The Phoenician Women
Ιοκαστη
Ιο.
Ιο.
1ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν
2καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις
3Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα,
4ὡς δυστυχῆ Θήβαισι τῇ τόθ’ἡμέρᾳ
5ἀκτῖν’ἐφῆκας, Κάδμος ἡνίκ’ἦλθε γῆν
6τήνδ’, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα ·
7ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ
8Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον
9φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον.
10ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως,
11— Κρέωντ’ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ —
12καλοῦσι δ’Ἰοκάστην με · τοῦτο γὰρ πατὴρ
13ἔθετο. γαμεῖ δὲ Λάιός μ’· ἐπεὶ δ’ἄπαις
14ἦν χρόνια λέκτρα τα- τἄμ’ἔχων ἐν δώμασιν,
15ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖθ’ἅμα
16παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν.
17ὃ δ’εἶπεν · ὦ Θήβαισιν εὐίπποις ἄναξ,
18μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ ·
19εἰ γὰρ τεκνώσεις παῖδ’, ἀποκτενεῖ σ’ὁ φύς,
20καὶ πᾶς σὸς οἶκος βήσεται δι’αἵματος.
21ὃ δ’ἡδονῇ δοὺς ἔςτε βακχείαν πεσὼν
22ἔσπειρεν ἡμῖν παῖδα · καὶ σπείρας, † βρέφος †
23γνοὺς τα- τἀμπλάκημα τοῦ θεοῦτε τὴν φάτιν,
24λειμῶν’ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας
25δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος,
26σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον ·
27ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν.
28Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι
29φέρουσ’ἐς οἴκους ἔςτε δεσποίνης χέρας
30ἔθηκαν. ἣ δὲ τὸν ἐμὸν ὠδίνων πόνον
31μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν.
32ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος
33παῖς ὁ- οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάρα
34ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων
35πρὸς δῶμα Φοίβου, Λάιόςθ’, ὁ- οὑμὸς πόσις,
36τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν
37εἰ μηκέτ’εἴη. καὶ ξυνάπτετον πόδα
38ἐς τα- ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ.
39καί νιν κελεύει Λαΐου τροχηλάτης ·
40ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο.
41ὃ δ’εἷρπ’ἄναυδος, μέγα φρονῶν. πῶλοι δέ νιν
42χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν.
43ὅθεν — τί τα- τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν; —
44παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα
45Πολύβῳ τροφεῖ δίδωσιν. ὡς δ’ἐπεζάρει
46Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμόςτ’οὐκ ἦν πόσις,
47Κρέων ἀδελφὸς τα- τἀμὰ κηρύσσει λέχη,
48ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι,
49τούτῳ ξυνάψειν λέκτρα. τυγχάνει δέ πως
50μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών ·
5152
καὶ σκῆπτρ’ἔπαθλα τῆσδε λαμβάνει χθονός.
53γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας
54οὐ δ’ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη.
55τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας,
56Ἐτεοκλέα κλεινήντε Πολυνείκους βίαν,
57κόραςτε δισσάς · τὴν μὲν Ἰσμήνην πατὴρ
58ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ.
59μαθὼν δὲ τα- τἀμὰ λέκτρα μητρῴων γάμων
60ὁ πάντ’ἀνατλὰς Οἰδίπους παθήματα
61ἐς ὄμμαθ’αὑτοῦ δεινὸν ἐμβάλλει φόνον,
62χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας.
63ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται,
64κλῄθροις ἔκρυψαν πατέρ’, ἵν’ἀμνήμων τύχη
65γένοιτο πολλῶν δεομένη σοφισμάτων ·
66ζῶν δ’ἔστ’ἐν οἴκοις. πρὸς δὲ τῆς τύχης νοσῶν
67ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας,
68θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε.
69τὼ δ’ἐς φόβον πεσόντε, μὴ τελεσφόρους
70εὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ,
71ξυμβάντ’ἔταξαν τὸν νεώτερον πάρος
72φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα,
73Ἐτεοκλέα δὲ σκῆπτρ’ἔχειν μένοντα γῆς,
74ἐνιαυτὸν ἀλλάσσοντε. ἐπεὶ δ’ἐπὶ ζυγοῖς
75καθέζετ’ἀρχῆς, οὐ μεθίσταται θρόνων,
76φυγάδα δ’ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός.
77ὃ δ’Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών,
78πολλὴν ἀθροίσας ἀσπίδ’Ἀργείων ἄγει ·
79ἐπ’αὐτὰ δ’ἐλθὼν ἑπτάπυλα τείχη τάδε,
80πατρῷ’ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός.
81ἐγὼ δ’ἔριν λύουσ’ὑπόσπονδον μολεῖν
82ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός.
83ἥξειν δ’ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος.
84ἀλλ’, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰς
85Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις.
86χρὴ δ’, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτὸν
87τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι.
Παιδαγωγος
Πα.
Πα.
88ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί,
89ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν
90μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον
91στράτευμ’ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς,
92ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον,
93μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται,
94κα- κἀμοὶ μὲν ἔλθῃ φαῦλος ὡς δούλῳ ψόγος,
95σοὶ δ’ὡς ἀνάσσῃ · πάντα δ’ἐξειδὼς φράσω
96ἅτ’εἶδον εἰσήκουσάτ’Ἀργείων πάρα,
97σπονδὰς ὅτ’ἦλθον σῷ κασιγνήτῳ φέρων
98ἐνθένδ’ἐκεῖσε, δεῦρότ’αὖ κείνων πάρα.
99ἀλλ’οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις,
100κέδρου παλαιὰν κλίμακ’ἐκπέρα ποδί ·
101σκόπει δὲ πεδία καὶ παρ’Ἰσμηνοῦ ῥοὰς
102Δίρκηςτε νᾶμα πολεμίων στράτευμ’ὅσον.
Αντιγονη
Αν.
Αν.
103ὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳ
104χεῖρ’ἀπὸ κλιμάκων
105ποδὸς ἴχνος ἐπαντέλλων.
Παιδαγωγος
Πα.
Πα.
106ἰδοὺ ξύναψον, παρθέν’· ἐς καιρὸν δ’ἔβης ·
107κινούμενον γὰρ τυγχάνει Πελασγικὸν
108στράτευμα, χωρίζουσι δ’ἀλλήλων λόχους.
Αντιγονη
Αν.
Αν.
109ἰὼ πότνια παῖ
110Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν
111πεδίον ἀστράπτει.
Παιδαγωγος
Πα.
Πα.
112οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα,
113πολλοῖς μὲν ἵπποις, μυρίοις δ’ὅπλοις βρέμων.
Αντιγονη
Αν.
Αν.
114ἆρα πύλαι κλῄθροις — χαλκόδετ’ἆρ’ἔμβολα
115λαϊνέοισιν Ἀμφίονος ὀργάνοις
116τείχεος ἥρμοσται;
Παιδαγωγος
Πα.
Πα.
117θάρσει · τά γ’ἔνδον ἀσφαλῶς ἔχει πόλις.
118ἀλλ’εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν.
Αντιγονη
Αν.
Αν.
119τίς οὗτος ὁ λευκολόφας,
120πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδ’
122ἀμφὶ βραχίονι κουφίζων;
Παιδαγωγος
Πα.
Πα.
123λοχαγός, ὦ δέσποινα.
Αντιγονη
Αν.
Αν.
124τίς, πόθεν γεγώς;
125αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται;
Παιδαγωγος
Πα.
Πα.
125οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος,
126Λερναῖα δ’οἰκεῖ νάμαθ’, Ἱππομέδων ἄναξ.
Αντιγονη
Αν.
Αν.
127ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν,
128γίγαντι γηγενέτᾳ προσόμοιος
129ἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφορος
130ἁμερίῳ γέννᾳ.
Παιδαγωγος
Πα.
Πα.
131τὸν δ’ἐξαμείβοντ’οὐχ ὁρᾷς Δίρκης ὕδωρ;
Αντιγονη
Αν.
Αν.
132ἄλλος ἄλλος ὅδε τευχέων τρόπος.
133τίς δ’ἐστὶν οὗτος;
Παιδαγωγος
Πα.
Πα.
134παῖς μὲν Οἰνέως ἔφυ
135Τυδεύς, Ἄρη δ’Αἰτωλὸν ἐν στέρνοις ἔχει.
Αντιγονη
Αν.
Αν.
135οὗτος ὁ τᾶς Πολυνείκεος,
136ὦ γέρον, αὐτοκασιγνήτᾳ νύμφας
137ὁμόγαμος κυρεῖ;
138ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος.
Παιδαγωγος
Πα.
Πα.
139σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον,
140λόγχαιςτ’ἀκοντιστῆρες εὐστοχώτατοι.
Αντιγονη
Αν.
Αν.
141σὺ δ’, ὦ γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε;
Παιδαγωγος
Πα.
Πα.
142σημεῖ’ἰδὼν τότ’ἀσπίδων ἐγνώρισα,
143σπονδὰς ὅτ’ἦλθον σῷ κασιγνήτῳ φέρων
144ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους.
Αντιγονη
Αν.
Αν.
145τίς δ’οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷ
146καταβόστρυχος, ὄμμασι γοργὸς
147εἰσιδεῖν νεανίας,
148λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶ
149πάνοπλος ἀμφέπει;
Παιδαγωγος
Πα.
Πα.
150ὅδ’ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος.
Αντιγονη
Αν.
Αν.
151ἀλλά νιν ἁ κατ’ὄρη μετὰ ματέρος
152Ἄρτεμις ἱεμένα τόξοις δαμάσασ’ὀλέσειεν,
153ὃς ἐπ’ἐμὰν πόλιν ἔβα πέρσων.
Παιδαγωγος
Πα.
Πα.
154εἴη τάδ’, ὦ παῖ. σὺν δίκῃ δ’ἥκουσι γῆν ·
155ὃ καὶ δέδοικα μὴ σκοπῶσ’ὀρθῶς θεοί.
Αντιγονη
Αν.
Αν.
156ποῦ δ’ὃς ἐμοὶ μιᾶς ἐγένετ’ἐκ ματρὸς
157πολυπόνῳ μοίρᾳ;
158ὦ φίλτατ’, εἰπέ, ποῦ ’στι Πολυνείκης, γέρον.
Παιδαγωγος
Πα.
Πα.
159ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας
160Νιόβης Ἀδράστῳ πλησίον παραστατεῖ.
161ὁρᾷς;
Αντιγονη
Αν.
Αν.
162ὁρῶ δῆτ’οὐ σαφῶς, ὁρῶ δέ πως
163μορφῆς τύπωμα στέρνατ’ἐξῃκασμένα.
164ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμι
165δι’αἰθέρος πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δ’ὠλένας
166δέρᾳ φιλτάτᾳ βάλοιμ’ἐν χρόνῳ
167φυγάδα μέλεον. ὡς
168ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον,
169ἑῴοις ὅμοια φλεγέθων βολαῖς.
Παιδαγωγος
Πα.
Πα.
170ἥξει δόμους τούσδ’, ὥστε σ’ἐμπλῆσαι χαρᾶς,
171ἔνσπονδος.
Αντιγονη
Αν.
Αν.
172οὗτος δ’, ὦ γεραιέ, τίς κυρεῖ,
173ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς;
Παιδαγωγος
Πα.
Πα.
174ὁ μάντις Ἀμφιάραος, ὦ δέσποιν’, ὅδε ·
175σφάγια δ’ἅμ’αὐτῷ, γῆς φιλαίματοι ῥοαί.
Αντιγονη
Αν.
Αν.
175ὦ λιπαροζώνου θύγατερ Ἀελίου
176Σελαναία, χρυσεόκυκλον φέγγος,
177ὡς ἀτρεμαῖα κέντρα καὶ σώφρονα
178πώλοις μεταφέρων ἰθύνει.
179ποῦ δ’ὃς τὰ δεινὰ τῇδ’ἐφυβρίζει πόλει;
Παιδαγωγος
Πα.
Πα.
180Καπανεύς; ἐκεῖνος προσβάσεις τεκμαίρεται
181πύργων ἄνωτε καὶ κάτω τείχη μετρῶν.
Αντιγονη
Αν.
Αν.
182ἰώ,
183Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταί,
184κεραυνῶντε φῶς αἰθαλόεν, σύ τοι
185μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις · ὅδ’ἐστίν, αἰχμαλώτιδας
186ὃς δορὶ Θηβαίας Μυκηνηΐσιν
187Λερναίᾳτε δώσειν τριαίνᾳ,
188Ποσειδανίοις Ἀμυμωνίοις
189ὕδασι δουλείαν περιβαλών —
190μήποτε μήποτε τάνδ’, ὦ πότνια,
191χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος
192Ἄρτεμι, δουλοσύναν τλαίην.
Παιδαγωγος
Πα.
Πα.
193ὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγας
194ἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθου
195ἐς τέρψιν ἦλθες ὧν ἔχρῃζες εἰσιδεῖν.
196ὄχλος γάρ, ὡς ταραγμὸς εἰσῆλθεν πόλιν,
197χωρεῖ γυναικῶν πρὸς δόμους τυραννικούς,
198φιλόψογον δὲ χρῆμα θηλειῶν ἔφυ,
199σμικράςτ’ἀφορμὰς ἢν λάβωσι τῶν λόγων,
200πλείους ἐπεσφέρουσιν · ἡδονὴ δέ τις
201γυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλας λέγειν.
Χορος
Χο.
Χο.
202τύριον οἶδμα λιποῦσ’ἔβαν
203ἀκροθίνια Λοξίᾳ
204Φοινίσσας ἀπὸ νάσου
205Φοίβῳ δούλα μελάθρων,
206ἵν’ὑπὸ δειράσι νιφοβόλοις
207Παρνασοῦ κατενάσθη,
208Ἰόνιον κατὰ πόντον
209ἐλάτᾳ πλεύσασα περιρρύτῳ
210ὑπὲρ ἀκαρπίστων πεδίων
211Σικελίας Ζεφύρου πνοαῖς
212ἱππεύσαντος, ἐν οὐρανῷ
213κάλλιστον κελάδημα.
214πόλεος ἐκπροκριθεῖσ’ἐμᾶς
215καλλιστεύματα Λοξίᾳ
216Καδμείων ἔμολον γᾶν,
217κλεινῶν Ἀγηνοριδᾶν
218ὁμογενεῖς ἐπὶ Λαΐου
219πεμφθεῖσ’ἐνθάδε πύργους.
220ἴσα δ’ἀγάλμασι
221χρυσοτεύκτοις Φοίβῳ λάτρις ἐγενόμαν ·
222ἔτι δὲ Κασταλίας ὕδωρ
223περιμένει με κόμας ἐμᾶς
224δεῦσαι παρθένιον χλιδὰν
225Φοιβείαισι λατρείαις.
226ἰὼ λάμπουσα πέτρα πυρὸς
227δικόρυφον σέλας ὑπὲρ ἄκρων
228βακχειῶν Διονύσου,
229οἴναθ’ἃ καθαμέριον
230στάζεις τὸν πολύκαρπον
231οἰνάνθας ἱεῖσα βότρυν,
232ζάθεάτ’ἄντρα δράκοντος
233οὔρειαίτε σκοπιαὶ θεῶν
234νιφόβολόντ’ὄρος ἱερόν,
235εἱλίσσων ἀθανάτας θεοῦ
236χορὸς γενοίμαν ἄφοβος
237παρὰ μεσόμφαλα γύαλα
238Φοίβου Δίρκαν προλιποῦσα.
239νῦν δέ μοι πρὸ τειχέων
240θούριος μολὼν Ἄρης
241αἷμα δάιον φλέγει
242τᾷδ’, ὃ μὴ τύχοι, πόλει ·
243κοινὰ γὰρ φίλων ἄχη,
244κοινὰ δ’, εἴ τι πείσεται
245ἑπτάπυργος ἅδε γᾶ,
246Φοινίσσᾳ χώρᾳ. φεῦ φεῦ.
247κοινὸν αἷμα, κοινὰ τέκεα
248τᾶς κερασφόρου πέφυκεν Ἰοῦς ·
249ὧν μέτεστί μοι πόνων.
250ἀμφὶ δὲ πτόλιν νέφος
251ἀσπίδων πυκνὸν φλέγει
252σχῆμα φοινίου μάχης,
253ἃν Ἄρης τάχ’εἴσεται
254παισὶν Οἰδίπου φέρων
255πημονὰν Ἐρινύων.
256Ἄργος ὦ Πελασγικόν,
257δειμαίνω τὰν σὰν ἀλκάν,
258καὶ τὸ θεόθεν · οὐ γὰρ ἄδικον
259εἰς ἀγῶνα τόνδ’ἔνοπλος ὁρμᾷ
260ὃς μετέρχεται δόμους.
Πολυνεικης
Πο.
Πο.
261τὰ μὲν πυλωρῶν κλῇθρά μ’εἰσεδέξατο
262δι’εὐπετείας τειχέων ἔσω μολεῖν.
263ὃ καὶ δέδοικα μή με δικτύων ἔσω
264λαβόντες οὐκ ἐκφρῶσ’ἀναίμακτον χρόα.
265ὧν οὕνεκ’ὄμμα πανταχῇ διοιστέον
266κα- κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ.
267ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ
268τὰ πίστ’ἐμαυτῷ τοῦ θράσους παρέξομαι.
269ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα;
270ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται,
271ὅταν δι’ἐχθρᾶς ποὺς ἀμείβηται χθονός.
272πέποιθα μέντοι μητρί, κα- κοὐ πέποιθ’ἅμα,
273ἥτις μ’ἔπεισε δεῦρ’ὑπόσπονδον μολεῖν.
274ἀλλ’ἐγγὺς ἀλκή · βώμιοι γὰρ ἐσχάραι
275πέλας πάρεισι, κα- κοὐκ ἔρημα δώματα.
276φέρ’ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος
277καὶ τάσδ’ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις.
278ξέναι γυναῖκες, εἴπατ’, ἐκ ποίας πάτρας
279Ἑλληνικοῖσι δώμασιν πελάζετε;
Χορος
Χο.
Χο.
280φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με,
281Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸς
282Φοίβῳ μ’ἔπεμψαν ἐνθάδ’ἀκροθίνιον.
283μέλλων δὲ πέμπειν μ’Οἰδίπου κλεινὸς γόνος
284μαντεῖα σεμνὰ Λοξίουτ’ἐπ’ἐσχάρας —
285ἐν τῷδ’ἐπεστράτευσαν Ἀργεῖοι πόλιν.
286σὺ δ’ἀντάμειψαί μ’, ὅστις ὢν ἐλήλυθας
287ἑπτάστομον πύργωμα Θηβαίας χθονός.
Πολυνεικης
Πο.
Πο.
288πατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου,
289ἔτικτε δ’Ἰοκάστη με, παῖς Μενοικέως ·
290καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς.
Χορος
Χο.
Χο.
291ὦ συγγένεια τῶν Ἀγήνορος τέκνων,
292ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο —
293γονυπετεῖς ἕδρας προσπίτνω σ’, ἄναξ,
294τὸν οἴκοθεν νόμον σέβουσ’—
295ἔβας ὢ χρόνῳ γᾶν πατρῴαν.
296ἰὼ ἰώ · πότνια, μόλε πρόδομος,
297ἀμπέτασον πύλας.
298κλύεις, ὦ τεκοῦσα τόνδε μᾶτερ;
299τί μέλλεις ὑπώροφα μέλαθρα περᾶν
300θιγεῖντ’ὠλέναισιν τέκνου;
Ιοκαστη
Ιο.
Ιο.
301φοίνισσαν βοὰν
302κλύουσ’, ὦ νεάνιδες, γηραιὸν
303πόδ’ἕλκω, τρομερὰν βάσιν · ἰὼ τέκνον,
305χρόνῳ σὸν ὄμμα μυρίαιςτ’ἐν ἁμέραις
306προσεῖδον · ἀμφίβαλλε
307μαστὸν ὠλέναισι ματέρος,
308παρηίδωντ’ὄρεγμα
309βοστρύχωντε κυανόχρωτα
310χαίτας πλόκαμον, δέραν σκιάζων ἁμάν. ἰὼ ἰώ, μόλις φανεὶς
311ἄελπτα κα- κἀδόκητα ματρὸς ὠλέναις.
312τί φῶ σε; πῶς ἅπαντα
313καὶ χερσὶ καὶ λόγοισι
314πολυέλικτον ἁδονὰν
315316
περιχορεύουσα τέρψιν παλαιᾶν λάβω
317χαρμονᾶν; ἰὼ τέκος,
318ἔρημον πατρῷον ἔλιπες δόμον
319φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβᾳ,
320ἦ ποθεινὸς φίλοις,
321ἦ ποθεινὸς Θήβαις.
322ὅθεν ἐμάντε λευκόχροα κείρομαι
323δακρυόεσσ’ἀνεῖσα πένθει κόμαν,
324ἄπεπλος φαρέων λευκῶν, ὦ τέκνον,
325δυσόρφναια δ’ἀμφὶ τρύχη τάδε
326σκότι’ἀμείβομαι.
327ὁ δ’ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς
328ἀπήνας ὁμοπτέρου τᾶς
329ἀποζυγείσας δόμων
330πόθον ἀμφιδάκρυτον ἀεὶ
331κατέχων ἀνῇξε μὲν ξίφους
332ἐπ’αὐτόχειράτε σφαγάν,
333ὑπὲρ τέραμνάτ’ἀγχόνας,
334στενάζων ἀρὰς τέκνοις ·
335σὺν ἀλαλαῖσι δ’αἰὲν αἰαγμάτων
336σκότια κρύπτεται.
337σὲ δ’, ὦ τέκνον, γάμοισι δὴ
338κλύω ζυγέντα παιδοποιὸν ἁδονὰν
339ξένοισιν ἐν δόμοις ἔχειν
340ξένοντε κῆδος ἀμφέπειν,
341ἄλαστα ματρὶ τᾷδε
342Λαίῳτε τῷ παλαιγενεῖ,
343γάμων ἐπακτὸν ἄταν.
344ἐγὼ δ’οὔτε σοι πυρὸς ἀνῆψα φῶς
345νόμιμον ἐν γάμοις
346 ματέρι μακαρίᾳ ·
347ἀνυμέναια δ’Ἰσμηνὸς ἐκηδεύθη
348λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίαν
349πόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας.
350ὄλοιτο, τάδ’εἴτε σίδαρος
351εἴτ’ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος,
352εἴτε τὸ δαιμόνιον κατεκώμασε
353δώμασιν Οἰδιπόδα ·
354πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδ’ἄχη.
Χορος
Χο.
Χο.
355δεινὸν γυναιξὶν αἱ δι’ὠδίνων γοναί,
356καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος.
Πολυνεικης
Πο.
Πο.
357μῆτερ, φρονῶν εὖ κα- κοὐ φρονῶν ἀφικόμην
358ἐχθροὺς ἐς ἄνδρας · ἀλλ’ἀναγκαίως ἔχει
359πατρίδος ἐρᾶν ἅπαντας · ὃς δ’ἄλλως λέγει,
360λόγοισι χαίρει τὸν δὲ νοῦν ἐκεῖσ’ἔχει.
361οὕτω δ’ἐτάρβουν ἐς φόβοντ’ἀφικόμην,
362μή τις δόλος με πρὸς κασιγνήτου κτάνῃ,
363ὥστε ξιφήρη χεῖρ’ἔχων δι’ἄστεως
364κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μ’ὠφελεῖ,
365σπονδαίτε καὶ σὴ πίστις, ἥ μ’ἐσήγαγε
366τείχη πατρῷα · πολύδακρυς δ’ἀφικόμην,
367χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν
368γυμνάσιάθ’οἷσιν ἐνετράφην Δίρκηςθ’ὕδωρ ·
369ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν
370ναίω, δι’ὄσσων νᾶμ’ἔχων δακρύρροον.
371ἀλλ’ἐκ γὰρ ἄλγους ἄλγος αὖ σὲ δέρκομαι
372373
ἔχουσαν, οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν.
374ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων
375.
376τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾷ,
377σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο;
378ἦ που στένουσι τλήμονες φυγὰς ἐμάς;
Ιοκαστη
Ιο.
Ιο.
379κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος ·
380οὕτω γὰρ ἤρξατ’, ἄνομα μὲν τεκεῖν ἐμέ,
381κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναίτε σέ.
382ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν.
383ὅπως δ’ἔρωμαι, μή τι σὴν δάκω φρένα,
384δέδοιχ’, ἃ χρῄζω · διὰ πόθου δ’ἐλήλυθα.
Πολυνεικης
Πο.
Πο.
385ἀλλ’ἐξερώτα, μηδὲν ἐνδεὲς λίπῃς ·
386ἃ γὰρ σὺ βούλῃ, τα- ταὔτ’ἐμοί, μῆτερ, φίλα.
Ιοκαστη
Ιο.
Ιο.
387καὶ δή σ’ἐρωτῶ πρῶτον ὧν χρῄζω τυχεῖν,
388τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα;
Πολυνεικης
Πο.
Πο.
389μέγιστον · ἔργῳ δ’ἐστὶ μεῖζον ἢ λόγῳ.
Ιοκαστη
Ιο.
Ιο.
390τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές;
Πολυνεικης
Πο.
Πο.
391ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν.
Ιοκαστη
Ιο.
Ιο.
392δούλου τόδ’εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ.
Πολυνεικης
Πο.
Πο.
393τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών.
Ιοκαστη
Ιο.
Ιο.
394καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς.
Πολυνεικης
Πο.
Πο.
395ἀλλ’ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον.
Ιοκαστη
Ιο.
Ιο.
396αἱ δ’ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος.
Πολυνεικης
Πο.
Πο.
397καλοῖς βλέπουσαί γ’ὄμμασιν, μέλλουσι δέ.
Ιοκαστη
Ιο.
Ιο.
398οὐ δ’ὁ χρόνος αὐτὰς διεσάφησ’οὔσας κενάς;
Πολυνεικης
Πο.
Πο.
399ἔχουσιν Ἀφροδίτην τιν’ἡδεῖαν κακῶν.
Ιοκαστη
Ιο.
Ιο.
400πόθεν δ’ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον;
Πολυνεικης
Πο.
Πο.
401ποτὲ μὲν ἐπ’ἦμαρ εἶχον, εἶτ’οὐκ εἶχον ἄν.
Ιοκαστη
Ιο.
Ιο.
402φίλοι δὲ πατρὸς καὶ ξένοι σ’οὐκ ὠφέλουν;
Πολυνεικης
Πο.
Πο.
403εὖ πρᾶσσε · τὰ φίλων δ’οὐδέν, ἤν τι δυστυχῇς.
Ιοκαστη
Ιο.
Ιο.
404οὐ δ’ηὑγένειά σ’ἦρεν εἰς ὕψος μέγαν;
Πολυνεικης
Πο.
Πο.
405κακὸν τὸ μὴ ἔχειν · τὸ γένος οὐκ ἔβοσκέ με.
Ιοκαστη
Ιο.
Ιο.
406ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.
Πολυνεικης
Πο.
Πο.
407οὐ δ’ὀνομάσαι δύναι’ἂν ὡς ἐστὶν φίλον.
Ιοκαστη
Ιο.
Ιο.
408πῶς δ’ἦλθες Ἄργος; τίν’ἐπίνοιαν ἔσχεθες;
Πολυνεικης
Πο.
Πο.
409ἔχρησ’Ἀδράστῳ Λοξίας χρησμόν τινα.
Ιοκαστη
Ιο.
Ιο.
410ποῖον; τί τοῦτ’ἔλεξας; οὐκ ἔχω μαθεῖν.
Πολυνεικης
Πο.
Πο.
411κάπρῳ λέοντίθ’ἁρμόσαι παίδων γάμους.
Ιοκαστη
Ιο.
Ιο.
412καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον;
Πολυνεικης
Πο.
Πο.
413οὐκ οἶδ’· ὁ δαίμων μ’ἐκάλεσεν πρὸς τὴν τύχην.
Ιοκαστη
Ιο.
Ιο.
414σοφὸς γὰρ ὁ θεός · τίνι τρόπῳ δ’ἔσχες λέχος;
Πολυνεικης
Πο.
Πο.
415νὺξ ἦν, Ἀδράστου δ’ἦλθον ἐς παραστάδας.
Ιοκαστη
Ιο.
Ιο.
416κοίτας ματεύων, ᾗ φυγὰς πλανώμενος;
Πολυνεικης
Πο.
Πο.
417ἦν ταῦτα · κα- κᾆτά γ’ἦλθεν ἄλλος αὖ φυγάς.
Ιοκαστη
Ιο.
Ιο.
418τίς οὗτος; ὡς ἄρ’ἄθλιος κα- κἀκεῖνος ἦν.
Πολυνεικης
Πο.
Πο.
419Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός.
Ιοκαστη
Ιο.
Ιο.
420τί θηρσὶν ὑμᾶς δῆτ’Ἄδραστος ᾔκασεν;
Πολυνεικης
Πο.
Πο.
421στρωμνῆς ἐς ἀλκὴν οὕνεκ’ἤλθομεν πέρι.
Ιοκαστη
Ιο.
Ιο.
422ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα;
Πολυνεικης
Πο.
Πο.
423κα- κἄδωκέ γ’ἡμῖν δύο δυοῖν νεάνιδας.
Ιοκαστη
Ιο.
Ιο.
424ἆρ’εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς;
Πολυνεικης
Πο.
Πο.
425οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδ’ἡμέρας.
Ιοκαστη
Ιο.
Ιο.
426πῶς δ’ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν;
Πολυνεικης
Πο.
Πο.
427δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε,
428429
ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δ’ἐμέ.
430πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι
431πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δ’, ἐμοὶ
432διδόντες · ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι
433πόλιν. θεοὺς δ’ἐπώμοσ’ὡς ἀκουσίως
434τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ.
435ἀλλ’ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν,
436μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους
437παῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν.
438πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλ’ὅμως ἐρῶ ·
439τὰ χρήματ’ἀνθρώποισι τιμιώτατα,
440δύναμίντε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει.
441ἁ- ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων
442λόγχην · πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ.
Χορος
Χο.
Χο.
443καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε
444χωρεῖ · σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν
445τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα.
Ετεοκλης
Ετ.
Ετ.
446μῆτερ, πάρειμι · τὴν χάριν δὲ σοὶ διδοὺς
447ἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου ·
448ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων
449τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου
450κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν
451τόνδ’εἰσεδέξω τειχέων πείσασά με.
Ιοκαστη
Ιο.
Ιο.
452ἐπίσχες · οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει,
453βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύουσιν σοφόν.
454σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς ·
455οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾷς κάρα
456Γοργόνος, ἀδελφὸν δ’εἰσορᾷς ἥκοντα σόν.
457σύτ’αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε,
458Πολύνεικες · ἐς γὰρ τα- ταὐτὸν ὄμμασιν βλέπων
459λέξειςτ’ἄμεινον τοῦδέτ’ἐνδέξῃ λόγους.
460παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν ·
461ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳ
462ἐς ἓν συνελθὼν ὄμματ’ὄμμασιν διδῷ,
463ἐφ’οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν,
464κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν.
465λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον ·
466σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων,
467ἄδικα πεπονθώς, ὡς σὺ φῄς · κριτὴς δέ τις
468θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν.
Πολυνεικης
Πο.
Πο.
469ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ,
470κα- κοὐ ποικίλων δεῖ τα- τἄνδιχ’ἑρμηνευμάτων ·
471ἔχει γὰρ αὐτὰ καιρόν · ὁ δ’ἄδικος λόγος
472νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν.
473ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμην
474το- τοὐμόντε καὶ τοῦδ’, ἐκφυγεῖν χρῄζων ἀρὰς
475ἃς Οἰδίπους ἐφθέγξατ’εἰς ἡμᾶς ποτε,
476ἐξῆλθον ἔξω τῆσδ’ἑκὼν αὐτὸς χθονός,
477δοὺς τῷδ’ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον,
478ὥστ’αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν
479καὶ μὴ δι’ἔχθρας τῷδε καὶ φθόνου μολὼν
480κακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται.
481ὃ δ’αἰνέσας ταῦθ’ὁρκίουςτε δοὺς θεούς,
482ἔδρασεν οὐδὲν ὧν ὑπέσχετ’, ἀλλ’ἔχει
483τυραννίδ’αὐτὸς καὶ δόμων ἐμῶν μέρος.
484καὶ νῦν ἕτοιμός εἰμι τα- τἀμαυτοῦ λαβὼν
485στρατὸν μὲν ἔξω τῆσδ’ἀποστεῖλαι χθονός,
486οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν
487καὶ τῷδ’ἀφεῖναι τὸν ἴσον αὖθις αὖ χρόνον,
488καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν
489πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις,
490ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαι
491δρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ,
492ὡς πάντα πράσσων σὺν δίκῃ, δίκης ἄτερ
493ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα.
494ταῦτ’αὔθ’ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς
495λόγων ἀθροίσας εἶπον, ἀλλὰ καὶ σοφοῖς
496καὶ τοῖσι φαύλοις ἔνδιχ’, ὡς ἐμοὶ δοκεῖ.
Χορος
Χο.
Χο.
497ἐμοὶ μέν, εἰ καὶ μὴ καθ’Ἑλλήνων χθόνα
498τεθράμμεθ’, ἀλλ’οὖν ξυνετά μοι δοκεῖς λέγειν.
Ετεοκλης
Ετ.
Ετ.
499εἰ πᾶσι τα- ταὐτὸν καλὸν ἔφυ σοφόνθ’ἅμα,
500οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις ·
501νῦν δ’οὔθ’ὅμοιον οὐδὲν οὔτ’ἴσον βροτοῖς,
502πλὴν ὀνόμασαι · τὸ δ’ἔργον οὐκ ἔστιν τόδε.
503ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ ·
504ἄστρων ἂν ἔλθοιμ’ἡλίου πρὸς ἀντολὰς
505καὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε,
506τὴν θεῶν μεγίστην ὥστ’ἔχειν Τυραννίδα.
507τοῦτ’οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι
508ἄλλῳ παρεῖναι μᾶλλον ἢ σῴζειν ἐμοί ·
509ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας
510το- τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδ’αἰσχύνομαι,
511ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν
512τυχεῖν ἃ χρῄζει · ταῖς γὰρ ἂν Θήβαις τόδε
513γένοιτ’ὄνειδος, εἰ Μυκηναίου δορὸς
514φόβῳ παρείην σκῆπτρα τα- τἀμὰ τῷδ’ἔχειν.
515χρῆν δ’αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς,
516μῆτερ, ποιεῖσθαι · πᾶν γὰρ ἐξαιρεῖ λόγος
517ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
518ἀλλ’, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει,
519ἔξεστ’· ἐκεῖνο δ’οὐχ ἑκὼν μεθήσομαι.
520ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ;
521πρὸς ταῦτ’ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα,
522ζεύγνυσθε δ’ἵππους, πεδία πίμπλαθ’ἁρμάτων,
523ὡς οὐ παρήσω τῷδ’ἐμὴν τυραννίδα.
524εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι
525κάλλιστον ἀδικεῖν, τα- τἄλλα δ’εὐσεβεῖν χρεών.
Χορος
Χο.
Χο.
526οὐκ εὖ λέγειν χρὴ μὴ ’πὶ τοῖς ἔργοις καλοῖς ·
527οὐ γὰρ καλὸν τοῦτ’, ἀλλὰ τῇ δίκῃ πικρόν.
Ιοκαστη
Ιο.
Ιο.
528ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά,
529Ἐτεόκλεες, πρόσεστιν · ἀλλ’ἡμπειρία
530ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
531τί τῆς κακίστης δαιμόνων ἐφίεσαι
532Φιλοτιμίας, παῖ; μὴ σύ γ’· ἄδικος ἡ θεός ·
533πολλοὺς δ’ἐς οἴκους καὶ πόλεις εὐδαίμονας
534ἐσῆλθε κα- κἀξῆλθ’ἐπ’ὀλέθρῳ τῶν χρωμένων ·
535ἐφ’ᾗ σὺ μαίνῃ. κεῖνο κάλλιον, τέκνον,
536Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις
537πόλειςτε πόλεσι συμμάχουςτε συμμάχοις
538συνδεῖ · τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ,
539τῷ πλέονι δ’αἰεὶ πολέμιον καθίσταται
540το- τοὔλασσον ἐχθρᾶςθ’ἡμέρας κατάρχεται.
541καὶ γὰρ μέτρ’ἀνθρώποισι καὶ μέρη σταθμῶν
542Ἰσότης ἔταξε κα- κἀριθμὸν διώρισε,
543νυκτόςτ’ἀφεγγὲς βλέφαρον ἡλίουτε φῶς
544ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον,
545κα- κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον.
546εἶθ’ἥλιος μὲν νύξτε δουλεύει βροτοῖς
547σὺ δ’οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσον
548καὶ τῷδε νεῖμαι; κα- κᾆτα ποῦ ’στιν ἡ δίκη;
549τί τὴν τυραννίδ’, ἀδικίαν εὐδαίμονα,
550τιμᾷς ὑπέρφευ καὶ μέγ’ἥγησαι τόδε;
551περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν.
552ἢ πολλὰ μοχθεῖν πόλλ’ἔχων ἐν δώμασι
553βούλῃ; τί δ’ἔστι τὸ πλέον; ὄνομ’ἔχει μόνον ·
554ἐπεὶ τά γ’ἀρκοῦνθ’ἱκανὰ τοῖς γε σώφροσιν.
555οὔτοι τὰ χρήματ’ἴδια κέκτηνται βροτοί,
556τὰ τῶν θεῶν δ’ἔχοντες ἐπιμελούμεθα ·
557ὅταν δὲ χρῄζωσ’, αὔτ’ἀφαιροῦνται πάλιν.
558559
ἄγ’, ἤν σ’ἔρωμαι δύο λόγω προθεῖσ’ἅμα,
560πότερα τυραννεῖν ἢ πόλιν σῷσαι θέλεις,
561ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσῃ σ’ὅδε;
562563
ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε,
564ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόρας
565βίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας.
566ὀδυνηρὸς ἆρ’ὁ πλοῦτος, ὃν ζητεῖς ἔχειν,
567γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ.
568σοὶ μὲν τάδ’αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω ·
569ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σ’ἀνήψατο,
570ἀσύνετα δ’ἦλθες καὶ σὺ πορθήσων πόλιν.
571φέρ’, ἢν ἕλῃς γῆν τήνδ’— ὃ μὴ τύχοι ποτέ —
572πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί;
573πῶς δ’αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν,
574καὶ σκῦλα γράψεις πῶς ἐπ’Ἰνάχου ῥοαῖς;
575“Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς
576ἀσπίδας ἔθηκε ;’μήποτ’, ὦ τέκνον, κλέος
577τοιόνδε σοι γένοιθ’ὑφ’Ἑλλήνων λαβεῖν.
578ἢν δ’αὖ κρατηθῇς καὶ τὰ τοῦδ’ὑπερδράμῃ,
579πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς;
580ἐρεῖ δὲ δή τις · ὦ κακὰ μνηστεύματα
581Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον
582ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον,
583κείνων στέρεσθαι τῶνδέτ’ἐν μέσῳ πεσεῖν.
584μέθετον τὸ λίαν, μέθετον · ἀμαθία δυοῖν,
585ἐς τα- ταὔθ’ὅταν μόλητον, ἔχθιστον κακόν.
Χορος
Χο.
Χο.
586ὦ θεοί, γένοισθε τῶνδ’ἀπότροποι κακῶν
587καὶ ξύμβασίν τιν’Οἰδίπου τέκνοις δότε.
Ετεοκλης
Ετ.
Ετ.
588μῆτερ, οὐ λόγων ἔθ’ἁγών, ἀλλ’ἀναλοῦται χρόνος
589οὑν μέσῳ μάτην, περαίνει δ’οὐδὲν ἡ προθυμία ·
590οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ ’πὶ τοῖς εἰρημένοις,
591ὥστ’ἐμὲ σκήπτρων κρατοῦντα τῆσδ’ἄνακτ’εἶναι χθονός ·
592τῶν μακρῶν δ’ἀπαλλαγεῖσα νουθετημάτων μ’ἔα.
593καὶ σὺ τῶνδ’ἔξω κομίζου τειχέων, ἢ κατθανῇ.
Πολυνεικης
Πο.
Πο.
594πρὸς τίνος; τίς ὧδ’ἄτρωτος, ὅστις εἰς ἡμᾶς ξίφος
595φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον;
Ετεοκλης
Ετ.
Ετ.
596ἐγγύς, οὐ πρόσω βέβηκεν · ἐς χέρας λεύσσεις ἐμάς;
Πολυνεικης
Πο.
Πο.
597εἰσορῶ · δειλὸν δ’ὁ πλοῦτος καὶ φιλόψυχον κακόν.
Ετεοκλης
Ετ.
Ετ.
598κα- κᾆτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην;
Πολυνεικης
Πο.
Πο.
599ἀσφαλὴς γάρ ἐστ’ἀμείνων ἢ θρασὺς στρατηλάτης.
Ετεοκλης
Ετ.
Ετ.
600κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σῴζουσιν θανεῖν.
Πολυνεικης
Πο.
Πο.
601καὶ σέ · δεύτερον δ’ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός.
Ετεοκλης
Ετ.
Ετ.
602οὐκ ἀπαιτούμεσθ’· ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον.
Πολυνεικης
Πο.
Πο.
603τοῦ μέρους ἔχων τὸ πλεῖον;
Ετεοκλης
Ετ.
Ετ.
603bφήμ’· ἀπαλλάσσου δὲ γῆς.
Πολυνεικης
Πο.
Πο.
604ὦ θεῶν βωμοὶ πατρῴων —
Ετεοκλης
Ετ.
Ετ.
604bοὓς σὺ πορθήσων πάρει.
Πολυνεικης
Πο.
Πο.
605κλύετέ μου —
Ετεοκλης
Ετ.
Ετ.
605bτίς δ’ἂν κλύοι σου πατρίδ’ἐπεστρατευμένου;
Πολυνεικης
Πο.
Πο.
606καὶ θεῶν τῶν λευκοπώλων δώματα —
Ετεοκλης
Ετ.
Ετ.
606bοἳ στυγοῦσί σε.
Πολυνεικης
Πο.
Πο.
607ἐξελαυνόμεσθα πατρίδος —
Ετεοκλης
Ετ.
Ετ.
607bκαὶ γὰρ ἦλθες ἐξελῶν.
Πολυνεικης
Πο.
Πο.
608ἀδικίᾳ γ’, ὦ θεοί.
Ετεοκλης
Ετ.
Ετ.
608bΜυκήναις, μὴ ’νθάδ’ἀνακάλει θεούς.
Πολυνεικης
Πο.
Πο.
609ἀνόσιος πέφυκας —
Ετεοκλης
Ετ.
Ετ.
609bἀλλ’οὐ πατρίδος, ὡς σύ, πολέμιος.
Πολυνεικης
Πο.
Πο.
610ὅς μ’ἄμοιρον ἐξελαύνεις.
Ετεοκλης
Ετ.
Ετ.
610bκαὶ κατακτενῶ γε πρός.
Πολυνεικης
Πο.
Πο.
611ὦ πάτερ, κλύεις ἃ πάσχω;
Ετεοκλης
Ετ.
Ετ.
611bκαὶ γὰρ οἷα δρᾷς κλύει.
Πολυνεικης
Πο.
Πο.
612καὶ σύ, μῆτερ;
Ετεοκλης
Ετ.
Ετ.
612bἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα.
Πολυνεικης
Πο.
Πο.
613ὦ πόλις.
Ετεοκλης
Ετ.
Ετ.
613bμολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.
Πολυνεικης
Πο.
Πο.
614εἶμι, μὴ πόνει · σὲ δ’αἰνῶ, μῆτερ.
Ετεοκλης
Ετ.
Ετ.
614bἔξιθι χθονός.
Πολυνεικης
Πο.
Πο.
615ἔξιμεν · πατέρα δέ μοι δὸς εἰσιδεῖν.
Ετεοκλης
Ετ.
Ετ.
615bοὐκ ἂν τύχοις.
Πολυνεικης
Πο.
Πο.
616ἀλλὰ παρθένους ἀδελφάς.
Ετεοκλης
Ετ.
Ετ.
616bοὐ δὲ τάσδ’ὄψῃ ποτέ.
Πολυνεικης
Πο.
Πο.
617ὦ κασίγνηται.
Ετεοκλης
Ετ.
Ετ.
617bτί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν;
Πολυνεικης
Πο.
Πο.
618μῆτερ, ἀλλά μοι σὺ χαῖρε.
Ιοκαστη
Ιο.
Ιο.
618bχαρτὰ γοῦν πάσχω, τέκνον.
Πολυνεικης
Πο.
Πο.
619οὐκέτ’εἰμὶ παῖς σός.
Ιοκαστη
Ιο.
Ιο.
619bἐς πόλλ’ἀθλία πέφυκ’ἐγώ.
Πολυνεικης
Πο.
Πο.
620ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει.
Ετεοκλης
Ετ.
Ετ.
620bκαὶ γὰρ ἀνθυβρίζομαι.
Πολυνεικης
Πο.
Πο.
621ποῦ ποτε στήσῃ πρὸ πύργων;
Ετεοκλης
Ετ.
Ετ.
621bὡς τί μ’ἱστορεῖς τόδε;
Πολυνεικης
Πο.
Πο.
622ἀντιτάξομαι κτενῶν σε.
Ετεοκλης
Ετ.
Ετ.
622bκα- κἀμὲ τοῦδ’ἔρως ἔχει.
Ιοκαστη
Ιο.
Ιο.
623ὦ τάλαιν’ἐγώ · τί δράσετ’, ὦ τέκνα;
Πολυνεικης
Πο.
Πο.
623bαὐτὸ σημανεῖ.
Ιοκαστη
Ιο.
Ιο.
624πατρὸς οὐ φεύξεσθ’Ἐρινῦς;
Ετεοκλης
Ετ.
Ετ.
624bἐρρέτω πρόπας δόμος.
Πολυνεικης
Πο.
Πο.
625ὡς τάχ’οὐκέθ’αἱματηρὸν το- τοὐμὸν ἀργήσει ξίφος.
626τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι,
627ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός,
628δοῦλος ὥς, ἀλλ’οὐχὶ τα- ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς ·
629κα- κἄν τί σοι, πόλις, γένηται, μὴ ἐμέ, τόνδε δ’αἰτιῶ ·
630οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δ’ἐξελαύνομαι χθονός.
631καὶ σύ, Φοῖβ’ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε,
632ἥλικέςθ’οὑμοί, θεῶντε δεξίμηλ’ἀγάλματα.
633οὐ γὰρ οἶδ’εἴ μοι προσειπεῖν αὖθις ἔσθ’ὑμᾶς ποτε ·
634ἐλπίδες δ’οὔπω καθεύδουσ’, αἷς πέποιθα σὺν θεοῖς
635τόνδ’ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός.
Ετεοκλης
Ετ.
Ετ.
636ἔξιθ’ἐκ χώρας · ἀληθῶς δ’ὄνομα Πολυνείκη πατὴρ
637ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον.
Χορος
Χο.
Χο.
638Κάδμος ἔμολε τάνδε γᾶν
639Τύριος, ᾧ τετρασκελὴς
640μόσχος ἀδάματον πέσημα
641δίκε τελεσφόρον διδοῦσα
642χρησμόν, οὗ κατοικίσαι
643πεδία νιν τὸ θέσφατον
644πυροφόρα δόμων ἔχρη,
645καλλιπόταμος ὕδατος ἵνατε
646νοτὶς ἐπέρχεται γύας,
647Δίρκας χλοηφόρους
648καὶ βαθυσπόρους γύας ·
649Βρόμιον ἔνθα τέκετο
650μάτηρ Διὸς γάμοισι,
651κισσὸς ὃν περιστεφὴς
652ἕλικος εὐθὺς ἔτι βρέφος
653χλοηφόροισιν ἔρνεσιν
654κατασκίοισιν ὀλβίσας ἐνώτισεν,
655Βάκχιον χόρευμα παρθένοισι Θηβαΐαισι
656καὶ γυναιξὶν εὐίοις.
657ἔνθα φόνιος ἦν δράκων
658Ἄρεος ὠμόφρων φύλαξ
659νάματ’ἔνυδρα καὶ ῥέεθρα
660χλοερὰ δεργμάτων κόραισι
661πολυπλάνοις ἐπισκοπῶν ·
662ὃν ἐπὶ χέρνιβας μολὼν
663Κάδμος ὄλεσε μαρμάρῳ ·
664κρᾶτα φόνιον ὀλεσίθηρος
665ὠλένας δικὼν βολαῖς,
666δίας ἀμάτορος δ’
669ἐς βαθυσπόρους γύας
668γαπετεῖς δικὼν
667ὀδόντας φραδαῖσιν ·
670ἔνθεν ἐξανῆκε γᾶ
671πάνοπλον ὄψιν ὑπὲρ ἄκρων
672ὅρων χθονός · σιδαρόφρων
673δέ νιν φόνος πάλιν ξυνῆψε γᾷ φίλᾳ.
674αἵματος δ’ἔδευσε γαῖαν, ἅ νιν εὐηλίοισι
675δεῖξεν αἰθέρος πνοαῖς.
676καὶ σέ, τὸν προμάτορος
677Ἰοῦς ποτ’ἔκγονον
678Ἔπαφον, ὦ Διὸς γένεθλον,
679 ἐκάλεσα βαρβάρῳ βοᾷ,
680ἰώ, βαρβάροις λιταῖς ·
681βᾶθι βᾶθι τάνδε γᾶν ·
682— σοί νιν ἔκγονοι κτίσαν
683καὶ διώνυμοι θεαί,
684Περσέφασσα καὶ φίλα
685Δαμάτηρ θεά,
686πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός,
687κτήσαντο — πέμπε πυρφόρους
688θεάς, ἄμυνε τᾷδε γᾷ ·
689πάντα δ’εὐπετῆ θεοῖς.
Ετεοκλης
Ετ.
Ετ.
690χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως
691Κρέοντ’, ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς,
692λέγων τάδ’, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς
693θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα,
694πρὶν ἐς μάχηντε καὶ δορὸς τάξιν μολεῖν.
695καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών ·
696ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντ’ἐμούς.
Κρεων
Κρ.
Κρ.
697ἦ πόλλ’ἐπῆλθον εἰσιδεῖν χρῄζων σ’, ἄναξ
698Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας
699φυλακάςτ’ἐπῆλθον σὸν δέμας θηρώμενος.
Ετεοκλης
Ετ.
Ετ.
700καὶ μὴν ἐγὼ σ’ἔχρῃζον εἰσιδεῖν, Κρέον ·
701πολλῷ γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς
702ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών.
Κρεων
Κρ.
Κρ.
703ἤκουσα μεῖζον αὐτὸν ἢ Θήβας φρονεῖν,
704κήδειτ’Ἀδράστου καὶ στρατῷ πεποιθότα.
705ἀλλ’ἐς θεοὺς χρὴ ταῦτ’ἀναρτήσαντ’ἔχειν ·
706ἃ δ’ἐμποδὼν μάλιστα, ταῦθ’ἥκω φράσων.
Ετεοκλης
Ετ.
Ετ.
707τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ.
Κρεων
Κρ.
Κρ.
708ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα.
Ετεοκλης
Ετ.
Ετ.
709λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον;
Κρεων
Κρ.
Κρ.
710μέλλειν
711 ἑλίξειν αὐτίκ’Ἀργείων στρατόν.
Ετεοκλης
Ετ.
Ετ.
712ἐξοιστέον τα- τἄρ’ὅπλα Καδμείων πόλει.
Κρεων
Κρ.
Κρ.
713ποῖ; μῶν νεάζων οὐχ ὁρᾷς ἃ χρή σ’ὁρᾶν;
Ετεοκλης
Ετ.
Ετ.
714ἐκτὸς τάφρων τῶνδ’, ὡς μαχουμένους τάχα.
Κρεων
Κρ.
Κρ.
715σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δ’ἄφθονοι.
Ετεοκλης
Ετ.
Ετ.
716ἐγω- ἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς.
Κρεων
Κρ.
Κρ.
717ἔχει τιν’ὄγκον τα- τἄργος Ἑλλήνων πάρα.
Ετεοκλης
Ετ.
Ετ.
718θάρσει · τάχ’αὐτῶν πεδίον ἐμπλήσω φόνου.
Κρεων
Κρ.
Κρ.
719θέλοιμ’ἄν · ἀλλὰ τοῦθ’ὁρῶ πολλοῦ πόνου.
Ετεοκλης
Ετ.
Ετ.
720ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν.
Κρεων
Κρ.
Κρ.
721καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία.
Ετεοκλης
Ετ.
Ετ.
722βούλῃ τράπωμαι δῆθ’ὁδοὺς ἄλλας τινάς;
Κρεων
Κρ.
Κρ.
723πάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν.
Ετεοκλης
Ετ.
Ετ.
724εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου;
Κρεων
Κρ.
Κρ.
725εἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν.
Ετεοκλης
Ετ.
Ετ.
726ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.
Κρεων
Κρ.
Κρ.
727ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας.
Ετεοκλης
Ετ.
Ετ.
728ἀλλ’ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ;
Κρεων
Κρ.
Κρ.
729ἔκπληξις ἂν γένοιτο · νικῆσαι δὲ δεῖ.
Ετεοκλης
Ετ.
Ετ.
730βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος.
Κρεων
Κρ.
Κρ.
731ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς.
Ετεοκλης
Ετ.
Ετ.
732τί δ’, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν;
Κρεων
Κρ.
Κρ.
733κα- κἀκεῖ πέφρακται λαὸς ἅρμασιν πέριξ.
Ετεοκλης
Ετ.
Ετ.
734τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν;
Κρεων
Κρ.
Κρ.
735μὴ δῆτα · βουλεύου δ’, ἐπείπερ εἶ σοφός.
Ετεοκλης
Ετ.
Ετ.
736τίς οὖν πρόνοια γίγνεται σοφωτέρα;
Κρεων
Κρ.
Κρ.
737ἕπτ’ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσ’ἐγώ —
Ετεοκλης
Ετ.
Ετ.
738τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ.
Κρεων
Κρ.
Κρ.
739† λόχων ἀνάσσειν † ἑπτὰ προσκεῖσθαι πύλαις.
Ετεοκλης
Ετ.
Ετ.
740τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ.
Κρεων
Κρ.
Κρ.
741ἕπτ’ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ.
Ετεοκλης
Ετ.
Ετ.
742λόχων ἀνάσσειν ἢ μονοστόλου δορός;
Κρεων
Κρ.
Κρ.
743λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι.
Ετεοκλης
Ετ.
Ετ.
744ξυνῆκ’· ἀμύνειν τειχέων προσαμβάσεις.
Κρεων
Κρ.
Κρ.
745καὶ ξυστρατήγους γ’· εἷς δ’ἀνὴρ οὐ πάνθ’ὁρᾷ.
Ετεοκλης
Ετ.
Ετ.
746θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίᾳ;
Κρεων
Κρ.
Κρ.
747ἀμφότερον · ἀπολειφθὲν γὰρ οὐδὲν τα- θάτερον.
Ετεοκλης
Ετ.
Ετ.
748ἔσται τάδ’· ἐλθὼν ἑπτάπυργον ἐς πόλιν
749τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις,
750ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς.
751ὄνομα δ’ἑκάστου διατριβὴ πολλὴ λέγειν,
752ἐχθρῶν ὑπ’αὐτοῖς τείχεσιν καθημένων.
753ἀλλ’εἶμ’, ὅπως ἂν μὴ καταργῶμεν χέρα.
754καί μοι γένοιτ’ἀδελφὸν ἀντήρη λαβεῖν
755καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορί.
756757
γάμους δ’ἀδελφῆς Ἀντιγόνης παιδόςτε σοῦ
758Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ,
759σοὶ χρὴ μέλεσθαι · τὴν δόσιν δ’ἐχέγγυον
760τὴν πρόσθε ποιῶ νῦν ἐπ’ἐξόδοις ἐμαῖς.
761μητρὸς δ’ἀδελφὸς εἶ · τί δεῖ μακρηγορεῖν;
762τρέφ’ἀξίως νιν σοῦτε τήντ’ἐμὴν χάριν.
763πατὴρ δ’ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει,
764ὄψιν τυφλώσας · οὐκ ἄγαν σφ’ἐπῄνεσα ·
765ἡμᾶς δ’ἀραῖσιν, ἢν τύχῃ, κατακτενεῖ.
766ἓν δ’ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον
767οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι,
768τοῦδ’ἐκπυθέσθαι ταῦτ’· ἐγὼ δὲ παῖδα σὸν
769Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον,
770λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον ·
771σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται,
772ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην
773ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν.
774πόλει δὲ καὶ σοὶ ταῦτ’ἐπισκήπτω, Κρέον ·
775ἤνπερ κρατήσῃ τα- τἀμά, Πολυνείκους νέκυν
776μήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί,
777θνῄσκειν δὲ τὸν θάψαντα, κα- κἂν φίλων τις ᾖ.
778779
ἐκφέρετε τεύχη πάνοπλάτ’ἀμφιβλήματα,
780ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορὸς
781ὁρμώμεθ’ἤδη ξὺν δίκῃ νικηφόρῳ.
782τῇ δ’Εὐλαβείᾳ, χρησιμωτάτῃ θεῶν,
783προσευχόμεσθα τήνδε διασῷσαι πόλιν.
Χορος
Χο.
Χο.
784ὦ πολύμοχθος Ἄρης, τί ποθ’αἵματι
785καὶ θανάτῳ κατέχῃ Βρομίου παράμουσος ἑορταῖς;
786οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥρας
787βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπῃ
788μοῦσαν, ἐν ᾇ χάριτες χοροποιοί,
789ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσας
790αἵματι Θήβας
791κῶμον ἀναυλότατον προχορεύεις.
792οὐ δ’ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δίνᾳ,
793ἅρμασι καὶ ψαλίων τετραβάμοσι μωνυχοπώλων
794ἱππείαις ἐπὶ χεύμασι βαίνων
795Ἰσμηνοῖο θοάζεις, Ἀργείοις ἐπιπνεύσας Σπαρτῶν γένναν,
796ἀσπιδοφέρμονα θίασον ἐνόπλιον,
797ἀντίπαλον κατὰ λάινα τείχεα
798χαλκῷ κοσμήσας.
799ἦ δεινά τις Ἔρις θεός, ἃ τάδε
800μήσατο πήματα γᾶς βασιλεῦσιν, Λαβδακίδαις πολυμόχθοις.
801ὦ ζαθέων πετάλων
802πολυθηρότατον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών,
803μήποτε τὸν θανάτῳ προτεθέντα, λόχευμ’Ἰοκάστας,
804ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων,
805χρυσοδέτοις περόναις ἐπίσαμον ·
806μη δὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν
807πένθεα γαίας
808Σφιγγὸς ἀμουσοτάταισι σὺν ᾠδαῖς,
809ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς
810τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς γένναν, ἃν ὁ κατὰ χθονὸς Ἅιδας
811Καδμείοις ἐπιπέμπει · δυσδαίμων δ’ἔρις ἄλλα
812θάλλει παίδων
813Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν.
814οὐ γὰρ ὃ μὴ καλὸν οὔποτ’ἔφυ καλόν,
815οὐ δ’οἱ μὴ νόμιμοι
816† παῖδες ματρὶ λόχευμα, μίασμα πατρός ·
817ἣ δὲ συναίμονος ἐς λέχος ἦλθεν. †
818[…]
819ἔτεκες, ὦ Γαῖ’, ἔτεκές ποτε,
820βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτ’ἐν οἴκοις, τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος
821γένναν ὀδοντοφυῆ, Θήβαις κάλλιστον ὄνειδος ·
822Ἁρμονίας δέ ποτ’εἰς ὑμεναίους
823ἤλυθον οὐρανίδαι, φόρμιγγίτε τείχεα Θήβας
824τᾶς Ἀμφιονίαςτε λύρας ὕπο πύργος ἀνέστα
825διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον,
826Δίρκα χλοεροτρόφον ᾇ πεδίον
827πρόπαρ Ἰσμηνοῦ καταδεύει ·
828ἰώθ’, ἁ κερόεσσα προμάτωρ,
829Καδμείων βασιλῆας ἐγείνατο,
830μυριάδας δ’ἀγαθῶν ἑτέροις
831ἑτέρας μεταμειβομένα πόλις ἅδ’ἐπ’ἄκροις ἕστακ’
832Ἀρηΐοις στεφάνοισιν.
Τειρεσιας
Τε.
Τε.
833ἡγοῦ πάροιθε, θύγατερ · ὡς τυφλῷ ποδὶ
835ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς ·
836δεῦρ’ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖσ’ἐμόν,
837πρόβαινε, μὴ σφαλῶμεν · ἀσθενὴς πατήρ ·
838κλήρουςτέ μοι φύλασσε παρθένῳ χερί,
839οὓς ἔλαβον οἰωνίσματ’ὀρνίθων μαθὼν
840θάκοισιν ἐν ἱεροῖσιν, οὗ μαντεύομαι.
841τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι
842πόση τις ἡ ’πίλοιπος ἄστεως ὁδὸς
843πρὸς πατέρα τὸν σόν · ὡς ἐμὸν κάμνει γόνυ,
844πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ.
Κρεων
Κρ.
Κρ.
845θάρσει · πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς
846ἐξώρμισαι σὸν πόδα · λαβοῦ δ’αὐτοῦ, τέκνον ·
847ὡς πᾶσ’ἀπήνη πούςτε πρεσβύτου φιλεῖ
848χειρὸς θυραίας ἀναμένειν κουφίσματα.
Τειρεσιας
Τε.
Τε.
849εἶεν, πάρεσμεν · τί με καλεῖς σπουδῇ, Κρέον;
Κρεων
Κρ.
Κρ.
850οὔπω λελήσμεθ’· ἀλλὰ σύλλεξαι σθένος
851καὶ πνεῦμ’ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ.
Τειρεσιας
Τε.
Τε.
852κόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο
853δεῦρ’ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας ·
854κα- κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός,
855οὗ καλλινίκους Κεκροπίδας ἔθηκ’ἐγώ ·
856καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾷς, ἔχω
857λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων.
Κρεων
Κρ.
Κρ.
858οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη ·
859ἐν γὰρ κλύδωνι κείμεθ’, ὥσπερ οἶσθα σύ,
860δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών.
861βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις
862ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα ·
863ἐμοὶ δ’ἐπέσταλκ’ἐκμαθεῖν σέθεν πάρα,
864τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν.
Τειρεσιας
Τε.
Τε.
865Ἐτεοκλέους μὲν οὕνεκ’ἂν κλῄσας στόμα
866χρησμοὺς ἐπέσχον · σοὶ δ’, ἐπεὶ χρῄζεις μαθεῖν,
867λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον,
868ἐξ οὗ ’τεκνώθη Λάιος βίᾳ θεῶν
869πόσιντ’ἔφυσε μητρὶ μέλεον Οἰδίπουν ·
870αἵθ’αἱματωποὶ δεργμάτων διαφθοραὶ
871θεῶν σόφισμα κα- κἀπίδειξις Ἑλλάδι.
872ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳ
873χρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι,
874ἥμαρτον ἀμαθῶς · οὔτε γὰρ γέρα πατρὶ
875οὔτ’ἔξοδον διδόντες, ἄνδρα δυστυχῆ
876ἐξηγρίωσαν · ἐκ δ’ἔπνευσ’αὐτοῖς ἀρὰς
877δεινάς, νοσῶντε καὶ πρὸς ἠτιμασμένος.
878ἁ- ἁγὼ τί οὐ δρῶν, ποῖα δ’οὐ λέγων ἔπη
879ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου;
880ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον ·
881πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες
882Ἀργεῖα καὶ Καδμεῖα μείξαντες βέλη
883πικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί.
884σύτ’ὦ τάλαινα συγκατασκάπτῃ πόλι,
885εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται.
886ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου
887μηδένα πολίτην μη δ’ἄνακτ’εἶναι χθονός,
888ὡς δαιμονῶντας κα- κἀνατρέψοντας πόλιν.
889ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τα- τἀγαθοῦ,
890μί’ἔστιν ἄλλη μηχανὴ σωτηρίας.
891ἀλλ’— οὐ γὰρ εἰπεῖν οὔτ’ἐμοὶ τόδ’ἀσφαλὲς
892πικρόντε τοῖσι τὴν τύχην κεκτημένοις
893πόλει παρασχεῖν φάρμακον σωτηρίας —
894ἄπειμι. χαίρεθ’· εἷς γὰρ ὢν πολλῶν μέτα
895τὸ μέλλον, εἰ χρή, πείσομαι · τί γὰρ πάθω;
Κρεων
Κρ.
Κρ.
896ἐπίσχες αὐτοῦ, πρέσβυ.
Τειρεσιας
Τε.
Τε.
896bμὴ ’πιλαμβάνου.
Κρεων
Κρ.
Κρ.
897μεῖνον, τί φεύγεις;
Τειρεσιας
Τε.
Τε.
897bἡ τύχη σ’, ἀλλ’οὐκ ἐγώ.
Κρεων
Κρ.
Κρ.
898φράσον πολίταις καὶ πόλει σωτηρίαν.
Τειρεσιας
Τε.
Τε.
899βούλῃ σὺ μέντοι κα- κοὐχὶ βουλήσῃ τάχα.
Κρεων
Κρ.
Κρ.
900καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω;
Τειρεσιας
Τε.
Τε.
901θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις;
Κρεων
Κρ.
Κρ.
902ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν;
Τειρεσιας
Τε.
Τε.
903κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων.
904πρῶτον δ’ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν,
905ποῦ ’στιν Μενοικεύς, ὅς με δεῦρ’ἐπήγαγεν;
Κρεων
Κρ.
Κρ.
906ὅδ’οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ.
Τειρεσιας
Τε.
Τε.
907ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς.
Κρεων
Κρ.
Κρ.
908ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται.
Τειρεσιας
Τε.
Τε.
909βούλῃ παρόντος δῆτά σοι τούτου φράσω;
Κρεων
Κρ.
Κρ.
910κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας.
Τειρεσιας
Τε.
Τε.
911ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν ·
912913
σφάξαι Μενοικέα τόνδε δεῖ σ’ὑπὲρ πάτρας,
914σὸν παῖδ’, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς.
Κρεων
Κρ.
Κρ.
915τί φῄς; τίν’εἶπας τόνδε μῦθον, ὦ γέρον;
Τειρεσιας
Τε.
Τε.
916ἅπερ πέφυκε, ταῦτα κα- κἀνάγκη σὲ δρᾶν.
Κρεων
Κρ.
Κρ.
917ὦ πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά.
Τειρεσιας
Τε.
Τε.
918σοί γ’, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια.
Κρεων
Κρ.
Κρ.
919οὐκ ἔκλυον, οὐκ ἤκουσα · χαιρέτω πόλις.
Τειρεσιας
Τε.
Τε.
920ἁνὴρ ὅδ’οὐκέθ’αὑτός · ἐκνεύει πάλιν.
Κρεων
Κρ.
Κρ.
921χαίρων ἴθ’· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων.
Τειρεσιας
Τε.
Τε.
922ἀπόλωλεν ἡ ἀλήθει’, ἐπεὶ σὺ δυστυχεῖς;
Κρεων
Κρ.
Κρ.
923ὦ πρός σε γονάτων καὶ γερασμίου τριχὸς —
Τειρεσιας
Τε.
Τε.
924τί προσπίτνεις με; δυσφύλακτ’αἰτῇ κακά.
Κρεων
Κρ.
Κρ.
925σίγα · πόλει δὲ τούσδε μὴ λέξῃς λόγους.
Τειρεσιας
Τε.
Τε.
926ἀδικεῖν κελεύεις μ’· οὐ σιωπήσαιμεν ἄν.
Κρεων
Κρ.
Κρ.
927τί δή με δράσεις; παῖδά μου κατακτενεῖς;
Τειρεσιας
Τε.
Τε.
928ἄλλοις μελήσει ταῦτ’, ἐμοὶ δ’εἰρήσεται.
Κρεων
Κρ.
Κρ.
929ἐκ τοῦ δ’ἐμοὶ τόδ’ἦλθε καὶ τέκνῳ κακόν;
Τειρεσιας
Τε.
Τε.
930ὀρθῶς μ’ἐρωτᾷς κα- κεἰς ἀγῶν’ἔρχῃ λόγων.
931δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς
932ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος,
933σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰς
934Κάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων,
935ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον.
936καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθ’Ἄρη.
937χθὼν δ’ἀντὶ καρποῦ καρπὸν ἀντίθ’αἵματος
938αἷμ’ἢν λάβῃ βρότειον, ἕξετ’εὐμενῆ
939γῆν, ἥ ποθ’ἡμῖν χρυσοπήληκα στάχυν
940σπαρτῶν ἀνῆκεν · ἐκ γένους δὲ δεῖ θανεῖν
941τοῦδ’, ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς.
942σὺ δ’ἐνθάδ’ἡμῖν λοιπὸς εἶ σπαρτῶν γένους
943ἀκέραιος, ἔκτε μητρὸς ἀρσένωντ’ἄπο,
944οἱ σοίτε παῖδες. Αἵμονος μὲν οὖν γάμοι
945σφαγὰς ἀπείργουσ’. οὐ γάρ ἐστιν ᾔθεος ·
946κα- κεἰ μὴ γὰρ εὐνῆς ἥψατ’, ἀλλ’ἔχει λέχος.
947οὗτος δὲ πῶλος τῇδ’ἀνειμένος πόλει
948θανὼν πατρῴαν γαῖαν ἐκσώσειεν ἄν.
949πικρὸν δ’Ἀδράστῳ νόστον Ἀργείοισίτε
950θήσει, μέλαιναν κῆρ’ἐπ’ὄμμασιν βαλών,
951κλεινάςτε Θήβας. τοῖνδ’ἑλοῦ δυοῖν πότμοιν
952τὸν ἕτερον · ἢ γὰρ παῖδα σῷσον ἢ πόλιν.
953τὰ μὲν παρ’ἡμῶν πάντ’ἔχεις · ἡγοῦ, τέκνον,
954πρὸς οἶκον. ὅστις δ’ἐμπύρῳ χρῆται τέχνῃ,
955μάταιος · ἢν μὲν ἐχθρὰ σημήνας τύχῃ,
956πικρὸς καθέστηχ’οἷς ἂν οἰωνοσκοπῇ ·
957ψευδῆ δ’ὑπ’οἴκτου τοῖσι χρωμένοις λέγων
958ἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνον
959χρῆν θεσπιῳδεῖν, ὃς δέδοικεν οὐδένα.
Χορος
Χο.
Χο.
960Κρέον, τί σιγᾷς γῆρυν ἄφθογγον σχάσας;
961κα- κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα.
Κρεων
Κρ.
Κρ.
962τί δ’ἄν τις εἴποι; δῆλον οἵ γ’ἐμοὶ λόγοι.
963ἐγὼ γὰρ οὔποτ’ἐς τόδ’εἶμι συμφορᾶς,
964ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει.
965πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος,
966οὐ δ’ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν.
967μή μ’εὐλογείτω τα- τἀμά τις κτείνων τέκνα.
968αὐτὸς δ’— ἐν ὡραίῳ γὰρ ἕσταμεν βίου —
969θνῄσκειν ἕτοιμος πατρίδος ἐκλυτήριον.
970ἀλλ’εἶα, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν,
971ἀκόλαστ’ἐάσας μάντεων θεσπίσματα,
972φεῦγ’ὡς τάχιστα τῆσδ’ἀπαλλαχθεὶς χθονός ·
973λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε,
974975
κα- κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία ·
976ἢν δ’ὑστερήσῃς, οἰχόμεσθα, κατθανῇ.
Μενοικευς
Με.
Με.
977ποῖ δῆτα φεύγω; τίνα πόλιν; τίνα ξένων;
Κρεων
Κρ.
Κρ.
978ὅπου χθονὸς τῆσδ’ἐκποδὼν μάλιστ’ἔσῃ.
Μενοικευς
Με.
Με.
979οὐκοῦν σὲ φράζειν εἰκός, ἐκπονεῖν δ’ἐμέ.
Κρεων
Κρ.
Κρ.
980Δελφοὺς περάσας —
Μενοικευς
Με.
Με.
980bποῖ με χρή, πάτερ, μολεῖν;
Κρεων
Κρ.
Κρ.
981Αἰτωλίδ’ἐς γῆν.
Μενοικευς
Με.
Με.
981bἐκ δὲ τῆσδε ποῖ περῶ;
Κρεων
Κρ.
Κρ.
982Θεσπρωτὸν οὖδας.
Μενοικευς
Με.
Με.
982bσεμνὰ Δωδώνης βάθρα;
Κρεων
Κρ.
Κρ.
983ἔγνως.
Μενοικευς
Με.
Με.
983bτί δὴ τόδ’ἔρυμά μοι γενήσεται;
Κρεων
Κρ.
Κρ.
984πόμπιμος ὁ δαίμων.
Μενοικευς
Με.
Με.
984bχρημάτων δὲ τίς πόρος;
Κρεων
Κρ.
Κρ.
985ἐγὼ πορεύσω χρυσόν.
Μενοικευς
Με.
Με.
985bεὖ λέγεις, πάτερ.
986χώρει νυν · ὡς σὴν πρὸς κασιγνήτην μολών,
987ἧς πρῶτα μαστὸν εἵλκυσ’, Ἰοκάστην λέγω,
988μητρὸς στερηθεὶς ὀρφανόςτ’ἀποζυγείς —
989990
ἀλλ’εἶα, χώρει · μὴ τὸ σὸν κωλυέτω. —
991γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον,
992κλέψας λόγοισιν, ὥσθ’ἃ βούλομαι τυχεῖν ·
993ὅς μ’ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης,
994καὶ δειλίᾳ δίδωσι. καὶ συγγνωστὰ μὲν
995γέροντι, το- τοὐμὸν δ’οὐχὶ συγγνώμην ἔχει,
996προδότην γενέσθαι πατρίδος ἥ μ’ἐγείνατο.
997ὡς οὖν ἂν εἰδῆτ’, εἶμι καὶ σῴσω πόλιν
998ψυχήντε δώσω τῆσδ’ὑπερθανεῖν χθονός.
999αἰσχρὸν γάρ · οἱ μὲν θεσφάτων ἐλεύθεροι
1000κα- κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι
1001στάντες παρ’ἀσπίδ’οὐκ ὀκνήσουσιν θανεῖν,
1002πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ ·
1003ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς
1004πόλιντ’ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς
1005ἄπειμ’· ὅπου δ’ἂν ζῶ, κακὸς φανήσομαι.
1006μὰ τὸν μετ’ἄστρων Ζῆν’Ἄρητε φοίνιον,
1007ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ
1008Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο.
1009ἀλλ’εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων
1010σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ
1011δράκοντος, ἔνθ’ὁ μάντις ἐξηγήσατο,
1012ἐλευθερώσω γαῖαν · εἴρηται λόγος.
1013στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλει
1014δώσων, νόσου δὲ τήνδ’ἀπαλλάξω χθόνα.
1015εἰ γὰρ λαβὼν ἕκαστος ὅ τι δύναιτό τις
1016χρηστὸν διέλθοι τοῦτο κα- κἀς κοινὸν φέροι
1017πατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνων
1018πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.
Χορος
Χο.
Χο.
1019ἔβας ἔβας,
1020ὦ πτεροῦσσα, γᾶς λόχευμα νερτέρουτ’Ἐχίδνας,
1021Καδμείων ἁρπαγά,
1022πολύφθορος πολύστονος
1023μειξοπάρθενος,
1024δάιον τέρας,
1025φοιτάσι πτεροῖς χαλαῖσίτ’ὠμοσίτοις ·
1026Διρκαίων ἅ ποτ’ἐκ
1027τόπων νέους πεδαίρουσ’
1028ἄλυρον ἀμφὶ μοῦσαν
1029ὀλομέναντ’Ἐρινὺν
1030ἔφερες ἔφερες ἄχεα πατρίδι
1031φόνια · φόνιος ἐκ θεῶν
1032ὃς τάδ’ἦν ὁ πράξας.
1033ἰάλεμοι δὲ ματέρων,
1034ἰάλεμοι δὲ παρθένων
1035ἐστέναζον οἴκοις ·
1036ἰηιήιον βοάν,
1037ἰηιήιον μέλος,
1038ἄλλος ἄλλ’ἐπωτότυζε
1039διαδοχαῖς ἀνὰ πτόλιν.
1040βροντᾷ δὲ στεναγμὸς ἀχάτ’ἦν ὅμοιος,
1041ὁπότε πόλεος ἀφανίσειεν
1042ἁ πτεροῦσσα παρθένος τιν’ἀνδρῶν.
1043χρόνῳ δ’ἔβα
1044Πυθίαις ἀποστολαῖσιν
1045Οἰδίπους ὁ τλάμων Θηβαίαν τάνδε γᾶν
1046τότ’ἀσμένοις, πάλιν δ’ἄχη ·
1047ματρὶ γὰρ γάμους
1048δυσγάμους τάλας
1049καλλίνικος ὢν
1050αἰνιγμάτων συνάπτει, μιαίνει δὲ πτόλιν ·
1051δι’αἱμάτων δ’ἀμείβει
1052μυσαρὸν εἰς ἀγῶνα
1053καταβαλὼν ἀραῖσι
1054τέκεα μέλεος. ἀγάμεθ’ἀγάμεθ’,
1055ὃς ἐπὶ θάνατον οἴχεται
1056γᾶς ὑπὲρ πατρῴας,
1057Κρέοντι μὲν λιπὼν γόους,
1058τὰ δ’ἑπτάπυργα κλῇθρα γᾶς
1059καλλίνικα θήσων.
1060γενοίμεθ’ὧδε ματέρες
1061γενοίμεθ’εὔτεκνοι, φίλα
1062Παλλάς, ἃ δράκοντος αἷμα
1063λιθόβολον κατειργάσω,
1064Καδμείαν μέριμναν
1065ὁρμήσασ’ἐπ’ἔργον, ὅθεν ἐπέσυτο τάνδε γαῖαν
1066ἁρπαγαῖσι δαιμόνων τις ἄτα.
Αγγελος
Αγ.
Αγ.
1067ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ;
1068ἀνοίγετ’· ἐκπορεύετ’Ἰοκάστην δόμων.
1069ὠὴ μάλ’αὖθις · διὰ μακροῦ μέν, ἀλλ’ὅμως
1070ἔξελθ’, ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ,
1071λήξασ’ὀδυρμῶν πενθίμωντε δακρύων.
Ιοκαστη
Ιο.
Ιο.
1072ὦ φίλτατ’, οὔ που ξυμφορὰν ἥκεις φέρων
1073Ἐτεοκλέους θανόντος, οὗ παρ’ἀσπίδα
1074βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη;
10751076
τέθνηκεν ἢ ζῇ παῖς ἐμός; σήμαινέ μοι.
Αγγελος
Αγ.
Αγ.
1077ζῇ, μὴ τρέσῃς τόδ’, ὥς σ’ἀπαλλάξω φόβου.
Ιοκαστη
Ιο.
Ιο.
1078τί δ’; ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί;
Αγγελος
Αγ.
Αγ.
1079ἑστᾶσ’ἄθραυστοι, κα- κοὐκ ἀνήρπασται πόλις.
Ιοκαστη
Ιο.
Ιο.
1080ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός;
Αγγελος
Αγ.
Αγ.
1081ἀκμήν γ’ἐπ’αὐτήν · ἀλλ’ὁ Καδμείων Ἄρης
1082κρείσσων κατέστη τοῦ Μυκηναίου δορός.
Ιοκαστη
Ιο.
Ιο.
1083ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέρι
1084οἶσθ’· ὡς μέλει μοι καὶ τόδ’, εἰ λεύσσει φάος.
Αγγελος
Αγ.
Αγ.
1085ζῇ σοι ξυνωρὶς ἐς τόδ’ἡμέρας τέκνων.
Ιοκαστη
Ιο.
Ιο.
1086εὐδαιμονοίης. πῶς γὰρ Ἀργείων δόρυ
1087πυλῶν ἀπεστήσασθε πυργηρούμενοι;
1088λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγας
1089ἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσῳσμένης.
Αγγελος
Αγ.
Αγ.
1090ἐπεὶ Κρέοντος παῖς ὁ γῆς ὑπερθανὼν
1091πύργων ἐπ’ἄκρων στὰς μελάνδετον ξίφος
1092λαιμῶν διῆκε τῇδε γῇ σωτήριον,
1093λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέτας
1094πύλας ἐφ’ἑπτά, φύλακας Ἀργείου δορός,
1095σὸς παῖς, ἐφέδρους δ’ἱππότας μὲν ἱππόταις
1096ἔταξ’, ὁπλίτας δ’ἀσπιδηφόροις ἔπι,
1097ὡς τῷ νοσοῦντι τειχέων εἴη δορὸς
1098ἀλκὴ δι’ὀλίγου. περγάμων δ’ἀπ’ὀρθίων
1099λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν
1100Τευμησὸν ἐκλιπόντα, καὶ τάφρου πέλας
1101δρόμῳ ξυνῆψαν ἄστυ Καδμείας χθονός.
1102παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ
1103ἐκεῖθεν ἔκτε τειχέων ἡμῶν πάρα.
1104καὶ πρῶτα μὲν προσῆγε Νηίταις πύλαις
1105λόχον πυκναῖσιν ἀσπίσιν πεφρικότα
1106ὁ τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος,
1107ἐπίσημ’ἔχων οἰκεῖον ἐν μέσῳ σάκει,
1108ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρον
1109χειρουμένην Αἰτωλόν. ἐς δὲ Προιτίδας
1110πύλας ἐχώρει σφάγι’ἔχων ἐφ’ἅρματι
1111ὁ μάντις Ἀμφιάραος, οὐ σημεῖ’ἔχων
1112ὑβρισμέν’, ἀλλὰ σωφρόνως ἄσημ’ὅπλα.
1113Ὠγύγια δ’ἐς πυλώμαθ’Ἱππομέδων ἄναξ
1114ἔστειχ’ἔχων σημεῖον ἐν μέσῳ σάκει
1115στικτοῖς Πανόπτην ὄμμασιν δεδορκότα,
1116τὰ μὲν σὺν ἄστρων ἐπιτολαῖσιν ὄμματα
1117βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα,
1118ὡς ὕστερον θανόντος εἰσορᾶν παρῆν.
1119Ὁμολωίσιν δὲ τάξιν εἶχε πρὸς πύλαις
1120Τυδεύς, λέοντος δέρος ἔχων ἐπ’ἀσπίδι
1121χαίτῃ πεφρικός · δεξιᾷ δὲ λαμπάδα
1122Τιτὰν Προμηθεὺς ἔφερεν ὡς πρήσων πόλιν.
1123ὁ σὸς δὲ Κρηναίαισι Πολυνείκης πύλαις
1124Ἄρη προσῆγε · Ποτνιάδες δ’ἐπ’ἀσπίδι
1125ἐπίσημα πῶλοι δρομάδες ἐσκίρτων φόβῳ,
1126εὖ πως στρόφιγξιν ἔνδοθεν κυκλούμεναι
1127πόρπαχ’ὑπ’αὐτόν, ὥστε μαίνεσθαι δοκεῖν.
1128ὁ δ’οὐκ ἔλασσον Ἄρεος ἐς μάχην φρονῶν
1129Καπανεὺς προσῆγε λόχον ἐπ’Ἠλέκτραις πύλαις ·
1130σιδηρονώτοις δ’ἀσπίδος τύποις ἐπῆν
1131γίγας ἐπ’ὤμοις γηγενὴς ὅλην πόλιν
1132φέρων μοχλοῖσιν ἐξανασπάσας βάθρων,
1133ὑπόνοιαν ἡμῖν οἷα πείσεται πόλις.
1134ταῖς δ’ἑβδόμαις Ἄδραστος ἐν πύλαισιν ἦν,
1135ἑκατὸν ἐχίδναις ἀσπίδ’ἐκπληρῶν γραφῇ,
11361137
Ἀργεῖον αὔχημ’· ἐκ δὲ τειχέων μέσων
1138δράκοντες ἔφερον τέκνα Καδμείων γνάθοις.
1139παρῆν δ’ἑκάστου τῶνδέ μοι θεάματα
1140ξύνθημα παρφέροντι ποιμέσιν λόχων.
1141καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις
1142ἐμαρνάμεσθα σφενδόναιςθ’ἑκηβόλοις
1143πετρῶντ’ἀραγμοῖς · ὡς δ’ἐνικῶμεν μάχῃ,
1144ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος ·
1145ὦ τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς,
1146τί μέλλετ’ἄρδην πάντες ἐμπίπτειν πύλαις,
1147γυμνῆτες ἱππῆς ἁρμάτωντ’ἐπιστάται;
1148ἠχῆς δ’ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν ·
1149πολλοὶ δ’ἔπιπτον κρᾶτας αἱματούμενοι,
1150ἡμῶντ’ἐς οὖδας εἶδες ἂν πρὸ τειχέων
1151πυκνοὺς κυβιστητῆρας ἐκπεπνευκότας ·
1152ξηρὰν δ’ἔδευον γαῖαν αἵματος ῥοαῖς.
1153ὁ δ’Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος
1154τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾷ
1155πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν ·
1156ἀλλ’ἔσχε μαργῶντ’αὐτὸν ἐναλίου θεοῦ
1157Περικλύμενος παῖς λᾶαν ἐμβαλὼν κάρᾳ
1158ἁμαξοπληθῆ, γεῖσ’ἐπάλξεων ἄπο ·
1159ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰς
1160ἔρρηξεν ὀστέων, ἄρτι δ’οἰνωπὸν γένυν
1161καθῃμάτωσεν · οὐ δ’ἀποίσεται βίον
1162τῇ καλλιτόξῳ μητρὶ Μαινάλου κόρῃ.
1163ἐπεὶ δὲ τάσδ’ἐσεῖδεν εὐτυχεῖς πύλας,
1164ἄλλας ἐπῄει παῖς σός, εἱπόμην δ’ἐγώ.
1165ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺς
1166Αἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμα
1167πύργων ἀκοντίζοντας, ὥστ’ἐπάλξεων
1168λιπεῖν ἐρίπνας φυγάδας · ἀλλά νιν πάλιν
1169κυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται,
1170πύργοις δ’ἐπέστησ’αὖθις. ἐς δ’ἄλλας πύλας
1171ἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν.
1172Καπανεὺς δὲ πῶς εἴποιμ’ἂν ὡς ἐμαίνετο;
1173μακραύχενος γὰρ κλίμακος προσαμβάσεις
1174ἔχων ἐχώρει, καὶ τοσόνδ’ἐκόμπασε,
1175μη δ’ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸς
1176τὸ μὴ οὐ κατ’ἄκρων περγάμων ἑλεῖν πόλιν.
1177καὶ ταῦθ’ἅμ’ἠγόρευε καὶ πετρούμενος
1178ἀνεῖρφ’ὑπ’αὐτὴν ἀσπίδ’εἱλίξας δέμας,
1179κλίμακος ἀμείβων ξέστ’ἐνηλάτων βάθρα.
1180ἤδη δ’ὑπερβαίνοντα γεῖσα τειχέων
1181βάλλει κεραυνῷ Ζεύς νιν · ἐκτύπησε δὲ
1182χθών, ὥστε δεῖσαι πάντας · ἐκ δὲ κλιμάκων
11831184
1185
1186
εἱλίσσετ’· ἐς γῆν δ’ἔμπυρος πίπτει νεκρός.
1187ὡς δ’εἶδ’Ἄδραστος Ζῆνα πολέμιον στρατῷ,
1188ἔξω τάφρου καθῖσεν Ἀργείων στρατόν.
1189οἱ δ’αὖ παρ’ἡμῶν δεξιὸν Διὸς τέρας
1190ἰδόντες ἐξήλαυνον ἁρμάτων ὄχους
1191ἱππῆς ὁπλῖται, κα- κἀς μέσ’Ἀργείων ὅπλα
1192συνῆψαν ἔγχη · πάντα δ’ἦν ὁμοῦ κακά ·
1193ἔθνῃσκον ἐξέπιπτον ἀντύγων ἄπο,
1194τροχοίτ’ἐπήδων ἄξονέςτ’ἐπ’ἄξοσι,
1195νεκροὶ δὲ νεκροῖς ἐξεσωρεύονθ’ὁμοῦ.
1196πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰς
1197ἐς τὴν παροῦσαν ἡμέραν · εἰ δ’εὐτυχὴς
1198ἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει ·
1199καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσῳσέ τις.
Χορος
Χο.
Χο.
1200καλὸν τὸ νικᾶν · εἰ δ’ἀμείνον’οἱ θεοὶ
1201γνώμην ἔχουσιν — εὐτυχὴς εἴην ἐγώ.
Ιοκαστη
Ιο.
Ιο.
1202καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει ·
1203παῖδέςτε γάρ μοι ζῶσι κα- κἀκπέφευγε γῆ.
1204Κρέων δ’ἔοικε τῶν ἐμῶν νυμφευμάτων
1205τῶντ’Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν,
1206παιδὸς στερηθείς, τῇ πόλει μὲν εὐτυχῶς,
1207ἰδίᾳ δὲ λυπρῶς. ἀλλ’ἄνελθέ μοι πάλιν,
1208τί τα- τἀπὶ τούτοις παῖδ’ἐμὼ δρασείετον.
Αγγελος
Αγ.
Αγ.
1209ἔα τὰ λοιπά · δεῦρ’ἀεὶ γὰρ εὐτυχεῖς.
Ιοκαστη
Ιο.
Ιο.
1210τοῦτ’εἰς ὕποπτον εἶπας · οὐκ ἐατέον.
Αγγελος
Αγ.
Αγ.
1211μεῖζον τί χρῄζεις παῖδας ἢ σεσῳσμένους;
Ιοκαστη
Ιο.
Ιο.
1212καὶ τα- τἀπίλοιπά γ’εἰ καλῶς πράσσω κλύειν.
Αγγελος
Αγ.
Αγ.
1213μέθες μ’· ἔρημος παῖς ὑπασπιστοῦ σέθεν.
Ιοκαστη
Ιο.
Ιο.
1214κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότῳ.
Αγγελος
Αγ.
Αγ.
1215κα- κοὐκ ἄν γε λέξαιμ’ἐπ’ἀγαθοῖσι σοῖς κακά.
Ιοκαστη
Ιο.
Ιο.
1216ἢν μή γε φεύγων ἐκφύγῃς πρὸς αἰθέρα.
Αγγελος
Αγ.
Αγ.
1217αἰαῖ · τί μ’οὐκ εἴασας ἐξ εὐαγγέλου
1218φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά;
1219τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα
1220αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ,
1221λέξαντες Ἀργείοισι Καδμείοισίτε
1222ἐς κοινὸν οἷον μήποτ’ὤφελον λόγον.
1223Ἐτεοκλέης δ’ὑπῆρξ’ἀπ’ὀρθίου σταθεὶς
1224πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ ·
12251226
Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετ’ἐνθάδε,
1227Κάδμουτε λαός, μήτε Πολυνείκους χάριν
1228ψυχὰς ἀπεμπολᾶτε μήθ’ἡμῶν ὕπερ.
1229ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς
1230μόνος συνάψω συγγόνῳ τω- τὠμῷ μάχην ·
1231κα- κἂν μὲν κτάνω τόνδ’, οἶκον οἰκήσω μόνος,
1232ἡσσώμενος δὲ τῷδε παραδώσω μόνῳ ·
1233ὑμεῖς δ’ἀγῶν’ἀφέντες, Ἀργεῖοι, χθόνα
1234νίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε,
1235Σπαρτῶντε λαὸς ἅλις ὅσος κεῖται νεκρός.
1236τοσαῦτ’ἔλεξε · σὸς δὲ Πολυνείκης γόνος
1237ἐκ τάξεων ὤρουσε κα- κἀπῄνει λόγους.
1238πάντες δ’ἐπερρόθησαν Ἀργεῖοι τάδε
1239Κάδμουτε λαὸς ὡς δίκαι’ἡγούμενοι.
1240ἐπὶ τοῖσδε δ’ἐσπείσαντο, κα- κἀν μεταιχμίοις
1241ὅρκους συνῆψαν ἐμμενεῖν στρατηλάται.
1242ἤδη δ’ἔκρυπτον σῶμα παγχάλκοις ὅπλοις
1243δισσοὶ γέροντος Οἰδίπου νεανίαι ·
1244φίλοι δ’ἐκόσμουν, τῆσδε μὲν πρόμον χθονὸς
1245Σπαρτῶν ἀριστῆς, τὸν δὲ Δαναϊδῶν ἄκροι.
1246ἔσταν δὲ λαμπρὼ χρῶμάτ’οὐκ ἠλλαξάτην
1247μαργῶντ’ἐπ’ἀλλήλοισιν ἱέναι δόρυ.
1248παρεξιόντες δ’ἄλλος ἄλλοθεν φίλων
1249λόγοις ἐθάρσυνόντε κα- κἀξηύδων τάδε ·
1250Πολύνεικες, ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέτας
1251τρόπαιον Ἄργειτ’εὐκλεᾶ δοῦναι λόγον ·
1252Ἐτεοκλέα δ’αὖ · νῦν πόλεως ὑπερμαχεῖς,
1253νῦν καλλίνικος γενόμενος σκήπτρων κρατεῖς.
1254τάδ’ἠγόρευον παρακαλοῦντες ἐς μάχην.
1255μάντεις δὲ μῆλ’ἔσφαζον, ἐμπύρουςτ’ἀκμὰς
1256ῥήξειςτ’ἐνώμων ὑγρότητ’ἐναντίαν
1257ἄκραντε λαμπάδ’, ἣ δυοῖν ὅρους ἔχει,
1258νίκηςτε σῆμα καὶ τὸ τῶν ἡσσωμένων.
1259ἀλλ’, εἴ τιν’ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγους
1260ἢ φίλτρ’ἐπῳδῶν, στεῖχ’, ἐρήτυσον τέκνα
1261δεινῆς ἁμίλλης · ὡς ὁ κίνδυνος μέγας ·
1262κα- κἄπαθλα δεινὰ δάκρυά σοι γενήσεται
1263δισσοῖν στερείσῃ τῇδ’ἐν ἡμέρᾳ τέκνοιν.
Ιοκαστη
Ιο.
Ιο.
1264ὦ τέκνον ἔξελθ’Ἀντιγόνη δόμων πάρος ·
1265οὐκ ἐν χορείαις οὐ δὲ παρθενεύμασι
1266νῦν σοι προχωρεῖ δαιμόνων κατάστασις,
1267ἀλλ’ἄνδρ’ἀρίστω καὶ κασιγνήτω σέθεν
1268ἐς θάνατον ἐκνεύοντε κωλῦσαί σε δεῖ
1269ξὺν μητρὶ τῇ σῇ μὴ πρὸς ἀλλήλοιν θανεῖν.
Αντιγονη
Αν.
Αν.
1270τίν’, ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέαν
1271φίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος;
Ιοκαστη
Ιο.
Ιο.
1272ὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος.
Αντιγονη
Αν.
Αν.
1273πῶς εἶπας;
Ιοκαστη
Ιο.
Ιο.
1273bαἰχμὴν ἐς μίαν καθέστατον.
Αντιγονη
Αν.
Αν.
1274οἲ ’γώ, τί λέξεις, μῆτερ;
Ιοκαστη
Ιο.
Ιο.
1274bοὐ φίλ’, ἀλλ’ἕπου.
Αντιγονη
Αν.
Αν.
1275ποῖ, παρθενῶνας ἐκλιποῦσ’;
Ιοκαστη
Ιο.
Ιο.
1275bἀνὰ στρατόν.
Αντιγονη
Αν.
Αν.
1276αἰδούμεθ’ὄχλον.
Ιοκαστη
Ιο.
Ιο.
1276bοὐκ ἐν αἰσχύνῃ τὰ σά.
Αντιγονη
Αν.
Αν.
1277δράσω δὲ δὴ τί;
Ιοκαστη
Ιο.
Ιο.
1277bσυγγόνων λύσεις ἔριν.
Αντιγονη
Αν.
Αν.
1278τί δρῶσα, μῆτερ;
Ιοκαστη
Ιο.
Ιο.
1278bπροσπίτνουσ’ἐμοῦ μέτα.
Αντιγονη
Αν.
Αν.
1279ἡγοῦ σὺ πρὸς μεταίχμι’· οὐ μελλητέον.
Ιοκαστη
Ιο.
Ιο.
1280ἔπειγ’ἔπειγε, θύγατερ · ὡς, ἢν μὲν φθάσω
1281παῖδας πρὸ λόγχης, ὁ- οὑμὸς ἐν φάει βίος ·
1283θανοῦσι δ’αὐτοῖς συνθανοῦσα κείσομαι.
Χορος
Χο.
Χο.
1284αἰαῖ αἰαῖ, τρομερὰν φρίκᾳ
1285τρομερὰν φρέν’ἔχω · διὰ σάρκα δ’ἐμὰν
1286ἔλεος ἔλεος ἔμολε
1287ματέρος δειλαίας.
1288δίδυμα τέκεα πότερος ἄρα
1289πότερον αἱμάξει —
1290ἰώ μοι πόνων, ἰὼ Ζεῦ, ἰὼ γᾶ —
1291ὁμογενῆ δέραν, ὁμογενῆ ψυχὰν
1292δι’ἀσπίδων, δι’αἱμάτων;
1294τάλαιν’ἐγὼ τάλαινα,
1295πότερον ἄρα νέκυν ὀλόμενον ἰαχήσω;
1296φεῦ δᾶ φεῦ δᾶ, δίδυμοι θῆρες,
1297φόνιαι ψυχαὶ δορὶ παλλόμεναι
1298πέσεα πέσεα δάι’
1299αὐτίχ’αἱμάξετον.
1300τάλανες, ὅ τι ποτὲ μονομάχον
1301ἐπὶ φρέν’ἠλθέτην,
1302βοᾷ βαρβάρῳ στενακτὰν ἰαχὰν
1303μελομέναν νεκροῖς δάκρυσι θρηνήσω.
1304σχεδὸν τύχα πέλας φόνου ·
1305κρινεῖ φάος τὸ μέλλον.
1306ἄποτμος ἄποτμος ὁ φόνος ἕνεκ’Ἐρινύων.
1307ἀλλὰ γὰρ Κρέοντα λεύσσω τόνδε δεῦρο συννεφῆ
1308πρὸς δόμους στείχοντα, παύσω τοὺς παρεστῶτας γόους.
Κρεων
Κρ.
Κρ.
1310οἴμοι, τί δράσω; πότερ’ἐμαυτὸν ἢ πόλιν
1311στένω δακρύσας, ἣν πέριξ ἔχει νέφος
13121313
ἐμόςτε γὰρ παῖς γῆς ὄλωλ’ὑπερθανών,
1314το- τοὔνομα λαβὼν γενναῖον, ἀνιαρὸν δ’ἐμοί ·
1315ὃν ἄρτι κρημνῶν ἐκ δρακοντείων ἑλὼν
1316αὐτοσφαγῆ δύστηνος ἐκόμισ’ἐν χεροῖν,
1317βοᾷ δὲ δῶμα πᾶν · ἐγὼ δ’ἥκω μέτα
1318γέρων ἀδελφὴν γραῖαν Ἰοκάστην, ὅπως
1319λούσῃ προθῆταίτ’οὐκέτ’ὄντα παῖδ’ἐμόν.
1320τοῖς γὰρ θανοῦσι χρὴ τὸν οὐ τεθνηκότα
1321τιμὰς διδόντα χθόνιον εὐσεβεῖν θεόν.
Χορος
Χο.
Χο.
1322βέβηκ’ἀδελφὴ σή, Κρέων, ἔξω δόμων
1323κόρητε μητρὸς Ἀντιγόνη κοινῷ ποδί.
Κρεων
Κρ.
Κρ.
1324ποῖ; κα- κἀπὶ ποίαν συμφοράν; σήμαινέ μοι.
Χορος
Χο.
Χο.
1325ἤκουσε τέκνα μονομάχῳ μέλλειν δορὶ
1326ἐς ἀσπίδ’ἥξειν βασιλικῶν δόμων ὕπερ.
Κρεων
Κρ.
Κρ.
1327πῶς φῄς; νέκυν τοι παιδὸς ἀγαπάζων ἐμοῦ
1328οὐκ ἐς τόδ’ἦλθον ὥστε καὶ τάδ’εἰδέναι.
Χορος
Χο.
Χο.
1329ἀλλ’οἴχεται μὲν σὴ κασιγνήτη πάλαι ·
1330δοκῶ δ’ἀγῶνα τὸν περὶ ψυχῆς, Κρέον,
1331ἤδη πεπρᾶχθαι παισὶ τοῖσιν Οἰδίπου.
Κρεων
Κρ.
Κρ.
1332οἴμοι, τὸ μὲν σημεῖον εἰσορῶ τόδε,
1333σκυθρωπὸν ὄμμα καὶ πρόσωπον ἀγγέλου
1334στείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον.
Αγγελος
Αγ.
Αγ.
1335ὦ τάλας ἐγώ, τίν’εἴπω μῦθον ἢ τίνας γόους;
Κρεων
Κρ.
Κρ.
1336οἰχόμεσθ’· οὐκ εὐπροσώποις φροιμίοις ἄρχῃ λόγου.
Αγγελος
Αγ.
Αγ.
1337ὦ τάλας, δισσῶς ἀυτῶ · μεγάλα γὰρ φέρω κακά.
Κρεων
Κρ.
Κρ.
1338πρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν. λέγεις δὲ τί;
Αγγελος
Αγ.
Αγ.
1339οὐκέτ’εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον.
Κρεων
Κρ.
Κρ.
1340αἰαῖ ·
1341μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει.
1342ὦ δώματ’εἰσηκούσατ’Οἰδίπου τάδε
1343παίδων ὁμοίαις συμφοραῖς ὀλωλότων;
Χορος
Χο.
Χο.
1344ὥστ’ἂν δακρῦσαί γ’, εἰ φρονοῦντ’ἐτύγχανεν.
Κρεων
Κρ.
Κρ.
1345οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας,
1346Αγγελος
Αγ.
Αγ.
1347εἰ καὶ τὰ πρὸς τούτοισί γ’εἰδείης κακά.
Κρεων
Κρ.
Κρ.
1348καὶ πῶς γένοιτ’ἂν τῶνδε δυσποτμώτερα;
Αγγελος
Αγ.
Αγ.
1349τέθνηκ’ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα.
Χορος
Χο.
Χο.
1350ἀνάγετ’ἀνάγετε
1351κωκυτόν, ἐπὶ κάρατε λευκοπήχεις κτύπους χεροῖν.
Κρεων
Κρ.
Κρ.
1352ὦ τλῆμον, οἷον τέρμον’, Ἰοκάστη, βίου
1353γάμωντε τῶν σῶν Σφιγγὸς αἰνιγμοὺς ἔτλης.
1354πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος
1355ἀρᾶςτ’ἀγώνισμ’Οἰδίπου; σήμαινέ μοι.
Αγγελος
Αγ.
Αγ.
1356τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς
1357οἶσθ’· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί.
13581359
ἐπεὶ δὲ χαλκέοις σῶμ’ἐκοσμήσανθ’ὅπλοις
1360οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι,
1361ἔστησαν ἐλθόντ’ἐς μέσον μεταίχμιον
13621363
ὡς εἰς ἀγῶνα μονομάχουτ’ἀλκὴν δορός.
1364βλέψας δ’ἐπ’Ἄργος ἧκε Πολυνείκης ἀράς ·
1365ὦ πότνι’Ἥρα — σὸς γάρ εἰμ’, ἐπεὶ γάμοις
1366ἔζευξ’Ἀδράστου παῖδα καὶ ναίω χθόνα —
1367δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δ’ἐμὴν
1368καθαιματῶσαι δεξιὰν νικηφόρον · —
13691370
1371
1372
Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος
1373βλέψας πρὸς οἶκον ηὔξατ’· ὦ Διὸς κόρη,
1374δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς
1375ἐς στέρν’ἀδελφοῦ τῆσδ’ἀπ’ὠλένης βαλεῖν
1376κτανεῖνθ’ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.
1377ἐπεὶ δ’ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς
1378σάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης,
1379ᾖξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι ·
1380κάπροι δ’ὅπως θήγοντες ἀγρίαν γένυν
1381ξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας ·
1382ᾖσσον δὲ λόγχαις · ἀλλ’ὑφίζανον κύκλοις,
1383ὅπως σίδηρος ἐξολισθάνοι μάτην.
1384εἰ δ’ὄμμ’ὑπερσχὸν ἴτυος ἅτερος μάθοι,
1385λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων.
1386ἀλλ’εὖ προσῆγον ἀσπίδων κεγχρώμασιν
1387ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ.
1388πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασσ’ἱδρὼς
1389ἢ τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν.
1390Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρον
1391ἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδος
1392τίθησι · Πολυνείκης δ’ἀπήντησεν δορί,
1393πληγὴν σιδήρῳ παραδοθεῖσαν εἰσιδών,
1394κνήμηντε διεπέρασεν Ἀργεῖον δόρυ ·
1395στρατὸς δ’ἀνηλάλαξε Δαναϊδῶν ἅπας.
1396κα- κἀν τῷδε μόχθῳ γυμνὸν ὦμον εἰσιδὼν
1397ὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳ
1398διῆκε λόγχην, κα- κἀπέδωκεν ἡδονὰς
1399Κάδμου πολίταις, ἀπὸ δ’ἔθραυσ’ἄκρον δόρυ.
1400ἐς δ’ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν
1401χωρεῖ, λαβὼν δ’ἀφῆκε μάρμαρον πέτρον
1402μέσον δ’ἄκοντ’ἔθραυσεν · ἐξ ἴσου δ’Ἄρης
1403ἦν, κάμακος ἀμφοῖν χεῖρ’ἀπεστερημένοιν.
1404ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνων
1405ἐς τα- ταὐτὸν ἧκον, συμβαλόντε δ’ἀσπίδας
1406πολὺν ταραγμὸν ἀμφιβάντ’εἶχον μάχης.
1407καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν
1408ἐσήγαγεν σόφισμ’ὁμιλίᾳ χθονός.
1409ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου,
1410λαιὸν μὲν ἐς το- τοὔπισθεν ἀμφέρει πόδα,
1411πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος,
1412προβὰς δὲ κῶλον δεξιὸν δι’ὀμφαλοῦ
1413καθῆκεν ἔγχος σφονδύλοιςτ’ἐνήρμοσεν.
1414ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας
1415σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει.
1416ὃ δ’, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχῃ,
1417ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν
1418τὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ.
1419ὃ καί νιν ἔσφηλ’· ἔτι γὰρ ἐμπνέων βραχύ,
1420σῴζων σίδηρον ἐν λυγρῷ πεσήματι,
1421μόλις μέν, ἐξέτεινε δ’εἰς ἧπαρ ξίφος.
1422Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών.
1423γαῖαν δ’ὀδὰξ ἑλόντες ἀλλήλων πέλας
1424πίπτουσιν ἄμφω κα- κοὐ διώρισαν κράτος.
Χορος
Χο.
Χο.
1425φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, σ’ὅσον στένω ·
1426τὰς σὰς δ’ἀρὰς ἔοικεν ἐκπλῆσαι θεός.
Αγγελος
Αγ.
Αγ.
1427ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά.
1428ἐπεὶ τέκνω πεσόντ’ἐλειπέτην βίον,
1429ἐν τῷδε μήτηρ ἡ τάλαινα προσπίτνει
1430σὺν παρθένῳτε καὶ προθυμίᾳ ποδός.
1431τετρωμένους δ’ἰδοῦσα καιρίους σφαγὰς
1432ᾤμωξεν · ὦ τέκν’, ὑστέρα βοηδρόμος
1433πάρειμι. προσπίτνουσα δ’ἐν μέρει τέκνα
1434ἔκλαι’, ἐθρήνει, τὸν πολὺν μαστῶν πόνον
1435στένουσ’, ἀδελφήθ’ἡ παρασπίζουσ’ὁμοῦ ·
1436ὦ γηροβοσκὼ μητρός, ὦ γάμους ἐμοὺς
1437προδόντ’ἀδελφὼ φιλτάτω. στέρνων δ’ἄπο
1438φύσημ’ἀνεὶς δύσθνητον Ἐτεοκλῆς ἄναξ
1439ἤκουσε μητρός, κα- κἀπιθεὶς ὑγρὰν χέρα
1440φωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δ’ἄπο
1441προσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα.
1442ὃ δ’ἦν ἔτ’ἔμπνους, πρὸς κασιγνήτην δ’ἰδὼν
1443γραῖάντε μητέρ’εἶπε Πολυνείκης τάδε ·
1444ἀπωλόμεσθα, μῆτερ · οἰκτίρω δὲ σὲ
1445καὶ τήνδ’ἀδελφὴν καὶ κασίγνητον νεκρόν.
1446φίλος γὰρ ἐχθρὸς ἐγένετ’, ἀλλ’ὅμως φίλος.
1447θάψον δέ μ’, ὦ τεκοῦσα, καὶ σύ, σύγγονε,
1448ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένην
1449παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω
1450χθονὸς πατρῴας, κα- κεἰ δόμους ἀπώλεσα.
1451ξυνάρμοσον δὲ βλέφαρά μου τῇ σῇ χερί,
1452μῆτερ — τίθησι δ’αὐτὸς ὀμμάτων ἔπι —
1453καὶ χαίρετ’· ἤδη γάρ με περιβάλλει σκότος.
1454ἄμφω δ’ἅμ’ἐξέπνευσαν ἄθλιον βίον.
1455μήτηρ δ’, ὅπως ἐσεῖδε τήνδε συμφοράν,
1456ὑπερπαθήσασ’, ἥρπασ’ἐκ νεκρῶν ξίφος
1457κα- κἄπραξε δεινά · διὰ μέσου γὰρ αὐχένος
1458ὠθεῖ σίδηρον, ἐν δὲ τοῖσι φιλτάτοις
1459θανοῦσα κεῖται περιβαλοῦσ’ἀμφοῖν χέρας.
1460ἀνῇξε δ’ὀρθὸς λαὸς εἰς ἔριν λόγων,
1461ἡμεῖς μὲν ὡς νικῶντα δεσπότην ἐμόν,
1462οἳ δ’ὡς ἐκεῖνον. ἦν δ’ἔρις στρατηλάταις,
1463οἳ μὲν πατάξαι πρόσθε Πολυνείκη δορί,
1464οἳ δ’ὡς θανόντων οὐδαμοῦ νίκη πέλοι.
1465κα- κἀν τῷδ’ὑπεξῆλθ’Ἀντιγόνη στρατοῦ δίχα.
1466οἳ δ’εἰς ὅπλ’ᾖσσον · εὖ δέ πως προμηθίᾳ
1467καθῆστο Κάδμου λαὸς ἀσπίδων ἔπι ·
1468κα- κἄφθημεν οὔπω τεύχεσιν πεφραγμένον
1469Ἀργεῖον ἐσπεσόντες ἐξαίφνης στρατόν.
1470κα- κοὐδεὶς ὑπέστη, πεδία δ’ἐξεπίμπλασαν
1471φεύγοντες, ἔρρει δ’αἷμα μυρίων νεκρῶν
1472λόγχαις πιτνόντων. ὡς δ’ἐνικῶμεν μάχῃ,
1473οἳ μὲν Διὸς τροπαῖον ἵστασαν βρέτας,
1474οἳ δ’ἀσπίδας συλῶντες Ἀργείων νεκρῶν
1475σκυλεύματ’εἴσω τειχέων ἐπέμπομεν.
1476ἄλλοι δὲ τοὺς θανόντας Ἀντιγόνης μέτα
1477νεκροὺς φέρουσιν ἐνθάδ’οἰκτίσαι φίλοις.
1478πόλει δ’ἀγῶνες οἳ μὲν εὐτυχέστατοι
1479τῇδ’ἐξέβησαν, οἳ δὲ δυστυχέστατοι.
Χορος
Χο.
Χο.
1480οὐκ εἰς ἀκοὰς ἔτι δυστυχία
1481δώματος ἥκει · πάρα γὰρ λεύσσειν
1482πτώματα νεκρῶν τρισσῶν ἤδη
1483τάδε πρὸς μελάθροις κοινῷ θανάτῳ
1484σκοτίαν αἰῶνα λαχόντων.
Αντιγονη
Αν.
Αν.
1485οὐ προκαλυπτομένα βοτρυχώδεος
1486ἁβρὰ παρηίδος οὐ δ’ὑπὸ
1488παρθενίας τὸν ὑπὸ βλεφάροις φοίνικ’, ἐρύθημα προσώπου,
1489αἰδομένα φέρομαι βάκχα
1490νεκύων, κράδεμνα δικοῦσα κόμας ἀπ’
1491ἐμᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν,
1492ἁγεμόνευμα νεκροῖσι πολύστονον. αἰαῖ, ἰώ μοι.
1493ὦ Πολύνεικες, ἔφυς ἄρ’ἐπώνυμος · ὤμοι μοι, Θῆβαι ·
1495σὰ δ’ἔρις — οὐκ ἔρις, ἀλλὰ φόνῳ φόνος —
1496Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖσ’
1497αἵματι δεινῷ, αἵματι λυγρῷ.
1498τίνα προσῳδὸν
1499ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ
1500δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος,
1501ἀγκαλέσωμαι,
1502τρισσὰ φέρουσα τάδ’αἵματα σύγγονα,
1503ματέρα καὶ τέκνα, χάρματ’Ἐρινύος;
1504ἃ δόμον Οἰδιπόδα πρόπαν ὤλεσε,
1505τᾶς ἀγρίας ὅτε
1506δυσξυνέτου ξυνετὸν μέλος ἔγνω
1507Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας.
1508ἰώ μοί μοι, πάτερ,
1509τίς Ἑλλὰς ἢ βάρβαρος ἢ
1510τῶν προπάροιθ’εὐγενετᾶν
1511ἕτερος ἔτλα κακῶν τοσῶνδ’
1512αἵματος ἁμερίου
1513τοιάδ’ἄχεα φανερά;
1514τάλαιν’, ὡς ἐλελίζει —
1515τίς ἄρ’ὄρνις, ἢ δρυὸς ἢ
1516ἐλάτας ἀκροκόμοις ἀμφὶ κλάδοις ἑζομένα,
1517μονομάτορσιν ὀδυρμοῖς
1518ἐμοῖς ἄχεσι συνῳδός;
1519αἴλινον αἰάγμασιν ἃ
1520τοῖσδε προκλαίω μονάδ’
1521αἰῶνα διάξουσα τὸν αἰεὶ χρόνον ἐν
1522λειβομένοισιν δάκρυσιν.
1524τίν’ἐπὶ πρῶτον ἀπὸ
1525χαίτας σπαραγμοῖς ἀπαρχὰς βάλω;
1526ματρὸς ἐμᾶς ἢ
1527διδύμοισι γάλακτος παρὰ μαστοῖς
1528ἢ πρὸς
1529ἀδελφῶν οὐλόμεν’αἰκίσματα νεκρῶν;
1530ὀτοτοτοῖ λεῖπε σοὺς
1531δόμους, ἀλαὸν ὄμμα φέρων,
1532πάτερ γεραιέ, δεῖξον,
1533Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς † ἐπὶ
1534δώμασιν ἀέριον σκότον ὄμμασι †
1535σοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν.
1536κλύεις, ὦ κατ’αὐλὰν
1537ἀλαίνων γεραιὸν
1538πόδ’ἢ δεμνίοις
1539δύστανος ἰαύων;
Οιδιπους
Οι.
Οι.
1540τί μ’, ὦ παρθένε, βακτρεύμασι τυφλοῦ ποδὸς ἐξάγαγες ἐς φῶς
1541λεχήρη σκοτίων ἐκ θαλάμων
1542οἰκτροτάτοισιν δακρύοισιν,
1543πολιὸν αἰθέρος ἀφανὲς εἴδωλον ἢ
1544νέκυν ἔνερθεν ἢ
1545πτανὸν ὄνειρον;
Αντιγονη
Αν.
Αν.
1546δυστυχὲς ἀγγελίας ἔπος οἴσῃ,
1547πάτερ, οὐκέτι σοι τέκνα λεύσσει
1548φάος οὐ δ’ἄλοχος, παραβάκτροις
1549ἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει,
1550ὦ πάτερ, ὤμοι.
Οιδιπους
Οι.
Οι.
1551ὤμοι ἐμῶν παθέων · πάρα γὰρ στενάχειν τάδ’, ἀυτεῖν.
1552τρισσαὶ ψυχαί · ποίᾳ μοίρᾳ
1554πῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα.
Αντιγονη
Αν.
Αν.
1555οὐκ ἐπ’ὀνείδεσιν οὐ δ’ἐπιχάρμασιν,
1556ἀλλ’ὀδύναισι λέγω · σὸς ἀλάστωρ
1557ξίφεσιν βρίθων
1558καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς,
1559ὦ πάτερ, ὤ μοι.
Οιδιπους
Οι.
Οι.
1560αἰαῖ.
Αντιγονη
Αν.
Αν.
1560bτί τάδε καταστένεις,
Οιδιπους
Οι.
Οι.
1561τέκνα.
Αντιγονη
Αν.
Αν.
1561bδι’ὀδύνας ἔβας ·
1562εἰ δὲ τέθριππά γ’ἔθ’ἅρματα λεύσσων
1563ἀελίου τάδε σώματα νεκρῶν
1564ὄμματος αὐγαῖς σαῖς ἐπενώμας —
Οιδιπους
Οι.
Οι.
1565τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν ·
1566ἁ δὲ τάλαιν’ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίρᾳ;
Αντιγονη
Αν.
Αν.
1567δάκρυα γοερὰ
1568φανερὰ πᾶσι τιθεμένα,
1569τέκεσι μαστὸν ἔφερεν ἔφερεν
1570ἱκέτις ἱκέτιν ὀρομένα. ηὗρε δ’ἐν Ἠλέκτραισι πύλαις τέκνα
1571λωτοτρόφον κατὰ λείμακα λόγχαις,
1572κοινὸν ἐνυάλιον,
1573μάτηρ, ὥστε λέοντας ἐναύλους,
1574μαρναμένους ἐπὶ τραύμασιν, αἵματος
1575ἤδη ψυχρὰν λοιβὰν φονίαν,
1576ἃν ἔλαχ’Ἅιδας, ὤπασε δ’Ἄρης ·
1577χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω
1578σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσ’ἀμφὶ τέκνοισι.
1579πάντα δ’ἐν ἄματι τῷδε συνάγαγεν,
1580ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃς
1581τάδε τελευτᾷ.
Χορος
Χο.
Χο.
1582πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις
1583τόδ’ἦμαρ · εἴη δ’εὐτυχέστερος βίος.
Κρεων
Κρ.
Κρ.
1584οἴκτων μὲν ἤδη λήγεθ’, ὡς ὥρα τάφου
1585μνήμην τίθεσθαι · τόνδε δ’, Οἰδίπου, λόγον
1586ἄκουσον · ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι
1587Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς
1588Αἵμονι κόρηςτε λέκτρον Ἀντιγόνης σέθεν.
1589οὐκ οὖν σ’ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι ·
1590σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε
1591σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν.
1592ἀλλ’ἐκκομίζου. καὶ τάδ’οὐχ ὕβρει λέγω
1593οὐ δ’ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστορας
1594τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν.
Οιδιπους
Οι.
Οι.
1595ὦ μοῖρ’, ἀπ’ἀρχῆς ὥς μ’ἔφυσας ἄθλιον
1596καὶ τλήμον’, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ ·
1597ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν,
1598ἄγονον Ἀπόλλων Λαΐῳ μ’ἐθέσπισεν
1599φονέα γενέσθαι πατρός · ὦ τάλας ἐγώ.
1600ἐπεὶ δ’ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρ
1601κτείνει με νομίσας πολέμιον πεφυκέναι ·
1602χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ · πέμπει δέ με
1603μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν ·
1604οὗ σῳζόμεσθα — Ταρτάρου γὰρ ὤφελεν
1605ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα,
1606ὅς μ’οὐ διώλεσ’, ἀλλὰ […]
1606a[…] δουλεῦσαίτέ μοι
1607δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην.
1608κτανὼν δ’ἐμαυτοῦ πατέρ’ὁ δυσδαίμων ἐγὼ
1609ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος,
1610παῖδάςτ’ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα,
1611ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς.
1612οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκ’ἐγὼ
1613ὥστ’εἰς ἔμ’ὄμματ’ἔςτ’ἐμῶν παίδων βίον
1614ἄνευ θεῶν του ταῦτ’ἐμηχανησάμην.
1615εἶεν · τί δράσω δῆθ’ὁ δυσδαίμων ἐγώ;
1616τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ;
1617ἥδ’ἡ θανοῦσα; ζῶσά γ’ἂν σάφ’οἶδ’ὅτι.
1618ἀλλ’εὔτεκνος ξυνωρίς; ἀλλ’οὐκ ἔστι μοι.
1619ἀλλ’ἔτι νεάζων αὐτὸς εὕροιμ’ἂν βίον;
1620πόθεν; τί μ’ἄρδην ὧδ’ἀποκτείνεις, Κρέον;
1621ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς.
1622οὐ μὴν ἑλίξας γ’ἀμφὶ σὸν χεῖρας γόνυ
1623κακὸς φανοῦμαι · τὸ γὰρ ἐμόν ποτ’εὐγενὲς
1624οὐκ ἂν προδοίην, οὐ δέ περ πράσσων κακῶς.
Κρεων
Κρ.
Κρ.
1625σοίτ’εὖ λέλεκται γόνατα μὴ χρῴζειν ἐμά,
1626ἐγὼ δὲ ναίειν σ’οὐκ ἐάσαιμ’ἂν χθόνα.
1627νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼν
1628ἤδη κομίζειν, τόνδε δ’, ὃς πέρσων πόλιν
1629πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν
1630ἐκβάλετ’ἄθαπτον τῆσδ’ὅρων ἔξω χθονός.
1631κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε ·
1632ὃς ἂν νεκρὸν τόνδ’ἢ καταστέφων ἁλῷ
1633ἢ γῇ καλύπτων, θάνατον ἀνταλλάξεται.
16341635
σὺ δ’ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν
1636κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω
1637καὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέραν
1638μένουσ’, ἐν ᾗ σε λέκτρον Αἵμονος μένει.
Αντιγονη
Αν.
Αν.
1639ὦ πάτερ, ἐν οἵοις κείμεθ’ἄθλιοι κακοῖς.
1640ὥς σε στενάζω τῶν τεθνηκότων πλέον ·
1641οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δ’οὐ βαρύ,
1642ἀλλ’εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ.
1643ἀτὰρ σ’ἐρωτῶ τὸν νεωστὶ κοίρανον ·
1644τί τόνδ’ὑβρίζεις πατέρ’ἀποστέλλων χθονός;
1645τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρῳ νεκρῷ;
Κρεων
Κρ.
Κρ.
1646Ἐτεοκλέους βουλεύματ’, οὐχ ἡμῶν, τάδε.
Αντιγονη
Αν.
Αν.
1647ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε.
Κρεων
Κρ.
Κρ.
1648πῶς; τα- τἀντεταλμέν’οὐ δίκαιον ἐκπονεῖν;
Αντιγονη
Αν.
Αν.
1649οὔκ, ἢν πονηρά γ’ᾖ κακῶςτ’εἰρημένα.
Κρεων
Κρ.
Κρ.
1650τί δ’; οὐ δικαίως ὅδε κυσὶν δοθήσεται;
Αντιγονη
Αν.
Αν.
1651οὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν.
Κρεων
Κρ.
Κρ.
1652εἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν.
Αντιγονη
Αν.
Αν.
1653οὐκοῦν ἔδωκε τῇ τύχῃ τὸν δαίμονα.
Κρεων
Κρ.
Κρ.
1654καὶ τῷ τάφῳ νυν τὴν δίκην παρασχέτω.
Αντιγονη
Αν.
Αν.
1655τί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς;
Κρεων
Κρ.
Κρ.
1656ἄταφος ὅδ’ἁνήρ, ὡς μάθῃς, γενήσεται.
Αντιγονη
Αν.
Αν.
1657ἐγώ σφε θάψω, κα- κἂν ἀπεννέπῃ πόλις.
Κρεων
Κρ.
Κρ.
1658σαυτὴν ἄρ’ἐγγὺς τῷδε συνθάψεις νεκρῷ.
Αντιγονη
Αν.
Αν.
1659ἀλλ’εὐκλεές τοι δύο φίλω κεῖσθαι πέλας.
Κρεων
Κρ.
Κρ.
1660λάζυσθε τήνδε κα- κἀς δόμους κομίζετε.
Αντιγονη
Αν.
Αν.
1661οὐ δῆτ’, ἐπεὶ τοῦδ’οὐ μεθήσομαι νεκροῦ.
Κρεων
Κρ.
Κρ.
1662ἔκριν’ὁ δαίμων, παρθέν’, οὐχ ἃ σοὶ δοκεῖ.
Αντιγονη
Αν.
Αν.
1663κα- κἀκεῖνο κέκριται, μὴ ἐφυβρίζεσθαι νεκρούς.
Κρεων
Κρ.
Κρ.
1664ὡς οὔτις ἀμφὶ τῷδ’ὑγρὰν θήσει κόνιν.
Αντιγονη
Αν.
Αν.
1665ναὶ πρός σε τῆσδε μητρὸς Ἰοκάστης, Κρέον.
Κρεων
Κρ.
Κρ.
1666μάταια μοχθεῖς · οὐ γὰρ ἂν τύχοις τάδε.
Αντιγονη
Αν.
Αν.
1667σὺ δ’ἀλλὰ νεκρῷ λουτρὰ περιβαλεῖν μ’ἔα.
Κρεων
Κρ.
Κρ.
1668ἓν τοῦτ’ἂν εἴη τῶν ἀπορρήτων πόλει.
Αντιγονη
Αν.
Αν.
1669ἀλλ’ἀμφὶ τραύματ’ἄγρια τελαμῶνας βαλεῖν.
Κρεων
Κρ.
Κρ.
1670οὐκ ἔσθ’ὅπως σὺ τόνδε τιμήσεις νέκυν.
Αντιγονη
Αν.
Αν.
1671ὦ φίλτατ’, ἀλλὰ στόμα γε σὸν προσπτύξομαι.
Κρεων
Κρ.
Κρ.
1672οὐ μὴ ἐς γάμους σοὺς συμφορὰν κτήσῃ γόοις.
Αντιγονη
Αν.
Αν.
1673ἦ γὰρ γαμοῦμαι ζῶσα παιδὶ σῷ ποτε;
Κρεων
Κρ.
Κρ.
1674πολλή σ’ἀνάγκη · ποῖ γὰρ ἐκφεύξῃ λέχος;
Αντιγονη
Αν.
Αν.
1675νὺξ ἆρ’ἐκείνη Δαναΐδων μ’ἕξει μίαν.
Κρεων
Κρ.
Κρ.
1676εἶδες τὸ τόλμημ’οἷον ἐξωνείδισεν;
Αντιγονη
Αν.
Αν.
1677ἴστω σίδηρος ὅρκιόντέ μοι ξίφος.
Κρεων
Κρ.
Κρ.
1678τί δ’ἐκπροθυμῇ τῶνδ’ἀπηλλάχθαι γάμων;
Αντιγονη
Αν.
Αν.
1679συμφεύξομαι τῷδ’ἀθλιωτάτῳ πατρί.
Κρεων
Κρ.
Κρ.
1680γενναιότης σοι, μωρία δ’ἔνεστί τις.
Αντιγονη
Αν.
Αν.
1681καὶ ξυνθανοῦμαί γ’, ὡς μάθῃς περαιτέρω.
Κρεων
Κρ.
Κρ.
1682ἴθ’, οὐ φονεύσεις παῖδ’ἐμόν, λίπε χθόνα.
Οιδιπους
Οι.
Οι.
1683ὦ θύγατερ, αἰνῶ μέν σε τῆς προθυμίας.
Αντιγονη
Αν.
Αν.
1684ἀλλ’εἰ γαμοίμην, σὺ δὲ μόνος φεύγοις, πάτερ;
Οιδιπους
Οι.
Οι.
1685μέν’εὐτυχοῦσα, τα- τἄμ’ἐγὼ στέρξω κακά.
Αντιγονη
Αν.
Αν.
1686καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ;
Οιδιπους
Οι.
Οι.
1687πεσὼν ὅπου μοι μοῖρα κείσομαι πέδῳ.
Αντιγονη
Αν.
Αν.
1688ὁ δ’Οἰδίπους ποῦ καὶ τὰ κλείν’αἰνίγματα;
Οιδιπους
Οι.
Οι.
1689ὄλωλ’· ἓν ἦμάρ μ’ὤλβισ’, ἓν δ’ἀπώλεσεν.
Αντιγονη
Αν.
Αν.
1690οὔκουν μετασχεῖν κα- κἀμὲ δεῖ τῶν σῶν κακῶν;
Οιδιπους
Οι.
Οι.
1691αἰσχρὰ φυγὴ θυγατρὶ σὺν τυφλῷ πατρί.
Αντιγονη
Αν.
Αν.
1692οὔ, σωφρονούσῃ γ’, ἀλλὰ γενναία, πάτερ.
Οιδιπους
Οι.
Οι.
1693προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν.
Αντιγονη
Αν.
Αν.
1694ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί.
Οιδιπους
Οι.
Οι.
1695ὦ μῆτερ, ὦ ξυνάορ’ἀθλιωτάτη.
Αντιγονη
Αν.
Αν.
1696οἰκτρὰ πρόκειται, πάντ’ἔχουσ’ὁμοῦ κακά.
Οιδιπους
Οι.
Οι.
1697Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκουςτε ποῦ;
Αντιγονη
Αν.
Αν.
1698τώδ’ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας.
Οιδιπους
Οι.
Οι.
1699πρόσθες τυφλὴν χεῖρ’ἐπὶ πρόσωπα δυστυχῆ.
Αντιγονη
Αν.
Αν.
1700ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί.
Οιδιπους
Οι.
Οι.
1701ὦ φίλα πεσήματ’ἄθλι’ἀθλίου πατρός.
Αντιγονη
Αν.
Αν.
1702ὦ φίλτατον δῆτ’ὄνομα Πολυνείκους ἐμοί.
Οιδιπους
Οι.
Οι.
1703νῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται.
Αντιγονη
Αν.
Αν.
1704ὁ ποῖος; ἀλλ’ἦ πρὸς κακοῖς ἐρεῖς κακά;
Οιδιπους
Οι.
Οι.
1705ἐν ταῖς Ἀθήναις κατθανεῖν μ’ἀλώμενον.
Αντιγονη
Αν.
Αν.
1706ποῦ; τίς σε πύργος Ἀτθίδος προσδέξεται;
Οιδιπους
Οι.
Οι.
1707ἱερὸς Κολωνός, δώμαθ’ἱππίου θεοῦ.
1708ἀλλ’εἶα, τυφλῷ τῷδ’ὑπηρέτει πατρί,
1709ἐπεὶ προθυμῇ τῆσδε κοινοῦσθαι φυγῆς.
Αντιγονη
Αν.
Αν.
1710ἴθ’ἐς φυγὰν τάλαιναν · ὄρεγε χέρα φίλαν,
1711πάτερ γεραιέ, πομπίμαν
1712ἔχων ἔμ’ὥστε ναυσίπομπον αὔραν.
Οιδιπους
Οι.
Οι.
1713ἰδοὺ ἰδού, πορεύομαι ·
1715τέκνον, σύ μοι ποδαγὸς ἀθλία γενοῦ.
Αντιγονη
Αν.
Αν.
1716γενόμεθα γενόμεθ’, ἄθλιαί
1717γε δῆτα Θηβαιᾶν μάλιστα παρθένων.
Οιδιπους
Οι.
Οι.
1718πόθι γεραιὸν ἴχνος τίθημι;
1719βάκτρα πρόσφερ’, ὦ τέκνον.
Αντιγονη
Αν.
Αν.
1720τᾷδε τᾷδε βᾶθί μοι,
1721τᾷδε τᾷδε πόδα τιθείς,
1722ὥστ’ὄνειρον ἰσχύν.
Οιδιπους
Οι.
Οι.
1723ἰὼ ἰώ, δυστυχεστάτας φυγὰς
1724ἐλαύνων τὸν γέροντά μ’ἐκ πάτρας.
1725ἰὼ ἰώ, δεινὰ δείν’ἐγὼ τλάς.
Αντιγονη
Αν.
Αν.
1726τί τλάς; τί τλάς; οὐχ ὁρᾷ Δίκα κακούς,
1727οὐ δ’ἀμείβεται βροτῶν ἀσυνεσίας.
Οιδιπους
Οι.
Οι.
1728ὅδ’εἰμὶ μοῦσαν ὃς ἐπὶ
1729καλλίνικον οὐράνιον ἔβαν
1730μειξοπαρθένου κόρας
1731αἴνιγμ’ἀσύνετον εὑρών.
Αντιγονη
Αν.
Αν.
1732Σφιγγὸς ἀναφέρεις ὄνειδος.
1733ἄπαγε τὰ πάρος εὐτυχήματ’αὐδῶν.
1734τάδε σ’ἐπέμενε μέλεα πάθεα
1735φυγάδα πατρίδος ἄπο γενόμενον,
1736ὦ πάτερ, θανεῖν που.
1737ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοις
1738λιποῦσ’ἄπειμι πατρίδος ἀποπρὸ γαίας
1739ἀπαρθένευτ’ἀλωμένα.
1740φεῦ τὸ χρήσιμον φρενῶν
1741ἐς πατρός γε συμφορὰς
1742εὐκλεᾶ με θήσει ·
1743τάλαιν’ἐγὼ σῶν συγγόνουθ’ὑβρισμάτων,
1744ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεται
1745μέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών,
1746σκότια γᾷ καλύψω.
Οιδιπους
Οι.
Οι.
1747πρὸς ἥλικας φάνηθι σάς.
Αντιγονη
Αν.
Αν.
1748ἅλις ὀδυρμάτων ἐμῶν.
Οιδιπους
Οι.
Οι.
1749σὺ δ’ἀμφὶ βωμίους λιτὰς —
Αντιγονη
Αν.
Αν.
1750κόρον ἔχουσ’ἐμῶν κακῶν.
Οιδιπους
Οι.
Οι.
1751ἴθ’ἀλλὰ Βρόμιος ἵνατε σηκὸς
1752ἄβατος ὄρεσι μαινάδων.
Αντιγονη
Αν.
Αν.
1753Καδμείαν ᾧ νεβρίδα
1754στολιδωσαμένα ποτ’ἐγὼ Σεμέλας
1756θίασον ἱερὸν ὄρεσιν ἀνεχόρευσα,
1757χάριν ἀχάριτον ἐς θεοὺς διδοῦσα;
Οιδιπους
Οι.
Οι.
1758ὦ πάτρας κλεινῆς πολῖται, λεύσσετ’, Οἰδίπους ὅδε,
1759ὃς τὰ κλείν’αἰνίγματ’ἔγνω καὶ μέγιστος ἦν ἀνήρ,
1760ὃς μόνος Σφιγγὸς κατέσχον τῆς μιαιφόνου κράτη,
1761νῦν ἄτιμος αὐτὸς οἰκτρὸς ἐξελαύνομαι χθονός.
1762ἀλλὰ γὰρ τί ταῦτα θρηνῶ καὶ μάτην ὀδύρομαι;
1763τὰς γὰρ ἐκ θεῶν ἀνάγκας θνητὸν ὄντα δεῖ φέρειν.
Χορος
Χο.
Χο.
1764ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
1765βίοτον κατέχοις
1766καὶ μὴ λήγοις στεφανοῦσα.