Euripides

Electra

Αυτουργος
Αυ.
Αυ.
1
γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί,
2
ὅθεν ποτ’ἄρας ναυσὶ χιλίαις Ἄρη
3
ἐς γῆν ἔπλευσε Τρῳάδ’Ἀγαμέμνων ἄναξ.
4
κτείνας δὲ τὸν κρατοῦντ’ἐν Ἰλιάδι χθονὶ
5
Πρίαμον, ἑλώντε Δαρδάνου κλεινὴν πόλιν,
6
ἀφίκετ’ἐς τόδ’Ἄργος, ὑψηλῶν δ’ἐπὶ
7
ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων.
8
κἀκεῖ μὲν εὐτύχησεν · ἐν δὲ δώμασι
9
θνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳ
10
καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί.
11
χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν
12
ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός,
13
ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων.
14
οὓς δ’ἐν δόμοισιν ἔλιφ’ὅτ’ἐς Τροίαν ἔπλει,
15
ἄρσενάτ’Ὀρέστην θῆλύτ’Ἠλέκτρας θάλος,
16
τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς
17
μέλλοντ’Ὀρέστην χερὸς ὑπ’Αἰγίσθου θανεῖν
18
Στροφίῳτ’ἔδωκε Φωκέων ἐς γῆν τρέφειν ·
19
δ’ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός,
20
ταύτην ἐπειδὴ θαλερὸς εἶχ’ἥβης χρόνος,
21
μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός.
22
δείσας δὲ μή τῳ παῖδ’ἀριστέων τέκοι
23
Ἀγαμέμνονος ποινάτορ’, εἶχεν ἐν δόμοις
24
Αἴγισθος οὐ δ’ἥρμοζε νυμφίῳ τινί.
25
ἐπεὶ δὲ καὶ τοῦτ’ἦν φόβου πολλοῦ πλέων,
26
μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι,
27
κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως
28
μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός.
29
ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχ’ὀλωλότα,
30
παίδων δ’ἔδεισε μὴ φθονηθείη φόνῳ.
31
ἐκ τῶνδε δὴ τοιόνδ’ἐμηχανήσατο
32
Αἴγισθος · ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς
33
Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφ’ὃς ἂν κτάνῃ,
34
ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν
35
δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο
36
γεγῶσιν οὐ δὴ τοῦτό γ’ἐξελέγχομαι ·
37
λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ
38
πένητες, ἔνθεν ηὑγένει’ἀπόλλυται
39
ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον.
40
εἰ γάρ νιν ἔσχεν ἀξίωμ’ἔχων ἀνήρ,
41
εὕδοντ’ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος
42
φόνον δίκητ’ἂν ἦλθεν Αἰγίσθῳ τότε.
43
ἣν οὔποθ’ἁνὴρ ὅδε σύνοιδέ μοι Κύπρις
44
ᾔσχυνεν εὐνῇ · παρθένος δ’ἔτ’ἐστὶ δή.
45
αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα
46
λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς.
47
στένω δὲ τὸν λόγοισι κηδεύοντ’ἐμοὶ
48
ἄθλιον Ὀρέστην, εἴ ποτ’εἰς Ἄργος μολὼν
49
γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται.
50
ὅστις δέ μ’εἶναί φησι μῶρον, εἰ λαβὼν
51
νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω,
52
γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος
53
τὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν.
Ηλεκτρα
Ηλ.
Ηλ.
54
νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ,
55
ἐν τόδ’ἄγγος τῷδ’ἐφεδρεῦον κάρᾳ
56
φέρουσα πηγὰς ποταμίας μετέρχομαι
57
οὐ δή τι χρείας ἐς τοσόνδ’ἀφιγμένη,
58
ἀλλ’ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς
59
γόουςτ’ἀφίημ’αἰθέρ’ἐς μέγαν πατρί.
60
γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή,
61
ἐξέβαλέ μ’οἴκων, χάριτα τιθεμένη πόσει ·
62
τεκοῦσα δ’ἄλλους παῖδας Αἰγίσθῳ πάρα
63
πάρεργ’Ὀρέστην κἀμὲ ποιεῖται δόμων
Αυτουργος
Αυ.
Αυ.
64
τί γὰρ τάδ’, δύστην’, ἐμὴν μοχθεῖς χάριν
65
πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη,
66
καὶ ταῦτ’ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι;
Ηλεκτρα
Ηλ.
Ηλ.
67
ἐγώ σ’ἴσον θεοῖσιν ἡγοῦμαι φίλον ·
68
ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς.
69
μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς
70
ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω.
71
δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω
72
μόχθου ’πικουφίζουσαν, ὡς ῥᾷον φέρῃς,
73
συνεκκομίζειν σοι πόνους. ἅλις δ’ἔχεις
74
τἄξωθεν ἔργα · τἀν δόμοις δ’ἡμᾶς χρεὼν
75
ἐξευτρεπίζειν. εἰσιόντι δ’ἐργάτῃ
76
θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς.
Αυτουργος
Αυ.
Αυ.
77
εἴ τοι δοκεῖ σοι, στεῖχε · καὶ γὰρ οὐ πρόσω
78
πηγαὶ μελάθρων τῶνδ’. ἐγὼ δ’ἅμ’ἡμέρᾳ
79
βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας.
80
ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα
81
βίον δύναιτ’ἂν ξυλλέγειν ἄνευ πόνου.
Ορεστης
Ορ.
Ορ.
82
Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ
83
πιστὸν νομίζω καὶ φίλον ξένοντ’ἐμοί ·
84
μόνος δ’Ὀρέστην τόνδ’ἐθαύμαζες φίλων,
85
πράσσονθ’ πράσσω δείν’ὑπ’Αἰγίσθου παθών,
86
ὅς μου κατέκτα πατέρα χἡ πανώλεθρος
87
μήτηρ. ἀφῖγμαι δ’ἐκ θεοῦ μυστηρίων
88
Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος,
89
φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ.
90
νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς
91
δάκρυάτ’ἔδωκα καὶ κόμης ἀπηρξάμην
92
πυρᾷτ’ἐπέσφαξ’αἷμα μηλείου φόνου,
93
λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς.
94
καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα,
95
δυοῖν δ’ἅμιλλαν ξυντιθεὶς ἀφικόμην
96
πρὸς τέρμονας γῆς τῆσδ’, ἵν’ἐκβάλω ποδὶ
97
ἄλλην ἐπ’αἶαν, εἴ μέ τις γνοίη σκοπῶν,
98
ζητῶντ’ἀδελφήν · φασὶ γάρ νιν ἐν γάμοις
99
ζευχθεῖσαν οἰκεῖν οὐ δὲ παρθένον μένειν ·
100
ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν
101
λαβὼν τά γ’εἴσω τειχέων σαφῶς μάθω.
102
νῦν οὖν ἕως γὰρ λευκὸν ὄμμ’ἀναίρεται
103
ἔξω τρίβου τοῦδ’ἴχνος ἀλλαξώμεθα.
104
γάρ τις ἀροτὴρ τις οἰκέτις γυνὴ
105
φανήσεται νῷν, ἥντιν’ἱστορήσομεν
106
εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή.
107
ἀλλ’ εἰσορῶ γὰρ τήνδε προσπόλον τινά,
108
πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳ
109
φέρουσαν ἑζώμεσθα κἀκπυθώμεθα
110
δούλης γυναικός, ἤν τι δεξώμεσθ’ἔπος
111
ἐφ’οἷσι, Πυλάδη, τήνδ’ἀφίγμεθα χθόνα.
Ηλεκτρα
Ηλ.
Ηλ.
112
σύντειν’ ὥρα ποδὸς ὁρμάν · ,
113
ἔμβα, ἔμβα κατακλαίουσα ·
114
ἰώ μοί μοι.
115
ἐγενόμαν Ἀγαμέμνονος
116
καί μ’ἔτεκεν Κλυταιμήστρα
117
στυγνὰ Τυνδάρεω κόρα,
118
κικλήσκουσι δέ μ’ἀθλίαν
119
Ἠλέκτραν πολιῆται.
120
φεῦ φεῦ σχετλίων πόνων
121
καὶ στυγερᾶς ζόας.
122
πάτερ, σὺ δ’ἐν Ἀΐδα
123
κεῖσαι, σᾶς ἀλόχου σφαγαῖς
124
Αἰγίσθουτ’, Ἀγάμεμνον.
125
ἴθι τὸν αὐτὸν ἔγειρε γόον,
126
ἄναγε πολύδακρυν ἁδονάν.
127
σύντειν’ ὥρα ποδὸς ὁρμάν · ,
128
ἔμβα, ἔμβα, κατακλαίουσα ·
129
ἰώ μοί μοι.
130
τίνα πόλιν, τίνα δ’οἶκον,
131
τλᾶμον σύγγον’, ἀλατεύεις
132
οἰκτρὰν ἐν θαλάμοις λιπὼν
133
πατρῴοις ἐπὶ συμφοραῖς
134
ἀλγίσταισιν ἀδελφάν;
135
ἔλθοις τῶνδε πόνων ἐμοὶ
136
τᾷ μελέᾳ λυτήρ,
137
Ζεῦ Ζεῦ, πατρίθ’αἱμάτων
138
ἐχθίστων ἐπίκουρος,
139
Ἄργει κέλσας πόδ’ἀλάταν.
140
θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς
141
ἑλοῦσ’, ἵνα πατρὶ γόους νυχίους
142
ἐπορθροβοάσω,
143
ἰαχάν, Ἀΐδα μέλος,
144
Ἀΐδα, πάτερ, σοι
145
κατὰ γᾶς ἐνέπω γόους οἷς ἀεὶ τὸ κατ’ἦμαρ
146
διέπομαι, κατὰ μὲν φίλαν
147
ὄνυχι τεμνομένα δέραν
148
χέρατε κρᾶτ’ἐπὶ κούριμον
149
τιθεμένα θανάτῳ σῷ.
150
αἶ αἶ, δρύπτε κάρα ·
151
οἷα δέ τις κύκνος ἀχέτας
152
ποταμίοις παρὰ χεύμασιν
153
πατέρα φίλτατον καλεῖ,
154
ὀλόμενον δολίοις βρόχων
155
ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον,
156
πάτερ, ἐγὼ κατακλαίομαι,
157
λουτρὰ πανύσταθ’ὑδρανάμενον χροῒ
158
κοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου.
159
ἰώ μοι, ἰώ μοι
160
πικρᾶς μὲν πελέκεως τομᾶς
161
σᾶς, πάτερ, πικρᾶς δ’ἐκ
162
Τροΐας ὁδίου βουλᾶς ·
163
οὐ μίτραισι γυνή σε
164
δέξατ’οὐ δ’ἐπὶ στεφάνοις,
165
ξίφεσι δ’ἀμφιτόμοις λυγρὰν Αἰγίσθου λώβαν θεμένα
166
δόλιον ἔσχεν ἀκοίταν.
Χορος
Χο.
Χο.
167
Ἀγαμέμνονος κόρα,
168
ἤλυθον, Ἠλέκτρα, ποτὶ
169
σὰν ἀγρότειραν αὐλάν.
170
ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ Μυκηναῖος ὀρειβάτας ·
171
ἀγγέλλει δ’ὅτι νῦν
172
τριταίαν καρύσσουσιν θυσίαν
173
Ἀργεῖοι, πᾶσαι δὲ παρ’
174
Ἥραν μέλλουσιν παρθενικαὶ στείχειν.
Ηλεκτρα
Ηλ.
Ηλ.
175
οὐκ ἐπ’ἀγλαΐαις, φίλαι,
176
θυμὸν οὐ δ’ἐπὶ χρυσέοις
177
ὅρμοις ἐκπεπόταμαι
178
τάλαιν’, οὐ δ’ἱστᾶσα χοροὺς
179
Ἀργείαις ἅμα νύμφαις
180
εἱλικτὸν κρούσω πόδ’ἐμόν.
181
δάκρυσι
182
νυχεύω, δακρύων δέ μοι μέλει
183
δειλαίᾳ τὸ κατ’ἦμαρ.
184
σκέψαι μου πιναρὰν κόμαν
185
καὶ τρύχη τάδ’ἐμῶν πέπλων,
186
εἰ πρέποντ’Ἀγαμέμνονος
187
κούρᾳ ’σται βασιλείᾳ
188
τᾷ Τροίᾳθ’, ’μοῦ πατέρος
189
μέμναταί ποθ’ἁλοῦσα.
Χορος
Χο.
Χο.
190
μεγάλα θεός · ἀλλ’ἴθι,
191
καὶ παρ’ἐμοῦ χρῆσαι
192
πολύπηνα φάρεα δῦναι,
193
χρύσεάτε χαρίσαι προσθήματ’ἀγλαΐας.
194
δοκεῖς τοῖσι σοῖς δακρύοις
195
μὴ τιμῶσα θεούς, κρατήσειν ἐχθρῶν; οὔτοι στοναχαῖς,
196
ἀλλ’εὐχαῖσι θεοὺς
197
σεβίζουσ’ἕξεις εὐαμερίαν, παῖ.
Ηλεκτρα
Ηλ.
Ηλ.
198
οὐδεὶς θεῶν ἐνοπᾶς κλύει
199
τᾶς δυσδαίμονος, οὐ
200
παλαιῶν πατρὸς σφαγιασμῶν.
201
οἴμοι τοῦ καταφθιμένου
202
τοῦτε ζῶντος ἀλάτα,
203
ὅς που γᾶν ἄλλαν κατέχει,
204
μέλεος
205
ἀλαίνων ποτὶ θῆσσαν ἑστίαν,
206
τοῦ κλεινοῦ πατρὸς ἐκφύς.
207
αὐτὰ δ’ἐν χερνῆσι δόμοις
208
ναίω ψυχὰν τακομένα
209
δωμάτων πατρίων φυγάς,
210
οὐρείας ἀν’ἐρίπνας.
211
μάτηρ δ’ἐν λέκτροις φονίοις
212
ἄλλῳ σύγγαμος οἰκεῖ.
Χορος
Χο.
Χο.
213
πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει
214
σῆς μητρὸς Ἑλένη σύγγονος δόμοιςτε σοῖς.
Ηλεκτρα
Ηλ.
Ηλ.
215
οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων.
216
ξένοι τινὲς παρ’οἶκον οἵδ’ἐφεστίους
217
εὐνὰς ἔχοντες ἐξανίστανται λόχου ·
218
φυγῇ σὺ μὲν κατ’οἶμον, ἐς δόμους δ’ἐγὼ
219
φῶτας κακούργους ἐξαλύξωμεν ποδί.
Ορεστης
Ορ.
Ορ.
220
μέν’, τάλαινα · μὴ τρέσῃς ἐμὴν χέρα.
Ηλεκτρα
Ηλ.
Ηλ.
221
Φοῖβ’Ἄπολλον · προσπίτνω σε μὴ θανεῖν.
Ορεστης
Ορ.
Ορ.
222
ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν.
Ηλεκτρα
Ηλ.
Ηλ.
223
ἄπελθε, μὴ ψαῦ’ὧν σε μὴ ψαύειν χρεών.
Ορεστης
Ορ.
Ορ.
224
οὐκ ἔσθ’ὅτου θίγοιμ’ἂν ἐνδικώτερον.
Ηλεκτρα
Ηλ.
Ηλ.
225
καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς;
Ορεστης
Ορ.
Ορ.
226
μείνασ’ἄκουσον, καὶ τάχ’οὐκ ἄλλως ἐρεῖς.
Ηλεκτρα
Ηλ.
Ηλ.
227
ἕστηκα · πάντως δ’εἰμὶ σή · κρείσσων γὰρ εἶ.
Ορεστης
Ορ.
Ορ.
228
ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους.
Ηλεκτρα
Ηλ.
Ηλ.
229
φίλτατ’, ἆρα ζῶντος τεθνηκότος;
Ορεστης
Ορ.
Ορ.
230
ζῇ · πρῶτα γάρ σοι τἀγάθ’ἀγγέλλειν θέλω.
Ηλεκτρα
Ηλ.
Ηλ.
231
εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων.
Ορεστης
Ορ.
Ορ.
232
κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν.
Ηλεκτρα
Ηλ.
Ηλ.
233
ποῦ γῆς τλήμων τλήμονας φυγὰς ἔχων;
Ορεστης
Ορ.
Ορ.
234
οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον.
Ηλεκτρα
Ηλ.
Ηλ.
235
οὔ που σπανίζων τοῦ καθ’ἡμέραν βίου;
Ορεστης
Ορ.
Ορ.
236
ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ.
Ηλεκτρα
Ηλ.
Ηλ.
237
λόγον δὲ δὴ τίν’ἦλθες ἐκ κείνου φέρων;
Ορεστης
Ορ.
Ορ.
238
εἰ ζῇς, ὅπωςτε ζῶσα συμφορᾶς ἔχεις.
Ηλεκτρα
Ηλ.
Ηλ.
239
οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας.
Ορεστης
Ορ.
Ορ.
240
λύπαις γε συντετηκός, ὥστε με στένειν.
Ηλεκτρα
Ηλ.
Ηλ.
241
καὶ κρᾶτα πλόκαμόντ’ἐσκυθισμένον ξυρῷ.
Ορεστης
Ορ.
Ορ.
242
δάκνει σ’ἀδελφὸς τε θανὼν ἴσως πατήρ.
Ηλεκτρα
Ηλ.
Ηλ.
243
οἴμοι, τί γάρ μοι τῶνδέ γ’ἐστὶ φίλτερον;
Ορεστης
Ορ.
Ορ.
244
φεῦ φεῦ · τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς;
Ηλεκτρα
Ηλ.
Ηλ.
245
ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος.
Ορεστης
Ορ.
Ορ.
246
ἐκ τοῦ δὲ ναίεις ἐνθάδ’ἄστεως ἑκάς;
Ηλεκτρα
Ηλ.
Ηλ.
247
ἐγημάμεσθ’, ξεῖνε, θανάσιμον γάμον.
Ορεστης
Ορ.
Ορ.
248
ᾤμωξ’ἀδελφὸν σόν. Μυκηναίων τίνι;
Ηλεκτρα
Ηλ.
Ηλ.
249
οὐχ πατήρ μ’ἤλπιζεν ἐκδώσειν ποτέ.
Ορεστης
Ορ.
Ορ.
250
εἴφ’, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω.
Ηλεκτρα
Ηλ.
Ηλ.
251
ἐν τοῖσδ’ἐκείνου τηλορὸς ναίω δόμοις.
Ορεστης
Ορ.
Ορ.
252
σκαφεύς τις βουφορβὸς ἄξιος δόμων.
Ηλεκτρα
Ηλ.
Ηλ.
253
πένης ἀνὴρ γενναῖος ἔςτ’ἔμ’εὐσεβής.
Ορεστης
Ορ.
Ορ.
254
δ’εὐσέβεια τίς πρόσεστι σῷ πόσει;
Ηλεκτρα
Ηλ.
Ηλ.
255
οὐπώποτ’εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν.
Ορεστης
Ορ.
Ορ.
256
ἅγνευμ’ἔχων τι θεῖον σ’ἀπαξιῶν;
Ηλεκτρα
Ηλ.
Ηλ.
257
γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.
Ορεστης
Ορ.
Ορ.
258
καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;
Ηλεκτρα
Ηλ.
Ηλ.
259
οὐ κύριον τὸν δόντα μ’ἡγεῖται, ξένε.
Ορεστης
Ορ.
Ορ.
260
ξυνῆκ’· Ὀρέστῃ μή ποτ’ἐκτείσῃ δίκην.
Ηλεκτρα
Ηλ.
Ηλ.
261
τοῦτ’αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ.
Ορεστης
Ορ.
Ορ.
262
φεῦ ·
263
γενναῖον ἄνδρ’ἔλεξας, εὖτε δραστέον.
Ηλεκτρα
Ηλ.
Ηλ.
264
εἰ δή ποθ’ἥξει γ’ἐς δόμους νῦν ἀπών.
Ορεστης
Ορ.
Ορ.
265
μήτηρ δέ σ’ τεκοῦσα ταῦτ’ἠνέσχετο;
Ηλεκτρα
Ηλ.
Ηλ.
265
γυναῖκες ἀνδρῶν, ξέν’, οὐ παίδων φίλαι.
Ορεστης
Ορ.
Ορ.
266
τίνος δέ σ’οὕνεχ’ὕβρισ’Αἴγισθος τάδε;
Ηλεκτρα
Ηλ.
Ηλ.
267
τεκεῖν μ’ἐβούλετ’ἀσθενῆ, τοιῷδε δούς.
Ορεστης
Ορ.
Ορ.
268
ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;
Ηλεκτρα
Ηλ.
Ηλ.
269
τοιαῦτ’ἐβούλευσ’· ὧν ἐμοὶ δοίη δίκην.
Ορεστης
Ορ.
Ορ.
270
οἶδεν δέ σ’οὖσαν παρθένον μητρὸς πόσις;
Ηλεκτρα
Ηλ.
Ηλ.
271
οὐκ οἶδε · σιγῇ τοῦθ’ὑφαιρούμεσθά νιν.
Ορεστης
Ορ.
Ορ.
272
αἵδ’οὖν φίλαι σοι τούσδ’ἀκούουσιν λόγους;
Ηλεκτρα
Ηλ.
Ηλ.
273
ὥστε στέγειν γε τἀμὰ καὶ σ’ἔπη καλῶς.
Ορεστης
Ορ.
Ορ.
274
τί δῆτ’Ὀρέστης πρὸς τόδ’, Ἄργος ἢν μόλῃ;
Ηλεκτρα
Ηλ.
Ηλ.
275
ἤρου τόδ’; αἰσχρόν γ’εἶπας · οὐ γὰρ νῦν ἀκμή;
Ορεστης
Ορ.
Ορ.
276
ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;
Ηλεκτρα
Ηλ.
Ηλ.
277
τολμῶν ὑπ’ἐχθρῶν οἷ’ἐτολμήθη πατήρ.
Ορεστης
Ορ.
Ορ.
278
καὶ μετ’αὐτοῦ μητέρ’ἂν τλαίης κτανεῖν;
Ηλεκτρα
Ηλ.
Ηλ.
279
ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο.
Ορεστης
Ορ.
Ορ.
280
λέγω τάδ’αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ;
Ηλεκτρα
Ηλ.
Ηλ.
281
θάνοιμι μητρὸς αἷμ’ἐπισφάξασ’ἐμῆς.
Ορεστης
Ορ.
Ορ.
282
φεῦ ·
283
εἴθ’ἦν Ὀρέστης πλησίον κλύων τάδε.
Ηλεκτρα
Ηλ.
Ηλ.
284
ἀλλ’, ξέν’, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.
Ορεστης
Ορ.
Ορ.
285
νέα γάρ, οὐδὲν θαῦμ’, ἀπεζεύχθης νέου.
Ηλεκτρα
Ηλ.
Ηλ.
285
εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων.
Ορεστης
Ορ.
Ορ.
286
ἆρ’ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;
Ηλεκτρα
Ηλ.
Ηλ.
287
πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.
Ορεστης
Ορ.
Ορ.
288
κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;
Ηλεκτρα
Ηλ.
Ηλ.
289
ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.
Ορεστης
Ορ.
Ορ.
290
οἴμοι, τόδ’οἷον εἶπας · αἴσθησις γὰρ οὖν
291
κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς.
292
λέξον δ’, ἵν’εἰδὼς σῷ κασιγνήτῳ φέρω
293
λόγους ἀτερπεῖς, ἀλλ’ἀναγκαίους κλύειν.
294
ἔνεστι δ’οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ,
295
σοφοῖσι δ’ἀνδρῶν · καὶ γὰρ οὐ δ’ἀζήμιον
296
γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.
Χορος
Χο.
Χο.
297
κἀγὼ τὸν αὐτὸν τῷδ’ἔρον ψυχῆς ἔχω.
298
πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ
299
οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν.
Ηλεκτρα
Ηλ.
Ηλ.
300
λέγοιμ’ἄν, εἰ χρή χρὴ δὲ πρὸς φίλον λέγειν
301
τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός.
302
ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε,
303
ἄγγελλ’Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά,
304
πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι,
305
πίνῳθ’ὅσῳ βέβριθ’, ὑπὸ στέγαισίτε
306
οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων,
307
αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους,
308
γυμνὸν ἕξω σῶμα κἀστερήσομαι,
309
αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη,
310
ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη.
311
ἀναίνομαι γυναῖκας οὖσα παρθένος,
312
ἀναίνομαι δὲ Κάστορ’, πρὶν ἐς θεοὺς
313
ἐλθεῖν ἔμ’ἐμνήστευον, οὖσαν ἐγγενῆ.
314
μήτηρ δ’ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν
315
θρόνῳ κάθηται, πρὸς δ’ἕδραισιν Ἀσίδες
316
δμωαὶ στατίζουσ’, ἃς ἔπερσ’ἐμὸς πατήρ,
317
Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι
318
πόρπαισιν. αἷμα δ’ἔτι πατρὸς κατὰ στέγας
319
μέλαν σέσηπεν, ὃς δ’ἐκεῖνον ἔκτανεν,
320
ἐς ταὐτὰ βαίνων ἅρματ’ἐκφοιτᾷ πατρί,
321
καὶ σκῆπτρ’ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει
322
μιαιφόνοισι χερσὶ γαυροῦται λαβών.
323
Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος
324
οὔπω χοάς ποτ’οὐ δὲ κλῶνα μυρσίνης
325
ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων.
326
μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις
327
κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ
328
πέτροιςτε λεύει μνῆμα λάινον πατρός,
329
καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν ·
330
ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶς
331
παρὼν ἀμύνει; ταῦτ’ἀπὼν ὑβρίζεται.
332
ἀλλ’, ξέν’, ἱκετεύω σ’, ἀπάγγειλον τάδε.
333
πολλοὶ δ’ἐπιστέλλουσιν, ἑρμηνεὺς δ’ἐγώ,
334
αἱ χεῖρες γλῶσσ’ ταλαίπωρόςτε φρήν,
335
κάρατ’ἐμὸν ξυρῆκες, τ’ἐκεῖνον τεκών.
336
αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας,
337
δ’ἄνδρ’ἕν’εἷς ὢν οὐ δυνήσεται κτανεῖν,
338
νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός.
Χορος
Χο.
Χο.
339
καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν,
340
λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον.
Αυτουργος
Αυ.
Αυ.
341
ἔα · τίνας τούσδ’ἐν πύλαις ὁρῶ ξένους;
342
τίνος δ’ἕκατι τάσδ’ἐπ’ἀγραύλους πύλας
343
προσῆλθον; ’μοῦ δεόμενοι; γυναικί τοι
344
αἰσχρὸν μετ’ἀνδρῶν ἑστάναι νεανιῶν.
Ηλεκτρα
Ηλ.
Ηλ.
345
φίλτατ’, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί ·
346
τὸν ὄντα δ’εἴσῃ μῦθον · οἵδε γὰρ ξένοι
347
ἥκουσ’Ὀρέστου πρός με κήρυκες λόγων.
348
ἀλλ’, ξένοι, σύγγνωτε τοῖς εἰρημένοις.
Αυτουργος
Αυ.
Αυ.
349
τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος;
Ηλεκτρα
Ηλ.
Ηλ.
350
ἔστιν λόγῳ γοῦν, φασὶ δ’οὐκ ἄπιστ’ἐμοί.
Αυτουργος
Αυ.
Αυ.
351
καί τι πατρὸς σῶντε μέμνηται κακῶν;
Ηλεκτρα
Ηλ.
Ηλ.
352
ἐν ἐλπίσιν ταῦτ’· ἀσθενὴς φεύγων ἀνήρ.
Αυτουργος
Αυ.
Αυ.
353
ἦλθον δ’Ὀρέστου τίν’ἀγορεύοντες λόγον;
Ηλεκτρα
Ηλ.
Ηλ.
354
σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν.
Αυτουργος
Αυ.
Αυ.
355
οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις.
Ηλεκτρα
Ηλ.
Ηλ.
356
ἴσασιν, οὐδὲν τῶνδ’ἔχουσιν ἐνδεές.
Αυτουργος
Αυ.
Αυ.
357
οὐκοῦν πάλαι χρῆν τοῖσδ’ἀνεπτύχθαι πύλας;
358
χωρεῖτ’ἐς οἴκους · ἀντὶ γὰρ χρηστῶν λόγων
359
ξενίων κυρήσεθ’, οἷ’ἐμὸς κεύθει δόμος.
360
αἴρεσθ’, ὀπαδοί, τῶνδ’ἔσω τεύχη δόμων.
361
καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι
362
μολόντες ἀνδρός · καὶ γὰρ εἰ πένης ἔφυν,
363
οὔτοι τό γ’ἦθος δυσγενὲς παρέξομαι.
Ορεστης
Ορ.
Ορ.
364
πρὸς θεῶν, ὅδ’ἁνὴρ ὃς συνεκκλέπτει γάμους
365
τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων;
Ηλεκτρα
Ηλ.
Ηλ.
366
οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας.
Ορεστης
Ορ.
Ορ.
367
φεῦ ·
368
οὐκ ἔστ’ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν ·
369
ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν.
370
ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς τὸ μηδὲν ὄντα, χρηστάτ’ἐκ κακῶν τέκνα,
371
λιμόντ’ἐν ἀνδρὸς πλουσίου φρονήματι,
372
γνώμηντε μεγάλην ἐν πένητι σώματι.
373
πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ;
374
πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ.
375
τοῖς ἔχουσι μηδέν; ἀλλ’ἔχει νόσον
376
πενία, διδάσκει δ’ἄνδρα τῇ χρείᾳ κακόν.
377
ἀλλ’εἰς ὅπλ’ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπων
378
μάρτυς γένοιτ’ἂν ὅστις ἐστὶν ἁγαθός;
379
κράτιστον εἰκῇ ταῦτ’ἐᾶν ἀφειμένα.
380
οὗτος γὰρ ἁνὴρ οὔτ’ἐν Ἀργείοις μέγας
381
οὔτ’αὖ δοκήσει δωμάτων ὠγκωμένος,
382
ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη.
383
οὐ μὴ ἀφρονήσεθ’, οἳ κενῶν δοξασμάτων
384
πλήρεις πλανᾶσθε, τῇ δ’ὁμιλίᾳ βροτοὺς
385
κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς;
386
οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ
387
καὶ δώμαθ’· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν
388
ἀγάλματ’ἀγορᾶς εἰσιν. οὐ δὲ γὰρ δόρυ
389
μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει ·
390
ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ.
391
ἀλλ’ ἄξιος γὰρ τε παρὼν τ’οὐ παρὼν
392
Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχ’ἥκομεν
393
δεξώμεθ’οἴκων καταλύσεις. χωρεῖν χρεών,
394
δμῶες, δόμων τῶνδ’ἐντός. ὡς ἐμοὶ πένης
395
εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.
396
αἰνῶ μὲν οὖν τοῦδ’ἀνδρὸς ἐσδοχὰς δόμων,
397
ἐβουλόμην δ’ἄν, εἰ κασίγνητός με σὸς
398
ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.
399
ἴσως δ’ἂν ἔλθοι · Λοξίου γὰρ ἔμπεδοι
400
χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.
Χορος
Χο.
Χο.
401
νῦν πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ
402
θερμαινόμεσθα καρδίαν · ἴσως γὰρ ἂν
403
μόλις προβαίνουσ’ τύχη σταίη καλῶς.
Ηλεκτρα
Ηλ.
Ηλ.
404
τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν
405
τί τούσδ’ἐδέξω μείζονας σαυτοῦ ξένους;
Αυτουργος
Αυ.
Αυ.
406
τί δ’; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς,
407
οὐκ ἔντε μικροῖς ἔντε μὴ στέρξουσ’ὁμῶς;
Ηλεκτρα
Ηλ.
Ηλ.
408
ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν,
409
ἔλθ’ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός,
410
ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους
411
τέμνοντα γαίας Σπαρτιάτιδόςτε γῆς
412
ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος ·
413
κέλευε δ’αὐτὸν τῶνδ’ ἐμοὐσαφιγμένων
414
ἐλθεῖν, ξένωντ’ἐς δαῖτα πορσῦναί τινα.
415
ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς,
416
ζῶντ’εἰσακούσας παῖδ’ὃν ἐκσῴζει ποτέ.
417
οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα
418
λάβοιμεν ἄν τι · πικρὰ δ’ἀγγείλαιμεν ἄν,
419
εἰ ζῶντ’Ὀρέστην τάλαιν’αἴσθοιτ’ἔτι.
Αυτουργος
Αυ.
Αυ.
420
ἀλλ’, εἰ δοκεῖ σοι, τούσδ’ἀπαγγελῶ λόγους
421
γέροντι · χώρει δ’ἐς δόμους ὅσον τάχος
422
καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ
423
χρῄζουσ’ἂν εὕροι δαιτὶ προσφορήματα.
424
ἔστιν δὲ δὴ τοσαῦτά γ’ἐν δόμοις ἔτι,
425
ὥσθ’ἕν γ’ἐπ’ἦμαρ τούσδε πληρῶσαι βορᾶς.
426
ἐν τοῖς τοιούτοις δ’ἡνίκ’ἂν γνώμης πέσω,
427
σκοπῶ τὰ χρήμαθ’ὡς ἔχει μέγα σθένος,
428
ξένοιςτε δοῦναι σῶμάτ’ἐς νόσους πεσὸν
429
δαπάναισι σῷσαι · τῆς δ’ἐφ’ἡμέραν βορᾶς
430
ἐς σμικρὸν ἥκει · πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ
431
πλούσιόςτε χὡ πένης ἴσον φέρει.
Χορος
Χο.
Χο.
432
κλειναὶ νᾶες, αἵ ποτ’ἔβατε Τροίαν
433
τοῖς ἀμετρήτοις ἐρετμοῖς
434
πέμπουσαι χοροὺς μετὰ Νηρῄδων,
435
ἵν’ φίλαυλος ἔπαλλε
436
δελφὶς πρῴραις
437
κυανεμβόλοισιν εἱλισσόμενος,
438
πορεύων τὸν τᾶς Θέτιδος
439
κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ
440
σὺν Ἀγαμέμνονι Τρωίας
441
ἐπὶ Σιμουντίδας ἀκτάς.
442
Νηρῇδες δ’Εὐβοῖδας ἄκρας λιποῦσαι
443
μόχθους ἀσπιστὰς ἀκμόνων
444
Ἡφαίστου χρυσέων ἔφερον τευχέων,
445
ἀνάτε Πήλιον ἀνάτε
446
πρυμνὰς Ὄσσας ἱερᾶς νάπας
447
Νυμφαίας σκοπιὰς
448
κόρας μάτευσ’, ἔνθα πατὴρ
449
ἱππότας τρέφεν Ἑλλάδι φῶς
450
Θέτιδος εἰνάλιον γόνον
451
ταχύπορον πόδ’Ἀτρείδαις.
452
Ἰλιόθεν δ’ἔκλυόν τινος ἐν λιμέσιν
453
Ναυπλίοισι βεβῶτος
454
τᾶς σᾶς, Θέτιδος παῖ,
455
κλεινᾶς ἀσπίδος ἐν κύκλῳ
456
τοιάδε σήματα, δείματα
457
Φρύγια, τετύχθαι ·
458
περιδρόμῳ μὲν ἴτυος ἕδρᾳ
459
Περσέα λαιμοτόμαν ὑπὲρ
460
ἁλὸς ποτανοῖσι
461
πεδίλοισι φυὰν Γοργόνος
462
ἴσχειν, Διὸς ἀγγέλῳ σὺν
463
Ἑρμᾷ, τῷ
463b
Μαίας ἀγροτῆρι κούρῳ ·
464
ἐν δὲ μέσῳ κατέλαμπε σάκει φαέθων
465
κύκλος ἀελίοιο
466
ἵπποις ἂμ πτεροέσσαις
467
ἄστρωντ’αἰθέριοι χοροί,
468
Πλειάδες, Ὑάδες, Ἕκτορος
469
ὄμμασι τροπαῖοι ·
470
ἐπὶ δὲ χρυσοτύπῳ κράνει
471
Σφίγγες ὄνυξιν ἀοίδιμον
472
ἄγραν φέρουσαι ·
473
περιπλεύρῳ δὲ κύτει πύρπνοος
474
ἔσπευδε δρόμῳ λέαινα
475
χαλαῖς Πειρηναῖον ὁρῶσα πῶλον.
476
ἄορι δ’ἐν φονίῳ τετραβάμονες ἵπποι
477
ἔπαλλον, κελαινὰ δ’ἀμφὶ νῶθ’ἵετο κόνις.
479
τοιῶνδ’ἄνακτα δοριπόνων
480
ἔκανεν ἀνδρῶν, Τυνδαρίς,
481
σὰ λέχεα, κακόφρων κούρα.
483
τοιγάρ σέ ποτ’οὐρανίδαι
484
πέμψουσιν θανάτοις · σὰν
485
ἔτ’ἔτι φόνιον ὑπὸ δέραν
486
ὄψομαι αἷμα χυθὲν σιδάρῳ.
Πρεσβυς
Πρ.
Πρ.
487
ποῦ ποῦ νεᾶνις πότνι’ἐμὴ δέσποινάτε,
488
Ἀγαμέμνονος παῖς, ὅν ποτ’ἐξέθρεψ’ἐγώ;
489
ὡς πρόσβασιν τῶνδ’ὀρθίαν οἴκων ἔχει
490
ῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί.
491
ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον
492
διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ.
493
θύγατερ ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ
494
ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων
495
ποίμνης νεογνὸν θρέμμ’ὑποσπάσας τόδε
496
στεφάνουςτε τευχέωντ’ἐξελὼν τυρεύματα,
497
παλαιόντε θησαύρισμα Διονύσου τόδε
498
ὀσμῇ κατῆρες, μικρόν, ἀλλ’ἐπεσβαλεῖν
499
ἡδὺ σκύφον τοῦδ’ἀσθενεστέρῳ ποτῷ.
500
ἴτω φέρων τις τοῖς ξένοις τάδ’ἐς δόμους ·
501
ἐγὼ δὲ τρύχει τῷδ’ἐμῶν πέπλων κόρας
502
δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω.
Ηλεκτρα
Ηλ.
Ηλ.
503
τί δ’, γεραιέ, διάβροχον τόδ’ὄμμ’ἔχεις;
504
μῶν τἀμὰ διὰ χρόνου σ’ἀνέμνησεν κακά;
505
τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις
506
καὶ πατέρα τὸν ἐμόν, ὅν ποτ’ἐν χεροῖν ἔχων
507
ἀνόνητ’ἔθρεψας σοίτε καὶ τοῖς σοῖς φίλοις;
Πρεσβυς
Πρ.
Πρ.
508
ἀνόνηθ’· ὅμως δ’οὖν τοῦτό γ’οὐκ ἠνεσχόμην.
509
ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργ’ὁδοῦ
510
καὶ προσπεσὼν ἔκλαυσ’ἐρημίας τυχών,
511
σπονδάςτε, λύσας ἀσκὸν ὃν φέρω ξένοις,
512
ἔσπεισα, τύμβῳ δ’ἀμφέθηκα μυρσίνας.
513
πυρᾶς δ’ἐπ’αὐτῆς οἶν μελάγχιμον πόκῳ
514
σφάγιον ἐσεῖδον αἷμάτ’οὐ πάλαι χυθὲν
515
ξανθῆςτε χαίτης βοστρύχους κεκαρμένους.
516
κἀθαύμασ’, παῖ, τίς ποτ’ἀνθρώπων ἔτλη
517
πρὸς τύμβον ἐλθεῖν · οὐ γὰρ Ἀργείων γέ τις.
518
ἀλλ’ἦλθ’ἴσως που σὸς κασίγνητος λάθρᾳ,
519
μολὼν δ’ἐθαύμασ’ἄθλιον τύμβον πατρός.
520
σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ,
521
εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός ·
522
φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν πατρός,
523
τὰ πόλλ’ὅμοια σώματος πεφυκέναι.
Ηλεκτρα
Ηλ.
Ηλ.
524
οὐκ ἄξι’ἀνδρός, γέρον, σοφοῦ λέγεις,
525
εἰ κρυπτὸν ἐς γῆν τήνδ’ἂν Αἰγίσθου φόβῳ
526
δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.
527
ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος,
528
μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς,
529
δὲ κτενισμοῖς θῆλυς; ἀλλ’ἀμήχανον.
530
πολλοῖς δ’ἂν εὕροις βοστρύχους ὁμοπτέρους
531
καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον.
Πρεσβυς
Πρ.
Πρ.
532
σὺ δ’εἰς ἴχνος βᾶσ’ἀρβύλης σκέψαι βάσιν
533
εἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον.
Ηλεκτρα
Ηλ.
Ηλ.
534
πῶς δ’ἂν γένοιτ’ἂν ἐν κραταιλέῳ πέδῳ
535
γαίας ποδῶν ἔκμακτρον; εἰ δ’ἔστιν τόδε,
536
δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτ’ἴσος
537
ἀνδρόςτε καὶ γυναικός, ἀλλ’ἅρσην κρατεῖ.
Πρεσβυς
Πρ.
Πρ.
538
οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών,
539
[…]
540
κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς, ἐν ποτ’αὐτὸν ἐξέκλεψα μὴ θανεῖν;
Ηλεκτρα
Ηλ.
Ηλ.
541
οὐκ οἶσθ’, Ὀρέστης ἡνίκ’ἐκπίπτει χθονός,
542
νέαν μ’ἔτ’οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους,
543
πῶς ἂν τότ’ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη,
544
εἰ μὴ ξυναύξοινθ’οἱ πέπλοι τῷ σώματι;
545
ἀλλ’ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος
546
ἐκείρατ’, τῆσδε σκοποὺς λαβὼν χθονὸς
Πρεσβυς
Πρ.
Πρ.
547
οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν
548
αὐτοὺς ἐρέσθαι σοῦ κασιγνήτου πέρι.
Ηλεκτρα
Ηλ.
Ηλ.
549
οἵδ’ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί.
Πρεσβυς
Πρ.
Πρ.
550
ἀλλ’εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε ·
551
πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί.
552
ὅμως δέ. χαίρειν τοὺς ξένους προσεννέπω.
Ορεστης
Ορ.
Ορ.
553
χαῖρ’, γεραιέ. τοῦ ποτ’, Ἠλέκτρα, τόδε
554
παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ;
Ηλεκτρα
Ηλ.
Ηλ.
555
οὗτος τὸν ἁμὸν πατέρ’ἔθρεψεν, ξένε.
Ορεστης
Ορ.
Ορ.
556
τί φῄς; ὅδ’ὃς σὸν ἐξέκλεψε σύγγονον;
Ηλεκτρα
Ηλ.
Ηλ.
557
ὅδ’ἔσθ’ σώσας κεῖνον, εἴπερ ἔστ’ἔτι.
Ορεστης
Ορ.
Ορ.
558
ἔα ·
559
τί μ’ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν
560
λαμπρὸν χαρακτῆρ’; προσεικάζει μέ τῳ;
Ηλεκτρα
Ηλ.
Ηλ.
560
ἴσως Ὀρέστου σ’ἥλιχ’ἥδεται βλέπων.
Ορεστης
Ορ.
Ορ.
561
φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα;
Ηλεκτρα
Ηλ.
Ηλ.
562
καὐτὴ τόδ’εἰσορῶσα θαυμάζω, ξένε.
Πρεσβυς
Πρ.
Πρ.
563
πότνι’, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς.
Ηλεκτρα
Ηλ.
Ηλ.
564
τί τῶν ἀπόντων τί τῶν ὄντων πέρι;
Πρεσβυς
Πρ.
Πρ.
565
λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός.
Ηλεκτρα
Ηλ.
Ηλ.
566
ἰδού · καλῶ θεούς. τί δὴ λέγεις, γέρον;
Πρεσβυς
Πρ.
Πρ.
567
βλέψον νυν ἐς τόνδ’, τέκνον, τὸν φίλτατον.
Ηλεκτρα
Ηλ.
Ηλ.
568
πάλαι δέδορκα, μὴ σύ γ’οὐκέτ’εὖ φρονῇς.
Πρεσβυς
Πρ.
Πρ.
569
οὐκ εὖ φρονῶ ’γὼ σὸν κασίγνητον βλέπων;
Ηλεκτρα
Ηλ.
Ηλ.
570
πῶς εἶπας, γεραί’, ἀνέλπιστον λόγον;
Πρεσβυς
Πρ.
Πρ.
571
ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος.
Ηλεκτρα
Ηλ.
Ηλ.
572
ποῖον χαρακτῆρ’εἰσιδών, πείσομαι;
Πρεσβυς
Πρ.
Πρ.
573
οὐλὴν παρ’ὀφρύν, ἥν ποτ’ἐν πατρὸς δόμοις
574
νεβρὸν διώκων σοῦ μέθ’ᾑμάχθη πεσών.
Ηλεκτρα
Ηλ.
Ηλ.
575
πῶς φῄς; ὁρῶ μὲν πτώματος τεκμήριον.
Πρεσβυς
Πρ.
Πρ.
576
ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις;
Ηλεκτρα
Ηλ.
Ηλ.
577
ἀλλ’οὐκέτ’, γεραιέ · συμβόλοισι γὰρ
578
τοῖς σοῖς πέπεισμαι θυμόν. χρόνῳ φανείς,
579
ἔχω σ’ἀέλπτως
Ορεστης
Ορ.
Ορ.
579b
κἀξ ἐμοῦ γ’ἔχῃ χρόνῳ.
Ηλεκτρα
Ηλ.
Ηλ.
580
οὐδέποτε δόξασα.
Ορεστης
Ορ.
Ορ.
580b
οὐ δ’ἐγὼ γὰρ ἤλπισα.
Ηλεκτρα
Ηλ.
Ηλ.
581
ἐκεῖνος εἶ σύ;
Ορεστης
Ορ.
Ορ.
581b
σύμμαχός γέ σοι μόνος.
582
ἢν δ’ἀνσπάσωμαί γ’ὃν μετέρχομαι βόλον
583
πέποιθα δ’· χρὴ μηκέθ’ἡγεῖσθαι θεούς,
584
εἰ τἄδικ’ἔσται τῆς δίκης ὑπέρτερα.
Χορος
Χο.
Χο.
585
ἔμολες ἔμολες, , χρόνιος ἁμέρα,
586
κατέλαμψας, ἔδειξας ἐμφανῆ
587
πόλει πυρσόν, ὃς παλαιᾷ φυγᾷ
588
πατρίων ἀπὸ δωμάτων τάλας
589
ἀλαίνων ἔβα.
590
θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει
591
νίκαν, φίλα.
592
ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς
593
ἐς θεούς, τύχᾳ σοι τύχᾳ
595
κασίγνητον ἐμβατεῦσαι πόλιν.
Ορεστης
Ορ.
Ορ.
596
εἶεν · φίλας μὲν ἡδονὰς ἀσπασμάτων
597
ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν.
598
σὺ δ’, γεραιέ καίριος γὰρ ἤλυθες
599
λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός;
600
601
ἔστιν τί μοι κατ’Ἄργος εὐμενὲς φίλων;
602
πάντ’ἀνεσκευάσμεθ’, ὥσπερ αἱ τύχαι;
603
τῷ ξυγγένωμαι; νύχιος καθ’ἡμέραν;
604
ποίαν ὁδὸν τραπώμεθ’εἰς ἐχθροὺς ἐμούς;
Πρεσβυς
Πρ.
Πρ.
605
τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.
606
εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε,
607
κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.
608
σὺ δ’ ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις
609
οὐ δ’ἐλλέλοιπας ἐλπίδ’ ἴσθι μου κλύων,
610
ἐν χειρὶ τῇ σῇ πάντ’ἔχεις καὶ τῇ τύχῃ,
611
πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.
Ορεστης
Ορ.
Ορ.
612
τί δῆτα δρῶντες τοῦδ’ἂν ἐξικοίμεθα;
Πρεσβυς
Πρ.
Πρ.
613
κτανὼν Θυέστου παῖδα σήντε μητέρα.
Ορεστης
Ορ.
Ορ.
614
ἥκω ’πὶ τόνδε στέφανον · ἀλλὰ πῶς λάβω;
Πρεσβυς
Πρ.
Πρ.
615
τειχέων μὲν ἐλθὼν ἐντὸς οὐ δ’ἂν εἰ θέλοις.
Ορεστης
Ορ.
Ορ.
616
φρουραῖς κέκασται δεξιαῖςτε δορυφόρων;
Πρεσβυς
Πρ.
Πρ.
617
ἔγνως · φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.
Ορεστης
Ορ.
Ορ.
618
εἶεν · σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.
Πρεσβυς
Πρ.
Πρ.
619
κἀμοῦ γ’ἄκουσον · ἄρτι γάρ μ’ἐσῆλθέ τι.
Ορεστης
Ορ.
Ορ.
620
ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δ’ἐγώ.
Πρεσβυς
Πρ.
Πρ.
621
Αἴγισθον εἶδον, ἡνίχ’εἷρπον ἐνθάδε.
Ορεστης
Ορ.
Ορ.
622
προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;
Πρεσβυς
Πρ.
Πρ.
623
ἀγρῶν πέλας τῶνδ’ἱπποφορβίων ἔπι.
Ορεστης
Ορ.
Ορ.
624
τί δρῶνθ’; ὁρῶ γὰρ ἐλπίδ’ἐξ ἀμηχάνων.
Πρεσβυς
Πρ.
Πρ.
625
νύμφαις ἐπόρσυν’ἔροτιν, ὡς ἔδοξέ μοι.
Ορεστης
Ορ.
Ορ.
626
τροφεῖα παίδων πρὸ μέλλοντος τόκου;
Πρεσβυς
Πρ.
Πρ.
627
οὐκ οἶδα πλὴν ἕν · βουσφαγεῖν ὡπλίζετο.
Ορεστης
Ορ.
Ορ.
628
πόσων μετ’ἀνδρῶν; μόνος δμώων μέτα;
Πρεσβυς
Πρ.
Πρ.
629
οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.
Ορεστης
Ορ.
Ορ.
630
οὔ πού τις ὅστις γνωριεῖ μ’ἰδών, γέρον;
Πρεσβυς
Πρ.
Πρ.
631
δμῶες μέν εἰσιν, οἳ σέ γ’οὐκ εἶδόν ποτε.
Ορεστης
Ορ.
Ορ.
632
ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;
Πρεσβυς
Πρ.
Πρ.
633
δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.
Ορεστης
Ορ.
Ορ.
634
πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ;
Πρεσβυς
Πρ.
Πρ.
635
στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.
Ορεστης
Ορ.
Ορ.
636
ὁδὸν παρ’αὐτήν, ὡς ἔοικ’, ἀγροὺς ἔχει;
Πρεσβυς
Πρ.
Πρ.
637
ὅθεν γ’ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.
Ορεστης
Ορ.
Ορ.
638
πικρόν γε συνθοινάτορ’, ἢν θεὸς θέλῃ.
Πρεσβυς
Πρ.
Πρ.
639
τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.
Ορεστης
Ορ.
Ορ.
640
καλῶς ἔλεξας. τεκοῦσα δ’ἐστὶ ποῦ;
Πρεσβυς
Πρ.
Πρ.
641
Ἄργει · παρέσται δ’οὖν πόσει θοίνην ἔπι.
Ορεστης
Ορ.
Ορ.
642
τί δ’οὐχ ἅμ’ἐξωρμᾶτ’ἐμὴ μήτηρ πόσει;
Πρεσβυς
Πρ.
Πρ.
643
ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.
Ορεστης
Ορ.
Ορ.
644
ξυνῆχ’· ὕποπτος οὖσα γιγνώσκει πόλει.
Πρεσβυς
Πρ.
Πρ.
645
τοιαῦτα · μισεῖται γὰρ ἀνόσιος γυνή.
Ορεστης
Ορ.
Ορ.
646
πῶς οὖν ἐκείνην τόνδετ’ἐν ταὐτῷ κτενῶ;
Ηλεκτρα
Ηλ.
Ηλ.
647
ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι.
Ορεστης
Ορ.
Ορ.
648
καὶ μὴν ἐκεῖνά γ’ τύχη θήσει καλῶς.
Ηλεκτρα
Ηλ.
Ηλ.
649
ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε.
Πρεσβυς
Πρ.
Πρ.
650
ἔσται τάδ’· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον;
Ηλεκτρα
Ηλ.
Ηλ.
651
λέγ’, γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών ·
652
λεχώ μ’ἀπάγγελλ’οὖσαν ἄρσενος τόκῳ.
Πρεσβυς
Πρ.
Πρ.
653
πότερα πάλαι τεκοῦσαν νεωστὶ δή;
Ηλεκτρα
Ηλ.
Ηλ.
654
δέχ’ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ.
Πρεσβυς
Πρ.
Πρ.
655
καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον;
Ηλεκτρα
Ηλ.
Ηλ.
656
ἥξει κλύουσα λόχιά μου νοσήματα.
Πρεσβυς
Πρ.
Πρ.
657
πόθεν; τί δ’αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον;
Ηλεκτρα
Ηλ.
Ηλ.
658
ναί · καὶ δακρύσει γ’ἀξίωμ’ἐμῶν τόκων.
Πρεσβυς
Πρ.
Πρ.
659
ἴσως · πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε.
Ηλεκτρα
Ηλ.
Ηλ.
660
ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται.
Πρεσβυς
Πρ.
Πρ.
661
καὶ μὴν ἐπ’αὐτάς γ’εἶσι σῶν δόμων πύλας.
Ηλεκτρα
Ηλ.
Ηλ.
662
οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τόδε;
Πρεσβυς
Πρ.
Πρ.
663
εἰ γὰρ θάνοιμι τοῦτ’ἰδὼν ἐγώ ποτε.
Ηλεκτρα
Ηλ.
Ηλ.
664
πρώτιστα μέν νυν τῷδ’ὑφήγησαι, γέρον
Πρεσβυς
Πρ.
Πρ.
665
Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς;
Ηλεκτρα
Ηλ.
Ηλ.
666
ἔπειτ’ἀπαντῶν μητρὶ τἀπ’ἐμοῦ φράσον.
Πρεσβυς
Πρ.
Πρ.
667
ὥστ’αὐτά γ’ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν.
Ηλεκτρα
Ηλ.
Ηλ.
668
σὸν ἔργον ἤδη · πρόσθεν εἴληχας φόνου.
Ορεστης
Ορ.
Ορ.
669
στείχοιμ’ἄν, εἴ τις ἡγεμὼν γίγνοιθ’ὁδοῦ.
Πρεσβυς
Πρ.
Πρ.
670
καὶ μὴν ἐγὼ πέμποιμ’ἂν οὐκ ἀκουσίως.
Ορεστης
Ορ.
Ορ.
671
Ζεῦ Πατρῷε, καὶ Τροπαῖ’ἐχθρῶν γενοῦ
Ηλεκτρα
Ηλ.
Ηλ.
672
οἴκτιρέθ’ἡμᾶς · οἰκτρὰ γὰρ πεπόνθαμεν
Πρεσβυς
Πρ.
Πρ.
673
οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους.
Ηλεκτρα
Ηλ.
Ηλ.
674
Ἥρατε, βωμῶν Μυκηναίων κρατεῖς
Ορεστης
Ορ.
Ορ.
675
νίκην δὸς ἡμῖν, εἰ δίκαι’αἰτούμεθα.
Πρεσβυς
Πρ.
Πρ.
676
δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην.
Ορεστης
Ορ.
Ορ.
677
σύτ’, κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ
Ηλεκτρα
Ηλ.
Ηλ.
678
καὶ Γαῖ’ἄνασσα, χεῖρας δίδωμ’ἐμὰς
Πρεσβυς
Πρ.
Πρ.
679
ἄμυν’ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις.
Ορεστης
Ορ.
Ορ.
680
νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών.
Ηλεκτρα
Ηλ.
Ηλ.
681
οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ
Πρεσβυς
Πρ.
Πρ.
683
χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας.
Ηλεκτρα
Ηλ.
Ηλ.
682
ἤκουσας, δείν’ἐξ ἐμῆς μητρὸς παθών;
Πρεσβυς
Πρ.
Πρ.
684
πάντ’, οἶδ’, ἀκούει τάδε πατήρ · στείχειν δ’ἀκμή.
Ηλεκτρα
Ηλ.
Ηλ.
685
καί σοι προφωνῶ πρὸς τάδ’Αἴγισθον θανεῖν ·
686
ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ,
687
τέθνηκα κἀγώ, μη δέ με ζῶσαν λέγε ·
688
παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει.
689
δόμων ἔσω βᾶσ’εὐτρεπὲς ποήσομαι.
690
ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν,
691
ὀλολύξεται πᾶν δῶμα · θνῄσκοντος δέ σου
692
τἀναντί’ἔσται τῶνδε · ταῦτά σοι λέγω.
Ορεστης
Ορ.
Ορ.
693
πάντ’οἶδα.
Ηλεκτρα
Ηλ.
Ηλ.
693b
πρὸς τάδ’ἄνδρα γίγνεσθαί σε χρή.
694
ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε
695
κραυγὴν ἀγῶνος τοῦδε · φρουρήσω δ’ἐγὼ
696
πρόχειρον ἔγχος χειρὶ βαστάζουσ’ἐμῇ.
697
οὐ γάρ ποτ’ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη
698
δίκην ὑφέξω, σῶμ’ἐμὸν καθυβρίσαι.
Χορος
Χο.
Χο.
699
ἀταλᾶς ὑπὸ ματρὸς ἄρν’
700
Ἀργείων ὀρέων ποτὲ κληδὼν ἐν
701
πολιαῖσι μένει φήμαις
702
εὐαρμόστοις ἐν καλάμοις
703
Πᾶνα μοῦσαν ἡδύθροον
704
πνέοντ’, ἀγρῶν ταμίαν,
705
χρυσέαν καλλιπλόκαμον
706
πορεῦσαι. πετρίνοις δ’
707
ἐπιστὰς κᾶρυξ ἰάχει βάθροις ·
708
ἀγορὰν ἀγοράν,
709
Μυκηναῖοι, στείχετε μακαρίων
710
ὀψόμενοι τυράννων
711
φάσματα δείματα […] χοροὶ δ’
712
Ἀτρειδᾶν ἐγέραιρον οἴκους ·
713
θυμέλαι δ’ἐπίτναντο
714
χρυσήλατοι,
715
σελαγεῖτο δ’ἀν’ἄστυ πῦρ ἐπιβώμιον Ἀργείων ·
716
λωτὸς δὲ φθόγγον κελάδει
717
κάλλιστον, Μουσᾶν θεράπων ·
718
μολπαὶ δ’ηὔξοντ’ἐραταί,
719
χρυσέας ἀρνὸς ἐπίλογοι,
720
Θυέστου · κρυφίαις γὰρ
721
εὐναῖς πείσας ἄλοχον φίλαν
722
Ἀτρέως, τέρας
723
ἐκκομίζει πρὸς δώματα · νεόμενος δ’
724
εἰς ἀγόρους ἀυτεῖ
725
τὰν κερόεσσαν ἔχειν χρυσεόμαλλον κατὰ δῶμα ποίμναν.
726
τότε δὴ τότε
727
φαεννὰς ἄστρων μετέβασ’ὁδοὺς
728
Ζεὺς καὶ φέγγος ἀελίου
730
λευκόντε πρόσωπον
731
ἀοῦς, τὰ δ’ἕσπερα νῶτ’
732
ἐλαύνει θερμᾷ φλογὶ θεοπύρῳ,
733
νεφέλαι δ’ἔνυδροι πρὸς
734
ἄρκτον, ξηραίτ’Ἀμμωνίδες
735
ἕδραι φθίνουσ’ἀπειρόδροσοι,
736
καλλίστων ὄμβρων Διόθεν στερεῖσαι.
737
λέγεται, τὰν δὲ
738
πίστιν σμικρὰν παρ’ἔμοιγ’ἔχει,
739
στρέψαι θερμὰν ἀέλιον
740
χρυσωπὸν ἕδραν
741
ἀλλάξαντα δυστυχίᾳ
742
βροτείῳ θνατᾶς ἕνεκεν δίκας.
743
φοβεροὶ δὲ βροτοῖσι
744
μῦθοι κέρδος πρὸς θεῶν
745
θεραπείαν. ὧν οὐ μνασθεῖσα πόσιν
746
κτείνεις, κλεινῶν συγγενέτειρ’ἀδελφῶν.
747
ἔα ἔα ·
748
φίλαι, βοῆς ἠκούσατ’ δοκὼ κενὴ
749
ὑπῆλθέ μ’; ὥστε νερτέρα βροντὴ Διός;
750
ἰδού, τάδ’οὐκ ἄσημα πνεύματ’αἴρεται · δέσποιν’, ἄμειψον δώματ’, Ἠλέκτρα, τάδε.
Ηλεκτρα
Ηλ.
Ηλ.
751
φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν;
Χορος
Χο.
Χο.
752
οὐκ οἶδα πλὴν ἕν · φόνιον οἰμωγὴν κλύω.
Ηλεκτρα
Ηλ.
Ηλ.
753
ἤκουσα κἀγώ, τηλόθεν μέν, ἀλλ’ὅμως.
Χορος
Χο.
Χο.
754
μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν.
Ηλεκτρα
Ηλ.
Ηλ.
755
Ἀργεῖος στεναγμός · φίλων ἐμῶν;
Χορος
Χο.
Χο.
756
οὐκ οἶδα · πᾶν γὰρ μείγνυται μέλος βοῆς.
Ηλεκτρα
Ηλ.
Ηλ.
757
σφαγὴν ἀυτεῖς τήνδε μοι · τί μέλλομεν;
Χορος
Χο.
Χο.
758
ἔπισχε, τρανῶς ὡς μάθῃς τύχας σέθεν.
Ηλεκτρα
Ηλ.
Ηλ.
759
οὐκ ἔστι · νικώμεσθα · ποῦ γὰρ ἄγγελοι;
Χορος
Χο.
Χο.
760
ἥξουσιν · οὔτοι βασιλέα φαῦλον κτανεῖν.
Αγγελος
Αγ.
Αγ.
761
καλλίνικοι παρθένοι Μυκηνίδες,
762
νικῶντ’Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις,
763
Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδῳ
764
Αἴγισθον · ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών.
Ηλεκτρα
Ηλ.
Ηλ.
765
τίς δ’εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε;
Αγγελος
Αγ.
Αγ.
766
οὐκ οἶσθ’ἀδελφοῦ μ’εἰσορῶσα πρόσπολον;
Ηλεκτρα
Ηλ.
Ηλ.
767
φίλτατ’, ἔκ τοι δείματος δυσγνωσίαν
768
εἶχον προσώπου · νῦν δὲ γιγνώσκω σε δή.
769
τί φῄς; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;
Αγγελος
Αγ.
Αγ.
770
τέθνηκε · δίς σοι ταὔθ’, γοῦν βούλῃ, λέγω.
Ηλεκτρα
Ηλ.
Ηλ.
771
θεοί, Δίκητε πάνθ’ὁρῶσ’, ἦλθές ποτε.
772
ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνου
773
κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.
Αγγελος
Αγ.
Αγ.
774
ἐπεὶ μελάθρων τῶνδ’ἀπήραμεν πόδα,
775
ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν
776
ἔνθ’ἦν κλεινὸς τῶν Μυκηναίων ἄναξ.
777
κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,
778
δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους ·
779
ἰδώντ’ἀυτεῖ · χαίρετ’, ξένοι · τίνες
780
πόθεν πορεύεσθ’; ἔστετ’ἐκ ποίας χθονός;
781
δ’εἶπ’Ὀρέστης · Θεσσαλοί · πρὸς δ’Ἀλφεὸν
782
θύσοντες ἐρχόμεσθ’Ὀλυμπίῳ Διί.
783
κλύων δὲ ταῦτ’Αἴγισθος ἐννέπει τάδε ·
784
νῦν μὲν παρ’ἡμῖν χρὴ συνεστίους ἐμοὶ
785
θοίνης γενέσθαι · τυγχάνω δὲ βουθυτῶν
786
νύμφαις · ἑῷοι δ’ἐξαναστάντες λέχους
787
ἐς ταὐτὸν ἥξετ’. ἀλλ’ἴωμεν ἐς δόμους
788
καὶ ταῦθ’ἅμ’ἠγόρευε καὶ χερὸς λαβὼν
789
παρῆγεν ἡμᾶς οὐ δ’ἀπαρνεῖσθαι χρεών ·
790
791
λούτρ’ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,
792
ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.
793
ἀλλ’εἶπ’Ὀρέστης · ἀρτίως ἡγνίσμεθα
794
λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.
795
εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών,
796
Αἴγισθ’, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθ’, ἄναξ.
797
τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον ·
798
λόγχας δὲ θέντες δεσπότου φρουρήματα
799
δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας ·
800
οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δ’ᾖρον κανᾶ,
801
ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφίτ’ἐσχάρας
802
λέβητας ὤρθουν · πᾶσα δ’ἐκτύπει στέγη.
803
λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν
804
ἔβαλλε βωμούς, τοιάδ’ἐννέπων ἔπη ·
805
νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν
806
καὶ τὴν κατ’οἴκους Τυνδαρίδα δάμαρτ’ἐμὴν
807
πράσσοντας ὡς νῦν, τοὺς δ’ἐμοὺς ἐχθροὺς κακῶς
808
λέγων Ὀρέστην καὶ σέ. δεσπότης δ’ἐμὸς
809
τἀναντί’ηὔχετ’, οὐ γεγωνίσκων λόγους,
810
λαβεῖν πατρῷα δώματ’. ἐκ κανοῦ δ’ἑλὼν
811
Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα
812
τεμὼν ἐφ’ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ,
813
κἄσφαξ’ἐπ’ὤμων μόσχον ὡς ἦραν χεροῖν
814
δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε ·
815
ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς
816
εἶναι τόδ’, ὅστις ταῦρον ἀρταμεῖ καλῶς
817
ἵππουςτ’ὀχμάζει · λαβὲ σίδηρον, ξένε,
818
δεῖξόντε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.
819
δ’εὐκρότητον Δωρίδ’ἁρπάσας χεροῖν,
820
ῥίψας ἀπ’ὤμων εὐπρεπῆ πορπάματα,
821
Πυλάδην μὲν εἵλετ’ἐν πόνοις ὑπηρέτην,
822
δμῶας δ’ἀπωθεῖ · καὶ λαβὼν μόσχου πόδα,
823
λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα ·
824
θᾶσσον δὲ βύρσαν ἐξέδειρεν δρομεὺς
825
δισσοὺς διαύλους ἱππίους διήνυσε,
826
κἀνεῖτο λαγόνας. ἱερὰ δ’ἐς χεῖρας λαβὼν
827
Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν
828
σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας
829
κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς.
830
χὣ μὲν σκυθράζει, δεσπότης δ’ἀνιστορεῖ ·
831
τί χρῆμ’ἀθυμεῖς; ξέν’, ὀρρωδῶ τινα
832
δόλον θυραῖον. ἔστι δ’ἔχθιστος βροτῶν
833
Ἀγαμέμνονος παῖς πολέμιόςτ’ἐμοῖς δόμοις ·
834
δ’εἶπε · φυγάδος δῆτα δειμαίνεις δόλον,
835
πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια
836
θοινασόμεσθα, Φθιάδ’ἀντὶ Δωρικῆς
837
οἴσει τις ἡμῖν κοπίδ’, ἀπορρήξω χέλυν;
838
λαβὼν δὲ κόπτει. σπλάγχνα δ’Αἴγισθος λαβὼν
839
ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω
840
ὄνυχας ἐπ’ἄκρους στὰς κασίγνητος σέθεν
841
ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ
842
ἔρρηξεν ἄρθρα · πᾶν δὲ σῶμ’ἄνω κάτω
843
ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ.
844
δμῶες δ’ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ,
845
πολλοὶ μάχεσθαι πρὸς δύ’· ἀνδρείας δ’ὕπο
846
ἔστησαν ἀντίπρῳρα σείοντες βέλη
847
Πυλάδης Ὀρέστηςτ’. εἶπε δ’· οὐχὶ δυσμενὴς
848
ἥκω πόλει τῇδ’οὐ δ’ἐμοῖς ὀπάοσιν,
849
φονέα δὲ πατρὸς ἀντετιμωρησάμην
850
τλήμων Ὀρέστης · ἀλλὰ μή με καίνετε,
851
πατρὸς παλαιοὶ δμῶες. οἳ δ’, ἐπεὶ λόγων
852
ἤκουσαν, ἔσχον κάμακας · ἐγνώσθη δ’ὑπὸ
853
γέροντος ἐν δόμοισιν ἀρχαίου τινός.
854
στέφουσι δ’εὐθὺς σοῦ κασιγνήτου κάρα
855
χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ
856
κάρα ’πιδείξων οὐχὶ Γοργόνος φέρων,
857
ἀλλ’ὃν στυγεῖς Αἴγισθον · αἷμα δ’αἵματος
858
πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν.
Χορος
Χο.
Χο.
859
θὲς ἐς χορόν, φίλα, ἴχνος,
860
ὡς νεβρὸς οὐράνιον
861
πήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ.
862
νικᾷ στεφαναφορίαν
863
κρείσσω τοῖς παρ’Ἀλφειοῦ ῥεέθροισι τελέσσας
864
κασίγνητος σέθεν · ἀλλ’ἐπάειδε
865
καλλίνικον ᾠδὰν ἐμῷ χορῷ.
Ηλεκτρα
Ηλ.
Ηλ.
866
φέγγος, τέθριππον ἡλίου σέλας,
867
γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος,
868
νῦν ὄμμα τοὐμὸν ἀμπτυχαίτ’ἐλεύθεροι,
869
ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς.
870
φέρ’, οἷα δὴ ’χω καὶ δόμοι κεύθουσί μου
871
κόμης ἀγάλματ’ἐξενέγκωμαι, φίλαι,
872
στέψωτ’ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.
Χορος
Χο.
Χο.
873
σὺ μέν νυν ἀγάλματ’ἄειρε
874
κρατί · τὸ δ’ἁμέτερον
875
χωρήσεται Μούσαισι χόρευμα φίλον.
876
νῦν οἱ πάρος ἁμέτεροι
877
γαίας τυραννεύσουσι φίλοι βασιλῆες,
878
δικαίως […] τοὺς ἀδίκους καθελόντες.
879
ἀλλ’ἴτω ξύναυλος βοὰ χαρᾷ.
Ηλεκτρα
Ηλ.
Ηλ.
880
καλλίνικε, πατρὸς ἐκ νικηφόρου
881
γεγώς, Ὀρέστα, τῆς ὑπ’Ἰλίῳ μάχης,
882
δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα.
883
ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼν
884
ἀγῶν’ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼν
885
Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε.
886
σύτ’, παρασπίστ’, ἀνδρὸς εὐσεβεστάτου
887
παίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς
888
δέχου · φέρῃ γὰρ καὶ σὺ τῷδ’ἴσον μέρος
889
ἀγῶνος · αἰεὶ δ’εὐτυχεῖς φαίνοισθέ μοι.
Ορεστης
Ορ.
Ορ.
890
θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης
891
ἀρχηγέτας τῆσδ’, εἶτα κἄμ’ἐπαίνεσον
892
τὸν τῶν θεῶντε τῆς τύχηςθ’ὑπηρέτην.
893
ἥκω γὰρ οὐ λόγοισιν ἀλλ’ἔργοις κτανὼν
894
Αἴγισθον · ὡς δὲ τῷ σάφ’εἰδέναι τάδε
895
προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω,
896
ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες,
897
σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις,
898
πήξασ’ἔρεισον σκόλοπι · σὸς γάρ ἐστι νῦν
899
Ηλεκτρα
Ηλ.
Ηλ.
900
αἰσχύνομαι μέν, βούλομαι δ’εἰπεῖν ὅμως.
Ορεστης
Ορ.
Ορ.
901
τί χρῆμα; λέξον · ὡς φόβου γ’ἔξωθεν εἶ.
Ηλεκτρα
Ηλ.
Ηλ.
902
νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ.
Ορεστης
Ορ.
Ορ.
903
οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε.
Ηλεκτρα
Ηλ.
Ηλ.
904
δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις.
Ορεστης
Ορ.
Ορ.
905
λέγ’, εἴ τι χρῄζεις, σύγγον’· ἀσπόνδοισι γὰρ
906
νόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν.
Ηλεκτρα
Ηλ.
Ηλ.
907
εἶεν · τίν’ἀρχὴν πρῶτά σ’ἐξείπω κακῶν,
908
ποίας τελευτάς; τίνα μέσον τάξω λόγον;
909
καὶ μὴν δι’ὄρθρων γ’οὔποτ’ἐξελίμπανον
910
θρυλοῦσ’ γ’εἰπεῖν ἤθελον κατ’ὄμμα σόν,
911
εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα
912
τῶν πρόσθε. νῦν οὖν ἐσμεν · ἀποδώσω δέ σοι
913
ἐκεῖν’ σε ζῶντ’ἤθελον λέξαι κακά.
914
ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς
915
καὶ τόνδ’ἔθηκας, οὐδὲν ἠδικημένος,
916
κἄγημας αἰσχρῶς μητέρ’ἄνδρατ’ἔκτανες
917
στρατηλατοῦνθ’Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας.
918
ἐς τοῦτο δ’ἦλθες ἀμαθίας ὥστ’ἤλπισας
919
ὡς ἐς σὲ ἐμὴν δὴ μητέρ’οὐχ ἕξοις κακὴν
920
γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη.
921
ἴστω δ’, ὅταν τις διολέσας δάμαρτά του
922
κρυπταῖσιν εὐναῖς εἶτ’ἀναγκασθῇ λαβεῖν,
923
δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν
924
ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρ’οἷ δ’ἔχειν.
925
ἄλγιστα δ’ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς ·
926
ᾔδησθα γὰρ δῆτ’ἀνόσιον γήμας γάμον,
927
μήτηρ δὲ σ’ἄνδρα δυσσεβῆ κεκτημένη.
928
ἄμφω πονηρὼ δ’ὄντ’ἀνῃρεῖσθον τύχην
929
κείνητε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν.
930
πᾶσιν δ’ἐν Ἀργείοισιν ἤκουες τάδε ·
931
τῆς γυναικός οὐχὶ τἀνδρὸς γυνή.
932
καίτοι τόδ’αἰσχρόν, προστατεῖν γε δωμάτων
933
γυναῖκα, μὴ τὸν ἄνδρα · κἀκείνους στυγῶ
934
τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς
935
οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει.
936
ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη
937
τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος.
938
δ’ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα,
939
ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων ·
940
τὰ δ’οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον.
941
γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα.
942
μὲν γὰρ αἰεὶ παραμένουσ’αἴρει κακά ·
943
δ’ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν
944
ἐξέπτατ’οἴκων, σμικρὸν ἀνθήσας χρόνον.
945
δ’ἐς γυναῖκας παρθένῳ γὰρ οὐ καλὸν
946
λέγειν σιωπῶ, γνωρίμως δ’αἰνίξομαι.
947
ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους
948
κάλλειτ’ἀραρώς. ἀλλ’ἔμοιγ’εἴη πόσις
949
μὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου.
950
τὰ γὰρ τέκν’αὐτῶν Ἄρεος ἐκκρεμάννυται,
951
τὰ δ’εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον.
952
ἔρρ’, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳ
953
δίκην δέδωκας. ὧδέ τις κακοῦργος ὢν
954
μή μοι τὸ πρῶτον βῆμ’ἐὰν δράμῃ καλῶς,
955
νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέλας
956
γραμμῆς ἵκηται καὶ τέλος κάμψῃ βίου.
Χορος
Χο.
Χο.
957
ἔπραξε δεινά, δεινὰ δ’ἀντέδωκε σοὶ
958
καὶ τῷδ’· ἔχει γὰρ Δίκη μέγα σθένος.
Ηλεκτρα
Ηλ.
Ηλ.
959
εἶεν · κομίζειν τοῦδε σῶμ’ἔσω χρεὼν
960
σκότῳτε δοῦναι, δμῶες, ὡς, ὅταν μόλῃ
961
μήτηρ, σφαγῆς πάροιθε μὴ εἰσίδῃ νεκρόν.
Ορεστης
Ορ.
Ορ.
962
ἐπίσχες · ἐμβάλωμεν εἰς ἄλλον λόγον.
Ηλεκτρα
Ηλ.
Ηλ.
963
τί δ’; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρῶ;
Ορεστης
Ορ.
Ορ.
964
οὔκ, ἀλλὰ τὴν τεκοῦσαν μ’ἐγείνατο.
Ηλεκτρα
Ηλ.
Ηλ.
965
καλῶς ἄρ’ἄρκυν ἐς μέσην πορεύεται
966
καὶ μὴν ὄχοις γε καὶ στολῇ λαμπρύνεται.
Ορεστης
Ορ.
Ορ.
967
τί δῆτα δρῶμεν; μητέρ’ φονεύσομεν;
Ηλεκτρα
Ηλ.
Ηλ.
968
μῶν σ’οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας;
Ορεστης
Ορ.
Ορ.
969
φεῦ ·
970
πῶς γὰρ κτάνω νιν, μ’ἔθρεψε κἄτεκεν;
Ηλεκτρα
Ηλ.
Ηλ.
970
ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν.
Ορεστης
Ορ.
Ορ.
971
Φοῖβε, πολλήν γ’ἀμαθίαν ἐθέσπισας
Ηλεκτρα
Ηλ.
Ηλ.
972
ὅπου δ’Ἀπόλλων σκαιὸς , τίνες σοφοί;
Ορεστης
Ορ.
Ορ.
973
ὅστις μ’ἔχρησας μητέρ’, ἣν οὐ χρῆν, κτανεῖν.
Ηλεκτρα
Ηλ.
Ηλ.
974
βλάπτῃ δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν;
Ορεστης
Ορ.
Ορ.
975
μητροκτόνος νῦν φεύξομαι, τόθ’ἁγνὸς ὤν.
Ηλεκτρα
Ηλ.
Ηλ.
976
καὶ μή γ’ἀμύνων πατρὶ δυσσεβὴς ἔσῃ.
Ορεστης
Ορ.
Ορ.
977
ἐγὼ δὲ μητρὸς ; τῷ φόνου δώσω δίκας;
Ηλεκτρα
Ηλ.
Ηλ.
978
τῷ δ’ἢν πατρῴαν διαμεθῇς τιμωρίαν;
Ορεστης
Ορ.
Ορ.
979
ἆρ’αὔτ’ἀλάστωρ εἶπ’ἀπεικασθεὶς θεῷ;
Ηλεκτρα
Ηλ.
Ηλ.
980
ἱερὸν καθίζων τρίποδ’; ἐγὼ μὲν οὐ δοκῶ.
Ορεστης
Ορ.
Ορ.
981
οὐ δ’ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.
Ηλεκτρα
Ηλ.
Ηλ.
982
οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ.
Ορεστης
Ορ.
Ορ.
983
ἀλλ’ τὸν αὐτὸν τῇδ’ὑποστήσω δόλον;
Ηλεκτρα
Ηλ.
Ηλ.
984
καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών.
Ορεστης
Ορ.
Ορ.
985
ἔσειμι · δεινοῦ δ’ἄρχομαι προβλήματος
986
καὶ δεινὰ δράσω γε εἰ θεοῖς δοκεῖ τάδε,
987
ἔστω · πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι.
Χορος
Χο.
Χο.
988
989
βασίλεια γύναι χθονὸς Ἀργείας,
990
παῖ Τυνδάρεω, καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν
991
Διός, οἳ φλογερὰν αἰθέρ’ἐν ἄστροις
992
ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις
993
τιμὰς σωτῆρας ἔχοντες ·
994
χαῖρε, σεβίζω σ’ἴσα καὶ μάκαρας
995
πλούτου μεγάληςτ’εὐδαιμονίας.
996
τὰς σὰς δὲ τύχας θεραπεύεσθαι
997
καιρός. χαῖρ’, βασίλεια.
Κλυταιμηστρα
Κλ.
Κλ.
998
ἔκβητ’ἀπήνης, Τρῳάδες, χειρὸς δ’ἐμῆς
999
λάβεσθ’, ἵν’ἔξω τοῦδ’ὄχου στήσω πόδα.
1000
σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι
1001
Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς
1002
ἐξαίρετ’, ἀντὶ παιδὸς ἣν ἀπώλεσα
1003
σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.
Ηλεκτρα
Ηλ.
Ηλ.
1004
οὔκουν ἐγώ δούλη γὰρ ἐκβεβλημένη
1005
δόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους
1006
μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός;
Κλυταιμηστρα
Κλ.
Κλ.
1007
δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει.
Ηλεκτρα
Ηλ.
Ηλ.
1008
τί δ’; αἰχμάλωτόν τοί μ’ἀπῴκισας δόμων,
1009
ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα,
1010
ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι.
Κλυταιμηστρα
Κλ.
Κλ.
1011
τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα
1012
ἐς οὓς ἐχρῆν ἥκιστ’ἐβούλευσεν φίλων.
1013
λέξω δὲ […] καίτοι δόξ’ὅταν λάβῃ κακὴ
1014
γυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις.
1015
ὡς μὲν παρ’ἡμῖν, οὐ καλῶς · τὸ πρᾶγμα δὲ
1016
μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃ,
1017
στυγεῖν δίκαιον · εἰ δὲ μή, τί δεῖ στυγεῖν;
1018
ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί,
1019
οὐχ ὥστε θνῄσκειν, οὐ δ’ γειναίμην ἐγώ.
1020
κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως
1021
λέκτροισι πείσας ᾤχετ’ἐκ δόμων ἄγων
1022
πρυμνοῦχον Αὖλιν, ἔνθ’ὑπερτείνας πυρᾶς
1023
λευκὴν διήμησ’Ἰφιγόνης παρηΐδα.
1024
κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος,
1025
δῶμ’ὀνήσων τἄλλατ’ἐκσῴζων τέκνα,
1026
ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστ’ἂν ἦν ·
1027
νῦν δ’οὕνεχ’Ἑλένη μάργος ἦν τ’αὖ λαβὼν
1028
ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,
1029
τούτων ἕκατι παῖδ’ἐμὴν διώλεσεν.
1030
ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη
1031
οὐκ ἠγριώμην οὐ δ’ἂν ἔκτανον πόσιν ·
1032
ἀλλ’ἦλθ’ἔχων μοι μαινάδ’ἔνθεον κόρην
1033
λέκτροιςτ’ἐπεισέφρηκε, καὶ νύμφα δύο
1034
ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν.
1035
μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω ·
1036
ὅταν δ’, ὑπόντος τοῦδ’, ἁμαρτάνῃ πόσις
1037
τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει
1038
γυνὴ τὸν ἄνδρα χἄτερον κτᾶσθαι φίλον.
1039
κἄπειτ’ἐν ἡμῖν ψόγος λαμπρύνεται,
1040
οἱ δ’αἴτιοι τῶνδ’οὐ κλύουσ’ἄνδρες κακῶς.
1041
εἰ δ’ἐκ δόμων ἥρπαστο Μενέλεως λάθρᾳ,
1042
κτανεῖν μ’Ὀρέστην χρῆν, κασιγνήτης πόσιν
1043
Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ
1044
ἠνέσχετ’ἂν ταῦτ’; εἶτα τὸν μὲν οὐ θανεῖν
1045
κτείνοντα χρῆν τἄμ’, ἐμὲ δὲ πρὸς κείνου παθεῖν;
1046
ἔκτειν’, ἐτρέφθην ἥνπερ ἦν πορεύσιμον
1047
πρὸς τοὺς ἐκείνῳ πολεμίους. φίλων γὰρ ἂν
1048
τίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι;
1049
λέγ’, εἴ τι χρῄζεις, κἀντίθες παρρησίᾳ,
1050
ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως.
Χορος
Χο.
Χο.
1051
δίκαι’ἔλεξας · δίκη δ’αἰσχρῶς ἔχει.
1052
γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει,
1053
ἥτις φρενήρης · δὲ μὴ δοκεῖ τάδε,
1054
οὐ δ’εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων.
Ηλεκτρα
Ηλ.
Ηλ.
1055
μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους
1056
λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν.
Κλυταιμηστρα
Κλ.
Κλ.
1057
καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον.
Ηλεκτρα
Ηλ.
Ηλ.
1058
ἆρα κλύουσα, μῆτερ, εἶτ’ἔρξεις κακῶς;
Κλυταιμηστρα
Κλ.
Κλ.
1059
οὐκ ἔστι, τῇ σῇ δ’ἡδὺ προσθήσω φρενί.
Ηλεκτρα
Ηλ.
Ηλ.
1060
λέγοιμ’ἄν · ἀρχὴ δ’ἥδε μοι προοιμίου ·
1061
εἴθ’εἶχες, τεκοῦσα, βελτίους φρένας.
1062
τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν
1063
Ἑλένηςτε καὶ σοῦ, δύο δ’ἔφυτε συγγόνω,
1064
ἄμφω ματαίω Κάστορόςτ’οὐκ ἀξίω.
1065
μὲν γὰρ ἁρπασθεῖσ’ἑκοῦσ’ἀπώλετο,
1066
σὺ δ’ἄνδρ’ἄριστον Ἑλλάδος διώλεσας,
1067
σκῆψιν προτείνουσ’, ὡς ὑπὲρ τέκνου πόσιν
1068
ἔκτεινας · οὐ γάρ σ’ὡς ἔγωγ’ἴσασιν εὖ.
1069
ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς,
1070
νέοντ’ἀπ’οἴκων ἀνδρὸς ἐξωρμημένου,
1071
ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης.
1072
γυνὴ δ’, ἀπόντος ἀνδρός ἥτις ἐκ δόμων
1073
ἐς κάλλος ἀσκεῖ, διάγραφ’ὡς οὖσαν κακήν.
1074
οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς
1075
φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν.
1076
μόνη δὲ πασῶν οἶδ’ἐγὼ σ’Ἑλληνίδων,
1077
εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην,
1078
εἰ δ’ἥσσον’εἴη, συννεφοῦσαν ὄμματα,
1079
Ἀγαμέμνον’οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν.
1080
καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι ·
1081
ἄνδρ’εἶχες οὐ κακίον’Αἰγίσθου πόσιν,
1082
ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην ·
1083
Ἑλένης δ’ἀδελφῆς τοιάδ’ἐξειργασμένης
1084
ἐξῆν κλέος σοι μέγα λαβεῖν · τὰ γὰρ κακὰ
1085
παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίντ’ἔχει.
1086
εἰ δ’, ὡς λέγεις, σὴν θυγατέρ’ἔκτεινεν πατήρ,
1087
ἐγὼ τί σ’ἠδίκησ’ἐμόςτε σύγγονος;
1088
πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους
1089
ἡμῖν προσῆψας, ἀλλ’ἐπηνέγκω λέχει
1090
τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη;
1091
κοὔτ’ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις,
1092
οὔτ’ἀντ’ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ
1093
κτείνας ἀδελφῆς ζῶσαν. εἰ δ’ἀμείψεται
1094
φόνον δικάζων φόνος, ἀποκτενῶ σ’ἐγὼ
1095
καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι ·
1096
εἰ γὰρ δίκαι’ἐκεῖνα, καὶ τάδ’ἔνδικα.
1097
1098
1099
Χορος
Χο.
Χο.
1100
1101
Κλυταιμηστρα
Κλ.
Κλ.
1102
παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί ·
1103
ἔστιν δὲ καὶ τόδ’· οἳ μέν εἰσιν ἀρσένων,
1104
οἳ δ’αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός.
1105
συγγνώσομαί σοι · καὶ γὰρ οὐχ οὕτως ἄγαν
1106
χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί.
1107
σὺ δ’ὧδ’ἄλουτος καὶ δυσείματος χρόα
1108
λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη;
1109
οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων ·
1110
ὡς μᾶλλον χρῆν ἤλασ’εἰς ὀργὴν πόσιν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1111
ὀψὲ στενάζεις, ἡνίκ’οὐκ ἔχεις ἄκη.
1112
πατὴρ μὲν οὖν τέθνηκε · τὸν δ’ἔξω χθονὸς
1113
πῶς οὐ κομίζῃ παῖδ’ἀλητεύοντα σόν;
Κλυταιμηστρα
Κλ.
Κλ.
1114
δέδοικα · τοὐμὸν δ’, οὐχὶ τοὐκείνου, σκοπῶ.
1115
πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ.
Ηλεκτρα
Ηλ.
Ηλ.
1116
τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις;
Κλυταιμηστρα
Κλ.
Κλ.
1117
τρόποι τοιοῦτοι · καὶ σὺ δ’αὐθάδης ἔφυς.
Ηλεκτρα
Ηλ.
Ηλ.
1118
ἀλγῶ γάρ · ἀλλὰ παύσομαι θυμουμένη.
Κλυταιμηστρα
Κλ.
Κλ.
1119
καὶ μὴν ἐκεῖνος οὐκέτ’ἔσται σοι βαρύς.
Ηλεκτρα
Ηλ.
Ηλ.
1120
φρονεῖ μέγ’· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις.
Κλυταιμηστρα
Κλ.
Κλ.
1121
ὁρᾷς; ἀν’αὖ σὺ ζωπυρεῖς νείκη νέα.
Ηλεκτρα
Ηλ.
Ηλ.
1122
σιγῶ · δέδοικα γάρ νιν ὡς δέδοικ’ἐγώ.
Κλυταιμηστρα
Κλ.
Κλ.
1123
παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μ’ἐκάλεις, τέκνον;
Ηλεκτρα
Ηλ.
Ηλ.
1124
ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων ·
1125
τούτων ὕπερ μοι θῦσον οὐ γὰρ οἶδ’ἐγώ
1126
δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται ·
1127
τρίβων γὰρ οὐκ εἴμ’, ἄτοκος οὖσ’ἐν τῷ πάρος.
Κλυταιμηστρα
Κλ.
Κλ.
1128
ἄλλης τόδ’ἔργον, σ’ἔλυσεν ἐκ τόκων.
Ηλεκτρα
Ηλ.
Ηλ.
1129
αὐτὴ ’λόχευον κἄτεκον μόνη βρέφος.
Κλυταιμηστρα
Κλ.
Κλ.
1130
οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων;
Ηλεκτρα
Ηλ.
Ηλ.
1131
πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους.
Κλυταιμηστρα
Κλ.
Κλ.
1132
ἀλλ’εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον
1133
θύσω θεοῖσι · σοὶ δ’ὅταν πράξω χάριν
1134
τήνδ’, εἶμ’ἐπ’ἀγρὸν οὗ πόσις θυηπολεῖ
1135
νύμφαισιν. ἀλλὰ τούσδ’ὄχους, ὀπάονες,
1136
φάτναις ἄγοντες πρόσθεθ’· ἡνίκ’ἂν δέ με
1137
δοκῆτε θυσίας τῆσδ’ἀπηλλάχθαι θεοῖς,
1138
πάρεστε · δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν.
Ηλεκτρα
Ηλ.
Ηλ.
1139
χώρει πένητας ἐς δόμους · φρούρει δέ μοι
1140
μή σ’αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους.
1141
θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη.
1142
κανοῦν δ’ἐνῆρκται καὶ τεθηγμένη σφαγίς,
1143
ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇ
1144
πληγεῖσα · νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοις
1145
ᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδ’ἐγὼ
1146
δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.
Χορος
Χο.
Χο.
1147
ἀμοιβαὶ κακῶν · μετάτροποι
1148
πνέουσιν αὖραι δόμων. τότε μὲν ἐν λουτροῖς
1149
ἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας,
1150
ἰάχησε δὲ στέγα λάινοίτε θριγκοὶ δόμων,
1151
τάδ’ἐνέποντος · σχέτλια · τί με, γύναι, φονεύσεις φίλαν
1152
πατρίδα δεκέτεσιν σποραῖσιν ἐλθόντ’ἐμάν;
1153
[…]
1155
παλίρρους δὲ τάνδ’ὑπάγεται δίκα
1156
διαδρόμου λέχους μέλεον πόσιν
1157
χρόνιον ἱκόμενον εἰς οἴκους
1158
Κυκλώπειάτ’οὐράνια τείχε’ὀξυθήκτου βέλους
1160
ἔκανεν αὐτόχειρ, πέλεκυν ἐν χεροῖν λαβοῦσ’· τλάμων
1161
πόσις, τί ποτε τὰν τάλαιναν ἔσχεν κακόν.
1162
ὀρεία τις ὡς λέαιν’ὀργάδων
1163
δρύοχα νεμομένα, τάδε κατήνυσεν.
Κλυταιμηστρα
Κλ.
Κλ.
1165
τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα.
Χορος
Χο.
Χο.
1166
κλύεις ὑπώροφον βοάν;
Κλυταιμηστρα
Κλ.
Κλ.
1167
ἰώ μοί μοι.
Χορος
Χο.
Χο.
1168
ᾤμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης.
1169
νέμει τοι δίκαν θεός, ὅταν τύχῃ ·
1170
σχέτλια μὲν ἔπαθες, ἀνόσια δ’εἰργάσω,
1171
τάλαιν’, εὐνέταν.
1172
ἀλλ’οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασι
1173
πεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα,
1174
τροπαῖα δείγματ’ἀθλίων προσφαγμάτων.
1175
οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτερος
1176
τῶν Τανταλείων οὐ δ’ἔφυ ποτ’ἐκγόνων.
Ορεστης
Ορ.
Ορ.
1177
ἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέτα
1178
βροτῶν, ἴδετε τάδ’ἔργα
1179
φόνια μυσαρά, δίγονα σώματ’ἐν
1180
χθονὶ κείμενα πλαγᾷ
1181
χερὸς ὑπ’ἐμᾶς, ἄποιν’ἐμῶν πημάτων […] […]
Ηλεκτρα
Ηλ.
Ηλ.
1182
δακρύτ’ἄγαν, σύγγον’, αἰτία δ’ἐγώ.
1183
διὰ πυρὸς ἔμολον τάλαινα ματρὶ τᾷδ’,
1184
μ’ἔτικτε κούραν.
Χορος
Χο.
Χο.
1185
ἰὼ τύχας, σᾶς τύχας,
1186
μᾶτερ τεκοῦσ’ἄλαστα,
1187
ἄλαστα μέλεα καὶ πέρα
1188
παθοῦσα σῶν τέκνων ὑπαί.
1189
πατρὸς δ’ἔτεισας φόνον δικαίως.
Ορεστης
Ορ.
Ορ.
1190
ἰὼ Φοῖβ’, ἀνύμνησας δίκαι’
1191
ἄφαντα, φανερὰ δ’
1192
ἐξέπραξας ἄχεα, φόνια δ’ὤπασας
1193
λάχε’ἀπὸ γᾶς Ἑλλανίδος.
1194
τίνα δ’ἑτέραν μόλω πόλιν;
1195
τίς ξένος, τίς εὐσεβὴς
1196
ἐμὸν κάρα προσόψεται
1197
ματέρα κτανόντος;
Ηλεκτρα
Ηλ.
Ηλ.
1198
ἰὼ ἰώ μοι. ποῖ δ’ἐγώ, τίν’ἐς χορόν,
1199
τίνα γάμον εἶμι; τίς πόσις με δέξεται
1200
νυμφικὰς ἐς εὐνάς;
Χορος
Χο.
Χο.
1201
πάλιν, πάλιν φρόνημα σὸν
1202
μετεστάθη πρὸς αὔραν ·
1203
φρονεῖς γὰρ ὅσια νῦν, τότ’οὐ
1204
φρονοῦσα, δεινὰ δ’εἰργάσω,
1205
φίλα, κασίγνητον οὐ θέλοντα.
Ορεστης
Ορ.
Ορ.
1206
κατεῖδες, οἷον τάλαιν’ἔξω πέπλων
1207
ἔβαλεν, ἔδειξε μαστὸν ἐν φοναῖσιν,
1208
ἰώ μοι, πρὸς πέδῳ
1209
τιθεῖσα γόνιμα μέλεα; τὰν κόμαν δ’ἐγὼ
Χορος
Χο.
Χο.
1210
σάφ’οἶδα, δι’ὀδύνας ἔβας,
1211
ἰήιον κλύων γόον
1212
ματρός, σ’ἔτικτε.
Ορεστης
Ορ.
Ορ.
1214
βοὰν δ’ἔλασκε τάνδε, πρὸς γένυν ἐμὰν
1215
τιθεῖσα χεῖρα · τέκος ἐμόν, λιταίνω ·
1216
παρῄδωντ’ἐξ ἐμᾶν
1217
ἐκρίμναθ’, ὥστε χέρας ἐμὰς λιπεῖν βέλος.
Χορος
Χο.
Χο.
1218
τάλαινα · πῶς ἔτλας φόνον
1219
δι’ὀμμάτων ἰδεῖν σέθεν
1220
ματρὸς ἐκπνεούσας;
Ορεστης
Ορ.
Ορ.
1221
ἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖς
1222
φασγάνῳ κατηρξάμαν
1223
ματέρος ἔσω δέρας μεθείς.
Ηλεκτρα
Ηλ.
Ηλ.
1224
ἐγὼ δ’ἐπεγκέλευσά σοι
1225
ξίφουςτ’ἐφηψάμαν ἅμα.
Χορος
Χο.
Χο.
1226
δεινότατον παθέων ἔρεξας.
Ορεστης
Ορ.
Ορ.
1227
λαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοις
1228
καὶ καθάρμοσον σφαγάς.
1229
φονέας ἔτικτες ἆρά σοι.
Ηλεκτρα
Ηλ.
Ηλ.
1230
ἰδού, φίλᾳτε κοὐ φίλᾳ
1231
φάρεα τάδ’ἀμφιβάλλομεν.
Χορος
Χο.
Χο.
1232
τέρμα κακῶν μεγάλων δόμοισιν.
1233
ἀλλ’οἵδε δόμων ὑπὲρ ἀκροτάτων
1234
φαίνουσι τίνες δαίμονες θεῶν
1235
τῶν οὐρανίων; οὐ γὰρ θνητῶν γ’
1236
ἥδε κέλευθος · τί ποτ’ἐς φανερὰν
1237
ὄψιν βαίνουσι βροτοῖσιν;
Διοσκουροι
Δι.
Δι.
1238
Ἀγαμέμνονος παῖ, κλῦθι · δίπτυχοι δέ σε
1239
καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι,
1240
Κάστωρ κασίγνητόςτε Πολυδεύκης ὅδε.
1241
δεινὸν δὲ ναυσὶν ἀρτίως πόντου σάλον
1242
παύσαντ’ἀφίγμεθ’Ἄργος, ὡς ἐσείδομεν
1243
σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς.
1244
δίκαια μέν νυν ἥδ’ἔχει, σὺ δ’οὐχὶ δρᾷς ·
1245
Φοῖβόςτε, Φοῖβος ἀλλ’ἄναξ γάρ ἐστ’ἐμός,
1246
σιγῶ · σοφὸς δ’ὢν οὐκ ἔχρησέ σοι σοφά.
1247
αἰνεῖν δ’ἀνάγκη ταῦτα · τἀντεῦθεν δὲ χρὴ
1248
πράσσειν Μοῖρα Ζεύςτ’ἔκρανε σοῦ πέρι.
1249
Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους,
1250
σὺ δ’Ἄργος ἔκλιπ’· οὐ γὰρ ἔστι σοι πόλιν
1251
τήνδ’ἐμβατεύειν, μητέρα κτείναντι σήν.
1252
δειναὶ δὲ κῆρές σ’αἱ κυνώπιδες θεαὶ
1253
τροχηλατήσουσ’ἐμμανῆ πλανώμενον.
1254
ἐλθὼν δ’Ἀθήνας Παλλάδος σεμνὸν βρέτας
1255
πρόσπτυξον · εἵρξει γάρ νιν ἐπτοημένας
1256
δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν,
1257
γοργῶφ’ὑπερτείνουσα σῷ κάρᾳ κύκλον.
1258
ἔστιν δ’Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ
1259
ἕζοντ’ἐπὶ ψήφοισιν αἵματος πέρι,
1260
Ἁλιρρόθιον ὅτ’ἔκταν’ὠμόφρων Ἄρης,
1261
μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων,
1262
πόντου κρέοντος παῖδ’, ἵν’εὐσεβεστάτη
1263
ψῆφος βεβαίατ’ἐστὶν ἔκτε τοῦ θεοῖς.
1264
ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι.
1265
ἴσαι δέ σ’ἐκσῴζουσι μὴ θανεῖν δίκῃ
1266
ψῆφοι τεθεῖσαι · Λοξίας γὰρ αἰτίαν
1267
ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον.
1268
καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται,
1269
νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντ’ἀεί.
1270
δειναὶ μὲν οὖν θεαὶ τῷδ’ἄχει πεπληγμέναι
1271
πάγον παρ’αὐτὸν χάσμα δύσονται χθονός,
1272
σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον ·
1273
σὲ δ’Ἀρκάδων χρὴ πόλιν ἐπ’Ἀλφειοῦ ῥοαῖς
1274
οἰκεῖν Λυκαίου πλησίον σηκώματος ·
1275
ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται.
1276
σοὶ μὲν τάδ’εἶπον · τόνδε δ’Αἰγίσθου νέκυν
1277
Ἄργους πολῖται γῆς καλύψουσιν τάφῳ.
1278
μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν
1279
Μενέλαος, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα,
1280
Ἑλένητε θάψει · Πρωτέως γὰρ ἐκ δόμων
1281
ἥκει λιποῦσ’Αἴγυπτον οὐ δ’ἦλθεν Φρύγας ·
1282
Ζεὺς δ’, ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν,
1283
εἴδωλον Ἑλένης ἐξέπεμψ’ἐς Ἴλιον.
1284
Πυλάδης μὲν οὖν κόρηντε καὶ δάμαρτ’ἔχων
1285
Ἀχαιίδος γῆς οἴκαδ’ἐσπορευέτω,
1286
καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτω
1287
Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος ·
1288
σὺ δ’Ἰσθμίας γῆς αὐχέν’ἐμβαίνω ποδὶ
1289
χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα.
1290
πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου
1291
εὐδαιμονήσεις τῶνδ’ἀπαλλαχθεὶς πόνων.
Χορος
Χο.
Χο.
1292
παῖδε Διός, θέμις ἐς φθογγὰς
1293
τὰς ὑμετέρας ἡμῖν πελάθειν;
Διοσκουροι
Δι.
Δι.
1294
θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις.
Ηλεκτρα
Ηλ.
Ηλ.
1295
κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι;
Διοσκουροι
Δι.
Δι.
1296
καὶ σοί · Φοίβῳ τήνδ’ἀναθήσω
1297
πρᾶξιν φονίαν.
Χορος
Χο.
Χο.
1298
πῶς ὄντε θεὼ τῆσδέτ’ἀδελφὼ
1299
τῆς καπφθιμένης
1300
οὐκ ἠρκέσατον κῆρας μελάθροις;
Διοσκουροι
Δι.
Δι.
1301
μοῖράτ’ἀνάγκης ἦγ’ἐς τὸ χρεών,
1302
Φοίβουτ’ἄσοφοι γλώσσης ἐνοπαί.
Ηλεκτρα
Ηλ.
Ηλ.
1303
τίς δ’ἔμ’Ἀπόλλων, ποῖοι χρησμοὶ
1304
φονίαν ἔδοσαν μητρὶ γενέσθαι;
Διοσκουροι
Δι.
Δι.
1305
κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι,
1306
μία δ’ἀμφοτέρους
1307
ἄτη πατέρων διέκναισεν.
Ορεστης
Ορ.
Ορ.
1308
σύγγονέ μοι, χρονίαν σ’ἐσιδὼν
1309
τῶν σῶν εὐθὺς φίλτρων στέρομαι
1310
καὶ σ’ἀπολείψω σοῦ λειπόμενος.
Διοσκουροι
Δι.
Δι.
1311
πόσις ἔστ’αὐτῇ καὶ δόμος · οὐχ ἥδ’
1312
οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει
1313
πόλιν Ἀργείων.
Ηλεκτρα
Ηλ.
Ηλ.
1314
καὶ τίνες ἄλλαι στοναχαὶ μείζους
1315
γῆς πατρίας ὅρον ἐκλείπειν;
Ορεστης
Ορ.
Ορ.
1316
ἀλλ’ἐγὼ οἴκων ἔξειμι πατρὸς
1317
καὶ ἐπ’ἀλλοτρίαις ψήφοισι φόνον
1318
μητρὸς ὑφέξω.
Διοσκουροι
Δι.
Δι.
1319
θάρσει · Παλλάδος
1320
ὁσίαν ἥξεις πόλιν · ἀλλ’ἀνέχου.
Ηλεκτρα
Ηλ.
Ηλ.
1321
περί μοι στέρνοις στέρνα πρόσαψον,
1322
σύγγονε φίλτατε ·
1323
διὰ γὰρ ζευγνῦσ’ἡμᾶς πατρίων
1324
μελάθρων μητρὸς φόνιοι κατάραι.
Ορεστης
Ορ.
Ορ.
1325
βάλε, πρόσπτυξον σῶμα · θανόντος δ’
1326
ὡς ἐπὶ τύμβῳ καταθρήνησον.
Διοσκουροι
Δι.
Δι.
1327
φεῦ φεῦ · δεινὸν τόδ’ἐγηρύσω
1328
καὶ θεοῖσι κλύειν.
1329
ἔνι γὰρ κἀμοὶ τοῖςτ’οὐρανίδαις
1330
οἶκτοι θνητῶν πολυμόχθων.
Ορεστης
Ορ.
Ορ.
1331
οὐκέτι σ’ὄψομαι.
Ηλεκτρα
Ηλ.
Ηλ.
1332
οὐ δ’ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.
Ορεστης
Ορ.
Ορ.
1333
τάδε λοίσθιά μοι προσφθέγματά σου.
Ηλεκτρα
Ηλ.
Ηλ.
1334
χαῖρε, πόλις ·
1335
χαίρετε δ’ὑμεῖς πολλά, πολίτιδες.
Ορεστης
Ορ.
Ορ.
1336
πιστοτάτη, στείχεις ἤδη;
Ηλεκτρα
Ηλ.
Ηλ.
1337
στείχω βλέφαρον τέγγουσ’ἁπαλόν.
Ορεστης
Ορ.
Ορ.
1340
Πυλάδη, χαίρων ἴθι, νυμφεύου
1341
δέμας Ἠλέκτρας.
Διοσκουροι
Δι.
Δι.
1342
τοῖσδε μελήσει γάμος · ἀλλὰ κύνας
1343
τάσδ’ὑποφεύγων στεῖχ’ἐπ’Ἀθηνῶν ·
1344
δεινὸν γὰρ ἴχνος βάλλουσ’ἐπὶ σοὶ
1345
χειροδράκοντες χρῶτα κελαιναί,
1346
δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι ·
1347
νὼ δ’ἐπὶ πόντον Σικελὸν σπουδῇ
1348
σῴσοντε νεῶν πρῴρας ἐνάλους.
1349
διὰ δ’αἰθερίας στείχοντε πλακὸς
1350
τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν,
1351
οἷσιν δ’ὅσιον καὶ τὸ δίκαιον
1352
φίλον ἐν βιότῳ, τούτους χαλεπῶν
1353
ἐκλύοντες μόχθων σῴζομεν.
1354
οὕτως ἀδικεῖν μηδεὶς θελέτω
1355
μη δ’ἐπιόρκων μέτα συμπλείτω ·
1356
θεὸς ὢν θνητοῖς ἀγορεύω.
Χορος
Χο.
Χο.
1357
χαίρετε · χαίρειν δ’ὅστις δύναται
1358
καὶ ξυντυχίᾳ μή τινι κάμνει
1359
θνητῶν, εὐδαίμονα πράσσει.