Orestes
Ηλεκτρα
Ηλ.
Ηλ.
1οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ’εἰπεῖν ἔπος
2οὐ δὲ πάθος οὐ δὲ ξυμφορὰ θεήλατος,
3ἧς οὐκ ἂν ἄραιτ’ἄχθος ἀνθρώπου φύσις.
4ὁ γὰρ μακάριος — κα- κοὐκ ὀνειδίζω τύχας —
5Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος
6κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον
7ἀέρι ποτᾶται · καὶ τίνει ταύτην δίκην,
8ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὢν
9κοινῆς τραπέζης ἀξίωμ’ἔχων ἴσον,
10ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.
11οὗτος φυτεύει Πέλοπα, τοῦ δ’Ἀτρεὺς ἔφυ,
12ᾧ στέμματα ξήνασ’ἐπέκλωσεν θεὰ
13ἔριν, Θυέστῃ πόλεμον ὄντι συγγόνῳ
14θέσθαι. τί τα- τἄρρητ’ἀναμετρήσασθαί με δεῖ;
15ἔδαισε δ’οὖν νιν τέκν’ἀποκτείνας Ἀτρεύς.
16Ἀτρέως δέ · τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας ·
17ὁ κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ
18Μενέλεώςτε Κρήσσης μητρὸς Ἀερόπης ἄπο.
19γαμεῖ δ’ὃ μὲν δὴ τὴν θεοῖς στυγουμένην
20Μενέλαος Ἑλένην, ὃ δὲ Κλυταιμήστρας λέχος
21ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ ·
22ᾧ παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς,
23Χρυσόθεμις Ἰφιγένειάτ’Ἠλέκτρατ’ἐγώ,
24ἄρσην δ’Ὀρέστης, μητρὸς ἀνοσιωτάτης,
25ἣ πόσιν ἀπείρῳ περιβαλοῦσ’ὑφάσματι
26ἔκτεινεν · ὧν δ’ἕκατι, παρθένῳ λέγειν
27οὐ καλόν · ἐῶ τοῦτ’ἀσαφὲς ἐν κοινῷ σκοπεῖν.
28Φοίβου δ’ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν;
29πείθει δ’Ὀρέστην μητέρ’ἥ σφ’ἐγείνατο
30κτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον.
31ὅμως δ’ἀπέκτειν’οὐκ ἀπειθήσας θεῷ ·
32κα- κἀγὼ μετέσχον, οἷα δὴ γυνή, φόνου.
3334
ἐντεῦθεν ἀγρίᾳ συντακεὶς νόσῳ
35τλήμων Ὀρέστης ὅδε πεσὼν ἐν δεμνίοις
36κεῖται, τὸ μητρὸς δ’αἷμά νιν τροχηλατεῖ
37μανίαισιν · ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς
38εὐμενίδας, αἳ τόνδ’ἐξαμιλλῶνται φόβῳ.
39ἕκτον δὲ δὴ τόδ’ἦμαρ ἐξ ὅτου σφαγαῖς
40θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας,
41ὧν οὔτε σῖτα διὰ δέρης ἐδέξατο,
42οὐ λούτρ’ἔδωκε χρωτί · χλανιδίων δ’ἔσω
43κρυφθείς, ὅταν μὲν σῶμα κουφισθῇ νόσου,
44ἔμφρων δακρύει, ποτὲ δὲ δεμνίων ἄπο
45πηδᾷ δρομαῖος, πῶλος ὣς ὑπὸ ζυγοῦ.
46ἔδοξε δ’Ἄργει τῷδε μήθ’ἡμᾶς στέγαις,
47μὴ πυρὶ δέχεσθαι, μήτε προσφωνεῖν τινα
48μητροκτονοῦντας · κυρία δ’ἥδ’ἡμέρα,
49ἐν ᾗ διοίσει ψῆφον Ἀργείων πόλις,
50εἰ χρὴ θανεῖν νὼ λευσίμῳ πετρώματι.
5152
ἐλπίδα δὲ δή τιν’ἔχομεν ὥστε μὴ θανεῖν ·
53ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο,
54λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτῃ
55ἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνον
56ἄλαισι πλαγχθείς · τὴν δὲ δὴ πολύστονον
57Ἑλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼν
58μεθ’ἡμέραν στείχουσαν, ὧν ὑπ’Ἰλίῳ
59παῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθῃ βολάς,
60προύπεμψεν ἐς δῶμ’ἡμέτερον · ἔστιν δ’ἔσω
61κλαίουσ’ἀδελφὴν συμφοράντε δωμάτων.
62ἔχει δὲ δή τιν’ἀλγέων παραψυχήν ·
63ἣν γὰρ κατ’οἴκους ἔλιφ’, ὅτ’ἐς Τροίαν ἔπλει,
64παρθένον ἐμῇτε μητρὶ παρέδωκεν τρέφειν
65Μενέλαος ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο,
66ταύτῃ γέγηθε κα- κἀπιλήθεται κακῶν.
67βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότ’ὄψομαι
68Μενέλαον ἥκονθ’· ὡς τά γ’ἄλλ’ἐπ’ἀσθενοῦς
69ῥώμης ὀχούμεθ’, ἤν τι μὴ κείνου πάρα
70σωθῶμεν. ἄπορον χρῆμα δυστυχῶν δόμος.
Ελενη
Ελ.
Ελ.
71ὦ παῖ Κλυταιμήστραςτε καὶ Ἀγαμέμνονος,
72παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου,
73πῶς, ὦ τάλαινα, σύτε κασίγνητόςτε σὸς
74τλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔχει;
75προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν,
76ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν.
77καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον,
78ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιον
79ἔπλευσ’ὅπως ἔπλευσα θεομανεῖ πότμῳ,
80οὐκ εἶδον, ἀπολειφθεῖσα δ’αἰάζω τύχας.
Ηλεκτρα
Ηλ.
Ηλ.
81Ἑλένη, τί σοι λέγοιμ’ἂν ἅ γε παροῦσ’ὁρᾷς;
8283
ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίῳ νεκρῷ
84— νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς —
85θάσσω · τὰ τούτου δ’οὐκ ὀνειδίζω κακά.
86σὺ δ’εἶ μακαρία μακάριόςθ’ὁ σὸς πόσις.
87Ελενη
Ελ.
Ελ.
88πόσον χρόνον δ’ἐν δεμνίοις πέπτωχ’ὅδε;
Ηλεκτρα
Ηλ.
Ηλ.
89ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.
Ελενη
Ελ.
Ελ.
90ὢ μέλεος · ἡ τεκοῦσάθ’, ὡς διώλετο.
Ηλεκτρα
Ηλ.
Ηλ.
91οὕτως ἔχει τάδ’, ὥστ’ἀπείρηκεν κακοῖς.
Ελενη
Ελ.
Ελ.
92πρὸς θεῶν, πίθοι’ἂν δῆτά μοί τι, παρθένε;
Ηλεκτρα
Ηλ.
Ηλ.
93ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ.
Ελενη
Ελ.
Ελ.
94βούλῃ τάφον μοι πρὸς κασιγνήτης μολεῖν;
Ηλεκτρα
Ηλ.
Ηλ.
95μητρὸς κελεύεις τῆς ἐμῆς; τίνος χάριν;
Ελενη
Ελ.
Ελ.
96κόμης ἀπαρχὰς καὶ χοὰς φέρουσ’ἐμάς.
Ηλεκτρα
Ηλ.
Ηλ.
97σοὶ δ’οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;
Ελενη
Ελ.
Ελ.
98δεῖξαι γὰρ Ἀργείοισι σῶμ’αἰσχύνομαι.
Ηλεκτρα
Ηλ.
Ηλ.
99ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσ’αἰσχρῶς δόμους.
Ελενη
Ελ.
Ελ.
100ὀρθῶς ἔλεξας, οὐ φίλως δ’ἐμοὶ λέγεις.
Ηλεκτρα
Ηλ.
Ηλ.
101αἰδὼς δὲ δὴ τίς σ’ἐς Μυκηναίους ἔχει;
Ελενη
Ελ.
Ελ.
102δέδοικα πατέρας τῶν ὑπ’Ἰλίῳ νεκρῶν.
Ηλεκτρα
Ηλ.
Ηλ.
103δεινὸν γάρ · Ἄργειτ’ἀναβοᾷ διὰ στόμα.
Ελενη
Ελ.
Ελ.
104σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός.
Ηλεκτρα
Ηλ.
Ηλ.
105οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον.
Ελενη
Ελ.
Ελ.
106αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε.
Ηλεκτρα
Ηλ.
Ηλ.
107τί δ’οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας;
Ελενη
Ελ.
Ελ.
108ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν.
Ηλεκτρα
Ηλ.
Ηλ.
109καὶ μὴν τίνοι γ’ἂν τῇ τεθνηκυίᾳ τροφάς.
Ελενη
Ελ.
Ελ.
110ὀρθῶς ἔλεξας, πείθομαίτέ σοι, κόρη.
111112
ὦ τέκνον, ἔξελθ’, Ἑρμιόνη, δόμων πάρος
113καὶ λαβὲ χοὰς τάσδ’ἐν χεροῖν κόμαςτ’ἐμάς ·
114ἐλθοῦσα δ’ἀμφὶ τὸν Κλυταιμήστρας τάφον
115μελίκρατ’ἄφες γάλακτος οἰνωπόντ’ἄχνην,
116καὶ στᾶσ’ἐπ’ἄκρου χώματος λέξον τάδε ·
117Ἑλένη σ’ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς,
118φόβῳ προσελθεῖν μνῆμα σόν, ταρβοῦσάτε
119Ἀργεῖον ὄχλον. πρευμενῆ δ’ἄνωγέ νιν
120ἐμοίτε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν
121τοῖντ’ἀθλίοιν τοῖνδ’, οὓς ἀπώλεσεν θεός.
122ἃ δ’εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ,
123ἅπανθ’ὑπισχνοῦ νερτέρων δωρήματα.
124ἴθ’, ὦ τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳ
125δοῦσ’ὡς τάχιστα τῆς πάλιν μέμνησ’ὁδοῦ.
Ηλεκτρα
Ηλ.
Ηλ.
126ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγ’εἶ κακόν,
127σωτήριόντε τοῖς καλῶς κεκτημένοις.
128εἴδετε παρ’ἄκρας ὡς ἀπέθρισεν τρίχας,
129σῴζουσα κάλλος; ἔστι δ’ἡ πάλαι γυνή.
130θεοί σε μισήσειαν, ὥς μ’ἀπώλεσας
131καὶ τόνδε πᾶσάνθ’Ἑλλάδα. ὦ τάλαιν’ἐγώ ·
132αἵδ’αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασι
133φίλαι ξυνῳδοί · τάχα μεταστήσουσ’ὕπνου
134τόνδ’ἡσυχάζοντ’, ὄμμα δ’ἐκτήξουσ’ἐμὸν
135δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.
136137
138
139
Χορος
Χο.
Χο.
140σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλης
141τίθετε, μὴ κτυπεῖτ’.
Ηλεκτρα
Ηλ.
Ηλ.
142ἀποπρὸ βᾶτ’ἐκεῖσ’, ἀποπρό μοι κοίτας.
Χορος
Χο.
Χο.
143ἰδού, πείθομαι.
Ηλεκτρα
Ηλ.
Ηλ.
145ἆ ἆ σύριγγος ὅπως πνοὰ
146λεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι.
Χορος
Χο.
Χο.
147ἴδ’, ἀτρεμαῖον ὡς ὑπόροφον φέρω
148βοάν.
Ηλεκτρα
Ηλ.
Ηλ.
149ναί, οὕτως ·
150κάταγε κάταγε, πρόσιθ’ἀτρέμας, ἀτρέμας ἴθι · λόγον ἀπόδος ἐφ’ὅ τι χρέος ἐμόλετέ ποτε.
151χρόνια γὰρ πεσὼν ὅδ’εὐνάζεται.
Χορος
Χο.
Χο.
152πῶς ἔχει; λόγου μετάδος, ὦ φίλα ·
153τίνα τύχαν εἴπω; τίνα δὲ συμφοράν;
Ηλεκτρα
Ηλ.
Ηλ.
155ἔτι μὲν ἐμπνέει, βραχὺ δ’ἀναστένει.
Χορος
Χο.
Χο.
156τί φῄς; ὦ τάλας.
Ηλεκτρα
Ηλ.
Ηλ.
158ὀλεῖς, εἰ βλέφαρα κινήσεις
159ὕπνου γλυκυτάταν φερομένῳ χάριν.
Χορος
Χο.
Χο.
160μέλεος ἐχθίστων θεόθεν ἐργμάτων,
161τάλας.
Ηλεκτρα
Ηλ.
Ηλ.
162φεῦ μόχθων.
163ἄδικος ἄδικα τότ’ἄρ’ἔλακεν ἔλακεν,
164ἀπόφονον ὅτ’ἐπὶ τρίποδι Θέμιδος ἄρ’ἐδίκασε
165φόνον ὁ Λοξίας ἐμᾶς ματέρος.
Χορος
Χο.
Χο.
166ὁρᾷς; ἐν πέπλοισι κινεῖ δέμας.
Ηλεκτρα
Ηλ.
Ηλ.
167σὺ γάρ νιν, ὦ τάλαινα,
168θωΰξασ’ἔβαλες ἐξ ὕπνου.
Χορος
Χο.
Χο.
169εὕδειν μὲν οὖν ἔδοξα.
Ηλεκτρα
Ηλ.
Ηλ.
170οὐκ ἀφ’ἡμῶν, οὐκ ἀπ’οἴκων
171πάλιν ἀνὰ πόδα σὸν εἱλίξεις
172μεθεμένα κτύπου;
Χορος
Χο.
Χο.
173ὑπνώσσει.
Ηλεκτρα
Ηλ.
Ηλ.
174λέγεις εὖ.
175πότνια, πότνια νύξ, ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν,
178ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτερος
179τὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον.
180ὑπὸ γὰρ ἀλγέων ὑπότε συμφορᾶς
181διοιχόμεθ’, οἰχόμεθα. κτύπον ἠγάγετ’· οὐχὶ σῖγα
182σῖγα φυλασσομένα στόματος
185ἄνα κέλαδον ἀπὸ λέχεος
186ἥσυχον ὕπνου χάριν παρέξεις, φίλα;
Χορος
Χο.
Χο.
187θρόει τίς κακῶν τελευτὰ μένει.
Ηλεκτρα
Ηλ.
Ηλ.
188θανεῖν θανεῖν, τί δ’ἄλλο;
189οὐ δὲ γὰρ πόθον ἔχει βορᾶς.
Χορος
Χο.
Χο.
190πρόδηλος ἆρ’ὁ πότμος.
Ηλεκτρα
Ηλ.
Ηλ.
191ἐξέθυσ’ὁ Φοῖβος ἡμᾶς
192μέλεον ἀπόφονον αἷμα δοὺς
193πατροφόνου ματρός.
Χορος
Χο.
Χο.
194δίκᾳ μέν.
Ηλεκτρα
Ηλ.
Ηλ.
194bκαλῶς δ’οὔ.
195ἔκανες ἔθανες, ὦ
196τεκομένα με μᾶτερ, ἀπὸ δ’ὤλεσας
197πατέρα τέκνατε τάδε σέθεν ἀφ’αἵματος ·
200ὀλόμεθ’ἰσονέκυες, ὀλόμεθα.
201σύτε γὰρ ἐν νεκροῖς, τότ’ἐμὸν οἴχεται
204βίου τὸ πλέον μέρος ἐν στοναχαῖσίτε καὶ γόοισι
205δάκρυσίτ’ἐννυχίοις, ἄγαμος
206 ἄτεκνος ἅτε βίοτον ἁ
207μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.
Χορος
Χο.
Χο.
208ὅρα παροῦσα, παρθέν’Ἠλέκτρα, πέλας,
209μὴ κατθανών σε σύγγονος λέληθ’ὅδε ·
210οὐ γάρ μ’ἀρέσκει τῷ λίαν παρειμένῳ.
Ορεστης
Ορ.
Ορ.
211ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,
212ὡς ἡδύ μοι προσῆλθες — ἐν δέοντί γε.
213ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ
214καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.
215πόθεν ποτ’ἦλθον δεῦρο; πῶς δ’ἀφικόμην;
216ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.
Ηλεκτρα
Ηλ.
Ηλ.
217ὦ φίλταθ’, ὥς μ’ηὔφρανας εἰς ὕπνον πεσών.
218βούλῃ θίγω σου κα- κἀνακουφίσω δέμας;
Ορεστης
Ορ.
Ορ.
219λαβοῦ λαβοῦ δῆτ’, ἐκ δ’ὄμορξον ἀθλίου
220στόματος ἀφρώδη πέλανον ὀμμάτωντ’ἐμῶν.
Ηλεκτρα
Ηλ.
Ηλ.
221ἰδού · τὸ δούλευμ’ἡδύ, κα- κοὐκ ἀναίνομαι
222ἀδέλφ’ἀδελφῇ χειρὶ θεραπεύειν μέλη.
Ορεστης
Ορ.
Ορ.
223ὑπόβαλε πλευροῖς πλευρά, κα- καὐχμώδη κόμην
224ἄφελε προσώπου · λεπτὰ γὰρ λεύσσω κόραις.
Ηλεκτρα
Ηλ.
Ηλ.
225ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα,
226ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.
Ορεστης
Ορ.
Ορ.
227κλῖνόν μ’ἐς εὐνὴν αὖθις · ὅταν ἀνῇ νόσος
228μανίας, ἄναρθρός εἰμι κα- κἀσθενῶ μέλη.
Ηλεκτρα
Ηλ.
Ηλ.
229ἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον,
230ἀνιαρὸν ὂν τὸ κτῆμ’, ἀναγκαῖον δ’ὅμως.
Ορεστης
Ορ.
Ορ.
231αὖθίς μ’ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας ·
232δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.
Ηλεκτρα
Ηλ.
Ηλ.
233ἦ κα- κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις,
234χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ.
Ορεστης
Ορ.
Ορ.
235μάλιστα · δόξαν γὰρ τόδ’ὑγιείας ἔχει.
236κρεῖσσον δὲ τὸ δοκεῖν, κα- κἂν ἀληθείας ἀπῇ.
Ηλεκτρα
Ηλ.
Ηλ.
237ἄκουε δὴ νῦν, ὦ κασίγνητον κάρα,
238ἕως ἐῶσιν εὖ φρονεῖν Ἐρινύες.
Ορεστης
Ορ.
Ορ.
239λέξεις τι καινόν · κα- κεἰ μὲν εὖ, χάριν φέρεις ·
240εἰ δ’ἐς βλάβην τιν’, ἅλις ἔχω τὸ δυστυχεῖν.
Ηλεκτρα
Ηλ.
Ηλ.
241Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός,
242ἐν Ναυπλίᾳ δὲ σέλμαθ’ὥρμισται νεῶν.
Ορεστης
Ορ.
Ορ.
243πῶς εἶπας; ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς
244ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός;
Ηλεκτρα
Ηλ.
Ηλ.
245ἥκει — τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου —
246Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων.
Ορεστης
Ορ.
Ορ.
247εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν ·
248εἰ δ’ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα.
Ηλεκτρα
Ηλ.
Ηλ.
249ἐπίσημον ἔτεκε Τυνδάρεως ἐς τὸν ψόγον
250γένος θυγατέρων δυσκλεέςτ’ἀν’Ἑλλάδα.
Ορεστης
Ορ.
Ορ.
251σύ νυν διάφερε τῶν κακῶν · ἔξεστι γάρ ·
252καὶ μὴ μόνον λέγ’, ἀλλὰ καὶ φρόνει τάδε.
Ηλεκτρα
Ηλ.
Ηλ.
253οἴμοι, κασίγνητ’, ὄμμα σὸν ταράσσεται,
254ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.
Ορεστης
Ορ.
Ορ.
255ὦ μῆτερ, ἱκετεύω σε, μὴ ’πίσειέ μοι
256τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας.
257αὗται γὰρ αὗται πλησίον θρῴσκουσί μου.
Ηλεκτρα
Ηλ.
Ηλ.
258μέν’, ὦ ταλαίπωρ’, ἀτρέμα σοῖς ἐν δεμνίοις ·
259ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ’εἰδέναι.
Ορεστης
Ορ.
Ορ.
260ὦ Φοῖβ’, ἀποκτενοῦσί μ’αἱ κυνώπιδες
261γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί.
Ηλεκτρα
Ηλ.
Ηλ.
262οὔτοι μεθήσω · χεῖρα δ’ἐμπλέξασ’ἐμὴν
263σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα.
Ορεστης
Ορ.
Ορ.
264μέθες · μί’οὖσα τῶν ἐμῶν Ἐρινύων
265μέσον μ’ὀχμάζεις, ὡς βάλῃς ἐς Τάρταρον.
Ηλεκτρα
Ηλ.
Ηλ.
266οἲ ’γὼ τάλαινα, τίν’ἐπικουρίαν λάβω,
267ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα;
Ορεστης
Ορ.
Ορ.
268δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου,
269οἷς μ’εἶπ’Ἀπόλλων ἐξαμύνασθαι θεάς,
270εἴ μ’ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν.
271βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί,
272εἰ μὴ ’ξαμείψει χωρὶς ὀμμάτων ἐμῶν.
273οὐκ εἰσακούετ’; οὐχ ὁρᾶθ’ἑκηβόλων
274τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας;
274bἆ ἆ ·
275τί δῆτα μέλλετ’; ἐξακρίζετ’αἰθέρα
276πτεροῖς · τὰ Φοίβου δ’αἰτιᾶσθε θέσφατα.
276bἔα ·
277τί χρῆμ’ἀλύω, πνεῦμ’ἀνεὶς ἐκ πλευμόνων;
278ποῖ ποῖ ποθ’ἡλάμεσθα δεμνίων ἄπο;
279ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν’ὁρῶ.
280σύγγονε, τί κλαίεις κρᾶτα θεῖσ’ἔσω πέπλων;
281αἰσχύνομαί σε, μεταδιδοὺς πόνων ἐμῶν
282ὄχλοντε παρέχων παρθένῳ νόσοις ἐμαῖς.
283μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν ·
284σὺ μὲν γὰρ ἐπένευσας τάδ’, εἴργασται δ’ἐμοὶ
285μητρῷον αἷμα · Λοξίᾳ δὲ μέμφομαι,
286ὅστις μ’ἐπάρας ἔργον ἀνοσιώτατον,
287τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δ’ἔργοισιν οὔ.
288οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατ’ὄμματα
289ἐξιστόρουν νιν, μητέρ’εἰ κτεῖναι χρεών,
290πολλὰς γενείου τοῦδ’ἂν ἐκτεῖναι λιτὰς
291μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος,
292εἰ μήτ’ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς,
293ἐγώθ’ὁ τλήμων τοιάδ’ἐκπλήσειν κακά.
294καὶ νῦν ἀνακάλυπτ’, ὦ κασιγνήτη, κάρα,
295ἐκ δακρύωντ’ἄπελθε, κα- κεἰ μάλ’ἀθλίως
296ἔχομεν. ὅταν δὲ τα- τἄμ’ἀθυμήσαντ’ἴδῃς,
297σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν
298ἴσχναινε παραμυθοῦθ’· ὅταν δὲ σὺ στένῃς,
299ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα ·
300ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί.
301ἀλλ’, ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω
302ὕπνῳτ’ἄυπνον βλέφαρον ἐκταθεῖσα δός,
303σίτωντ’ὄρεξαι λουτράτ’ἐπιβαλοῦ χροΐ.
304εἰ γὰρ προλείψεις ἢ προσεδρείᾳ νόσον
305κτήσῃ τιν’, οἰχόμεσθα · σὲ γὰρ ἔχω μόνην
306ἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν.
Ηλεκτρα
Ηλ.
Ηλ.
307οὐκ ἔστι · σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι
308καὶ ζῆν · ἔχει γὰρ τα- ταὐτόν · ἢν σὺ κατθάνῃς,
309γυνὴ τί δράσω; πῶς μόνη σωθήσομαι,
310ἀνάδελφος ἀπάτωρ ἄφιλος; εἰ δὲ σοὶ δοκεῖ,
311δρᾶν χρὴ τάδ’. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας,
312καὶ μὴ τὸ ταρβοῦν κα- κἀκφοβοῦν σ’ἐκ δεμνίων
313ἄγαν ἀποδέχου, μένε δ’ἐπὶ στρωτοῦ λέχους.
314κα- κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν,
315κάματος βροτοῖσιν ἀπορίατε γίγνεται.
Χορος
Χο.
Χο.
316αἰαῖ,
317δρομάδες ὦ πτεροφόροι
318ποτνιάδες θεαί,
319ἀβάκχευτον αἳ θίασον ἐλάχετ’ἐν
320δάκρυσι καὶ γόοις,
321μελάγχρωτες εὐμενίδες, αἵτε τὸν
322ταναὸν αἰθέρ’ἀμπάλλεσθ’, αἵματος
323τινύμεναι δίκαν, τινύμεναι φόνον,
324καθικετεύομαι καθικετεύομαι,
325τὸν Ἀγαμέμνονος
326γόνον ἐάσατ’ἐκλαθέσθαι λύσσας
327μανιάδος φοιταλέου. φεῦ μόχθων,
328οἵων, ὦ τάλας, ὀρεχθεὶς ἔρρεις,
329τρίποδος ἄπο φάτιν, ἃν ὁ Φοῖβος ἔλακε,
330δεξάμενος ἀνὰ δάπεδον,
331ἵνα μεσόμφαλοι λέγονται μυχοί.
332ἰὼ Ζεῦ,
333τίς ἔλεος, τίς ὅδ’ἀγὼν
334φόνιος ἔρχεται,
335θοάζων σε τὸν μέλεον, ᾧ δάκρυα
336δάκρυσι συμβάλλει
337πορεύων τις ἐς δόμον ἀλαστόρων
338ματέρος αἷμα σᾶς, ὅ σ’ἀναβακχεύει;
340ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς ·
339κατολοφύρομαι κατολοφύρομαι.
341ἀνὰ δὲ λαῖφος ὥς
342τις ἀκάτου θοᾶς τινάξας δαίμων
343κατέκλυσεν δεινῶν πόνων ὡς πόντου
344λάβροις ὀλεθρίοισιν ἐν κύμασιν.
345τίνα γὰρ ἔτι πάρος οἶκον ἕτερον ἢ τὸν ἀπὸ
346θεογόνων γάμων,
347τὸν ἀπὸ Ταντάλου, σέβεσθαί με χρή;
348καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει,
349Μενέλαος ἄναξ, πολλῇ ἁβροσύνῃ
350δῆλος ὁρᾶσθαι
351τῶν Τανταλιδῶν ἐξ αἵματος ὤν.
352ὦ χιλιόναυν στρατὸν ὁρμήσας
353ἐς γῆν Ἀσίαν,
354χαῖρ’, εὐτυχίᾳ δ’αὐτὸς ὁμιλεῖς,
355θεόθεν πράξας ἅπερ ηὔχου.
Μενελαος
Με.
Με.
356ὦ δῶμα, τῇ μέν σ’ἡδέως προσδέρκομαι
357Τροίαθεν ἐλθών, τῇ δ’ἰδὼν καταστένω ·
358κύκλῳ γὰρ εἱλιχθεῖσαν ἀθλίως κακοῖς
359οὐπώποτ’ἄλλην μᾶλλον εἶδον ἑστίαν.
360Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην
361καὶ θάνατον, οἵῳ πρὸς δάμαρτος ὤλετο,
362Μαλέᾳ προσίσχων πρῷραν · ἐκ δὲ κυμάτων
363ὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοι
364Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός,
365ὅς μοι τόδ’εἶπεν ἐμφανῶς κατασταθείς ·
366Μενέλαε, κεῖται σὸς κασίγνητος θανών,
367λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.
368δακρύων δ’ἔπλησεν ἐμέτε καὶ ναύτας ἐμοὺς
369πολλῶν. ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός,
370ἤδη δάμαρτος ἐνθάδ’ἐξορμωμένης,
371δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
372φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα,
373ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς
374τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.
375καὶ νῦν ὅπου ’στὶν εἴπατ’, ὦ νεάνιδες,
376Ἀγαμέμνονος παῖς, ὃς τὰ δείν’ἔτλη κακά.
377βρέφος γὰρ ἦν τότ’ἐν Κλυταιμήστρας χεροῖν,
378ὅτ’ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών,
379ὥστ’οὐκ ἂν αὐτὸν γνωρίσαιμ’ἂν εἰσιδών.
Ορεστης
Ορ.
Ορ.
380ὅδ’εἴμ’Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς.
381ἑκὼν ἐγώ σοι τα- τἀμὰ μηνύσω κακά.
382τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω
383ἱκέτης, ἀφύλλου στόματος ἐξάπτων λιτάς ·
384σῷσόν μ’· ἀφῖξαι δ’αὐτὸς ἐς καιρὸν κακῶν.
Μενελαος
Με.
Με.
385ὦ θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων;
Ορεστης
Ορ.
Ορ.
386εὖ γ’εἶπας · οὐ γὰρ ζῶ κακοῖς, φάος δ’ὁρῶ.
Μενελαος
Με.
Με.
387ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.
Ορεστης
Ορ.
Ορ.
388οὐχ ἡ πρόσοψίς μ’, ἀλλὰ τα- τἄργ’αἰκίζεται.
Μενελαος
Με.
Με.
389δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.
Ορεστης
Ορ.
Ορ.
390τὸ σῶμα φροῦδον · τὸ δ’ὄνομ’οὐ λέλοιπέ μοι.
Μενελαος
Με.
Με.
391ὦ παρὰ λόγον μοι σὴ φανεῖσ’ἀμορφία.
Ορεστης
Ορ.
Ορ.
392ὅδ’εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς.
Μενελαος
Με.
Με.
393ἤκουσα, φείδου δ’· ὀλιγάκις λέγειν κακά.
Ορεστης
Ορ.
Ορ.
394φειδόμεθ’· ὁ δαίμων δ’ἐς ἐμὲ πλούσιος κακῶν.
Μενελαος
Με.
Με.
395τί χρῆμα πάσχεις; τίς σ’ἀπόλλυσιν νόσος;
Ορεστης
Ορ.
Ορ.
396ἡ σύνεσις, ὅτι σύνοιδα δείν’εἰργασμένος.
Μενελαος
Με.
Με.
397πῶς φῄς; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.
Ορεστης
Ορ.
Ορ.
398λύπη μάλιστά γ’ἡ διαφθείρουσά με —
Μενελαος
Με.
Με.
399δεινὴ γὰρ ἡ θεός, ἀλλ’ὅμως ἰάσιμος.
Ορεστης
Ορ.
Ορ.
400μανίαιτε, μητρὸς αἵματος τιμωρίαι.
Μενελαος
Με.
Με.
401ἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότ’ἦν;
Ορεστης
Ορ.
Ορ.
402ἐν ᾗ τάλαιναν μητέρ’ἐξώγκουν τάφῳ.
Μενελαος
Με.
Με.
403πότερα κατ’οἴκους ἢ προσεδρεύων πυρᾷ;
Ορεστης
Ορ.
Ορ.
404νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν.
Μενελαος
Με.
Με.
405παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;
Ορεστης
Ορ.
Ορ.
406Πυλάδης, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον.
Μενελαος
Με.
Με.
407ἐκ φασμάτων δὲ τάδε νοσεῖς · ποίων ὕπο;
Ορεστης
Ορ.
Ορ.
408ἔδοξ’ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.
Μενελαος
Με.
Με.
409οἶδ’ἃς ἔλεξας, ὀνομάσαι δ’οὐ βούλομαι.
Ορεστης
Ορ.
Ορ.
410σεμναὶ γάρ · εὐπαίδευτα δ’ἀπετρέπου λέγειν.
Μενελαος
Με.
Με.
411αὗταί σε βακχεύουσι συγγενῆ φόνον;
Ορεστης
Ορ.
Ορ.
412οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας.
Μενελαος
Με.
Με.
413οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.
Ορεστης
Ορ.
Ορ.
414ἀλλ’ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς.
Μενελαος
Με.
Με.
415μὴ θάνατον εἴπῃς · τοῦτο μὲν γὰρ οὐ σοφόν.
Ορεστης
Ορ.
Ορ.
416Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.
Μενελαος
Με.
Με.
417ἀμαθέστερός γ’ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.
Ορεστης
Ορ.
Ορ.
418δουλεύομεν θεοῖς, ὅ τι ποτ’εἰσὶν οἱ θεοί.
Μενελαος
Με.
Με.
419κα- κᾆτ’οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;
Ορεστης
Ορ.
Ορ.
420μέλλει · τὸ θεῖον δ’ἐστὶ τοιοῦτον φύσει.
Μενελαος
Με.
Με.
421πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;
Ορεστης
Ορ.
Ορ.
422ἕκτον τόδ’ἦμαρ · ἔτι πυρὰ θερμὴ τάφου.
Μενελαος
Με.
Με.
423ὡς ταχὺ μετῆλθόν σ’αἷμα μητέρος θεαί.
Ορεστης
Ορ.
Ορ.
424οὐ σοφός, ἀληθὴς δ’ἐς φίλους ἔφυν φίλος.
Μενελαος
Με.
Με.
425πατρὸς δὲ δή τι σ’ὠφελεῖ τιμωρία;
Ορεστης
Ορ.
Ορ.
426οὔπω · τὸ μέλλον δ’ἴσον ἀπραξίᾳ λέγω.
Μενελαος
Με.
Με.
427τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε;
Ορεστης
Ορ.
Ορ.
428μισούμεθ’οὕτως ὥστε μὴ προσεννέπειν.
Μενελαος
Με.
Με.
429οὐ δ’ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν;
Ορεστης
Ορ.
Ορ.
430ἐκκλῄομαι γὰρ δωμάτων ὅποι μόλω.
Μενελαος
Με.
Με.
431τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς;
Ορεστης
Ορ.
Ορ.
432οἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί.
Μενελαος
Με.
Με.
433συνῆκα · Παλαμήδους σε τιμωρεῖ φόνου.
Ορεστης
Ορ.
Ορ.
434οὗ γ’οὐ μετῆν μοι · διὰ τριῶν δ’ἀπόλλυμαι.
Μενελαος
Με.
Με.
435τίς δ’ἄλλος; ἦ που τῶν ἀπ’Αἰγίσθου φίλων;
Ορεστης
Ορ.
Ορ.
436οὗτοί μ’ὑβρίζουσ’, ὧν πόλις τὰ νῦν κλύει.
Μενελαος
Με.
Με.
437Ἀγαμέμνονος δὲ σκῆπτρ’ἐᾷ σ’ἔχειν πόλις;
Ορεστης
Ορ.
Ορ.
438πῶς, οἵτινες ζῆν οὐκ ἐῶσ’ἡμᾶς ἔτι;
Μενελαος
Με.
Με.
439τί δρῶντες ὅ τι καὶ σαφὲς ἔχεις εἰπεῖν ἐμοί;
Ορεστης
Ορ.
Ορ.
440ψῆφος καθ’ἡμῶν οἴσεται τῇδ’ἡμέρᾳ.
Μενελαος
Με.
Με.
441φεύγειν πόλιν τήνδ’; ἢ θανεῖν ἢ μὴ θανεῖν;
Ορεστης
Ορ.
Ορ.
442θανεῖν ὑπ’ἀστῶν λευσίμῳ πετρώματι.
Μενελαος
Με.
Με.
443κα- κᾆτ’οὐχὶ φεύγεις γῆς ὑπερβαλὼν ὅρους;
Ορεστης
Ορ.
Ορ.
444κύκλῳ γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις.
Μενελαος
Με.
Με.
445ἰδίᾳ πρὸς ἐχθρῶν ἢ πρὸς Ἀργείας χερός;
Ορεστης
Ορ.
Ορ.
446πάντων πρὸς ἀστῶν, ὡς θάνω · βραχὺς λόγος.
Μενελαος
Με.
Με.
447ὦ μέλεος, ἥκεις συμφορᾶς ἐς το- τοὔσχατον.
Ορεστης
Ορ.
Ορ.
448ἐς σὲ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν.
449ἀλλ’ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν
450μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας,
451καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε,
452ἀλλ’ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει,
453χάριτας πατρῴας ἐκτίνων ἐς οὕς σε δεῖ.
454ὄνομα γάρ, ἔργον δ’οὐκ ἔχουσιν οἱ φίλοι
455οἱ μὴ ’πὶ ταῖσι συμφοραῖς ὄντες φίλοι.
Χορος
Χο.
Χο.
456καὶ μὴν γέροντι δεῦρ’ἁμιλλᾶται ποδὶ
457ὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος
458κουρᾷτε θυγατρὸς πενθίμῳ κεκαρμένος.
Ορεστης
Ορ.
Ορ.
459ἀπωλόμην, Μενέλαε · Τυνδάρεως ὅδε
460στείχει πρὸς ἡμᾶς, οὗ μάλιστ’αἰδώς μ’ἔχει
461ἐς ὄμματ’ἐλθεῖν τοῖσιν ἐξειργασμένοις.
462καὶ γάρ μ’ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ
463φιλήματ’ἐξέπλησε, τὸν Ἀγαμέμνονος
464παῖδ’ἀγκάλαισι περιφέρων, Λήδαθ’ἅμα,
465τιμῶντέ μ’οὐδὲν ἧσσον ἢ Διοσκόρω ·
466οἷς, ὦ τάλαινα καρδία ψυχήτ’ἐμή,
467ἀπέδωκ’ἀμοιβὰς οὐ καλάς. τίνα σκότον
468λάβω προσώπῳ; ποῖον ἐπίπροσθεν νέφος
469θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας;
Τυνδαρεως
Τυ.
Τυ.
470ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν,
471Μενέλαον; ἐπὶ γὰρ τῷ Κλυταιμήστρας τάφῳ
472χοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίαν
473ἥκοι σὺν ἀλόχῳ πολυετὴς σεσῳσμένος.
474ἄγετέ με · πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλω
475στὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον.
Μενελαος
Με.
Με.
476ὦ πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα.
Τυνδαρεως
Τυ.
Τυ.
477ὦ χαῖρε καὶ σύ, Μενέλεως, κήδευμ’ἐμόν.
478ἔα · τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι.
479ὁ μητροφόντης ὅδε πρὸ δωμάτων δράκων
480στίλβει νοσώδεις ἀστραπάς, στύγημ’ἐμόν.
481Μενέλαε, προσφθέγγῃ νιν, ἀνόσιον κάρα;
Μενελαος
Με.
Με.
482τί γάρ; φίλου μοι πατρός ἐστιν ἔκγονος.
Τυνδαρεως
Τυ.
Τυ.
483κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς;
Μενελαος
Με.
Με.
484πέφυκεν · εἰ δὲ δυστυχεῖ, τιμητέος.
Τυνδαρεως
Τυ.
Τυ.
485βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις.
Μενελαος
Με.
Με.
486Ἑλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί.
Τυνδαρεως
Τυ.
Τυ.
487καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν.
Μενελαος
Με.
Με.
488πᾶν το- τοὐξ ἀνάγκης δοῦλόν ἐστ’ἐν τοῖς σοφοῖς.
Τυνδαρεως
Τυ.
Τυ.
489κέκτησό νυν σὺ τοῦτ’, ἐγὼ δ’οὐ κτήσομαι.
Μενελαος
Με.
Με.
490ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας οὐ σοφόν.
Τυνδαρεως
Τυ.
Τυ.
491πρὸς τόνδ’ἀγὼν τίς ἀσοφίας ἥκει πέρι;
492εἰ τὰ καλὰ πᾶσι φανερὰ καὶ τὰ μὴ καλά,
493τούτου τίς ἀνδρῶν ἐγένετ’ἀσυνετώτερος,
494ὅστις τὸ μὲν δίκαιον οὐκ ἐσκέψατο
495οὐ δ’ἦλθεν ἐπὶ τὸν κοινὸν Ἑλλήνων νόμον;
496ἐπεὶ γὰρ ἐξέπνευσεν Ἀγαμέμνων βίον
497† πληγεὶς θυγατρὸς τῆς ἐμῆς ὑπὲρ κάρα †,
499αἴσχιστον ἔργον — οὐ γὰρ αἰνέσω ποτέ —
500χρῆν αὐτὸν ἐπιθεῖναι μὲν αἵματος δίκην,
501ὁσίαν διώκοντ’, ἐκβαλεῖντε δωμάτων
502μητέρα · τὸ σῶφρόντ’ἔλαβεν ἀντὶ συμφορᾶς
503καὶ τοῦ νόμουτ’ἂν εἴχετ’εὐσεβήςτ’ἂν ἦν.
504νῦν δ’ἐς τὸν αὐτὸν δαίμον’ἦλθε μητέρι.
505κακὴν γὰρ αὐτὴν ἐνδίκως ἡγούμενος,
506αὐτὸς κακίων μητέρ’ἐγένετο κτανών.
507ἐρήσομαι δέ, Μενέλεως, τοσόνδε σε ·
508εἰ τόνδ’ἀποκτείνειεν ὁμόλεκτρος γυνή,
509κα- χὡ τοῦδε παῖς αὖ μητέρ’ἀνταποκτενεῖ,
510κα- κἄπειθ’ὁ κείνου γενόμενος φόνῳ φόνον
511λύσει, πέρας δὴ ποῖ κακῶν προβήσεται;
512καλῶς ἔθεντο ταῦτα πατέρες οἱ πάλαι ·
513ἐς ὀμμάτων μὲν ὄψιν οὐκ εἴων περᾶν
514οὐ δ’εἰς ἀπάντημ’, ὅστις αἷμ’ἔχων κυροῖ,
515φυγαῖσι δ’ὁσιοῦν, ἀνταποκτείνειν δὲ μή.
516αἰεὶ γὰρ εἷς ἔμελλ’ἐνέξεσθαι φόνῳ,
517τὸ λοίσθιον μίασμα λαμβάνων χεροῖν.
518ἐγὼ δὲ μισῶ μὲν γυναῖκας ἀνοσίους,
519πρώτην δὲ θυγατέρ’, ἣ πόσιν κατέκτανεν ·
520Ἑλένηντε, τὴν σὴν ἄλοχον, οὔποτ’αἰνέσω
521οὐ δ’ἂν προσείποιμ’· οὐ δὲ σὲ ζηλῶ, κακῆς
522γυναικὸς ἐλθόνθ’οὕνεκ’ἐς Τροίας πέδον.
523ἀμυνῶ δ’, ὅσονπερ δυνατός εἰμι, τῷ νόμῳ,
524τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνον
525παύων, ὃ καὶ γῆν καὶ πόλεις ὄλλυσ’ἀεί.
526ἐπεὶ τίν’εἶχες, ὦ τάλας, ψυχὴν τότε,
527ὅτ’ἐξέβαλλε μαστὸν ἱκετεύουσά σε
528μήτηρ; ἐγὼ μὲν οὐκ ἰδὼν τα- τἀκεῖ κακά,
529δακρύοις γέροντ’ὀφθαλμὸν ἐκτήκω τάλας.
530ἓν δ’οὖν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ ·
531μισῇ γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας,
532μανίαις ἀλαίνων καὶ φόβοις. τί μαρτύρων
533ἄλλων ἀκούειν δεῖ μ’, ἅ γ’εἰσορᾶν πάρα;
534ὡς οὖν ἂν εἰδῇς, Μενέλεως, τοῖσιν θεοῖς
535μὴ πρᾶσσ’ἐναντί’, ὠφελεῖν τοῦτον θέλων,
536ἔα δ’ὑπ’ἀστῶν καταφονευθῆναι πέτροις,
537ἢ μὴ ’πίβαινε Σπαρτιάτιδος χθονός.
538θυγάτηρ δ’ἐμὴ θανοῦσ’ἔπραξεν ἔνδικα ·
539ἀλλ’οὐχὶ πρὸς τοῦτ’εἰκὸς ἦν αὐτὴν θανεῖν.
540ἐγὼ δὲ τα- τἄλλα μακάριος πέφυκ’ἀνήρ,
541πλὴν ἐς θυγατέρας · τοῦτο δ’οὐκ εὐδαιμονῶ.
Χορος
Χο.
Χο.
542ζηλωτὸς ὅστις εὐτύχησεν ἐς τέκνα
543καὶ μὴ ’πισήμους συμφορὰς ἐκτήσατο.
Ορεστης
Ορ.
Ορ.
544ὦ γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν,
545ὅπου σὲ μέλλω σήντε λυπήσειν φρένα.
546ἐγω- ἐγᾦδ’, ἀνόσιός εἰμι μητέρα κτανών,
547ὅσιος δέ γ’ἕτερον ὄνομα, τιμωρῶν πατρί.
548ἀπελθέτω δὴ τοῖς λόγοισιν ἐκποδὼν
549τὸ γῆρας ἡμῖν τὸ σόν, ὅ μ’ἐκπλήσσει λόγου,
550καὶ καθ’ὁδὸν εἶμι · νῦν δὲ σὴν ταρβῶ τρίχα.
551τί χρῆν με δρᾶσαι; δύο γὰρ ἀντίθες δυοῖν ·
552πατὴρ μὲν ἐφύτευσέν με, σὴ δ’ἔτικτε παῖς,
553τὸ σπέρμ’ἄρουρα παραλαβοῦσ’ἄλλου πάρα ·
554ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτ’ἄν.
555ἐλογισάμην οὖν τῷ γένους ἀρχηγέτῃ
556μᾶλλόν με φῦναι τῆς ὑποστάσης τροφάς.
557ἡ σὴ δὲ θυγάτηρ — μητέρ’αἰδοῦμαι λέγειν —
558ἰδίοισιν ὑμεναίοισι κα- κοὐχὶ σώφροσιν
559ἐς ἀνδρὸς ᾔει λέκτρ’· ἐμαυτόν, ἢν λέγω
560κακῶς ἐκείνην, ἐξερῶ · λέξω δ’ὅμως.
561Αἴγισθος ἦν ὁ κρυπτὸς ἐν δόμοις πόσις.
562τοῦτον κατέκτειν’, ἐπὶ δ’ἔθυσα μητέρα,
563ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί.
564ἐφ’οἷς δ’ἀπειλεῖς ὡς πετρωθῆναί με χρή,
565ἄκουσον ὡς ἅπασαν Ἑλλάδ’ὠφελῶ.
566εἰ γὰρ γυναῖκες ἐς τόδ’ἥξουσιν θράσους,
567ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι
568ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι,
569παρ’οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσεις
570ἐπίκλημ’ἐχούσαις ὅ τι τύχοι. δράσας δ’ἐγὼ
571δείν’, ὡς σὺ κομπεῖς, τόνδ’ἔπαυσα τὸν νόμον.
572μισῶν δὲ μητέρ’ἐνδίκως ἀπώλεσα,
573ἥτις μεθ’ὅπλων ἄνδρ’ἀπόντ’ἐκ δωμάτων
574πάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτην
575προύδωκε κα- κοὐκ ἔσῳσ’ἀκήρατον λέχος ·
576ἐπεὶ δ’ἁμαρτοῦσ’ᾔσθετ’, οὐχ αὑτῇ δίκην
577ἐπέθηκεν, ἀλλ’, ὡς μὴ δίκην δοίη πόσει,
578ἐζημίωσε πατέρα κα- κἀπέκτειν’ἐμόν.
579πρὸς θεῶν — ἐν οὐ καλῷ μὲν ἐμνήσθην θεῶν,
580φόνον δικάζων · εἰ δὲ δὴ τὰ μητέρος
581σιγῶν ἐπῄνουν, τί μ’ἂν ἔδρασ’ὁ κατθανών;
582οὐκ ἄν με μισῶν ἀνεχόρευ’Ἐρινύσιν;
583ἢ μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί,
584τῷ δ’οὐ πάρεισι, μᾶλλον ἠδικημένῳ;
585σύ τοι φυτεύσας θυγατέρ’, ὦ γέρον, κακὴν
586ἀπώλεσάς με · διὰ τὸ γὰρ κείνης θράσος
587πατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος.
588ὁρᾷς, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανε
589Τηλέμαχος · οὐ γὰρ ἐπεγάμει πόσει πόσιν,
590μένει δ’ἐν οἴκοις ὑγιὲς εὐνατήριον.
591ὁρᾷς δ’Ἀπόλλων’, ὃς μεσομφάλους ἕδρας
592ναίων βροτοῖσι στόμα νέμει σαφέστατον,
593ᾧ πειθόμεσθα πάνθ’ὅσ’ἂν κεῖνος λέγῃ ·
594τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.
595ἐκεῖνον ἡγεῖσθ’ἀνόσιον καὶ κτείνετε ·
596ἐκεῖνος ἥμαρτ’, οὐκ ἐγώ. τί χρῆν με δρᾶν;
597ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι
598μίασμα λῦσαι; ποῖ τις οὖν ἔτ’ἂν φύγοι,
599εἰ μὴ ὁ κελεύσας ῥύσεταί με μὴ θανεῖν;
600ἀλλ’ὡς μὲν οὐκ εὖ μὴ λέγ’εἴργασται τάδε,
601ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.
602γάμοι δ’ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν,
603μακάριος αἰών · οἷς δὲ μὴ πίπτουσιν εὖ,
604τάτ’ἔνδον εἰσὶ τάτε θύραζε δυστυχεῖς.
Χορος
Χο.
Χο.
605αἰεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς
606ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυστυχέστερον.
Τυνδαρεως
Τυ.
Τυ.
607ἐπεὶ θρασύνῃ κα- κοὐχ ὑποστέλλῃ λόγῳ,
608οὕτω δ’ἀμείβῃ μ’ὥστε μ’ἀλγῆσαι φρένα,
609μᾶλλόν μ’ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον ·
610καλὸν πάρεργον δ’αὐτὸ θήσομαι πόνων
611ὧν εἵνεκ’ἦλθον θυγατρὶ κοσμήσων τάφον.
612μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον
613ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν
614σοὶ σῇτ’ἀδελφῇ, λεύσιμον δοῦναι δίκην.
615μᾶλλον δ’ἐκείνη σοῦ θανεῖν ἐστ’ἀξία,
616ἣ τῇ τεκούσῃ σ’ἠγρίωσ’, ἐς οὖς ἀεὶ
617πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον,
618ὀνείρατ’ἀγγέλλουσα τὰ Ἀγαμέμνονος,
619καὶ τοῦθ’— ὃ μισήσειαν — Αἰγίσθου λέχος —
620οἱ νέρτεροι θεοί · καὶ γὰρ ἐνθάδ’ἦν πικρόν ·
621ἕως ὑφῆψε δῶμ’ἀνηφαίστῳ πυρί.
622Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσωτε πρός ·
623εἰ το- τοὐμὸν ἔχθος ἐναριθμῇ κῆδόςτ’ἐμόν,
624μὴ τῷδ’ἀμύνειν φόνον ἐναντίον θεοῖς ·
625ἔα δ’ὑπ’ἀστῶν καταφονευθῆναι πέτροις,
626ἢ μὴ ’πίβαινε Σπαρτιάτιδος χθονός.
627τοσαῦτ’ἀκούσας ἴσθι, μη δὲ δυσσεβεῖς
628ἕλῃ, παρώσας εὐσεβεστέρους φίλους ·
629ἡμᾶς δ’ἀπ’οἴκων ἄγετε τῶνδε, πρόσπολοι.
Ορεστης
Ορ.
Ορ.
630στεῖχ’, ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος
631πρὸς τόνδ’ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν.
632Μενέλαε, ποῖ σὸν πόδ’ἐπὶ συννοίᾳ κυκλεῖς,
633διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς;
Μενελαος
Με.
Με.
634ἔασον · ἐν ἐμαυτῷ τι συννοούμενος
635ὅποι τράπωμαι τῆς τύχης ἀμηχανῶ.
Ορεστης
Ορ.
Ορ.
636μή νυν πέραινε τὴν δόκησιν, ἀλλ’ἐμοὺς
637λόγους ἀκούσας πρόσθε, βουλεύου τότε.
Μενελαος
Με.
Με.
638λέγ’· εὖ γὰρ εἶπας · ἔστι δ’οὗ σιγὴ λόγου
639κρείσσων γένοιτ’ἄν. ἔστι δ’οὗ σιγῆς λόγος.
Ορεστης
Ορ.
Ορ.
640λέγοιμ’ἂν ἤδη. τὰ μακρὰ τῶν σμικρῶν λόγων
641ἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλύειν.
642ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου,
643ἃ δ’ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα.
644— οὐ χρήματ’εἶπον · χρήματ’, ἢν ψυχὴν ἐμὴν
645σῴσῃς, ἅπερ μοι φίλτατ’ἐστὶ τῶν ἐμῶν. —
646ἀδικῶ · λαβεῖν χρή μ’ἀντὶ τοῦδε τοῦ κακοῦ
647ἄδικόν τι παρὰ σοῦ · καὶ γὰρ Ἀγαμέμνων πατὴρ
648ἀδίκως ἀθροίσας Ἑλλάδ’ἦλθ’ὑπ’Ἴλιον,
649οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλ’ἁμαρτίαν
650τῆς σῆς γυναικὸς ἀδικίαντ’ἰώμενος.
651ἓν μὲν τόδ’ἡμῖν ἀνθ’ἑνὸς δοῦναί σε χρή.
652ἀπέδοτο δ’, ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους,
653τὸ σῶμ’ἀληθῶς, σοὶ παρ’ἀσπίδ’ἐκπονῶν,
654ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον.
655ἀπότεισον οὖν μοι τα- ταὐτὸ τοῦτ’ἐκεῖ λαβών,
656μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερ
657σωτήριος στάς, μὴ δέκ’ἐκπλήσας ἔτη.
658ἃ δ’Αὐλὶς ἔλαβε σφάγι’ἐμῆς ὁμοσπόρου,
659ἐῶ σ’ἔχειν ταῦθ’· Ἑρμιόνην μὴ κτεῖνε σύ.
660δεῖ γὰρ σ’ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν
661πλέον φέρεσθαι, κα- κἀμὲ συγγνώμην ἔχειν.
662ψυχὴν δ’ἐμὴν δὸς τῷ ταλαιπώρῳ πατρὶ
663κα- κἀμῆς ἀδελφῆς, παρθένου μακρὸν χρόνον ·
664θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός.
665ἐρεῖς · ἀδύνατον. αὐτὸ τοῦτο · τοὺς φίλους
666ἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν ·
667ὅταν δ’ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
668ἀρκεῖ γὰρ αὐτὸς ὁ θεὸς ὠφελεῖν θέλων.
669φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς ·
670κα- κοὐχ ὑποτρέχων σε τοῦτο θωπείᾳ λέγω ·
671ταύτης ἱκνοῦμαί σ’— ὦ μέλεος ἐμῶν κακῶν,
672ἐς οἷον ἥκω. τί δέ; ταλαιπωρεῖν με δεῖ ·
673ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε.
674ὦ πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸς
675θανόντ’ἀκούειν τάδε δόκει, ποτωμένην
676ψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἃ ἐγὼ λέγω,
677τα- ταὔτ’ἔςτε δάκρυα καὶ γόους καὶ συμφοράς.
678εἴρηκα κα- κἀπῄτηκα τὴν σωτηρίαν,
679θηρῶν ὃ πάντες κα- κοὐκ ἐγὼ ζητῶ μόνος.
Χορος
Χο.
Χο.
680κα- κἀγώ σ’ἱκνοῦμαι καὶ γυνή περ οὖσ’ὅμως
681τοῖς δεομένοισιν ὠφελεῖν · οἷόςτε δ’εἶ.
Μενελαος
Με.
Με.
682Ὀρέστ’, ἐγώ τοι σὸν καταιδοῦμαι κάρα
683καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι ·
684καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ
685ξυνεκκομίζειν, δύναμιν ἢν διδῷ θεός,
686θνῄσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους ·
687τὸ δ’αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν.
688ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ
689ἔχων, πόνοισι μυρίοις ἀλώμενος,
690σμικρᾷ σὺν ἀλκῇ τῶν λελειμμένων φίλων.
691μάχῃ μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα
692Πελασγὸν Ἄργος · εἰ δὲ μαλθακοῖς λόγοις
693δυναίμεθ’, ἐνταῦθ’ἐλπίδος προσήκομεν.
694σμικροῖσι μὲν γὰρ μεγάλα πῶς ἕλοι τις ἄν;
695696
ὅταν γὰρ ἡβᾷ δῆμος εἰς ὀργὴν πεσών,
697ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον ·
698εἰ δ’ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν
699χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος,
700ἴσως ἂν ἐκπνεύσειεν · ἢν δ’ἀνῇ πνοάς,
701τύχοις ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλεις.
702ἔνεστι δ’οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας,
703καραδοκοῦντι κτῆμα τιμιώτατον.
704ἐλθὼν δὲ Τυνδάρεώντέ σοι πειράσομαι
705πόλιντε πεῖσαι τῷ λίαν χρῆσθαι καλῶς.
706καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶ
707ἔβαψεν, ἔστη δ’αὖθις, ἢν χαλᾷ πόδα.
708μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας,
709μισοῦσι δ’ἀστοί · δεῖ δέ μ’— οὐκ ἄλλως λέγω —
710σῴζειν σε σοφίᾳ, μὴ βίᾳ τῶν κρεισσόνων.
711ἀλκῇ δέ σ’οὐκ ἄν, ᾗ σὺ δοξάζεις ἴσως,
712σῴσαιμ’ἄν · οὐ γὰρ ῥᾴδιον λόγχῃ μιᾷ
713στῆσαι τροπαῖα τῶν κακῶν ἅ σοι πάρα.
714οὐ γάρ ποτ’Ἄργους γαῖαν ἐς τὸ μαλθακὸν
715προσηγόμεσθα · νῦν δ’ἀναγκαίως ἔχει.
716Ορεστης
Ορ.
Ορ.
717ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν
718τα- τἄλλ’οὐδέν, ὦ κάκιστε τιμωρεῖν φίλοις,
720φεύγεις ἀποστραφείς με, τὰ δ’Ἀγαμέμνονος
721φροῦδ’; ἄφιλος ἦσθ’ἄρ’, ὦ πάτερ, πράσσων κακῶς.
722οἴμοι, προδέδομαι, κα- κοὐκέτ’εἰσὶν ἐλπίδες,
723ὅποι τραπόμενος θάνατον Ἀργείων φύγω ·
724οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας.
725ἀλλ’εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶν
726Πυλάδην δρόμῳ στείχοντα Φωκέων ἄπο,
727ἡδεῖαν ὄψιν · πιστὸς ἐν κακοῖς ἀνὴρ
728κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.
Πυλαδης
Πυ.
Πυ.
729θᾶσσον ᾗ με χρῆν προβαίνων ἱκόμην δι’ἄστεως,
730σύλλογον πόλεως ἀκούσας, τὸν δ’ἰδὼν αὐτὸς σαφῶς,
731ἐπὶ σὲ σύγγονόντε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα.
732τί τάδε; πῶς ἔχεις; τί πράσσεις, φίλταθ’ἡλίκων ἐμοὶ
733καὶ φίλων καὶ συγγενείας; πάντα γὰρ τάδ’εἶ σύ μοι.
Ορεστης
Ορ.
Ορ.
734οἰχόμεσθ’, ὡς ἐν βραχεῖ σοι τα- τἀμὰ δηλώσω κακά.
Πυλαδης
Πυ.
Πυ.
735συγκατασκάπτοις ἂν ἡμᾶς · κοινὰ γὰρ τὰ τῶν φίλων.
Ορεστης
Ορ.
Ορ.
736Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν.
Πυλαδης
Πυ.
Πυ.
737εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν.
Ορεστης
Ορ.
Ορ.
738ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε τα- ταὐτὸν ἀπέδωκεν μολών.
Πυλαδης
Πυ.
Πυ.
739ἦ γάρ ἐστιν ὡς ἀληθῶς τήνδ’ἀφιγμένος χθόνα;
Ορεστης
Ορ.
Ορ.
740χρόνιος · ἀλλ’ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις.
Πυλαδης
Πυ.
Πυ.
741καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν;
Ορεστης
Ορ.
Ορ.
742οὐκ ἐκεῖνος, ἀλλ’ἐκείνη κεῖνον ἐνθάδ’ἤγαγεν.
Πυλαδης
Πυ.
Πυ.
743ποῦ ’στιν ἣ πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία;
Ορεστης
Ορ.
Ορ.
744ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδ’ἐμοὺς καλεῖν χρεών.
Πυλαδης
Πυ.
Πυ.
745σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτῳ πατρός;
Ορεστης
Ορ.
Ορ.
746μή μ’ἰδεῖν θανόνθ’ὑπ’ἀστῶν καὶ κασιγνήτην ἐμήν.
Πυλαδης
Πυ.
Πυ.
747πρὸς θεῶν, τί πρὸς τάδ’εἶπε; τόδε γὰρ εἰδέναι θέλω.
Ορεστης
Ορ.
Ορ.
748εὐλαβεῖθ’, ὃ τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι.
Πυλαδης
Πυ.
Πυ.
749σκῆψιν ἐς ποίαν προβαίνων; τοῦτο πάντ’ἔχω μαθών.
Ορεστης
Ορ.
Ορ.
750οὗτος ἦλθ’, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ.
Πυλαδης
Πυ.
Πυ.
751Τυνδάρεων λέγεις · ἴσως σοι θυγατέρος θυμούμενος;
Ορεστης
Ορ.
Ορ.
752αἰσθάνῃ. τὸ τοῦδε κῆδος μᾶλλον εἵλετ’ἢ πατρός.
Πυλαδης
Πυ.
Πυ.
753κα- κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών;
Ορεστης
Ορ.
Ορ.
754οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δ’ἄλκιμος.
Πυλαδης
Πυ.
Πυ.
755ἐν κακοῖς ἄρ’εἶ μεγίστοις · καί σ’ἀναγκαῖον θανεῖν;
Ορεστης
Ορ.
Ορ.
756ψῆφον ἀμφ’ἡμῶν πολίτας ἐπὶ φόνῳ θέσθαι χρεών.
Πυλαδης
Πυ.
Πυ.
757ἣ κρινεῖ τί χρῆμα; λέξον · διὰ φόβου γὰρ ἔρχομαι.
Ορεστης
Ορ.
Ορ.
758ἢ θανεῖν ἢ ζῆν · ὁ μῦθος οὐ μακρὸς μακρῶν πέρι.
Πυλαδης
Πυ.
Πυ.
759φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτῃ σέθεν.
Ορεστης
Ορ.
Ορ.
760οὐχ ὁρᾷς; φυλασσόμεσθα φρουρίοισι πανταχῇ.
Πυλαδης
Πυ.
Πυ.
761εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφραγμένας.
Ορεστης
Ορ.
Ορ.
762ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.
Πυλαδης
Πυ.
Πυ.
763κα- κἀμὲ νῦν ἐροῦ τί πάσχω · καὶ γὰρ αὐτὸς οἴχομαι.
Ορεστης
Ορ.
Ορ.
764πρὸς τίνος; τοῦτ’ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν.
Πυλαδης
Πυ.
Πυ.
765Στρόφιος ἤλασέν μ’ἀπ’οἴκων φυγάδα θυμωθεὶς πατήρ.
Ορεστης
Ορ.
Ορ.
766ἴδιον ἢ κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι;
Πυλαδης
Πυ.
Πυ.
767ὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων.
Ορεστης
Ορ.
Ορ.
768ὦ τάλας, ἔοικε καὶ σὲ τα- τἀμὰ λυπήσειν κακά.
Πυλαδης
Πυ.
Πυ.
769οὐχὶ Μενέλεω τρόποισι χρώμεθ’· οἰστέον τάδε.
Ορεστης
Ορ.
Ορ.
770οὐ φοβῇ μή σ’Ἄργος ὥσπερ κα- κἄμ’ἀποκτεῖναι θέλῃ;
Πυλαδης
Πυ.
Πυ.
771οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῇ.
Ορεστης
Ορ.
Ορ.
772δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας.
Πυλαδης
Πυ.
Πυ.
773ἀλλ’ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύουσ’ἀεί.
Ορεστης
Ορ.
Ορ.
774εἶεν. ἐς κοινὸν λέγειν χρή.
Πυλαδης
Πυ.
Πυ.
774bτίνος ἀναγκαίου πέρι;
Ορεστης
Ορ.
Ορ.
775εἰ λέγοιμ’ἀστοῖσιν ἐλθὼν —
Πυλαδης
Πυ.
Πυ.
775bὡς ἔδρασας ἔνδικα;
Ορεστης
Ορ.
Ορ.
776πατρὶ τιμωρῶν ἐμαυτοῦ;
Πυλαδης
Πυ.
Πυ.
776bμὴ λάβωσί σ’ἄσμενοι.
Ορεστης
Ορ.
Ορ.
777ἀλλ’ὑποπτήξας σιωπῇ κατθάνω;
Πυλαδης
Πυ.
Πυ.
777bδειλὸν τόδε.
Ορεστης
Ορ.
Ορ.
778πῶς ἂν οὖν δρῴην;
Πυλαδης
Πυ.
Πυ.
778bἔχεις τιν’, ἢν μένῃς, σωτηρίαν;
Ορεστης
Ορ.
Ορ.
779οὐκ ἔχω.
Πυλαδης
Πυ.
Πυ.
779bμολόντι δ’ἐλπίς ἐστι σωθῆναι κακῶν;
Ορεστης
Ορ.
Ορ.
780εἰ τύχοι, γένοιτ’ἄν.
Πυλαδης
Πυ.
Πυ.
780bοὐκοῦν τοῦτο κρεῖσσον ἢ μένειν.
Ορεστης
Ορ.
Ορ.
781ἀλλὰ δῆτ’ἔλθω.
Πυλαδης
Πυ.
Πυ.
781bθανὼν γοῦν ὧδε κάλλιον θανῇ.
Ορεστης
Ορ.
Ορ.
783εὖ λέγεις · φεύγω τὸ δειλὸν τῇδε.
Πυλαδης
Πυ.
Πυ.
783bμᾶλλον ἢ μένων.
Ορεστης
Ορ.
Ορ.
782καὶ τὸ πρᾶγμά γ’ἔνδικόν μοι.
Πυλαδης
Πυ.
Πυ.
782bτῷ δοκεῖν εὔχου μόνον.
Ορεστης
Ορ.
Ορ.
784καί τις ἄν γέ μ’οἰκτίσειε […]
Πυλαδης
Πυ.
Πυ.
784bμέγα γὰρ ἡ εὐγένειά σου.
Ορεστης
Ορ.
Ορ.
785θάνατον ἀσχάλλων πατρῷον.
Πυλαδης
Πυ.
Πυ.
785bπάντα ταῦτ’ἐν ὄμμασιν.
Ορεστης
Ορ.
Ορ.
786ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν.
Πυλαδης
Πυ.
Πυ.
786bαἰνῶ τάδε.
Ορεστης
Ορ.
Ορ.
787ἦ λέγωμεν οὖν ἀδελφῇ ταῦτ’ἐμῇ;
Πυλαδης
Πυ.
Πυ.
787bμὴ πρὸς θεῶν.
Ορεστης
Ορ.
Ορ.
788δάκρυα γοῦν γένοιτ’ἄν.
Πυλαδης
Πυ.
Πυ.
788bοὐκοῦν οὗτος οἰωνὸς μέγας.
Ορεστης
Ορ.
Ορ.
789δηλαδὴ σιγᾶν ἄμεινον.
Πυλαδης
Πυ.
Πυ.
789bτῷ χρόνῳ δὲ κερδανεῖς.
Ορεστης
Ορ.
Ορ.
790κεῖνό μοι μόνον πρόσαντες.
Πυλαδης
Πυ.
Πυ.
790bτί τόδε καινὸν αὖ λέγεις;
Ορεστης
Ορ.
Ορ.
791μὴ θεαί μ’οἴστρῳ κατάσχωσι.
Πυλαδης
Πυ.
Πυ.
791bἀλλὰ κηδεύσω σ’ἐγώ.
Ορεστης
Ορ.
Ορ.
792δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός.
Πυλαδης
Πυ.
Πυ.
792bοὐκ ἔμοιγε σοῦ.
Ορεστης
Ορ.
Ορ.
793εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς.
Πυλαδης
Πυ.
Πυ.
793bτόδ’οὖν ἴτω.
Ορεστης
Ορ.
Ορ.
794οὐκ ἄρ’ὀκνήσεις;
Πυλαδης
Πυ.
Πυ.
794bὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα.
Ορεστης
Ορ.
Ορ.
795ἕρπε νυν οἴαξ ποδός μοι.
Πυλαδης
Πυ.
Πυ.
795bφίλα γ’ἔχων κηδεύματα.
Ορεστης
Ορ.
Ορ.
796καί με πρὸς τύμβον πόρευσον πατρός.
Πυλαδης
Πυ.
Πυ.
796bὡς τί δὴ τόδε;
Ορεστης
Ορ.
Ορ.
797ὥς νιν ἱκετεύσω με σῶσαι.
Πυλαδης
Πυ.
Πυ.
797bτό γε δίκαιον ὧδ’ἔχει.
Ορεστης
Ορ.
Ορ.
798μητέρος δὲ μη δ’ἴδοιμι μνῆμα.
Πυλαδης
Πυ.
Πυ.
798bπολεμία γὰρ ἦν.
799ἀλλ’ἔπειγ’, ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕλῃ,
800περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσῳ ·
801ὡς ἐγὼ δι’ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου,
802οὐδὲν αἰσχυνθεὶς ὀχήσω. ποῦ γὰρ ὢν δείξω φίλος,
803εἴ σε μὴ ’ν δειναῖσιν ὄντα συμφοραῖς ἐπαρκέσω;
Ορεστης
Ορ.
Ορ.
804τοῦτ’ἐκεῖνο, κτᾶσθ’ἑταίρους, μὴ τὸ συγγενὲς μόνον ·
805ὡς ἀνὴρ ὅστις τρόποισι συντακῇ, θυραῖος ὢν
806μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.
Χορος
Χο.
Χο.
807ὁ μέγας ὄλβος ἅτ’ἀρετὰ
808μέγα φρονοῦσ’ἀν’Ἑλλάδα καὶ
809παρὰ Σιμουντίοις ὀχετοῖς
810πάλιν ἀνῆλθ’ἐξ εὐτυχίας Ἀτρείδαις
811πάλαι παλαιᾶς ἀπὸ συμφορᾶς δόμων,
812ὁπότε χρυσείας ἔρις ἀρνὸς
813ἤλυθε Τανταλίδαις,
814οἰκτρότατα θοινάματα καὶ
815σφάγια γενναίων τεκέων ·
816ὅθεν φόνῳ φόνος
817ἐξαμείβων δι’αἵματος οὐ
818προλείπει δισσοῖσιν Ἀτρείδαις.
819τὸ καλὸν οὐ καλόν, τοκέων
820πυριγενεῖ τεμεῖν παλάμᾳ
821χρόα μελάνδετον δὲ φόνῳ
822ξίφος ἐς αὐγὰς ἀελίοιο δεῖξαι ·
823τὸ δ’εὖ κακουργεῖν ἀσέβεια ποικίλα
824κακοφρόνωντ’ἀνδρῶν παράνοια.
825θανάτου γὰρ ἀμφὶ φόβῳ
826Τυνδαρὶς ἰάχησε
827τάλαινα · τέκνον, οὐ τολμᾷς ὅσια
828κτείνων σὰν ματέρα · μὴ
829πατρῴαν τιμῶν χάριν
830ἐξανάψῃ δύσκλειαν ἐς αἰεί.
831τίς νόσος ἢ τίνα δάκρυα καὶ
832τίς ἔλεος μείζων κατὰ γᾶν
833ἢ ματροκτόνον αἷμα χειρὶ θέσθαι;
834οἷον ἔργον τελέσας
835βεβάκχευται μανίαις,
836Εὐμενίσι θήραμα, φόνον
837δρομάσι δινεύων βλεφάροις,
838Ἀγαμεμνόνιος παῖς.
839ὦ μέλεος, ματρὸς ὅτε
840χρυσεοπηνήτων φαρέων
841μαστὸν ὑπερτέλλοντ’ἐσιδὼν
842σφάγιον ἔθετο ματέρα,
843πατρῴων παθέων ἀμοιβάν.
Ηλεκτρα
Ηλ.
Ηλ.
844γυναῖκες, ἦ που τῶνδ’ἀφώρμηται δόμων
845τλήμων Ὀρέστης θεομανεῖ λύσσῃ δαμείς;
Χορος
Χο.
Χο.
846ἥκιστα · πρὸς δ’Ἀργεῖον οἴχεται λεών,
847ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι
848δώσων, ἐν ᾧ ζῆν ἢ θανεῖν ὑμᾶς χρεών.
Ηλεκτρα
Ηλ.
Ηλ.
849οἴμοι · τί χρῆμ’ἔδρασε; τίς δ’ἔπεισέ νιν;
Χορος
Χο.
Χο.
850Πυλάδης · ἔοικε δ’οὐ μακρὰν ὅδ’ἄγγελος
851λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι.
Αγγελος
Αγ.
Αγ.
852ὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτου
853Ἀγαμέμνονος παῖ, πότνι’Ἠλέκτρα, λόγους
854ἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων.
Ηλεκτρα
Ηλ.
Ηλ.
855αἰαῖ, διοιχόμεσθα · δῆλος εἶ λόγῳ.
856κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.
Αγγελος
Αγ.
Αγ.
857ψήφῳ Πελασγῶν σὸν κασίγνητον θανεῖν
858καὶ σέ, ὦ τάλαιν’, ἔδοξε τῇδ’ἐν ἡμέρᾳ.
Ηλεκτρα
Ηλ.
Ηλ.
859οἴμοι · προσῆλθεν ἐλπίς, ἣν φοβουμένη
860πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις.
861ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοι
862καθεῖλον ἡμᾶς κα- κἀπεκύρωσαν θανεῖν;
863λέγ’, ὦ γεραιέ · πότερα λευσίμῳ χερὶ
864ἢ διὰ σιδήρου πνεῦμ’ἀπορρῆξαί με δεῖ,
865κοινὰς ἀδελφῷ συμφορὰς κεκτημένην;
Αγγελος
Αγ.
Αγ.
866ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω
867βαίνων, πυθέσθαι δεόμενος τάτ’ἀμφὶ σοῦ
868τάτ’ἀμφ’Ὀρέστου · σῷ γὰρ εὔνοιαν πατρὶ
869ἀεί ποτ’εἶχον, καί μ’ἔφερβε σὸς δόμος
870πένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις.
871ὁρῶ δ’ὄχλον στείχοντα καὶ θάσσοντ’ἄκραν,
872οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτῳ δίκας
873διδόντ’ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας.
874ἀστῶν δὲ δή τιν’ἠρόμην ἄθροισμ’ἰδών ·
875τί καινὸν Ἄργει; μῶν τι πολεμίων πάρα
876ἄγγελμ’ἀνεπτέρωκε Δαναϊδῶν πόλιν;
877ὃ δ’εἶπ’· Ὀρέστην κεῖνον οὐχ ὁρᾷς πέλας
878στείχοντ’, ἀγῶνα θανάσιμον δραμούμενον;
879ὁρῶ δ’ἄελπτον φάσμ’, ὃ μήποτ’ὤφελον,
880Πυλάδηντε καὶ σὸν σύγγονον στείχονθ’ὁμοῦ,
881τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσῳ,
882τὸν δ’ὥστ’ἀδελφὸν ἴσα φίλῳ λυπούμενον,
883νόσημα κηδεύοντα παιδαγωγίᾳ.
884ἐπεὶ δὲ πλήρης ἐγένετ’Ἀργείων ὄχλος,
885κῆρυξ ἀναστὰς εἶπε · τίς χρῄζει λέγειν,
886πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών,
887μητροκτονοῦντα; κα- κἀπὶ τῷδ’ἀνίσταται
888Ταλθύβιος, ὃς σῷ πατρὶ συνεπόρθει Φρύγας.
889ἔλεξε δ’, ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί,
890διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος,
891σὸν δ’οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺς
892λόγους ἑλίσσων, ὅτι καθισταίη νόμους
893ἐς τοὺς τεκόντας οὐ καλούς · τὸ δ’ὄμμ’ἀεὶ
894φαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις.
895τὸ γὰρ γένος τοιοῦτον · ἐπὶ τὸν εὐτυχῆ
896πηδῶσ’ἀεὶ κήρυκες · ὅδε δ’αὐτοῖς φίλος,
897ὃς ἂν δύνηται πόλεος ἔντ’ἀρχαῖσιν ᾖ.
898ἐπὶ τῷδε δ’ἠγόρευε Διομήδης ἄναξ.
899οὗτος κτανεῖν μὲν οὔτε σὲ οὔτε σύγγονον
900εἴα, φυγῇ δὲ ζημιοῦντας εὐσεβεῖν.
901ἐπερρόθησαν δ’οἳ μὲν ὡς καλῶς λέγοι,
902οἳ δ’οὐκ ἐπῄνουν. κα- κἀπὶ τῷδ’ἀνίσταται
903ἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει,
904Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος,
905θορύβῳτε πίσυνος κα- κἀμαθεῖ παρρησίᾳ,
906πιθανὸς ἔτ’αὐτοὺς περιβαλεῖν κακῷ τινι ·
907908
909
910
911
912
913
914
ὃς εἶπ’Ὀρέστην καὶ σὲ ἀποκτεῖναι πέτροις
915βάλλοντας · ὑπὸ δ’ἔτεινε Τυνδάρεως λόγους
916τῷ σφὼ κατακτείνοντι τοιούτους λέγειν.
917ἄλλος δ’ἀναστὰς ἔλεγε τῷδ’ἐναντία,
918μορφῇ μὲν οὐκ εὐωπός, ἀνδρεῖος δ’ἀνήρ,
919ὀλιγάκις ἄστυ κα- κἀγορᾶς χραίνων κύκλον,
920αὐτουργός — οἵπερ καὶ μόνοι σῴζουσι γῆν —
921ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων,
922ἀκέραιος, ἀνεπίπληκτον ἠσκηκὼς βίον ·
923ὃς εἶπ’Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
924στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί,
925κακὴν γυναῖκα κα- κἄθεον κατακτανών,
926ἣ κεῖν’ἀφῄρει, μήθ’ὁπλίζεσθαι χέρα
927μήτε στρατεύειν ἐκλιπόντα δώματα,
928εἰ τα- τἄνδον οἰκουρήμαθ’οἱ λελειμμένοι
929φθείρουσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι.
930καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο.
931κα- κοὐδεὶς ἔτ’εἶπε. σὸς δ’ἐπῆλθε σύγγονος,
932ἔλεξε δ’· ὦ γῆν Ἰνάχου κεκτημένοι,
933934
ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶ
935ἔκτεινα μητέρ’. εἰ γὰρ ἀρσένων φόνος
936ἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτ’ἔτ’ἂν
937θνῄσκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών ·
938το- τοὐναντίον δὲ δράσετ’ἢ δρᾶσαι χρεών.
939νῦν μὲν γὰρ ἡ προδοῦσα λέκτρ’ἐμοῦ πατρὸς
940τέθνηκεν · εἰ δὲ δὴ κατακτενεῖτ’ἐμέ,
941ὁ νόμος ἀνεῖται, κα- κοὐ φθάνοι θνῄσκων τις ἄν ·
942ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται.
943ἀλλ’οὐκ ἔπειθ’ὅμιλον, εὖ δοκῶν λέγειν.
944νικᾷ δ’ἐκεῖνος ὁ κακὸς ἐν πλήθει λέγων,
945ὃς ἠγόρευσε σύγγονον σέτε κτανεῖν.
946μόλις δ’ἔπεισε μὴ πετρουμένους θανεῖν
947τλήμων Ὀρέστης · αὐτόχειρι δὲ σφαγῇ
948ὑπέσχετ’ἐν τῇδ’ἡμέρᾳ λείψειν βίον
949σὺν σοί. πορεύει δ’αὐτὸν ἐκκλήτων ἄπο
950Πυλάδης δακρύων · σὺν δ’ὁμαρτοῦσιν φίλοι
951κλαίοντες, οἰκτίροντες · ἔρχεται δέ σοι
952πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία.
953ἀλλ’εὐτρέπιζε φάσγαν’ἢ βρόχον δέρῃ ·
954ὡς δεῖ λιπεῖν σε φέγγος · ἡ εὐγένεια δὲ
955οὐδέν σ’ἐπωφέλησεν, οὐ δ’ὁ Πύθιος
956τρίποδα καθίζων Φοῖβος, ἀλλ’ἀπώλεσεν.
Χορος
Χο.
Χο.
957ὦ δυστάλαινα παρθέν’, ὡς ξυνηρεφὲς
958πρόσωπον εἰς γῆν σὸν βαλοῦσ’ἄφθογγος εἶ,
959ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη.
Ηλεκτρα
Ηλ.
Ηλ.
960κατάρχομαι στεναγμόν, ὦ Πελασγία,
961τιθεῖσα λευκὸν ὄνυχα διὰ παρηίδων,
962αἱματηρὸν ἄταν,
963κτύποντε κρατός, ὃν ἔλαχ’ἁ κατὰ χθονὸς
964νερτέρων Περσέφασσα καλλίπαις θεά.
965ἰαχείτω δὲ γᾶ Κυκλωπία,
966σίδαρον ἐπὶ κάρα τιθεῖσα κούριμον,
967πήματ’οἴκων.
968ἔλεος ἔλεος ὅδ’ἔρχεται
969τῶν θανουμένων ὕπερ,
970στρατηλατᾶν Ἑλλάδος ποτ’ὄντων.
971βέβακε γὰρ βέβακεν, οἴχεται τέκνων
972πρόπασα γέννα Πέλοπος ὅτ’ἐπὶ μακαρίοις
973ζῆλος ὤν ποτ’οἴκοις ·
974φθόνος νιν εἷλε θεόθεν, ἅτε δυσμενὴς
975φοινία ψῆφος ἐν πολίταις.
976ἰὼ ἰώ, πανδάκρυτ’ἐφαμέρων
977ἔθνη πολύπονα, λεύσσεθ’, ὡς παρ’ἐλπίδας
978μοῖρα βαίνει.
979ἕτερα δ’ἕτερος ἀμείβεται
980πήματ’ἐν χρόνῳ μακρῷ ·
981βροτῶν δ’ὁ πᾶς ἀστάθμητος αἰών.
982aμόλοιμι τὰν οὐρανοῦ
982bμέσον χθονόςτε τεταμέναν
983aαἰωρήμασι πέτραν,
983bἁλύσεσιν χρυσέαισι φερομέναν δίναισι,
984aβῶλον ἐξ Ὀλύμπου,
984bἵν’ἐν θρήνοισιν ἀναβοάσω
985γέροντι πατρὶ Ταντάλῳ
986ὃς ἔτεκεν ἔτεκε γενέτορας ἐμέθεν δόμων,
987οἳ κατεῖδον ἄτας,
988ποτανὸν μὲν δίωγμα πώλων
989τεθριπποβάμονι στόλῳ Πέλοψ ὅτε
990πελάγεσι διεδίφρευσε, Μυρτίλου φόνον
991δικὼν ἐς οἶδμα πόντου,
992λευκοκύμοσιν
993πρὸς Γεραιστίαις
994ποντίων σάλων
995ᾐόσιν ἁρματεύσας. ὅθεν δόμοισι τοῖς ἐμοῖς
996ἦλθ’ἀρὰ πολύστονος,
997λόχευμα ποιμνίοισι Μαιάδος τόκου,
998τὸ χρυσόμαλλον ἀρνὸς ὁπότ’
999ἐγένετο τέρας ὀλοὸν ὀλοὸν
1000Ἀτρέος ἱπποβώτα ·
1001ὅθεν Ἔρις τότε πτερωτὸν
1002ἁλίου μετέβαλεν ἅρμα,
1003τὰν πρὸς ἑσπέραν κέλευθον
1004οὐρανοῦ
1005προσαρμόσασα μονόπωλον ἐς Ἀῶ, ἑπταπόρουτε δράμημα Πελειάδος
1006εἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει,
1007τῶνδέτ’ἀμείβει […] θανάτους
1008θανάτων τάτ’ἐπώνυμα δεῖπνα Θυέστου
1009λέκτρατε Κρήσσας Ἀερόπας
1010δολίας δολίοισι γάμοις · τὰ πανύστατα δ’
1011εἰς ἐμὲ καὶ γενέταν ἐμὸν ἤλυθε
1012δόμων πολυπόνοις ἀνάγκαις.
Χορος
Χο.
Χο.
1013καὶ μὴν ὅδε σὸς σύγγονος ἕρπει
1014ψήφῳ θανάτου κατακυρωθείς,
1015ὅτε πιστότατος πάντων Πυλάδης, ἰσάδελφος ἀνήρ, ἰθύνων
1016νοσερὸν κῶλον,
1017ποδὶ κηδοσύνῳ παράσειρος.
Ηλεκτρα
Ηλ.
Ηλ.
1018οἲ ἐγώ · πρὸ τύμβου γάρ σ’ὁρῶσ’ἀναστένω,
1019ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς.
1020οἲ ἐγὼ μάλ’αὖθις · ὥς σ’ἰδοῦσ’ἐν ὄμμασιν
1021πανυστάτην πρόσοψιν ἐξέστην φρενῶν.
Ορεστης
Ορ.
Ορ.
1022οὐ σῖγ’ἀφεῖσα τοὺς γυναικείους γόους
1023στέρξεις τὰ κρανθέντ’; οἰκτρὰ μὲν τάδ’, ἀλλ’ὅμως
1024.
Ηλεκτρα
Ηλ.
Ηλ.
1025καὶ πῶς σιωπῶ; φέγγος εἰσορᾶν θεοῦ
1026τόδ’οὐκέθ’ἡμῖν τοῖς ταλαιπώροις μέτα.
Ορεστης
Ορ.
Ορ.
1027σὺ μή μ’ἀπόκτειν’· ἅλις ὑπ’Ἀργείας χερὸς
1028τέθνηχ’ὁ τλήμων · τὰ δὲ παρόντ’ἔα κακά.
Ηλεκτρα
Ηλ.
Ηλ.
1029ὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμου
1030θανάτουτ’ἀώρου. ζῆν ἐχρῆν σ’, ὅτ’οὐκέτ’εἶ.
Ορεστης
Ορ.
Ορ.
1031μὴ πρὸς θεῶν μοι περιβάλῃς ἀνανδρίαν,
1032ἐς δάκρυα πορθμεύουσ’ὑπομνήσει κακῶν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1033θανούμεθ’· οὐχ οἷόντε μὴ στένειν κακά.
1034πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς.
Ορεστης
Ορ.
Ορ.
1035τόδ’ἦμαρ ἡμῖν κύριον · δεῖ δ’ἢ βρόχους
1036ἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί.
Ηλεκτρα
Ηλ.
Ηλ.
1037σύ νύν μ’, ἀδελφέ, μή τις Ἀργείων κτάνῃ
1038ὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος γόνον.
Ορεστης
Ορ.
Ορ.
1039ἅλις τὸ μητρὸς αἷμ’ἔχω · σὲ δ’οὐ κτενῶ,
1040ἀλλ’αὐτόχειρι θνῇσχ’ὅτῳ βούλῃ τρόπῳ.
Ηλεκτρα
Ηλ.
Ηλ.
1041ἔσται τάδ’· οὐδὲν σοῦ ξίφους λελείψομαι.
1042ἀλλ’ἀμφιθεῖναι σῇ δέρῃ θέλω χέρας.
Ορεστης
Ορ.
Ορ.
1043τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδε
1044θανάτου πέλας βεβῶσι, περιβαλεῖν χέρας.
Ηλεκτρα
Ηλ.
Ηλ.
1045ὦ φίλτατ’, ὦ ποθεινὸν ἥδιστόντ’ἔχων
1046τῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν.
Ορεστης
Ορ.
Ορ.
1047ἔκ τοί με τήξεις · καί σ’ἀμείψασθαι θέλω
1048φιλότητι χειρῶν. τί γὰρ ἔτ’αἰδοῦμαι τάλας;
1049ὦ στέρν’ἀδελφῆς, ὦ φίλον πρόσπτυγμ’ἐμόν,
1050τάδ’ἀντὶ παίδων καὶ γαμηλίου λέχους —
1051.
Ηλεκτρα
Ηλ.
Ηλ.
1052φεῦ ·
1053πῶς ἂν ξίφος νὼ τα- ταὐτόν, εἰ θέμις, κτάνοι
1054καὶ μνῆμα δέξαιθ’ἕν, κέδρου τεχνάσματα;
Ορεστης
Ορ.
Ορ.
1055ἥδιστ’ἂν εἴη ταῦθ’· ὁρᾷς δὲ δὴ φίλων ὡς ἐσπανίσμεθ’, ὥστε κοινωνεῖν τάφου.
Ηλεκτρα
Ηλ.
Ηλ.
1056οὐ δ’εἶφ’ὑπὲρ σοῦ, μὴ θανεῖν σπουδὴν ἔχων,
1057Μενέλαος ὁ κακός, ὁ προδότης το- τοὐμοῦ πατρός;
Ορεστης
Ορ.
Ορ.
1058οὐ δ’ὄμμ’ἔδειξεν, ἀλλ’ἐπὶ σκήπτροις ἔχων
1059τὴν ἐλπίδ’, εὐλαβεῖτο μὴ σῴζειν φίλους.
1060ἀλλ’εἶ’ὅπως γενναῖα καὶ Ἀγαμέμνονος
1061δράσαντε κατθανούμεθ’ἀξιώτατα.
1062κα- κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει,
1063παίσας πρὸς ἧπαρ φασγάνῳ · σὲ δ’αὖ χρεὼν
1064ὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν.
1065Πυλάδη, σὺ δ’ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς,
1066καὶ κατθανόντοιν εὖ περίστειλον δέμας
1067θάψοντε κοινῇ πρὸς πατρὸς τύμβον φέρων.
1068καὶ χαῖρ’· ἐπ’ἔργον δ’, ὡς ὁρᾷς, πορεύομαι.
Πυλαδης
Πυ.
Πυ.
1069ἐπίσχες. ἓν μὲν πρῶτά σοι μομφὴν ἔχω,
1070εἰ ζῆν με χρῄζειν σοῦ θανόντος ἤλπισας.
Ορεστης
Ορ.
Ορ.
1071τί γὰρ προσήκει κατθανεῖν σ’ἐμοῦ μέτα;
Πυλαδης
Πυ.
Πυ.
1072ἤρου; τί δὲ ζῆν σῆς ἑταιρίας ἄτερ;
Ορεστης
Ορ.
Ορ.
1073οὐκ ἔκτανες σὴν μητέρ’, ὡς ἐγὼ τάλας.
Πυλαδης
Πυ.
Πυ.
1074σὺν σοί γε κοινῇ · τα- ταὐτὰ καὶ πάσχειν με δεῖ.
Ορεστης
Ορ.
Ορ.
1075ἀπόδος τὸ σῶμα πατρί, μὴ σύνθνῃσκέ μοι.
1076σοὶ μὲν γὰρ ἔστι πόλις, ἐμοὶ δ’οὐκ ἔστι δή,
1077καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν.
1078γάμων δὲ τῆς μὲν δυσπότμου τῆσδ’ἐσφάλης,
1079ἥν σοι κατηγγύησ’ἑταιρίαν σέβων ·
1080σὺ δ’ἄλλο λέκτρον παιδοποίησαι λαβών,
1081κῆδος δὲ το- τοὐμὸν καὶ σὸν οὐκέτ’ἔστι δή.
1082ἀλλ’, ὦ ποθεινὸν ὄμμ’ὁμιλίας ἐμῆς,
1083χαῖρ’· οὐ γὰρ ἡμῖν ἔστι τοῦτο, σοί γε μήν ·
1084οἱ γὰρ θανόντες χαρμάτων τητώμεθα.
Πυλαδης
Πυ.
Πυ.
1085ἦ πολὺ λέλειψαι τῶν ἐμῶν βουλευμάτων.
1086μήθ’αἷμά μου δέξαιτο κάρπιμον πέδον,
1087μὴ λαμπρὸς αἰθήρ, εἴ σ’ἐγὼ προδούς ποτε
1088ἐλευθερώσας το- τοὐμὸν ἀπολίποιμι σέ.
1089καὶ συγκατέκτανον γάρ, οὐκ ἀρνήσομαι,
1090καὶ πάντ’ἐβούλευσ’ὧν σὺ νῦν τίνεις δίκας ·
1091καὶ ξυνθανεῖν οὖν δεῖ με σοὶ καὶ τῇδ’ὁμοῦ.
1092ἐμὴν γὰρ αὐτήν, ἧς γε λέχος ἐπῄνεσα,
1093κρίνω δάμαρτα · τί γὰρ ἐρῶ κα- κἀγώ ποτε
1094γῆν Δελφίδ’ἐλθὼν Φωκέων ἀκρόπτολιν,
1095ὃς πρὶν μὲν ὑμᾶς δυστυχεῖν φίλος παρῆ,
1096νῦν δ’οὐκέτ’εἰμὶ δυστυχοῦντί σοι φίλος;
1097οὐκ ἔστιν. ἀλλὰ ταῦτα μὲν κα- κἀμοὶ μέλει ·
1098ἐπεὶ δὲ κατθανούμεθ’, ἐς κοινοὺς λόγους
1099ἔλθωμεν, ὡς ἂν Μενέλεως συνδυστυχῇ.
Ορεστης
Ορ.
Ορ.
1100ὦ φίλτατ’, εἰ γὰρ τοῦτο κατθάνοιμ’ἰδών.
Πυλαδης
Πυ.
Πυ.
1101πιθοῦ νυν, ἄμμεινόντε φασγάνου τομάς.
Ορεστης
Ορ.
Ορ.
1102μενῶ, τὸν ἐχθρὸν εἴ τι τιμωρήσομαι.
Πυλαδης
Πυ.
Πυ.
1103σίγα νυν · ὡς γυναιξὶ πιστεύω βραχύ.
Ορεστης
Ορ.
Ορ.
1104μηδὲν τρέσῃς τάσδ’· ὡς πάρεισ’ἡμῖν φίλαι.
Πυλαδης
Πυ.
Πυ.
1105Ἑλένην κτάνωμεν, Μενέλεῳ λύπην πικράν.
Ορεστης
Ορ.
Ορ.
1106πῶς; τὸ γὰρ ἕτοιμον ἔστιν, εἴ γ’ἔσται καλῶς.
Πυλαδης
Πυ.
Πυ.
1107σφάξαντες. ἐν δόμοις δὲ κρύπτεται σέθεν.
Ορεστης
Ορ.
Ορ.
1108μάλιστα · καὶ δὴ πάντ’ἀποσφραγίζεται.
Πυλαδης
Πυ.
Πυ.
1109ἀλλ’οὐκέθ’, Ἅιδην νυμφίον κεκτημένη.
Ορεστης
Ορ.
Ορ.
1110καὶ πῶς; ἔχει γὰρ βαρβάρους ὀπάονας.
Πυλαδης
Πυ.
Πυ.
1111τίνας; Φρυγῶν γὰρ οὐδέν’ἂν τρέσαιμ’ἐγώ.
Ορεστης
Ορ.
Ορ.
1112οἵους ἐνόπτρων καὶ μύρων ἐπιστάτας.
Πυλαδης
Πυ.
Πυ.
1113τρυφὰς γὰρ ἥκει δεῦρ’ἔχουσα Τρωικάς;
Ορεστης
Ορ.
Ορ.
1114ὥσθ’Ἑλλὰς αὐτῇ σμικρὸν οἰκητήριον.
Πυλαδης
Πυ.
Πυ.
1115οὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος.
Ορεστης
Ορ.
Ορ.
1116καὶ μὴν τόδ’ἔρξας δὶς θανεῖν οὐχ ἅζομαι.
Πυλαδης
Πυ.
Πυ.
1117ἀλλ’οὐ δ’ἐγὼ μήν, σοί γε τιμωρούμενος.
Ορεστης
Ορ.
Ορ.
1118τὸ πρᾶγμα δήλου καὶ πέραιν’, ὅπως λέγεις.
Πυλαδης
Πυ.
Πυ.
1119ἔσιμεν ἐς οἴκους δῆθεν ὡς θανούμενοι.
Ορεστης
Ορ.
Ορ.
1120ἔχω τοσοῦτον, τα- τἀπίλοιπα δ’οὐκ ἔχω.
Πυλαδης
Πυ.
Πυ.
1121γόους πρὸς αὐτὴν θησόμεσθ’ἃ πάσχομεν.
Ορεστης
Ορ.
Ορ.
1122ὥστ’ἐκδακρῦσαί γ’ἔνδοθεν κεχαρμένην.
Πυλαδης
Πυ.
Πυ.
1123καὶ νῷν παρέσται ταῦθ’ἅπερ κείνῃ τότε.
Ορεστης
Ορ.
Ορ.
1124ἔπειτ’ἀγῶνα πῶς ἀγωνιούμεθα;
Πυλαδης
Πυ.
Πυ.
1125κρύπτ’ἐν πέπλοισι τοισίδ’ἕξομεν ξίφη.
Ορεστης
Ορ.
Ορ.
1126πρόσθεν δ’ὀπαδῶν τίς ὄλεθρος γενήσεται;
Πυλαδης
Πυ.
Πυ.
1127ἐκκλῄσομεν σφᾶς ἄλλον ἄλλοσε στέγης.
Ορεστης
Ορ.
Ορ.
1128καὶ τόν γε μὴ σιγῶντ’ἀποκτείνειν χρεών.
Πυλαδης
Πυ.
Πυ.
1129εἶτ’αὐτὸ δηλοῖ το- τοὔργον οἷ τείνειν χρεών.
Ορεστης
Ορ.
Ορ.
1130Ἑλένην φονεύειν · μανθάνω τὸ σύμβολον.
Πυλαδης
Πυ.
Πυ.
1131ἔγνως · ἄκουσον δ’ὡς καλῶς βουλεύομαι.
1132εἰ μὲν γὰρ ἐς γυναῖκα σωφρονεστέραν
1133ξίφος μεθεῖμεν, δυσκλεὴς ἂν ἦν φόνος ·
1134νῦν δ’ὑπὲρ ἁπάσης Ἑλλάδος δώσει δίκην,
1135ὧν πατέρας ἔκτειν’, ὧν δ’ἀπώλεσεν τέκνα,
1136νύμφαςτ’ἔθηκεν ὀρφανὰς ξυναόρων.
1137ὀλολυγμὸς ἔσται, πῦρτ’ἀνάψουσιν θεοῖς,
1138σοὶ πολλὰ κα- κἀμοὶ κέδν’ἀρώμενοι τυχεῖν,
1139κακῆς γυναικὸς οὕνεχ’αἷμ’ἐπράξαμεν.
1140ὁ μητροφόντης δ’οὐ καλῇ ταύτην κτανών,
1141ἀλλ’ἀπολιπὼν τοῦτ’ἐπὶ τὸ βέλτιον πεσῇ,
1142Ἑλένης λεγόμενος τῆς πολυκτόνου φονεύς.
1143οὐ δεῖ ποτ’, οὐ δεῖ, Μενέλεων μὲν εὐτυχεῖν,
1144τὸν σὸν δὲ πατέρα καὶ σὲ κα- κἀδελφὴν θανεῖν,
1145μητέρατε — ἐῶ τοῦτ’· οὐ γὰρ εὐπρεπὲς λέγειν —
1146δόμους δ’ἔχειν σοὺς δι’Ἀγαμέμνονος δόρυ
1147λαβόντα νύμφην · μὴ γὰρ οὖν ζῴην ἔτι,
1148ἢν μὴ ’π’ἐκείνῃ φάσγανον σπασώμεθα.
1149ἢν δ’οὖν τὸν Ἑλένης μὴ κατάσχωμεν φόνον,
1150πρήσαντες οἴκους τούσδε κατθανούμεθα.
1151ἑνὸς γὰρ οὐ σφαλέντες ἕξομεν κλέος,
1152καλῶς θανόντες ἢ καλῶς σεσῳσμένοι.
Χορος
Χο.
Χο.
1153πάσαις γυναιξὶν ἀξία στυγεῖν ἔφυ
1154ἡ Τυνδαρὶς παῖς, ἣ κατῄσχυνεν γένος.
Ορεστης
Ορ.
Ορ.
1155φεῦ ·
1156οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ φίλος σαφής,
1157οὐ πλοῦτος, οὐ τυραννίς · ἀλόγιστον δέ τι
1158τὸ πλῆθος ἀντάλλαγμα γενναίου φίλου.
1159σὺ γὰρ τάτ’εἰς Αἴγισθον ἐξηῦρες κακὰ
1160καὶ πλησίον παρῆσθα κινδύνων ἐμοί, νῦντ’αὖ δίδως μοι πολεμίων τιμωρίαν
1161κα- κοὐκ ἐκποδὼν εἶ — παύσομαί σ’αἰνῶν, ἐπεὶ
1162βάρος τι κα- κἀν τῷδ’ἐστίν, αἰνεῖσθαι λίαν.
1163ἐγὼ δὲ πάντως ἐκπνέων ψυχὴν ἐμὴν
1164δράσας τι χρῄζω τοὺς ἐμοὺς ἐχθροὺς θανεῖν,
1165ἵν’ἀνταναλώσω μὲν οἵ με προύδοσαν,
1166στένωσι δ’οἵπερ κα- κἄμ’ἔθηκαν ἄθλιον.
1167Ἀγαμέμνονός τοι παῖς πέφυχ’, ὃς Ἑλλάδος
1168ἦρξ’ἀξιωθείς, οὐ τύραννος, ἀλλ’ὅμως
1169ῥώμην θεοῦ τιν’ἔσχε · ὃν οὐ καταισχυνῶ
1170δοῦλον παρασχὼν θάνατον, ἀλλ’ἐλευθέρως
1171ψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι.
1172ἑνὸς γὰρ εἰ λαβοίμεθ’, εὐτυχοῖμεν ἄν,
1173εἴ ποθεν ἄελπτος παραπέσοι σωτηρία
1174κτανοῦσι μὴ θανοῦσιν · εὔχομαι τάδε.
1175ὃ βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμα
1176πτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα.
Ηλεκτρα
Ηλ.
Ηλ.
1177ἐγώ, κασίγνητ’, αὐτὸ τοῦτ’ἔχειν δοκῶ,
1178σωτηρίαν σοὶ τῷδέτ’ἐκ τρίτωντ’ἐμοί.
Ορεστης
Ορ.
Ορ.
1179θεοῦ λέγεις πρόνοιαν. ἀλλὰ ποῦ τόδε;
1180ἐπεὶ τὸ συνετόν γ’οἶδα σῇ ψυχῇ παρόν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1181ἄκουε δή νυν · καὶ σὺ δεῦρο νοῦν ἔχε.
Ορεστης
Ορ.
Ορ.
1182λέγ’· ὡς τὸ μέλλειν ἀγάθ’ἔχει τιν’ἡδονήν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1183Ἑλένης κάτοισθα θυγατέρ’; εἰδότ’ἠρόμην.
Ορεστης
Ορ.
Ορ.
1184οἶδ’, ἣν ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή.
Ηλεκτρα
Ηλ.
Ηλ.
1185αὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον.
Ορεστης
Ορ.
Ορ.
1186τί χρῆμα δράσουσ’; ὑποτίθης τίν’ἐλπίδα;
Ηλεκτρα
Ηλ.
Ηλ.
1187χοὰς κατασπείσουσ’ὑπὲρ μητρὸς τάφῳ.
Ορεστης
Ορ.
Ορ.
1188καὶ δὴ τί μοι τοῦτ’εἶπας ἐς σωτηρίαν;
Ηλεκτρα
Ηλ.
Ηλ.
1189ξυλλάβεθ’ὅμηρον τήνδ’, ὅταν στείχῃ πάλιν.
Ορεστης
Ορ.
Ορ.
1190τίνος τόδ’εἶπας φάρμακον τρισσοῖς φίλοις;
Ηλεκτρα
Ηλ.
Ηλ.
1191Ἑλένης θανούσης, ἤν τι Μενέλεώς σε δρᾷ
1192ἢ τόνδε κα- κἀμέ — πᾶν γὰρ ἓν φίλον τόδε —
1193λέγ’ὡς φονεύσεις Ἑρμιόνην · ξίφος δὲ χρὴ
1194δέρῃ πρὸς αὐτῇ παρθένου σπάσαντ’ἔχειν.
1195κα- κἂν μέν σε σῴζῃ μὴ θανεῖν χρῄζων κόρην
1196Ἑλένης Μενέλεως πτῶμ’ἰδὼν ἐν αἵματι,
1197μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας ·
1198ἢν δ’ὀξυθύμου μὴ κρατῶν φρονήματος
1199κτείνῃ σε, καὶ σὺ σφάζε παρθένου δέρην.
1200καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῇ,
1201χρόνῳ μαλάξειν σπλάγχνον · οὔτε γὰρ θρασὺς
1202οὔτ’ἄλκιμος πέφυκε. τήνδ’ἡμῖν ἔχω
1203σωτηρίας ἔπαλξιν. εἴρηται λόγος.
Ορεστης
Ορ.
Ορ.
1204ὦ τὰς φρένας μὲν ἄρσενας κεκτημένη,
1205τὸ σῶμα δ’ἐν γυναιξὶ θηλείαις πρέπον,
1206ὡς ἀξία ζῆν μᾶλλον ἢ θανεῖν ἔφυς.
1207Πυλάδη, τοιαύτης ἆρ’ἁμαρτήσῃ τάλας
1208γυναικὸς ἢ ζῶν μακάριον κτήσῃ λέχος.
Πυλαδης
Πυ.
Πυ.
1209εἰ γὰρ γένοιτο, Φωκέων δ’ἔλθοι πόλιν
1210καλοῖσιν ὑμεναίοισιν ἀξιουμένη.
Ορεστης
Ορ.
Ορ.
1211ἥξει δ’ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου;
1212ὡς τα- τἄλλα γ’εἶπας, εἴπερ εὐτυχήσομεν,
1213κάλλισθ’, ἑλόντες σκύμνον ἀνοσίου πατρός.
Ηλεκτρα
Ηλ.
Ηλ.
1214καὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ ·
1215τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει.
Ορεστης
Ορ.
Ορ.
1216καλῶς · σὺ μέν νυν, σύγγον’Ἠλέκτρα, δόμων
1217πάρος μένουσα παρθένου δέχου πόδα,
1218φύλασσε δ’ἤν τις, πρὶν τελευτηθῇ φόνος,
1219ἢ ξύμμαχός τις ἢ κασίγνητος πατρός,
1220ἐλθὼν ἐς οἴκους φθῇ, γέγωνέτ’ἐς δόμους,
1221ἢ σανίδα παίσασ’ἢ λόγους πέμψασ’ἔσω ·
1222ἡμεῖς δ’ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατον
1223ἀγῶν’ὁπλιζώμεσθα φασγάνῳ χέρας,
12241225
ὦ δῶμα ναίων νυκτὸς ὀρφναίας πάτερ,
1226καλεῖ σ’Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖν
1227τοῖς δεομένοισι. διὰ σὲ γὰρ πάσχω τάλας
1228ἀδίκως · προδέδομαι δ’ὑπὸ κασιγνήτου σέθεν,
1229δίκαια πράξας · οὗ θέλω δάμαρθ’ἑλὼν
1230κτεῖναι · σὺ δ’ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ.
Ηλεκτρα
Ηλ.
Ηλ.
1231ὦ πάτερ, ἱκοῦ δῆτ’, εἰ κλύεις ἔσω χθονὸς
1232τέκνων καλούντων, οἳ σέθεν θνῄσκουσ’ὕπερ.
Πυλαδης
Πυ.
Πυ.
1233ὦ συγγένεια πατρὸς ἐμοῦ, κα- κἀμὰς λιτάς,
1234Ἀγάμεμνον, εἰσάκουσον · ἔκσῳσον τέκνα.
Ορεστης
Ορ.
Ορ.
1235ἔκτεινα μητέρα —
Ηλεκτρα
Ηλ.
Ηλ.
1235bἡψάμην δ’ἐγὼ ξίφους —
Πυλαδης
Πυ.
Πυ.
1236ἐγὼ δ’† ἐπεβούλευσα † κα- κἀπέλυσ’ὄκνου —
Ορεστης
Ορ.
Ορ.
1237σοί, πάτερ, ἀρήγων.
Ηλεκτρα
Ηλ.
Ηλ.
1237bοὐ δ’ἐγὼ προύδωκά σε.
Πυλαδης
Πυ.
Πυ.
1238οὔκουν ὀνείδη τάδε κλύων ῥύσῃ τέκνα;
Ορεστης
Ορ.
Ορ.
1239δακρύοις κατασπένδω σε.
Ηλεκτρα
Ηλ.
Ηλ.
1239bἐγὼ δ’οἴκτοισί γε.
Πυλαδης
Πυ.
Πυ.
1240παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα.
1241εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζουσ’ἀραί,
1242κλύει. σὺ δ’, ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας,
1243δότ’εὐτυχῆσαι τῷδ’ἐμοίτε τῇδέτε ·
1244τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία,
1245ἢ ζῆν ἅπασιν ἢ — θανεῖν ὀφείλεται.
Ηλεκτρα
Ηλ.
Ηλ.
1246Μυκηνίδες ὦ φίλαι,
1247τὰ πρῶτα κατὰ Πελασγὸν ἕδος Ἀργείων.
Χορος
Χο.
Χο.
1249τίνα θροεῖς αὐδάν, πότνια; παραμένει
1250γὰρ ἔτι σοι τόδ’ἐν Δαναϊδῶν πόλει.
Ηλεκτρα
Ηλ.
Ηλ.
1251στῆθ’αἳ μὲν ὑμῶν τόνδ’ἁμαξήρη τρίβον,
1252αἳ δ’ἐνθάδ’ἄλλον οἶμον ἐς φρουρὰν δόμων.
Χορος
Χο.
Χο.
1253τί δέ με τόδε χρέος ἀπύεις;
1254ἔνεπέ μοι, φίλα.
Ηλεκτρα
Ηλ.
Ηλ.
1255φόβος ἔχει με μή τις ἐπὶ δώμασι
1256σταθεὶς ἐπὶ φοίνιον αἷμα
1257πήματα πήμασιν ἐξεύρῃ.
Ημιχορος
Ημ.
Ημ.
1258χωρεῖτ’, ἐπειγώμεσθ’· ἐγὼ μὲν οὖν τρίβον
1259τόνδ’ἐκφυλάξω, τὸν πρὸς ἡλίου βολάς.
1260καὶ μὴν ἐγὼ τόνδ’, ὃς πρὸς ἑσπέραν φέρει.
Ηλεκτρα
Ηλ.
Ηλ.
1261δόχμιά νυν κόρας διάφερ’ὀμμάτων.
Χορος
Χο.
Χο.
1262ἐκεῖθεν ἐνθάδ’, εἶτα παλινσκοπιὰν
1265ἔχομεν, ὡς θροεῖς.
Ηλεκτρα
Ηλ.
Ηλ.
1266ἑλίσσετέ νυν βλέφαρα,
1267κόραισι δίδοτε πάντα διὰ βοστρύχων.
Ημιχορος
Ημ.
Ημ.
1269ὅδε τις ἐν τρίβῳ. τίς ὅδ’ἄρ’
1270ἀμφὶ μέλαθρον πολεῖ σὸν ἀγρότας ἀνήρ;
Ηλεκτρα
Ηλ.
Ηλ.
1271ἀπωλόμεσθ’ἄρ’, ὦ φίλαι · κεκρυμμένους
1272θῆρας ξιφήρεις αὐτίκ’ἐχθροῖσιν φανεῖ.
Ημιχορος
Ημ.
Ημ.
1273ἄφοβος ἔχε · κενός, ὦ φίλα,
1274στίβος ὃν οὐ δοκεῖς.
Ηλεκτρα
Ηλ.
Ηλ.
1275τί δέ; τὸ σὸν βέβαιον ἔτι μοι μένει;
1276δὸς ἀγγελίαν ἀγαθάν τιν’,
1277εἰ τάδ’ἔρημα τὰ πρόσθ’αὐλᾶς.
Ημιχορος
Ημ.
Ημ.
1278καλῶς τά γ’ἐνθένδ’. ἀλλὰ τα- τἀπὶ σοῦ σκόπει ·
1279ὡς οὔτις ἡμῖν Δαναϊδῶν πελάζεται.
1280ἐς τα- ταὐτὸν ἥκεις · καὶ γὰρ οὐ δὲ τῇδ’ὄχλος.
Ηλεκτρα
Ηλ.
Ηλ.
1281φέρε νυν ἐν πύλαισιν ἀκοὰν βάλω.
Χορος
Χο.
Χο.
1284τί μέλλεθ’οἱ κατ’οἶκον ἐν ἡσυχίᾳ
1285σφάγια φοινίσσειν;
Ηλεκτρα
Ηλ.
Ηλ.
1286οὐκ εἰσακούουσ’· ὦ τάλαιν’ἐγὼ κακῶν.
1287ἆρ’ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη;
1288τάχα τις Ἀργείων ἔνοπλος ὁρμήσας
1290ποδὶ βοηδρόμῳ μέλαθρα προσμείξει.
1291σκέψασθέ νυν ἄμεινον · οὐχ ἕδρας ἀγών ·
1292ἀλλ’αἳ μὲν ἐνθάδ’, αἳ δ’ἐκεῖσ’ἑλίσσετε.
Χορος
Χο.
Χο.
1295ἀμείβω κέλευθον σκοποῦσα πάντῃ.
Ελενη
Ελ.
Ελ.
1296ἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς.
Χορος
Χο.
Χο.
1297— ἠκούσαθ’; ἅνδρες χεῖρ’ἔχουσιν ἐν φόνῳ.
1298— Ἑλένης τὸ κώκυμ’ἐστίν, ὡς ἀπεικάσαι.
Ηλεκτρα
Ηλ.
Ηλ.
1299ὦ Διός, ὦ Διὸς ἀέναον κράτος,
1300ἔλθ’ἐπίκουρος ἐμοῖς φίλοισι πάντως.
Ελενη
Ελ.
Ελ.
1301Μενέλαε, θνῄσκω · σὺ δὲ παρών μ’οὐκ ὠφελεῖς.
Ηλεκτρα
Ηλ.
Ηλ.
1302φονεύετε, καίνετε,
1303ὄλλυτε, δίπτυχα δίστομα φάσγανα
1304ἐκ χερὸς ἱέμενοι
1305τὰν λιποπάτορα λιπόγαμον, ἃ
1306πλείστους ἔκανεν Ἑλλάνων
1307δορὶ παρὰ ποταμὸν ὀλομένους,
1308ὅθι δάκρυα δάκρυσιν ἔπεσεν
1309σιδαρέοισι βέλεσιν
1310ἀμφὶ τὰς Σκαμάνδρου δίνας.
Χορος
Χο.
Χο.
1311σιγᾶτε σιγᾶτ’· ᾐσθόμην κτύπου τινὸς
1312κέλευθον ἐσπεσόντος ἀμφὶ δώματα.
Ηλεκτρα
Ηλ.
Ηλ.
1313ὦ φίλταται γυναῖκες, ἐς μέσον φόνον
1314ἥδ’Ἑρμιόνη πάρεστι · παύσωμεν βοήν.
1315στείχει γὰρ ἐσπεσοῦσα δικτύων βρόχους.
1316καλὸν τὸ θήραμ’, ἢν ἁλῷ, γενήσεται.
1317πάλιν κατάστηθ’ἡσύχῳ μὲν ὄμματι,
1318χρόᾳ δ’ἀδήλῳ τῶν δεδραμένων πέρι ·
1319κα- κἀγὼ σκυθρωποὺς ὀμμάτων ἕξω κόρας,
1320ὡς δῆθεν οὐκ εἰδυῖα τα- τἀξειργασμένα.
1321ὦ παρθέν’, ἥκεις τὸν Κλυταιμήστρας τάφον
1322στέψασα καὶ σπείσασα νερτέροις χοάς;
Ερμιονη
Ερ.
Ερ.
1323ἥκω, λαβοῦσα πρευμένειαν. ἀλλά μοι
1324φόβος τις εἰσελήλυθ’, ἥντιν’ἐν δόμοις
1325τηλουρὸς οὖσα δωμάτων κλύω βοήν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1326τί δ’; ἄξι’ἡμῖν τυγχάνει στεναγμάτων.
Ερμιονη
Ερ.
Ερ.
1327εὔφημος ἴσθι · τί δὲ νεώτερον λέγεις;
Ηλεκτρα
Ηλ.
Ηλ.
1328θανεῖν Ὀρέστην κα- κἄμ’ἔδοξε τῇδε γῇ.
Ερμιονη
Ερ.
Ερ.
1329μὴ δῆτ’, ἐμοῦ γε συγγενεῖς πεφυκότας.
Ηλεκτρα
Ηλ.
Ηλ.
1330ἄραρ’· ἀνάγκης δ’ἐς ζυγὸν καθέσταμεν.
Ερμιονη
Ερ.
Ερ.
1331ἦ τοῦδ’ἕκατι καὶ βοὴ κατὰ στέγας;
Ηλεκτρα
Ηλ.
Ηλ.
1332ἱκέτης γὰρ Ἑλένης γόνασι προσπεσὼν βοᾷ —
Ερμιονη
Ερ.
Ερ.
1333τίς; οὐδὲν οἶδα μᾶλλον, ἢν σὺ μὴ λέγῃς.
Ηλεκτρα
Ηλ.
Ηλ.
1334τλήμων Ὀρέστης · μὴ θανεῖν, ἐμοῦθ’ὕπερ.
Ερμιονη
Ερ.
Ερ.
1335ἐπ’ἀξίοισί τα- τἄρ’ἀνευφημεῖ δόμος.
Ηλεκτρα
Ηλ.
Ηλ.
1336περὶ τοῦ γὰρ ἄλλου μᾶλλον ἂν φθέγξαιτό τις;
1337ἀλλ’ἐλθὲ καὶ μετάσχες ἱκεσίας φίλοις,
1338σῇ μητρὶ προσπεσοῦσα τῇ μέγ’ὀλβίᾳ,
1339Μενέλαον ἡμᾶς μὴ θανόντας εἰσιδεῖν.
1340ἀλλ’, ὦ τραφεῖσα μητρὸς ἐν χεροῖν ἐμῆς,
1341οἴκτιρον ἡμᾶς κα- κἀπικούφισον κακῶν.
1342ἴθ’εἰς ἀγῶνα δεῦρ’, ἐγὼ δ’ἡγήσομαι ·
1343σωτηρίας γὰρ τέρμ’ἔχεις ἡμῖν μόνη.
Ερμιονη
Ερ.
Ερ.
1344ἰδού, διώκω τὸν ἐμὸν ἐς δόμους πόδα.
1345σώθηθ’ὅσον γε το- τοὐπ’ἐμέ.
Ηλεκτρα
Ηλ.
Ηλ.
1345ὦ κατὰ στέγας
1346φίλοι ξιφήρεις, οὐχὶ συλλήψεσθ’ἄγραν;
Ερμιονη
Ερ.
Ερ.
1347οἲ ἐγώ · τίνας τούσδ’εἰσορῶ;
Ορεστης
Ορ.
Ορ.
1347σιγᾶν χρεών ·
1348ἡμῖν γὰρ ἥκεις, οὐχὶ σοί, σωτηρία.
Ηλεκτρα
Ηλ.
Ηλ.
1349ἔχεσθ’ἔχεσθε · φάσγανον δὲ πρὸς δέρῃ
1350βάλλοντες ἡσυχάζεθ’, ὡς εἰδῇ τόδε
1351Μενέλαος, οὕνεκ’ἄνδρας, οὐ Φρύγας κακούς,
1352εὑρὼν ἔπραξεν οἷα χρὴ πράσσειν κακούς.
Χορος
Χο.
Χο.
1353a— ἰὼ ἰὼ φίλαι,
1353bκτύπον ἐγείρετε, κτύπον καὶ βοὰν
1354πρὸ μελάθρων, ὅπως ὁ πραχθεὶς φόνος
1355μὴ δεινὸν Ἀργείοισιν ἐμβάλῃ φόβον,
1356βοηδρομῆσαι πρὸς δόμους τυραννικούς,
1357πρὶν ἐτύμως ἴδω τὸν Ἑλένας φόνον
1358καθαιμακτὸν ἐν δόμοις κείμενον,
1359ἢ καὶ λόγον του προσπόλων πυθώμεθα ·
1360τὰ μὲν γὰρ οἶδα συμφορᾶς, τὰ δ’οὐ σαφῶς.
1361— διὰ δίκας ἔβα θεῶν
1362νέμεσις ἐς Ἑλέναν.
1363δακρύοισι γὰρ Ἑλλάδ’ἅπασαν ἔπλησε,
1364διὰ τὸν ὀλόμενον ὀλόμενον Ἰδαῖον
1365Πάριν, ὃς ἄγαγ’Ἑλλάδ’εἰς Ἴλιον.
13661367
1368
Φρυξ
Φρ.
Φρ.
1369Ἀργέϊον ξίφος ἐκ θανάτου πέφευγα
1370βαρβάροις ἐν
1371εὐμάρισιν, κεδρωτὰ παστάδων ὑπὲρ τέραμνα
1372Δωρικάςτε τριγλύφους,
1373φροῦδα φροῦδα, γᾶ γᾶ,
1374βαρβάροισι δρασμοῖς.
1375αἰαῖ ·
1376πᾷ φύγω, ξέναι, πολιὸν αἰθέρ’
1377ἀμπτάμενος ἢ πόντον, Ὠκεανὸς ὃν
1378ταυρόκρανος ἀγκάλαις
1379ἑλίσσων κυκλοῖ χθόνα;
Χορος
Χο.
Χο.
1380τί δ’ἔστιν, Ἑλένης πρόσπολ’. Ἰδαῖον κάρα;
Φρυξ
Φρ.
Φρ.
1381Ἴλιον Ἴλιον, ὤμοι μοι,
1382Φρύγιον ἄστυ καὶ καλλίβωλον
1383Ἴδας ὄρος ἱερόν, ὥς σ’ὀλόμενον στένω
13841385
βαρβάρῳ βοᾷ δι’ὀρνιθόγονον
1386ὄμμα κυκνοπτέρου καλλοσύνας, Λήδας
1387σκύμνου, δυσελένας
1388δυσελένας,
1389ξεστῶν περγάμων Ἀπολλωνίων
1390ἐρινύν · ὀττοτοῖ · ἰαλέμων ἰαλέμων
1391Δαρδανία τλᾶμον Γανυμήδεος
1392ἱπποσύνᾳ, Διὸς εὐνέτα.
Χορος
Χο.
Χο.
1393σαφῶς λέγ’ἡμῖν αὔθ’ἕκαστα τα- τἀν δόμοις.
1394Φρυξ
Φρ.
Φρ.
1395αἴλινον αἴλινον ἀρχὰν θανάτου
1396βάρβαροι λέγουσιν, αἰαῖ,
1397Ἀσιάδι φωνᾷ, βασιλέων
1398ὅταν αἷμα χυθῇ κατὰ γᾶν ξίφεσιν
1399σιδαρέοισιν Ἅιδα.
1400ἦλθον ἐς δόμους, ἵν’αὔθ’
1401ἕκαστά σοι λέγω, λέοντες
1402Ἕλλανες δύο διδύμω ·
1403τῷ μὲν ὁ στρατηλάτας πατὴρ ἐκλῄζεθ’,
1404ὃ δὲ παῖς Στροφίου, κακόμητις ἀνήρ,
1405οἷος Ὀδυσσεύς, σιγᾷ δόλιος, πιστὸς δὲ φίλοις, θρασὺς εἰς ἀλκάν,
1406ξυνετὸς πολέμου, φόνιόςτε δράκων.
1407ἔρροι τᾶς ἡσύχου
1408προνοίας κακοῦργος ὤν.
1409οἳ δὲ πρὸς θρόνους ἔσω
1410μολόντες ἇς ἔγημ’ὁ τοξότας Πάρις γυναικός, ὄμμα δακρύοις
1411πεφυρμένοι, ταπεινοὶ
1412ἕζονθ’, ὃ μὲν τὸ κεῖθεν, ὃ δὲ
1413τὸ κεῖθεν, ἄλλος ἄλλοθεν πεφραγμένοι.
1414περὶ δὲ γόνυ χέρας ἱκεσίους ἔβαλον ἔβαλον
1415Ἑλένας ἄμφω.
1416ἀνὰ δὲ δρομάδες ἔθορον ἔθορον
1417ἀμφίπολοι Φρύγες ·
1418προσεῖπε δ’ἄλλος ἄλλον ἐν φόβῳ πεσών,
1419μή τις εἴη δόλος.
1420κα- κἀδόκει τοῖς μὲν οὔ,
1421τοῖς δ’ἐς ἀρκυστάταν
1422μηχανὰν ἐμπλέκειν
1423παῖδα τὰν Τυνδαρίδ’ὁ
1424μητροφόντας δράκων.
Χορος
Χο.
Χο.
1425σὺ δ’ἦσθα ποῦ τότ’; ἢ πάλαι φεύγεις φόβῳ,
Φρυξ
Φρ.
Φρ.
1426Φρυγίοις ἔτυχον Φρυγίοισι νόμοις
1427παρὰ βόστρυχον αὔραν αὔραν
1428Ἑλένας Ἑλένας εὐπαγεῖ
1429κύκλῳ πτερίνῳ πρὸ παρηίδος
1430ἀίσσων βαρβάροις νόμοισιν.
1431ἃ δὲ λίνον ἠλακάτᾳ
1432δακτύλοις ἕλισσεν,
1433νῆμα δ’ἵετο πέδῳ,
1434σκύλων Φρυγίων ἐπὶ τύμβον
1435ἀγάλματα συστολίσαι χρῄζουσα λίνῳ,
1436φάρεα πορφύρεα, δῶρα Κλυταιμήστρᾳ.
1437προσεῖπεν δ’Ὀρέστας
1438Λάκαιναν κόραν · ὦ
1439Διὸς παῖ, θὲς ἴχνος
1440πέδῳ δεῦρ’ἀποστᾶσα κλισμοῦ,
1441Πέλοπος ἐπὶ προπάτορος ἕδραν
1442παλαιᾶς ἑστίας,
1443ἵν’εἰδῇς λόγους ἐμούς. —
1444ἄγει δ’ἄγει νιν · ἃ δ’ἐφείπετ’,
1445οὐ πρόμαντις ὧν ἔμελλεν ·
1446aὁ δὲ συνεργὸς ἄλλ’ἔπρασσ’
1446bἰὼν κακὸς Φωκεύς ·
1447οὐκ ἐκποδὼν ἴτ’; ἀλλ’ἀεὶ κακοὶ Φρύγες.
1448aἔκλῃσε δ’ἄλλον ἄλλοσ’ἐν
1448bστέγαισι · τοὺς μὲν ἐν
1449σταθμοῖσιν ἱππικοῖσι, τοὺς δ’ἐν
1450ἐξέδραισι, τοὺς δ’ἐκεῖσ’ἐκεῖθεν
1451 διαρμόσας ἀποπρὸ δεσποίνας.
Χορος
Χο.
Χο.
1452τί το- τοὐπὶ τῷδε συμφορᾶς ἐγίγνετο;
Φρυξ
Φρ.
Φρ.
1454aἸδαία μᾶτερ
1454bμᾶτερ ὀβρίμα ὀβρίμα,
1455αἰαὶ φονίων παθέων ἀνόμων
1456τε κακῶν ἅπερ ἔδρακον ἔδρακον ἐν δόμοις τυράννων.
1457aἀμφιπορφυρέων πέπλων
1457bὑπὸ σκότου ξίφη
1458σπάσαντες ἄλλος ἄλλοσ’ἐν χεροῖν
1459δίνασεν ὄμμα, μή τις παρὼν τύχοι.
1460ὡς κάπροι δ’ὀρέστεροι
1461γυναικὸς ἀντίοι σταθέντες
1462ἐννέπουσι · κατθανῇ κατθανῇ,
1463κακός σ’ἀποκτείνει πόσις,
1464κασιγνήτου προδοὺς
1465ἐν Ἄργει θανεῖν γόνον. ἃ δ’ἀνίαχεν ἴαχεν · ὤμοι μοι.
1466λευκὸν δ’ἐμβαλοῦσα πῆχυν στέρνοις
1467κτύπησε κρᾶτα μέλεον πλαγᾷ ·
1468φυγᾷ δὲ ποδὶ τὸ χρυσεοσάνδαλον
1469ἴχνος ἔφερεν ἔφερεν · ἐς κόμας δὲ δακτύλους δικὼν Ὀρέστας,
1470Μυκηνίδ’ἀρβύλαν προβάς,
1471ὤμοις ἀριστεροῖσιν ἀνακλάσας δέρην,
1472aπαίειν λαιμῶν
1472bἔμελλεν εἴσω μέλαν ξίφος.
Χορος
Χο.
Χο.
1473ποῦ δ’ἦτ’ἀμύνειν οἱ κατὰ στέγας Φρύγες;
Φρυξ
Φρ.
Φρ.
1474ἰαχᾷ δόμων θύρετρα καὶ σταθμοὺς
1475μοχλοῖσιν ἐκβαλόντες, ἔνθ’ἐμίμνομεν,
1476βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγης,
1477ὃ μὲν πέτρους, ὃ δ’ἀγκύλας,
1478ὃ δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων.
1479ἔναντα δ’ἦλθε Πυλάδης
1480aἀλίαστος, οἷος οἷος
1480bἝκτωρ ὁ Φρύγιος ἢ τρικόρυθος Αἴας,
1481ὃν εἶδον εἶδον ἐν πύλαις
1482Πριαμίσι · φασγάνων δ’ἀκμὰς
1483συνήψαμεν.
1484δὴ τότε διαπρεπεῖς τότ’ἐγένοντο Φρύγες,
1485ὅσον Ἄρεως ἀλκὰν ἥσσονες Ἑλλάδος ἐγενόμεθ’αἰχμᾶς,
1486ὃ μὲν οἰχόμενος φυγάς, ὃ δὲ νέκυς ὤν,
1487ὃ δὲ τραῦμα φέρων, ὃ δὲ λισσόμενος,
1488aθανάτου προβολάν ·
1488bὑπὸ σκότον δ’ἐφεύγομεν ·
1489νεκροὶ δ’ἔπιπτον, οἳ δ’ἔμελλον, οἳ δ’ἔκειντ’.
1490ἔμολε δ’ἁ τάλαιν’Ἑρμιόνα δόμους
1491aἐπὶ φόνῳ χαμαιπετεῖ ματρός, ἅ
1491bνιν ἔτεκεν τλάμων.
1492ἄθυρσοι δ’
1493a>οἷά νιν δραμόντε Βάκχαι
1493bσκύμνον ἐν χεροῖν ὀρείαν
1494aξυνήρπασαν · πάλιν δὲ τὰν Διὸς κόραν
1494bἐπὶ σφαγὰν ἔτεινον · ἃ δ’ἐκ θαλάμων
1495ἐγένετο διαπρὸ δωμάτων
1496ἄφαντος, ὦ Ζεῦ καὶ γᾶ
1497καὶ φῶς καὶ νύξ,
1497aἤτοι φαρμάκοισιν ἢ
1497bμάγων τέχναις ἢ θεῶν κλοπαῖς.
1498τὰ δ’ὕστερ’οὐκέτ’οἶδα ·
1499δραπέτην γὰρ ἐξέκλεπτον ἐκ δόμων πόδα.
1500πολύπονα δὲ πολύπονα πάθεα
1501Μενέλεως ἀνασχόμενος ἀνόνητον
1502ἀπὸ Τροίας ἔλαβε τὸν Ἑλένας γάμον.
Χορος
Χο.
Χο.
1503καὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε ·
1504ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτων
1505βαίνοντ’Ὀρέστην ἐπτοημένῳ ποδί.
Ορεστης
Ορ.
Ορ.
1506ποῦ ’στιν οὗτος ὃς πέφευγεν ἐκ δόμων το- τοὐμὸν ξίφος;
Φρυξ
Φρ.
Φρ.
1507προσκυνῶ σ’, ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων.
Ορεστης
Ορ.
Ορ.
1508οὐκ ἐν Ἰλίῳ τάδ’ἐστίν, ἀλλ’ἐν Ἀργείᾳ χθονί.
Φρυξ
Φρ.
Φρ.
1509πανταχοῦ ζῆν ἡδὺ μᾶλλον ἢ θανεῖν τοῖς σώφροσιν.
Ορεστης
Ορ.
Ορ.
1510οὔτι που κραυγὴν ἔθηκας Μενέλεῳ βοηδρομεῖν;
Φρυξ
Φρ.
Φρ.
1511σοὶ μὲν οὖν ἔγωγ’ἀμύνειν · ἀξιώτερος γὰρ εἶ.
Ορεστης
Ορ.
Ορ.
1512ἐνδίκως ἡ Τυνδάρειος ἆρα παῖς διώλετο;
Φρυξ
Φρ.
Φρ.
1513ἐνδικώτατ’, εἴ γε λαιμοὺς εἶχε τριπτύχους θανεῖν.
Ορεστης
Ορ.
Ορ.
1514δειλίᾳ γλώσσῃ χαρίζῃ, τα- τἄνδον οὐχ οὕτω φρονῶν.
Φρυξ
Φρ.
Φρ.
1515οὐ γάρ, ἥτις Ἑλλάδ’αὐτοῖς Φρυξὶ διελυμήνατο;
Ορεστης
Ορ.
Ορ.
1516ὄμοσον — εἰ δὲ μή, κτενῶ σε — μὴ λέγειν ἐμὴν χάριν.
Φρυξ
Φρ.
Φρ.
1517τὴν ἐμὴν ψυχὴν κατώμοσ’, ἣν ἂν εὐορκοῖμ’ἐγώ.
Ορεστης
Ορ.
Ορ.
1518ὧδε κα- κἀν Τροίᾳ σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος;
Φρυξ
Φρ.
Φρ.
1519ἄπεχε φάσγανον · πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον.
Ορεστης
Ορ.
Ορ.
1520μὴ πέτρος γένῃ δέδοικας ὥστε Γοργόν’εἰσιδών;
Φρυξ
Φρ.
Φρ.
1521μὴ μὲν οὖν νεκρός · τὸ Γοργοῦς δ’οὐ κάτοιδ’ἐγὼ κάρα.
Ορεστης
Ορ.
Ορ.
1522δοῦλος ὢν φοβῇ τὸν Ἅιδην, ὅς σ’ἀπαλλάξει κακῶν;
Φρυξ
Φρ.
Φρ.
1523πᾶς ἀνήρ, κα- κἂν δοῦλος ᾖ τις, ἥδεται τὸ φῶς ὁρῶν.
Ορεστης
Ορ.
Ορ.
1524εὖ λέγεις · σῴζει σε σύνεσις. ἀλλὰ βαῖν’ἔσω δόμων.
Φρυξ
Φρ.
Φρ.
1525οὐκ ἄρα κτενεῖς με;
Ορεστης
Ορ.
Ορ.
1525bἀφεῖσαι.
Φρυξ
Φρ.
Φρ.
1525cκαλὸν ἔπος λέγεις τόδε.
Ορεστης
Ορ.
Ορ.
1526ἀλλὰ μεταβουλευσόμεσθα.
Φρυξ
Φρ.
Φρ.
1526bτοῦτο δ’οὐ καλῶς λέγεις.
Ορεστης
Ορ.
Ορ.
1527μῶρος, εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην ·
1528οὔτε γὰρ γυνὴ πέφυκας — οὔτ’ἐν ἀνδράσιν σύ γ’εἶ.
1529τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκ’ἐξῆλθον δόμων ·
1530ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται.
1531Μενέλεων δ’οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους ·
1532ἀλλ’ἴτω ξανθοῖς ἐπ’ὤμων βοστρύχοις γαυρούμενος ·
1533εἰ γὰρ Ἀργείους ἐπάξει τοῖσδε δώμασιν λαβών,
1534τὸν Ἑλένης φόνον διώκων, κα- κἀμὲ μὴ σῴζειν θέλει
1535σύγγονόντ’ἐμὴν Πυλάδηντε τὸν τάδε ξυνδρῶντά μοι,
1536παρθένοντε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται.
Χορος
Χο.
Χο.
1537— ἰὼ ἰὼ τύχα,
1538ἕτερον εἰς ἀγῶν’, ἕτερον αὖ δόμος
1539φοβερὸν ἀμφὶ τοὺς Ἀτρείδας πίτνει.
1540— τί δρῶμεν; ἀγγέλλωμεν ἐς πόλιν τάδε; ἢ σῖγ’ἔχωμεν; ἀσφαλέστερον, φίλαι.
1541— ἴδε πρὸ δωμάτων ἴδε προκηρύσσει
1542θοάζων ὅδ’αἰθέρος ἄνω καπνός.
1543— ἅπτουσι πεύκας, ὡς πυρώσοντες δόμους
1544τοὺς Τανταλείους, οὐ δ’ἀφίστανται φόνου.
1545— τέλος ἔχει δαίμων βροτοῖς,
1545bτέλος ὅπᾳ θέλῃ.
1546— μεγάλα δέ τις ἁ δύναμις † δι’ἀλαστόρων
1547ἔπεσ’ἔπεσε μέλαθρα τάδε δι’αἱμάτων †
1548διὰ τὸ Μυρτίλου πέσημ’ἐκ δίφρου.
1549ἀλλὰ μὴν καὶ τόνδε λεύσσω Μενέλεων δόμων πέλας
1550ὀξύπουν, ᾐσθημένον που τὴν τύχην ἣ νῦν πάρα.
1551οὐκέτ’ἂν φθάνοιτε κλῇθρα συμπεραίνοντες μοχλοῖς,
1552ὦ κατὰ στέγας Ἀτρεῖδαι. δεινὸν εὐτυχῶν ἀνὴρ
1553πρὸς κακῶς πράσσοντας, ὡς σὺ νῦν, Ὀρέστα, δυστυχεῖς.
Μενελαος
Με.
Με.
1554ἥκω κλύων τὰ δεινὰ καὶ δραστήρια
1555δισσοῖν λεόντοιν · οὐ γὰρ ἄνδρ’αὐτὼ καλῶ.
1556ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορον
1557ὡς οὐ τέθνηκεν, ἀλλ’ἄφαντος οἴχεται —
1558κενὴν ἀκούσας βάξιν, ἣν φόβῳ σφαλεὶς
1559ἤγγειλέ μοί τις. ἀλλὰ τοῦ μητροκτόνου
1560τεχνάσματ’ἐστὶ ταῦτα καὶ πολὺς γέλως.
1561ἀνοιγέτω τις δῶμα · προσπόλοις λέγω
1562ὠθεῖν πύλας τάσδ’, ὡς ἂν ἀλλὰ παῖδ’ἐμὴν
1563ῥυσώμεθ’ἀνδρῶν ἐκ χερῶν μιαιφόνων,
1564καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτ’ἐμὴν
1565λάβωμεν, ᾗ δεῖ ξυνθανεῖν ἐμῇ χερὶ
1566τοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον.
Ορεστης
Ορ.
Ορ.
1567οὗτος σύ, κλῄθρων τῶνδε μὴ ψαύσῃς χερί ·
1568Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει ·
1569ἢ τῷδε θριγκῷ κρᾶτα συνθραύσω σέθεν,
1570ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον.
1571μοχλοῖς δ’ἄραρε κλῇθρα, σῆς βοηδρόμου
1572σπουδῆς ἅ σ’εἴρξει, μὴ δόμων ἔσω περᾶν.
Μενελαος
Με.
Με.
1573ἔα, τί χρῆμα; λαμπάδων ὁρῶ σέλας,
1574δόμων δ’ἐπ’ἄκρων τούσδε πυργηρουμένους,
1575ξίφος δ’ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρῃ.
Ορεστης
Ορ.
Ορ.
1576πότερον ἐρωτᾶν ἢ κλύειν ἐμοῦ θέλεις;
Μενελαος
Με.
Με.
1577οὐδέτερ’· ἀνάγκη δ’, ὡς ἔοικε, σου κλύειν.
Ορεστης
Ορ.
Ορ.
1578μέλλω κτενεῖν σου θυγατέρ’, εἰ βούλῃ μαθεῖν.
Μενελαος
Με.
Με.
1579Ἑλένην φονεύσας ἐπὶ φόνῳ πράσσεις φόνον;
Ορεστης
Ορ.
Ορ.
1580εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο.
Μενελαος
Με.
Με.
1581ἀρνῇ κατακτὰς κα- κἀφ’ὕβρει λέγεις τάδε;
Ορεστης
Ορ.
Ορ.
1582λυπράν γε τὴν ἄρνησιν · εἰ γὰρ ὤφελον —
Μενελαος
Με.
Με.
1583τί χρῆμα δρᾶσαι; παρακαλεῖς γὰρ ἐς φόβον.
Ορεστης
Ορ.
Ορ.
1584τὴν Ἑλλάδος μιάστορ’εἰς Ἅιδου βαλεῖν.
Μενελαος
Με.
Με.
1585ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφῳ.
Ορεστης
Ορ.
Ορ.
1586θεοὺς ἀπαίτει. παῖδα δὲ κτενῶ σέθεν.
Μενελαος
Με.
Με.
1587ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον;
Ορεστης
Ορ.
Ορ.
1588ὁ πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν.
Μενελαος
Με.
Με.
1589οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος;
Ορεστης
Ορ.
Ορ.
1590οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί.
Μενελαος
Με.
Με.
1591ἦ καὶ σύ, Πυλάδη, τοῦδε κοινωνεῖς φόνου;
Ορεστης
Ορ.
Ορ.
1592φησὶν σιωπῶν · ἀρκέσω δ’ἐγὼ λέγων.
Μενελαος
Με.
Με.
1593ἀλλ’οὔτι χαίρων, ἤν γε μὴ φύγῃς πτεροῖς.
Ορεστης
Ορ.
Ορ.
1594οὐ φευξόμεσθα · πυρὶ δ’ἀνάψομεν δόμους.
Μενελαος
Με.
Με.
1595ἦ γὰρ πατρῷον δῶμα πορθήσεις τόδε;
Ορεστης
Ορ.
Ορ.
1596ὡς μή γ’ἔχῃς σύ, τήνδ’ἐπισφάξας πυρί.
Μενελαος
Με.
Με.
1597κτεῖν’· ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην.
Ορεστης
Ορ.
Ορ.
1598ἔσται τάδε.
Μενελαος
Με.
Με.
1598bἆ ἆ, μηδαμῶς δράσῃς τάδε.
Ορεστης
Ορ.
Ορ.
1599σίγα νυν, ἀνέχου δ’ἐνδίκως πράσσων κακῶς.
Μενελαος
Με.
Με.
1600ἦ γὰρ δίκαιον ζῆν σε;
Ορεστης
Ορ.
Ορ.
1600bκαὶ κρατεῖν γε γῆς.
Μενελαος
Με.
Με.
1601ποίας;
Ορεστης
Ορ.
Ορ.
1601bἐν Ἄργει τῷδε τῷ Πελασγικῷ.
Μενελαος
Με.
Με.
1602εὖ γοῦν θίγοις ἂν χερνίβων —
Ορεστης
Ορ.
Ορ.
1602bτί δὴ γὰρ οὔ;
Μενελαος
Με.
Με.
1603καὶ σφάγια πρὸ δορὸς καταβάλοις.
Ορεστης
Ορ.
Ορ.
1603bσὺ δ’ἂν καλῶς;
Μενελαος
Με.
Με.
1604ἁγνὸς γάρ εἰμι χεῖρας.
Ορεστης
Ορ.
Ορ.
1604bἀλλ’οὐ τὰς φρένας.
Μενελαος
Με.
Με.
1605τίς δ’ἂν προσείποι σέ;
Ορεστης
Ορ.
Ορ.
1605bὅστις ἐστὶ φιλοπάτωρ.
Μενελαος
Με.
Με.
1606ὅστις δὲ τιμᾷ μητέρα;
Ορεστης
Ορ.
Ορ.
1606bεὐδαίμων ἔφυ.
Μενελαος
Με.
Με.
1607οὔκουν σύ γε.
Ορεστης
Ορ.
Ορ.
1607bοὐ γὰρ ἁνδάνουσιν αἱ κακαί.
Μενελαος
Με.
Με.
1608ἄπαιρε θυγατρὸς φάσγανον.
Ορεστης
Ορ.
Ορ.
1608bψευδὴς ἔφυς.
Μενελαος
Με.
Με.
1609ἀλλὰ κτενεῖς μου θυγατέρα;
Ορεστης
Ορ.
Ορ.
1609bοὐ ψευδὴς ἔτ’εἶ.
Μενελαος
Με.
Με.
1610οἴμοι, τί δράσω;
Ορεστης
Ορ.
Ορ.
1610bπεῖθ’ἐς Ἀργείους μολὼν —
Μενελαος
Με.
Με.
1611πειθὼ τίνα;
Ορεστης
Ορ.
Ορ.
1611bἡμᾶς μὴ θανεῖν · αἰτοῦ πόλιν.
Μενελαος
Με.
Με.
1612ἢ παῖδά μου φονεύσετε;
Ορεστης
Ορ.
Ορ.
1612bὧδ’ἔχει τάδε.
Μενελαος
Με.
Με.
1613ὦ τλῆμον Ἑλένη —
Ορεστης
Ορ.
Ορ.
1613bτα- τἀμὰ δ’οὐχὶ τλήμονα;
Μενελαος
Με.
Με.
1614σὲ σφάγιον ἐκόμισ’ἐκ Φρυγῶν —
Ορεστης
Ορ.
Ορ.
1614bεἰ γὰρ τόδ’ἦν.
Μενελαος
Με.
Με.
1615πόνους πονήσας μυρίους.
Ορεστης
Ορ.
Ορ.
1615bπλήν γ’εἰς ἐμέ.
Μενελαος
Με.
Με.
1616πέπονθα δεινά.
Ορεστης
Ορ.
Ορ.
1616bτότε γὰρ ἦσθ’ἀνωφελής.
Μενελαος
Με.
Με.
1617ἔχεις με.
Ορεστης
Ορ.
Ορ.
1617bσαυτὸν σύ γ’ἔλαβες κακὸς γεγώς.
1618ἀλλ’εἶ’, ὕφαπτε δώματ’, Ἠλέκτρα, τάδε ·
1619σύτ’, ὦ φίλων μοι τῶν ἐμῶν σαφέστατε,
1620Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε.
Μενελαος
Με.
Με.
1621ὦ γαῖα Δαναῶν ἱππίουτ’Ἄργους κτίται,
1622οὐκ εἶ’ἐνόπλῳ ποδὶ βοηδρομήσετε;
1623πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλιν
1624ζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος.
Απολλων
Απ.
Απ.
1625Μενέλαε, παῦσαι λῆμ’ἔχων τεθηγμένον ·
1626Φοῖβός σ’ὁ Λητοῦς παῖς ὅδ’ἐγγὺς ὢν καλῶ ·
1627σύθ’ὃς ξιφήρης τῇδ’ἐφεδρεύεις κόρῃ,
1628Ὀρέσθ’, ἵν’εἰδῇς οὓς φέρων ἥκω λόγους.
1629Ἑλένην μὲν ἣν σὺ διολέσαι πρόθυμος ὢν
1630ἥμαρτες, ὀργὴν Μενέλεῳ ποιούμενος,
16311632
1633
ἐγώ νιν ἐξέσῳσα κα- κἀπὸ φασγάνου
1634τοῦ σοῦ κελευσθεὶς ἥρπασ’ἐκ Διὸς πατρός.
1635Ζηνὸς γὰρ οὖσαν ζῆν νιν ἄφθιτον χρεών,
1636Κάστορίτε Πολυδεύκειτ’ἐν αἰθέρος πτυχαῖς
1637σύνθακος ἔσται, ναυτίλοις σωτήριος.
1638ἄλλην δὲ νύμφην ἐς δόμους κτῆσαι λαβών,
1639ἐπεὶ θεοὶ τῷ τῆσδε καλλιστεύματι
1640Ἕλληνας εἰς ἓν καὶ Φρύγας συνήγαγον,
1641θανάτουςτ’ἔθηκαν, ὡς ἀπαντλοῖεν χθονὸς
1642ὕβρισμα θνητῶν ἀφθόνου πληρώματος.
1643τὰ μὲν καθ’Ἑλένην ὧδ’ἔχει · σὲ δ’αὖ χρεών,
1644Ὀρέστα, γαίας τῆσδ’ὑπερβαλόνθ’ὅρους
1645Παρράσιον οἰκεῖν δάπεδον ἐνιαυτοῦ κύκλον.
1646κεκλήσεται δὲ σῆς φυγῆς ἐπώνυμον
1647Ἀζᾶσιν Ἀρκάσιντ’Ὀρέστειον καλεῖν.
1648ἐνθένδε δ’ἐλθὼν τὴν Ἀθηναίων πόλιν
1649δίκην ὑπόσχες αἵματος μητροκτόνου
1650Εὐμενίσι τρισσαῖς · θεοὶ δέ σοι δίκης βραβῆς
1651πάγοισιν ἐν Ἀρείοισιν εὐσεβεστάτην
1652ψῆφον διοίσουσ’, ἔνθα νικῆσαί σε χρή.
1653ἐφ’ἧς δ’ἔχεις, Ὀρέστα, φάσγανον δέρῃ,
1654γῆμαι πέπρωταί σ’Ἑρμιόνην · ὃς δ’οἴεται
1655Νεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε.
1656θανεῖν γὰρ αὐτῷ μοῖρα Δελφικῷ ξίφει,
1657δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με.
1658Πυλάδῃ δ’ἀδελφῆς λέκτρον, ὥς ποτ’ᾔνεσας,
1659δός · ὁ δ’ἐπιών νιν βίοτος εὐδαίμων μένει.
1660Ἄργους δ’Ὀρέστην, Μενέλεως, ἔα κρατεῖν,
1661ἐλθὼν δ’ἄνασσε Σπαρτιάτιδος χθονός,
1662φερνὰς ἔχων δάμαρτος, ἥ σε μυρίοις
1663πόνοις διδοῦσα δεῦρ’ἀεὶ διήνυσεν.
1664τὰ πρὸς πόλιν δὲ τῷδ’ἐγὼ θήσω καλῶς,
1665ὅς νιν φονεῦσαι μητέρ’ἐξηνάγκασα.
Ορεστης
Ορ.
Ορ.
1666ὦ Λοξία μαντεῖε, σῶν θεσπισμάτων.
1667οὐ ψευδόμαντις ἦσθ’ἄρ’, ἀλλ’ἐτήτυμος.
1668καίτοι μ’ἐσῄει δεῖμα, μή τινος κλύων
1669ἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα.
1670ἀλλ’εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις.
1671ἰδού, μεθίημ’Ἑρμιόνην ἀπὸ σφαγῆς,
1672καὶ λέκτρ’ἐπῄνεσ’, ἡνίκ’ἂν διδῷ πατήρ.
Μενελαος
Με.
Με.
1673ὦ Ζηνὸς Ἑλένη χαῖρε παῖ · ζηλῶ δέ σε
1674θεῶν κατοικήσασαν ὄλβιον δόμον.
1675Ὀρέστα, σοὶ δὲ παῖδ’ἐγὼ κατεγγυῶ,
1676Φοίβου λέγοντος · εὐγενὴς δ’ἀπ’εὐγενοῦς
1677γήμας ὄναιο καὶ σὺ κα- χὡ διδοὺς ἐγώ.
Απολλων
Απ.
Απ.
1678χωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν,
1679νείκαςτε διαλύεσθε.
Μενελαος
Με.
Με.
1679bπείθεσθαι χρεών.
Ορεστης
Ορ.
Ορ.
1680κα- κἀγὼ τοιοῦτος · σπένδομαι δὲ συμφοραῖς,
1681Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν.
Απολλων
Απ.
Απ.
1682ἴτε νυν καθ’ὁδόν, τὴν καλλίστην
1683θεῶν Εἰρήνην τιμῶντες · ἐγὼ δ’
1684Ἑλένην Δίοις μελάθροις πελάσω,
1685λαμπρῶν ἄστρων πόλον ἐξανύσας,
1686ἔνθα παρ’Ἥρᾳ τῇθ’Ἡρακλέους
1687Ἥβῃ πάρεδρος θεὸς ἀνθρώποις
1688ἔσται σπονδαῖς ἔντιμος ἀεί,
1689σὺν Τυνδαρίδαις, τοῖς Διὸς υἱοῖς,
1690ναύταις μεδέουσα θαλάσσης.
Χορος
Χο.
Χο.
1691ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
1692βίοτον κατέχοις
1693καὶ μὴ λήγοις στεφανοῦσα.