Euripides

Iphigenia in Tauris

Ιφιγενεια
Ιφ.
Ιφ.
1
Πέλοψ Ταντάλειος ἐς Πῖσαν μολὼν
2
θοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην,
3
ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν · Ἀτρέως δὲ παῖς
4
Μενέλαος Ἀγαμέμνωντε · τοῦ δ’ἔφυν ἐγώ
5
τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς,
6
ἣν ἀμφὶ δίναις ἃς θάμ’Εὔριπος πυκναῖς
7
αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει,
8
ἔσφαξεν Ἑλένης οὕνεχ’, ὡς δοκεῖ, πατὴρ
9
Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος.
10
ἐνταῦθα γὰρ δὴ χιλίων ναῶν στόλον
11
Ἑλληνικὸν συνήγαγ’Ἀγαμέμνων ἄναξ,
12
τὸν καλλίνικον στέφανον Ἰλίου θέλων
13
λαβεῖν Ἀχαιοῖς τούςθ’ὑβρισθέντας γάμους
14
Ἑλένης μετελθεῖν, Μενέλεῳ χάριν φέρων.
15
δεινῆς δ’ἀπλοίας πνευμάτωντε τυγχάνων,
16
ἐς ἔμπυρ’ἦλθε, καὶ λέγει Κάλχας τάδε ·
17
τῆσδ’ἀνάσσων Ἑλλάδος στρατηγίας,
18
Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσῃ χθονός,
19
πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμις
20
λάβῃ σφαγεῖσαν · τι γὰρ ἐνιαυτὸς τέκοι
21
κάλλιστον, ηὔξω φωσφόρῳ θύσειν θεᾷ.
22
παῖδ’οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ
23
τίκτει τὸ καλλιστεῖον εἰς ἔμ’ἀναφέρων
24
ἣν χρή σε θῦσαι. καί μ’Ὀδυσσέως τέχναις
25
μητρὸς παρείλοντ’ἐπὶ γάμοις Ἀχιλλέως.
26
ἐλθοῦσα δ’Αὐλίδ’ τάλαιν’ὑπὲρ πυρᾶς
27
μεταρσία ληφθεῖσ’ἐκαινόμην ξίφει ·
28
ἀλλ’ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου
29
Ἄρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέρα
30
πέμψασά μ’ἐς τήνδ’ᾤκισεν Ταύρων χθόνα,
31
οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος
32
Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς
33
ἐς τοὔνομ’ἦλθε τόδε ποδωκείας χάριν.
34
ναοῖσι δ’ἐν τοῖσδ’ἱερέαν τίθησί με ·
35
ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰ
36
Ἄρτεμις, ἑορτῆς, τοὔνομ’ἧς καλὸν μόνον
37
τὰ δ’ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη
38
39
40
κατάρχομαι μέν, σφάγια δ’ἄλλοισιν μέλει
41
ἄρρητ’ἔσωθεν τῶνδ’ἀνακτόρων θεᾶς.
42
καινὰ δ’ἥκει νὺξ φέρουσα φάσματα,
43
λέξω πρὸς αἰθέρ’, εἴ τι δὴ τόδ’ἔστ’ἄκος.
44
ἔδοξ’ἐν ὕπνῳ τῆσδ’ἀπαλλαχθεῖσα γῆς
45
οἰκεῖν ἐν Ἄργει, παρθένοισι δ’ἐν μέσαις
46
εὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλῳ,
47
φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖν
48
δόμων πίτνοντα, πᾶν δ’ἐρείψιμον στέγος
49
βεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν.
50
μόνος λελεῖφθαι στῦλος εἷς ἔδοξέ μοι
51
δόμων πατρῴων, ἐκ δ’ἐπικράνων κόμας
52
ξανθὰς καθεῖναι, φθέγμα δ’ἀνθρώπου λαβεῖν,
53
κἀγὼ τέχνην τήνδ’ἣν ἔχω ξενοκτόνον
54
τιμῶσ’ὑδραίνειν αὐτὸν ὡς θανούμενον,
55
κλαίουσα. τοὔναρ δ’ὧδε συμβάλλω τόδε ·
56
τέθνηκ’Ὀρέστης, οὗ κατηρξάμην ἐγώ.
57
στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες ·
58
θνῄσκουσι δ’οὓς ἂν χέρνιβες βάλωσ’ἐμαί.
59
60
61
νῦν οὖν ἀδελφῷ βούλομαι δοῦναι χοὰς
62
παροῦσ’ἀπόντι ταῦτα γὰρ δυναίμεθ’ἄν
63
σὺν προσπόλοισιν, ἃς ἔδωχ’ἡμῖν ἄναξ
64
Ἑλληνίδας γυναῖκας. ἀλλ’ἐξ αἰτίας
65
οὔπω τίνος πάρεισιν; εἶμ’ἔσω δόμων
66
ἐν οἷσι ναίω τῶνδ’ἀνακτόρων θεᾶς.
Ορεστης
Ορ.
Ορ.
67
ὅρα, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν.
Πυλαδης
Πυ.
Πυ.
68
ὁρῶ, σκοποῦμαι δ’ὄμμα πανταχῆ στρέφων.
Ορεστης
Ορ.
Ορ.
69
Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτ’εἶναι θεᾶς
70
ἔνθ’Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν;
Πυλαδης
Πυ.
Πυ.
71
ἔμοιγ’, Ὀρέστα · σοὶ δὲ συνδοκεῖν χρεών.
Ορεστης
Ορ.
Ορ.
72
καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος;
Πυλαδης
Πυ.
Πυ.
73
ἐξ αἱμάτων γοῦν ξάνθ’ἔχει τριχώματα.
Ορεστης
Ορ.
Ορ.
74
θριγκοῖς δ’ὑπ’αὐτοῖς σκῦλ’ὁρᾷς ἠρτημένα;
Πυλαδης
Πυ.
Πυ.
75
τῶν κατθανόντων γ’ἀκροθίνια ξένων.
76
ἀλλ’ἐγκυκλοῦντ’ὀφθαλμὸν εὖ σκοπεῖν χρεών.
Ορεστης
Ορ.
Ορ.
77
Φοῖβε, ποῖ μ’αὖ τήνδ’ἐς ἄρκυν ἤγαγες
78
χρήσας, ἐπειδὴ πατρὸς αἷμ’ἐτεισάμην,
79
μητέρα κατακτάς, διαδοχαῖς δ’Ἐρινύων
80
ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς
81
δρόμουςτε πολλοὺς ἐξέπλησα καμπίμους,
82
ἐλθὼν δέ σ’ἠρώτησα πῶς τροχηλάτου
83
μανίας ἂν ἔλθοιμ’ἐς τέλος πόνωντ’ἐμῶν,
84
οὓς ἐξεμόχθουν περιπολῶν καθ’Ἑλλάδα
85
σὺ δ’εἶπας ἐλθεῖν Ταυρικῆς μ’ὅρους χθονός,
86
ἔνθ’Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι,
87
λαβεῖντ’ἄγαλμα θεᾶς, φασιν ἐνθάδε
88
ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο ·
89
λαβόντα δ’ τέχναισιν τύχῃ τινί,
90
κίνδυνον ἐκπλήσαντ’, Ἀθηναίων χθονὶ
91
δοῦναι τὸ δ’ἐνθένδ’οὐδὲν ἐρρήθη πέρα
92
καὶ ταῦτα δράσαντ’ἀμπνοὰς ἕξειν πόνων.
93
ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε
94
ἄγνωστον ἐς γῆν, ἄξενον. σὲ δ’ἱστορῶ,
95
Πυλάδη σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου
96
τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷς
97
ὑψηλά · πότερα δωμάτων προσαμβάσεις
98
ἐκβησόμεσθα; πῶς ἂν οὖν λάθοιμεν ἄν;
99
χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς
100
ὧν οὐδὲν ἴσμεν; ἢν δ’ἀνοίγοντες πύλας
101
ληφθῶμεν ἐσβάσειςτε μηχανώμενοι,
102
θανούμεθ’. ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπι
103
φεύγωμεν, ᾗπερ δεῦρ’ἐναυστολήσαμεν.
Πυλαδης
Πυ.
Πυ.
104
φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐ δ’εἰώθαμεν,
105
τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον ·
106
ναοῦ δ’ἀπαλλαχθέντε κρύψωμεν δέμας
107
κατ’ἄντρ’ πόντος νοτίδι διακλύζει μέλας
108
νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος
109
βασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ.
110
ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ,
111
τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν
112
ἄγαλμα πάσας προσφέροντε μηχανάς.
113
ὅρα δέ γ’εἴσω τριγλύφων ὅποι κενὸν
114
δέμας καθεῖναι · τοὺς πόνους γὰρ ἁγαθοὶ
115
τολμῶσι, δειλοὶ δ’εἰσὶν οὐδὲν οὐδαμοῦ.
Ορεστης
Ορ.
Ορ.
116
οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον,
117
ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν.
118
ἀλλ’εὖ γὰρ εἶπας, πειστέον · χωρεῖν χρεὼν
119
ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας.
120
οὐ γὰρ τὸ τοῦ θεοῦ γ’αἴτιον γενήσεται
121
πεσεῖν ἄχρηστον θέσφατον · τολμητέον ·
122
μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.
Χορος
Χο.
Χο.
123
εὐφαμεῖτ’,
124
πόντου δισσὰς συγχωρούσας
125
πέτρας Ἀξείνου ναίοντες.
126
παῖ τᾶς Λατοῦς,
127
Δίκτυνν’οὐρεία,
128
πρὸς σὰν αὐλάν, εὐστύλων
129
ναῶν χρυσήρεις θριγκούς,
130
πόδα παρθένιον ὅσιον ὁσίας
131
κλῃδούχου δούλα πέμπω,
132
Ἑλλάδος εὐίππου πύργους
134
καὶ τείχη χόρτωντ’εὐδένδρων
135
ἐξαλλάξασ’Εὐρώπαν,
136
πατρῴων οἴκων ἕδρας.
137
ἔμολον · τί νέον; τίνα φροντίδ’ἔχεις;
138
τί με πρὸς ναοὺς ἄγαγες ἄγαγες,
139
παῖ τοῦ τᾶς Τροίας πύργους
140
ἐλθόντος κλεινᾷ σὺν κώπᾳ
141
χιλιοναύτα
142
μυριοτευχοῦς Ἀτρείδα;
Ιφιγενεια
Ιφ.
Ιφ.
143
ἰὼ δμωαί,
144
δυσθρηνήτοις ὡς θρήνοις
145
ἔγκειμαι, τᾶς οὐκ εὐμούσου
146
μολπᾶς ἀλύροις ἐλέγοις, αἰαῖ,
147
αἰαῖ, κηδείοις οἴκτοισιν ·
148
αἵ μοι συμβαίνουσ’ἆται,
149
σύγγονον ἁμὸν κατακλαιομένα
150
ζωᾶς, οἵαν οἵαν ἰδόμαν
151
ὄψιν ὀνείρων
152
νυκτός, τᾶς ἐξῆλθ’ὄρφνα.
152a
ὀλόμαν ὀλόμαν ·
153
οὐκ εἴσ’οἶκοι πατρῷοι ·
154
οἴμοι μοι φροῦδος γέννα.
155
φεῦ φεῦ τῶν Ἄργει μόχθων.
156
ἰὼ δαῖμον,
157
μόνον ὅς με κασίγνητον συλᾷς
159
Ἀίδᾳ πέμψας, τάσδε χοὰς
160
μέλλω κρατῆράτε τὸν φθιμένων
161
ὑδραίνειν γαίας ἐν νώτοις
162
πηγάςτ’οὐρείων ἐκ μόσχων
164
Βάκχουτ’οἰνηρὰς λοιβὰς
165
ξουθᾶντε πόνημα μελισσᾶν,
166
νεκροῖς θελκτήρια κεῖται.
168
ἀλλ’ἔνδος μοι πάγχρυσον
169
τεῦχος καὶ λοιβὰν Ἅιδα.
170
κατὰ γαίας Ἀγαμεμνόνιον
171
θάλος, ὡς φθιμένῳ τάδε σοι πέμπω ·
172
δέξαι δ’· οὐ γὰρ πρὸς τύμβον σοι
173
ξανθὰν χαίταν, οὐ δάκρυ’οἴσω.
175
τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην
176
πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι
177
κεῖμαι σφαχθεῖσ’ τλάμων.
Χορος
Χο.
Χο.
178
ἀντιψάλμους ᾠδὰς ὕμνωντ’
180
Ἀσιητᾶν σοι βάρβαρον ἀχὰν
181
δεσποίνᾳ γ’ἐξαυδάσω,
183
τὰν ἐν θρήνοισιν μοῦσαν
184
νέκυσι μελομέναν, τὰν ἐν μολπαῖς
185
Ἅιδας ὑμνεῖ δίχα παιάνων.
186
οἴμοι, τῶν Ἀτρειδᾶν οἴκων ·
187
ἔρρει φῶς σκήπτρων, οἴμοι,
188
πατρῴων οἴκων.
189
ἦν ἐκ τῶν εὐόλβων Ἄργει
190
βασιλέων ἀρχά,
191
μόχθος δ’ἐκ μόχθων ᾄσσει ·
192
δινευούσαις ἵπποισι ῥιφαὶ
193
Πέλοπος πταναῖς · ἀλλάξας δ’ἐξ
194
ἕδρας ἱερὸν ἱερὸν ὄμμ’αὐγᾶς
195
ἅλιος. ἄλλαις δ’ἄλλα προσέβα
196
χρυσέας ἀρνὸς μελάθροις ὀδύνα,
197
φόνος ἐπὶ φόνῳ, ἄχεα ἄχεσιν
199
ἔνθεν τῶν πρόσθεν δμαθέντων
200
Τανταλιδᾶν ἐκβαίνει ποινά γ’
201
εἰς οἴκους, σπεύδει δ’ἀσπούδαστ’
202
ἐπὶ σοὶ δαίμων.
Ιφιγενεια
Ιφ.
Ιφ.
203
ἐξ ἀρχᾶς μοι δυσδαίμων
204
δαίμων τᾶς ματρὸς ζώνας
205
καὶ νυκτὸς κείνας · ἐξ ἀρχᾶς
206
λόχιαι στερρὰν παιδείαν
207
Μοῖραι ξυντείνουσιν θεαί,
208
τᾷ μναστευθείσᾳ ’ξ Ἑλλάνων,
209
ἃν πρωτόγονον θάλος ἐν θαλάμοις
210
Λήδας τλάμων κούρα
211
σφάγιον πατρῴᾳ λώβᾳ
212
καὶ θῦμ’οὐκ εὐγάθητον
213
ἔτεκεν, ἔτρεφεν εὐκταίαν ·
214
ἱππείοις δ’ἐν δίφροισι
215
ψαμάθων Αὐλίδος ἐπέβασαν
216
νύμφαιον, οἴμοι, δύσνυμφον
217
τῷ τᾶς Νηρέως κούρας, αἰαῖ.
218
νῦν δ’ἀξείνου πόντου ξείνα
219
δυσχόρτους οἴκους ναίω,
220
ἄγαμος ἄτεκνος ἄπολις ἄφιλος,
221
οὐ τὰν Ἄργει μέλπουσ’Ἥραν
222
οὐ δ’ἱστοῖς ἐν καλλιφθόγγοις
223
κερκίδι Παλλάδος Ἀτθίδος εἰκὼ
224
καὶ Τιτάνων ποικίλλουσ’, ἀλλ’
225
αἱμόρραντον δυσφόρμιγγα
226
ξείνων αἱμάσσουσ’ἄταν βωμούς,
227
οἰκτράντ’αἰαζόντων αὐδὰν
228
οἰκτρόντ’ἐκβαλλόντων δάκρυον.
229
καὶ νῦν κείνων μέν μοι λάθα,
230
τὸν δ’Ἄργει δμαθέντα κλαίω
232
σύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον,
233
ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλος
234
ἐν χερσὶν ματρὸς πρὸς στέρνοιςτ’
235
Ἄργει σκηπτοῦχον Ὀρέσταν.
Χορος
Χο.
Χο.
236
καὶ μὴν ὅδ’ἀκτὰς ἐκλιπὼν θαλασσίους
237
βουφορβὸς ἥκει σημανῶν τί σοι νέον.
Βουκολος
Βο.
Βο.
238
Ἀγαμέμνονόςτε καὶ Κλυταιμήστρας τέκνον,
239
ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων.
Ιφιγενεια
Ιφ.
Ιφ.
240
τί δ’ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου;
Βουκολος
Βο.
Βο.
241
ἥκουσιν ἐς γῆν, κυανέαν Συμπληγάδα
242
πλάτῃ φυγόντες, δίπτυχοι νεανίαι,
243
θεᾷ φίλον πρόσφαγμα καὶ θυτήριον
244
Ἀρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματα
245
οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη.
Ιφιγενεια
Ιφ.
Ιφ.
246
ποδαποί; τίνος γῆς σχῆμ’ἔχουσιν οἱ ξένοι;
Βουκολος
Βο.
Βο.
247
Ἕλληνες · ἓν τοῦτ’οἶδα κοὐ περαιτέρω.
Ιφιγενεια
Ιφ.
Ιφ.
248
οὐ δ’ὄνομ’ἀκούσας οἶσθα τῶν ξένων φράσαι;
Βουκολος
Βο.
Βο.
249
Πυλάδης ἐκλῄζεθ’ἅτερος πρὸς θατέρου.
Ιφιγενεια
Ιφ.
Ιφ.
250
τοῦ ξυζύγου δὲ τοῦ ξένου τί τοὔνομ’ἦν;
Βουκολος
Βο.
Βο.
251
οὐδεὶς τόδ’οἶδεν · οὐ γὰρ εἰσηκούσαμεν.
Ιφιγενεια
Ιφ.
Ιφ.
252
πῶς δ’εἴδετ’αὐτοὺς κἀντυχόντες εἵλετε;
Βουκολος
Βο.
Βο.
253
ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου
Ιφιγενεια
Ιφ.
Ιφ.
254
καὶ τίς θαλάσσης βουκόλοις κοινωνία;
Βουκολος
Βο.
Βο.
255
βοῦς ἤλθομεν νίψοντες ἐναλίᾳ δρόσῳ.
Ιφιγενεια
Ιφ.
Ιφ.
256
ἐκεῖσε δὴ ’πάνελθε, πῶς νιν εἵλετε
257
τρόπῳθ’ὁποίῳ · τοῦτο γὰρ μαθεῖν θέλω.
258
χρόνιοι γὰρ ἥκουσ’· οὐ δέ πω βωμὸς θεᾶς
259
Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς.
Βουκολος
Βο.
Βο.
260
ἐπεὶ τὸν ἐσρέοντα διὰ Συμπληγάδων
261
βοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν,
262
ἦν τις διαρρὼξ κυμάτων πολλῷ σάλῳ
263
κοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι.
264
ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίας
265
βουφορβὸς ἡμῶν, κἀπεχώρησεν πάλιν
266
ἄκροισι δακτύλοισι πορθμεύων ἴχνος.
267
ἔλεξε δ’· οὐχ ὁρᾶτε; δαίμονές τινες
268
θάσσουσιν οἵδε. θεοσεβὴς δ’ἡμῶν τις ὢν
269
ἀνέσχε χεῖρα καὶ προσηύξατ’εἰσιδών ·
270
ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ,
271
δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ,
272
εἴτ’οὖν ἐπ’ἀκταῖς θάσσετον Διοσκόρω,
273
Νηρέως ἀγάλμαθ’, ὃς τὸν εὐγενῆ
274
ἔτικτε πεντήκοντα Νηρῄδων χορόν.
275
ἄλλος δέ τις μάταιος, ἀνομίᾳ θρασύς,
276
ἐγέλασεν εὐχαῖς, ναυτίλους δ’ἐφθαρμένους
277
θάσσειν φάραγγ’ἔφασκε τοῦ νόμου φόβῳ,
278
κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους.
279
ἔδοξε δ’ἡμῶν εὖ λέγειν τοῖς πλείοσι,
280
θηρᾶντε τῇ θεῷ σφάγια τἀπιχώρια.
281
κἀν τῷδε πέτραν ἅτερος λιπὼν ξένοιν
282
ἔστη κάρατε διετίναξ’ἄνω κάτω
283
κἀπεστέναξεν ὠλένας τρέμων ἄκρας,
284
μανίαις ἀλαίνων, καὶ βοᾷ κυναγὸς ὥς ·
285
Πυλάδη, δέδορκας τήνδε; τήνδε δ’οὐχ ὁρᾷς
286
Ἅιδου δράκαιναν, ὥς με βούλεται κτανεῖν
287
δειναῖς ἐχίδναις εἰς ἔμ’ἐστομωμένη;
288
δ’ἐκ χιτώνων πῦρ πνέουσα καὶ φόνον
289
πτεροῖς ἐρέσσει, μητέρ’ἀγκάλαις ἐμὴν
290
ἔχουσα πέτρινον ὄχθον, ὡς ἐπεμβάλῃ.
291
οἴμοι, κτενεῖ με · ποῖ φύγω;
291a
παρῆν δ’ὁρᾶν
292
οὐ ταῦτα μορφῆς σχήματ’, ἀλλ’ἠλλάσσετο
293
φθογγάςτε μόσχων καὶ κυνῶν ὑλάγματα,
294
ἃς φᾶσ’ Ἐρινῦς ἱέναι μιμήματα.
295
ἡμεῖς δὲ συσταλέντες, ὡς θαμβούμενοι,
296
σιγῇ καθήμεθ’· δὲ χερὶ σπάσας ξίφος,
297
μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως,
298
παίει σιδήρῳ λαγόνας ἐς πλευράςθ’ἱείς,
299
δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε,
300
ὡς αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός.
301
κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβια
302
πίπτοντα καὶ πορθούμεν’, ἐξωπλίζετο,
303
κόχλουςτε φυσῶν συλλέγωντ’ἐγχωρίους ·
304
πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους
305
φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα.
306
πολλοὶ δ’ἐπληρώθημεν ἐν μακρῷ χρόνῳ.
307
πίπτει δὲ μανίας πίτυλον ξένος μεθείς,
308
στάζων ἀφρῷ γένειον · ὡς δ’ἐσείδομεν
309
προύργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνον
310
βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν
311
ἀφρόντ’ἀπέψη σώματόςτ’ἐτημέλει
312
πέπλωντε προυκάλυπτεν εὐπήνους ὑφάς,
313
καραδοκῶν μὲν τἀπιόντα τραύματα,
314
φίλον δὲ θεραπείαισιν ἄνδρ’εὐεργετῶν.
315
ἔμφρων δ’ἀνᾴξας ξένος πεσήματος
316
ἔγνω κλύδωνα πολεμίων προσκείμενον
317
καὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας,
318
ᾤμωξέθ’· ἡμεῖς δ’οὐκ ἀνίεμεν πέτροις
319
βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι.
320
οὗ δὴ τὸ δεινὸν παρακέλευσμ’ἠκούσαμεν ·
321
Πυλάδη, θανούμεθ’, ἀλλ’ὅπως θανούμεθα
322
κάλλισθ’· ἕπου μοι, φάσγανον σπάσας χερί.
323
ὡς δ’εἴδομεν δίπαλτα πολεμίων ξίφη,
324
φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας.
325
ἀλλ’, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι
326
ἔβαλλον αὐτούς · εἰ δὲ τούσδ’ὠσαίατο,
327
αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις.
328
ἀλλ’ἦν ἄπιστον · μυρίων γὰρ ἐκ χερῶν
329
οὐδεὶς τὰ τῆς θεοῦ θύματ’εὐτύχει βαλών.
330
μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα,
331
κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμεν
332
πέτροισι χειρῶν φάσγαν’, ἐς δὲ γῆν γόνυ
333
καμάτῳ καθεῖσαν. πρὸς δ’ἄνακτα τῆσδε γῆς
334
κομίζομέν νιν. δ’ἐσιδὼν ὅσον τάχος
335
ἐς χέρνιβάςτε καὶ σφαγεῖ’ἔπεμπέ σοι.
336
ηὔχου δὲ τοιάδ’, νεᾶνί, σοι ξένων
337
σφάγια παρεῖναι · κἂν ἀναλίσκῃς ξένους
338
τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον
339
δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς.
Χορος
Χο.
Χο.
340
θαυμάστ’ἔλεξας τὸν μανένθ’, ὅστις ποτὲ
341
Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον.
Ιφιγενεια
Ιφ.
Ιφ.
342
εἶεν · σὺ μὲν κόμιζε τοὺς ξένους μολών,
343
τὰ δ’ἐνθάδ’ἡμεῖς ὅσια φροντιούμεθα
344
καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους
345
γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί,
346
ἐς θοὐμόφυλον ἀναμετρουμένη δάκρυ,
347
Ἕλληνας ἄνδρας ἡνίκ’ἐς χέρας λάβοις.
348
νῦν δ’ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα,
349
δοκοῦσ’Ὀρέστην μηκέθ’ἥλιον βλέπειν,
350
δύσνουν με λήψεσθ’, οἵτινές ποθ’ἥκετε.
351
καὶ τοῦτ’ἄρ’ἦν ἀληθές, ᾐσθόμην, φίλαι ·
352
οἱ δυστυχεῖς γὰρ τοῖσι δυστυχεστέροις
353
αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ.
354
ἀλλ’οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε,
355
οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας
356
Ἑλένην ἀπήγαγ’ἐνθάδ’, μ’ἀπώλεσεν,
357
Μενέλεώνθ’, ἵν’αὐτοὺς ἀντετιμωρησάμην,
358
τὴν ἐνθάδ’Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ,
359
οὗ μ’ὥστε μόσχον Δαναΐδαι χειρούμενοι
360
ἔσφαζον, ἱερεὺς δ’ἦν γεννήσας πατήρ.
361
οἴμοι κακῶν γὰρ τῶν τότ’οὐκ ἀμνημονῶ
362
ὅσας γενείου χεῖρας ἐξηκόντισα
363
γονάτωντε τοῦ τεκόντος, ἐξαρτωμένη,
364
λέγουσα τοιάδ’· πάτερ, νυμφεύομαι
365
νυμφεύματ’αἰσχρὰ πρὸς σέθεν · μήτηρ δ’ἐμὲ
366
σέθεν κατακτείνοντος Ἀργεῖαίτε νῦν
367
ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν
368
μέλαθρον · ἡμεῖς δ’ὀλλύμεσθα πρὸς σέθεν.
369
Ἅιδης Ἀχιλλεὺς ἦν ἄρ’, οὐχ Πηλέως,
370
ὅν μοι προσείσας πόσιν, ἐν ἁρμάτων ὄχοις
371
ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ.
372
ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων
373
ἔχουσ’, ἀδελφόντ’οὐκ ἀνειλόμην χεροῖν,
374
ὃς νῦν ὄλωλεν οὐ κασιγνήτῃ στόμα
375
συνῆψ’ὑπ’αἰδοῦς, ὡς ἰοῦσ’ἐς Πηλέως
376
μέλαθρα · πολλὰ δ’ἀπεθέμην ἀσπάσματα
377
ἐς αὖθις, ὡς ἥξουσ’ἐς Ἄργος αὖ πάλιν.
378
τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν
379
ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων
380
τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα,
381
ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου,
382
καὶ λοχείας νεκροῦ θίγῃ χεροῖν,
383
βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη,
384
αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις.
385
οὐκ ἔσθ’ὅπως ἔτεκεν ἂν Διὸς δάμαρ
386
Λητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖν
387
τὰ Ταντάλου θεοῖσιν ἑστιάματα
388
ἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾷ,
389
τοὺς δ’ἐνθάδ’, αὐτοὺς ὄντας ἀνθρωποκτόνους,
390
ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ ·
391
οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν.
Χορος
Χο.
Χο.
392
κυάνεαι κυάνεαι
393
σύνοδοι θαλάσσας, ἵν’
394
οἶστρος πετόμενος Ἀργόθεν
395
ἄξενον ἐπ’οἶδμα διεπέρασεν
396
Ἀσιήτιδα γαῖαν
397
Εὐρώπας διαμείψας.
399
τίνες ποτ’ἄρα τὸν εὔυδρον δονακόχλοα
400
λιπόντες Εὐρώταν
401
ῥεύματα σεμνὰ Δίρκας
402
ἔβασαν ἔβασαν ἄμεικτον αἶαν, ἔνθα κούρᾳ
403
δίᾳ τέγγει
405
βωμοὺς καὶ περικίονας
406
ναοὺς αἷμα βρότειον;
407
ῥοθίοις εἰλατίνας
408
δικρότοισι κώπας
409
ἔπλευσαν ἐπὶ πόντια κύματα,
410
νάιον ὄχημα λινοπόροις αὔραις,
411
φιλόπλουτον ἅμιλλαν
412
αὔξοντες μελάθροισιν;
414
φίλα γὰρ ἐλπίς γ’, ἐπίτε πήμασιν βροτῶν
415
ἄπληστος ἀνθρώποις,
416
ὄλβου βάρος οἳ φέρονται
417
πλάνητες ἐπ’οἶδμα πόλειςτε βαρβάρους περῶντες,
418
κοινᾷ δόξᾳ ·
419
γνώμα δ’οἷς μὲν ἄκαιρος
420
ὄλβου, τοῖς δ’ἐς μέσον ἥκει.
421
πῶς πέτρας τὰς συνδρομάδας,
422
πῶς Φινεϊδᾶν
423
ἀΰπνους ἀκτὰς ἐπέρασαν
424
παρ’ἅλιον
425
αἰγιαλὸν ἐπ’
426
Ἀμφιτρίτας ῥοθίῳ δραμόντες,
427
ὅπου πεντήκοντα κορᾶν
428
Νηρῄδων […] χοροὶ
429
μέλπουσιν ἐγκύκλιοι,
430
πλησιστίοισι πνοαῖς
431
συριζόντων κατὰ πρύμναν
432
εὐναίων πηδαλίων
433
αὔραις σὺν νοτίαις
434
πνεύμασι Ζεφύρου,
435
τὰν πολυόρνιθον ἐπ’
436
αἶαν, λευκὰν ἀκτάν,
437
Ἀχιλῆος δρόμους καλλισταδίους,
438
ἄξεινον κατὰ πόντον;
439
εἴθ’εὐχαῖσιν δεσποσύνοις
440
Λήδας Ἑλένα φίλα παῖς ἐλθοῦσα τύχοι τὰν
441
Τρῳάδα
442
λιποῦσα πόλιν, ἵν’ἀμφὶ
443
χαίτᾳ δρόσον αἱματηρὰν
444
ἑλιχθεῖσα λαιμοτόμῳ
445
δεσποίνας χειρὶ θάνοι
446
ποινὰς δοῦσ’ἀντιπάλους.
447
ἁδίσταν δ’ἀγγελίαν
448
δεξαίμεσθ’, Ἑλλάδος ἐκ γᾶς
449
πλωτήρων εἴ τις ἔβα,
450
δουλείας ἐμέθεν
451
δειλαίας παυσίπονος ·
452
κἀν γὰρ ὀνείροισι
453
συνείην δόμοις πόλειτε
454
πατρῴᾳ, τερπνῶν ὕπνων
455
ἀπόλαυσιν, κοινὰν χάριν ὄλβου.
456
ἀλλ’οἵδε χέρας δεσμοῖς δίδυμοι
457
συνερεισθέντες χωροῦσι, νέον
458
πρόσφαγμα θεᾶς · σιγᾶτε, φίλαι.
459
τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴ
460
ναοῖσι πέλας τάδε βαίνει ·
461
οὐ δ’ἀγγελίας ψευδεῖς ἔλακεν
462
βουφορβὸς ἀνήρ.
463
πότνι’, εἴ σοι τάδ’ἀρεσκόντως
464
πόλις ἥδε τελεῖ, δέξαι θυσίας,
465
ἃς παρ’ἡμῖν νόμος οὐχ ὁσίας
466
ἀναφαίνει.
Ιφιγενεια
Ιφ.
Ιφ.
467
εἶεν ·
468
τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχῃ
469
φροντιστέον μοι. μέθετε τῶν ξένων χέρας,
470
ὡς ὄντες ἱεροὶ μηκέτ’ὦσι δέσμιοι. ναοῦ δ’ἔσω στείχοντες εὐτρεπίζετε
471
χρὴ ’πὶ τοῖς παροῦσι καὶ νομίζεται.
472
φεῦ ·
473
τίς ἆρα μήτηρ τεκοῦσ’ὑμᾶς ποτε
474
πατήρτ’; ἀδελφήτ’, εἰ γεγῶσα τυγχάνει
475
οἵων στερεῖσα διπτύχων νεανιῶν ἀνάδελφος ἔσται. τὰς τύχας τίς οἶδ’ὅτῳ
476
τοιαίδ’ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶν
477
ἐς ἀφανὲς ἕρπει, κοὐδὲν οἶδ’οὐδεὶς κακὸν
478
[…]
479
γὰρ τύχη παρήγαγ’ἐς τὸ δυσμαθές.
480
πόθεν ποθ’ἥκετ’, ταλαίπωροι ξένοι; ὡς διὰ μακροῦ μὲν τήνδ’ἐπλεύσατε χθόνα,
481
μακρὸν δ’ἀπ’οἴκων χρόνον ἔσεσθ’ἀεὶ κάτω.
Ορεστης
Ορ.
Ορ.
482
τί ταῦτ’ὀδύρῃ, κἀπὶ τοῖς μέλλουσι νῷν
483
κακοῖσι λυπεῖς, ἥτις εἶ ποτ’, γύναι;
484
οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτενεῖν
485
οἴκτῳ τὸ δεῖμα τοὐλέθρου νικᾶν θέλῃ.
486
οὐχ ὅστις Ἅιδην ἐγγὺς ὄντ’οἰκτίζεται
487
σωτηρίας ἄνελπις · ὡς δύ’ἐξ ἑνὸς
488
κακὼ συνάπτει, μωρίαντ’ὀφλισκάνει
489
θνῄσκειθ’ὁμοίως · τὴν τύχην δ’ἐᾶν χρεών.
490
ἡμᾶς δὲ μὴ θρήνει σύ · τὰς γὰρ ἐνθάδε
491
θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν.
Ιφιγενεια
Ιφ.
Ιφ.
492
πότερος ἄρ’ὑμῶν ἐνθάδ’ὠνομασμένος
493
Πυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω.
Ορεστης
Ορ.
Ορ.
494
ὅδ’, εἴ τι δή σοι τοῦτ’ἐν ἡδονῇ μαθεῖν.
Ιφιγενεια
Ιφ.
Ιφ.
495
ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς;
Ορεστης
Ορ.
Ορ.
496
τί δ’ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι;
Ιφιγενεια
Ιφ.
Ιφ.
497
πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς;
Ορεστης
Ορ.
Ορ.
498
φιλότητί γ’· ἐσμὲν δ’οὐ κασιγνήτω, γύναι.
Ιφιγενεια
Ιφ.
Ιφ.
499
σοὶ δ’ὄνομα ποῖον ἔθεθ’ γεννήσας πατήρ;
Ορεστης
Ορ.
Ορ.
500
τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθ’ἄν.
Ιφιγενεια
Ιφ.
Ιφ.
501
οὐ τοῦτ’ἐρωτῶ · τοῦτο μὲν δὸς τῇ τύχῃ.
Ορεστης
Ορ.
Ορ.
502
ἀνώνυμοι θανόντες οὐ γελῴμεθ’ἄν.
Ιφιγενεια
Ιφ.
Ιφ.
503
τί δὲ φθονεῖς τοῦτο; φρονεῖς οὕτω μέγα;
Ορεστης
Ορ.
Ορ.
504
τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα.
Ιφιγενεια
Ιφ.
Ιφ.
505
οὐ δ’ἂν πόλιν φράσειας ἥτις ἐστί σοι;
Ορεστης
Ορ.
Ορ.
506
ζητεῖς γὰρ οὐδὲν κέρδος, ὡς θανουμένῳ.
Ιφιγενεια
Ιφ.
Ιφ.
507
χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε;
Ορεστης
Ορ.
Ορ.
508
τὸ κλεινὸν Ἄργος πατρίδ’ἐμὴν ἐπεύχομαι.
Ιφιγενεια
Ιφ.
Ιφ.
509
πρὸς θεῶν, ἀληθῶς, ξέν’, εἶ κεῖθεν γεγώς;
Ορεστης
Ορ.
Ορ.
510
ἐκ τῶν Μυκηνῶν γ’, αἵ ποτ’ἦσαν ὄλβιαι.
Ιφιγενεια
Ιφ.
Ιφ.
511
φυγὰς δ’ἀπῆρας πατρίδος, ποίᾳ τύχῃ;
Ορεστης
Ορ.
Ορ.
512
φεύγω τρόπον γε δή τιν’οὐχ ἑκὼν ἑκών.
Ιφιγενεια
Ιφ.
Ιφ.
513
ἆρ’ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω;
Ορεστης
Ορ.
Ορ.
514
ὡς ἐν παρέργῳ τῆς ἐμῆς δυσπραξίας.
Ιφιγενεια
Ιφ.
Ιφ.
515
καὶ μὴν ποθεινός γ’ἦλθες ἐξ Ἄργους μολών.
Ορεστης
Ορ.
Ορ.
516
οὔκουν ἐμαυτῷ γ’· εἰ δὲ σοί, σὺ τοῦτ’ἔρα.
Ιφιγενεια
Ιφ.
Ιφ.
517
Τροίαν ἴσως οἶσθ’, ἧς ἁπανταχοῦ λόγος.
Ορεστης
Ορ.
Ορ.
518
ὡς μήποτ’ὤφελόν γε μη δ’ἰδὼν ὄναρ.
Ιφιγενεια
Ιφ.
Ιφ.
519
φασίν νιν οὐκέτ’οὖσαν οἴχεσθαι δορί.
Ορεστης
Ορ.
Ορ.
520
ἔστιν γὰρ οὕτως οὐ δ’ἄκραντ’ἠκούσατε.
Ιφιγενεια
Ιφ.
Ιφ.
521
Ἑλένη δ’ἀφῖκται δῶμα Μενέλεω πάλιν;
Ορεστης
Ορ.
Ορ.
522
ἥκει, κακῶς γ’ἐλθοῦσα τῶν ἐμῶν τινι.
Ιφιγενεια
Ιφ.
Ιφ.
523
καὶ ποῦ ’στι; κἀμοὶ γάρ τι προυφείλει κακόν.
Ορεστης
Ορ.
Ορ.
524
Σπάρτῃ ξυνοικεῖ τῷ πάρος ξυνευνέτῃ.
Ιφιγενεια
Ιφ.
Ιφ.
525
μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνῃ.
Ορεστης
Ορ.
Ορ.
526
ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων.
Ιφιγενεια
Ιφ.
Ιφ.
527
νόστος δ’Ἀχαιῶν ἐγένεθ’, ὡς κηρύσσεται;
Ορεστης
Ορ.
Ορ.
528
ὡς πάνθ’ἅπαξ με συλλαβοῦσ’ἀνιστορεῖς.
Ιφιγενεια
Ιφ.
Ιφ.
529
πρὶν γὰρ θανεῖν σε, τοῦδ’ἐπαυρέσθαι θέλω.
Ορεστης
Ορ.
Ορ.
530
ἔλεγχ’, ἐπειδὴ τοῦδ’ἐρᾷς · λέξω δ’ἐγώ.
Ιφιγενεια
Ιφ.
Ιφ.
531
Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν;
Ορεστης
Ορ.
Ορ.
532
ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος.
Ιφιγενεια
Ιφ.
Ιφ.
533
πότνι’, ὡς εὖ. τί γὰρ Λαέρτου γόνος;
Ορεστης
Ορ.
Ορ.
534
οὔπω νενόστηκ’οἶκον, ἔστι δ’, ὡς λόγος.
Ιφιγενεια
Ιφ.
Ιφ.
535
ὄλοιτο, νόστου μήποτ’ἐς πάτραν τυχών.
Ορεστης
Ορ.
Ορ.
536
μηδὲν κατεύχου · πάντα τἀκείνου νοσεῖ.
Ιφιγενεια
Ιφ.
Ιφ.
537
Θέτιδος δ’ τῆς Νηρῇδος ἔστι παῖς ἔτι;
Ορεστης
Ορ.
Ορ.
538
οὐκ ἔστιν · ἄλλως λέκτρ’ἔγημ’ἐν Αὐλίδι.
Ιφιγενεια
Ιφ.
Ιφ.
539
δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες.
Ορεστης
Ορ.
Ορ.
540
τίς εἶ ποθ’; ὡς εὖ πυνθάνῃ τἀφ’Ἑλλάδος.
Ιφιγενεια
Ιφ.
Ιφ.
541
ἐκεῖθέν εἰμι · παῖς ἔτ’οὖσ’ἀπωλόμην.
Ορεστης
Ορ.
Ορ.
542
ὀρθῶς ποθεῖς ἄρ’εἰδέναι τἀκεῖ, γύναι.
Ιφιγενεια
Ιφ.
Ιφ.
543
τί δ’ στρατηγός, ὃν λέγουσ’εὐδαιμονεῖν;
Ορεστης
Ορ.
Ορ.
544
τίς; οὐ γὰρ ὅν γ’ ἐγᾦδα τῶν εὐδαιμόνων.
Ιφιγενεια
Ιφ.
Ιφ.
545
Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ.
Ορεστης
Ορ.
Ορ.
546
οὐκ οἶδ’· ἄπελθε τοῦ λόγου τούτου, γύναι.
Ιφιγενεια
Ιφ.
Ιφ.
547
μὴ πρὸς θεῶν, ἀλλ’εἴφ’, ἵν’εὐφρανθῶ, ξένε.
Ορεστης
Ορ.
Ορ.
548
τέθνηχ’ τλήμων, πρὸς δ’ἀπώλεσέν τινα.
Ιφιγενεια
Ιφ.
Ιφ.
549
τέθνηκε; ποίᾳ συμφορᾷ; τάλαιν’ἐγώ.
Ορεστης
Ορ.
Ορ.
550
τί δ’ἐστέναξας τοῦτο; μῶν προσῆκέ σοι;
Ιφιγενεια
Ιφ.
Ιφ.
551
τὸν ὄλβον αὐτοῦ τὸν πάροιθ’ἀναστένω.
Ορεστης
Ορ.
Ορ.
552
δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς.
Ιφιγενεια
Ιφ.
Ιφ.
553
πανδάκρυτος κτανοῦσα […] χὡ κτανών.
Ορεστης
Ορ.
Ορ.
554
παῦσαί νυν ἤδη μη δ’ἐρωτήσῃς πέρα.
Ιφιγενεια
Ιφ.
Ιφ.
555
τοσόνδε γ’, εἰ ζῇ τοῦ ταλαιπώρου δάμαρ.
Ορεστης
Ορ.
Ορ.
556
οὐκ ἔστι · παῖς νιν ὃν ἔτεχ’, οὗτος ὤλεσεν.
Ιφιγενεια
Ιφ.
Ιφ.
557
συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων;
Ορεστης
Ορ.
Ορ.
558
πατρὸς θανόντος τήνδε τιμωρούμενος.
Ιφιγενεια
Ιφ.
Ιφ.
559
φεῦ ·
560
ὡς εὖ κακὸν δίκαιον εἰσεπράξατο.
Ορεστης
Ορ.
Ορ.
560
ἀλλ’οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν.
Ιφιγενεια
Ιφ.
Ιφ.
561
λείπει δ’ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον;
Ορεστης
Ορ.
Ορ.
562
λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν.
Ιφιγενεια
Ιφ.
Ιφ.
563
τί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος;
Ορεστης
Ορ.
Ορ.
564
οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος.
Ιφιγενεια
Ιφ.
Ιφ.
565
τάλαιν’ἐκείνη χὡ κτανὼν αὐτὴν πατήρ.
Ορεστης
Ορ.
Ορ.
566
κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο.
Ιφιγενεια
Ιφ.
Ιφ.
567
τοῦ θανόντος δ’ἔστι παῖς Ἄργει πατρός;
Ορεστης
Ορ.
Ορ.
568
ἔστ’, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ.
Ιφιγενεια
Ιφ.
Ιφ.
569
ψευδεῖς ὄνειροι, χαίρετ’· οὐδὲν ἦτ’ἄρα.
Ορεστης
Ορ.
Ορ.
570
οὐ δ’οἱ σοφοί γε δαίμονες κεκλημένοι
571
πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι.
572
πολὺς ταραγμὸς ἔντε τοῖς θείοις ἔνι
573
κἀν τοῖς βροτείοις · ἓν δὲ λυπεῖται μόνον,
574
ὃς οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις
575
ὄλωλεν ὡς ὄλωλε τοῖσιν εἰδόσιν.
Χορος
Χο.
Χο.
576
φεῦ φεῦ · τί δ’ἡμεῖς οἵτ’ἐμοὶ γεννήτορες;
577
ἆρ’εἰσίν; ἆρ’οὐκ εἰσί; τίς φράσειεν ἄν;
Ιφιγενεια
Ιφ.
Ιφ.
578
ἀκούσατ’· ἐς γὰρ δή τιν’ἥκομεν λόγον,
579
ὑμῖντ’ὄνησιν, ξένοι, σπουδῆς ἅμα
580
κἀμοί. τὸ δ’εὖ μάλιστά γ’οὕτω γίγνεται,
581
εἰ πᾶσι ταὐτὸν πρᾶγμ’ἀρεσκόντως ἔχει.
582
θέλοις ἄν, εἰ σῴσαιμί σ’, ἀγγεῖλαί τί μοι
583
πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις,
584
δέλτοντ’ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ
585
ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν
586
φονέα νομίζων χεῖρα, τοῦ νόμου δ’ὕπο
587
θνῄσκειν τὰ τῆς θεοῦ, τάδε δίκαι’ἡγουμένης;
588
οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν
589
ἐς Ἄργος αὖθις, τάςτ’ἐμὰς ἐπιστολὰς
590
πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί.
591
σὺ δ’ εἶ γάρ, ὡς ἔοικας, οὔτε δυσμενὴς
592
καὶ τὰς Μυκήνας οἶσθα χοὒς κἀγὼ θέλω
593
σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβών,
594
κούφων ἕκατι γραμμάτων σωτηρίαν.
595
οὗτος δ’, ἐπείπερ πόλις ἀναγκάζει τάδε,
596
θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν.
Ορεστης
Ορ.
Ορ.
597
καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ξένη ·
598
τὸ γὰρ σφαγῆναι τόνδε μοι βάρος μέγα.
599
ναυστολῶν γάρ εἰμ’ἐγὼ τὰς συμφοράς,
600
οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν.
601
οὔκουν δίκαιον ἐπ’ὀλέθρῳ τῷ τοῦδ’ἐμὲ
602
χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν.
603
ἀλλ’ὣς γενέσθω · τῷδε μὲν δέλτον δίδου ·
604
πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν ·
605
ἡμᾶς δ’ χρῄζων κτεινέτω. τὰ τῶν φίλων
606
αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς
607
αὐτὸς σέσῳσται. τυγχάνει δ’ὅδ’ὢν φίλος,
608
ὃν οὐδὲν ἧσσον ’μὲ φῶς ὁρᾶν θέλω.
Ιφιγενεια
Ιφ.
Ιφ.
609
λῆμ’ἄριστον, ὡς ἀπ’εὐγενοῦς τινος
610
ῥίζης πέφυκας τοῖς φίλοιςτ’ὀρθῶς φίλος.
611
τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων
612
ὅσπερ λέλειπται. καὶ γὰρ οὐ δ’ἐγώ, ξένοι,
613
ἀνάδελφός εἰμι, πλὴν ὅσ’οὐχ ὁρῶσά νιν.
614
ἐπεὶ δὲ βούλῃ ταῦτα, τόνδε πέμψομεν
615
δέλτον φέροντα, σὺ δὲ θανῇ · πολλὴ δέ τις
616
προθυμία σε τοῦδ’ἔχουσα τυγχάνει.
Ορεστης
Ορ.
Ορ.
617
θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται;
Ιφιγενεια
Ιφ.
Ιφ.
618
ἐγώ · θεᾶς γὰρ τῆσδε προστροπὴν ἔχω.
Ορεστης
Ορ.
Ορ.
619
ἄζηλά γ’, νεᾶνι, κοὐκ εὐδαίμονα.
Ιφιγενεια
Ιφ.
Ιφ.
620
ἀλλ’εἰς ἀνάγκην κείμεθ’, ἣν φυλακτέον.
Ορεστης
Ορ.
Ορ.
621
αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας;
Ιφιγενεια
Ιφ.
Ιφ.
622
οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι.
Ορεστης
Ορ.
Ορ.
623
δὲ σφαγεὺς τίς; εἰ τάδ’ἱστορεῖν με χρή.
Ιφιγενεια
Ιφ.
Ιφ.
624
ἔσω δόμων τῶνδ’εἰσὶν οἷς μέλει τάδε.
Ορεστης
Ορ.
Ορ.
625
τάφος δὲ ποῖος δέξεταί μ’, ὅταν θάνω;
Ιφιγενεια
Ιφ.
Ιφ.
626
πῦρ ἱερὸν ἔνδον χάσματ’εὐρωπὸν πέτρας.
Ορεστης
Ορ.
Ορ.
627
φεῦ ·
628
πῶς ἄν μ’ἀδελφῆς χεὶρ περιστείλειεν ἄν;
Ιφιγενεια
Ιφ.
Ιφ.
629
μάταιον εὐχήν, τάλας, ὅστις ποτ’εἶ,
630
ηὔξω · μακρὰν γὰρ βαρβάρου ναίει χθονός. οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν,
631
ἀλλ’ὧν γε δυνατὸν οὐ δ’ἐγὼ λείψω χάριν.
632
πολύντε γάρ σοι κόσμον ἐνθήσω τάφῳ,
633
ξανθῷτ’ἐλαίῳ σῶμα σὸν κατασβέσω,
634
καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος
635
ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν.
636
ἀλλ’εἶμι δέλτοντ’ἐκ θεᾶς ἀνακτόρων
637
οἴσω · τὸ μέντοι δυσμενὲς μὴ ’μοὶ λάβῃς.
638
φυλάσσετ’αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ
639
ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ
640
πέμψω πρὸς Ἄργος, ὃν μάλιστ’ἐγὼ φιλῶ,
641
καὶ δέλτος αὐτῷ ζῶντας οὓς δοκεῖ θανεῖν
642
λέγουσα πιστὰς ἡδονὰς ἀπαγγελεῖ.
Χορος
Χο.
Χο.
643
κατολοφύρομαι σὲ τὸν χερνίβων
645
ῥανίσι μελόμενον αἱμακταῖς.
Ορεστης
Ορ.
Ορ.
646
οἶκτος γὰρ οὐ ταῦτ’, ἀλλὰ χαίρετ’, ξέναι.
Χορος
Χο.
Χο.
647
σὲ δὲ τύχας μάκαρος,
648
νεανία, σεβόμεθ’, ἐς
649
πάτραν ὅτι ποτ’ἐπεμβάσῃ.
Πυλαδης
Πυ.
Πυ.
650
ἄζηλά τοι φίλοισι, θνῃσκόντων φίλων.
Χορος
Χο.
Χο.
651
σχέτλιοι πομπαί.
652
φεῦ φεῦ, διόλλυσαι.
653
αἰαῖ αἰαῖ. πότερος μᾶλλον;
655
ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν,
656
σὲ πάρος σὲ ἀναστενάξω γόοις.
Ορεστης
Ορ.
Ορ.
658
Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί;
Πυλαδης
Πυ.
Πυ.
659
οὐκ οἶδ’· ἐρωτᾷς οὐ λέγειν ἔχοντά με.
Ορεστης
Ορ.
Ορ.
660
τίς ἐστὶν νεᾶνις; ὡς Ἑλληνικῶς
661
ἀνήρεθ’ἡμᾶς τούςτ’ἐν Ἰλίῳ πόνους
662
νόστοντ’Ἀχαιῶν τόντ’ἐν οἰωνοῖς σοφὸν
663
Κάλχαντ’Ἀχιλλέωςτ’ὄνομα, καὶ τὸν ἄθλιον
664
Ἀγαμέμνον’ὡς ᾤκτιρ’ἀνηρώτατέ με
665
γυναῖκα παῖδάςτε. ἔστιν ξένη γένος
666
ἐκεῖθεν Ἀργεία τις · οὐ γὰρ ἄν ποτε
667
δέλτοντ’ἔπεμπε καὶ τάδ’ἐξεμάνθανεν,
668
ὡς κοινὰ πράσσουσ’, Ἄργος εἰ πράσσει καλῶς.
Πυλαδης
Πυ.
Πυ.
669
ἔφθης με μικρόν · ταὐτὰ δὲ φθάσας λέγεις,
670
πλὴν ἕν · τὰ γὰρ τῶν βασιλέων παθήματα
671
ἴσασι πάντες, ὧν ἐπιστροφή τις ἦν.
672
ἀτὰρ διῆλθον χἄτερον λόγον τινά.
Ορεστης
Ορ.
Ορ.
673
τίν’; ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις.
Πυλαδης
Πυ.
Πυ.
674
αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος ·
675
κοινῇτ’ἔπλευσα […] δεῖ με καὶ κοινῇ θανεῖν.
676
καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι
677
Ἄργειτε Φωκέωντ’ἐν πολυπτύχῳ χθονί,
678
δόξω δὲ τοῖς πολλοῖσι πολλοὶ γὰρ κακοί
679
προδοὺς σεσῷσθαί σ’αὐτὸς εἰς οἴκους μόνος
680
καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασι
681
ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν,
682
ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν.
683
ταῦτ’οὖν φοβοῦμαι καὶ δι’αἰσχύνης ἔχω,
684
κοὐκ ἔσθ’ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι
685
καὶ σὺν σφαγῆναι καὶ πυρωθῆναι δέμας,
686
φίλον γεγῶτα καὶ φοβούμενον ψόγον.
Ορεστης
Ορ.
Ορ.
687
εὔφημα φώνει · τἀμὰ δεῖ φέρειν κακά,
688
ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς.
689
γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις,
690
ταὔτ’ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντ’ἐμοὶ
691
κτενῶ · τὸ μὲν γὰρ εἰς ἔμ’οὐ κακῶς ἔχει,
692
πράσσονθ’ πράσσω πρὸς θεῶν, λῦσαι βίον.
693
σὺ δ’ὄλβιόςτ’εἶ, καθαράτ’, οὐ νοσοῦντ’, ἔχεις
694
μέλαθρ’, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ.
695
σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου
696
κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτ’ἔχειν
697
ὄνομάτ’ἐμοῦ γένοιτ’ἄν, οὐ δ’ἄπαις δόμος
698
πατρῷος οὑμὸς ἐξαλειφθείη ποτ’ἄν.
699
ἀλλ’ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός.
700
ὅταν δ’ἐς Ἑλλάδ’ἵππιόντ’Ἄργος μόλῃς,
701
πρὸς δεξιᾶς σε τῆσδ’ἐπισκήπτω τάδε ·
702
τύμβοντε χῶσον κἀπίθες μνημεῖά μοι,
703
καὶ δάκρυ’ἀδελφὴ καὶ κόμας δότω τάφῳ.
704
ἄγγελλε δ’ὡς ὄλωλ’ὑπ’Ἀργείας τινὸς
705
γυναικός, ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνῳ.
706
καὶ μὴ προδῷς μου τὴν κασιγνήτην ποτέ,
707
ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός.
708
καὶ χαῖρ’· ἐμῶν γὰρ φίλτατόν σ’ηὗρον φίλων,
709
συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί,
710
πόλλ’ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν.
711
ἡμᾶς δ’ Φοῖβος μάντις ὢν ἐψεύσατο ·
712
τέχνην δὲ θέμενος ὡς προσώταθ’Ἑλλάδος
713
ἀπήλασ’, αἰδοῖ τῶν πάρος μαντευμάτων.
714
πάντ’ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις,
715
μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι.
Πυλαδης
Πυ.
Πυ.
716
ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος
717
οὐκ ἂν προδοίην, τάλας, ἐπεί σ’ἐγὼ
718
θανόντα μᾶλλον βλέπονθ’ἕξω φίλον.
719
ἀτὰρ τὸ τοῦ θεοῦ σ’οὐ διέφθορέν γέ πω
720
μάντευμα · καίτοι γ’ἐγγὺς ἕστηκας φόνου.
721
ἀλλ’ἔστιν, ἔστιν, λίαν δυσπραξία
722
λίαν διδοῦσα μεταβολάς, ὅταν τύχῃ.
Ορεστης
Ορ.
Ορ.
723
σίγα · τὰ Φοίβου δ’οὐδὲν ὠφελεῖ μ’ἔπη ·
724
γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾷ.
Ιφιγενεια
Ιφ.
Ιφ.
725
ἀπέλθεθ’ὑμεῖς καὶ παρευτρεπίζετε
726
τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῇ.
727
δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί,
728
ξένοι, πάρεισιν · δ’ἐπὶ τοῖσδε βούλομαι,
729
ἀκούσατ’. οὐδεὶς αὑτὸς ἐν πόνοιςτ’ἀνὴρ
730
ὅταντε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ.
731
ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς
732
θῆται παρ’οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς
733
τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν.
Ορεστης
Ορ.
Ορ.
734
τί δῆτα βούλῃ; τίνος ἀμηχανεῖς πέρι;
Ιφιγενεια
Ιφ.
Ιφ.
735
ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς
736
πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων.
Ορεστης
Ορ.
Ορ.
737
κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους;
Ιφιγενεια
Ιφ.
Ιφ.
738
τί χρῆμα δράσειν τί μὴ δράσειν; λέγε.
Ορεστης
Ορ.
Ορ.
739
ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου.
Ιφιγενεια
Ιφ.
Ιφ.
740
δίκαιον εἶπας · πῶς γὰρ ἀγγείλειεν ἄν;
Ορεστης
Ορ.
Ορ.
741
καὶ τύραννος ταῦτα συγχωρήσεται;
Ιφιγενεια
Ιφ.
Ιφ.
742
ναί.
743
πείσω σφε, καὐτὴ ναὸς εἰσβήσω σκάφος.
Ορεστης
Ορ.
Ορ.
744
ὄμνυ · σὺ δ’ἔξαρχ’ὅρκον ὅστις εὐσεβής.
Ιφιγενεια
Ιφ.
Ιφ.
745
δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις.
Πυλαδης
Πυ.
Πυ.
745
τοῖς σοῖς φίλοισι γράμματ’ἀποδώσω τάδε.
Ιφιγενεια
Ιφ.
Ιφ.
746
κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας.
Πυλαδης
Πυ.
Πυ.
747
τίν’οὖν ἐπόμνυς τοισίδ’ὅρκιον θεῶν;
Ιφιγενεια
Ιφ.
Ιφ.
748
Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω.
Πυλαδης
Πυ.
Πυ.
749
ἐγὼ δ’ἄνακτά γ’οὐρανοῦ, σεμνὸν Δία.
Ιφιγενεια
Ιφ.
Ιφ.
750
εἰ δ’ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ;
Πυλαδης
Πυ.
Πυ.
751
ἄνοστος εἴην · τί δὲ σύ, μὴ σῴσασά με;
Ιφιγενεια
Ιφ.
Ιφ.
752
μήποτε κατ’Ἄργος ζῶσ’ἴχνος θείην ποδός.
Πυλαδης
Πυ.
Πυ.
753
ἄκουε δή νυν ὃν παρήλθομεν λόγον.
Ιφιγενεια
Ιφ.
Ιφ.
754
ἀλλ’αὖθις ἔσται καινός, ἢν καλῶς ἔχῃ.
Πυλαδης
Πυ.
Πυ.
755
ἐξαίρετόν μοι δὸς τόδ’, ἤν τι ναῦς πάθῃ,
756
χἡ δέλτος ἐν κλύδωνι χρημάτων μέτα
757
ἀφανὴς γένηται, σῶμα δ’ἐκσῴσω μόνον,
758
τὸν ὅρκον εἶναι τόνδε μηκέτ’ἔμπεδον.
Ιφιγενεια
Ιφ.
Ιφ.
759
ἀλλ’οἶσθ’ δράσω; πολλὰ γὰρ πολλῶν κυρεῖ ·
760
τἀνόντα κἀγγεγραμμέν’ἐν δέλτου πτυχαῖς
761
λόγῳ φράσω σοι πάντ’ἀναγγεῖλαι φίλοις.
762
ἐν ἀσφαλεῖ γάρ · ἢν μὲν ἐκσῴσῃς γραφήν,
763
αὐτὴν φράσει σιγῶσα τἀγγεγραμμένα ·
764
ἢν δ’ἐν θαλάσσῃ γράμματ’ἀφανισθῇ τάδε,
765
τὸ σῶμα σῴσας τοὺς λόγους σῴσεις ἐμοί.
Πυλαδης
Πυ.
Πυ.
766
καλῶς ἔλεξας τῶν θεῶν ἐμοῦθ’ὕπερ.
767
σήμαινε δ’ χρὴ τάσδ’ἐπιστολὰς φέρειν
768
πρὸς Ἄργος τιτε χρὴ κλύοντα σοῦ λέγειν.
Ιφιγενεια
Ιφ.
Ιφ.
769
ἄγγελλ’Ὀρέστῃ, παιδὶ τῷ Ἀγαμέμνονος ·
770
’ν Αὐλίδι σφαγεῖσ’ἐπιστέλλει τάδε
771
ζῶσ’Ἰφιγένεια, τοῖς ἐκεῖ δ’οὐ ζῶσ’ἔτι
Ορεστης
Ορ.
Ορ.
772
ποῦ δ’ἔστ’ἐκείνη; κατθανοῦσ’ἥκει πάλιν;
Ιφιγενεια
Ιφ.
Ιφ.
773
ἥδ’ἣν ὁρᾷς σύ · μὴ λόγοις ἔκπλησσέ με.
774
κόμισαί μ’ἐς Ἄργος, σύναιμε, πρὶν θανεῖν,
775
ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶς
776
σφαγίων, ἐφ’οἷσι ξενοφόνους τιμὰς ἔχω.
Ορεστης
Ορ.
Ορ.
777
Πυλάδη, τί λέξω; ποῦ ποτ’ὄνθ’ηὑρήμεθα;
Ιφιγενεια
Ιφ.
Ιφ.
778
σοῖς ἀραία δώμασιν γενήσομαι.
Πυλαδης
Πυ.
Πυ.
779
Ὀρέστα ;
Ιφιγενεια
Ιφ.
Ιφ.
779b
ἵν’αὖθις ὄνομα δὶς κλύων μάθῃς.
Πυλαδης
Πυ.
Πυ.
780
θεοί.
Ιφιγενεια
Ιφ.
Ιφ.
780b
τί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς;
Πυλαδης
Πυ.
Πυ.
781
οὐδέν · πέραινε δ’· ἐξέβην γὰρ ἄλλοσε.
782
τάχ’οὐκ ἐρωτῶν σ’εἰς ἄπιστ’ἀφίξομαι.
Ιφιγενεια
Ιφ.
Ιφ.
783
λέγ’οὕνεκ’ἔλαφον ἀντιδοῦσά μου θεὰ
784
Ἄρτεμις ἔσῳσέ μ’, ἣν ἔθυσ’ἐμὸς πατήρ,
785
δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν,
786
ἐς τήνδε δ’ᾤκισ’αἶαν. αἵδ’ἐπιστολαί,
787
τάδ’ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα.
Πυλαδης
Πυ.
Πυ.
788
ῥᾳδίοις ὅρκοισι περιβαλοῦσά με,
789
κάλλιστα δ’ὀμόσασ’, οὐ πολὺν σχήσω χρόνον,
790
τὸν δ’ὅρκον ὃν κατώμοσ’ἐμπεδώσομεν.
791
ἰδού, φέρω σοι δέλτον ἀποδίδωμίτε,
792
Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα.
Ορεστης
Ορ.
Ορ.
793
δέχομαι · παρεὶς δὲ γραμμάτων διαπτυχὰς
794
τὴν ἡδονὴν πρῶτ’οὐ λόγοις αἱρήσομαι.
795
φιλτάτη μοι σύγγον’, ἐκπεπληγμένος
796
ὅμως σ’ἀπίστῳ περιβαλὼν βραχίονι
797
ἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστ’ἐμοί.
Χορος
Χο.
Χο.
798
ξέν’, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον
799
χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα.
Ορεστης
Ορ.
Ορ.
800
συγκασιγνήτητε κἀκ ταὐτοῦ πατρὸς
801
Ἀγαμέμνονος γεγῶσα, μή μ’ἀποστρέφου,
802
ἔχουσ’ἀδελφόν, οὐ δοκοῦσ’ἕξειν ποτέ.
Ιφιγενεια
Ιφ.
Ιφ.
803
ἐγώ σ’ἀδελφὸν τὸν ἐμόν; οὐ παύσῃ λέγων;
804
τὸ δ’Ἄργος αὐτοῦ μεστὸν τε Ναυπλία.
Ορεστης
Ορ.
Ορ.
805
οὐκ ἔστ’ἐκεῖ σός, τάλαινα, σύγγονος.
Ιφιγενεια
Ιφ.
Ιφ.
806
ἀλλ’ Λάκαινα Τυνδαρίς σ’ἐγείνατο;
Ορεστης
Ορ.
Ορ.
807
Πέλοπός γε παιδὶ παιδός, οὗ ’κπέφυκ’ἐγώ.
Ιφιγενεια
Ιφ.
Ιφ.
808
τί φῄς; ἔχεις τι τῶνδέ μοι τεκμήριον;
Ορεστης
Ορ.
Ορ.
809
ἔχω · πατρῴων ἐκ δόμων τι πυνθάνου.
Ιφιγενεια
Ιφ.
Ιφ.
810
οὐκοῦν λέγειν μὲν χρὴ σέ, μανθάνειν δ’ἐμέ.
Ορεστης
Ορ.
Ορ.
811
λέγοιμ’ἄν, ἀκοῇ πρῶτον Ἠλέκτρας τάδε ·
812
Ἀτρέως Θυέστουτ’οἶσθα γενομένην ἔριν;
Ιφιγενεια
Ιφ.
Ιφ.
813
ἤκουσα · χρυσῆς ἀρνὸς ἦν νείκη πέρι.
Ορεστης
Ορ.
Ορ.
814
ταῦτ’οὖν ὑφήνασ’οἶσθ’ἐν εὐπήνοις ὑφαῖς;
Ιφιγενεια
Ιφ.
Ιφ.
815
φίλτατ’, ἐγγὺς τῶν ἐμῶν κάμπτεις φρενῶν.
Ορεστης
Ορ.
Ορ.
816
εἰκώτ’ἐν ἱστοῖς ἡλίου μετάστασιν;
Ιφιγενεια
Ιφ.
Ιφ.
817
ὕφηνα καὶ τόδ’εἶδος εὐμίτοις πλοκαῖς.
Ορεστης
Ορ.
Ορ.
818
καὶ λούτρ’ἐς Αὖλιν μητρὸς ἀνεδέξω πάρα;
Ιφιγενεια
Ιφ.
Ιφ.
819
οἶδ’· οὐ γὰρ γάμος ἐσθλὸς ὤν μ’ἀφείλετο.
Ορεστης
Ορ.
Ορ.
820
τί γάρ; κόμας σὰς μητρὶ δοῦσα σῇ φέρειν;
Ιφιγενεια
Ιφ.
Ιφ.
821
μνημεῖά γ’ἀντὶ σώματος τοὐμοῦ τάφῳ.
Ορεστης
Ορ.
Ορ.
822
δ’εἶδον αὐτός, τάδε φράσω τεκμήρια ·
823
Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός,
824
ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα
825
ἐκτήσαθ’Ἱπποδάμειαν, Οἰνόμαον κτανών,
826
ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην.
Ιφιγενεια
Ιφ.
Ιφ.
827
φίλτατ’, οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ,
828
ἔχω σ’, Ὀρέστα, τηλύγετον ἀπὸ πατρίδος
830
Ἀργόθεν, φίλος.
Ορεστης
Ορ.
Ορ.
831
κἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται.
832
κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾷ
833
τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δ’ἐμόν.
Ιφιγενεια
Ιφ.
Ιφ.
834
τόδ’ἔτι βρέφος
835
ἔλιπον ἀγκάλαισι νεαρὸν τροφοῦ
836
νεαρὸν ἐν δόμοις.
837
κρεῖσσον λόγοισιν εὐτυχοῦσά μου
839
ψυχά, τί φῶ; θαυμάτων
840
πέρα καὶ λόγου πρόσω τάδ’ἐπέβα.
Ορεστης
Ορ.
Ορ.
841
τὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα.
Ιφιγενεια
Ιφ.
Ιφ.
842
ἄτοπον ἁδονὰν ἔλαβον, φίλαι ·
843
δέδοικα δ’ἐκ χερῶν με μὴ πρὸς αἰθέρα
844
ἀμπτάμενος φύγῃ ·
845
ἰὼ Κυκλωπὶς ἑστία · ἰὼ πατρίς,
846
Μυκήνα φίλα,
847
χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς,
848
ὅτι μοι συνομαίμονα τόνδε δόμοις
849
ἐξεθρέψω φάος.
Ορεστης
Ορ.
Ορ.
850
γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς,
851
σύγγον’, ἡμῶν δυστυχὴς ἔφυ βίος.
Ιφιγενεια
Ιφ.
Ιφ.
852
ἐγᾦδ’ μέλεος, οἶδ’, ὅτε φάσγανον
854
δέρᾳ θῆκέ μοι μελεόφρων πατήρ.
Ορεστης
Ορ.
Ορ.
855
οἴμοι. δοκῶ γὰρ οὐ παρών σ’ὁρᾶν ἐκεῖ.
Ιφιγενεια
Ιφ.
Ιφ.
856
ἀνυμέναιος, σύγγον’, Ἀχιλλέως
857
ἐς κλισίαν λέκτρων
859
δολίαν ὅτ’ἀγόμαν ·
860
παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι.
861
φεῦ φεῦ χερνίβων τῶν ἐκεῖ.
Ορεστης
Ορ.
Ορ.
862
ᾤμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ.
Ιφιγενεια
Ιφ.
Ιφ.
864
ἀπάτορ’ἀπάτορα πότμον ἔλαχον.
865
ἄλλα δ’ἐξ ἄλλων κυρεῖ
867
δαίμονος τύχᾳ τινός.
Ορεστης
Ορ.
Ορ.
866
εἰ σόν γ’ἀδελφόν, τάλαιν’, ἀπώλεσας.
Ιφιγενεια
Ιφ.
Ιφ.
868
μελέα δεινᾶς τόλμας. δείν’ἔτλαν
870
δείν’ἔτλαν, ὤμοι σύγγονε. παρὰ δ’ὀλίγον
871
ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν
872
δαϊχθεὶς χερῶν.
873
δ’ἐπ’αὐτοῖσι τίς τελευτά;
874
τίς τύχα μοι συγχωρήσει;
875
τίνα σοι πόρον εὑρομένα
878
πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψω
879
πατρίδ’ἐς Ἀργείαν,
880
πρὶν ἐπὶ ξίφος αἵματι σῷ πελάσαι;
881
τόδε τόδε σόν, μελέα ψυχά,
882
χρέος ἀνευρίσκειν.
884
πότερον κατὰ χέρσον, οὐχὶ ναΐ ;
885
ἀλλὰ ποδῶν ῥιπᾷ
886
θανάτῳ πελάσεις ἄρα βάρβαρα φῦλα
887
καὶ δι’ὁδοὺς ἀνόδους στείχων · διὰ κυανέας μὴν
890
στενοπόρου πέτρας μακρὰ κέλευθα
891
ναΐοισιν δρασμοῖς.
894
τάλαινα, τάλαινα.
895
τίς ἂν οὖν τάδ’ἂν θεὸς βροτὸς
896
τί τῶν ἀδοκήτων,
897
πόρον ἄπορον ἐξανύσας, δυοῖν
898
τοῖν μόνοιν Ἀτρείδαιν φαίνοι
899
κακῶν ἔκλυσιν;
Χορος
Χο.
Χο.
900
ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα
901
τάδ’εἶδον αὐτὴ κοὐ κλύουσ’ἀπαγγελῶ.
Πυλαδης
Πυ.
Πυ.
902
τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων,
903
Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν ·
904
λήξαντα δ’οἴκτων κἀπ’ἐκεῖν’ἐλθεῖν χρεών,
905
ὅπως τὸ κλεινὸν ὄνομα τῆς σωτηρίας
906
λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου.
907
σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ ’κβάντας τύχης,
908
καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν.
Ορεστης
Ορ.
Ορ.
909
καλῶς ἔλεξας · τῇ τύχῃ δ’οἶμαι μέλειν
910
τοῦδε ξὺν ἡμῖν · ἢν δέ τις πρόθυμος ,
911
σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει.
Ιφιγενεια
Ιφ.
Ιφ.
912
μηδέν μ’ἐπίσχῃ γ’· οὐ δ’ἀποστήσει λόγου,
913
πρῶτον πυθέσθαι τίνα ποτ’Ἠλέκτρα πότμον
914
εἴληχε βιότου · φίλα γὰρ ἔστε πάντ’ἐμοί.
Ορεστης
Ορ.
Ορ.
915
τῷδε ξυνοικεῖ βίον ἔχουσ’εὐδαίμονα.
Ιφιγενεια
Ιφ.
Ιφ.
916
οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς;
Ορεστης
Ορ.
Ορ.
917
Στρόφιος Φωκεὺς τοῦδε κλῄζεται πατήρ.
Ιφιγενεια
Ιφ.
Ιφ.
918
δ’ἐστί γ’Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός;
Ορεστης
Ορ.
Ορ.
919
ἀνεψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος.
Ιφιγενεια
Ιφ.
Ιφ.
920
οὐκ ἦν τόθ’οὗτος ὅτε πατὴρ ἔκτεινέ με.
Ορεστης
Ορ.
Ορ.
921
οὐκ ἦν · χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά.
Ιφιγενεια
Ιφ.
Ιφ.
922
χαῖρ’ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου.
Ορεστης
Ορ.
Ορ.
923
κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον.
Ιφιγενεια
Ιφ.
Ιφ.
924
τὰ δεινὰ δ’ἔργα πῶς ἔτλης μητρὸς πέρι;
Ορεστης
Ορ.
Ορ.
925
σιγῶμεν αὐτά · πατρὶ τιμωρῶν ἐμῷ.
Ιφιγενεια
Ιφ.
Ιφ.
926
δ’αἰτία τίς ἀνθ’ὅτου κτείνει πόσιν;
Ορεστης
Ορ.
Ορ.
927
ἔα τὰ μητρός · οὐ δὲ σοὶ κλύειν καλόν.
Ιφιγενεια
Ιφ.
Ιφ.
928
σιγῶ · τὸ δ’Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει;
Ορεστης
Ορ.
Ορ.
929
Μενέλαος ἄρχει · φυγάδες ἐσμὲν ἐκ πάτρας.
Ιφιγενεια
Ιφ.
Ιφ.
930
οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους;
Ορεστης
Ορ.
Ορ.
931
οὔκ, ἀλλ’Ἐρινύων δεῖμά μ’ἐκβάλλει χθονός.
Ιφιγενεια
Ιφ.
Ιφ.
932
ταῦτ’ἆρ’ἐπ’ἀκταῖς κἀνθάδ’ἠγγέλης μανείς;
Ορεστης
Ορ.
Ορ.
933
ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι.
Ιφιγενεια
Ιφ.
Ιφ.
934
ἔγνωκα · μητρός σ’οὕνεκ’ἠλάστρουν θεαί.
Ορεστης
Ορ.
Ορ.
935
ὥσθ’αἱματηρὰ στόμι’ἐπεμβαλεῖν ἐμοί.
Ιφιγενεια
Ιφ.
Ιφ.
936
τί γάρ ποτ’ἐς γῆν τήνδ’ἐπόρθμευσας πόδα;
Ορεστης
Ορ.
Ορ.
937
Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην.
Ιφιγενεια
Ιφ.
Ιφ.
938
τί χρῆμα δράσειν; ῥητὸν σιγώμενον;
Ορεστης
Ορ.
Ορ.
939
λέγοιμ’ἄν · ἀρχαὶ δ’αἵδε μοι πολλῶν πόνων.
940
ἐπεὶ τὰ μητρὸς ταῦθ’ σιγῶμεν κακὰ
941
ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων
942
ἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδα
943
ἐς τὰς Ἀθήνας δῆτ’ἔπεμψε Λοξίας,
944
δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.
945
ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ
946
Ζεὺς εἵσατ’ἔκ του δὴ χερῶν μιάσματος.
947
ἐλθὼν δ’ἐκεῖσε πρῶτα μέν μ’οὐδεὶς ξένων
948
ἑκὼν ἐδέξαθ’, ὡς θεοῖς στυγούμενον ·
949
οἳ δ’ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι
950
παρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει,
951
σιγῇ δ’ἐτεκτήναντ’ἀπόφθεγκτόν μ’, ὅπως
952
δαιτὸς γενοίμην πώματόςτ’αὐτοῖς δίχα,
953
ἐς δ’ἄγγος ἴδιον ἴσον ἅπασι βακχίου
954
μέτρημα πληρώσαντες εἶχον ἡδονήν.
955
κἀγὼ ’ξελέγξαι μὲν ξένους οὐκ ἠξίουν,
956
ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι,
957
μέγα στενάζων οὕνεκ’ μητρὸς φονεύς.
958
κλύω δ’Ἀθηναίοισι τἀμὰ δυστυχῆ
959
τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν,
960
χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών.
961
ὡς δ’εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην
962
ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον,
963
τὸ δ’ἄλλο πρέσβειρ’ἥπερ ἦν Ἐρινύων.
964
εἰπὼν δ’ἀκούσαςθ’αἵματος μητρὸς πέρι,
965
Φοῖβός μ’ἔσῳσε μαρτυρῶν, ἴσας δέ μοι
966
ψήφους διηρίθμησε Παλλὰς ὠλένῃ ·
967
νικῶν δ’ἀπῆρα φόνια πειρατήρια.
968
ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ,
969
ψῆφον παρ’αὐτὴν ἱερὸν ὡρίσαντ’ἔχειν ·
970
ὅσαι δ’Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ,
971
δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μ’ἀεί,
972
ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον,
973
καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς,
974
ἐπώμοσ’αὐτοῦ βίον ἀπορρήξειν θανών,
975
εἰ μή με σώσει Φοῖβος, ὅς μ’ἀπώλεσεν.
976
ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν
977
Φοῖβός μ’ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν
978
ἄγαλμ’Ἀθηνῶντ’ἐγκαθιδρῦσαι χθονί.
979
ἀλλ’ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν,
980
σύμπραξον · ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας,
981
μανιῶντε λήξω καὶ σὲ πολυκώπῳ σκάφει
982
στείλας Μυκήναις ἐγκαταστήσω πάλιν.
983
ἀλλ’, φιληθεῖσ’, κασίγνητον κάρα,
984
σῷσον πατρῷον οἶκον, ἔκσῳσον δ’ἐμέ ·
985
ὡς τἄμ’ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν,
986
οὐράνιον εἰ μὴ ληψόμεσθα θεᾶς βρέτας.
Χορος
Χο.
Χο.
987
δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσε
988
τὸ Ταντάλειον σπέρμα διὰ πόνωντ’ἄγει.
Ιφιγενεια
Ιφ.
Ιφ.
989
τὸ μὲν πρόθυμον, πρίν σε δεῦρ’ἐλθεῖν, ἔχω
990
Ἄργει γενέσθαι καὶ σέ, σύγγον’, εἰσιδεῖν.
991
θέλω δ’ἅπερ σύ, σέτε μεταστῆσαι πόνων
992
νοσοῦντάτ’οἶκον, οὐχὶ τῷ κτανόντι με
993
θυμουμένη, πατρῷον ὀρθῶσαι · θέλω ·
994
σφαγῆςτε γὰρ σῆς χεῖρ’ἀπαλλάξαιμεν ἂν
995
σῴσαιμίτ’οἴκους. τὴν θεὸν δ’ὅπως λάθω
996
δέδοικα καὶ τύραννον, ἡνίκ’ἂν κενὰς
997
κρηπῖδας εὕρῃ λαΐνας ἀγάλματος.
998
πῶς δ’οὐ θανοῦμαι; τίς δ’ἔνεστί μοι λόγος;
999
ἀλλ’, εἰ μὲν ἕν τι τοῦθ’ὁμοῦ γενήσεται,
1000
ἄγαλμάτ’οἴσεις κἄμ’ἐπ’εὐπρύμνου νεὼς
1001
ἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν ·
1002
τούτου δὲ χωρισθεῖσ’ ἐγὼ μὲν ὄλλυμαι,
1003
σὺ δ’ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις.
1004
οὐ μήν τι φεύγω γ’, οὐ δέ σ’εἰ θανεῖν χρεὼν
1005
σῴσασαν · οὐ γὰρ ἀλλ’ἀνὴρ μὲν ἐκ δόμων
1006
θανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ.
Ορεστης
Ορ.
Ορ.
1007
οὐκ ἂν γενοίμην σοῦτε καὶ μητρὸς φονεύς ·
1008
ἅλις τὸ κείνης αἷμα · κοινόφρων δὲ σοὶ
1009
καὶ ζῆν θέλοιμ’ἂν καὶ θανὼν λαχεῖν ἴσον.
1010
ἄξω δέ γ’, ἤνπερ καὐτὸς ἐνταυθοῖ περῶ,
1011
πρὸς οἶκον, σοῦ κατθανὼν μενῶ μέτα.
1012
γνώμης δ’ἄκουσον · εἰ πρόσαντες ἦν τόδε
1013
Ἀρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισε
1014
κομίσαι μ’ἄγαλμα θεᾶς πόλισμ’ἐς Παλλάδος
1015
[…] καὶ σὸν πρόσωπον εἰσιδεῖν; ἅπαντα γὰρ
1016
συνθεὶς τάδ’εἰς ἓν νόστον ἐλπίζω λαβεῖν.
Ιφιγενεια
Ιφ.
Ιφ.
1017
πῶς οὖν γένοιτ’ἂν ὥστε μήθ’ἡμᾶς θανεῖν,
1018
λαβεῖνθ’ βουλόμεσθα; τῇδε γὰρ νοσεῖ
1019
νόστος πρὸς οἴκους · δὲ βούλησις πάρα.
Ορεστης
Ορ.
Ορ.
1020
ἆρ’ἂν τύραννον διολέσαι δυναίμεθ’ἄν;
Ιφιγενεια
Ιφ.
Ιφ.
1021
δεινὸν τόδ’εἶπας, ξενοφονεῖν ἐπήλυδας.
Ορεστης
Ορ.
Ορ.
1022
ἀλλ’, εἰ σὲ σώσει κἀμέ, κινδυνευτέον.
Ιφιγενεια
Ιφ.
Ιφ.
1023
οὐκ ἂν δυναίμην · τὸ δὲ πρόθυμον ᾔνεσα.
Ορεστης
Ορ.
Ορ.
1024
τί δ’, εἴ με ναῷ τῷδε κρύψειας λάθρα;
Ιφιγενεια
Ιφ.
Ιφ.
1025
ὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν;
Ορεστης
Ορ.
Ορ.
1026
κλεπτῶν γὰρ νύξ, τῆς δ’ἀληθείας τὸ φῶς.
Ιφιγενεια
Ιφ.
Ιφ.
1027
εἴσ’ἔνδον ἱεροὶ φύλακες, οὓς οὐ λήσομεν.
Ορεστης
Ορ.
Ορ.
1028
οἴμοι, διεφθάρμεσθα · πῶς σωθεῖμεν ἄν;
Ιφιγενεια
Ιφ.
Ιφ.
1029
ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι.
Ορεστης
Ορ.
Ορ.
1030
ποῖόν τι; δόξης μετάδος, ὡς κἀγὼ μάθω.
Ιφιγενεια
Ιφ.
Ιφ.
1031
ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασι.
Ορεστης
Ορ.
Ορ.
1032
δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας.
Ιφιγενεια
Ιφ.
Ιφ.
1033
φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν.
Ορεστης
Ορ.
Ορ.
1034
χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς.
Ιφιγενεια
Ιφ.
Ιφ.
1035
ὡς οὐ θέμις γε λέξομεν θύειν θεᾷ,
Ορεστης
Ορ.
Ορ.
1036
τίν’αἰτίαν ἔχουσ’; ὑποπτεύω τι γάρ.
Ιφιγενεια
Ιφ.
Ιφ.
1037
οὐ καθαρὸν ὄντα · τὸ δ’ὅσιον δώσω φόβῳ.
Ορεστης
Ορ.
Ορ.
1038
τί δῆτα μᾶλλον θεᾶς ἄγαλμ’ἁλίσκεται;
Ιφιγενεια
Ιφ.
Ιφ.
1039
πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι,
Ορεστης
Ορ.
Ορ.
1040
ἔτ’ἐν δόμοισι βρέτας, ἐφ’ πεπλεύκαμεν.
Ιφιγενεια
Ιφ.
Ιφ.
1041
κἀκεῖνο νίψαι, σοῦ θιγόντος ὥς, ἐρῶ.
Ορεστης
Ορ.
Ορ.
1042
ποῖ δῆτα; πόντου νοτερὸν εἶπας ἔκβολον;
Ιφιγενεια
Ιφ.
Ιφ.
1043
οὗ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν.
Ορεστης
Ορ.
Ορ.
1044
σὺ δ’ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας;
Ιφιγενεια
Ιφ.
Ιφ.
1045
ἐγώ · θιγεῖν γὰρ ὅσιόν ἐστ’ἐμοὶ μόνῃ.
Ορεστης
Ορ.
Ορ.
1046
Πυλάδης δ’ὅδ’ἡμῖν ποῦ τετάξεται πόνου;
Ιφιγενεια
Ιφ.
Ιφ.
1047
ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμ’ἔχων.
Ορεστης
Ορ.
Ορ.
1048
λάθρα δ’ἄνακτος εἰδότος δράσεις τάδε;
Ιφιγενεια
Ιφ.
Ιφ.
1049
πείσασα μύθοις · οὐ γὰρ ἂν λάθοιμί γε.
Ορεστης
Ορ.
Ορ.
1050
καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα.
Ιφιγενεια
Ιφ.
Ιφ.
1051
σοὶ δὴ μέλειν χρὴ τἄλλ’ὅπως ἕξει καλῶς.
Ορεστης
Ορ.
Ορ.
1052
ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε.
1053
ἀλλ’ἀντίαζε καὶ λόγους πειστηρίους
1054
εὕρισκ’· ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή.
1055
τὰ δ’ἄλλ’ἴσως . ἅπαντα συμβαίη καλῶς.
Ιφιγενεια
Ιφ.
Ιφ.
1056
φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω,
1057
καὶ τἄμ’ἐν ὑμῖν ἐστιν καλῶς ἔχειν
1058
μηδὲν εἶναι καὶ στερηθῆναι πάτρας
1059
φίλουτ’ἀδελφοῦ φιλτάτηςτε συγγόνου.
1060
καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδ’ἀρχέτω ·
1061
γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένος
1062
σῴζειντε κοινὰ πράγματ’ἀσφαλέσταται.
1063
σιγήσαθ’ἡμῖν καὶ συνεκπονήσατε
1064
φυγάς. καλόν τοι γλῶσσ’ὅτῳ πιστὴ παρῇ.
1065
ὁρᾶτε δ’ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους,
1066
γῆς πατρῴας νόστον θανεῖν ἔχει.
1067
σωθεῖσα δ’, ὡς ἂν καὶ σὺ κοινωνῇς τύχης,
1068
σώσω σ’ἐς Ἑλλάδ’. ἀλλὰ πρός σε δεξιᾶς
1069
σὲ καὶ σὲ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος,
1070
γονάτωντε καὶ τῶν ἐν δόμοισι φιλτάτων
1071
μητρὸς πατρόςτε καὶ τέκνων ὅτῳ κυρεῖ.
1072
τί φατέ; τίς ὑμῶν φησιν τίς οὐ θέλειν
1073
φθέγξασθε ταῦτα; μὴ γὰρ αἰνουσῶν λόγους
1074
ὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας.
Χορος
Χο.
Χο.
1075
θάρσει, φίλη δέσποινα, καὶ σῴζου μόνον ·
1076
ὡς ἔκ γ’ἐμοῦ σοι πάντα σιγηθήσεται
1077
ἴστω μέγας Ζεύς ὧν ἐπισκήπτεις πέρι.
Ιφιγενεια
Ιφ.
Ιφ.
1078
ὄναισθε μύθων καὶ γένοισθ’εὐδαίμονες.
1079
σὸν ἔργον ἤδη καὶ σὸν ἐσβαίνειν δόμους ·
1080
ὡς αὐτίχ’ἥξει τῆσδε κοίρανος χθονός,
1081
θυσίαν ἐλέγχων εἰ κατείργασται ξένων.
1082
πότνι’, ἥπερ μ’Αὐλίδος κατὰ πτυχὰς
1083
δεινῆς ἔσωσας ἐκ πατροκτόνου χερός,
1084
σῶσόν με καὶ νῦν τούσδετ’· τὸ Λοξίου
1085
οὐκέτι βροτοῖσι διὰ σὲ ἐτήτυμον στόμα.
1086
ἀλλ’εὐμενὴς ἔκβηθι βαρβάρου χθονὸς
1087
ἐς τὰς Ἀθήνας · καὶ γὰρ ἐνθάδ’οὐ πρέπει
1088
ναίειν, παρόν σοι πόλιν ἔχειν εὐδαίμονα.
Χορος
Χο.
Χο.
1089
ὄρνις, παρὰ πετρίνας
1090
πόντου δειράδας, ἀλκυών,
1091
ἔλεγον οἶτον ἀείδεις,
1092
εὐξύνετον ξυνετοῖς βοάν,
1093
ὅτι πόσιν κελαδεῖς ἀεὶ μολπαῖς,
1094
ἐγώ σοι παραβάλλομαι
1095
θρήνους, ἄπτερος ὄρνις,
1096
ποθοῦσ’Ἑλλάνων ἀγόρους,
1097
ποθοῦσ’Ἄρτεμιν λοχίαν,
1098
παρὰ Κύνθιον ὄχθον
1099
οἰκεῖ φοίνικάθ’ἁβροκόμαν
1100
δάφναντ’εὐερνέα καὶ
1101
γλαυκᾶς θαλλὸν ἱερὸν
1102
ἐλαίας, Λατοῦς ὠδῖνα φίλαν,
1103
λίμνανθ’εἱλίσσουσαν ὕδωρ
1104
κύκλιον, ἔνθα κύκνος
1105
μελῳδὸς Μούσας θεραπεύει.
1106
πολλαὶ δακρύων λιβάδες,
1107
αἳ παρηίδας εἰς ἐμὰς
1108
ἔπεσον, ἁνίκα πύργων
1109
ὀλομένων ἐν ναυσὶν ἔβαν
1110
πολεμίων ἐρετμοῖσι καὶ λόγχαις.
1111
ζαχρύσου δὲ δι’ἐμπολᾶς
1112
νόστον βάρβαρον ἦλθον,
1113
ἔνθα τᾶς ἐλαφοκτόνου
1114
θεᾶς ἀμφίπολον κόραν
1115
παῖδ’Ἀγαμεμνονίαν
1116
λατρεύω βωμούςτ’οὐ μηλοθύτας,
1117
ζηλοῦσ’ἄταν διὰ
1118
παντὸς δυσδαίμον’· ἐν γὰρ
1119
ἀνάγκαις οὐ κάμνεις σύντροφος ὤν.
1120
μεταβάλλει δυσδαιμονία ·
1121
τὸ δὲ μετ’εὐτυχίας
1122
κακοῦσθαι θνατοῖς βαρὺς αἰών.
1123
καὶ σὲ μέν, πότνι’, Ἀργεία
1124
πεντηκόντορος οἶκον ἄξει ·
1125
συρίζωνθ’ κηροδέτας
1126
κάλαμος οὐρείου Πανὸς
1127
κώπαις ἐπιθωΰξει,
1128
Φοῖβόςθ’ μάντις ἔχων
1129
κέλαδον ἑπτατόνου λύρας
1130
ἀείδων ἄξει λιπαρὰν
1131
εὖ σ’Ἀθηναίων ἐπὶ γᾶν.
1132
ἐμὲ δ’αὐτοῦ λιποῦσα
1133
βήσῃ ῥοθίοισι πλάταις ·
1134
ἀέρι δὲ πρότονοι κατὰ πρῷραν
1135
ὑπὲρ στόλον ἐκπετάσουσι πόδα
1136
ναὸς ὠκυπόμπου.
1137
λαμπροὺς ἱπποδρόμους βαίην,
1138
ἔνθ’εὐάλιον ἔρχεται πῦρ ·
1140
οἰκείων δ’ὑπὲρ θαλάμων
1141
πτέρυγας ἐν νώτοις ἁμοῖς
1142
λήξαιμι θοάζουσα ·
1143
χοροῖς δ’ἑσταίην, ὅθι καὶ
1144
παρθένος, εὐδοκίμων γάμων,
1145
παρὰ πόδ’εἱλίσσουσα φίλας
1146
ματρὸς ἡλίκων θιάσους,
1147
χαρίτων εἰς ἁμίλλας,
1148
χαίτας ἁβρόπλουτον ἔριν,
1149
ὀρνυμένα, πολυποίκιλα φάρεα
1150
καὶ πλοκάμους περιβαλλομένα
1151
γένυσιν ἐσκίαζον.
Θοας
Θο.
Θο.
1153
ποῦ ’σθ’ πυλωρὸς τῶνδε δωμάτων γυνὴ
1154
Ἑλληνίς; ἤδη τῶν ξένων κατήρξατο;
1155
ἀδύτοις ἐν ἁγνοῖς σῶμα λάμπονται πυρί;
Χορος
Χο.
Χο.
1156
ἥδ’ἐστίν, σοι πάντ’, ἄναξ, ἐρεῖ σαφῶς.
Θοας
Θο.
Θο.
1157
ἔα ·
1158
τί τόδε μεταίρεις ἐξ ἀκινήτων βάθρων,
1159
Ἀγαμέμνονος παῖ, θεᾶς ἄγαλμ’ἐν ὠλέναις;
Ιφιγενεια
Ιφ.
Ιφ.
1160
ἄναξ, ἔχ’αὐτοῦ πόδα σὸν ἐν παραστάσιν.
Θοας
Θο.
Θο.
1160
τί δ’ἔστιν, Ἰφιγένεια, καινὸν ἐν δόμοις;
Ιφιγενεια
Ιφ.
Ιφ.
1161
ἀπέπτυσ’· ὁσίᾳ γὰρ δίδωμ’ἔπος τόδε.
Θοας
Θο.
Θο.
1162
τί φροιμιάζῃ νεοχμόν; ἐξαύδα σαφῶς.
Ιφιγενεια
Ιφ.
Ιφ.
1163
οὐ καθαρά μοι τὰ θύματ’ἠγρεύσασθ’, ἄναξ.
Θοας
Θο.
Θο.
1164
τί τοὐκδιδάξαν τοῦτό σ’; δόξαν λέγεις;
Ιφιγενεια
Ιφ.
Ιφ.
1165
βρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη.
Θοας
Θο.
Θο.
1166
αὐτόματον, νιν σεισμὸς ἔστρεψε χθονός;
Ιφιγενεια
Ιφ.
Ιφ.
1167
αὐτόματον · ὄψιν δ’ὀμμάτων ξυνήρμοσεν.
Θοας
Θο.
Θο.
1168
δ’αἰτία τίς; τὸ τῶν ξένων μύσος;
Ιφιγενεια
Ιφ.
Ιφ.
1169
ἥδ’, οὐδὲν ἄλλο · δεινὰ γὰρ δεδράκατον.
Θοας
Θο.
Θο.
1170
ἀλλ’ τιν’ἔκανον βαρβάρων ἀκτῆς ἔπι;
Ιφιγενεια
Ιφ.
Ιφ.
1171
οἰκεῖον ἦλθον τὸν φόνον κεκτημένοι.
Θοας
Θο.
Θο.
1172
τίν’; εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν.
Ιφιγενεια
Ιφ.
Ιφ.
1173
μητέρα κατειργάσαντο κοινωνῷ ξίφει.
Θοας
Θο.
Θο.
1174
Ἄπολλον, οὐ δ’ἐν βαρβάροις ἔτλη τις ἄν.
Ιφιγενεια
Ιφ.
Ιφ.
1175
πάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος.
Θοας
Θο.
Θο.
1176
τῶνδ’ἕκατι δῆτ’ἄγαλμ’ἔξω φέρεις;
Ιφιγενεια
Ιφ.
Ιφ.
1177
σεμνόν γ’ὑπ’αἰθέρ’, ὡς μεταστήσω φόνου.
Θοας
Θο.
Θο.
1178
μίασμα δ’ἔγνως τοῖν ξένοιν ποίῳ τρόπῳ;
Ιφιγενεια
Ιφ.
Ιφ.
1179
ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν.
Θοας
Θο.
Θο.
1180
σοφήν σ’ἔθρεψεν Ἑλλάς, ὡς ᾔσθου καλῶς.
Ιφιγενεια
Ιφ.
Ιφ.
1181
καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν.
Θοας
Θο.
Θο.
1182
τῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι;
Ιφιγενεια
Ιφ.
Ιφ.
1183
τὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν.
Θοας
Θο.
Θο.
1184
ὡς δή σφε σῴσαις ἡδοναῖς ἀγγελμάτων.
Ιφιγενεια
Ιφ.
Ιφ.
1185
καὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν.
Θοας
Θο.
Θο.
1186
σὺ δ’ἐς τὸ τῆς θεοῦ γ’ἐξένευσας εἰκότως.
Ιφιγενεια
Ιφ.
Ιφ.
1187
πᾶσάν γε μισοῦσ’Ἑλλάδ’, μ’ἀπώλεσεν.
Θοας
Θο.
Θο.
1188
τί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι;
Ιφιγενεια
Ιφ.
Ιφ.
1189
τὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν.
Θοας
Θο.
Θο.
1190
οὔκουν ἐν ἔργῳ χέρνιβες ξίφοςτε σόν;
Ιφιγενεια
Ιφ.
Ιφ.
1191
ἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω.
Θοας
Θο.
Θο.
1192
πηγαῖσιν ὑδάτων θαλασσίᾳ δρόσῳ;
Ιφιγενεια
Ιφ.
Ιφ.
1193
θάλασσα κλύζει πάντα τἀνθρώπων κακά.
Θοας
Θο.
Θο.
1194
ὁσιώτερον γοῦν τῇ θεῷ πέσοιεν ἄν.
Ιφιγενεια
Ιφ.
Ιφ.
1195
καὶ τἀμά γ’οὕτω μᾶλλον ἂν καλῶς ἔχοι.
Θοας
Θο.
Θο.
1196
οὔκουν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων;
Ιφιγενεια
Ιφ.
Ιφ.
1197
ἐρημίας δεῖ · καὶ γὰρ ἄλλα δράσομεν.
Θοας
Θο.
Θο.
1198
ἄγ’ἔνθα χρῄζεις · οὐ φιλῶ τἄρρηθ’ὁρᾶν.
Ιφιγενεια
Ιφ.
Ιφ.
1199
ἁγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας.
Θοας
Θο.
Θο.
1200
εἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος.
Ιφιγενεια
Ιφ.
Ιφ.
1201
οὐ γάρ ποτ’ἄν νιν ἠράμην βάθρων ἄπο.
Θοας
Θο.
Θο.
1202
δίκαιος ηὑσέβεια καὶ προμηθία.
Ιφιγενεια
Ιφ.
Ιφ.
1203
οἶσθά νυν μοι γενέσθω;
Θοας
Θο.
Θο.
1203b
σὸν τὸ σημαίνειν τόδε.
Ιφιγενεια
Ιφ.
Ιφ.
1204
δεσμὰ τοῖς ξένοισι πρόσθες.
Θοας
Θο.
Θο.
1204b
ποῖ δέ σ’ἐκφύγοιεν ἄν;
Ιφιγενεια
Ιφ.
Ιφ.
1205
πιστὸν Ἑλλὰς οἶδεν οὐδέν.
Θοας
Θο.
Θο.
1205b
ἴτ’ἐπὶ δεσμά, πρόσπολοι.
Ιφιγενεια
Ιφ.
Ιφ.
1206
κἀκκομιζόντων δὲ δεῦρο τοὺς ξένους
Θοας
Θο.
Θο.
1206b
ἔσται τάδε.
Ιφιγενεια
Ιφ.
Ιφ.
1207
κρᾶτα κρύψαντες πέπλοισιν.
Θοας
Θο.
Θο.
1207b
ἡλίου πρόσθεν φλογός.
Ιφιγενεια
Ιφ.
Ιφ.
1208
σῶντέ μοι σύμπεμπ’ὀπαδῶν.
Θοας
Θο.
Θο.
1208b
οἵδ’ὁμαρτήσουσί σοι.
Ιφιγενεια
Ιφ.
Ιφ.
1209
καὶ πόλει πέμψον τιν’ὅστις σημανεῖ
Θοας
Θο.
Θο.
1209b
ποίας τύχας;
Ιφιγενεια
Ιφ.
Ιφ.
1210
ἐν δόμοις μίμνειν ἅπαντας.
Θοας
Θο.
Θο.
1210b
μὴ συναντῷεν φόνῳ;
Ιφιγενεια
Ιφ.
Ιφ.
1211
μυσαρὰ γὰρ τὰ τοιάδ’ἐστί.
Θοας
Θο.
Θο.
1211b
στεῖχε καὶ σήμαινε σύ
Ιφιγενεια
Ιφ.
Ιφ.
1212
μηδέν’εἰς ὄψιν πελάζειν.
Θοας
Θο.
Θο.
1212b
εὖ γε κηδεύεις πόλιν.
Ιφιγενεια
Ιφ.
Ιφ.
1213
καὶ φίλων γ’οὓς δεῖ μάλιστα.
Θοας
Θο.
Θο.
1213b
τοῦτ’ἔλεξας εἰς ἐμέ.
Ιφιγενεια
Ιφ.
Ιφ.
1214
[…]
Θοας
Θο.
Θο.
1214b
ὡς εἰκότως σε πᾶσα θαυμάζει πόλις.
Ιφιγενεια
Ιφ.
Ιφ.
1215
σὺ δὲ μένων αὐτοῦ πρὸ ναῶν τῇ θεῷ
Θοας
Θο.
Θο.
1215b
τί χρῆμα δρῶ;
Ιφιγενεια
Ιφ.
Ιφ.
1216
ἅγνισον πυρσῷ μέλαθρον.
Θοας
Θο.
Θο.
1216b
καθαρὸν ὡς μόλῃς πάλιν.
Ιφιγενεια
Ιφ.
Ιφ.
1217
ἡνίκ’ἂν δ’ἔξω περῶσιν οἱ ξένοι
Θοας
Θο.
Θο.
1217b
τί χρή με δρᾶν;
Ιφιγενεια
Ιφ.
Ιφ.
1218
πέπλον ὀμμάτων προθέσθαι.
Θοας
Θο.
Θο.
1218b
μὴ παλαμναῖον λάβω.
Ιφιγενεια
Ιφ.
Ιφ.
1219
ἢν δ’ἄγαν δοκῶ χρονίζειν
Θοας
Θο.
Θο.
1219b
τοῦδ’ὅρος τίς ἐστί μοι;
Ιφιγενεια
Ιφ.
Ιφ.
1220
θαυμάσῃς μηδέν.
Θοας
Θο.
Θο.
1220b
τὰ τῆς θεοῦ πρᾶσσ’ ἐπεὶ σχολή καλῶς.
Ιφιγενεια
Ιφ.
Ιφ.
1221
εἰ γὰρ ὡς θέλω καθαρμὸς ὅδε πέσοι.
Θοας
Θο.
Θο.
1221b
συνεύχομαι.
Ιφιγενεια
Ιφ.
Ιφ.
1222
τούσδ’ἄρ’ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένους
1223
καὶ θεᾶς κόσμους νεογνούςτ’ἄρνας, ὡς φόνῳ φόνον
1224
μυσαρὸν ἐκνίψω, σέλαςτε λαμπάδων τάτ’ἄλλ’ὅσα
1225
προυθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια.
1226
ἐκποδὼν δ’αὐδῶ πολίταις τοῦδ’ἔχειν μιάσματος,
1227
εἴ τις ναῶν πυλωρὸς χεῖρας ἁγνεύει θεοῖς
1228
γάμον στείχει συνάψων τόκοις βαρύνεται,
1229
φεύγετ’, ἐξίστασθε, μή τῳ προσπέσῃ μύσος τόδε.
1230
Διὸς Λητοῦςτ’ἄνασσα παρθέν’, ἢν νίψω φόνον
1231
τῶνδε καὶ θύσωμεν οὗ χρή, καθαρὸν οἰκήσεις δόμον,
1232
εὐτυχεῖς δ’ἡμεῖς ἐσόμεθα. τἄλλα δ’οὐ λέγουσ’, ὅμως
1233
τοῖς τὰ πλείον’εἰδόσιν θεοῖς σοίτε σημαίνω, θεά.
Χορος
Χο.
Χο.
1234
εὔπαις Λατοῦς γόνος,
1235
τόν ποτε Δηλιὰς ἐν καρποφόροις γυάλοις
1236
ἔτικτε, χρυσοκόμαν
1238
ἐν κιθάρᾳ σοφόν, τ’ἐπὶ τόξων
1239
εὐστοχίᾳ γάνυται · φέρε δ’αὐτά
1240
νιν ἀπὸ δειράδος εἰναλίας,
1241
λοχεῖα κλεινὰ λιποῦσα
1242
μάτηρ, τὰν ἀστάκτων ὑδάτων
1243
βακχεύουσαν
1244
Διονύσῳ Παρνάσιον κορυφάν ·
1245
ὅθι ποικιλόνωτος οἰνωπὸς δράκων,
1246
σκιερᾷ κατάχαλκος
1247
εὐφύλλῳ δάφνᾳ,
1248
γᾶς πελώριον τέρας, ἄμφεπε
1249
μαντεῖον Χθόνιον.
1250
ἔτι μιν ἔτι βρέφος, ἔτι φίλας ἐπὶ ματέρος ἀγκάλαισι θρῴσκων
1251
ἔκανες, Φοῖβε, μαντείων δ’ἐπέβας ζαθέων,
1254
τρίποδίτ’ἐν χρυσέῳ θάσσεις, ἐν ἀψευδεῖ θρόνῳ
1255
μαντείας βροτοῖς θεσφάτων νέμων
1257
ἀδύτων ὕπο, Κασταλίας ῥεέθρων γείτων, μέσον
1258
γᾶς ἔχων μέλαθρον.
1259
θέμιν δ’ἐπεὶ γᾶς ἰὼν
1260
παῖδ’ἀπενάσσατο Πυθῶνος ἀπὸ ζαθέων
1261
χρηστηρίων, νύχια
1262
Χθὼν ἐτεκνώσατο φάσματ’ὀνείρων,
1263
οἳ πολέσιν μερόπων τάτε πρῶτα, τάτ’
1265
ἔπειθ’, ὅσσατ’ἔμελλε τυχεῖν,
1266
ὕπνου κατὰ δνοφερὰς γᾶς
1267
εὐνὰς ἔφραζον · γαῖα δὲ τὰν
1268
μαντεῖον ἀφείλετο
1269
τιμὰν Φοῖβον, φθόνῳ θυγατρός.
1270
ταχύπους δ’ἐς Ὄλυμπον ὁρμαθεὶς ἄναξ
1271
χέρα παιδνὸν ἕλιξεν ἐκ Διὸς θρόνων
1272
Πυθίων δόμων χθονίαν ἀφελεῖν
1273
μῆνιν θεᾶς.
1274
γέλασε δ’, ὅτι τέκος ἄφαρ ἔβα
1275
πολύχρυσα θέλων λατρεύματα σχεῖν ·
1276
ἐπὶ δ’ἔσεισεν κόμαν, παῦσαι νυχίους ἐνοπάς,
1279
ἀπὸ δ’ἀλαθοσύναν νυκτωπὸν ἐξεῖλεν βροτῶν,
1280
καὶ τιμὰς πάλιν θῆκε Λοξίᾳ,
1281
πολυάνορι δ’ἐν ξενόεντι θρόνῳ θάρση βροτοῖς
1283
θεσφάτων ἀοιδαῖς.
Αγγελος
Αγ.
Αγ.
1284
ναοφύλακες βώμιοίτ’ἐπιστάται,
1285
Θόας ἄναξ γῆς τῆσδε ποῦ κυρεῖ βεβώς;
1286
καλεῖτ’ἀναπτύξαντες εὐγόμφους πύλας
1287
ἔξω μελάθρων τῶνδε κοίρανον χθονός.
Χορος
Χο.
Χο.
1288
τί δ’ἔστιν, εἰ χρὴ μὴ κελευσθεῖσαν λέγειν;
Αγγελος
Αγ.
Αγ.
1289
βεβᾶσι φροῦδοι δίπτυχοι νεανίαι
1290
Ἀγαμεμνονείας παιδὸς ἐκ βουλευμάτων
1291
φεύγοντες ἐκ γῆς τῆσδε καὶ σεμνὸν βρέτας
1292
λαβόντες ἐν κόλποισιν Ἑλλάδος νεώς.
Χορος
Χο.
Χο.
1293
ἄπιστον εἶπας μῦθον · ὃν δ’ἰδεῖν θέλεις
1294
ἄνακτα χώρας, φροῦδος ἐκ ναοῦ συθείς.
Αγγελος
Αγ.
Αγ.
1295
ποῖ; δεῖ γὰρ αὐτὸν εἰδέναι τὰ δρώμενα.
Χορος
Χο.
Χο.
1296
οὐκ ἴσμεν · ἀλλὰ στεῖχε καὶ δίωκέ νιν
1297
ὅπου κυρήσας τούσδ’ἀπαγγελεῖς λόγους.
Αγγελος
Αγ.
Αγ.
1298
ὁρᾶτ’, ἄπιστον ὡς γυναικεῖον γένος ·
1299
μέτεστι χὐμῖν τῶν πεπραγμένων μέρος.
Χορος
Χο.
Χο.
1300
μαίνῃ · τί δ’ἡμῖν τῶν ξένων δρασμοῦ μέτα;
1301
οὐκ εἶ κρατούντων πρὸς πύλας ὅσον τάχος;
Αγγελος
Αγ.
Αγ.
1302
οὔ, πρίν γ’ἂν εἴπῃ τοὔπος ἑρμηνεὺς ὅδε,
1303
εἴτ’ἔνδον εἴτ’οὐκ ἔνδον ἀρχηγὸς χθονός.
1304
ὠή, χαλᾶτε κλῇθρα, τοῖς ἔνδον λέγω,
1305
καὶ δεσπότῃ σημήναθ’οὕνεκ’ἐν πύλαις
1306
πάρειμι, καινῶν φόρτον ἀγγέλλων κακῶν.
Θοας
Θο.
Θο.
1307
τίς ἀμφὶ δῶμα θεᾶς τόδ’ἵστησιν βοήν,
1308
πύλας ἀράξας καὶ ψόφον πέμψας ἔσω;
Αγγελος
Αγ.
Αγ.
1309
φεῦ ·
1310
πῶς ἔλεγον αἵδε, καί μ’ἀπήλαυνον δόμων, ὡς ἐκτὸς εἴης · σὺ δὲ κατ’οἶκον ἦσθ’ἄρα.
Θοας
Θο.
Θο.
1311
τί προσδοκῶσαι κέρδος θηρώμεναι;
Αγγελος
Αγ.
Αγ.
1312
αὖθις τὰ τῶνδε σημανῶ · τὰ δ’ἐν ποσὶ
1313
παρόντ’ἄκουσον. νεᾶνις ’νθάδε
1314
βωμοῖς παρίστατ’, Ἰφιγένει’, ἔξω χθονὸς
1315
σὺν τοῖς ξένοισιν οἴχεται, σεμνὸν θεᾶς
1316
ἄγαλμ’ἔχουσα · δόλια δ’ἦν καθάρματα.
Θοας
Θο.
Θο.
1317
πῶς φῄς; τί πνεῦμα συμφορᾶς κεκτημένη;
Αγγελος
Αγ.
Αγ.
1318
σῴζουσ’Ὀρέστην · τοῦτο γὰρ σὺ θαυμάσῃ.
Θοας
Θο.
Θο.
1319
τὸν ποῖον; ἆρ’ὃν Τυνδαρὶς τίκτει κόρη;
Αγγελος
Αγ.
Αγ.
1320
ὃν τοῖσδε βωμοῖς θεὰ καθωσιώσατο.
Θοας
Θο.
Θο.
1321
θαῦμα πῶς σε μεῖζον ὀνομάσας τύχω;
Αγγελος
Αγ.
Αγ.
1322
μὴ ’νταῦθα τρέψῃς σὴν φρέν’, ἀλλ’ἄκουέ μου ·
1323
σαφῶς δ’ἀθρήσας καὶ κλύων ἐκφρόντισον
1324
διωγμὸς ὅστις τοὺς ξένους θηράσεται.
Θοας
Θο.
Θο.
1325
λέγ’· εὖ γὰρ εἶπας · οὐ γὰρ ἀγχίπλουν πόρον
1326
φεύγουσιν, ὥστε διαφυγεῖν τοὐμὸν δόρυ.
Αγγελος
Αγ.
Αγ.
1327
ἐπεὶ πρὸς ἀκτὰς ἤλθομεν θαλασσίας,
1328
οὗ ναῦς Ὀρέστου κρύφιος ἦν ὡρμισμένη,
1329
ἡμᾶς μέν, οὓς σὺ δεσμὰ συμπέμπεις ξένων
1330
ἔχοντας, ἐξένευσ’ἀποστῆναι πρόσω
1331
Ἀγαμέμνονος παῖς, ὡς ἀπόρρητον φλόγα
1332
θύουσα καὶ καθαρμὸν ὃν μετῴχετο,
1333
αὐτὴ δ’ὄπισθε δέσμ’ἔχουσα τοῖν ξένοιν
1334
ἔστειχε χερσί. καὶ τάδ’ἦν ὕποπτα μέν,
1335
ἤρεσκε μέντοι σοῖσι προσπόλοις, ἄναξ.
1336
χρόνῳ δ’, ἵν’ἡμῖν δρᾶν τι δὴ δοκοῖ πλέον,
1337
ἀνωλόλυξε καὶ κατῇδε βάρβαρα
1338
μέλη μαγεύουσ’, ὡς φόνον νίζουσα δή.
1339
ἐπεὶ δὲ δαρὸν ἦμεν ἥμενοι χρόνον,
1340
ἐσῆλθεν ἡμᾶς μὴ λυθέντες οἱ ξένοι
1341
κτάνοιεν αὐτὴν δραπέταιτ’οἰχοίατο.
1342
φόβῳ δ’ μὴ χρῆν εἰσορᾶν καθήμεθα
1343
σιγῇ · τέλος δὲ πᾶσιν ἦν αὑτὸς λόγος
1344
στείχειν ἵν’ἦσαν, καίπερ οὐκ ἐωμένοις.
1345
κἀνταῦθ’ὁρῶμεν Ἑλλάδος νεὼς σκάφος
1346
ταρσῷ κατήρει πίτυλον ἐπτερωμένον,
1347
ναύταςτε πεντήκοντ’ἐπὶ σκαλμῶν πλάτας
1348
ἔχοντας, ἐκ δεσμῶν δὲ τοὺς νεανίας
1349
ἐλευθέρους πρύμνηθεν ἑστῶτας νεώς.
1350
κοντοῖς δὲ πρῷραν εἶχον, οἳ δ’ἐπωτίδων
1351
ἄγκυραν ἐξανῆπτον · οἳ δέ, κλίμακας
1352
σπεύδοντες, ἦγον διὰ χερῶν πρυμνήσια,
1353
πόντῳ δὲ δόντες τοῖν ξένοιν καθίεσαν.
1354
ἡμεῖς δ’ἀφειδήσαντες, ὡς ἐσείδομεν
1355
δόλια τεχνήματ’, εἰχόμεσθα τῆς ξένης
1356
πρυμνησίωντε, καὶ δι’εὐθυντηρίας
1357
οἴακας ἐξῃροῦμεν εὐπρύμνου νεώς.
1358
λόγοι δ’ἐχώρουν · τίνι λόγῳ πορθμεύετε
1359
κλέπτοντες ἐκ γῆς ξόανα καὶ θυηπόλους;
1360
τίνος τίς ὢν σὺ τήνδ’ἀπεμπολᾷς χθονός;
1361
δ’εἶπ’· Ὀρέστης, τῆσδ’ὅμαιμος, ὡς μάθῃς,
1362
Ἀγαμέμνονος παῖς, τήνδ’ἐμὴν κομίζομαι
1363
λαβὼν ἀδελφήν, ἣν ἀπώλεσ’ἐκ δόμων.
1364
ἀλλ’οὐδὲν ἧσσον εἰχόμεσθα τῆς ξένης
1365
καὶ πρὸς σὲ ἕπεσθαι διεβιαζόμεσθά νιν ·
1366
ὅθεν τὰ δεινὰ πλήγματ’ἦν γενειάδων.
1367
κεῖνοίτε γὰρ σίδηρον οὐκ εἶχον χεροῖν
1368
ἡμεῖςτε · πυγμαίτ’ἦσαν ἐγκροτούμεναι,
1369
καὶ κῶλ’ἀπ’ἀμφοῖν τοῖν νεανίαιν ἅμα
1370
ἐς πλευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο,
1371
ὡς τῷ ξυνάπτειν καὶ συναποκαμεῖν μέλη.
1372
δεινοῖς δὲ σημάντροισιν ἐσφραγισμένοι
1373
ἐφεύγομεν πρὸς κρημνόν, οἳ μὲν ἐν κάρᾳ
1374
κάθαιμ’ἔχοντες τραύμαθ’, οἳ δ’ἐν ὄμμασιν ·
1375
ὄχθοις δ’ἐπισταθέντες εὐλαβεστέρως
1376
ἐμαρνάμεσθα καὶ πέτρους ἐβάλλομεν.
1377
ἀλλ’εἶργον ἡμᾶς τοξόται πρύμνης ἔπι
1378
σταθέντες ἰοῖς, ὥστ’ἀναστεῖλαι πρόσω.
1379
κἀν τῷδε δεινὸς γὰρ κλύδων ὤκειλε ναῦν
1380
πρὸς γῆν, φόβος δ’ἦν παρθένῳ τέγξαι πόδα
1381
λαβὼν Ὀρέστης ὦμον εἰς ἀριστερόν,
1382
βὰς ἐς θάλασσαν κἀπὶ κλίμακος θορών,
1383
ἔθηκ’ἀδελφὴν ἐντὸς εὐσήμου νεώς,
1384
τότ’οὐρανοῦ πέσημα, τῆς Διὸς κόρης
1385
ἄγαλμα. ναὸς δ’ἐκ μέσης ἐφθέγξατο
1386
βοή τις · γῆς Ἑλλάδος ναῦται, νεὼς
1387
λάβεσθε κώπαις ῥόθιάτ’ἐκλευκαίνετε ·
1388
ἔχομεν γὰρ ὧνπερ οὕνεκ’ἄξενον πόρον
1389
Συμπληγάδων ἔσωθεν εἰσεπλεύσαμεν.
1390
οἳ δὲ στεναγμὸν ἡδὺν ἐκβρυχώμενοι
1391
ἔπαισαν ἅλμην. ναῦς δ’, ἕως μὲν ἐντὸς ἦν
1392
λιμένος, ἐχώρει στόμια, διαπερῶσα δὲ
1393
λάβρῳ κλύδωνι συμπεσοῦσ’ἠπείγετο ·
1394
δεινὸς γὰρ ἐλθὼν ἄνεμος ἐξαίφνης νεὼς
1395
ὠθεῖ παλίμπρυμν’ἱστί’· οἳ δ’ἐκαρτέρουν
1396
πρὸς κῦμα λακτίζοντες · ἐς δὲ γῆν πάλιν
1397
κλύδων παλίρρους ἦγε ναῦν. σταθεῖσα δὲ
1398
Ἀγαμέμνονος παῖς ηὔξατ’· Λητοῦς κόρη
1399
σῷσόν με τὴν σὴν ἱερέαν πρὸς Ἑλλάδα
1400
ἐκ βαρβάρου γῆς καὶ κλοπαῖς σύγγνωθ’ἐμαῖς.
1401
φιλεῖς δὲ καὶ σὺ σὸν κασίγνητον, θεά ·
1402
φιλεῖν δὲ κἀμὲ τοὺς ὁμαίμονας δόκει.
1403
ναῦται δ’ἐπευφήμησαν εὐχαῖσιν κόρης
1404
παιᾶνα, γυμνὰς ἐκ πέπλων ἐπωμίδας
1405
κώπῃ προσαρμόσαντες ἐκ κελεύσματος.
1406
μᾶλλον δὲ μᾶλλον πρὸς πέτρας ᾔει σκάφος ·
1407
χὣ μέν τις ἐς θάλασσαν ὡρμήθη ποσίν,
1408
ἄλλος δὲ πλεκτὰς ἐξανῆπτεν ἀγκύλας.
1409
κἀγὼ μὲν εὐθὺς πρὸς σὲ δεῦρ’ἀπεστάλην,
1410
σοὶ τὰς ἐκεῖθεν σημανῶν, ἄναξ, τύχας.
1411
ἀλλ’ἕρπε, δεσμὰ καὶ βρόχους λαβὼν χεροῖν ·
1412
εἰ μὴ γὰρ οἶδμα νήνεμον γενήσεται,
1413
οὐκ ἔστιν ἐλπὶς τοῖς ξένοις σωτηρίας.
1414
πόντου δ’ἀνάκτωρ Ἴλιόντ’ἐπισκοπεῖ
1415
σεμνὸς Ποσειδῶν, Πελοπίδαις ἐναντίος,
1416
καὶ νῦν παρέξει τὸν Ἀγαμέμνονος γόνον
1417
σοὶ καὶ πολίταις, ὡς ἔοικεν, ἐν χεροῖν
1418
λαβεῖν, ἀδελφήνθ’, φόνον τὸν Αὐλίδι
1419
ἀμνημόνευτον θεᾷ προδοῦσ’ἁλίσκεται.
Χορος
Χο.
Χο.
1420
τλῆμον Ἰφιγένεια, συγγόνου μέτα
1421
θανῇ πάλιν μολοῦσα δεσποτῶν χέρας.
Θοας
Θο.
Θο.
1422
πάντες ἀστοὶ τῆσδε βαρβάρου χθονός,
1423
οὐκ εἶα πώλοις ἐμβαλόντες ἡνίας
1424
παράκτιοι δραμεῖσθε κἀκβολὰς νεὼς
1425
Ἑλληνίδος δέξεσθε, σὺν δὲ τῇ θεῷ
1426
σπεύδοντες ἄνδρας δυσσεβεῖς θηράσετε,
1427
οἳ δ’ὠκυπομποὺς ἕλξετ’ἐς πόντον πλάτας;
1428
ὡς ἐκ θαλάσσης ἔκτε γῆς ἱππεύμασι
1429
λαβόντες αὐτοὺς κατὰ στύφλου πέτρας
1430
ῥίψωμεν, σκόλοψι πήξωμεν δέμας.
1431
ὑμᾶς δὲ τὰς τῶνδ’ἴστορας βουλευμάτων,
1432
γυναῖκες, αὖθις, ἡνίκ’ἂν σχολὴν λάβω,
1433
ποινασόμεσθα · νῦν δὲ τὴν προκειμένην
1434
σπουδὴν ἔχοντες οὐ μενοῦμεν ἥσυχοι.
Αθηνα
Αθ.
Αθ.
1435
ποῖ ποῖ διωγμὸν τόνδε πορθμεύεις, ἄναξ
1436
Θόας; ἄκουσον τῆσδ’Ἀθηναίας λόγους.
1437
παῦσαι διώκων ῥεῦμάτ’ἐξορμῶν στρατοῦ ·
1438
πεπρωμένος γὰρ θεσφάτοισι Λοξίου
1439
δεῦρ’ἦλθ’Ὀρέστης, τόντ’Ἐρινύων χόλον
1440
φεύγων ἀδελφῆςτ’Ἄργος ἐσπέμψων δέμας
1441
ἄγαλμάθ’ἱερὸν εἰς ἐμὴν ἄξων χθόνα,
1441a
τῶν νῦν παρόντων πημάτων ἀναψυχάς.
1442
πρὸς μὲν σὲ ὅδ’ἡμῖν μῦθος · ὃν δ’ἀποκτενεῖν
1443
δοκεῖς Ὀρέστην ποντίῳ λαβὼν σάλῳ,
1444
ἤδη Ποσειδῶν χάριν ἐμὴν ἀκύμονα
1445
πόντου τίθησι νῶτα πορθμεύειν πλάτῃ.
1446
μαθὼν δ’, Ὀρέστα, τὰς ἐμὰς ἐπιστολάς
1447
κλύεις γὰρ αὐδὴν καίπερ οὐ παρὼν θεᾶς
1448
χώρει λαβὼν ἄγαλμα σύγγονόντε σήν.
1449
ὅταν δ’Ἀθήνας τὰς θεοδμήτους μόλῃς,
1450
χῶρός τις ἔστιν Ἀτθίδος πρὸς ἐσχάτοις
1451
ὅροισι, γείτων δειράδος Καρυστίας,
1452
ἱερός, Ἁλάς νιν οὑμὸς ὀνομάζει λεώς ·
1453
ἐνταῦθα τεύξας ναὸν ἵδρυσαι βρέτας,
1454
ἐπώνυμον γῆς Ταυρικῆς πόνωντε σῶν,
1455
οὓς ἐξεμόχθεις περιπολῶν καθ’Ἑλλάδα
1456
οἴστροις Ἐρινύων. Ἄρτεμιν δέ νιν βροτοὶ
1457
τὸ λοιπὸν ὑμνήσουσι Ταυροπόλον θεάν.
1458
νόμοντε θὲς τόνδ’· ὅταν ἑορτάζῃ λεώς,
1459
τῆς σῆς σφαγῆς ἄποιν’ἐπισχέτω ξίφος
1460
δέρῃ πρὸς ἀνδρὸς αἷμάτ’ἐξανιέτω,
1461
ὁσίας ἕκατι θεάθ’ὅπως τιμὰς ἔχῃ.
1462
σὲ δ’ἀμφὶ σεμνάς, Ἰφιγένεια, κλίμακας
1463
Βραυρωνίας δεῖ τῇδε κλῃδουχεῖν θεᾷ ·
1464
οὗ καὶ τεθάψῃ κατθανοῦσα, καὶ πέπλων
1465
ἄγαλμά σοι θήσουσιν εὐπήνους ὑφάς,
1466
ἃς ἂν γυναῖκες ἐν τόκοις ψυχορραγεῖς
1467
λίπωσ’ἐν οἴκοις. τάσδε δ’ἐκπέμπειν χθονὸς
1468
Ἑλληνίδας γυναῖκας ἐξεφίεμαι
1469
γνώμης δικαίας οὕνεκ’[…] ἐκσῴσασα δὲ
1470
καὶ πρίν σ’Ἀρείοις ἐν πάγοις ψήφους ἴσας
1471
κρίνασ’, Ὀρέστα · καὶ νόμισμ’ἔσται τόδε,
1472
νικᾶν ἰσήρεις ὅστις ἂν ψήφους λάβῃ.
1473
ἀλλ’ἐκκομίζου σὴν κασιγνήτην χθονός,
1474
Ἀγαμέμνονος παῖ. καὶ σὺ μὴ θυμοῦ, Θόας.
Θοας
Θο.
Θο.
1475
ἄνασσ’Ἀθάνα, τοῖσι τῶν θεῶν λόγοις
1476
ὅστις κλύων ἄπιστος, οὐκ ὀρθῶς φρονεῖ.
1477
ἐγὼ δ’Ὀρέστῃτ’, εἰ φέρων βρέτας θεᾶς
1478
βέβηκ’, ἀδελφῇτ’οὐχὶ θυμοῦμαι · τί γὰρ
1479
πρὸς τοὺς σθένοντας θεοὺς ἁμιλλᾶσθαι καλόν;
1480
ἴτωσαν ἐς σὴν σὺν θεᾶς ἀγάλματι
1481
γαῖαν, καθιδρύσαιντότ’εὐτυχῶς βρέτας.
1482
πέμψω δὲ καὶ τάσδ’Ἑλλάδ’εἰς εὐδαίμονα
1483
γυναῖκας, ὥσπερ σὸν κέλευσμ’ἐφίεται.
1484
παύσω δὲ λόγχην ἣν ἐπαίρομαι ξένοις
1485
ναῶντ’ἐρετμά, σοὶ τάδ’ὡς δοκεῖ, θεά.
Αθηνα
Αθ.
Αθ.
1486
αἰνῶ · τὸ γὰρ χρεὼν σοῦτε καὶ θεῶν κρατεῖ.
1487
ἴτ’, πνοαί, ναυσθλοῦσθε τὸν Ἀγαμέμνονος
1488
παῖδ’εἰς Ἀθήνας · συμπορεύσομαι δ’ἐγὼ
1489
σῴζουσ’ἀδελφῆς τῆς ἐμῆς σεμνὸν βρέτας.
Χορος
Χο.
Χο.
1490
ἴτ’ἐπ’εὐτυχίᾳ τῆς σῳζομένης
1491
μοίρας εὐδαίμονες ὄντες.
1492
ἀλλ’, σεμνὴ παράτ’ἀθανάτοις
1493
καὶ παρὰ θνητοῖς, Παλλὰς Ἀθάνα,
1494
δράσομεν οὕτως ὡς σὺ κελεύεις.
1495
μάλα γὰρ τερπνὴν κἀνέλπιστον
1496
φήμην ἀκοαῖσι δέδεγμαι.
1497
1498
μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
1499
βίοτον κατέχοις
1500
καὶ μὴ λήγοις στεφανοῦσα.