λοχίοις δ’αὐτίκα νιν δέξατο
95
θαλάμαις Κρονίδας Ζεύς,
96
κατὰ μηρῷ δὲ καλύψας
97
χρυσέαισιν συνερείδει
98
περόναις κρυπτὸν ἀφ’Ἥρας.
99
ἔτεκεν δ’, ἁνίκα Μοῖραι
100
τέλεσαν, ταυρόκερων θεὸν
101
στεφάνωσέντε δρακόντων
102
στεφάνοις, ἔνθεν ἄγραν θηροτρόφον
103
μαινάδες ἀμφιβάλλονται
104
πλοκάμοις.
105
Σεμέλας τροφοὶ Θῆβαι,
106
στεφανοῦσθε κισσῷ ·
107
βρύετε βρύετε χλοήρει
108
μίλακι καλλικάρπῳ
109
καὶ καταβακχιοῦσθε δρυὸς
110
ἐλάτας κλάδοισι,
111
στικτῶντ’ἐνδυτὰ νεβρίδων
112
στέφετε λευκοτρίχων πλοκάμων
113
μαλλοῖς · ἀμφὶ δὲ νάρθηκας ὑβριστὰς
114
ὁσιοῦσθ’· αὐτίκα γᾶ πᾶσα χορεύσει
115
Βρόμιος ὅστις ἄγῃ θιάσους
116
εἰς ὄρος εἰς ὄρος, ἔνθα μένει
117
θηλυγενὴς ὄχλος
118
ἀφ’ἱστῶν παρὰ κερκίδωντ’
119
οἰστρηθεὶς Διονύσῳ.
120
θαλάμευμα Κουρήτων
121
ζάθεοίτε Κρήτας
122
Διογενέτορες ἔναυλοι,
123
ἔνθα τρικόρυθες ἄντροις
124
βυρσότονον κύκλωμα τόδε
125
μοι Κορύβαντες ηὗρον ·
126
βακχείᾳ δ’ἀνὰ συντόνῳ
127
κέρασαν ἁδυβόᾳ Φρυγίων
128
αὐλῶν πνεύματι ματρόςτε Ῥέας ἐς
129
χέρα θῆκαν, κτύπον εὐάσμασι Βακχᾶν ·
130
παρὰ δὲ μαινόμενοι Σάτυροι
131
ματέρος ἐξανύσαντο θεᾶς,
132
ἐς δὲ χορεύματα
133
συνῆψαν τριετηρίδων,
134
αἷς χαίρει Διόνυσος.
135
ἡδὺς ἐν ὄρεσιν, ὅταν ἐκ θιάσων δρομαίων
136
πέσῃ πεδόσε, νεβρίδος
138
ἔχων ἱερὸν ἐνδυτόν, ἀγρεύων
139
αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν, ἱέμενος
140
ἐς ὄρεα Φρύγια, Λύδι’, δ’ἔξαρχος Βρόμιος,
141
εὐοἷ.
142
ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δ’οἴνῳ, ῥεῖ δὲ μελισσᾶν
143
νέκταρι.
144
Συρίας δ’ὡς λιβάνου καπνὸν
145
Βακχεὺς ἀνέχων
145b
πυρσώδη φλόγα πεύκας
146
ἐκ νάρθηκος ἀίσσει
147
δρόμῳ καὶ χοροῖσιν
148
πλανάτας ἐρεθίζων
149
ἰαχαῖςτ’ἀναπάλλων,
150
τρυφερόντε πλόκαμον εἰς αἰθέρα ῥίπτων.
151
ἅμα δ’εὐάσμασι τοιάδ’ἐπιβρέμει ·
152
ἴτε βάκχαι,
153
ἴτε βάκχαι,
154
Τμώλου χρυσορόου χλιδᾷ
155
μέλπετε τὸν Διόνυσον
157
βαρυβρόμων ὑπὸ τυμπάνων,
158
εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸν
159
ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσίτε,
160
λωτὸς ὅταν εὐκέλαδος
164
ἱερὸς ἱερὰ παίγματα βρέμῃ, σύνοχα
165
φοιτάσιν εἰς ὄρος εἰς ὄρος · ἡδομένα
166
δ’ἄρα, πῶλος ὅπως ἅμα ματέρι
169
φορβάδι, κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα.
Τειρεσιας
Τε.
Τε.
170
τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων,
171
Ἀγήνορος παῖδ’, ὃς πόλιν Σιδωνίαν
172
λιπὼν ἐπύργωσ’ἄστυ Θηβαίων τόδε.
173
ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι
174
ζητεῖ νιν · οἶδε δ’αὐτὸς ὧν ἥκω πέρι
175
τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ,
176
θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν
177
στεφανοῦντε κρᾶτα κισσίνοις βλαστήμασιν.
Καδμος
Κα.
Κα.
178
φίλταθ’, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων
179
σοφὴν σοφοῦ παρ’ἀνδρός, ἐν δόμοισιν ὤν ·
180
ἥκω δ’ἕτοιμος τήνδ’ἔχων σκευὴν θεοῦ ·
181
δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς
182
183
ὅσον καθ’ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν.
184
ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα
185
καὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοι
186
γέρων γέροντι, Τειρεσία · σὺ γὰρ σοφός.
187
ὡς οὐ κάμοιμ’ἂν οὔτε νύκτ’οὔθ’ἡμέραν
188
θύρσῳ κροτῶν γῆν · ἐπιλελήσμεθ’ἡδέως
189
γέροντες ὄντες.
Τειρεσιας
Τε.
Τε.
189b
ταὔτ’ἐμοὶ πάσχεις ἄρα ·
190
κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς.
Καδμος
Κα.
Κα.
191
οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν;
Τειρεσιας
Τε.
Τε.
192
ἀλλ’οὐχ ὁμοίως ἂν θεὸς τιμὴν ἔχοι.
Καδμος
Κα.
Κα.
193
γέρων γέροντα παιδαγωγήσω σ’ἐγώ.
Τειρεσιας
Τε.
Τε.
194
θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται.
Καδμος
Κα.
Κα.
195
μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν;
Τειρεσιας
Τε.
Τε.
196
μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δ’ἄλλοι κακῶς.
Καδμος
Κα.
Κα.
197
μακρὸν τὸ μέλλειν · ἀλλ’ἐμῆς ἔχου χερός.
Τειρεσιας
Τε.
Τε.
198
ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα.
Καδμος
Κα.
Κα.
199
οὐ καταφρονῶ ’γὼ τῶν θεῶν θνητὸς γεγώς.
Τειρεσιας
Τε.
Τε.
200
οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν.
201
πατρίους παραδοχάς, ἅςθ’ὁμήλικας χρόνῳ
202
κεκτήμεθ’, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος,
203
οὐ δ’εἰ δι’ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν.
204
ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι,
205
μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν;
206
οὐ γὰρ διῄρηχ’ θεός, οὔτε τὸν νέον
207
εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον,
208
ἀλλ’ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν
209
κοινάς, διαριθμῶν δ’οὐδέν’αὔξεσθαι θέλει.
Καδμος
Κα.
Κα.
210
ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδ’οὐχ ὁρᾷς,
211
ἐγὼ προφήτης σοι λόγων γενήσομαι.
212
Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ,
213
Ἐχίονος παῖς, κράτος δίδωμι γῆς.
214
ὡς ἐπτόηται · τί ποτ’ἐρεῖ νεώτερον;
Πενθευς
Πε.
Πε.
215
ἔκδημος ὢν μὲν τῆσδ’ἐτύγχανον χθονός,
216
κλύω δὲ νεοχμὰ τήνδ’ἀνὰ πτόλιν κακά,
217
γυναῖκας ἡμῖν δώματ’ἐκλελοιπέναι
218
πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις
219
ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα
220
Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς ·
221
πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι
222
κρατῆρας, ἄλλην δ’ἄλλοσ’εἰς ἐρημίαν
223
πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν,
224
πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους,
225
τὴν δ’Ἀφροδίτην πρόσθ’ἄγειν τοῦ Βακχίου.
226
ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας
227
σῴζουσι πανδήμοισι πρόσπολοι στέγαις ·
228
ὅσαι δ’ἄπεισιν, ἐξ ὄρους θηράσομαι,
229
230
231
καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν
232
παύσω κακούργου τῆσδε βακχείας τάχα.
233
λέγουσι δ’ὥς τις εἰσελήλυθε ξένος,
234
γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός,
235
ξανθοῖσι βοστρύχοισιν εὐοσμῶν κόμην,
236
οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων,
237
ὃς ἡμέραςτε κεὐφρόνας συγγίγνεται
238
τελετὰς προτείνων εὐίους νεάνισιν.
239
εἰ δ’αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης,
240
παύσω κτυποῦντα θύρσον ἀνασείοντάτε
241
κόμας, τράχηλον σώματος χωρὶς τεμών.
242
ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν,
243
ἐκεῖνος ἐν μηρῷ ποτ’ἐρράφθαι Διός,
244
ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις
245
σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο.
246
ταῦτ’οὐχὶ δεινῆς ἀγχόνης ἔστ’ἄξια,
247
ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ξένος;
248
ἀτὰρ τόδ’ἄλλο θαῦμα, τὸν τερασκόπον
249
ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ
250
πατέρατε μητρὸς τῆς ἐμῆς πολὺν γέλων
251
νάρθηκι βακχεύοντ’· ἀναίνομαι, πάτερ,
252
τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.
253
οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέραν
254
θύρσου μεθήσεις χεῖρ’, ἐμῆς μητρὸς πάτερ;
255
σὺ ταῦτ’ἔπεισας, Τειρεσία · τόνδ’αὖ θέλεις
256
τὸν δαίμον’ἀνθρώποισιν ἐσφέρων νέον
257
σκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν.
258
εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο,
259
καθῆσ’ἂν ἐν βάκχαισι δέσμιος μέσαις,
260
τελετὰς πονηρὰς εἰσάγων · γυναιξὶ γὰρ
261
ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος,
262
οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.
Χορος
Χο.
Χο.
263
τῆς δυσσεβείας. ξέν’, οὐκ αἰδῇ θεοὺς
264
Κάδμοντε τὸν σπείραντα γηγενῆ στάχυν,
265
Ἐχίονος δ’ὢν παῖς καταισχύνεις γένος;
Τειρεσιας
Τε.
Τε.
266
ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς
267
καλὰς ἀφορμάς, οὐ μέγ’ἔργον εὖ λέγειν ·
268
σὺ δ’εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις,
269
ἐν τοῖς λόγοισι δ’οὐκ ἔνεισί σοι φρένες.
270
θράσει δὲ δυνατὸς καὶ λέγειν οἷόςτ’ἀνὴρ
271
κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων.
272
οὗτος δ’ δαίμων νέος, ὃν σὺ διαγελᾷς,
273
οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος
274
καθ’Ἑλλάδ’ἔσται. δύο γάρ, νεανία,
275
τὰ πρῶτ’ἐν ἀνθρώποισι · Δημήτηρ θεά
276
γῆ δ’ἐστίν, ὄνομα δ’ὁπότερον βούλῃ κάλει ·
277
αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς ·
278
ὃς δ’ἦλθ’ἔπειτ’, ἀντίπαλον Σεμέλης γόνος
279
βότρυος ὑγρὸν πῶμ’ηὗρε κεἰσηνέγκατο
280
θνητοῖς, παύει τοὺς ταλαιπώρους βροτοὺς
281
λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,
282
ὕπνοντε λήθην τῶν καθ’ἡμέραν κακῶν
283
δίδωσιν, οὐ δ’ἔστ’ἄλλο φάρμακον πόνων.
284
οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,
285
ὥστε διὰ τοῦτον τἀγάθ’ἀνθρώπους ἔχειν.
286
καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸς
287
μηρῷ; διδάξω σ’ὡς καλῶς ἔχει τόδε.
288
ἐπεί νιν ἥρπασ’ἐκ πυρὸς κεραυνίου
289
Ζεύς, ἐς δ’Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν,
290
Ἥρα νιν ἤθελ’ἐκβαλεῖν ἀπ’οὐρανοῦ ·
291
Ζεὺς δ’ἀντεμηχανήσαθ’οἷα δὴ θεός.
292
ῥήξας μέρος τι τοῦ χθόν’ἐγκυκλουμένου
293
αἰθέρος, ἔθηκε τόνδ’ὅμηρον ἐκδιδούς,
293b
[…]
294
Διόνυσον Ἥρας νεικέων · χρόνῳ δέ νιν
295
βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός,
296
ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς
297
Ἥρᾳ ποθ’ὡμήρευσε, συνθέντες λόγον.
298
μάντις δ’ δαίμων ὅδε · τὸ γὰρ βακχεύσιμον
299
καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει ·
300
ὅταν γὰρ θεὸς ἐς τὸ σῶμ’ἔλθῃ πολύς,
301
λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.
302
Ἄρεώςτε μοῖραν μεταλαβὼν ἔχει τινά ·
303
στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν
304
φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν.
305
μανία δὲ καὶ τοῦτ’ἐστὶ Διονύσου πάρα.
306
ἔτ’αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις
307
πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,
308
πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον,
309
μέγαντ’ἀν’Ἑλλάδα. ἀλλ’ἐμοί, Πενθεῦ, πιθοῦ ·
310
μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν,
311
μη δ’, ἢν δοκῇς μέν, δὲ δόξα σου νοσῇ,
312
φρονεῖν δόκει τι · τὸν θεὸν δ’ἐς γῆν δέχου
313
καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα.
314
οὐχ Διόνυσος σωφρονεῖν ἀναγκάσει
315
γυναῖκας ἐς τὴν Κύπριν, ἀλλ’ἐν τῇ φύσει
316
317
τοῦτο σκοπεῖν χρή · καὶ γὰρ ἐν βακχεύμασιν
318
οὖσ’ γε σώφρων οὐ διαφθαρήσεται.
319
ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις
320
πολλοί, τὸ Πενθέως δ’ὄνομα μεγαλύνῃ πόλις ·
321
κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος.
322
ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς,
323
κισσῷτ’ἐρεψόμεσθα καὶ χορεύσομεν,
324
πολιὰ ξυνωρίς, ἀλλ’ὅμως χορευτέον,
325
κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο.
326
μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις
327
ἄκη λάβοις ἂν οὔτ’ἄνευ τούτων νοσεῖς.
Χορος
Χο.
Χο.
328
πρέσβυ, Φοῖβόντ’οὐ καταισχύνεις λόγοις,
329
τιμῶντε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.
Καδμος
Κα.
Κα.
330
παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν.
331
οἴκει μεθ’ἡμῶν, μὴ θύραζε τῶν νόμων.
332
νῦν γὰρ πέτῃτε καὶ φρονῶν οὐδὲν φρονεῖς.
333
κεἰ μὴ γὰρ ἔστιν θεὸς οὗτος, ὡς σὺ φῄς,
334
παρὰ σοὶ λεγέσθω · καὶ καταψεύδου καλῶς
335
ὡς ἔστι, Σεμέληθ’ἵνα δοκῇ θεὸν τεκεῖν,
336
ἡμῖντε τιμὴ παντὶ τῷ γένει προσῇ.
337
ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον,
338
ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο
339
διεσπάσαντο, κρείσσον’ἐν κυναγίαις
340
Ἀρτέμιδος εἶναι κομπάσαντ’, ἐν ὀργάσιν.
341
μὴ πάθῃς σύ · δεῦρό σου στέψω κάρα
342
κισσῷ · μεθ’ἡμῶν τῷ θεῷ τιμὴν δίδου.
Πενθευς
Πε.
Πε.
343
οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δ’ἰών,
344
μη δ’ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί;
345
τῆς σῆς δ’ἀνοίας τόνδε τὸν διδάσκαλον
346
δίκην μέτειμι. στειχέτω τις ὡς τάχος,
347
ἐλθὼν δὲ θάκους τοῦδ’ἵν’οἰωνοσκοπεῖ
348
μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν,
349
ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ,
350
καὶ στέμματ’ἀνέμοις καὶ θυέλλαισιν μέθες.
351
μάλιστα γάρ νιν δήξομαι δράσας τάδε.
352
οἳ δ’ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε
353
τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον
354
καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.
355
κἄνπερ λάβητε, δέσμιον πορεύσατε
356
δεῦρ’αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν
357
θάνῃ, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών.
Τειρεσιας
Τε.
Τε.
358
σχέτλι’, ὡς οὐκ οἶσθα ποῦ ποτ’εἶ λόγων.
359
μέμηνας ἤδη · καὶ πρὶν ἐξέστης φρενῶν.
360
στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα
361
ὑπέρτε τούτου καίπερ ὄντος ἀγρίου
362
ὑπέρτε πόλεως τὸν θεὸν μηδὲν νέον
363
δρᾶν. ἀλλ’ἕπου μοι κισσίνου βάκτρου μέτα,
364
πειρῶ δ’ἀνορθοῦν σῶμ’ἐμόν, κἀγὼ τὸ σόν ·
365
γέροντε δ’αἰσχρὸν δύο πεσεῖν · ἴτω δ’ὅμως,
366
τῷ Βακχίῳ γὰρ τῷ Διὸς δουλευτέον.
367
Πενθεὺς δ’ὅπως μὴ πένθος εἰσοίσει δόμοις
368
τοῖς σοῖσι, Κάδμε · μαντικῇ μὲν οὐ λέγω,
369
τοῖς πράγμασιν δέ · μῶρα γὰρ μῶρος λέγει.
Χορος
Χο.
Χο.
370
ὁσία πότνα θεῶν,
371
Ὁσία δ’ κατὰ γᾶν
372
χρυσέαν πτέρυγα φέρεις,
373
τάδε Πενθέως ἀίεις;
374
ἀίεις οὐχ ὁσίαν
375
ὕβριν ἐς τὸν Βρόμιον, τὸν
376
Σεμέλας, τὸν παρὰ καλλιστεφάνοις
377
εὐφροσύναις δαίμονα
378
πρῶτον μακάρων; ὃς τάδ’ἔχει,
379
θιασεύειντε χοροῖς
380
μετάτ’αὐλοῦ γελάσαι
381
ἀποπαῦσαίτε μερίμνας,
382
ὁπόταν βότρυος ἔλθῃ
383
γάνος ἐν δαιτὶ θεῶν, κισσοφόροις
384
δ’ἐν θαλίαις ἀνδράσι
385
κρατὴρ ὕπνον ἀμφιβάλλῃ
386
ἀχαλίνων στομάτων
387
ἀνόμουτ’ἀφροσύνας
388
τὸ τέλος δυστυχία ·
389
δὲ τᾶς ἡσυχίας
390
βίοτος καὶ τὸ φρονεῖν
391
ἀσάλευτόντε μένει καὶ
392
συνέχει δώματα · πόρσω
393
γὰρ ὅμως αἰθέρα ναίοντες
394
ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι.
395
τὸ σοφὸν δ’οὐ σοφία
396
τότε μὴ θνητὰ φρονεῖν.
397
βραχὺς αἰών · ἐπὶ τούτῳ
398
δέ τις ἂν μεγάλα διώκων
399
τὰ παρόντ’οὐχὶ φέροι. μαινομένων
400
οἵδε τρόποι καὶ
401
κακοβούλων παρ’ἔμοιγε φωτῶν.
402
ἱκοίμαν ποτὶ Κύπρον,
403
νᾶσον τᾶς Ἀφροδίτας,
404
ἵν’οἱ θελξίφρονες νέμονται
405
θνατοῖσιν Ἔρωτες,
406
Πάφονθ’ἃν ἑκατόστομοι
407
βαρβάρου ποταμοῦ ῥοαὶ
408
καρπίζουσιν ἄνομβροι.
409
οὗ δ’ καλλιστευομένα
410
Πιερία μούσειος ἕδρα,
411
σεμνὰ κλιτὺς Ὀλύμπου,
412
ἐκεῖσ’ἄγε με, Βρόμιε Βρόμιε,
413
πρόβακχ’εὔιε δαῖμον.
414
ἐκεῖ Χάριτες,
415
ἐκεῖ δὲ Πόθος · ἐκεῖ δὲ βάκχαις
416
θέμις ὀργιάζειν.
417
δαίμων Διὸς παῖς
418
χαίρει μὲν θαλίαισιν,
419
φιλεῖ δ’ὀλβοδότειραν Εἰρήναν,
420
κουροτρόφον θεάν.
421
ἴσαν δ’ἔςτε τὸν ὄλβιον
422
τόντε χείρονα δῶκ’ἔχειν
423
οἴνου τέρψιν ἄλυπον ·
424
μισεῖ δ’ μὴ ταῦτα μέλει,
425
κατὰ φάος νύκταςτε φίλας
426
εὐαίωνα διαζῆν,
427
σοφὰν δ’ἀπέχειν πραπίδα φρένατε
428
περισσῶν παρὰ φωτῶν ·
430
τὸ πλῆθος τι
431
τὸ φαυλότερον ἐνόμισε χρῆταί
432
τε, τόδ’ἂν δεχοίμαν.
Θεραπων
Θε.
Θε.
434
Πενθεῦ, πάρεσμεν τήνδ’ἄγραν ἠγρευκότες
435
ἐφ’ἣν ἔπεμψας, οὐ δ’ἄκρανθ’ὡρμήσαμεν.
436
θὴρ δ’ὅδ’ἡμῖν πρᾶος οὐ δ’ὑπέσπασεν
437
φυγῇ πόδ’, ἀλλ’ἔδωκεν οὐκ ἄκων χέρας
438
οὐ δ’ὠχρός, οὐ δ’ἤλλαξεν οἰνωπὸν γένυν,
439
γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο
440
ἔμενέτε, τοὐμὸν εὐτρεπὲς ποιούμενος.
441
κἀγὼ δι’αἰδοῦς εἶπον · ξέν’, οὐχ ἑκὼν
442
ἄγω σε, Πενθέως δ’ὅς μ’ἔπεμψ’ἐπιστολαῖς.
443
ἃς δ’αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας
444
κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,
445
φροῦδαί γ’ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας
446
σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν ·
447
αὐτόματα δ’αὐταῖς δεσμὰ διελύθη ποδῶν
448
κλῇδέςτ’ἀνῆκαν θύρετρ’ἄνευ θνητῆς χερός.
449
πολλῶν δ’ὅδ’ἁνὴρ θαυμάτων ἥκει πλέως
450
ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν.
Πενθευς
Πε.
Πε.
451
μέθεσθε χειρῶν τοῦδ’· ἐν ἄρκυσιν γὰρ ὢν
452
οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μ’ἐκφυγεῖν.
453
ἀτὰρ τὸ μὲν σῶμ’οὐκ ἄμορφος εἶ, ξένε,
454
ὡς ἐς γυναῖκας, ἐφ’ὅπερ ἐς Θήβας πάρει ·
455
πλόκαμόςτε γάρ σου ταναός, οὐ πάλης ὕπο,
456
γένυν παρ’αὐτὴν κεχυμένος, πόθου πλέως ·
457
λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,
458
οὐχ ἡλίου βολαῖσιν, ἀλλ’ὑπὸ σκιᾶς,
459
τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος.
460
πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος.
Διονυσος
Δι.
Δι.
461
οὐ κόμπος οὐδείς · ῥᾴδιον δ’εἰπεῖν τόδε.
462
τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.
Πενθευς
Πε.
Πε.
463
οἶδ’, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ.
Διονυσος
Δι.
Δι.
464
ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.
Πενθευς
Πε.
Πε.
465
πόθεν δὲ τελετὰς τάσδ’ἄγεις ἐς Ἑλλάδα;
Διονυσος
Δι.
Δι.
466
Διόνυσος ἡμᾶς εἰσέβησ’, τοῦ Διός.
Πενθευς
Πε.
Πε.
467
Ζεὺς δ’ἔστ’ἐκεῖ τις, ὃς νέους τίκτει θεούς;
Διονυσος
Δι.
Δι.
468
οὔκ, ἀλλ’ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.
Πενθευς
Πε.
Πε.
469
πότερα δὲ νύκτωρ σ’ κατ’ὄμμ’ἠνάγκασεν;
Διονυσος
Δι.
Δι.
470
ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια.
Πενθευς
Πε.
Πε.
471
τὰ δ’ὄργι’ἐστὶ τίν’ἰδέαν ἔχοντά σοι;
Διονυσος
Δι.
Δι.
472
ἄρρητ’ἀβακχεύτοισιν εἰδέναι βροτῶν.
Πενθευς
Πε.
Πε.
473
ἔχει δ’ὄνησιν τοῖσι θύουσιν τίνα;
Διονυσος
Δι.
Δι.
474
οὐ θέμις ἀκοῦσαί σ’, ἔστι δ’ἄξι’εἰδέναι.
Πενθευς
Πε.
Πε.
475
εὖ τοῦτ’ἐκιβδήλευσας, ἵν’ἀκοῦσαι θέλω.
Διονυσος
Δι.
Δι.
476
ἀσέβειαν ἀσκοῦντ’ὄργι’ἐχθαίρει θεοῦ.
Πενθευς
Πε.
Πε.
477
τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;
Διονυσος
Δι.
Δι.
478
ὁποῖος ἤθελ’· οὐκ ἐγὼ ’τασσον τόδε.
Πενθευς
Πε.
Πε.
479
τοῦτ’αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων.
Διονυσος
Δι.
Δι.
480
δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.
Πενθευς
Πε.
Πε.
481
ἦλθες δὲ πρῶτα δεῦρ’ἄγων τὸν δαίμονα;
Διονυσος
Δι.
Δι.
482
πᾶς ἀναχορεύει βαρβάρων τάδ’ὄργια.
Πενθευς
Πε.
Πε.
483
φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.
Διονυσος
Δι.
Δι.
484
τάδ’εὖ γε μᾶλλον · οἱ νόμοι δὲ διάφοροι.
Πενθευς
Πε.
Πε.
485
τὰ δ’ἱερὰ νύκτωρ μεθ’ἡμέραν τελεῖς;
Διονυσος
Δι.
Δι.
486
νύκτωρ τὰ πολλά · σεμνότητ’ἔχει σκότος.
Πενθευς
Πε.
Πε.
487
τοῦτ’ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.
Διονυσος
Δι.
Δι.
488
κἀν ἡμέρᾳ τό γ’αἰσχρὸν ἐξεύροι τις ἄν.
Πενθευς
Πε.
Πε.
489
δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.
Διονυσος
Δι.
Δι.
490
σὲ δ’ἀμαθίας γε κἀσεβοῦντ’ἐς τὸν θεόν.
Πενθευς
Πε.
Πε.
491
ὡς θρασὺς βάκχος κοὐκ ἀγύμναστος λόγων.
Διονυσος
Δι.
Δι.
492
εἴφ’ τι παθεῖν δεῖ · τί με τὸ δεινὸν ἐργάσῃ;
Πενθευς
Πε.
Πε.
493
πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.
Διονυσος
Δι.
Δι.
494
ἱερὸς πλόκαμος · τῷ θεῷ δ’αὐτὸν τρέφω.
Πενθευς
Πε.
Πε.
495
ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.
Διονυσος
Δι.
Δι.
496
αὐτός μ’ἀφαιροῦ · τόνδε Διονύσου φορῶ.
Πενθευς
Πε.
Πε.
497
εἱρκταῖσίτ’ἔνδον σῶμα σὸν φυλάξομεν.
Διονυσος
Δι.
Δι.
498
λύσει μ’ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.
Πενθευς
Πε.
Πε.
499
ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς.
Διονυσος
Δι.
Δι.
500
καὶ νῦν πάσχω πλησίον παρὼν ὁρᾷ.
Πενθευς
Πε.
Πε.
501
καὶ ποῦ ’στιν; οὐ γὰρ φανερὸς ὄμμασίν γ’ἐμοῖς.
Διονυσος
Δι.
Δι.
502
παρ’ἐμοί · σὺ δ’ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς.
Πενθευς
Πε.
Πε.
503
λάζυσθε · καταφρονεῖ με καὶ Θήβας ὅδε.
Διονυσος
Δι.
Δι.
504
αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν.
Πενθευς
Πε.
Πε.
505
ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.
Διονυσος
Δι.
Δι.
506
οὐκ οἶσθ’ τι ζῇς, οὐ δ’ δρᾷς, οὐ δ’ὅστις εἶ.
Πενθευς
Πε.
Πε.
507
Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δ’Ἐχίονος.
Διονυσος
Δι.
Δι.
508
ἐνδυστυχῆσαι τοὔνομ’ἐπιτήδειος εἶ.
Πενθευς
Πε.
Πε.
509
χώρει · καθείρξατ’αὐτὸν ἱππικαῖς πέλας
510
φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας.
511
ἐκεῖ χόρευε · τάσδε δ’ἃς ἄγων πάρει
512
κακῶν συνεργοὺς διεμπολήσομεν
513
χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου
514
παύσας, ἐφ’ἱστοῖς δμωίδας κεκτήσομαι.
Διονυσος
Δι.
Δι.
515
στείχοιμ’ἄν · τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν
516
παθεῖν. ἀτάρ τοι τῶνδ’ἄποιν’ὑβρισμάτων
517
μέτεισι Διόνυσός σ’, ὃν οὐκ εἶναι λέγεις ·
518
ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.
Χορος
Χο.
Χο.
519
[…]
519b
Ἀχελῴου θύγατερ,
520
πότνι’εὐπάρθενε Δίρκα,
521
σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς
522
τὸ Διὸς βρέφος ἔλαβες,
523
ὅτε μηρῷ πυρὸς ἐξ ἀθανάτου
524
Ζεὺς τεκὼν ἥρπασέ
525
νιν, τάδ’ἀναβοάσας ·
526
ἴθι, Διθύραμβ’, ἐμὰν ἄρσενα
527
τάνδε βᾶθι νηδύν ·
528
ἀναφαίνω σε τόδ’, Βάκχιε,
529
Θήβαις ὀνομάζειν.
530
σὺ δέ μ’, μάκαιρα Δίρκα,
531
στεφανηφόρους ἀπωθῇ
532
θιάσους ἔχουσαν ἐν σοί.
533
τί μ’ἀναίνῃ; τί με φεύγεις;
534
ἔτι ναὶ τὰν βοτρυώδη
535
Διονύσου χάριν οἴνας,
536
ἔτι σοι τοῦ Βρομίου μελήσει.
537
οἵαν οἵαν ὀργὰν
538
ἀναφαίνει χθόνιον
539
γένος ἐκφύςτε δράκοντός
540
ποτε Πενθεύς, ὃν Ἐχίων
541
ἐφύτευσε χθόνιος,
542
ἀγριωπὸν τέρας, οὐ φῶτα
543
βρότειον, φόνιον δ’ὥστε
544
γίγαντ’ἀντίπαλον θεοῖς ·
545
ὃς ἔμ’ἐν βρόχοισι τὰν τοῦ
546
Βρομίου τάχα ξυνάψει,
547
τὸν ἐμὸν δ’ἐντὸς ἔχει δώματος
548
ἤδη θιασώταν
549
σκοτίαις κρυπτὸν ἐν εἱρκταῖς.
550
ἐσορᾷς τάδ’, Διὸς παῖ
551
Διόνυσε, σοὺς προφήτας
552
ἐν ἁμίλλαισιν ἀνάγκας;
553
μόλε, χρυσῶπα τινάσσων,
554
ἄνα, θύρσον κατ’Ὄλυμπον,
555
φονίου δ’ἀνδρὸς ὕβριν κατάσχες.
556
πόθι Νύσας ἄρα τᾶς θηροτρόφου
557
θυρσοφορεῖς
558
θιάσους, Διόνυσ’,
559
κορυφαῖς Κωρυκίαις;
560
τάχα δ’ἐν ταῖς πολυδένδρεσσιν
561
Ὀλύμπου θαλάμαις, ἔνθα
562
ποτ’Ὀρφεὺς κιθαρίζων
563
σύναγεν δένδρεα μούσαις,
564
σύναγεν θῆρας ἀγρώτας.
565
μάκαρ Πιερία,
566
σέβεταί σ’Εὔιος, ἥξει
567
τε χορεύσων ἅμα βακχεύμασι,
568
τόντ’ὠκυρόαν
569
διαβὰς Ἀξιὸν εἱλισσομένας
570
Μαινάδας ἄξει,
571
Λυδίαν πατέρατε, τὸν
572
τᾶς εὐδαιμονίας βροτοῖς
573
ὀλβοδόταν, τὸν ἔκλυον
574
εὔιππον χώραν ὕδασιν
575
καλλίστοισι λιπαίνειν.
Διονυσος
Δι.
Δι.
576
ἰώ,
576b
κλύετ’ἐμᾶς κλύετ’αὐδᾶς,
577
ἰὼ βάκχαι, ἰὼ βάκχαι.
Χορος
Χο.
Χο.
578
τίς ὅδε, τίς ὅδε πόθεν κέλαδος
579
ἀνά μ’ἐκάλεσεν Εὐίου;
Διονυσος
Δι.
Δι.
580
ἰὼ ἰώ, πάλιν αὐδῶ,
581
Σεμέλας, Διὸς παῖς.
Χορος
Χο.
Χο.
582
ἰὼ ἰὼ δέσποτα δέσποτα,
583
μόλε νυν ἡμέτερον ἐς
584
θίασον, Βρόμιε Βρόμιε.
Διονυσος
Δι.
Δι.
585
σεῖε πέδον χθονὸς Ἔννοσι πότνια.
Χορος
Χο.
Χο.
586
,
587
τάχα τὰ Πενθέως μέλαθρα διατινάξεται
588
πεσήμασιν.
589
Διόνυσος ἀνὰ μέλαθρα ·
590
σέβετέ νιν. σέβομεν .
591
εἴδετε λάινα κίοσιν ἔμβολα
592
διάδρομα τάδε; Βρόμιος ὅδ’ἀλαλάζεται
593
λάζεται στέγας ἔσω.
Διονυσος
Δι.
Δι.
594
ἅπτε κεραύνιον αἴθοπα λαμπάδα ·
595
σύμφλεγε σύμφλεγε δώματα Πενθέος.
Χορος
Χο.
Χο.
596
,
596a
πῦρ οὐ λεύσσεις, οὐ δ’αὐγάζῃ,
597
Σεμέλας ἱερὸν ἀμφὶ τάφον, ἅν
598
ποτε κεραυνόβολος ἔλιπε φλόγα
599
Δίου βροντᾶς;
600
δίκετε πεδόσε τρομερὰ σώματα
601
δίκετε, Μαινάδες · γὰρ ἄναξ
602
ἄνω κάτω τιθεὶς ἔπεισι
603
μέλαθρα τάδε Διὸς γόνος.
Διονυσος
Δι.
Δι.
604
βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβῳ
605
πρὸς πέδῳ πεπτώκατ’; ᾔσθησθ’, ὡς ἔοικε, Βακχίου
606
διατινάξαντος δῶμα Πενθέως · ἀλλ’ἐξανίστατε
607
σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.
Χορος
Χο.
Χο.
608
φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,
609
ὡς ἐσεῖδον ἀσμένη σε, μονάδ’ἔχουσ’ἐρημίαν.
Διονυσος
Δι.
Δι.
610
εἰς ἀθυμίαν ἀφίκεσθ’, ἡνίκ’εἰσεπεμπόμην,
611
Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκάνας πεσούμενος;
Χορος
Χο.
Χο.
612
πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;
613
ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου τυχών;
Διονυσος
Δι.
Δι.
614
αὐτὸς ἐξέσῳσ’ἐμαυτὸν ῥᾳδίως ἄνευ πόνου.
Χορος
Χο.
Χο.
615
οὐ δέ σου συνῆψε χεῖρε δεσμίοισιν ἐν βρόχοις;
Διονυσος
Δι.
Δι.
616
ταῦτα καὶ καθύβρισ’αὐτόν, ὅτι με δεσμεύειν δοκῶν
617
οὔτ’ἔθιγεν οὔθ’ἥψαθ’ἡμῶν, ἐλπίσιν δ’ἐβόσκετο.
618
πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξ’ἡμᾶς ἄγων,
619
τῷδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν,
620
θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο,
621
χείλεσιν διδοὺς ὀδόντας · πλησίον δ’ἐγὼ παρὼν
622
ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳ
623
ἀνετίναξ’ἐλθὼν Βάκχος δῶμα καὶ μητρὸς τάφῳ
624
πῦρ ἀνῆψ’· δ’ὡς ἐσεῖδε, δώματ’αἴθεσθαι δοκῶν,
625
ᾖσσ’ἐκεῖσε κᾆτ’ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρειν
626
ἐννέπων, ἅπας δ’ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν.
627
διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος,
628
ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω.
629
κᾆθ’ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω,
630
φάσμ’ἐποίησεν κατ’αὐλήν · δ’ἐπὶ τοῦθ’ὡρμημένος
631
ᾖσσε κἀκέντει φαεννὸν αἰθέρ’, ὡς σφάζων ἐμέ.
632
πρὸς δὲ τοῖσδ’αὐτῷ τάδ’ἄλλα Βάκχιος λυμαίνεται ·
633
δώματ’ἔρρηξεν χαμᾶζε · συντεθράνωται δ’ἅπαν
634
πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς · κόπου δ’ὕπο
635
διαμεθεὶς ξίφος παρεῖται · πρὸς θεὸν γὰρ ὢν ἀνὴρ
636
ἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δ’ἐκβὰς ἐγὼ
637
δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας.
638
ὡς δέ μοι δοκεῖ ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω
639
ἐς προνώπι’αὐτίχ’ἥξει. τί ποτ’ἄρ’ἐκ τούτων ἐρεῖ;
640
ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα.
641
πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρον’εὐοργησίαν.
Πενθευς
Πε.
Πε.
642
πέπονθα δεινά · διαπέφευγέ μ’ ξένος,
643
ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.
644
ἔα ἔα ·
645
ὅδ’ἐστὶν ἁνήρ · τί τάδε; πῶς προνώπιος
646
φαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;
Διονυσος
Δι.
Δι.
647
στῆσον πόδ’, ὀργῇ δ’ὑπόθες ἥσυχον πόδα.
Πενθευς
Πε.
Πε.
648
πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς;
Διονυσος
Δι.
Δι.
649
οὐκ εἶπον οὐκ ἤκουσας ὅτι λύσει μέ τις;
Πενθευς
Πε.
Πε.
650
τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί.
Διονυσος
Δι.
Δι.
651
ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς.
Πενθευς
Πε.
Πε.
651b
[…]
Διονυσος
Δι.
Δι.
652
ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν.
Πενθευς
Πε.
Πε.
653
κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ.
Διονυσος
Δι.
Δι.
654
τί δ’; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί;
Πενθευς
Πε.
Πε.
655
σοφὸς σοφὸς σύ, πλὴν δεῖ σ’εἶναι σοφόν.
Διονυσος
Δι.
Δι.
656
δεῖ μάλιστα, ταῦτ’ἔγωγ’ἔφυν σοφός.
657
κείνου δ’ἀκούσας πρῶτα τοὺς λόγους μάθε,
658
ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι ·
659
ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα.
Αγγελος
Αγ.
Αγ.
660
Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός,
661
ἥκω Κιθαιρῶν’ἐκλιπών, ἵν’οὔποτε
662
λευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί.
Πενθευς
Πε.
Πε.
663
ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου;
Αγγελος
Αγ.
Αγ.
664
βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς
665
οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν,
666
ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ,
667
ὡς δεινὰ δρῶσι θαυμάτωντε κρείσσονα.
668
θέλω δ’ἀκοῦσαι, πότερά σοι παρρησίᾳ
669
φράσω τὰ κεῖθεν λόγον στειλώμεθα ·
670
τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικ’, ἄναξ,
671
καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν.
Πενθευς
Πε.
Πε.
672
λέγ’, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ.
673
τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών.
674
ὅσῳ δ’ἂν εἴπῃς δεινότερα βακχῶν πέρι,
675
τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας
676
γυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν.
Αγγελος
Αγ.
Αγ.
677
ἀγελαῖα μὲν βοσκήματ’ἄρτι πρὸς λέπας
678
μόσχων ὑπεξήκριζον, ἡνίχ’ἥλιος
679
ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.
680
ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν,
681
ὧν ἦρχ’ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου
682
μήτηρ Ἀγαύη σή, τρίτου δ’Ἰνὼ χοροῦ.
683
ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι,
684
αἳ μὲν πρὸς ἐλάτης νῶτ’ἐρείσασαι φόβην,
685
αἳ δ’ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάρα
686
εἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂς
687
ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ
688
θηρᾶν καθ’ὕλην Κύπριν ἠρημωμένας.
689
σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις
690
σταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας,
691
μυκήμαθ’ὡς ἤκουσε κεροφόρων βοῶν.
692
αἳ δ’ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον
693
ἀνῇξαν ὀρθαί, θαῦμ’ἰδεῖν εὐκοσμίας,
694
νέαι παλαιαὶ παρθένοιτ’ἔτ’ἄζυγες.
695
καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας
696
νεβρίδαςτ’ἀνεστείλανθ’ὅσαισιν ἁμμάτων
697
σύνδεσμ’ἐλέλυτο, καὶ καταστίκτους δορὰς
698
ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν.
699
αἳ δ’ἀγκάλαισι δορκάδ’ σκύμνους λύκων
700
ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα,
701
ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι
702
βρέφη λιπούσαις · ἐπὶ δ’ἔθεντο κισσίνους
703
στεφάνους δρυόςτε μίλακόςτ’ἀνθεσφόρου.
704
θύρσον δέ τις λαβοῦσ’ἔπαισεν ἐς πέτραν,
705
ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς ·
706
ἄλλη δὲ νάρθηκ’ἐς πέδον καθῆκε γῆς,
707
καὶ τῇδε κρήνην ἐξανῆκ’οἴνου θεός ·
708
ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν,
709
ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα
710
γάλακτος ἑσμοὺς εἶχον · ἐκ δὲ κισσίνων
711
θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.
712
ὥστ’, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις
713
εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε.
714
ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες,
715
κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν
716
ὡς δεινὰ δρῶσι θαυμάτωντ’ἐπάξια ·
717
καί τις πλάνης κατ’ἄστυ καὶ τρίβων λόγων
718
ἔλεξεν εἰς ἅπαντας · σεμνὰς πλάκας
719
ναίοντες ὀρέων, θέλετε θηρασώμεθα
720
Πενθέως Ἀγαύην μητέρ’ἐκ βακχευμάτων
721
χάριντ’ἄνακτι θώμεθα; εὖ δ’ἡμῖν λέγειν
722
ἔδοξε, θάμνων δ’ἐλλοχίζομεν φόβαις
723
κρύψαντες αὑτούς · αἳ δὲ τὴν τεταγμένην
724
ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα,
725
Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνον
726
Βρόμιον καλοῦσαι · πᾶν δὲ συνεβάκχευ’ὄρος
727
καὶ θῆρες, οὐδὲν δ’ἦν ἀκίνητον δρόμῳ.
728
κυρεῖ δ’Ἀγαύη πλησίον θρῴσκουσά μου ·
729
κἀγὼ ’ξεπήδησ’ὡς συναρπάσαι θέλων,
730
λόχμην κενώσας ἔνθ’ἐκρυπτόμην δέμας.
731
δ’ἀνεβόησεν · δρομάδες ἐμαὶ κύνες,
732
θηρώμεθ’ἀνδρῶν τῶνδ’ὕπ’· ἀλλ’ἕπεσθέ μοι,
733
ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.
734
ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν
735
βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην
736
μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.
737
καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν
738
μυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα,
739
ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.
740
εἶδες δ’ἂν πλεύρ’ δίχηλον ἔμβασιν
741
ῥιπτόμεν’ἄνωτε καὶ κάτω · κρεμαστὰ δὲ
742
ἔσταζ’ὑπ’ἐλάταις ἀναπεφυρμέν’αἵματι.
743
ταῦροι δ’ὑβρισταὶ κἀς κέρας θυμούμενοι
744
τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας,
745
μυριάσι χειρῶν ἀγόμενοι νεανίδων.
746
θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ
747
σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.
748
χωροῦσι δ’ὥστ’ὄρνιθες ἀρθεῖσαι δρόμῳ
749
πεδίων ὑποτάσεις, αἳ παρ’Ἀσωποῦ ῥοαῖς
750
εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν ·
751
Ὑσιάςτ’Ἐρυθράςθ’, αἳ Κιθαιρῶνος λέπας
752
νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι,
753
ἐπεσπεσοῦσαι πάντ’ἄνωτε καὶ κάτω
754
διέφερον · ἥρπαζον μὲν ἐκ δόμων τέκνα ·
755
ὁπόσα δ’ἐπ’ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο
756
προσείχετ’οὐ δ’ἔπιπτεν ἐς μέλαν πέδον,
757
οὐ χαλκός, οὐ σίδηρος · ἐπὶ δὲ βοστρύχοις
758
πῦρ ἔφερον, οὐ δ’ἔκαιεν. οἳ δ’ὀργῆς ὕπο
759
ἐς ὅπλ’ἐχώρουν φερόμενοι βακχῶν ὕπο ·
760
οὗπερ τὸ δεινὸν ἦν θέαμ’ἰδεῖν, ἄναξ.
761
τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος,
762
κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν
763
ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ
764
γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος.
765
πάλιν δ’ἐχώρουν ὅθεν ἐκίνησαν πόδα,
766
κρήνας ἐπ’αὐτὰς ἃς ἀνῆκ’αὐταῖς θεός.
767
νίψαντο δ’αἷμα, σταγόνα δ’ἐκ παρηίδων
768
γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός.
769
τὸν δαίμον’οὖν τόνδ’ὅστις ἔστ’, δέσποτα,
770
δέχου πόλει τῇδ’· ὡς τάτ’ἄλλ’ἐστὶν μέγας,
771
κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,
772
τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
773
οἴνου δὲ μηκέτ’ὄντος οὐκ ἔστιν Κύπρις
774
οὐ δ’ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.
Χορος
Χο.
Χο.
775
ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους
776
πρὸς τὸν τύραννον, ἀλλ’ὅμως εἰρήσεται ·
777
Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.
Πενθευς
Πε.
Πε.
778
ἤδη τόδ’ἐγγὺς ὥστε πῦρ ὑφάπτεται
779
ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.
780
ἀλλ’οὐκ ὀκνεῖν δεῖ · στεῖχ’ἐπ’Ἠλέκτρας ἰὼν
781
πύλας · κέλευε πάντας ἀσπιδηφόρους
782
ἵππωντ’ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας
783
πέλταςθ’ὅσοι πάλλουσι καὶ τόξων χερὶ
784
ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν
785
βάκχαισιν · οὐ γὰρ ἀλλ’ὑπερβάλλει τάδε,
786
εἰ πρὸς γυναικῶν πεισόμεσθ’ πάσχομεν.
Διονυσος
Δι.
Δι.
787
πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,
788
Πενθεῦ · κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως
789
οὔ φημι χρῆναί σ’ὅπλ’ἐπαίρεσθαι θεῷ,
790
ἀλλ’ἡσυχάζειν · Βρόμιος οὐκ ἀνέξεται
791
κινοῦντα βάκχας σ’εὐίων ὀρῶν ἄπο.
Πενθευς
Πε.
Πε.
792
οὐ μὴ φρενώσεις μ’, ἀλλὰ δέσμιος φυγὼν
793
σῴσῃ τόδ’; σοὶ πάλιν ἀναστρέψω δίκην;
Διονυσος
Δι.
Δι.
794
θύοιμ’ἂν αὐτῷ μᾶλλον θυμούμενος
795
πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ.
Πενθευς
Πε.
Πε.
796
θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι,
797
πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς.
Διονυσος
Δι.
Δι.
798
φεύξεσθε πάντες · καὶ τόδ’αἰσχρόν, ἀσπίδας
799
θύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτους
Πενθευς
Πε.
Πε.
800
ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ,
801
ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται.
Διονυσος
Δι.
Δι.
802
τᾶν, ἔτ’ἔστιν εὖ καταστῆσαι τάδε.
Πενθευς
Πε.
Πε.
803
τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς;
Διονυσος
Δι.
Δι.
804
ἐγὼ γυναῖκας δεῦρ’ὅπλων ἄξω δίχα.
Πενθευς
Πε.
Πε.
805
οἴμοι · τόδ’ἤδη δόλιον ἔς με μηχανᾷ.
Διονυσος
Δι.
Δι.
806
ποῖόν τι, σῷσαί σ’εἰ θέλω τέχναις ἐμαῖς;
Πενθευς
Πε.
Πε.
807
ξυνέθεσθε κοινῇ τάδ’, ἵνα βακχεύητ’ἀεί.
Διονυσος
Δι.
Δι.
808
καὶ μὴν ξυνεθέμην τοῦτό γ’ἔστι τῷ θεῷ.
Πενθευς
Πε.
Πε.
809
ἐκφέρετέ μοι δεῦρ’ὅπλα, σὺ δὲ παῦσαι λέγων.
Διονυσος
Δι.
Δι.
810
.
811
βούλῃ σφ’ἐν ὄρεσι συγκαθημένας ἰδεῖν;
Πενθευς
Πε.
Πε.
812
μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν.
Διονυσος
Δι.
Δι.
813
τί δ’εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν;
Πενθευς
Πε.
Πε.
814
λυπρῶς νιν εἰσίδοιμ’ἂν ἐξῳνωμένας.
Διονυσος
Δι.
Δι.
815
ὅμως δ’ἴδοις ἂν ἡδέως σοι πικρά;
Πενθευς
Πε.
Πε.
816
σάφ’ἴσθι, σιγῇ γ’ὑπ’ἐλάταις καθήμενος.
Διονυσος
Δι.
Δι.
817
ἀλλ’ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.
Πενθευς
Πε.
Πε.
818
ἀλλ’ἐμφανῶς · καλῶς γὰρ ἐξεῖπας τάδε.
Διονυσος
Δι.
Δι.
819
ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;
Πενθευς
Πε.
Πε.
820
ἄγ’ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ.
Διονυσος
Δι.
Δι.
821
στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.
Πενθευς
Πε.
Πε.
822
τί δὴ τόδ’; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;
Διονυσος
Δι.
Δι.
823
μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.
Πενθευς
Πε.
Πε.
824
εὖ γ’εἶπας αὖ τόδ’· ὥς τις εἶ πάλαι σοφός.
Διονυσος
Δι.
Δι.
825
Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.
Πενθευς
Πε.
Πε.
826
πῶς οὖν γένοιτ’ἂν σύ με νουθετεῖς καλῶς;
Διονυσος
Δι.
Δι.
827
ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.
Πενθευς
Πε.
Πε.
828
τίνα στολήν; θῆλυν; ἀλλ’αἰδώς μ’ἔχει.
Διονυσος
Δι.
Δι.
829
οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ.
Πενθευς
Πε.
Πε.
830
στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτ’ἐμὸν βαλεῖν;
Διονυσος
Δι.
Δι.
831
κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.
Πενθευς
Πε.
Πε.
832
τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;
Διονυσος
Δι.
Δι.
833
πέπλοι ποδήρεις · ἐπὶ κάρᾳ δ’ἔσται μίτρα.
Πενθευς
Πε.
Πε.
834
καί τι πρὸς τοῖσδ’ἄλλο προσθήσεις ἐμοί;
Διονυσος
Δι.
Δι.
835
θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας.
Πενθευς
Πε.
Πε.
836
οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.
Διονυσος
Δι.
Δι.
837
ἀλλ’αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.
Πενθευς
Πε.
Πε.
838
ὀρθῶς · μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν.
Διονυσος
Δι.
Δι.
839
σοφώτερον γοῦν κακοῖς θηρᾶν κακά.
Πενθευς
Πε.
Πε.
840
καὶ πῶς δι’ἄστεως εἶμι Καδμείους λαθών;
Διονυσος
Δι.
Δι.
841
ὁδοὺς ἐρήμους ἴμεν · ἐγὼ δ’ἡγήσομαι.
Πενθευς
Πε.
Πε.
842
πᾶν κρεῖσσον ὥστε μὴ ’γγελᾶν βάκχας ἐμοί.
843
ἐλθόντ’ἐς οἴκους […] ἃν δοκῇ βουλεύσομαι.
Διονυσος
Δι.
Δι.
844
ἔξεστι · πάντῃ τό γ’ἐμὸν εὐτρεπὲς πάρα.
Πενθευς
Πε.
Πε.
845
στείχοιμ’ἄν · γὰρ ὅπλ’ἔχων πορεύσομαι
846
τοῖσι σοῖσι πείσομαι βουλεύμασιν.
Διονυσος
Δι.
Δι.
848
γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται,
847
ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην.
849
Διόνυσε, νῦν σὸν ἔργον · οὐ γὰρ εἶ πρόσω ·
850
τεισώμεθ’αὐτόν. πρῶτα δ’ἔκστησον φρενῶν,
851
ἐνεὶς ἐλαφρὰν λύσσαν · ὡς φρονῶν μὲν εὖ
852
οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν,
853
ἔξω δ’ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.
854
χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν
855
γυναικόμορφον ἀγόμενον δι’ἄστεως
856
ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν.
857
ἀλλ’εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν
858
ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς,
859
Πενθεῖ προσάψων · γνώσεται δὲ τὸν Διὸς
860
Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός,
861
δεινότατος, ἀνθρώποισι δ’ἠπιώτατος.
Χορος
Χο.
Χο.
862
ἆρ’ἐν παννυχίοις χοροῖς
863
θήσω ποτὲ λευκὸν
864
πόδ’ἀναβακχεύουσα, δέραν
865
εἰς αἰθέρα δροσερὸν ῥίπτουσ’,
866
ὡς νεβρὸς χλοεραῖς ἐμπαίζουσα
867
λείμακος ἡδοναῖς,
868
ἡνίκ’ἂν φοβερὰν φύγῃ
869
θήραν ἔξω φυλακᾶς
870
εὐπλέκτων ὑπὲρ ἀρκύων,
871
θωΰσσων δὲ κυναγέτας
872
συντείνῃ δράμημα κυνῶν ·
873
μόχθοιςτ’ὠκυδρόμοιςτ’ἀέλλαις
873b
θρῴσκει πεδίον
874
παραποτάμιον, ἡδομένα
875
βροτῶν ἐρημίαις σκιαροκόμοιό
876
τ’ἔρνεσιν ὕλας.
877
τί τὸ σοφόν; τί τὸ κάλλιον
878
παρὰ θεῶν γέρας ἐν βροτοῖς
879
χεῖρ’ὑπὲρ κορυφᾶς
880
τῶν ἐχθρῶν κρείσσω κατέχειν;
881
τι καλὸν φίλον ἀεί.
882
ὁρμᾶται μόλις, ἀλλ’ὅμως
883
πιστόν τι τὸ θεῖον
884
σθένος · ἀπευθύνει δὲ βροτῶν
885
τούςτ’ἀγνωμοσύναν τιμῶντας
886
καὶ μὴ τὰ θεῶν αὔξοντας
887
σὺν μαινομένᾳ δόξᾳ.
888
κρυπτεύουσι δὲ ποικίλως
889
δαρὸν χρόνου πόδα καὶ
890
θηρῶσιν τὸν ἄσεπτον. οὐ
891
γὰρ κρεῖσσόν ποτε τῶν νόμων
892
γιγνώσκειν χρὴ καὶ μελετᾶν.
893
κούφα γὰρ δαπάνα νομίζειν
893b
ἰσχὺν τόδ’ἔχειν,
894
τι ποτ’ἄρα τὸ δαιμόνιον,
895
τότ’ἐν χρόνῳ μακρῷ νόμιμον
896
ἀεὶ φύσειτε πεφυκός.
897
τί τὸ σοφόν; τί τὸ κάλλιον
898
παρὰ θεῶν γέρας ἐν βροτοῖς
899
χεῖρ’ὑπὲρ κορυφᾶς
900
τῶν ἐχθρῶν κρείσσω κατέχειν;
901
τι καλὸν φίλον ἀεί.
902
εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας
903
ἔφυγε χεῖμα, λιμένα δ’ἔκιχεν ·
904
εὐδαίμων δ’ὃς ὕπερθε μόχθων
905
ἐγένεθ’· ἑτέρᾳ δ’ἕτερος ἕτερον
906
ὄλβῳ καὶ δυνάμει παρῆλθεν.
907
μυρίαι δ’ἔτι μυρίοις
908
εἰσὶν ἐλπίδες · αἳ μὲν
908b
τελευτῶσιν ἐν ὄλβῳ
909
βροτοῖς, αἳ δ’ἀπέβησαν ·
910
τὸ δὲ κατ’ἦμαρ ὅτῳ βίοτος
911
εὐδαίμων, μακαρίζω.
Διονυσος
Δι.
Δι.
912
σὲ τὸν πρόθυμον ὄνθ’ μὴ χρεὼν ὁρᾶν
913
σπεύδοντάτ’ἀσπούδαστα, Πενθέα λέγω,
914
ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι,
915
σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων,
916
μητρόςτε τῆς σῆς καὶ λόχου κατάσκοπος ·
917
πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ.
Πενθευς
Πε.
Πε.
918
καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ,
919
δισσὰς δὲ Θήβας καὶ πόλισμ’ἑπτάστομον ·
920
καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς
921
καὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι.
922
ἀλλ’ ποτ’ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν.
Διονυσος
Δι.
Δι.
923
θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής,
924
ἔνσπονδος ἡμῖν · νῦν δ’ὁρᾷς χρή σ’ὁρᾶν.
Πενθευς
Πε.
Πε.
925
τί φαίνομαι δῆτ’; οὐχὶ τὴν Ἰνοῦς στάσιν
926
τὴν Ἀγαύης ἑστάναι, μητρός γ’ἐμῆς;
Διονυσος
Δι.
Δι.
927
αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σ’ὁρῶν.
928
ἀλλ’ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχ’ὅδε,
929
οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα.
Πενθευς
Πε.
Πε.
930
ἔνδον προσείων αὐτὸν ἀνασείωντ’ἐγὼ
931
καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.
Διονυσος
Δι.
Δι.
932
ἀλλ’αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,
933
πάλιν καταστελοῦμεν · ἀλλ’ὄρθου κάρα.
Πενθευς
Πε.
Πε.
934
ἰδού, σὺ κόσμει · σοὶ γὰρ ἀνακείμεσθα δή.
Διονυσος
Δι.
Δι.
935
ζῶναίτέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων
936
στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν.
Πενθευς
Πε.
Πε.
937
κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα ·
938
τἀνθένδε δ’ὀρθῶς παρὰ τένοντ’ἔχει πέπλος.
Διονυσος
Δι.
Δι.
939
πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων,
940
ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς.
Πενθευς
Πε.
Πε.
941
πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ
942
τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι;
Διονυσος
Δι.
Δι.
943
ἐν δεξιᾷ χρὴ χἄμα δεξιῷ ποδὶ
944
αἴρειν νιν · αἰνῶ δ’ὅτι μεθέστηκας φρενῶν.
Πενθευς
Πε.
Πε.
945
ἆρ’ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς
946
αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν;
Διονυσος
Δι.
Δι.
947
δύναι’ἄν, εἰ βούλοιο · τὰς δὲ πρὶν φρένας
948
οὐκ εἶχες ὑγιεῖς, νῦν δ’ἔχεις οἵας σε δεῖ.
Πενθευς
Πε.
Πε.
949
μοχλοὺς φέρωμεν; χεροῖν ἀνασπάσω
950
κορυφαῖς ὑποβαλὼν ὦμον βραχίονα;
Διονυσος
Δι.
Δι.
951
μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματα
952
καὶ Πανὸς ἕδρας ἔνθ’ἔχει συρίγματα.
Πενθευς
Πε.
Πε.
953
καλῶς ἔλεξας · οὐ σθένει νικητέον
954
γυναῖκας · ἐλάταισιν δ’ἐμὸν κρύψω δέμας.
Διονυσος
Δι.
Δι.
955
κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών,
956
ἐλθόντα δόλιον μαινάδων κατάσκοπον.
Πενθευς
Πε.
Πε.
957
καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣς
958
λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν.
Διονυσος
Δι.
Δι.
959
οὐκοῦν ἐπ’αὐτὸ τοῦτ’ἀποστέλλῃ φύλαξ ·
960
λήψῃ δ’ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος.
Πενθευς
Πε.
Πε.
961
κόμιζε διὰ μέσης με Θηβαίας χθονός ·
962
μόνος γὰρ αὐτῶν εἰμ’ἀνὴρ τολμῶν τόδε.
Διονυσος
Δι.
Δι.
963
μόνος σὺ πόλεως τῆσδ’ὑπερκάμνεις, μόνος ·
964
τοιγάρ σ’ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν.
965
ἕπου δέ · πομπὸς εἶμ’ἐγὼ σωτήριος,
966
κεῖθεν δ’ἀπάξει σ’ἄλλος.
Πενθευς
Πε.
Πε.
966b
τεκοῦσά γε.
Διονυσος
Δι.
Δι.
967
ἐπίσημον ὄντα πᾶσιν.
Πενθευς
Πε.
Πε.
967b
ἐπὶ τόδ’ἔρχομαι.
Διονυσος
Δι.
Δι.
968
φερόμενος ἥξεις […]
Πενθευς
Πε.
Πε.
968b
ἁβρότητ’ἐμὴν λέγεις.
Διονυσος
Δι.
Δι.
969
ἐν χερσὶ μητρός.
Πενθευς
Πε.
Πε.
969b
καὶ τρυφᾶν μ’ἀναγκάσεις.
Διονυσος
Δι.
Δι.
970
τρυφάς γε τοιάσδε.
Πενθευς
Πε.
Πε.
970b
ἀξίων μὲν ἅπτομαι.
Διονυσος
Δι.
Δι.
971
δεινὸς σὺ δεινὸς κἀπὶ δείν’ἔρχῃ πάθη,
972
ὥστ’οὐρανῷ στηρίζον εὑρήσεις κλέος.
973
ἔκτειν’, Ἀγαύη, χεῖρας αἵθ’ὁμόσποροι
974
Κάδμου θυγατέρες · τὸν νεανίαν ἄγω
975
τόνδ’εἰς ἀγῶνα μέγαν, νικήσων δ’ἐγὼ
976
καὶ Βρόμιος ἔσται. τἄλλα δ’αὐτὸ σημανεῖ.
Χορος
Χο.
Χο.
977
ἴτε θοαὶ Λύσσας κύνες ἴτ’εἰς ὄρος,
978
θίασον ἔνθ’ἔχουσι Κάδμου κόραι,
979
ἀνοιστρήσατέ νιν
980
ἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷ
981
λυσσώδη κατάσκοπον μαινάδων.
982
μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας
983
σκόλοπος ὄψεται
984
δοκεύοντα, μαινάσιν δ’ἀπύσει ·
985
τίς ὅδ’ὀρειδρόμων
986
μαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολ’
987
ἔμολεν, βάκχαι; τίς ἄρα νιν ἔτεκεν;
988
οὐ γὰρ ἐξ αἵματος
989
γυναικῶν ἔφυ, λεαίνας δέ τινος
990
ὅδ’ Γοργόνων Λιβυσσᾶν γένος.
992
ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος
993
φονεύουσα λαιμῶν διαμπὰξ
995
τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος
996
γόνον γηγενῆ.
997
ὃς ἀδίκῳ γνώμᾳ παρανόμῳτ’ὀργᾷ
998
περὶ σὰ Βάκχι’, ὄργια ματρόςτε σᾶς
999
μανείσᾳ πραπίδι
1000
παρακόπῳτε λήματι στέλλεται,
1001
τἀνίκατον ὡς κρατήσων βίᾳ,
1002
γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσιστος
1003
ἐς τὰ θεῶν ἔφυ ·
1004
βροτείωςτ’ἔχειν ἄλυπος βίος.
1005
τὸ σοφὸν οὐ φθονῶ ·
1006
χαίρω θηρεύουσα · τὰ δ’ἕτερα μεγάλα
1007
φανεράτ’· , νάειν ἐπὶ τὰ καλὰ βίον,
1008
ἦμαρ ἐς νύκτατ’εὐαγοῦντ’
1009
εὐσεβεῖν, τὰ δ’ἔξω νόμιμα
1010
δίκας ἐκβαλόντα τιμᾶν θεούς.
1013
ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος
1014
φονεύουσα λαιμῶν διαμπὰξ
1015
τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος
1016
τόκον γηγενῆ.
1018
φάνηθι ταῦρος πολύκρανος ἰδεῖν
1019
δράκων πυριφλέγων ὁρᾶσθαι λέων.
1020
ἴθ’, Βάκχε, θηραγρευτᾷ βακχᾶν
1021
γελῶντι προσώπῳ περίβαλε βρόχον
1022
θανάσιμον ὑπ’ἀγέλαν πεσόντι
1023
τὰν μαινάδων.
Αγγελος Β
Αγ.
Αγ.
1024
δῶμ’ πρίν ποτ’εὐτύχεις ἀν’Ἑλλάδα,
1025
Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς
1026
δράκοντος ἔσπειρ’Ὄφεος ἐν γαίᾳ θέρος,
1027
ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλ’ὅμως
1028
.
Χορος
Χο.
Χο.
1029
τί δ’ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον;
Αγγελος
Αγ.
Αγ.
1030
Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός.
Χορος
Χο.
Χο.
1031
ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας.
Αγγελος
Αγ.
Αγ.
1032
πῶς φῄς; τί τοῦτ’ἔλεξας; ’πὶ τοῖς ἐμοῖς
1033
χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;
Χορος
Χο.
Χο.
1034
εὐάζω ξένα μέλεσι βαρβάροις ·
1035
οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω.
Αγγελος
Αγ.
Αγ.
1036
Θήβας δ’ἀνάνδρους ὧδ’ἄγεις […]
1036b
[…]
Χορος
Χο.
Χο.
1037
Διόνυσος Διόνυσος, οὐ Θῆβαι
1038
κράτος ἔχουσ’ἐμόν.
Αγγελος
Αγ.
Αγ.
1039
συγγνωστὰ μέν σοι, πλὴν ἐπ’ἐξειργασμένοις
1040
κακοῖσι χαίρειν, γυναῖκες, οὐ καλόν.
Χορος
Χο.
Χο.
1041
ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκει
1042
ἄδικος ἄδικάτ’ἐκπορίζων ἀνήρ;
Αγγελος
Αγ.
Αγ.
1043
ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς
1044
λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς,
1045
λέπας Κιθαιρώνειον εἰσεβάλλομεν
1046
Πενθεύςτε κἀγώ δεσπότῃ γὰρ εἱπόμην
1047
ξένοςθ’ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.
1048
πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος,
1049
τάτ’ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο
1050
σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι.
1051
ἦν δ’ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον,
1052
πεύκαισι συσκιάζον, ἔνθα μαινάδες
1053
καθῆντ’ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις.
1054
αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα
1055
κισσῷ κομήτην αὖθις ἐξανέστεφον,
1056
αἳ δ’, ἐκλιποῦσαι ποικίλ’ὡς πῶλοι ζυγά,
1057
βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος.
1058
Πενθεὺς δ’ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον
1059
ἔλεξε τοιάδ’· ξέν’, οὗ μὲν ἕσταμεν,
1060
οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων ·
1061
ὄχθων δ’ἔπ’, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα,
1062
ἴδοιμ’ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν.
1063
τοὐντεῦθεν ἤδη τοῦ ξένου τὸ θαῦμ’ὁρῶ ·
1064
λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον
1065
κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον ·
1066
κυκλοῦτο δ’ὥστε τόξον κυρτὸς τροχὸς
1067
τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον ·
1068
ὣς κλῶν’ὄρειον ξένος χεροῖν ἄγων
1069
ἔκαμπτεν ἐς γῆν, ἔργματ’οὐχὶ θνητὰ δρῶν.
1070
Πενθέα δ’ἱδρύσας ἐλατίνων ὄζων ἔπι,
1071
ὀρθὸν μεθίει διὰ χερῶν βλάστημ’ἄνω
1072
ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν,
1073
ὀρθὴ δ’ἐς ὀρθὸν αἰθέρ’ἐστηρίζετο,
1074
ἔχουσα νώτοις δεσπότην ἐφήμενον ·
1075
ὤφθη δὲ μᾶλλον κατεῖδε μαινάδας.
1076
ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,
1077
καὶ τὸν ξένον μὲν οὐκέτ’εἰσορᾶν παρῆν,
1078
ἐκ δ’αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι
1079
Διόνυσος, ἀνεβόησεν · νεάνιδες,
1080
ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμάτ’ὄργια
1081
γέλων τιθέμενον · ἀλλὰ τιμωρεῖσθέ νιν.
1082
καὶ ταῦθ’ἅμ’ἠγόρευε καὶ πρὸς οὐρανὸν
1083
καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός.
1084
σίγησε δ’αἰθήρ, σῖγα δ’ὕλιμος νάπη
1085
φύλλ’εἶχε, θηρῶν δ’οὐκ ἂν ἤκουσας βοήν.
1086
αἳ δ’ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι
1087
ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.
1088
δ’αὖθις ἐπεκέλευσεν · ὡς δ’ἐγνώρισαν
1089
σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι,
1090
ᾖξαν πελείας ὠκύτητ’οὐχ ἥσσονες
1091
ποδῶν τρέχουσαι συντόνοις δραμήμασι,
1092
μήτηρ Ἀγαύη σύγγονοίθ’ὁμόσποροι
1093
πᾶσαίτε βάκχαι · διὰ δὲ χειμάρρου νάπης
1094
ἀγμῶντ’ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.
1095
ὡς δ’εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον,
1096
πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους
1097
ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,
1098
ὄζοισίτ’ἐλατίνοισιν ἠκοντίζετο.
1099
ἄλλαι δὲ θύρσους ἵεσαν δι’αἰθέρος
1100
Πενθέως, στόχον δύστηνον · ἀλλ’οὐκ ἤνυτον.
1101
κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων
1102
καθῆσθ’ τλήμων, ἀπορίᾳ λελημμένος.
1103
τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους
1104
ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.
1105
ἐπεὶ δὲ μόχθων τέρματ’οὐκ ἐξήνυτον,
1106
ἔλεξ’Ἀγαύη · φέρε, περιστᾶσαι κύκλῳ
1107
πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην
1108
θῆρ’ὡς ἕλωμεν, μη δ’ἀπαγγείλῃ θεοῦ
1109
χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα
1110
προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός ·
1111
ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς
1112
πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν
1113
Πενθεύς · κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.
1114
πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου
1115
καὶ προσπίτνει νιν · δὲ μίτραν κόμης ἄπο
1116
ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι
1117
τλήμων Ἀγαύη, καὶ λέγει, παρηίδος
1118
ψαύων · ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν
1119
Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος ·
1120
οἴκτιρε δ’ μῆτέρ με, μη δὲ ταῖς ἐμαῖς
1121
ἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς.
1122
δ’ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους
1123
κόρας ἑλίσσουσ’, οὐ φρονοῦσ’ χρὴ φρονεῖν,
1124
ἐκ Βακχίου κατείχετ’, οὐ δ’ἔπειθέ νιν.
1125
λαβοῦσα δ’ὠλένης ἀριστερὰν χέρα,
1126
πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος
1127
ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους,
1128
ἀλλ’ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν ·
1129
Ἰνὼ δὲ τἀπὶ θάτερ’ἐξειργάζετο,
1130
ῥηγνῦσα σάρκας, Αὐτονόητ’ὄχλοςτε πᾶς
1131
ἐπεῖχε βακχῶν · ἦν δὲ πᾶσ’ὁμοῦ βοή,
1132
μὲν στενάζων ὅσον ἐτύγχαν’ἐμπνέων,
1133
αἳ δ’ἠλάλαζον. ἔφερε δ’ μὲν ὠλένην,
1134
δ’ἴχνος αὐταῖς ἀρβύλαις · γυμνοῦντο δὲ
1135
πλευραὶ σπαραγμοῖς · πᾶσα δ’ᾑματωμένη
1136
χεῖρας διεσφαίριζε σάρκα Πενθέως.
1137
κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις
1138
πέτραις, τὸ δ’ὕλης ἐν βαθυξύλῳ φόβῃ,
1139
οὐ ῥᾴδιον ζήτημα · κρᾶτα δ’ἄθλιον,
1140
ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν,
1141
πήξασ’ἐπ’ἄκρον θύρσον ὡς ὀρεστέρου
1142
φέρει λέοντος διὰ Κιθαιρῶνος μέσου,
1143
λιποῦσ’ἀδελφὰς ἐν χοροῖσι μαινάδων.
1144
χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένη
1145
τειχέων ἔσω τῶνδ’, ἀνακαλοῦσα Βάκχιον
1146
τὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας,
1147
τὸν καλλίνικον, δάκρυα νικηφορεῖ.
1148
ἐγὼ μὲν οὖν τῇδ’ἐκποδὼν τῇ ξυμφορᾷ
1149
ἄπειμ’, Ἀγαύην πρὶν μολεῖν πρὸς δώματα.
1150
τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν
1151
κάλλιστον · οἶμαι δ’αὐτὸ καὶ σοφώτατον
1152
θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.
Χορος
Χο.
Χο.
1153
ἀναχορεύσωμεν Βάκχιον,
1154
ἀναβοάσωμεν ξυμφορὰν
1155
τὰν τοῦ δράκοντος Πενθέος ἐκγενέτα ·
1156
ὃς τὰν θηλυγενῆ στολὰν
1157
νάρθηκάτε, πιστὸν Ἅιδαν,
1158
ἔλαβεν εὔθυρσον,
1159
ταῦρον προηγητῆρα συμφορᾶς ἔχων.
1160
βάκχαι Καδμεῖαι,
1161
τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε
1162
ἐς στόνον, ἐς δάκρυα.
1163
καλὸς ἀγών, χέρ’αἵματι στάζουσαν
1164
περιβαλεῖν τέκνου.
1165
ἀλλ’, εἰσορῶ γὰρ ἐς δόμους ὁρμωμένην
1166
Πενθέως Ἀγαύην μητέρ’ἐν διαστρόφοις
1167
ὄσσοις, δέχεσθε κῶμον εὐίου θεοῦ.
Αγαυη
Αγ.
Αγ.
1168
Ἀσιάδες βάκχαι
Χορος
Χο.
Χο.
1168b
τί μ’ὀροθύνεις, ;
Αγαυη
Αγ.
Αγ.
1169
φέρομεν ἐξ ὀρέων
1170
ἕλικα νεότομον ἐπὶ μέλαθρα,
1171
μακάριον θήραν.
Χορος
Χο.
Χο.
1172
ὁρῶ καί σε δέξομαι σύγκωμον.
Αγαυη
Αγ.
Αγ.
1173
ἔμαρψα τόνδ’ἄνευ βρόχων
1174
λέοντος ἀγροτέρου νέον ἶνιν ·
1175
ὡς ὁρᾶν πάρα.
Χορος
Χο.
Χο.
1176
πόθεν ἐρημίας;
Αγαυη
Αγ.
Αγ.
1177
Κιθαιρὼν […]
Χορος
Χο.
Χο.
1177b
Κιθαιρών;
Αγαυη
Αγ.
Αγ.
1178
κατεφόνευσέ νιν.
Χορος
Χο.
Χο.
1179
τίς βαλοῦσα;
Αγαυη
Αγ.
Αγ.
1179b
πρῶτον ἐμὸν τὸ γέρας.
1180
μάκαιρ’Ἀγαύη κλῃζόμεθ’ἐν θιάσοις.
Χορος
Χο.
Χο.
1181
τίς ἄλλα;
Αγαυη
Αγ.
Αγ.
1181b
τὰ Κάδμου […]
Χορος
Χο.
Χο.
1182
τί Κάδμου;
Αγαυη
Αγ.
Αγ.
1182b
γένεθλα
1182c
μετ’ἐμὲ μετ’ἐμὲ τοῦδ’
1183
ἔθιγε θηρός · εὐτυχής γ’ἅδ’ἄγρα.
Χορος
Χο.
Χο.
1183b
[…]
Αγαυη
Αγ.
Αγ.
1184
μέτεχέ νυν θοίνας.
Χορος
Χο.
Χο.
1184b
τί; μετέχω, τλᾶμον;
Αγαυη
Αγ.
Αγ.
1185
νέος μόσχος ἄρτι
1186
γένυν ὑπὸ κόρυθ’ἁπαλότριχα
1187
κατάκομον θάλλει.
Χορος
Χο.
Χο.
1188
πρέπει γ’ὥστε θὴρ ἄγραυλος φόβῃ.
Αγαυη
Αγ.
Αγ.
1189
Βάκχιος κυναγέτας
1190
σοφὸς σοφῶς ἀνέπηλ’ἐπὶ θῆρα
1191
τόνδε μαινάδας.
Χορος
Χο.
Χο.
1192
γὰρ ἄναξ ἀγρεύς.
Αγαυη
Αγ.
Αγ.
1193
ἐπαινεῖς;
Χορος
Χο.
Χο.
1193b
ἐπαινῶ.
Αγαυη
Αγ.
Αγ.
1194
τάχα δὲ Καδμεῖοι […]
Χορος
Χο.
Χο.
1195
καὶ παῖς γε Πενθεὺς […]
Αγαυη
Αγ.
Αγ.
1195b
ματέρ’ἐπαινέσεται,
1196
λαβοῦσαν ἄγραν τάνδε λεοντοφυῆ.
Χορος
Χο.
Χο.
1197
περισσάν.
Αγαυη
Αγ.
Αγ.
1197b
περισσῶς.
Χορος
Χο.
Χο.
1198
ἀγάλλῃ;
Αγαυη
Αγ.
Αγ.
1198b
γέγηθα,
1198c
μεγάλα μεγάλα καὶ
1199
φανερὰ τᾷδ’ἄγρᾳ κατειργασμένα.
Χορος
Χο.
Χο.
1200
δεῖξόν νυν, τάλαινα, σὴν νικηφόρον
1201
ἀστοῖσιν ἄγραν ἣν φέρουσ’ἐλήλυθας.
Αγαυη
Αγ.
Αγ.
1202
καλλίπυργον ἄστυ Θηβαίας χθονὸς
1203
ναίοντες, ἔλθεθ’ὡς ἴδητε τήνδ’ἄγραν,
1204
Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν,
1205
οὐκ ἀγκυλητοῖς Θεσσαλῶν στοχάσμασιν,
1206
οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσι
1207
χειρῶν ἀκμαῖσιν. κᾆτα κομπάζειν χρεὼν
1208
καὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην;
1209
ἡμεῖς δέ γ’αὐτῇ χειρὶ τόνδεθ’εἵλομεν,
1210
χωρίςτε θηρὸς ἄρθρα διεφορήσαμεν.
1211
ποῦ μοι πατὴρ πρέσβυς; ἐλθέτω πέλας.
1212
Πενθεύςτ’ἐμὸς παῖς ποῦ ’στιν; αἰρέσθω λαβὼν
1213
πηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις,
1214
ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδε
1215
λέοντος ὃν πάρειμι θηράσασ’ἐγώ.
Καδμος
Κα.
Κα.
1216
ἕπεσθέ μοι φέροντες ἄθλιον βάρος
1217
Πενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος,
1218
οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασιν
1219
φέρω τόδ’, εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖς
1220
διασπαρακτόν, κοὐδὲν ἐν ταὐτῷ πέδῳ
1221
λαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ.
1222
ἤκουσα γάρ του θυγατέρων τολμήματα,
1223
ἤδη κατ’ἄστυ τειχέων ἔσω βεβὼς
1224
σὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα ·
1225
πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι
1226
τὸν κατθανόντα παῖδα Μαινάδων ὕπο.
1227
καὶ τὴν μὲν Ἀκτέων’Ἀρισταίῳ ποτὲ
1228
τεκοῦσαν εἶδον Αὐτονόην Ἰνώθ’ἅμα
1229
ἔτ’ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας,
1230
τὴν δ’εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶ
1231
στείχειν Ἀγαύην, οὐ δ’ἄκραντ’ἠκούσαμεν ·
1232
λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα.
Αγαυη
Αγ.
Αγ.
1233
πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι,
1234
πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷ
1235
θνητῶν · ἁπάσας εἶπον, ἐξόχως δ’ἐμέ,
1236
τὰς παρ’ἱστοῖς ἐκλιποῦσα κερκίδας
1237
ἐς μείζον’ἥκω, θῆρας ἀγρεύειν χεροῖν.
1238
φέρω δ’ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδε
1239
λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις
1240
ὡς ἀγκρεμασθῇ · σὺ δέ, πάτερ, δέξαι χεροῖν ·
1241
γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν
1242
κάλει φίλους ἐς δαῖτα · μακάριος γὰρ εἶ,
1243
μακάριος, ἡμῶν τοιάδ’ἐξειργασμένων.
Καδμος
Κα.
Κα.
1244
πένθος οὐ μετρητὸν οὐ δ’οἷόντ’ἰδεῖν,
1245
φόνον ταλαίναις χερσὶν ἐξειργασμένων.
1246
καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν
1247
ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς.
1248
οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτ’ἐμῶν ·
1249
ὡς θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλ’ἄγαν,
1250
Βρόμιος ἄναξ ἀπώλεσ’οἰκεῖος γεγώς.
Αγαυη
Αγ.
Αγ.
1251
ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ
1252
ἔντ’ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς
1253
εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις,
1254
ὅτ’ἐν νεανίαισι Θηβαίοις ἅμα
1255
θηρῶν ὀριγνῷτ’· ἀλλὰ θεομαχεῖν μόνον
1256
οἷόςτ’ἐκεῖνος. νουθετητέος, πάτερ,
1257
σοὐστίν. τίς αὐτὸν δεῦρ’ἂν ὄψιν εἰς ἐμὴν
1258
καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα;
Καδμος
Κα.
Κα.
1259
φεῦ φεῦ · φρονήσασαι μὲν οἷ’ἐδράσατε
1260
ἀλγήσετ’ἄλγος δεινόν · εἰ δὲ διὰ τέλους
1261
ἐν τῷδ’ἀεὶ μενεῖτ’ἐν καθέστατε,
1262
οὐκ εὐτυχοῦσαι δόξετ’οὐχὶ δυστυχεῖν.
Αγαυη
Αγ.
Αγ.
1263
τί δ’οὐ καλῶς τῶνδ’ τί λυπηρῶς ἔχει;
Καδμος
Κα.
Κα.
1264
πρῶτον μὲν ἐς τόνδ’αἰθέρ’ὄμμα σὸν μέθες.
Αγαυη
Αγ.
Αγ.
1265
ἰδού · τί μοι τόνδ’ἐξυπεῖπας εἰσορᾶν;
Καδμος
Κα.
Κα.
1266
ἔθ’αὑτὸς σοι μεταβολὰς ἔχειν δοκεῖ;
Αγαυη
Αγ.
Αγ.
1267
λαμπρότερος πρὶν καὶ διειπετέστερος.
Καδμος
Κα.
Κα.
1268
τὸ δὲ πτοηθὲν τόδ’ἔτι σῇ ψυχῇ πάρα;
Αγαυη
Αγ.
Αγ.
1269
οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πως
1270
ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν.
Καδμος
Κα.
Κα.
1271
κλύοις ἂν οὖν τι κἀποκρίναι’ἂν σαφῶς;
Αγαυη
Αγ.
Αγ.
1272
ὡς ἐκλέλησμαί γ’ πάρος εἴπομεν, πάτερ.
Καδμος
Κα.
Κα.
1273
ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα;
Αγαυη
Αγ.
Αγ.
1274
Σπαρτῷ μ’ἔδωκας, ὡς λέγουσ’, Ἐχίονι.
Καδμος
Κα.
Κα.
1275
τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει;
Αγαυη
Αγ.
Αγ.
1276
Πενθεύς, ἐμῇτε καὶ πατρὸς κοινωνίᾳ.
Καδμος
Κα.
Κα.
1277
τίνος πρόσωπον δῆτ’ἐν ἀγκάλαις ἔχεις;
Αγαυη
Αγ.
Αγ.
1278
λέοντος, ὥς γ’ἔφασκον αἱ θηρώμεναι.
Καδμος
Κα.
Κα.
1279
σκέψαι νυν ὀρθῶς · βραχὺς μόχθος εἰσιδεῖν.
Αγαυη
Αγ.
Αγ.
1280
ἔα, τί λεύσσω; τί φέρομαι τόδ’ἐν χεροῖν;
Καδμος
Κα.
Κα.
1281
ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε.
Αγαυη
Αγ.
Αγ.
1282
ὁρῶ μέγιστον ἄλγος τάλαιν’ἐγώ.
Καδμος
Κα.
Κα.
1283
μῶν σοι λέοντι φαίνεται προσεικέναι;
Αγαυη
Αγ.
Αγ.
1284
οὔκ, ἀλλὰ Πενθέως τάλαιν’ἔχω κάρα.
Καδμος
Κα.
Κα.
1285
ᾠμωγμένον γε πρόσθεν σὲ γνωρίσαι.
Αγαυη
Αγ.
Αγ.
1286
τίς ἔκτανέν νιν; πῶς ἐμὰς ἦλθεν χέρας;
Καδμος
Κα.
Κα.
1287
δύστην’ἀλήθει’, ὡς ἐν οὐ καιρῷ πάρει.
Αγαυη
Αγ.
Αγ.
1288
λέγ’, ὡς τὸ μέλλον καρδία πήδημ’ἔχει.
Καδμος
Κα.
Κα.
1289
σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν.
Αγαυη
Αγ.
Αγ.
1290
ποῦ δ’ὤλετ’; κατ’οἶκον; ποίοις τόποις;
Καδμος
Κα.
Κα.
1291
οὗπερ πρὶν Ἀκτέωνα διέλαχον κύνες.
Αγαυη
Αγ.
Αγ.
1292
τί δ’ἐς Κιθαιρῶν’ἦλθε δυσδαίμων ὅδε;
Καδμος
Κα.
Κα.
1293
ἐκερτόμει θεὸν σάςτε βακχείας μολών.
Αγαυη
Αγ.
Αγ.
1294
ἡμεῖς δ’ἐκεῖσε τίνι τρόπῳ κατήραμεν;
Καδμος
Κα.
Κα.
1295
ἐμάνητε, πᾶσάτ’ἐξεβακχεύθη πόλις.
Αγαυη
Αγ.
Αγ.
1296
Διόνυσος ἡμᾶς ὤλεσ’, ἄρτι μανθάνω.
Καδμος
Κα.
Κα.
1297
ὕβριν γ’ὑβρισθείς · θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν.
Αγαυη
Αγ.
Αγ.
1298
τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ;
Καδμος
Κα.
Κα.
1299
ἐγὼ μόλις τόδ’ἐξερευνήσας φέρω.
Αγαυη
Αγ.
Αγ.
1300
πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς;
Καδμος
Κα.
Κα.
1300b
[…]
Αγαυη
Αγ.
Αγ.
1301
Πενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκ’ἐμῆς;
Καδμος
Κα.
Κα.
1302
ὑμῖν ἐγένεθ’ὅμοιος, οὐ σέβων θεόν.
1303
τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην,
1304
ὑμᾶςτε τόνδεθ’, ὥστε διολέσαι δόμους
1305
κἄμ’, ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼς
1306
τῆς σῆς τόδ’ἔρνος, τάλαινα, νηδύος
1307
αἴσχιστα καὶ κάκιστα κατθανόνθ’ὁρῶ,
1308
δῶμ’ἀνέβλεφ’ ὃς συνεῖχες, τέκνον,
1309
τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς,
1310
πόλειτε τάρβος ἦσθα · τὸν γέροντα δὲ
1311
οὐδεὶς ὑβρίζειν ἤθελ’εἰσορῶν τὸ σὸν
1312
κάρα · δίκην γὰρ ἀξίαν ἐλάμβανες.
1313
νῦν δ’ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαι
1314
Κάδμος μέγας, ὃς τὸ Θηβαίων γένος
1315
ἔσπειρα κἀξήμησα κάλλιστον θέρος.
1316
φίλτατ’ἀνδρῶν καὶ γὰρ οὐκέτ’ὢν ὅμως
1317
τῶν φιλτάτων ἔμοιγ’ἀριθμήσῃ, τέκνον
1318
οὐκέτι γενείου τοῦδε θιγγάνων χερί,
1319
τὸν μητρὸς αὐδῶν πατέρα προσπτύξῃ, τέκνον,
1320
λέγων · τίς ἀδικεῖ, τίς σ’ἀτιμάζει, γέρον;
1321
τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν;
1322
λέγ’, ὡς κολάζω τὸν ἀδικοῦντά σ’, πάτερ.
1323
νῦν δ’ἄθλιος μέν εἰμ’ἐγώ, τλήμων δὲ σύ.
1324
οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι.
1325
εἰ δ’ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ,
1326
ἐς τοῦδ’ἀθρήσας θάνατον ἡγείσθω θεούς.
Χορος
Χο.
Χο.
1327
τὸ μὲν σὸν ἀλγῶ, Κάδμε · σὸς δ’ἔχει δίκην
1328
παῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί.
Αγαυη
Αγ.
Αγ.
1329
πάτερ, ὁρᾷς γὰρ τἄμ’ὅσῳ μετεστράφη […]
1329b
[…]
Διονυσος
Δι.
Δι.
1330
δράκων γενήσῃ μεταβαλών, δάμαρτε σὴ
1331
ἐκθηριωθεῖσ’ὄφεος ἀλλάξει τύπον,
1332
ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς.
1333
ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός,
1334
ἐλᾷς μετ’ἀλόχου, βαρβάρων ἡγούμενος.
1335
πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματι
1336
πόλεις · ὅταν δὲ Λοξίου χρηστήριον
1337
διαρπάσωσι, νόστον ἄθλιον πάλιν
1338
σχήσουσι · σὲ δ’Ἄρης Ἁρμονίαντε ῥύσεται
1339
μακάρωντ’ἐς αἶαν σὸν καθιδρύσει βίον.
1340
ταῦτ’οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω
1341
Διόνυσος, ἀλλὰ Ζηνός · εἰ δὲ σωφρονεῖν
1342
ἔγνωθ’, ὅτ’οὐκ ἠθέλετε, τὸν Διὸς γόνον
1343
εὐδαιμονεῖτ’ἂν σύμμαχον κεκτημένοι.
Καδμος
Κα.
Κα.
1344
Διόνυσε, λισσόμεσθά σ’, ἠδικήκαμεν.
Διονυσος
Δι.
Δι.
1345
ὄψ’ἐμάθεθ’ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε.
Καδμος
Κα.
Κα.
1346
ἐγνώκαμεν ταῦτ’· ἀλλ’ἐπεξέρχῃ λίαν.
Διονυσος
Δι.
Δι.
1347
καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην.
Καδμος
Κα.
Κα.
1348
ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς.
Διονυσος
Δι.
Δι.
1349
πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ.
Αγαυη
Αγ.
Αγ.
1350
αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί.
Διονυσος
Δι.
Δι.
1351
τί δῆτα μέλλεθ’ἅπερ ἀναγκαίως ἔχει;
Καδμος
Κα.
Κα.
1352
τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν
1353
πάντες, σύθ’ τάλαινα σύγγονοίτε σαί,
1354
ἐγώθ’ τλήμων · βαρβάρους ἀφίξομαι
1355
γέρων μέτοικος · ἔτι δέ μοι τὸ θέσφατον
1356
ἐς Ἑλλάδ’ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν.
1357
καὶ τὴν Ἄρεως παῖδ’Ἁρμονίαν, δάμαρτ’ἐμήν,
1358
δράκων δρακαίνης φύσιν ἔχουσαν ἀγρίαν
1359
ἄξω ’πὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς,
1360
ἡγούμενος λόγχαισιν · οὐ δὲ παύσομαι
1361
κακῶν τλήμων, οὐ δὲ τὸν καταιβάτην
1362
Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι.
Αγαυη
Αγ.
Αγ.
1363
πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι.
Καδμος
Κα.
Κα.
1364
τί μ’ἀμφιβάλλεις χερσίν, τάλαινα παῖ,
1365
ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος;
Αγαυη
Αγ.
Αγ.
1366
ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη;
Καδμος
Κα.
Κα.
1367
οὐκ οἶδα, τέκνον · μικρὸς ἐπίκουρος πατήρ.
Αγαυη
Αγ.
Αγ.
1368
χαῖρ’, μέλαθρον, χαῖρ’, πατρία
1369
πόλις · ἐκλείπω σ’ἐπὶ δυστυχίᾳ
1370
φυγὰς ἐκ θαλάμων.
Καδμος
Κα.
Κα.
1371
στεῖχέ νυν, παῖ, τὸν Ἀρισταίου […]
1371b
[…]
Αγαυη
Αγ.
Αγ.
1372
στένομαί σε, πάτερ.
Καδμος
Κα.
Κα.
1372a
κἀγὼ σέ, τέκνον,
1373
καὶ σὰς ἐδάκρυσα κασιγνήτας.
Αγαυη
Αγ.
Αγ.
1374
δεινῶς γὰρ τάνδ’αἰκείαν
1375
Διόνυσος ἄναξ τοὺς σοὺς εἰς
1376
οἴκους ἔφερεν.
Διονυσος
Δι.
Δι.
1377
καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν,
1378
ἀγέραστον ἔχων ὄνομ’ἐν Θήβαις.
Αγαυη
Αγ.
Αγ.
1379
χαῖρε, πάτερ, μοι.
Καδμος
Κα.
Κα.
1379b
χαῖρ’, μελέα
1380
θύγατερ. χαλεπῶς δ’ἐς τόδ’ἂν ἥκοις.
Αγαυη
Αγ.
Αγ.
1381
ἄγετ’, πομποί, με κασιγνήτας
1382
ἵνα συμφυγάδας ληψόμεθ’οἰκτράς.
1383
ἔλθοιμι δ’ὅπου
1384
μήτε Κιθαιρὼν ἔμ’ἴδοι μιαρὸς
1385
μήτε Κιθαιρῶν’ὄσσοισιν ἐγώ,
1386
μήθ’ὅθι θύρσου μνῆμ’ἀνάκειται ·
1387
βάκχαις δ’ἄλλαισι μέλοιεν.
Χορος
Χο.
Χο.
1388
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
1389
πολλὰ δ’ἀέλπτως κραίνουσι θεοί ·
1390
καὶ τὰ δοκηθέντ’οὐκ ἐτελέσθη,
1391
τῶν δ’ἀδοκήτων πόρον ηὗρε θεός.
1392
τοιόνδ’ἀπέβη τόδε πρᾶγμα.