Helen
Ελενη
Ελ.
Ελ.
1Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
2ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
3λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.
4Πρωτεὺς δ’ὅτ’ἔζη τῆσδε γῆς τύραννος ἦν,
5Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δ’ἄναξ,
6ὃς τῶν κατ’οἶδμα παρθένων μίαν γαμεῖ,
7Ψαμάθην, ἐπειδὴ λέκτρ’ἀφῆκεν Αἰακοῦ.
8τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι,
9Θεοκλύμενον ἄρσεν’
10 εὐγενῆτε παρθένον
11Εἰδώ, τὸ μητρὸς ἀγλάισμ’, ὅτ’ἦν βρέφος ·
12ἐπεὶ δ’ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,
13καλοῦσιν αὐτὴν Θεονόην · τὰ θεῖα γὰρ
14τάτ’ὄντα καὶ μέλλοντα πάντ’ἠπίστατο,
15προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.
16ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
17Σπάρτη, πατὴρ δὲ Τυνδάρεως · ἔστιν δὲ δὴ
18λόγος τις ὡς Ζεὺς μητέρ’ἔπτατ’εἰς ἐμὴν
19Λήδαν κύκνου μορφώματ’ὄρνιθος λαβών,
20ὃς δόλιον εὐνὴν ἐξέπραξ’ὑπ’αἰετοῦ
21δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος ·
22Ἑλένη δ’ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰ
23λέγοιμ’ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέρι
24Ἰδαῖον ἐς κευθμῶν’Ἀλέξανδρον πάρα,
25Ἥρα Κύπριςτε διογενήςτε παρθένος,
26μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.
27το- τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,
28Κύπρις προτείνασ’ὡς Ἀλέξανδρος γαμεῖ,
29νικᾷ. λιπὼν δὲ βούσταθμ’Ἰδαῖος Πάρις
30Σπάρτην ἀφίκεθ’ὡς ἐμὸν σχήσων λέχος.
31Ἥρα δὲ μεμφθεῖσ’οὕνεκ’οὐ νικᾷ θεάς,
32ἐξηνέμωσε τα- τἄμ’Ἀλεξάνδρῳ λέχη,
33δίδωσι δ’οὐκ ἔμ’, ἀλλ’ὁμοιώσασ’ἐμοὶ
34εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσ’ἄπο,
35Πριάμου τυράννου παιδί · καὶ δοκεῖ μ’ἔχειν —
36κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δ’αὖ Διὸς
37βουλεύματ’ἄλλα τοῖσδε συμβαίνει κακοῖς ·
38πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ
39καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν
40πλήθουςτε κουφίσειε μητέρα χθόνα
41γνωτόντε θείη τὸν κράτιστον Ἑλλάδος.
42Φρυγῶν δ’ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ,
43τὸ δ’ὄνομα το- τοὐμόν, ἆθλον Ἕλλησιν δορός.
44λαβὼν δέ μ’Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος
45νεφέλῃ καλύψας — οὐ γὰρ ἠμέλησέ μου
46Ζεύς — τόνδ’ἐς οἶκον Πρωτέως ἱδρύσατο,
47πάντων προκρίνας σωφρονέστατον βροτῶν,
48ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος.
49κα- κἀγὼ μὲν ἐνθάδ’εἴμ’, ὁ δ’ἄθλιος πόσις
50στράτευμ’ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς
51θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα.
52ψυχαὶ δὲ πολλαὶ δι’ἔμ’ἐπὶ Σκαμανδρίοις
53ῥοαῖσιν ἔθανον · ἡ δὲ πάντα τλᾶσ’ἐγὼ
54κατάρατός εἰμι καὶ δοκῶ προδοῦσ’ἐμὸν
55πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.
56τί δῆτ’ἔτι ζῶ; θεοῦ τόδ’εἰσήκουσ’ἔπος
57Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον
58Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον
59οὐκ ἦλθον, ἵνα μὴ λέκτρ’ὑποστρώσω τινί.
60ἕως μὲν οὖν φῶς ἡλίου τόδ’ἔβλεπεν
61Πρωτεύς, ἄσυλος ἦ γάμων · ἐπεὶ δὲ γῆς
62σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος
63θηρᾷ γαμεῖν με. τὸν πάλαι δ’ἐγὼ πόσιν
64τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε
65ἱκέτις, ἵν’ἀνδρὶ τα- τἀμὰ διασῴσῃ λέχη,
66ὡς, εἰ καθ’Ἑλλάδ’ὄνομα δυσκλεὲς φέρω,
67μή μοι τὸ σῶμά γ’ἐνθάδ’αἰσχύνην ὄφλῃ.
Τευκρος
Τε.
Τε.
68τίς τῶνδ’ἐρυμνῶν δωμάτων ἔχει κράτος;
69πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι,
70βασίλειάτ’ἀμφιβλήματ’εὔθριγκοίθ’ἕδραι.
71ἔα ·
72ὦ θεοί, τίν’εἶδον ὄψιν; ἐχθίστην ὁρῶ
73γυναικὸς εἰκὼ φόνιον, ἥ μ’ἀπώλεσεν
74πάνταςτ’Ἀχαιούς. θεοί σ’, ὅσον μίμημ’ἔχεις
75Ἑλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ ’ν ξένῃ
76γαίᾳ πόδ’εἶχον, τῷδ’ἂν εὐστόχῳ πτερῷ
77ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.
Ελενη
Ελ.
Ελ.
78τί δ’, ὦ ταλαίπωρ’— ὅστις ὤν μ’ἀπεστράφης
79καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;
Τευκρος
Τε.
Τε.
80ἥμαρτον · ὀργῇ δ’εἶξα μᾶλλον ἤ με χρῆν ·
81μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.
82σύγγνωθι δ’ἡμῖν τοῖς λελεγμένοις, γύναι.
Ελενη
Ελ.
Ελ.
83τίς δ’εἶ; πόθεν γῆς τῆσδ’ἐπεστράφης πέδον;
Τευκρος
Τε.
Τε.
84εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων.
Ελενη
Ελ.
Ελ.
85οὐ τα- τἄρα σ’Ἑλένην εἰ στυγεῖς θαυμαστέον.
86ἀτὰρ τίς εἶ πόθεν; τίνος δ’αὐδᾶν σε χρή;
Τευκρος
Τε.
Τε.
87ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ
88Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με.
Ελενη
Ελ.
Ελ.
89τί δῆτα Νείλου τούσδ’ἐπιστρέφῃ γύας;
Τευκρος
Τε.
Τε.
90φυγὰς πατρῴας ἐξελήλαμαι χθονός.
Ελενη
Ελ.
Ελ.
91τλήμων ἂν εἴης · τίς δέ σ’ἐκβάλλει πάτρας;
Τευκρος
Τε.
Τε.
92Τελαμὼν ὁ φύσας. τίν’ἂν ἔχοις μᾶλλον φίλον;
Ελενη
Ελ.
Ελ.
93ἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.
Τευκρος
Τε.
Τε.
94αἴας μ’ἀδελφὸς ὤλεσ’ἐν Τροίᾳ θανών.
Ελενη
Ελ.
Ελ.
95πῶς; οὔ τί που σῷ φασγάνῳ βίον στερείς;
Τευκρος
Τε.
Τε.
96οἰκεῖον αὐτὸν ὤλεσ’ἅλμ’ἐπὶ ξίφος.
Ελενη
Ελ.
Ελ.
97μανέντ’; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδ’ἄν;
Τευκρος
Τε.
Τε.
98τὸν Πηλέως τιν’οἶσθ’Ἀχιλλέα γόνον;
Ελενη
Ελ.
Ελ.
99ναί ·
100μνηστήρ ποθ’Ἑλένης ἦλθεν, ὡς ἀκούομεν.
Τευκρος
Τε.
Τε.
100θανὼν ὅδ’ὅπλων ἔριν ἔθηκε συμμάχοις.
Ελενη
Ελ.
Ελ.
101καὶ δὴ τί τοῦτ’Αἴαντι γίγνεται κακόν;
Τευκρος
Τε.
Τε.
102ἄλλου λαβόντος ὅπλ’ἀπηλλάχθη βίου.
Ελενη
Ελ.
Ελ.
103σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;
Τευκρος
Τε.
Τε.
104ὁθούνεκ’αὐτῷ γ’οὐ ξυνωλόμην ὁμοῦ.
Ελενη
Ελ.
Ελ.
105ἦλθες γάρ, ὦ ξέν’, Ἰλίου κλεινὴν πόλιν;
Τευκρος
Τε.
Τε.
106καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.
Ελενη
Ελ.
Ελ.
107ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;
Τευκρος
Τε.
Τε.
108ὥστ’οὐ δ’ἴχνος γε τειχέων εἶναι σαφές.
Ελενη
Ελ.
Ελ.
109ὦ τλῆμον Ἑλένη, διὰ σ’ἀπόλλυνται Φρύγες.
Τευκρος
Τε.
Τε.
110καὶ πρός γ’Ἀχαιοί · μεγάλα δ’εἴργασται κακά.
Ελενη
Ελ.
Ελ.
111πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;
Τευκρος
Τε.
Τε.
112ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους.
Ελενη
Ελ.
Ελ.
113χρόνον δ’ἐμείνατ’ἄλλον ἐν Τροίᾳ πόσον;
Τευκρος
Τε.
Τε.
114πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.
Ελενη
Ελ.
Ελ.
115ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;
Τευκρος
Τε.
Τε.
116Μενέλαος αὐτὴν ἦγ’ἐπισπάσας κόμης.
Ελενη
Ελ.
Ελ.
117εἶδες σὺ τὴν δύστηνον; ἢ κλύων λέγεις;
Τευκρος
Τε.
Τε.
118ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.
Ελενη
Ελ.
Ελ.
119σκοπεῖτε μὴ δόκησιν εἴχετ’ἐκ θεῶν.
Τευκρος
Τε.
Τε.
120ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.
Ελενη
Ελ.
Ελ.
121οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;
Τευκρος
Τε.
Τε.
122αὐτὸς γὰρ ὄσσοις εἰδόμην · καὶ νοῦς ὁρᾷ.
Ελενη
Ελ.
Ελ.
123ἤδη δ’ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;
Τευκρος
Τε.
Τε.
124οὔκουν ἐν Ἄργει γ’οὐ δ’ἐπ’Εὐρώτα ῥοαῖς.
Ελενη
Ελ.
Ελ.
125αἰαῖ · κακὸν τόδ’εἶπας οἷς κακὸν λέγεις.
Τευκρος
Τε.
Τε.
126ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται.
Ελενη
Ελ.
Ελ.
127οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;
Τευκρος
Τε.
Τε.
128ἦν, ἀλλὰ χειμὼν ἄλλοσ’ἄλλον ὥρισεν.
Ελενη
Ελ.
Ελ.
129ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;
Τευκρος
Τε.
Τε.
130μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.
Ελενη
Ελ.
Ελ.
131κα- κἀκ τοῦδε Μενέλαν οὔτις εἶδ’ἀφιγμένον;
Τευκρος
Τε.
Τε.
132οὐδείς · θανὼν δὲ κλῄζεται καθ’Ἑλλάδα.
Ελενη
Ελ.
Ελ.
133ἀπωλόμεσθα · Θεστιὰς δ’ἔστιν κόρη;
Τευκρος
Τε.
Τε.
134Λήδαν ἔλεξας; οἴχεται θανοῦσα δή.
Ελενη
Ελ.
Ελ.
135οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;
Τευκρος
Τε.
Τε.
136φασίν, βρόχῳ γ’ἅψασαν εὐγενῆ δέρην.
Ελενη
Ελ.
Ελ.
137οἱ Τυνδάρειοι δ’εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;
Τευκρος
Τε.
Τε.
138τεθνᾶσι καὶ οὐ τεθνᾶσι · δύο δ’ἐστὸν λόγω.
Ελενη
Ελ.
Ελ.
139πότερος ὁ κρείσσων; ὦ τάλαιν’ἐγὼ κακῶν.
Τευκρος
Τε.
Τε.
140ἄστροις σφ’ὁμοιωθέντε φάσ’εἶναι θεώ.
Ελενη
Ελ.
Ελ.
141καλῶς ἔλεξας τοῦτο · τα- θάτερον δὲ τί;
Τευκρος
Τε.
Τε.
142σφαγαῖς ἀδελφῆς οὕνεκ’ἐκπνεῦσαι βίον.
143ἅλις δὲ μύθων · οὐ διπλᾶ χρῄζω στένειν.
144ὧν δ’οὕνεκ’ἦλθον τούσδε βασιλείους δόμους,
145τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν,
146σὺ προξένησον, ὡς τύχω μαντευμάτων
147ὅπῃ νεὼς στείλαιμ’ἂν οὔριον πτερὸν
148ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μ’ἐθέσπισεν
149οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν
150Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.
Ελενη
Ελ.
Ελ.
151πλοῦς, ὦ ξέν’, αὐτὸς σημανεῖ · σὺ δ’ἐκλιπὼν
152γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως
153ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς · ἄπεστι δὲ
154κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις ·
155κτείνει γὰρ Ἕλλην’ὅντιν’ἂν λάβῃ ξένον.
156ὅτου δ’ἕκατι, μήτε σὺ ζήτει μαθεῖν
157ἐγώτε σιγῶ · τί γὰρ ἂν ὠφελοῖμί σε;
Τευκρος
Τε.
Τε.
158καλῶς ἔλεξας, ὦ γύναι · θεοὶ δέ σοι
159ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.
160Ἑλένῃ δ’ὅμοιον σῶμ’ἔχουσ’οὐ τὰς φρένας
161ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ.
162κακῶς δ’ὄλοιτο μη δ’ἐπ’Εὐρώτα ῥοὰς
163ἔλθοι · σὺ δ’εἴης εὐτυχὴς ἀεί, γύναι.
Ελενη
Ελ.
Ελ.
164ὤ, μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον
165ποῖον ἁμιλλαθῶ γόον; ἢ τίνα μοῦσαν ἐπέλθω
166δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; αἰαῖ.
167πτεροφόροι νεάνιδες,
168παρθένοι Χθονὸς κόραι
169Σειρῆνες, εἴθ’ἐμοῖς γόοις
170μόλοιτ’ἔχουσαι Λίβυν
171aλωτὸν ἢ σύριγγας ἢ
171bφόρμιγγας, αἰλίνοις κακοῖς
172τοῖς ἐμοῖσι σύνοχα δάκρυα ·
173πάθεσι πάθεα, μέλεσι μέλεα,
174aμουσεῖα
174bθρηνήμασι ξυνῳδὰ πέμψειε
175Φερσέφασσα
176φόνια, χάριτας ἵν’ἐπὶ δάκρυσι
177παρ’ἐμέθεν ὑπὸ μέλαθρα νύχια
177bπαιᾶνα
178νέκυσιν ὀλομένοις λάβῃ.
Χορος
Χο.
Χο.
179κυανοειδὲς ἀμφ’ὕδωρ
180ἔτυχον ἕλικάτ’ἀνὰ χλόαν
181φοίνικας ἁλίου πέπλους
182aαὐγαῖσιν ἐν χρυσέαις
182bἀμφὶ δόνακος ἔρνεσιν
183θάλπουσα · ποτνίας δ’ἐμᾶς,
184ἔνθεν οἰκτρὸν ἀνεβόασεν,
185ὅμαδον ἔκλυον, ἄλυρον ἔλεγον,
186ὅτι ποτ’ἔλακεν
187αἰάγμασι στένουσα, Νύμφα τις
187bοἷα Ναῒς
188ὄρεσι φυγάδα νόμον ἱεῖσα
189γοερόν, ὑπὸ δὲ πέτρινα γύαλα
189bκλαγγαῖσι
190Πανὸς ἀναβοᾷ γάμους.
Ελενη
Ελ.
Ελ.
191ἰὼ ἰώ ·
192θήραμα βαρβάρου πλάτας,
193Ἑλλανίδες κόραι,
194ναύτας Ἀχαιῶν
195τις ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων.
196Ἰλίου κατασκαφαὶ
197πυρὶ μέλουσι δαΐῳ
198δι’ἐμὲ τὰν πολυκτόνον,
199δι’ἐμὸν ὄνομα πολύπονον.
200Λήδα δ’ἐν ἀγχόναις
201θάνατον ἔλαβεν
202αἰσχύνας ἐμᾶς ὑπ’ἀλγέων.
203ὁ δ’ἐμὸς ἐν ἁλὶ πολυπλανὴς
204πόσις ὀλόμενος οἴχεται,
205κάστορόςτε συγγόνουτε
206διδυμογενὲς ἄγαλμα πατρίδος
207ἀφανὲς ἀφανὲς ἱππόκροτα
208λέλοιπε δάπεδα γυμνάσιάτε
210δονακόεντος
210bΕὐρώτα, νεανιᾶν πόνον.
Χορος
Χο.
Χο.
211αἰαῖ αἰαῖ ·
212ὦ δαίμονος πολυστόνου
213μοίραςτε σᾶς, γύναι.
214αἰὼν δυσαίων
215τις ἔλαχεν ἔλαχεν, ὅτε σ’ἐτέκετο ματρόθεν χιονόχρως κύκνου πτερῷ
216Ζεὺς πρέπων δι’αἰθέρος ·
217τί γὰρ ἄπεστί σοι κακῶν;
218τίνα δὲ βίοτον οὐκ ἔτλας;
219μάτηρ μὲν οἴχεται,
220δίδυμάτε Διὸς οὐκ
221εὐδαιμονεῖ τέκεα φίλα,
222χθόνα δὲ πάτριον οὐχ ὁρᾷς,
223διὰ δὲ πόλεας ἔρχεται
224βάξις, ἅ σε βαρβάροισι,
225πότνια, παραδίδωσι λέχεσιν,
226ὁ δὲ σὸς ἐν ἁλὶ κύμασίτε
227λέλοιπε βίοτον, οὐ δέ ποτ’ἔτι
228πάτρια μέλαθρα καὶ τὰν
228bΧαλκίοικον ὀλβιεῖς.
Ελενη
Ελ.
Ελ.
229φεῦ φεῦ, τίς ἢ Φρυγῶν
230ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς
231ἔτεμε τὰν δακρυόεσσαν
232Ἰλίῳ πεύκαν;
233ἔνθεν ὀλόμενον σκάφος
234συναρμόσας ὁ Πριαμίδας
235ἔπλευσε βαρβάρῳ πλάτᾳ τὰν ἐμὰν ἐφ’ἑστίαν,
236ἐπὶ τὸ δυστυχέστατον
237κάλλος, ὡς ἕλοι, γάμων
238ἀμῶν · ἅτε δόλιος
239ἁ πολυκτόνος Κύπρις
240Δαναΐδαις ἄγουσα θάνατον, ὦ τάλαινα συμφορᾶς.
241ἁ δὲ χρυσέοις θρόνοις
242Διὸς ὑπαγκάλισμα σεμνὸν
243Ἥρα τὸν ὠκύπουν
244ἔπεμψε Μαιάδος γόνον ·
245ὅς με χλοερὰ δρεπομέναν ἔσω πέπλων ῥόδεα πέταλα, Χαλκίοικον ὡς μόλοιμ’,
246ἀναρπάσας δι’αἰθέρος
247τάνδε γαῖαν εἰς ἄνολβον
248ἔριν ἔριν τάλαιναν ἔθετο
249Πριαμίδαισιν Ἑλλάδος.
250τὸ δ’ἐμὸν ὄνομα παρὰ Σιμουντίοις ῥοαῖσι
251μαψίδιον ἔχει φάτιν.
Χορος
Χο.
Χο.
253ἔχεις μὲν ἀλγείν’, οἶδα · σύμφορον δέ τοι
254ὡς ῥᾷστα τα- τἀναγκαῖα τοῦ βίου φέρειν.
Ελενη
Ελ.
Ελ.
255φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην;
256ἆρ’ἡ τεκοῦσά μ’ἔτεκεν ἀνθρώποις τέρας;
257258
259
260
τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματ’ἐστί μου,
261τὰ μὲν δι’Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.
262εἴθ’ἐξαλειφθεῖσ’ὡς ἄγαλμ’αὖθις πάλιν
263αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,
264καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω
265Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς
266ἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου.
267ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην
268πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δ’ὅμως ·
269ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.
270πρῶτον μὲν οὐκ οὖσ’ἄδικος, εἰμὶ δυσκλεής ·
271καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,
272ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.
273ἔπειτα πατρίδος θεοί μ’ἀφιδρύσαντο γῆς
274ἐς βάρβαρ’ἤθη, καὶ φίλων τητωμένη
275δούλη καθέστηκ’οὖσ’ἐλευθέρων ἄπο ·
276τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.
277ἄγκυρα δ’ἥ μου τὰς τύχας ὤχει μόνη,
278πόσιν ποθ’ἥξειν καί μ’ἀπαλλάξειν κακῶν —
279οὗτος τέθνηκεν, οὗτος οὐκέτ’ἔστι δή.
280μήτηρ δ’ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ,
281ἀδίκως μέν, ἀλλὰ τα- τἄδικον τοῦτ’ἔστ’ἐμόν ·
282ὃ δ’ἀγλάισμα δωμάτων ἐμοῦτ’ἔφυ,
283θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται ·
284τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω
285οὐκ ἐστόν. ἀλλὰ πάντ’ἔχουσα δυστυχῆ
286τοῖς πράγμασιν τέθνηκα, τοῖς δ’ἔργοισιν οὔ.
287τὸ δ’ἔσχατον τοῦτ’, εἰ μόλοιμεν ἐς πάτραν,
288κλῄθροις ἂν εἰργοίμεσθα — τὴν ὑπ’Ἰλίῳ
289δοκοῦντες Ἑλένην Μενέλεώ μ’ἐλθεῖν μέτα.
290εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν
291ἐλθόντες, ἃ φανέρ’ἦν μόνοις, ἐς ξύμβολα.
292νῦν δ’οὔτε τοῦτ’ἔστ’οὔτε μὴ σωθῇ ποτε.
293τί δῆτ’ἔτι ζῶ; τίν’ὑπολείπομαι τύχην;
294γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς,
295μετ’ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν
296τράπεζαν ἵζουσ’; ἀλλ’ὅταν πόσις πικρὸς
297ξυνῇ γυναικί, καὶ τὸ σῶμ’ἐστιν πικρόν.
298θανεῖν κράτιστον · πῶς θάνοιμ’ἂν οὐ καλῶς;
299300
301
302
303
ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν ·
304αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς
305γυναῖκες, ἡμᾶς δ’αὐτὸ τοῦτ’ἀπώλεσεν.
Χορος
Χο.
Χο.
306Ἑλένη, τὸν ἐλθόνθ’, ὅστις ἐστὶν ὁ ξένος,
307μὴ πάντ’ἀληθῆ δοξάσῃς εἰρηκέναι.
Ελενη
Ελ.
Ελ.
308καὶ μὴν σαφῶς γ’ἔλεξ’ὀλωλέναι πόσιν.
Χορος
Χο.
Χο.
309πόλλ’ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη.
Ελενη
Ελ.
Ελ.
310καὶ τα- τἄμπαλίν γε τῶνδ’ἀληθείᾳ σαφῆ.
Χορος
Χο.
Χο.
311ἐς ξυμφορὰν γὰρ ἀντὶ τα- τἀγαθοῦ φέρῃ.
Ελενη
Ελ.
Ελ.
312φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μ’ἄγει.
Χορος
Χο.
Χο.
313πῶς δ’εὐμενείας τοισίδ’ἐν δόμοις ἔχεις;
Ελενη
Ελ.
Ελ.
314πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους.
Χορος
Χο.
Χο.
315οἶσθ’οὖν ὃ δρᾶσον; μνήματος λιποῦσ’ἕδραν —
Ελενη
Ελ.
Ελ.
316ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν;
Χορος
Χο.
Χο.
317ἐλθοῦσ’ἐς οἴκους, ἣ τὰ πάντ’ἐπίσταται,
318τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης,
319πυθοῦ πόσιν σὸν Θεονόης, εἴτ’ἔστ’ἔτι
320εἴτ’ἐκλέλοιπε φέγγος · ἐκμαθοῦσα δ’εὖ
321πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόουςτ’ἔχε.
322πρὶν δ’οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον
323λυπουμένῃ γένοιτ’ἄν; ἀλλ’ἐμοὶ πιθοῦ ·
324τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ ·
325ὅθενπερ εἴσῃ πάντα τα- τἀληθῆ μαθεῖν
326ἔχουσ’ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω;
327θέλω δὲ κα- κἀγὼ σοὶ συνεισελθεῖν δόμους
328καὶ συμπυθέσθαι παρθένου θεσπίσματα ·
329γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.
Ελενη
Ελ.
Ελ.
330φίλαι, λόγους ἐδεξάμαν ·
331βᾶτε βᾶτε δ’ἐς δόμους,
332ἀγῶνας ἐντὸς οἴκων
333ὡς πύθησθε τοὺς ἐμούς.
Χορος
Χο.
Χο.
334θέλουσαν οὐ μόλις καλεῖς.
Ελενη
Ελ.
Ελ.
335ἰὼ μέλεος ἁμέρα.
336τίν’ἄρα τάλαινα τίνα
337δακρυόεντα λόγον ἀκούσομαι;
Χορος
Χο.
Χο.
338μὴ πρόμαντις ἀλγέων
339προλάμβαν’, ὦ φίλα, γόους.
Ελενη
Ελ.
Ελ.
340τί μοι πόσις μέλεος ἔτλα;
341πότερα δέρκεται φάος
342τέθριππάθ’ἁλίου κέλευθάτ’ἀστέρων,
344ἢ ’ν νέκυσι κατὰ χθονὸς
345τὰν χρόνιον ἔχει τύχαν;
Χορος
Χο.
Χο.
346ἐς τὸ φέρτερον τίθει
347τὸ μέλλον, ὅ τι γενήσεται.
Ελενη
Ελ.
Ελ.
348σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα,
349τὸν ὑδρόεντι δόνακι χλωρὸν
350Εὐρώταν, θανόντος
351εἰ βάξις ἔτυμος ἀνδρὸς
352ἅδε μοι — τί τάδ’ἀσύνετα; —
353φόνιον αἰώρημα
354διὰ δέρης ὀρέξομαι,
355ἢ ξιφοκτόνον δίωγμα λαιμορρύτου σφαγᾶς
356αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,
357θῦμα τριζύγοις θεαῖσι
358τῷτε σήραγγας
359Ἰδαίας ἐνίζοντι
360Πριαμίδᾳ ποτ’ἀμφὶ βουστάθμους.
Χορος
Χο.
Χο.
360ἄλλοσ’ἀποτροπὰ κακῶν
361γένοιτο, τὸ δὲ σὸν εὐτυχές.
Ελενη
Ελ.
Ελ.
362ἰὼ Τροία τάλαινα,
362bδι’ἔργ’ἄνεργ’ὄλλυσαι
363μέλεάτ’ἔτλας · τὰ δ’ἐμὰ δῶρα
364Κύπριδος ἔτεκε πολὺ μὲν αἷμα,
365πολὺ δὲ δάκρυον · ἄχεάτ’ἄχεσι,
366δάκρυα δάκρυσιν ἔλαβε, πάθεα […]
367ματέρεςτε παῖδας ὄλεσαν,
368ἀπὸ δὲ παρθένοι κόμας
369ἔθεντο σύγγονοι νεκρῶν Σκαμάνδριον
370ἀμφὶ Φρύγιον οἶδμα. βοὰν βοὰν δ’Ἑλλὰς
371κελάδησε κα- κἀνοτότυξεν,
372ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν,
373ὄνυχι δ’ἁπαλόχροα γένυν
374δεῦσε φονίαισι πλαγαῖς.
375ὦ μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸς
376ἃ λεχέων ἐπέβας τετραβάμοσι γυίοις,
377ὡς πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον,
378ἁ μορφᾷ θηρῶν λαχνογυίων —
379ὄμματι λάβρῷ σχῆμα λεαίνης —
380ἐξαλλάξασ’ἄχθεα λύπης ·
381ἅντέ ποτ’Ἄρτεμις ἐξεχορεύσατο
382χρυσοκέρατ’ἔλαφον Μέροπος Τιτανίδα κούραν
383καλλοσύνας ἕνεκεν · τὸ δ’ἐμὸν δέμας
384ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας
385ὀλομένουςτ’Ἀχαιούς.
Μενελεως
Με.
Με.
386ὦ τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάτα
387Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε,
388εἴθ’ὤφελες τόθ’, ἡνίκ’ἔρανον εἰς θεοὺς
389πεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον,
390πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε,
391ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο
392Ἀγαμέμνον’ἐμέτε Μενέλεων, κλεινὸν ζυγόν ·
393πλεῖστον γὰρ οἶμαι — καὶ τόδ’οὐ κόμπῳ λέγω —
394στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι,
395τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν,
396ἑκοῦσι δ’ἄρξας Ἑλλάδος νεανίαις.
397καὶ τοὺς μὲν οὐκέτ’ὄντας ἀριθμῆσαι πάρα,
398τοὺς δ’ἐκ θαλάσσης ἀσμένους πεφευγότας,
399νεκρῶν φέροντας ὀνόματ’εἰς οἴκους πάλιν.
400ἐγὼ δ’ἐπ’οἶδμα πόντιον γλαυκῆς ἁλὸς
401τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου
402πύργους ἔπερσα, κα- κἀς πάτραν χρῄζων μολεῖν
403οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.
404Λιβύηςτ’ἐρήμους ἀξένουςτ’ἐπιδρομὰς
405πέπλευκα πάσας · κα- χὥταν ἐγγὺς ὦ πάτρας,
406πάλιν μ’ἀπωθεῖ πνεῦμα, κα- κοὔποτ’οὔριον
407ἐσῆλθε λαῖφος ὥστε μ’ἐς πάτραν μολεῖν.
408καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους
409ἐξέπεσον ἐς γῆν τήνδε · ναῦς δὲ πρὸς πέτρας
410πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων.
411τρόπις δ’ἐλείφθη ποικίλων ἁρμοσμάτων,
412ἐφ’ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃ
413Ἑλένητε, Τροίας ἣν ἀποσπάσας ἔχω.
414ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼς
415οὐκ οἶδα · ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμην
416ὥσθ’ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίας
417κρύπτων ὑπ’αἰδοῦς τῆς τύχης. ὅταν δ’ἀνὴρ
418πράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίαν
419πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος.
420χρεία δὲ τείρει μ’· οὔτε γὰρ σῖτος πάρα
421οὔτ’ἀμφὶ χρῶτ’ἐσθῆτες · αὐτὰ δ’εἰκάσαι
422πάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι.
423πέπλους δὲ τοὺς πρὶν λαμπράτ’ἀμφιβλήματα
424χλιδάςτε πόντος ἥρπασ’· ἐν δ’ἄντρου μυχοῖς
425κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ
426ἄρξασαν ἥκω τούςτε περιλελειμμένους
427φίλων φυλάσσειν τα- τἄμ’ἀναγκάσας λέχη.
428μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις
429τὰ πρόσφορ’ἤν πως ἐξερευνήσας λάβω.
430ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε
431πύλαςτε σεμνὰς ἀνδρὸς ὀλβίου τινός,
432προσῆλθον · ἐλπὶς δ’ἔκ γε πλουσίων δόμων
433λαβεῖν τι ναύταις · ἐκ δὲ μὴ ἐχόντων βίον —
434οὐ δ’εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν.
435ὠή · τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι,
436ὅστις διαγγείλειε τα- τἄμ’ἔσω κακά;
Γραυς
Γρ.
Γρ.
437τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξῃ δόμων
438καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις
439ὄχλον παρέξεις δεσπόταις; ἢ κατθανῇ
440Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί.
Μενελεως
Με.
Με.
441ὦ γραῖα, τα- ταὐτὰ ταῦτ’ἔπη κα- κἄλλως λέγειν
442ἔξεστι, πείσομαι γάρ · ἀλλ’ἄνες λόγον.
Γραυς
Γρ.
Γρ.
443ἄπελθ’· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,
444μηδένα πελάζειν τοισίδ’Ἑλλήνων δόμοις.
Μενελεως
Με.
Με.
445ἆ · μὴ προσείλει χεῖρα μη δ’ὤθει βίᾳ.
Γραυς
Γρ.
Γρ.
446πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δ’αἴτιος.
Μενελεως
Με.
Με.
447ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς […]
Γραυς
Γρ.
Γρ.
448πικρῶς ἄρ’οἶμαί γ’ἀγγελεῖν τοὺς σοὺς λόγους.
Μενελεως
Με.
Με.
449ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος.
Γραυς
Γρ.
Γρ.
450οἶκον πρὸς ἄλλον νύν τιν’ἀντὶ τοῦδ’ἴθι.
Μενελεως
Με.
Με.
451οὔκ, ἀλλ’ἔσω πάρειμι · καὶ σύ μοι πιθοῦ.
Γραυς
Γρ.
Γρ.
452ὀχληρὸς ἴσθ’ὤν · καὶ τάχ’ὠσθήσῃ βίᾳ.
Μενελεως
Με.
Με.
453αἰαῖ · τὰ κλεινὰ ποῦ ’στί μοι στρατεύματα;
Γραυς
Γρ.
Γρ.
454οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθ’, οὐκ ἐνθάδε.
Μενελεως
Με.
Με.
455ὦ δαῖμον, ὡς ἀνάξι’ἠτιμώμεθα.
Γραυς
Γρ.
Γρ.
456τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίν’οἰκτρὸς εἶ;
Μενελεως
Με.
Με.
457πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας.
Γραυς
Γρ.
Γρ.
458οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις;
Μενελεως
Με.
Με.
459τίς δ’ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι;
Γραυς
Γρ.
Γρ.
460Πρωτεὺς τάδ’οἰκεῖ δώματ’, Αἴγυπτος δὲ γῆ.
Μενελεως
Με.
Με.
461Αἴγυπτος; ὦ δύστηνος, οἷ πέπλευκ’ἄρα.
Γραυς
Γρ.
Γρ.
462τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος;
Μενελεως
Με.
Με.
463οὐ τοῦτ’ἐμέμφθην · τὰς ἐμὰς στένω τύχας.
Γραυς
Γρ.
Γρ.
464πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.
Μενελεως
Με.
Με.
465ἔστ’οὖν ἐν οἴκοις ὅντιν’ὀνομάζεις ἄναξ;
Γραυς
Γρ.
Γρ.
466τόδ’ἐστὶν αὐτοῦ μνῆμα, παῖς δ’ἄρχει χθονός.
Μενελεως
Με.
Με.
467ποῦ δῆτ’ἂν εἴη; πότερον ἐκτὸς ἢ ’ν δόμοις;
Γραυς
Γρ.
Γρ.
468οὐκ ἔνδον · Ἕλλησιν δὲ πολεμιώτατος.
Μενελεως
Με.
Με.
469τίν’αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ;
Γραυς
Γρ.
Γρ.
470Ἑλένη κατ’οἴκους ἐστὶ τούσδ’ἡ τοῦ Διός.
Μενελεως
Με.
Με.
471πῶς φῄς; τίν’εἶπας μῦθον; αὖθίς μοι φράσον.
Γραυς
Γρ.
Γρ.
472ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτ’ἦν.
Μενελεως
Με.
Με.
473πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμ’ἔχει λόγον;
Γραυς
Γρ.
Γρ.
474Λακεδαίμονος γῆς δεῦρο νοστήσασ’ἄπο.
Μενελεως
Με.
Με.
475πότε; οὔ τί που λελῄσμεθ’ἐξ ἄντρων λέχος;
Γραυς
Γρ.
Γρ.
476πρὶν τοὺς Ἀχαιούς, ὦ ξέν’, ἐς Τροίαν μολεῖν.
477ἀλλ’ἕρπ’ἀπ’οἴκων · ἔστι γάρ τις ἐν δόμοις
478τύχη, τύραννος ᾗ ταράσσεται δόμος.
479καιρὸν γὰρ οὐδέν’ἦλθες · ἢν δὲ δεσπότης
480λάβῃ σε, θάνατος ξένιά σοι γενήσεται.
481εὔνους γάρ εἰμ’Ἕλλησιν, οὐχ ὅσον πικροὺς
482λόγους ἔδωκα δεσπότην φοβουμένη.
Μενελεως
Με.
Με.
483τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας
484ἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω,
485εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων
486ἥκω δάμαρτα καὶ κατ’ἄντρα σῴζεται,
487ὄνομα δὲ τα- ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις
488δάμαρτος ἄλλη τοισίδ’ἐνναίει δόμοις.
489Διὸς δ’ἔλεξε παῖδά νιν πεφυκέναι.
490ἀλλ’ἦ τις ἔστι Ζηνὸς ὄνομ’ἔχων ἀνὴρ
491Νείλου παρ’ὄχθας; εἷς γὰρ ὅ γε κατ’οὐρανόν.
492Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ
493τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;
494ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται.
495Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμος
496Τροίαςτε; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.
497πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶ
498ὀνόματα τα- ταὔτ’ἔχουσι καὶ πόλις πόλει
499γυνὴ γυναικίτ’· οὐδὲν οὖν θαυμαστέον.
500οὐ δ’αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα ·
501ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας,
502ὃς ὄνομ’ἀκούσας το- τοὐμὸν οὐ δώσει βοράν.
503κλεινὸν τὸ Τροίας πῦρ ἐγώθ’ὃς ἧψά νιν,
504Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί.
505δόμων ἄνακτα προσμενῶ · δισσὰς δέ μοι
506ἔχει φυλάξεις · ἢν μὲν ὠμόφρων τις ᾖ,
507κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια ·
508ἢν δ’ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορα
509τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι.
510κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις,
511ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα
512βίον προσαιτεῖν · ἀλλ’ἀναγκαίως ἔχει.
513λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δ’ἔπος,
514δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.
Χορος
Χο.
Χο.
515ἤκουσα τᾶς θεσπιῳδοῦ κόρας,
516ἃ χρῄζουσ’ἐφάνη τυράννοις
517δόμοις, ὡς Μενέλαος οὔ
518πω μελαμφαὲς οἴχεται
519δι’ἔρεβος χθονὶ κρυφθείς,
520ἀλλ’ἔτι κατ’οἶδμ’ἅλιον
521τρυχόμενος οὔπω λιμένων
522ψαύσειεν πατρίας γᾶς,
523ἀλατείᾳ βιότου
524ταλαίφρων, ἄφιλος φίλων,
525παντοδαπᾶς † ἐπὶ γᾶς † πόδα
526χριμπτόμενος εἰναλίῳ
527κώπᾳ Τρῳάδος ἐκ γᾶς.
Ελενη
Ελ.
Ελ.
528ἥδ’αὖ τάφου τοῦδ’εἰς ἕδρας ἐγὼ πάλιν
529στείχω, μαθοῦσα Θεονόης φίλους λόγους,
530ἣ πάντ’ἀληθῶς οἶδε · φησὶ δ’ἐν φάει
531πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν,
532πορθμοὺς δ’ἀλᾶσθαι μυρίους πεπλωκότα
533ἐκεῖσε κα- κἀκεῖσ’οὐ δ’ἀγύμναστον πλάνοις,
534ἥξειν δ’ὅταν δὴ πημάτων λάβῃ τέλος.
535ἓν δ’οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται.
536ἐγὼ δ’ἀπέστην τοῦτ’ἐρωτῆσαι σαφῶς,
537ἡσθεῖσ’ἐπεί νιν εἶπέ μοι σεσῳσμένον.
538ἐγγὺς δέ νίν που τῆσδ’ἔφασκ’εἶναι χθονός,
539ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις.
540ὤμοι, πόθ’ἥξεις; ὡς ποθεινὸς ἂν μόλοις.
541ἔα, τίς οὗτος; οὔ τί που κρυπτεύομαι
542Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων;
543οὐχ ὡς δρομαία πῶλος ἢ Βάκχη θεοῦ
544τάφῳ ξυνάψω κῶλον; ἄγριος δέ τις
545μορφὴν ὅδ’ἐστίν, ὅς με θηρᾶται λαβεῖν.
Μενελεως
Με.
Με.
546σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην
547τύμβου ’πὶ κρηπῖδ’ἐμπύρουςτ’ὀρθοστάτας,
548μεῖνον · τί φεύγεις; ὡς δέμας δείξασα σὸν
549ἔκπληξιν ἡμῖν ἀφασίαντε προστίθης.
Ελενη
Ελ.
Ελ.
550ἀδικούμεθ’, ὦ γυναῖκες · εἰργόμεσθα γὰρ
551τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μ’ἑλὼν θέλει
552δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους.
Μενελεως
Με.
Με.
553οὐ κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν.
Ελενη
Ελ.
Ελ.
554καὶ μὴν στολήν γ’ἄμορφον ἀμφὶ σῶμ’ἔχεις.
Μενελεως
Με.
Με.
555στῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα.
Ελενη
Ελ.
Ελ.
556ἵστημ’, ἐπεί γε τοῦδ’ἐφάπτομαι τόπου.
Μενελεως
Με.
Με.
557τίς εἶ; τίν’ὄψιν σήν, γύναι, προσδέρκομαι;
Ελενη
Ελ.
Ελ.
558σὺ δ’εἶ τίς; αὑτὸς γὰρ σὲ κα- κἄμ’ἔχει λόγος.
Μενελεως
Με.
Με.
559οὐπώποτ’εἶδον προσφερέστερον δέμας.
Ελενη
Ελ.
Ελ.
560ὦ θεοί · θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.
Μενελεως
Με.
Με.
561Ἑλληνὶς εἶ τις ἢ ἐπιχωρία γυνή;
Ελενη
Ελ.
Ελ.
562Ἑλληνίς · ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
Μενελεως
Με.
Με.
563Ἑλένῃ σ’ὁμοίαν δὴ μάλιστ’εἶδον, γύναι.
Ελενη
Ελ.
Ελ.
564ἐγὼ δὲ Μενέλεῴ γε σέ · οὐ δ’ἔχω τί φῶ.
Μενελεως
Με.
Με.
565ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον.
Ελενη
Ελ.
Ελ.
566ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.
Μενελεως
Με.
Με.
567ποίας δάμαρτος; μὴ θίγῃς ἐμῶν πέπλων.
Ελενη
Ελ.
Ελ.
568ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.
Μενελεως
Με.
Με.
569ὦ φωσφόρ’Ἑκάτη, πέμπε φάσματ’εὐμενῆ.
Ελενη
Ελ.
Ελ.
570οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μ’ὁρᾷς.
Μενελεως
Με.
Με.
571οὐ μὴν γυναικῶν γ’εἷς δυοῖν ἔφυν πόσις.
Ελενη
Ελ.
Ελ.
572ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;
Μενελεως
Με.
Με.
573ἣν ἄντρα κεύθει κα- κἀκ Φρυγῶν κομίζομαι.
Ελενη
Ελ.
Ελ.
574οὐκ ἔστιν ἄλλη σή τις ἀντ’ἐμοῦ γυνή.
Μενελεως
Με.
Με.
575οὔ που φρονῶ μὲν εὖ, τὸ δ’ὄμμα μου νοσεῖ;
Ελενη
Ελ.
Ελ.
576οὐ γάρ με λεύσσων σὴν δάμαρθ’ὁρᾶν δοκεῖς;
Μενελεως
Με.
Με.
577τὸ σῶμ’ὅμοιον, τὸ δὲ σαφές μ’ἀποστερεῖ.
Ελενη
Ελ.
Ελ.
578σκέψαι · τί σο- σοὐνδεῖ; τίς δὲ σοῦ σοφώτερος;
Μενελεως
Με.
Με.
579ἔοικας · οὔτοι τοῦτό γ’ἐξαρνήσομαι.
Ελενη
Ελ.
Ελ.
580τίς οὖν διδάξει σ’ἄλλος ἢ τὰ σ’ὄμματα;
Μενελεως
Με.
Με.
581ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτ’ἄλλην ἔχω.
Ελενη
Ελ.
Ελ.
582οὐκ ἦλθον ἐς γῆν Τρῳάδ’, ἀλλ’εἴδωλον ἦν.
Μενελεως
Με.
Με.
583καὶ τίς βλέποντα σώματ’ἐξεργάζεται;
Ελενη
Ελ.
Ελ.
584αἰθήρ, ὅθεν σὺ θεοπόνητ’ἔχεις λέχη.
Μενελεως
Με.
Με.
585τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις.
Ελενη
Ελ.
Ελ.
586Ἥρας, διάλλαγμ’, ὡς Πάρις με μὴ λάβοι.
Μενελεως
Με.
Με.
587πῶς οὖν ἂν ἐνθάδ’ἦσθάτ’ἐν Τροίᾳθ’ἅμα;
Ελενη
Ελ.
Ελ.
588το- τοὔνομα γένοιτ’ἂν πολλαχοῦ, τὸ σῶμα δ’οὔ.
Μενελεως
Με.
Με.
589μέθες με, λύπης ἅλις ἔχων ἐλήλυθα.
Ελενη
Ελ.
Ελ.
590λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κέν’ἐξάξεις λέχη;
Μενελεως
Με.
Με.
591καὶ χαῖρέ γ’, Ἑλένῃ προσφερὴς ὁθούνεκ’εἶ.
Ελενη
Ελ.
Ελ.
592ἀπωλόμην · λαβοῦσά σ’οὐχ ἕξω πόσιν.
Μενελεως
Με.
Με.
593το- τοὐκεῖ με μέγεθος τῶν πόνων πείθει, σὺ δ’οὔ.
Ελενη
Ελ.
Ελ.
594οἲ ἐγώ · τίς ἡμῶν ἐγένετ’ἀθλιωτέρα;
595οἱ φίλτατοι λείπουσί μ’οὐ δ’ἀφίξομαι
596Ἕλληνας οὐ δὲ πατρίδα τὴν ἐμήν ποτε.
Αγγελος
Αγ.
Αγ.
597Μενέλαε, μαστεύων σε κιγχάνω μόλις
598πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα,
599πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.
Μενελεως
Με.
Με.
600τί δ’ἔστιν; οὔ που βαρβάρων συλᾶσθ’ὕπο;
Αγγελος
Αγ.
Αγ.
601θαῦμ’ἔστ’, ἔλασσον το- τοὔνομ’ἢ τὸ πρᾶγμ’ἔχον.
Μενελεως
Με.
Με.
602λέγ’· ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον.
Αγγελος
Αγ.
Αγ.
603λέγω πόνους σε μυρίους τλῆναι μάτην.
Μενελεως
Με.
Με.
604παλαιὰ θρηνεῖς πήματ’· ἀγγέλλεις δὲ τί;
Αγγελος
Αγ.
Αγ.
605βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς
606ἀρθεῖσ’ἄφαντος · οὐρανῷ δὲ κρύπτεται
607λιποῦσα σεμνὸν ἄντρον οὗ σφ’ἐσῴζομεν,
608τοσόνδε λέξασ’· ὦ ταλαίπωροι Φρύγες
609πάντεςτ’Ἀχαιοί, δι’ἔμ’ἐπὶ Σκαμανδρίοις
610ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε,
611δοκοῦντες Ἑλένην οὐκ ἔχοντ’ἔχειν Πάριν.
612ἐγὼ δ’, ἐπειδὴ χρόνον ἔμειν’ὅσον με χρῆν,
613τὸ μόρσιμον σῴσασα, πατέρ’ἐς οὐρανὸν
614ἄπειμι · φήμας δ’ἡ τάλαινα Τυνδαρὶς
615ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία.
616ὦ χαῖρε, Λήδας θύγατερ, ἐνθάδ’ἦσθ’ἄρα;
617ἐγὼ δέ σ’ἄστρων ὡς βεβηκυῖαν μυχοὺς
618ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον
619δέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖν
620ἡμᾶς τόδ’αὖθις, ὡς ἄδην ἐν Ἰλίῳ
621πόνους παρεῖχες σῷ πόσει καὶ συμμάχοις.
Μενελεως
Με.
Με.
622τοῦτ’ἔστ’ἐκεῖνο · ξυμβεβᾶσιν οἱ λόγοι
623οἱ τῆσδ’ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα,
624ἥ σ’εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.
Ελενη
Ελ.
Ελ.
625ὦ φίλτατ’ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος
626παλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα.
627ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι,
628περίτ’ἐπέτασα χέρα
629φίλιον ἐν μακρᾷ φλογὶ φαεσφόρῳ.
Μενελεως
Με.
Με.
630κα- κἀγὼ σέ · πολλοὺς δ’ἐν μέσῳ λόγους ἔχων
631οὐκ οἶδ’ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν.
Ελενη
Ελ.
Ελ.
632γέγηθα, κρατὶ δ’ὀρθίους ἐθείρας
633ἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω,
634περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν,
635ὦ πόσις, ὡς λάβω.
Μενελεως
Με.
Με.
636ὦ φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην ·
637ἔχω τὰ τῆς Διόςτε λέκτρα Λήδαςθ’,
638ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι
640ξυνομαίμονες ὤλβισαν ὤλβισαν
641τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σ’ἐμοῦ
642πρὸς ἄλλαν ἐλαύνει
643θεὸς συμφορὰν τᾶσδε κρείσσω.
644τὸ κακὸν δ’ἀγαθὸν σέτε κα- κἀμὲ συνάγαγε, πόσιν
645χρόνιον, ἀλλ’ὅμως ὀναίμαν τύχας.
Χορος
Χο.
Χο.
646ὄναιο δῆτα. τα- ταὐτὰ δὴ ξυνεύχομαι ·
647δυοῖν γὰρ ὄντοιν οὐχ ὃ μὲν τλήμων, ὃ δ’οὔ.
Ελενη
Ελ.
Ελ.
648φίλαι φίλαι, τὰ πάρος οὐκέτι
649στένομεν οὐ δ’ἀλγῶ.
650πόσιν ἐμὸν ἔχομεν ὃν
651ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν.
Μενελεως
Με.
Με.
652ἔχεις, ἐγώτε σέ · ἡλίους δὲ μυρίους
653μόλις διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ.
654ἐμὰ δὲ χαρμονὰ δάκρυα · πλέον ἔχει
655χάριτος ἢ λύπας.
Ελενη
Ελ.
Ελ.
656τί φῶ; τίς ἂν τάδ’ἤλπισεν βροτῶν ποτε;
657ἀδόκητον ἔχω σε πρὸς στέρνοις.
Μενελεως
Με.
Με.
658κα- κἀγὼ σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλιν
659μολεῖν Ἰλίουτε μελέους πύργους.
660πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης;
Ελενη
Ελ.
Ελ.
661ἒ ἔ · πικρὰς ἐς ἀρχὰς βαίνεις,
662ἒ ἔ · πικρὰν δ’ἐρευνᾷς φάτιν.
Μενελεως
Με.
Με.
663λέγ’· ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων.
Ελενη
Ελ.
Ελ.
664ἀπέπτυσα μὲν λόγον, οἷον οἷον ἐσοίσομαι.
Μενελεως
Με.
Με.
665ὅμως δὲ λέξον · ἡδύ τοι μόχθων κλύειν.
Ελενη
Ελ.
Ελ.
666οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία
667πετομένας κώπας,
668πετομένου δ’ἔρωτος ἀδίκων γάμων […]
Μενελεως
Με.
Με.
669τίς γάρ σε δαίμων ἢ πότμος συλᾷ πάτρας;
Ελενη
Ελ.
Ελ.
670ὁ Διὸς ὁ Διός, ὦ πόσι, παῖς μ’[…]
671ἐπέλασεν Νείλῳ.
Μενελεως
Με.
Με.
672θαυμαστά · τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι.
Ελενη
Ελ.
Ελ.
673κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω
674δάκρυσιν · ἁ Διός μ’ἄλοχος ὤλεσεν.
Μενελεως
Με.
Με.
675Ἥρα; τί νῷν χρῄζουσα προσθεῖναι κακόν;
Ελενη
Ελ.
Ελ.
676ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν,
677ἵνα θεαὶ μορφὰν
678ἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις.
Μενελεως
Με.
Με.
679τὰ δ’ἐς κρίσιν σοι τῶνδ’ἔθηχ’Ἥρα κακῶν —;
Ελενη
Ελ.
Ελ.
680Πάριν ὡς ἀφέλοιτο —
Μενελεως
Με.
Με.
680bπῶς; αὔδα.
Ελενη
Ελ.
Ελ.
681Κύπρις ᾧ μ’ἐπένευσεν —
Μενελεως
Με.
Με.
681bὦ τλᾶμον.
Ελενη
Ελ.
Ελ.
682τλάμων, τλάμων · ὧδ’ἐπέλασ’Αἰγύπτῳ.
Μενελεως
Με.
Με.
683εἶτ’ἀντέδωκ’εἴδωλον, ὡς σέθεν κλύω.
Ελενη
Ελ.
Ελ.
684τὰ δὲ σὰ κατὰ μέλαθρα πάθεα πάθεα,
685μᾶτερ, οἲ ’γώ.
Μενελεως
Με.
Με.
685bτί φῄς;
Ελενη
Ελ.
Ελ.
686οὐκ ἔστι μάτηρ · ἀγχόνιον δὲ βρόχον
687δι’ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν.
Μενελεως
Με.
Με.
688ὤμοι · θυγατρὸς δ’Ἑρμιόνης ἔστιν βίος;
Ελενη
Ελ.
Ελ.
689ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει
690γάμον ἄγαμον ἐμόν.
Μενελεως
Με.
Με.
691ὦ πᾶν κατ’ἄκρας δῶμ’ἐμὸν πέρσας Πάρις,
692τάδε καὶ σὲ διώλεσε μυριάδαςτε
693χαλκεόπλων Δαναῶν.
Ελενη
Ελ.
Ελ.
694ἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίαν
695ἔβαλε θεὸς ἀπότε πόλεος ἀπότε σέθεν,
696ὅτε μέλαθρα λέχεάτ’ἔλιπον — οὐ λιποῦσ’
697ἐπ’αἰσχροῖς γάμοις.
Χορος
Χο.
Χο.
698εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος
699τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν.
Αγγελος
Αγ.
Αγ.
700Μενέλαε, κα- κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς,
701ἣν μανθάνω μὲν κα- καὐτός, οὐ σαφῶς δ’ἔχω.
Μενελεως
Με.
Με.
702ἀλλ’, ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων.
Αγγελος
Αγ.
Αγ.
703οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς;
Μενελεως
Με.
Με.
704οὐχ ἥδε, πρὸς θεῶν δ’ἦμεν ἠπατημένοι,
705νεφέλης ἄγαλμ’ἔχοντες ἐν χεροῖν λυγρόν.
Αγγελος
Αγ.
Αγ.
706τί φῄς;
707νεφέλης ἄρ’ἄλλως εἴχομεν πόνους πέρι;
Μενελεως
Με.
Με.
708Ἥρας τάδ’ἔργα καὶ θεῶν τρισσῶν ἔρις.
Αγγελος
Αγ.
Αγ.
709ἡ δ’οὖσ’ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ;
Μενελεως
Με.
Με.
710αὕτη · λόγοις ἐμοῖσι πίστευσον τάδε.
Αγγελος
Αγ.
Αγ.
711ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον
712καὶ δυστέκμαρτον. εὖ δέ πως πάντα στρέφει
713ἐκεῖσε κα- κἀκεῖσ’ἀναφέρων · ὃ μὲν πονεῖ,
714ὃ δ’οὐ πονήσας αὖθις ὄλλυται κακῶς,
715βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων.
716σὺ γὰρ πόσιςτε σὸς πόνων μετέσχετε,
717σὺ μὲν λόγοισιν, ὃ δὲ δορὸς προθυμίᾳ.
718σπεύδων δ’ὅτ’ἔσπευδ’οὐδὲν εἶχε · νῦν δ’ἔχει
719αὐτόματα πράξας τα- τἀγάθ’εὐτυχέστατα.
720οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω
721ᾔσχυνας, οὐ δ’ἔδρασας οἷα κλῄζεται.
722νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν
723καὶ λαμπάδων μεμνήμεθ’ἃς τετραόροις
724ἵπποις τροχάζων παρέφερον · σὺ δ’ἐν δίφροις
725ξὺν τῷδε νύμφη δῶμ’ἔλειπες ὄλβιον.
726κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν
727καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς.
728ἐγὼ μὲν εἴην, κα- κεἰ πέφυχ’ὅμως λάτρις,
729ἐν τοῖσι γενναίοισιν ἠριθμημένος
730δούλοισι, το- τοὔνομ’οὐκ ἔχων ἐλεύθερον,
731τὸν νοῦν δέ · κρεῖσσον γὰρ τόδ’ἢ δυοῖν κακοῖν
732ἕν’ὄντα χρῆσθαι, τὰς φρέναςτ’ἔχειν κακὰς
733ἄλλωντ’ἀκούειν δοῦλον ὄντα τῶν πέλας.
Μενελεως
Με.
Με.
734ἄγ’, ὦ γεραιέ, πολλὰ μὲν παρ’ἀσπίδα
735μοχθήματ’ἐξέπλησας ἐκπονῶν ἐμοί,
736καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας
737ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις
738τάδ’ὡς ἔχονθ’ηὕρηκας οἷτ’ἐσμὲν τύχης,
739μένειντ’ἐπ’ἀκταῖς τούςτ’ἐμοὺς καραδοκεῖν
740ἀγῶνας οἳ μένουσί μ’, ὡς ἐλπίζομεν,
741κα- κεἰ τήνδε πως δυναίμεθ’ἐκκλέψαι χθονός,
742φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης
743ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.
Αγγελος
Αγ.
Αγ.
744ἔσται τάδ’, ὠ- ὦναξ. ἀλλά τοι τὰ μάντεων
745ἐσεῖδον ὡς φαῦλ’ἐστὶ καὶ ψευδῶν πλέα.
746οὐ δ’ἦν ἄρ’ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς
747οὐ δὲ πτερωτῶν φθέγματ’· εὔηθες δέ τοι
748τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς.
749Κάλχας γὰρ οὐκ εἶπ’οὐ δ’ἐσήμηνε στρατῷ
750νεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλους
751οὐ δ’Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.
752εἴποις ἄν · οὕνεχ’ὁ θεὸς οὐκ ἠβούλετο;
753τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴ
754θύοντας αἰτεῖν ἀγαθά, μαντείας δ’ἐᾶν ·
755βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε,
756κα- κοὐδεὶς ἐπλούτησ’ἐμπύροισιν ἀργὸς ὤν ·
757γνώμη δ’ἀρίστη μάντις ἥτ’εὐβουλία.
Χορος
Χο.
Χο.
758ἐς τα- ταὐτὸ κα- κἀμοὶ δόξα μαντειῶν πέρι
759χωρεῖ γέροντι · τοὺς θεοὺς ἔχων τις ἂν
760φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις.
Ελενη
Ελ.
Ελ.
761εἶεν · τὰ μὲν δὴ δεῦρ’ἀεὶ καλῶς ἔχει.
762ὅπως δ’ἐσώθης, ὦ τάλας, Τροίας ἄπο,
763κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις
764τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά.
Μενελεως
Με.
Με.
765ἦ πόλλ’ἀνήρου μ’ἑνὶ λόγῳ μιᾷθ’ὁδῷ.
766τί σοι λέγοιμ’ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς
767τὰ Ναυπλίουτ’Εὐβοικὰ πυρπολήματα
768Κρήτηντε Λιβύηςθ’ἃς ἐπεστράφην πόλεις,
769σκοπιάςτε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί σ’ἂν
770μύθων, λέγωντ’ἄν σοι κάκ’ἀλγοίην ἔτι,
771πάσχωντ’ἔκαμνον · δὶς δὲ λυπηθεῖμεν ἄν.
Ελενη
Ελ.
Ελ.
772κάλλιον εἶπας ἤ σ’ἀνηρόμην ἐγώ.
773ἓν δ’εἰπὲ πάντα παραλιπών, πόσον χρόνον
774πόντου ’πὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;
Μενελεως
Με.
Με.
775ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα
776ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.
Ελενη
Ελ.
Ελ.
777φεῦ φεῦ · μακρόν γ’ἔλεξας, ὦ τάλας, χρόνον
778σωθεὶς δ’ἐκεῖθεν ἐνθάδ’ἦλθες ἐς σφαγάς.
Μενελεως
Με.
Με.
779πῶς φῄς; τί λέξεις; ὥς μ’ἀπώλεσας, γύναι.
Ελενη
Ελ.
Ελ.
780φεῦγ’ὡς τάχιστα τῆσδ’ἀπαλλαχθεὶς χθονός.
781θανῇ πρὸς ἀνδρὸς οὗ τάδ’ἐστὶ δώματα.
Μενελεως
Με.
Με.
782τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;
Ελενη
Ελ.
Ελ.
783ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.
Μενελεως
Με.
Με.
784ἦ γὰρ γαμεῖν τις τα- τἄμ’ἐβουλήθη λέχη;
Ελενη
Ελ.
Ελ.
785ὕβρινθ’ὑβρίζειν εἰς ἔμ’, ἣν ἔτλην ἐγώ.
Μενελεως
Με.
Με.
786ἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός;
Ελενη
Ελ.
Ελ.
787ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.
Μενελεως
Με.
Με.
788τόδ’ἔστ’ἐκεῖν’αἴνιγμ’ὃ προσπόλου κλύω.
Ελενη
Ελ.
Ελ.
789ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;
Μενελεως
Με.
Με.
790τοῖσδ’, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην.
Ελενη
Ελ.
Ελ.
791οὔ που προσῄτεις βίοτον; ὦ τάλαιν’ἐγώ.
Μενελεως
Με.
Με.
792το- τοὔργον μὲν ἦν τοῦτ’, ὄνομα δ’οὐκ εἶχεν τόδε.
Ελενη
Ελ.
Ελ.
793πάντ’οἶσθ’ἄρ’, ὡς ἔοικας, ἀμφ’ἐμῶν γάμων.
Μενελεως
Με.
Με.
794οἶδ’· εἰ δὲ λέκτρα διέφυγες τάδ’οὐκ ἔχω.
Ελενη
Ελ.
Ελ.
795ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην.
Μενελεως
Με.
Με.
796τίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις.
Ελενη
Ελ.
Ελ.
797ὁρᾷς τάφου τοῦδ’ἀθλίους ἕδρας ἐμάς;
Μενελεως
Με.
Με.
798ὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα;
Ελενη
Ελ.
Ελ.
799ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς.
Μενελεως
Με.
Με.
800βωμοῦ σπανίζουσ’ἢ νόμοισι βαρβάροις;
Ελενη
Ελ.
Ελ.
801ἐρρύεθ’ἡμᾶς τοῦτ’ἴσον ναοῖς θεῶν.
Μενελεως
Με.
Με.
802οὐ δ’ἄρα πρὸς οἴκους ναυστολεῖν σ’ἔξεστί μοι;
Ελενη
Ελ.
Ελ.
803ξίφος μένει σε μᾶλλον ἢ το- τοὐμὸν λέχος.
Μενελεως
Με.
Με.
804οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν.
Ελενη
Ελ.
Ελ.
805μή νυν καταιδοῦ, φεῦγε δ’ἐκ τῆσδε χθονός.
Μενελεως
Με.
Με.
806λιπών σε; Τροίαν ἐξέπερσα σὴν χάριν.
Ελενη
Ελ.
Ελ.
807κρεῖσσον γὰρ ἤ σε τα- τἄμ’ἀποκτεῖναι λέχη.
Μενελεως
Με.
Με.
808ἄνανδρά γ’εἶπας Ἰλίουτ’οὐκ ἄξια.
Ελενη
Ελ.
Ελ.
809οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως.
Μενελεως
Με.
Με.
810οὕτω σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας;
Ελενη
Ελ.
Ελ.
811εἴσῃ. τὸ τολμᾶν δ’ἀδύνατ’ἀνδρὸς οὐ σοφοῦ.
Μενελεως
Με.
Με.
812σιγῇ παράσχω δῆτ’ἐμὰς δῆσαι χέρας;
Ελενη
Ελ.
Ελ.
813ἐς ἄπορον ἥκεις · δεῖ δὲ μηχανῆς τινος.
Μενελεως
Με.
Με.
814δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν.
Ελενη
Ελ.
Ελ.
815μί’ἔστιν ἐλπίς, ᾗ μόνῃ σωθεῖμεν ἄν.
Μενελεως
Με.
Με.
816ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο;
Ελενη
Ελ.
Ελ.
817εἰ μὴ τύραννός σ’ἐκπύθοιτ’ἀφιγμένον.
Μενελεως
Με.
Με.
818ἐρεῖ δὲ τίς μ’; οὐ γνώσεταί γ’ὅς εἰμ’ἐγώ.
Ελενη
Ελ.
Ελ.
819ἔστ’ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση.
Μενελεως
Με.
Με.
820φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη;
Ελενη
Ελ.
Ελ.
821οὔκ, ἀλλ’ἀδελφή · Θεονόην καλοῦσί νιν.
Μενελεως
Με.
Με.
822χρηστήριον μὲν το- τοὔνομ’· ὅ τι δὲ δρᾷ φράσον.
Ελενη
Ελ.
Ελ.
823πάντ’οἶδ’, ἐρεῖτε συγγόνῳ παρόντα σε.
Μενελεως
Με.
Με.
824θνῄσκοιμεν ἄν · λαθεῖν γὰρ οὐχ οἷόντέ μοι.
Ελενη
Ελ.
Ελ.
825ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν —
Μενελεως
Με.
Με.
826τί χρῆμα δρᾶσαι; τίν’ὑπάγεις μ’ἐς ἐλπίδα;
Ελενη
Ελ.
Ελ.
827παρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ.
Μενελεως
Με.
Με.
828πείσαντε δ’ἐκ γῆς διορίσαιμεν ἂν πόδα;
Ελενη
Ελ.
Ελ.
829κοινῇ γ’ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δ’ἂν οὔ.
Μενελεως
Με.
Με.
830σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή.
Ελενη
Ελ.
Ελ.
831ὡς οὐκ ἄχρωστα γόνατ’ἐμῶν ἕξει χερῶν.
Μενελεως
Με.
Με.
832φέρ’, ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους;
Ελενη
Ελ.
Ελ.
833θανῇ · γαμοῦμαι δ’ἡ τάλαιν’ἐγὼ βίᾳ.
Μενελεως
Με.
Με.
834προδότις ἂν εἴης · τὴν βίαν σκήψασ’ἔχεις.
Ελενη
Ελ.
Ελ.
835ἀλλ’ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα […]
Μενελεως
Με.
Με.
836τί φῄς; θανεῖσθαι; κα- κοὔποτ’ἀλλάξεις λέχη;
Ελενη
Ελ.
Ελ.
837τα- ταὐτῷ ξίφει γε · κείσομαι δὲ σοῦ πέλας.
Μενελεως
Με.
Με.
838ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε.
Ελενη
Ελ.
Ελ.
839ψαύω, θανόντος σοῦ τόδ’ἐκλείψειν φάος.
Μενελεως
Με.
Με.
840κα- κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον.
Ελενη
Ελ.
Ελ.
841πῶς οὖν θανούμεθ’ὥστε καὶ δόξαν λαβεῖν;
Μενελεως
Με.
Με.
842τύμβου ’πὶ νώτῳ σὲ κτανὼν ἐμὲ κτενῶ.
843πρῶτον δ’ἀγῶνα μέγαν ἀγωνιούμεθα
844λέκτρων ὑπὲρ σῶν. ὁ δὲ θέλων ἴτω πέλας ·
845τὸ Τρωικὸν γὰρ οὐ καταισχυνῶ κλέος
846οὐ δ’Ἑλλάδ’ἐλθὼν λήψομαι πολὺν ψόγον,
847ὅστις Θέτιν μὲν ἐστέρησ’Ἀχιλλέως,
848Τελαμωνίου δ’Αἴαντος εἰσεῖδον σφαγάς,
849τὸν Νηλέωςτ’ἄπαιδα · διὰ δὲ τὴν ἐμὴν
850οὐκ ἀξιώσω κατθανεῖν δάμαρτ’ἐγώ;
851μάλιστά γε · εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί,
852εὔψυχον ἄνδρα πολεμίων θανόνθ’ὕπο
853κούφῃ καταμπίσχουσιν ἐν τύμβῳ χθονί,
854κακοὺς δ’ἐφ’ἕρμα στερεὸν ἐκβάλλουσι γῆς.
Χορος
Χο.
Χο.
855ὦ θεοί, γενέσθω δή ποτ’εὐτυχὲς γένος
856τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν.
Ελενη
Ελ.
Ελ.
857οἲ ἐγὼ τάλαινα · τῆς τύχης γὰρ ὧδ’ἔχω.
858Μενέλαε, διαπεπράγμεθ’· ἐκβαίνει δόμων
859ἡ θεσπιῳδὸς Θεονόη · κτυπεῖ δόμος
860κλῄθρων λυθέντων. φεῦγ’· ἀτὰρ τί φευκτέον;
861ἀποῦσα γάρ σε καὶ παροῦσ’ἀφιγμένον
862δεῦρ’οἶδεν · ὦ δύστηνος, ὡς ἀπωλόμην.
863Τροίας δὲ σωθεὶς κα- κἀπὸ βαρβάρου χθονὸς
864ἐς βάρβαρ’ἐλθὼν φάσγαν’αὖθις ἐμπεσῇ.
Θεονοη
Θε.
Θε.
865ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας
866θείουτε σεμνὸν θεσμὸν αἰθέρος μυχούς,
867ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα ·
868σὺ δ’αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ
869στείβων ἀνοσίῳ, δὸς καθαρσίῳ φλογί,
870κροῦσον δὲ πεύκην, ἵνα διεξέλθω, πυρός.
871νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάρος
872ἐφέστιον φλόγ’ἐς δόμους κομίζετε.
873Ἑλένη, τί τα- τἀμὰ — πῶς ἔχει — θεσπίσματα;
874ἥκει πόσις σοι Μενέλεως ὅδ’ἐμφανής,
875νεῶν στερηθεὶς τοῦτε σοῦ μιμήματος.
876ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους,
877οὐ δ’οἶσθα νόστον οἴκαδ’εἴτ’αὐτοῦ μενεῖς ·
878ἔρις γὰρ ἐν θεοῖς σύλλογόςτε σοῦ πέρι
879ἔσται πάρεδρος Ζηνὶ τῷδ’ἐν ἤματι.
880Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν,
881νῦν ἐστιν εὔνους κα- κἀς πάτραν σῷσαι θέλει
882ξὺν τῇδ’, ἵν’Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους,
883δώρημα Κύπριδος, ψευδονυμφεύτους μάθῃ ·
884Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει,
885ὡς μὴ ’ξελεγχθῇ μη δὲ πριαμένη φανῇ
886τὸ κάλλος, Ἑλένης οὕνεκ’, ἀνονήτοις γάμοις.
887τέλος δ’ἐφ’ἡμῖν, εἴθ’, ἃ βούλεται Κύπρις,
888λέξασ’ἀδελφῷ σ’ἐνθάδ’ὄντα διολέσω,
889εἴτ’αὖ μεθ’Ἥρας στᾶσα σὸν σώσω βίον,
890κρύψασ’ὁμαίμον’, ὅς με προστάσσει τάδε
891εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχῃς […]
892τίς εἶσ’ἀδελφῷ τόνδε σημανῶν ἐμῷ
893παρόνθ’, ὅπως ἂν το- τοὐμὸν ἀσφαλῶς ἔχῃ;
Ελενη
Ελ.
Ελ.
894ὦ παρθέν’, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ
895καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα
896ὑπέρτ’ἐμαυτῆς τοῦδέθ’, ὃν μόλις ποτὲ
897λαβοῦσ’ἐπ’ἀκμῆς εἰμι κατθανόντ’ἰδεῖν ·
898μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιν
899τόνδ’εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας,
900σῷσον δέ, λίσσομαί σε · συγγόνῳ δὲ σῷ
901τὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε,
902χάριτας πονηρὰς κα- κἀδίκους ὠνουμένη.
903μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ
904κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.
905906
κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς
907καὶ γαῖ’, ἐν ᾗ χρὴ δώματ’ἀναπληρουμένους
908τα- τἀλλότρια μὴ σχεῖν μη δ’ἀφαιρεῖσθαι βίᾳ.
909ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δ’ἐμοί,
910Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσει
911τῷδ’ὃς πάρεστι κα- κἀπολάζυσθαι θέλει.
912πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶς
913τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτ’ἄν;
914ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει ·
915πότερον ὁ δαίμων κα- χὡ θανὼν τὰ τῶν πέλας
916βούλοιντ’ἂν ἢ οὐ βούλοιντ’ἂν ἀποδοῦναι πάλιν;
917δοκῶ μέν. οὔκουν χρή σε συγγόνῳ πλέον
918νέμειν ματαίῳ μᾶλλον ἢ χρηστῷ πατρί.
919εἰ δ’οὖσα μάντις καὶ τὰ θεῖ’ἡγουμένη
920τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς,
921τῷ δ’οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν,
922αἰσχρὸν τὰ μέν σε θεῖα πάντ’ἐξειδέναι,
923τάτ’ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή.
924τήντ’ἀθλίαν ἔμ’, οἷσιν ἔγκειμαι κακοῖς,
925ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης ·
926Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν ·
927ἣ κλῄζομαι καθ’Ἑλλάδ’ὡς προδοῦσ’ἐμὸν
928πόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους.
929ἢν δ’Ἑλλάδ’ἔλθω κα- κἀπιβῶ Σπάρτης πάλιν,
930κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶν
931ὤλοντ’, ἐγὼ δὲ προδότις οὐκ ἄρ’ἦ φίλων,
932πάλιν μ’ἀνάξουσ’ἐς τὸ σῶφρον αὖθις αὖ,
933ἑδνώσομαίτε θυγατέρ’, ἣν οὐδεὶς γαμεῖ,
934τὴν δ’ἐνθάδ’ἐκλιποῦσ’ἀλητείαν πικρὰν
935ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι.
936κα- κεἰ μὲν θανὼν ὅδ’ἐν πυρᾷ κατεσφάγη,
937πρόσω σφ’ἀπόντα δακρύοις ἂν ἠγάπων ·
938νῦν δ’ὄντα καὶ σωθέντ’ἀφαιρεθήσομαι;
939μὴ δῆτα, παρθέν’, ἀλλά σ’ἱκετεύω τόδε ·
940δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους
941πατρὸς δικαίου · παισὶ γὰρ κλέος τόδε
942κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς
943ἐς τα- ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους.
Χορος
Χο.
Χο.
944οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσῳ λόγοι,
945οἰκτρὰ δὲ καὶ σύ. τοὺς δὲ Μενέλεω ποθῶ
946λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι.
Μενελεως
Με.
Με.
947ἐγὼ σὸν οὔτ’ἂν προσπεσεῖν τλαίην γόνυ
948οὔτ’ἂν δακρῦσαι βλέφαρα · τὴν Τροίαν γὰρ ἂν
949δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν.
950καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς
951ἐν ξυμφοραῖσι δάκρυ’ἀπ’ὀφθαλμῶν βαλεῖν.
952ἀλλ’οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε,
953αἱρήσομαι ’γὼ πρόσθε τῆς εὐψυχίας.
954ἀλλ’, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῷσαι ξένον
955ζητοῦντά γ’ὀρθῶς ἀπολαβεῖν δάμαρτ’ἐμήν,
956ἀπόδοςτε καὶ πρὸς σῷσον · εἰ δὲ μὴ δοκεῖ,
957ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις
958ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῇ.
959ἃ δ’ἄξι’ἡμῶν καὶ δίκαι’ἡγούμεθα
960καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται,
961λέξω τάδ’ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ ·
962ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,
963ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,
964ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί.
965οἶδ’οὕνεκ’ἡμῖν οὔποτ’ἀποδώσεις θανών ·
966ἀλλ’ἥδε πατέρα νέρθεν ἀνακαλούμενον
967οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον
968κακῶς ἀκοῦσαι · κυρία γάρ ἐστι νῦν.
969ὦ νέρτερ’Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,
970ὃς πόλλ’ἐδέξω τῆσδ’ἕκατι σώματα
971πεσόντα τω- τὠμῷ φασγάνῳ, μισθὸν δ’ἔχεις ·
972ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν,
973ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον
974κρείσσω φανεῖσαν τα- τἀμά γ’ἀποδοῦναι λέχη.
975εἰ δ’ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,
976ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω.
977ὅρκοις κεκλῄμεθ’, ὡς μάθῃς, ὦ παρθένε,
978πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ
979κα- κἀκεῖνον ἢ ’μὲ δεῖ θανεῖν · ἁπλοῦς λόγος.
980ἢν δ’ἐς μὲν ἀλκὴν μὴ πόδ’ἀντιθῇ ποδί,
981λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ,
982κτανεῖν δέδοκται τήνδε μοι κα- κἄπειτ’ἐμὸν
983πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε
984τύμβου ’πὶ νώτοις τοῦδ’, ἵν’αἵματος ῥοαὶ
985τάφου καταστάζωσι · κεισόμεσθα δὲ
986νεκρὼ δύ’ἑξῆς τῷδ’ἐπὶ ξεστῷ τάφῳ,
987ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί.
988οὐ γὰρ γαμεῖ τήνδ’οὔτε σύγγονος σέθεν
989οὔτ’ἄλλος οὐδείς · ἀλλ’ἐγώ σφ’ἀπάξομαι,
990εἰ μὴ πρὸς οἴκους δυνάμεθ’, ἀλλὰ πρὸς νεκρούς.
991τί ταῦτα; δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος
992ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.
993κτεῖν’, εἰ δοκεῖ σοι · δυσκλεᾶς γὰρ οὐ κτενεῖς ·
994μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,
995ἵν’ᾖς δικαία καὶ δάμαρτ’ἐγὼ λάβω.
Χορος
Χο.
Χο.
996ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους ·
997οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς.
Θεονοη
Θε.
Θε.
998ἐγὼ πέφυκάτ’εὐσεβεῖν καὶ βούλομαι,
999φιλῶτ’ἐμαυτήν, καὶ κλέος το- τοὐμοῦ πατρὸς
1000οὐκ ἂν μιάναιμ’, οὐ δὲ συγγόνῳ χάριν
1001δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.
1002ἔνεστι δ’ἱερὸν τῆς δίκης ἐμοὶ μέγα
1003ἐν τῇ φύσει · καὶ τοῦτο Νηρέως πάρα
1004ἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι.
1005Ἥρᾳ δ’, ἐπείπερ βούλεταί σ’εὐεργετεῖν,
1006ἐς τα- ταὐτὸν οἴσω ψῆφον · ἡ Κύπρις δ’ἐμοὶ
1007ἵλεως μὲν εἴη, ξυμβέβηκε δ’οὐδαμοῦ ·
1008πειράσομαι δὲ παρθένος μένειν ἀεί.
1009ἃ δ’ἀμφὶ τύμβῳ τῷδ’ὀνειδίζεις πατρί,
1010ἡμῖν ὅδ’αὑτὸς μῦθος. ἀδικοίημεν ἄν,
1011εἰ μὴ ἀποδώσω · καὶ γὰρ ἂν κεῖνος βλέπων
1012ἀπέδωκεν ἂν σοὶ τήνδ’ἔχειν, ταύτῃ δὲ σέ.
1013καὶ γὰρ τίσις τῶνδ’ἐστὶ τοῖςτε νερτέροις
1014καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις · ὁ νοῦς
1015τῶν κατθανόντων ζῇ μὲν οὔ, γνώμην δ’ἔχει
1016ἀθάνατον εἰς ἀθάνατον αἰθέρ’ἐμπεσών.
1017ὡς οὖν παραινῶ μὴ μακράν, σιγήσομαι
1018ἅ μου καθικετεύσατ’, οὐ δὲ μωρίᾳ
1019ξύμβουλος ἔσομαι τῇ κασιγνήτου ποτέ.
1020εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσ’ὅμως,
1021ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν.
1022αὐτοὶ μὲν οὖν ὁδόν τιν’ἐξευρίσκετε,
1023ἐγὼ δ’ἀποστᾶσ’ἐκποδὼν σιγήσομαι.
1024ἐκ τῶν θεῶν δ’ἄρχεσθε κα- χἰκετεύετε
1025τὴν μέν σ’ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν,
1026Ἥρας δὲ τὴν ἔννοιαν ἐν τα- ταὐτῷ μένειν
1027ἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας.
1028σὺ δ’, ὦ θανών μοι πάτερ, ὅσον γ’ἐγὼ σθένω,
1029οὔποτε κεκλήσῃ δυσσεβὴς ἀντ’εὐσεβοῦς.
Χορος
Χο.
Χο.
1030οὐδείς ποτ’εὐτύχησεν ἔκδικος γεγώς,
1031ἐν τῷ δικαίῳ δ’ἐλπίδες σωτηρίας.
Ελενη
Ελ.
Ελ.
1032Μενέλαε, πρὸς μὲν παρθένου σεσῴσμεθα ·
1033το- τοὐνθένδε δὴ σὲ τοὺς λόγους φέροντα χρὴ
1034κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας.
Μενελεως
Με.
Με.
1035ἄκουε δή νυν · χρόνιος εἶ κατὰ στέγας
1036καὶ συντέθραψαι προσπόλοισι βασιλέως.
Ελενη
Ελ.
Ελ.
1037τί τοῦτ’ἔλεξας; ἐσφέρεις γὰρ ἐλπίδας
1038ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν.
Μενελεως
Με.
Με.
1039πείσειας ἄν τιν’οἵτινες τετραζύγων
1040ὄχων ἀνάσσουσ’, ὥστε νῷν δοῦναι δίφρους;
Ελενη
Ελ.
Ελ.
1041πείσαιμ’ἄν · ἀλλὰ τίνα φυγὴν φευξούμεθα
1042πεδίων ἄπειροι βαρβάρουτ’ὄντες χθονός;
Μενελεως
Με.
Με.
1043ἀδύνατον εἶπας. φέρε, τί δ’, εἰ κρυφθεὶς δόμοις
1044κτάνοιμ’ἄνακτα τῷδε διστόμῳ ξίφει;
Ελενη
Ελ.
Ελ.
1045οὐκ ἄν σ’ἀνάσχοιτ’οὐ δὲ σιγήσειεν ἂν
1046μέλλοντ’ἀδελφὴ σύγγονον κατακτενεῖν.
Μενελεως
Με.
Με.
1047ἀλλ’οὐ δὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂν
1048φεύγοντες · ἣν γὰρ εἴχομεν θάλασσ’ἔχει.
Ελενη
Ελ.
Ελ.
1049ἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν.
1050βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν;
Μενελεως
Με.
Με.
1051κακὸς μὲν ὄρνις · εἰ δὲ κερδανῶ, λέγειν
1052ἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν.
Ελενη
Ελ.
Ελ.
1053καὶ μὴν γυναικείοις σ’ἂν οἰκτισαίμεθα
1054κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον.
Μενελεως
Με.
Με.
1055σωτηρίας δὲ τοῦτ’ἔχει τί νῷν ἄκος;
1056παλαιότης γὰρ τῷ λόγῳ γ’ἔνεστί τις.
Ελενη
Ελ.
Ελ.
1057ὡς δὴ θανόντα σ’ἐνάλιον κενῷ τάφῳ
1058θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι.
Μενελεως
Με.
Με.
1059καὶ δὴ παρεῖκεν · εἶτα πῶς ἄνευ νεὼς
1060σωθησόμεσθα κενοταφοῦντ’ἐμὸν δέμας;
Ελενη
Ελ.
Ελ.
1061δοῦναι κελεύσω πορθμίδ’, ᾗ καθήσομαι
1062κόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας.
Μενελεως
Με.
Με.
1063ὡς εὖ τόδ’εἶπας πλὴν ἕν · εἰ χέρσῳ ταφὰς
1064θεῖναι κελεύσει σ’, οὐδὲν ἡ σκῆψις φέρει.
Ελενη
Ελ.
Ελ.
1065ἀλλ’οὐ νομίζειν φήσομεν καθ’Ἑλλάδα
1066χέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους.
Μενελεως
Με.
Με.
1067τοῦτ’αὖ κατορθοῖς · εἶτ’ἐγὼ συμπλεύσομαι
1068καὶ συγκαθήσω κόσμον ἐν τα- ταὐτῷ σκάφει.
Ελενη
Ελ.
Ελ.
1069σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούςτε σοὺς
1070πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας.
Μενελεως
Με.
Με.
1071καὶ μὴν ἐάνπερ ναῦν ἐπ’ἀγκύρας λάβω,
1072ἀνὴρ παρ’ἄνδρα στήσεται ξιφηφόρος.
Ελενη
Ελ.
Ελ.
1073σὲ χρὴ βραβεύειν πάντα · πόμπιμοι μόνον
1074λαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος.
Μενελεως
Με.
Με.
1075ἔσται · πόνους γὰρ δαίμονες παύσουσί μου.
1076ἀτὰρ θανόντα τοῦ μ’ἐρεῖς πεπυσμένη;
Ελενη
Ελ.
Ελ.
1077σοῦ · καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον
1078Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθ’ὁρᾶν.
Μενελεως
Με.
Με.
1079καὶ μὴν τάδ’ἀμφίβληστρα σώματος ῥάκη
1080ξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων.
Ελενη
Ελ.
Ελ.
1081ἐς καιρὸν ἦλθε, τότε δ’ἄκαιρ’ἀπώλλυτο ·
1082τὸ δ’ἄθλιον κεῖν’εὐτυχὲς τάχ’ἂν πέσοι.
Μενελεως
Με.
Με.
1083πότερα δ’ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ
1084ἢ πρὸς τάφῳ τῷδ’ἥσυχοι καθώμεθα;
Ελενη
Ελ.
Ελ.
1085αὐτοῦ μέν’· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ,
1086τάφος σ’ὅδ’ἂν ῥύσαιτο φάσγανόντε σόν.
1087ἐγὼ δ’ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ
1088πέπλωντε λευκῶν μέλανας ἀνταλλάξομαι
1089παρῇδίτ’ὄνυχα φόνιον ἐμβαλῶ χροός.
1090μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς ·
1091ἢ γὰρ θανεῖν δεῖ μ’, ἢν ἁλῶ τεχνωμένη,
1092ἢ πατρίδατ’ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας.
1093ὦ πότνι’ἣ Δίοισιν ἐν λέκτροις πίτνεις
1094Ἥρα, δύ’οἰκτρὼ φῶτ’ἀνάψυξον πόνων,
1095αἰτούμεθ’ὀρθὰς ὠλένας πρὸς οὐρανὸν
1096ῥίπτονθ’, ἵν’οἰκεῖς ἀστέρων ποικίλματα.
1097σύθ’, ἣ ’πὶ τω- τὠμῷ κάλλος ἐκτήσω γάμῳ,
1098κόρη Διώνης Κύπρι, μή μ’ἐξεργάσῃ.
1099ἅλις δὲ λύμης ἥν μ’ἐλυμήνω πάρος
1100το- τοὔνομα παρασχοῦσ’, οὐ τὸ σῶμ’, ἐν βαρβάροις.
1101θανεῖν δ’ἔασόν μ’, εἰ κατακτεῖναι θέλεις,
1102ἐν γῇ πατρῴᾳ. τί ποτ’ἄπληστος εἶ κακῶν,
1103ἔρωτας ἀπάτας δόλιάτ’ἐξευρήματα
1104ἀσκοῦσα φίλτραθ’αἱματηρὰ δωμάτων;
1105εἰ δ’ἦσθα μετρία, τα- τἄλλα γ’ἡδίστη θεῶν
1106πέφυκας ἀνθρώποισιν · οὐκ ἄλλως λέγω.
Χορος
Χο.
Χο.
1107σὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοις
1108μουσεῖα καὶ θάκους
1109ἐνίζουσαν ἀναβοάσω,
1110σὲ τὰν ἀοιδοτάταν ὄρνιθα μελῳδὸν ἀηδόνα δακρυόεσσαν,
1111ἔλθ’ὦ διὰ ξουθᾶν
1112γενύων ἐλελιζομένα
1113θρήνων ἐμοὶ ξυνεργός,
1114Ἑλένας μελέας πόνους
1115τὸν Ἰλιάδωντ’ἀειδούσᾳ δακρυόεντα πότμον
1116Ἀχαιῶν ὑπὸ λόγχαις ·
1117ὅτ’ἔδραμε ῥόθια πεδία βαρβάρῳ πλάτᾳ
1118ὅτ’ἔμολεν ἔμολε, μέλεα Πριαμίδαις ἄγων
1119Λακεδαίμονος ἄπο λέχεα
1120σέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμος
1121πομπαῖσιν Ἀφροδίτας.
1122πολλοὶ δ’Ἀχαιῶν δορὶ καὶ πετρίναις
1123ῥιπαῖσιν ἐκπνεύσαντες
1124Ἅιδαν μέλεον ἔχουσιν,
1125ταλαινᾶν ἀλόχων κείραντες ἔθειραν · ἄνυμφα δὲ μέλαθρα κεῖται ·
1126πολλοὺς δὲ πυρσεύσας
1127φλογερὸν σέλας ἀμφιρύταν
1128Εὔβοιαν εἷλ’Ἀχαιῶν
1129μονόκωπος ἀνήρ, πέτραις
1130Καφηρίσιν ἐμβαλὼν Αἰγαίαιςτ’ἐνάλοις δόλιον
1131ἀκταῖς ἀστέρα λάμψας.
1132ἀλίμενα δ’ὄρεα Μάλεα χειμάτων πνοᾷ,
1133ὅτ’ἔσυτο πατρίδος ἀποπρό, βαρβάρου στολᾶς
1134γέρας, οὐ γέρας ἀλλ’ἔριν,
1135Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων,
1136εἴδωλον ἱερὸν Ἥρας.
1137ὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον,
1138τίς φησ’ἐρευνήσας βροτῶν
1139μακρότατον πέρας εὑρεῖν
1140ὃς τὰ θεῶν ἐσορᾷ
1141δεῦρο καὶ αὖθις ἐκεῖσε
1142καὶ πάλιν ἀντιλόγοις
1143πηδῶντ’ἀνελπίστοις τύχαις;
1144σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ ·
1145πτανὸς γὰρ ἐν κόλποις σε
1146Λήδας ἐτέκνωσε πατήρ.
1147κα- κᾆτ’ἰαχήθης καθ’Ἑλλανίαν
1148προδότις ἄπιστος ἄδικος ἄθεος · οὐ δ’ἔχω
1149τί τὸ σαφὲς ἔτι ποτ’ἐν βροτοῖς ·
1150τὸ τῶν θεῶν δ’ἔπος ἀλαθὲς ηὗρον.
1151ἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμῳ
1152λόγχαισίτ’ἀλκαίου δορὸς
1153κτᾶσθε, πόνους ἀμαθῶς
1154θνατῶν καταπαυόμενοι ·
1155εἰ γὰρ ἅμιλλα κρινεῖ νιν
1156αἵματος, οὔποτ’ἔρις
1157λείψει κατ’ἀνθρώπων πόλεις ·
1158ᾇ Πριαμίδος γᾶς ἔλαχον θαλάμους,
1159ἐξὸν διορθῶσαι λόγοις
1160σὰν ἔριν, ὦ Ἑλένα.
1161νῦν δ’οἳ μὲν Ἅιδᾳ μέλονται κάτω,
1162τείχεα δὲ φλογμὸς ὥστε Διός ἐπέσυτο φλόξ,
1163ἐπὶ δὲ πάθεα πάθεσι φέρεις
1164† ἀθλίοις συμφοραῖς αἰλίνοις. †
Θεοκλυμενος
Θε.
Θε.
1165ὦ χαῖρε, πατρὸς μνῆμ’· ἐπ’ἐξόδοισι γὰρ
1166ἔθαψα, Πρωτεῦ, σ’ἕνεκ’ἐμῆς προσρήσεως ·
1167ἀεὶ δέ σ’ἐξιώντε κα- κἀσιὼν δόμους
1168Θεοκλύμενος παῖς ὅδε προσεννέπει, πάτερ.
1169ὑμεῖς μὲν οὖν κύναςτε καὶ θηρῶν βρόχους,
1170δμῶες, κομίζετ’ἐς δόμους τυραννικούς ·
1171ἐγὼ δ’ἐμαυτὸν πόλλ’ἐλοιδόρησα δή ·
1172οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν;
1173καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ
1174ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς,
1175ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενον
1176Ἑλένην · θανεῖται δ’, ἤν γε δὴ ληφθῇ μόνον.
1177ἔα ·
1178ἀλλ’, ὡς ἔοικε, πάντα διαπεπραγμένα
1179ηὕρηκα · τύμβου γὰρ κενὰς λιποῦσ’ἕδρας
1180ἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός. ὠή, χαλᾶτε κλῇθρα · λύεθ’ἱππικὰ
1181φάτνης, ὀπαδοί, κα- κἀκκομίζεθ’ἅρματα,
1182ὡς ἂν πόνου γ’ἕκατι μὴ λάθῃ με γῆς
1183τῆσδ’ἐκκομισθεῖσ’ἄλοχος, ἧς ἐφίεμαι. —
1184ἐπίσχετ’· εἰσορῶ γὰρ οὓς διώκομεν
1185παρόντας ἐν δόμοισι κα- κοὐ πεφευγότας.
1186αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς
1187λευκῶν ἀμείψασ’ἔκτε κρατὸς εὐγενοῦς
1188κόμας σίδηρον ἐμβαλοῦσ’ἀπέθρισας
1189χλωροῖςτε τέγγεις δάκρυσι σὴν παρηίδα
1190κλαίουσα; πότερον ἐννύχοις πεπεισμένη
1191στένεις ὀνείροις, ἢ φάτιν τιν’οἴκοθεν
1192κλύουσα λύπῃ σὰς διέφθαρσαι φρένας;
Ελενη
Ελ.
Ελ.
1193ὦ δέσποτ’— ἤδη γὰρ τόδ’ὀνομάζω σ’ἔπος —
1194ὄλωλα · φροῦδα τα- τἀμὰ κα- κοὐδέν εἰμ’ἔτι.
Θεοκλυμενος
Θε.
Θε.
1195ἐν τῷ δὲ κεῖσαι συμφορᾶς; τίς ἡ τύχη;
Ελενη
Ελ.
Ελ.
1196Μενέλαος — οἴμοι, πῶς φράσω; — τέθνηκέ μοι.
Θεοκλυμενος
Θε.
Θε.
1197οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δ’εὐτυχῶ.
1198πῶς δ’οἶσθα; μῶν σοι Θεονόη λέγει τάδε;
Ελενη
Ελ.
Ελ.
1199κείνητε φησὶν ὅτε παρὼν ὅτ’ὤλλυτο.
Θεοκλυμενος
Θε.
Θε.
1200ἥκει γὰρ ὅστις καὶ τάδ’ἀγγέλλει σαφῆ;
Ελενη
Ελ.
Ελ.
1201ἥκει · μόλοι γὰρ οἷ σφ’ἐγὼ χρῄζω μολεῖν.
Θεοκλυμενος
Θε.
Θε.
1202τίς ἐστι; ποῦ ’στιν; ἵνα σαφέστερον μάθω.
Ελενη
Ελ.
Ελ.
1203ὅδ’ὃς κάθηται τῷδ’ὑποπτήξας τάφῳ.
Θεοκλυμενος
Θε.
Θε.
1204Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφῳ πρέπει.
Ελενη
Ελ.
Ελ.
1205οἴμοι, δοκῶ μὲν κα- κἀμὸν ὧδ’ἔχειν πόσιν.
Θεοκλυμενος
Θε.
Θε.
1206ποδαπὸς δ’ὅδ’ἁνὴρ καὶ πόθεν κατέσχε γῆν;
Ελενη
Ελ.
Ελ.
1207Ἕλλην, Ἀχαιῶν εἷς ἐμῷ σύμπλους πόσει.
Θεοκλυμενος
Θε.
Θε.
1208θανάτῳ δὲ ποίῳ φησὶ Μενέλεων θανεῖν;
Ελενη
Ελ.
Ελ.
1209οἰκτρόταθ’, ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός.
Θεοκλυμενος
Θε.
Θε.
1210ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον;
Ελενη
Ελ.
Ελ.
1211Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις.
Θεοκλυμενος
Θε.
Θε.
1212καὶ πῶς ὅδ’οὐκ ὄλωλε κοινωνῶν πλάτης;
Ελενη
Ελ.
Ελ.
1213ἐσθλῶν κακίους ἐνίοτ’εὐτυχέστεροι.
Θεοκλυμενος
Θε.
Θε.
1214λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα;
Ελενη
Ελ.
Ελ.
1215ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή.
Θεοκλυμενος
Θε.
Θε.
1216ὄλωλ’ἐκεῖνος. ἦλθε δ’ἐν ποίῳ σκάφει;
Ελενη
Ελ.
Ελ.
1217ναῦταί σφ’ἀνείλοντ’ἐντυχόντες, ὡς λέγει.
Θεοκλυμενος
Θε.
Θε.
1218ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν;
Ελενη
Ελ.
Ελ.
1219νεφέλης λέγεις ἄγαλμα; ἐς αἰθέρ’οἴχεται.
Θεοκλυμενος
Θε.
Θε.
1220ὦ Πρίαμε καὶ γῆ Τρῳάς, ὡς ἔρρεις μάτην.
Ελενη
Ελ.
Ελ.
1221κα- κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας.
Θεοκλυμενος
Θε.
Θε.
1222πόσιν δ’ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί;
Ελενη
Ελ.
Ελ.
1223ἄθαπτον · οἲ ἐγὼ τῶν ἐμῶν τλήμων κακῶν.
Θεοκλυμενος
Θε.
Θε.
1224τῶνδ’οὕνεκ’ἔταμες βοστρύχους ξανθῆς κόμης ·
Ελενη
Ελ.
Ελ.
1225φίλος γάρ ἐστιν, ὅς ποτ’ἐστίν, ἐνθάδ’ὤν.
Θεοκλυμενος
Θε.
Θε.
1226ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται —
Ελενη
Ελ.
Ελ.
1227ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν.
Θεοκλυμενος
Θε.
Θε.
1228οὐ δῆτα. πῶς οὖν; τόνδ’ἔτ’οἰκήσεις τάφον;
Ελενη
Ελ.
Ελ.
1229τί κερτομεῖς με, τὸν θανόντα δ’οὐκ ἐᾷς;
Θεοκλυμενος
Θε.
Θε.
1230πιστὴ γὰρ εἶ σὺ σῷ πόσει φεύγουσά με.
Ελενη
Ελ.
Ελ.
1231ἀλλ’οὐκέτ’· ἤδη δ’ἄρχε τῶν ἐμῶν γάμων.
Θεοκλυμενος
Θε.
Θε.
1232χρόνια μὲν ἦλθεν, ἀλλ’ὅμως αἰνῶ τάδε.
Ελενη
Ελ.
Ελ.
1233οἶσθ’οὖν ὃ δρᾶσον; τῶν πάρος λαθώμεθα.
Θεοκλυμενος
Θε.
Θε.
1234ἐπὶ τῷ; χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω.
Ελενη
Ελ.
Ελ.
1235σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι.
Θεοκλυμενος
Θε.
Θε.
1236μεθίημι νεῖκος τὸ σόν, ἴτω δ’ὑπόπτερον.
Ελενη
Ελ.
Ελ.
1237πρός νύν σε γονάτων τῶνδ’, ἐπείπερ εἶ φίλος —
Θεοκλυμενος
Θε.
Θε.
1238τί χρῆμα θηρῶσ’ἱκέτις ὠρέχθης ἐμοῦ;
Ελενη
Ελ.
Ελ.
1239τὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω.
Θεοκλυμενος
Θε.
Θε.
1240τί δ’; ἔστ’ἀπόντων τύμβος; ἢ θάψεις σκιάν;
Ελενη
Ελ.
Ελ.
1241Ἕλλησίν ἐστι νόμος, ὃς ἂν πόντῳ θάνῃ —
Θεοκλυμενος
Θε.
Θε.
1242τί δρᾶν; σοφοί τοι Πελοπίδαι τὰ τοιάδε.
Ελενη
Ελ.
Ελ.
1243κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν.
Θεοκλυμενος
Θε.
Θε.
1244κτέριζ’· ἀνίστη τύμβον οὗ χρῄζεις χθονός.
Ελενη
Ελ.
Ελ.
1245οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν.
Θεοκλυμενος
Θε.
Θε.
1246πῶς δαί; λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων.
Ελενη
Ελ.
Ελ.
1247ἐς πόντον ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν.
Θεοκλυμενος
Θε.
Θε.
1248τί σοι παράσχω δῆτα τῷ τεθνηκότι;
Ελενη
Ελ.
Ελ.
1249ὅδ’οἶδ’, ἐγὼ δ’ἄπειρος, εὐτυχοῦσα πρίν.
Θεοκλυμενος
Θε.
Θε.
1250ὦ ξένε, λόγων μὲν κληδόν’ἤνεγκας φίλην.
Μενελεως
Με.
Με.
1251οὔκουν ἐμαυτῷ γ’οὐ δὲ τῷ τεθνηκότι.
Θεοκλυμενος
Θε.
Θε.
1252πῶς τοὺς θανόντας θάπτετ’ἐν πόντῳ νεκρούς;
Μενελεως
Με.
Με.
1253ὡς ἂν παρούσης οὐσίας ἕκαστος ᾖ.
Θεοκλυμενος
Θε.
Θε.
1254πλούτου λέγ’οὕνεχ’ὅ τι θέλεις ταύτης χάριν.
Μενελεως
Με.
Με.
1255προσφάζεται μὲν αἷμα πρῶτα νερτέροις.
Θεοκλυμενος
Θε.
Θε.
1256τίνος; σύ μοι σήμαινε, πείσομαι δ’ἐγώ.
Μενελεως
Με.
Με.
1257αὐτὸς σὺ γίγνωσκ’· ἀρκέσει γὰρ ἃν διδῷς.
Θεοκλυμενος
Θε.
Θε.
1258ἐν βαρβάροις μὲν ἵππον ἢ ταῦρον νόμος.
Μενελεως
Με.
Με.
1259διδούς γε μὲν δὴ δυσγενὲς μηδὲν δίδου.
Θεοκλυμενος
Θε.
Θε.
1260οὐ τῶνδ’ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν.
Μενελεως
Με.
Με.
1261καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά.
Θεοκλυμενος
Θε.
Θε.
1262ἔσται · τί δ’ἄλλο προσφέρειν νομίζεται;
Μενελεως
Με.
Με.
1263χαλκήλαθ’ὅπλα · καὶ γὰρ ἦν φίλος δορί.
Θεοκλυμενος
Θε.
Θε.
1264ἄξια τάδ’ἔσται Πελοπιδῶν ἃ δώσομεν.
Μενελεως
Με.
Με.
1265καὶ τα- τἄλλ’ὅσα χθὼν καλὰ φέρει βλαστήματα.
Θεοκλυμενος
Θε.
Θε.
1266πῶς οὖν; ἐς οἶδμα τίνι τρόπῳ καθίετε;
Μενελεως
Με.
Με.
1267ναῦν δεῖ παρεῖναι κα- κἀρετμῶν ἐπιστάτας.
Θεοκλυμενος
Θε.
Θε.
1268πόσον δ’ἀπείργει μῆκος ἐκ γαίας δόρυ;
Μενελεως
Με.
Με.
1269ὥστ’ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις.
Θεοκλυμενος
Θε.
Θε.
1270τί δή; τόδ’Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει;
Μενελεως
Με.
Με.
1271ὡς μὴ πάλιν γῇ λύματ’ἐκβάλῃ κλύδων.
Θεοκλυμενος
Θε.
Θε.
1272φοίνισσα κώπη ταχύπορος γενήσεται.
Μενελεως
Με.
Με.
1273καλῶς ἂν εἴη Μενέλεῴτε πρὸς χάριν.
Θεοκλυμενος
Θε.
Θε.
1274οὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε;
Μενελεως
Με.
Με.
1275μητρὸς τόδ’ἔργον ἢ γυναικὸς ἢ τέκνων.
Θεοκλυμενος
Θε.
Θε.
1276ταύτης ὁ μόχθος, ὡς λέγεις, θάπτειν πόσιν.
Μενελεως
Με.
Με.
1277ἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν.
Θεοκλυμενος
Θε.
Θε.
1278ἴτω · πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν.
1279ἐλθὼν δ’ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ ·
1280καὶ σὲ οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ,
1281δράσαντα τῇδε πρὸς χάριν · φήμας δ’ἐμοὶ
1282ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας
1283ἐσθῆτα λήψῃ σῖτάθ’, ὥστε σ’ἐς πάτραν
1284ἐλθεῖν, ἐπεὶ νῦν γ’ἀθλίως ἔχονθ’ὁρῶ.
1285σὺ δ’, ὦ τάλαινα, μὴ ’πὶ τοῖς ἀνηνύτοις
1286τρύχουσα σαυτήν — Μενέλεως δ’ἔχει πότμον,
1287κα- κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν πόσις.
Μενελεως
Με.
Με.
1288σὸν ἔργον, ὦ νεᾶνι · τὸν παρόντα μὲν
1289στέργειν πόσιν χρή, τὸν δὲ μηκέτ’ὄντ’ἐᾶν ·
1290ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον.
1291ἢν δ’Ἑλλάδ’ἔλθω καὶ τύχω σωτηρίας,
1293παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένῃ
1292οἵαν γενέσθαι χρή σε σῷ ξυνευνέτῃ.
Ελενη
Ελ.
Ελ.
1294ἔσται τάδ’· οὐ δὲ μέμψεται πόσις ποτὲ
1295ἡμῖν · σὺ δ’αὐτὸς ἐγγὺς ὢν εἴσῃ τάδε.
1296ἀλλ’, ὦ τάλας, εἴσελθε καὶ λουτρῶν τύχε
1297ἐσθῆτάτ’ἐξάλλαξον. οὐκ ἐς ἀμβολὰς
1298εὐεργετήσω σ’· εὐμενέστερον γὰρ ἂν
1299τῷ φιλτάτῳ μοι Μενέλεῳ τὰ πρόσφορα
1300δρῴης ἄν, ἡμῶν τυγχάνων οἵων σε χρή.
Χορος
Χο.
Χο.
1301ὀρεία ποτὲ δρομάδι
1302κώλῳ μάτηρ θεῶν ἐσύθη ἀν’
1303ὑλάεντα νάπη
1304ποτάμιόντε χεῦμ’ὑδάτων
1305βαρύβρομόντε κῦμ’ἅλιον
1306πόθῳ τᾶς ἀποιχομένας
1307ἀρρήτου κούρας.
1308κρόταλα δὲ βρόμια διαπρύσιον
1309ἱέντα κέλαδον ἀνεβόα,
1310θηρῶν ὅτε ζυγίους
1311ζευξάσᾳ θεᾷ σατίνας
1312τὰν ἁρπασθεῖσαν κυκλίων
1313χορῶν ἔξω παρθενίων
1314μετὰ κούραν, ἀελλόποδες,
1315ἃ μὲν τόξοις Ἄρτεμις, ἃ δ’
1316ἔγχει Γοργῶπις πάνοπλος,
1317συνείποντο. Ζεὺς δ’ἑδράνων
1318αὐγάζων ἐξ οὐρανίων
1318bἄλλαν μοῖραν ἔκραινε.
1319δρομαῖον δ’ὅτε
1320πολυπλάνητον μάτηρ ἔπαυσε πόνον,
1321μαστεύουσα † πόνους †
1322θυγατρὸς ἁρπαγὰς δολίους,
1323χιονοθρέμμονάς γ’ἐπέρασ’
1324Ἰδαιᾶν Νυμφᾶν σκοπιάς ·
1325ῥίπτει δ’ἐν πένθει
1326πέτρινα κατὰ δρία πολυνιφέα ·
1327βροτοῖσι δ’ἄχλοα πεδία γᾶς
1328οὐ καρπίζουσ’ἀρότοις
1329λαῶν φθείρει γενεάν ·
1330ποίμναις δ’οὐχ ἵει θαλερὰς
1331βοσκὰς εὐφύλλων ἑλίκων,
1332πόλεων δ’ἀπέλειπε βίος ·
1333οὐ δ’ἦσαν θεῶν θυσίαι,
1334βωμοῖς δ’ἄφλεκτοι πέλανοι ·
1335πηγὰς δ’ἀμπαύει δροσερὰς
1336λευκῶν ἐκβάλλειν ὑδάτων
1337πένθει παιδὸς ἀλάστωρ.
1338ἐπεὶ δ’ἔπαυσ’εἰλαπίνας
1339θεοῖς βροτείῳτε γένει,
1340Ζεὺς μειλίσσων στυγίους ματρὸς ὀργὰς ἐνέπει ·
1341βᾶτε, σεμναὶ Χάριτες,
1342ἴτε, τᾷ περὶ παρθένῳ
1343Δηοῖ θυμωσαμένᾳ
1344λύπαν ἐξαλλάξατ’ἀλαλᾷ,
1345Μοῦσαίθ’ὕμνοισι χορῶν.
1346χαλκοῦ δ’αὐδὰν χθονίαν
1347τύπανάτ’ἔλαβε βυρσοτενῆ
1348καλλίστα τότε πρῶτα
1349μακάρων Κύπρις · γέλασέντε θεὰ
1350δέξατότ’ἐς χέρας
1351βαρύβρομον αὐλὸν
1352τερφθεῖσ’ἀλαλαγμῷ.
1353ὧν οὐ θέμις σ’οὔθ’ὁσία
1354ἐπύρωσας ἐν θεῶν θαλάμοις,
1355μῆνιν δ’ἔσχες μεγάλας
1356ματρός, ὦ παῖ, θυσίας
1357οὐ σεβίζουσα θεᾶς.
1358μέγα τοι δύναται νεβρῶν
1359παμποίκιλοι στολίδες
1360κισσοῦτε στεφθεῖσα χλόα
1361νάρθηκας εἰς ἱερούς,
1362ῥόμβουθ’εἱλισσομένα
1363κύκλιος ἔνοσις αἰθερία,
1364βακχεύουσάτ’ἔθειρα
1365Βρομίῳ καὶ παννυχίδες θεᾶς.
1366† εὖ δέ νιν ἄμασιν
1367ὑπέρβαλε σελάνα †
1368μορφᾷ μόνον ηὔχεις.
Ελενη
Ελ.
Ελ.
1369τὰ μὲν κατ’οἴκους εὐτυχοῦμεν, ὦ φίλαι ·
1370ἡ γὰρ συνεκκλέπτουσα Πρωτέως κόρη
1371πόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένη
1372οὐκ εἶπ’ἀδελφῷ · κατθανόντα δ’ἐν χθονὶ
1373οὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν.
1374[…]
1375κάλλιστα δῆτ’ἀνήρπασ’ἐν τύχῃ πόσις · ἃ γὰρ καθήσειν ὅπλ’ἔμελλεν εἰς ἅλα,
1376ταῦτ’ἐμβαλὼν πόρπακι γενναίαν χέρα
1377αὐτὸς κομίζει δόρυτε δεξιᾷ λαβών,
1378ὡς τῷ θανόντι χάριτα δὴ συνεκπονῶν.
1379προύργου δ’ἐς ἀλκὴν σῶμ’ὅπλοις ἠσκήσατο,
1380ὡς βαρβάρων τρόπαια μυρίων χερὶ
1381θήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος,
1382πέπλους δ’ἀμείψασ’ἀντὶ ναυφθόρου στολῆς
1383ἐγώ νιν ἐξήσκησα, καὶ λουτροῖς χρόα
1384ἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου.
1385ἀλλ’, ἐκπερᾷ γὰρ δωμάτων ὁ τοὺς ἐμοὺς
1386γάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν,
1387σιγητέον μοι · καὶ σὲ προσποιούμεθα
1388εὔνουν κρατεῖντε στόματος, ἢν δυνώμεθα
1389σωθέντες αὐτοὶ καὶ σὲ συνσῶσαί ποτε.
Θεοκλυμενος
Θε.
Θε.
1390χωρεῖτ’ἐφεξῆς, ὡς ἔταξεν ὁ ξένος,
1391δμῶες, φέροντες ἐνάλια κτερίσματα.
1392Ἑλένη, σὺ δ’, ἤν σοι μὴ κακῶς δόξω λέγειν,
1393πείθου, μέν’αὐτοῦ · τα- ταὐτὰ γὰρ παροῦσάτε
1394πράξεις τὸν ἄνδρα τὸν σὸν ἤντε μὴ παρῇς.
1395δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθος
1396πείσῃ μεθεῖναι σῶμ’ἐς οἶδμα πόντιον
1397τοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην ·
1398ἄγαν γὰρ αὐτὸν οὐ παρόνθ’ὅμως στένεις.
Ελενη
Ελ.
Ελ.
1399ὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχει
1400τὰ πρῶτα λέκτρα νυμφικάςθ’ὁμιλίας
1401τιμᾶν · ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσιν
1402καὶ ξυνθάνοιμ’ἄν · ἀλλὰ τίς κείνῳ χάρις
1403ξὺν κατθανόντι κατθανεῖν; ἔα δέ με
1404αὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῷ.
1405θεοὶ δὲ σοίτε δοῖεν οἷ’ἐγὼ θέλω,
1406καὶ τῷ ξένῳ τῷδ’, ὅτι συνεκπονεῖ τάδε.
1407ἕξεις δέ μ’οἵαν χρή σ’ἔχειν ἐν δώμασι
1408γυναῖκ’, ἐπειδὴ Μενέλεων εὐεργετεῖς
1409κα- κἄμ’· ἔρχεται γὰρ δή τιν’ἐς τύχην τάδε.
1410ὅστις δὲ δώσει ναῦν ἐν ᾗ τάδ’ἄξομεν,
1411πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω.
Θεοκλυμενος
Θε.
Θε.
1412χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντορον
1413Σιδωνίαν δὸς κα- κἀρετμῶν ἐπιστάτας.
Ελενη
Ελ.
Ελ.
1414οὔκουν ὅδ’ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;
Θεοκλυμενος
Θε.
Θε.
1415μάλιστ’· ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς.
Ελενη
Ελ.
Ελ.
1416αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου.
Θεοκλυμενος
Θε.
Θε.
1417αὖθις κελεύω καὶ τρίτον γ’, εἴ σοι φίλον.
Ελενη
Ελ.
Ελ.
1418ὄναιο · κα- κἀγὼ τῶν ἐμῶν βουλευμάτων.
Θεοκλυμενος
Θε.
Θε.
1419μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα.
Ελενη
Ελ.
Ελ.
1420ἥδ’ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν.
Θεοκλυμενος
Θε.
Θε.
1421τὰ τῶν θανόντων οὐδέν, ἀλλ’ἄλλως πόνος.
Ελενη
Ελ.
Ελ.
1422ἔστιν τι κα- κἀκεῖ κα- κἀνθάδ’ὧν ἐγὼ λέγω.
Θεοκλυμενος
Θε.
Θε.
1423οὐδὲν κακίω Μενέλεώ μ’ἕξεις πόσιν.
Ελενη
Ελ.
Ελ.
1424οὐδὲν σὺ μεμπτός · τῆς τύχης με δεῖ μόνον.
Θεοκλυμενος
Θε.
Θε.
1425ἐν σοὶ τόδ’, ἢν σὴν εἰς ἔμ’εὔνοιαν διδῷς.
Ελενη
Ελ.
Ελ.
1426οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν.
Θεοκλυμενος
Θε.
Θε.
1427βούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον;
Ελενη
Ελ.
Ελ.
1428ἥκιστα · μὴ δούλευε σοῖς δούλοις, ἄναξ.
Θεοκλυμενος
Θε.
Θε.
1429ἀλλ’εἶα · τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους ·
1430καθαρὰ γὰρ ἡμῖν δώματ’· οὐ γὰρ ἐνθάδε
1431ψυχὴν ἀφῆκε Μενέλεως · ἴτω δέ τις
1432φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων
1433ἀγάλματ’οἴκους εἰς ἐμούς · πᾶσαν δὲ χρὴ
1434γαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαις
1435ὑμέναιον Ἑλένης κα- κἀμόν, ὡς ζηλωτὸς ᾖ.
1436σὺ δ’, ὦ ξέν’, ἐλθών, πελαγίους ἐς ἀγκάλας
1437τῷ τῆσδε πρίν ποτ’ὄντι δοὺς πόσει τάδε,
1438πάλιν πρὸς οἴκους σπεῦδ’ἐμὴν δάμαρτ’ἔχων,
1439ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ
1440στέλλῃ πρὸς οἴκους ἢ μένων εὐδαιμονῇς.
Μενελεως
Με.
Με.
1441ὦ Ζεῦ, πατήρτε καὶ σοφὸς κλῄζῃ θεός,
1442βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν.
1443ἕλκουσι δ’ἡμῖν πρὸς λέπας τὰς συμφορὰς
1444σπουδῇ σύναψαι · κα- κἂν ἄκρᾳ θίγῃς χερί,
1445ἥξομεν ἵν’ἐλθεῖν βουλόμεσθα τῆς τύχης.
1446ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος.
1447κέκλησθέ μοι, θεοί, πολλά χρήσθ’ἐμοῦ κλύειν
1448καὶ λύπρ’· ὀφείλω δ’οὐκ ἀεὶ πράσσειν κακῶς,
1449ὀρθῷ δὲ βῆναι ποδί · μίαν δέ μοι χάριν
1450δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.
Χορος
Χο.
Χο.
1451φοίνισσα Σιδωνιὰς ὦ
1452ταχεῖα κώπα, ῥοθίοισι μάτηρ
1453εἰρεσίας φίλα,
1454χοραγὲ τῶν καλλιχόρων
1455δελφίνων, ὅταν αὔραις
1456πέλαγος ἀνήνεμον ᾖ,
1457γλαυκὰ δὲ Πόντου θυγάτηρ
1458Γαλάνεια τάδ’εἴπῃ ·
1459κατὰ μὲν ἱστία πετάσατ’
1460αὔραις λιπόντες εἰναλίαις,
1461λάβετε δ’εἰλατίνας πλάτας,
1462ὦ ναῦται, ναῦται,
1463πέμποντες εὐλιμένους
1464Περσείων οἴκων Ἑλέναν ἐπ’ἀκτάς.
1465ἦ που κόρας ἂν ποταμοῦ
1466παρ’οἶδμα Λευκιππίδας ἢ πρὸ ναοῦ
1467Παλλάδος ἂν λάβοις
1468χρόνῳ ξυνελθοῦσα χοροῖς
1469ἢ κώμοις Ὑακίνθου
1470νύχιον ἐς εὐφροσύναν,
1471ὃν ἐξαμιλλησάμενος
1472τροχῷ τέρμονα δίσκου
1473ἔκανε Φοῖβος, τᾷ
1474Λακαίνᾳ γᾷ βούθυτον ἁμέραν ·
1475ὁ Διὸς δ’εἶπε σέβειν γόνος ·
1476μόσχονθ’, ἃν οἴκοις
1476bἔλειπες, Ἑρμιόναν,
1477ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν.
1478δι’ἀέρος εἴθε ποτανοὶ
1479γενοίμεσθ’ᾇ Λιβύας
1480οἰωνοὶ στοχάδες
1481ὄμβρον λιποῦσαι χειμέριον
1482νίσονται πρεσβυτάτᾳ
1483σύριγγι πειθόμεναι
1485ποιμένος, ὃς ἄβροχα πεδία καρποφόρατε γᾶς
1486ἐπιπετόμενος ἰαχεῖ.
1487ὦ πταναὶ δολιχαύχενες,
1488σύννομοι νεφέων δρόμου,
1489βᾶτε Πλειάδας ὑπὸ μέσας
1490ὠρίωνάτ’ἐννύχιον ·
1491καρύξατ’ἀγγελίαν,
1492Εὐρώταν ἐφεζόμεναι,
1493Μενέλεως ὅτι Δαρδάνου
1494πόλιν ἑλὼν δόμον ἥξει.
1495μόλοιτέ ποθ’ἵππιον οἶμον
1496δι’αἰθέρος ἱέμενοι
1497παῖδες Τυνδαρίδαι,
1498λαμπρῶν ἄστρων ὑπ’ἀέλλαισιν ·
1499οἳ ναίετ’οὐράνιοι,
1500σωτῆρες τᾶς Ἑλένας,
1501γλαυκὸν ἔπιτ’οἶδμα κυανόχροάτε κυμάτων
1502ῥόθια πολιὰ θαλάσσας,
1503ναύταις εὐαεῖς ἀνέμων
1505πέμποντες Διόθεν πνοάς ·
1506δύσκλειαν δ’ἀπὸ συγγόνου
1507βάλετε βαρβάρων λεχέων,
1508ἃν Ἰδαίων ἐρίδων
1509ποιναθεῖσ’ἐκτήσατο, γᾶν
1510οὐκ ἐλθοῦσά ποτ’Ἰλίου
1511Φοιβείους ἐπὶ πύργους.
Αγγελος
Αγ.
Αγ.
1512† ἄναξ, τὰ κάκιστ’ἐν δόμοις εὑρήκαμεν · †
1513ὡς καίν’ἀκούσῃ πήματ’ἐξ ἐμοῦ τάχα.
Θεοκλυμενος
Θε.
Θε.
1514τί δ’ἔστιν;
Αγγελος
Αγ.
Αγ.
1514bἄλλης ἐκπόνει μνηστεύματα
1515γυναικός · Ἑλένη γὰρ βέβηκ’ἔξω χθονός.
Θεοκλυμενος
Θε.
Θε.
1516πτεροῖσιν ἀρθεῖσ’ἢ πεδοστιβεῖ ποδί;
Αγγελος
Αγ.
Αγ.
1517Μενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός,
1518ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν.
Θεοκλυμενος
Θε.
Θε.
1519ὦ δεινὰ λέξας · τίς δέ νιν ναυκληρία
1520ἐκ τῆσδ’ἀπῆρε χθονός; ἄπιστα γὰρ λέγεις.
Αγγελος
Αγ.
Αγ.
1521ἥν γε ξένῳ δίδως σύ · τούςτε σοὺς ἔχων
1522ναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθῃς.
Θεοκλυμενος
Θε.
Θε.
1523πῶς; εἰδέναι πρόθυμος · οὐ γὰρ ἐλπίδων
1524ἔσω βέβηκα μίαν ὑπερδραμεῖν χέρα
1525τοσούσδε ναύτας, ὧν ἀπεστάλης μέτα.
Αγγελος
Αγ.
Αγ.
1526ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους
1527ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη
1528σοφώταθ’ἁβρὸν πόδα τιθεῖσ’ἀνέστενε
1529πόσιν πέλας παρόντα κα- κοὐ τεθνηκότα.
1530ὡς δ’ἤλθομεν σῶν περίβολον νεωρίων,
1531Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν
1532ζυγῶντε πεντήκοντα κα- κἀρετμῶν μέτρα
1533ἔχουσαν. ἔργου δ’ἔργον ἐξημείβετο ·
1534ὃ μὲν γὰρ ἱστόν, ὃ δὲ πλάτην καθίσατο
1535† ταρσόντε χειρί, λευκάθ’ἱστί’εἰς ἓν ἦν †
1536πηδάλιάτε ζεύγλαισι παρακαθίετο.
1537κα- κἀν τῷδε μόχθῳ, τοῦτ’ἄρα σκοπούμενοι,
1538Ἕλληνες ἄνδρες Μενέλεῳ ξυνέμποροι
1539προσῆλθον ἀκταῖς ναυφθόροις ἠσθημένοι
1540πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δ’ὁρᾶν.
1541ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος
1542προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων ·
1543ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε
1544Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος;
1545ἆρ’Ἀτρέως παῖδ’ὀλόμενον συνθάπτετε,
1546ὃν Τυνδαρὶς παῖς ἥδ’ἀπόντα κενοταφεῖ;
1547οἳ δ’ἐκβαλόντες δάκρυα ποιητῷ τρόπῳ,
1548ἐς ναῦν ἐχώρουν Μενέλεῳ ποντίσματα
1549φέροντες. ἡμῖν δ’ἦν μὲν ἥδ’ὑποψία
1550λόγοςτ’ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν
1551ὡς πλῆθος εἴη · διεσιωπῶμεν δ’ὅμως
1552τοὺς σοὺς λόγους σῴζοντες · ἄρχειν γὰρ νεὼς
1553ξένον κελεύσας πάντα συνέχεας τάδε.
1554καὶ τα- τἄλλα μὲν δὴ ῥᾳδίως ἔσω νεὼς
1555ἐθέμεθα κουφίζοντα · ταύρειος δὲ ποὺς
1556οὐκ ἤθελ’ὀρθὸς σανίδα προσβῆναι κάτα,
1557ἀλλ’ἐξεβρυχᾶτ’ὄμμ’ἀναστρέφων κύκλῳ
1558κυρτῶντε νῶτα κα- κἀς κέρας παρεμβλέπων
1559μὴ θιγγάνειν ἀπεῖργεν. ὁ δ’Ἑλένης πόσις
1560ἐκάλεσεν · ὦ πέρσαντες Ἰλίου πόλιν,
1561οὐκ εἶ’ἀναρπάσαντες Ἑλλήνων νόμῳ
1562νεανίαις ὤμοισι ταύρειον δέμας
1563ἐς πρῷραν ἐμβαλεῖτε, † φάσγανόνθ’ἅμα
1564πρόχειρον ὤσει † σφάγια τῷ τεθνηκότι;
1565οἳ δ’ἐς κέλευσμ’ἐλθόντες ἐξανήρπασαν
1566ταῦρον φέροντέςτ’εἰσέθεντο σέλματα.
1567μονάμπυκον δὲ Μενέλεως ψήχων δέρην
1568μέτωπάτ’ἐξέπεισεν ἐσβῆναι δόρυ.
1569τέλος δ’, ἐπειδὴ ναῦς τὰ πάντ’ἐδέξατο,
1570πλήσασα κλιμακτῆρας εὐσφύρῳ ποδί
1571Ἑλένη καθέζετ’ἐν μέσοις ἑδωλίοις,
1572ὅτ’οὐκέτ’ὢν λόγοισι Μενέλεως πέλας ·
1573ἄλλοι δὲ τοίχους δεξιοὺς λαιούςτ’ἴσοι
1574ἀνὴρ παρ’ἄνδρ’ἕζονθ’, ὑφ’εἵμασι ξίφη
1575λαθραῖ’ἔχοντες, ῥόθιάτ’ἐξεπίμπλατο
1576βοῆς κελευστοῦ φθέγμαθ’ὡς ἠκούσαμεν.
1577ἐπεὶ δὲ γαίας ἦμεν οὔτ’ἄγαν πρόσω
1578οὔτ’ἐγγύς, οὕτως ἤρετ’οἰάκων φύλαξ ·
1579ἔτ’, ὦ ξέν’, ἐς τὸ πρόσθεν — ἢ καλῶς ἔχει —
1580πλεύσωμεν; ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί.
1581ὃ δ’εἶφ’· ἅλις μοι. δεξιᾷ δ’ἑλὼν ξίφος
1582ἐς πρῷραν εἷρπε κα- κἀπὶ ταυρείῳ σφαγῇ
1583σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων,
1584τέμνων δὲ λαιμὸν ηὔχετ’· ὦ ναίων ἅλα
1585πόντιε Πόσειδον Νηρέωςθ’ἁγναὶ κόραι,
1586σώσατέ μ’ἐπ’ἀκτὰς Ναυπλίας δάμαρτάτε
1587ἄσυλον ἐκ γῆς. αἵματος δ’ἀπορροαὶ
1588ἐς οἶδμ’ἐσηκόντιζον οὔριοι ξένῳ.
1589καί τις τόδ’εἶπε · δόλιος ἡ ναυκληρία.
1590πάλιν πλέωμεν · δεξιὰν κέλευε σύ,
1591σὺ δὲ στρέφ’οἴακ’. ἐκ δὲ ταυρείου φόνου
1592Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους ·
1593τί μέλλετ’, ὦ γῆς Ἑλλάδος λωτίσματα,
1594σφάζειν φονεύειν βαρβάρους νεώςτ’ἄπο
1595ῥίπτειν ἐς οἶδμα; ναυβάταις δὲ τοῖσι σοῖς
1596βοᾷ κελευστὴς τὴν ἐναντίαν ὄπα ·
1597οὐκ εἶ’ὃ μέν τις λοῖσθον ἀρεῖται δόρυ,
1598ὃ δὲ ζύγ’ἄξας, ὃ δ’ἀφελὼν σκαλμοῦ πλάτην
1599καθαιματώσει κρᾶτα πολεμίων ξένων;
1600ὀρθοὶ δ’ἀνῇξαν πάντες, οἳ μὲν ἐν χεροῖν
1601κορμοὺς ἔχοντες ναυτικούς, οἳ δὲ ξίφη ·
1602φόνῳ δὲ ναῦς ἐρρεῖτο. παρακέλευσμα δ’ἦν
1603πρύμνηθεν Ἑλένης · ποῦ τὸ Τρωικὸν κλέος;
1604δείξατε πρὸς ἄνδρας βαρβάρους · σπουδῆς δ’ὕπο
1605ἔπιπτον, οἳ δ’ὠρθοῦντο, τοὺς δὲ κειμένους
1606νεκροὺς ἂν εἶδες. Μενέλεως δ’ἔχων ὅπλα,
1607ὅποι νοσοῖεν ξύμμαχοι κατασκοπῶν,
1608ταύτῃ προσῆγε χειρὶ δεξιᾷ ξίφος,
1609ὥστ’ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲ
1610σῶν ναυβατῶν ἐρετμά. ἐπ’οἰάκων δὲ βὰς
1611ἄνακτ’ἐς Ἑλλάδ’εἶπεν εὐθύνειν δόρυ.
1612οἳ δ’ἱστὸν ᾖρον, οὔριαι δ’ἧκον πνοαί.
1613βεβᾶσι δ’ἐκ γῆς. διαφυγὼν δ’ἐγὼ φόνον
1614καθῆκ’ἐμαυτὸν εἰς ἅλ’ἄγκυραν πάρα ·
1615ἤδη δὲ κάμνονθ’ὁρμιατόνων μέ τις
1616ἀνείλετ’, ἐς δὲ γαῖαν ἐξέβησέ σοι
1617τάδ’ἀγγελοῦντα. σώφρονος δ’ἀπιστίας
1618οὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς.
Χορος
Χο.
Χο.
1619οὐκ ἄν ποτ’ηὔχουν οὔτε σ’οὔθ’ἡμᾶς λαθεῖν
1620Μενέλαον, ὠ- ὦναξ, ὡς ἐλάνθανεν παρών.
Θεοκλυμενος
Θε.
Θε.
1621ὦ γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας ·
1622ἐκπεφεύγασιν γάμοι με. κα- κεἰ μὲν ἦν ἁλώσιμος
1623ναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους ·
1624νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον,
1625ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι.
1626τοιγὰρ οὔποτ’ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν.
Θεραπων
Θε.
Θε.
1627οὗτος ὤ, ποῖ σὸν πόδ’αἴρεις, δέσποτ’, ἐς ποῖον φόνον;
Θεοκλυμενος
Θε.
Θε.
1628οἷπερ ἡ δίκη κελεύει με · ἀλλ’ἀφίστασ’ἐκποδών.
Θεραπων
Θε.
Θε.
1629οὐκ ἀφήσομαι πέπλων σῶν · μεγάλα γὰρ σπεύδεις κακά.
Θεοκλυμενος
Θε.
Θε.
1630ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν;
Θεραπων
Θε.
Θε.
1630bφρονῶ γὰρ εὖ.
Θεοκλυμενος
Θε.
Θε.
1631οὐκ ἔμοιγ’, εἰ μή μ’ἐάσεις —
Θεραπων
Θε.
Θε.
1631bοὐ μὲν οὖν σ’ἐάσομεν.
Θεοκλυμενος
Θε.
Θε.
1632σύγγονον κτανεῖν κακίστην —
Θεραπων
Θε.
Θε.
1632bεὐσεβεστάτην μὲν οὖν.
Θεοκλυμενος
Θε.
Θε.
1633ἥ με προύδωκεν —
Θεραπων
Θε.
Θε.
1633bκαλήν γε προδοσίαν, δίκαια δρᾶν.
Θεοκλυμενος
Θε.
Θε.
1634τα- τἀμὰ λέκτρ’ἄλλῳ διδοῦσα.
Θεραπων
Θε.
Θε.
1634bτοῖς γε κυριωτέροις.
Θεοκλυμενος
Θε.
Θε.
1635κύριος δὲ τῶν ἐμῶν τίς;
Θεραπων
Θε.
Θε.
1635bὃς ἔλαβεν πατρὸς πάρα.
Θεοκλυμενος
Θε.
Θε.
1636ἀλλ’ἔδωκεν ἡ τύχη μοι.
Θεραπων
Θε.
Θε.
1636bτὸ δὲ χρεὼν ἀφείλετο.
Θεοκλυμενος
Θε.
Θε.
1637οὐ σὲ τα- τἀμὰ χρὴ δικάζειν.
Θεραπων
Θε.
Θε.
1637bἤν γε βελτίω λέγω.
Θεοκλυμενος
Θε.
Θε.
1638ἀρχόμεσθ’ἄρ’, οὐ κρατοῦμεν.
Θεραπων
Θε.
Θε.
1638bὅσια δρᾶν, τὰ δ’ἔκδικ’οὔ.
Θεοκλυμενος
Θε.
Θε.
1639κατθανεῖν ἐρᾶν ἔοικας.
Θεραπων
Θε.
Θε.
1639bκτεῖνε · σύγγονον δὲ σὴν
1640οὐ κτενεῖς ἡμῶν ἑκόντων, ἀλλ’ἔμ’· ὡς πρὸ δεσποτῶν
1641τοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν.
Διοσκοροι
Δι.
Δι.
1642ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρῃ,
1643Θεοκλύμενε, γαίας τῆσδ’ἄναξ · δισσοὶ δέ σε
1644Διόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲ
1645ἔτικτεν Ἑλένηνθ’, ἣ πέφευγε σοὺς δόμους ·
1646οὐ γὰρ πεπρωμένοισιν ὀργίζῃ γάμοις,
1647οὐ δ’ἡ θεᾶς Νηρῇδος ἔκγονος κόρη
1648ἀδικεῖ σ’ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶν
1649τιμῶσα πατρόςτ’ἐνδίκους ἐπιστολάς.
1650ἐς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνον
1651κείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν ·
1652ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα,
1653καὶ τοῖς θεοῖς παρέσχε το- τοὔνομ’, οὐκέτι ·
1654ἐν τοῖσι δ’αὑτῆς δεῖ νιν ἐζεῦχθαι γάμοις
1655ἐλθεῖντ’ἐς οἴκους καὶ συνοικῆσαι πόσει.
1656ἀλλ’ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος,
1657νόμιζε δ’αὐτὴν σωφρόνως πράσσειν τάδε.
1658πάλαι δ’ἀδελφὴν κα- κἂν πρὶν ἐξεσώσαμεν,
1659ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς ·
1660ἀλλ’ἥσσον’ἦμεν τοῦ πεπρωμένουθ’ἅμα
1661καὶ τῶν θεῶν, οἷς ταῦτ’ἔδοξεν ὧδ’ἔχειν.
1662σοὶ μὲν τάδ’αὐδῶ, συγγόνῳ δ’ἐμῇ λέγω ·
1663πλεῖ ξὺν πόσει σῷ · πνεῦμα δ’ἕξετ’οὔριον ·
1664σωτῆρε δ’ἡμεῖς σὼ κασιγνήτω διπλῶ
1665πόντον παριππεύοντε πέμψομεν πάτραν.
1666ὅταν δὲ κάμψῃς καὶ τελευτήσῃς βίον,
1667θεὸς κεκλήσῃ καὶ Διοσκόρων μέτα
1668σπονδῶν μεθέξεις ξένιάτ’ἀνθρώπων πάρα
1669ἕξεις μεθ’ἡμῶν · Ζεὺς γὰρ ὧδε βούλεται.
1670οὗ δ’ὥρισέν σοι πρῶτα Μαιάδος τόκος,
1671Σπάρτης ἀπάρας, τὸν κατ’οὐρανὸν δρόμον,
1672κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε,
1673— φρουρὸν παρ’Ἀκτὴν τεταμένην νῆσον λέγω —
1674Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται,
1675ἐπεὶ κλοπαίαν σ’ἐκ δόμων ἐδέξατο.
1676καὶ τῷ πλανήτῃ Μενέλεῳ θεῶν πάρα
1677μακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον ·
1678τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες,
1679τῶν δ’ἀναριθμήτων μᾶλλόν εἰσιν οἱ πόνοι.
Θεοκλυμενος
Θε.
Θε.
1680ὦ παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάρος
1681νείκη μεθήσω σφῶν κασιγνήτης πέρι ·
1682ἐγὼ δ’ἀδελφὴν οὐκέτ’ἂν κτάνοιμ’ἐμήν.
1683κείνη δ’ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ.
1684ἴστον δ’ἀρίστης σωφρονεστάτηςθ’ἅμα
1685γεγῶτ’ἀδελφῆς ὁμογενοῦς ἀφ’αἵματος.
1686καὶ χαίρεθ’Ἑλένης οὕνεκ’εὐγενεστάτης
1687γνώμης, ὃ πολλαῖς ἐν γυναιξὶν οὐκ ἔνι.
Χορος
Χο.
Χο.
1688πολλαὶ μορφαὶ τῶν δαιμονίων,
1689πολλὰ δ’ἀέλπτως κραίνουσι θεοί ·
1690καὶ τὰ δοκηθέντ’οὐκ ἐτελέσθη,
1691τῶν δ’ἀδοκήτων πόρον ηὗρε θεός.
1692τοιόνδ’ἀπέβη τόδε πρᾶγμα.