The Trojan Women
Ποσειδων
Πο.
Πο.
1ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος
2πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ
3κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.
4ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα
5Φοῖβόςτε κα- κἀγὼ λαΐνους πύργους πέριξ
6ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτ’ἐκ φρενῶν
7εὔνοι’ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει ·
8ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς
9ὄλωλε πορθηθεῖσ’· ὁ γὰρ Παρνάσιος
10Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος
11ἐγκύμον’ἵππον τευχέων ξυναρμόσας,
12πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας ·
1314
15
ἔρημα δ’ἄλση καὶ θεῶν ἀνάκτορα
16φόνῳ καταρρεῖ · πρὸς δὲ κρηπίδων βάθροις
17πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.
18πολὺς δὲ χρυσὸς Φρύγιάτε σκυλεύματα
19πρὸς ναῦς Ἀχαιῶν πέμπεται · μένουσι δὲ
20πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ
21ἀλόχουςτε καὶ τέκν’εἰσίδωσιν ἄσμενοι,
22οἳ τήνδ’ἐπεστράτευσαν Ἕλληνες πόλιν.
23ἐγὼ δέ — νικῶμαι γὰρ Ἀργείας θεοῦ
24Ἥρας Ἀθάναςθ’, αἳ συνεξεῖλον Φρύγας —
25λείπω τὸ κλεινὸν Ἴλιον βωμούςτ’ἐμούς ·
26ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή,
27νοσεῖ τὰ τῶν θεῶν οὐ δὲ τιμᾶσθαι θέλει.
28πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων
29βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων.
30καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς
31εἴληχ’Ἀθηναίωντε Θησεῖδαι πρόμοι.
32ὅσαι δ’ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις
33ταῖσδ’εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι
34στρατοῦ, σὺν αὐταῖς δ’ἡ Λάκαινα Τυνδαρὶς
35Ἑλένη, νομισθεῖσ’αἰχμάλωτος ἐνδίκως.
36τὴν δ’ἀθλίαν τήνδ’εἴ τις εἰσορᾶν θέλει,
37πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος,
38δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ ·
39ᾗ παῖς μὲν ἀμφὶ μνῆμ’Ἀχιλλείου τάφου
40λάθρα τέθνηκε τλημόνως Πολυξένη ·
41φροῦδος δὲ Πρίαμος καὶ τέκν’· ἣν δὲ παρθένον
42μεθῆκ’Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ,
43τὸ τοῦ θεοῦτε παραλιπὼν τότ’εὐσεβὲς
44γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.
45ἀλλ’, ὦ ποτ’εὐτυχοῦσα, χαῖρέ μοι, πόλις
46ξεστόντε πύργωμ’· εἴ σε μὴ διώλεσεν
47Παλλὰς Διὸς παῖς, ἦσθ’ἂν ἐν βάθροις ἔτι.
Αθηνα
Αθ.
Αθ.
48ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς
49μέγαντε δαίμον’ἐν θεοῖςτε τίμιον,
50λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν;
Ποσειδων
Πο.
Πο.
51ἔξεστιν · αἱ γὰρ συγγενεῖς ὁμιλίαι,
52ἄνασσ’Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν.
Αθηνα
Αθ.
Αθ.
53ἐπῄνεσ’ὀργὰς ἠπίους · φέρω δὲ σοὶ
54κοινοὺς ἐμαυτῇτ’ἐς μέσον λόγους, ἄναξ.
Ποσειδων
Πο.
Πο.
55μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος,
56ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα;
Αθηνα
Αθ.
Αθ.
57οὔκ, ἀλλὰ Τροίας οὕνεκ’, ἔνθα βαίνομεν,
58πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω.
Ποσειδων
Πο.
Πο.
59ἦ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν
60ἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης;
Αθηνα
Αθ.
Αθ.
61ἐκεῖσε πρῶτ’ἄνελθε · κοινώσῃ λόγους
62καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω;
Ποσειδων
Πο.
Πο.
63μάλιστ’· ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν ·
64πότερον Ἀχαιῶν ἦλθες οὕνεκ’ἢ Φρυγῶν;
Αθηνα
Αθ.
Αθ.
65τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω,
66στρατῷ δ’Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν.
Ποσειδων
Πο.
Πο.
67τί δ’ὧδε πηδᾷς ἄλλοτ’εἰς ἄλλους τρόπους
68μισεῖςτε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς;
Αθηνα
Αθ.
Αθ.
69οὐκ οἶσθ’ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;
Ποσειδων
Πο.
Πο.
70οἶδ’, ἡνίκ’Αἴας εἷλκε Κασάνδραν βίᾳ.
Αθηνα
Αθ.
Αθ.
71κα- κοὐδέν γ’Ἀχαιῶν ἔπαθεν οὐ δ’ἤκουσ’ὕπο.
Ποσειδων
Πο.
Πο.
72καὶ μὴν ἔπερσάν γ’Ἴλιον τῷ σῷ σθένει.
Αθηνα
Αθ.
Αθ.
73τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς.
Ποσειδων
Πο.
Πο.
74ἕτοιμ’ἃ βούλῃ τα- τἀπ’ἐμοῦ. δράσεις δὲ τί;
Αθηνα
Αθ.
Αθ.
75δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω.
Ποσειδων
Πο.
Πο.
76ἐν γῇ μενόντων ἢ καθ’ἁλμυρὰν ἅλα;
Αθηνα
Αθ.
Αθ.
77ὅταν πρὸς οἴκους ναυστολῶσ’ἀπ’Ἰλίου.
78καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον
79πέμψει, δνοφώδητ’αἰθέρος φυσήματα ·
80ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον,
81βάλλειν Ἀχαιοὺς ναῦςτε πιμπράναι πυρί.
82σὺ δ’αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόρον
83τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός,
84πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,
85ὡς ἂν τὸ λοιπὸν τα- τἄμ’ἀνάκτορ’εὐσεβεῖν
86εἰδῶσ’Ἀχαιοί, θεούςτε τοὺς ἄλλους σέβειν.
Ποσειδων
Πο.
Πο.
87ἔσται τάδ’· ἡ χάρις γὰρ οὐ μακρῶν λόγων
88δεῖται · ταράξω πέλαγος Αἰγαίας ἁλός.
89ἀκταὶ δὲ Μυκόνου Δήλιοίτε χοιράδες
90Σκῦρόςτε Λῆμνόςθ’αἱ Καφήρειοίτ’ἄκραι
91πολλῶν θανόντων σώμαθ’ἕξουσιν νεκρῶν.
92ἀλλ’ἕρπ’Ὄλυμπον καὶ κεραυνίους βολὰς
93λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει,
94ὅταν στράτευμ’Ἀργεῖον ἐξιῇ κάλως.
95μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις,
96ναούςτε τύμβουςθ’, ἱερὰ τῶν κεκμηκότων,
97ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθ’ὕστερον.
Εκαβη
Εκ.
Εκ.
98ἄνα, δύσδαιμον, πεδόθεν κεφαλή ·
99ἐπάειρε δέρην · οὐκέτι Τροία
100τάδε καὶ βασιλῆς ἐσμεν Τροίας.
101μεταβαλλομένου δαίμονος ἀνέχου.
102πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα,
103μη δὲ προσίστω πρῷραν βιότου
104πρὸς κῦμα πλέουσα τύχαισιν.
105αἰαῖ αἰαῖ.
106τί γὰρ οὐ πάρα μοι μελέᾳ στενάχειν,
107ᾗ πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις;
108ὦ πολὺς ὄγκος συστελλόμενος
109προγόνων, ὡς οὐδὲν ἄρ’ἦσθα.
110τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν;
111112
δύστηνος ἐγὼ τῆς βαρυδαίμονος
113ἄρθρων κλίσεως, ὡς διάκειμαι,
114νῶτ’ἐν στερροῖς λέκτροισι ταθεῖσ’.
115οἴμοι κεφαλῆς, οἴμοι κροτάφων
116πλευρῶνθ’, ὥς μοι πόθος εἱλίξαι
117καὶ διαδοῦναι νῶτον ἄκανθάντ’
118εἰς ἀμφοτέρους τοίχους, μελέων
119ἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγους.
120μοῦσα δὲ κα- χαὔτη τοῖς δυστήνοις
121ἄτας κελαδεῖν ἀχορεύτους.
122πρῷραι ναῶν, ὠκείαις
123Ἴλιον ἱερὰν αἳ κώπαις
124δι’ἅλα πορφυροειδέα καὶ
125λιμένας Ἑλλάδος εὐόρμους
126αὐλῶν παιᾶνι στυγνῷ
127συρίγγωντ’εὐφθόγγων φωνᾷ
128βαίνουσαι πλεκτὰν Αἰγύπτου
129παιδείαν ἐξηρτήσασθ’,
130αἰαῖ, Τροίας ἐν κόλποις
131τὰν Μενελάου μετανισόμεναι
132στυγνὰν ἄλοχον, Κάστορι λώβαν
133τῷτ’Εὐρώτᾳ δυσκλείαν,
134ἃ σφάζει μὲν
135τὸν πεντήκοντ’ἀροτῆρα τέκνων
136Πρίαμον, ἐμέτε μελέαν Ἑκάβαν
137ἐς τάνδ’ἐξώκειλ’ἄταν.
138ὤμοι, θάκους οἵους θάσσω,
139σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις.
140δούλα δ’ἄγομαι
141γραῦς ἐξ οἴκων πενθήρη
142κρᾶτ’ἐκπορθηθεῖσ’οἰκτρῶς.
143ἀλλ’ὦ τῶν χαλκεγχέων Τρώων
144ἄλοχοι μέλεαι,
145καὶ κοῦραι κοῦραι δύσνυμφοι, τύφεται Ἴλιον, αἰάζωμεν.
146μάτηρ δ’ὡσεί τις πτανοῖς
147ὄρνισιν, ὅπως ἐξάρξω ’γὼ
148κλαγγάν, μολπάν, οὐ τὰν αὐτὰν
149οἵαν ποτὲ δὴ
150σκήπτρῳ Πριάμου διερειδομένα
151ποδὸς ἀρχεχόρου πληγαῖς Φρυγίους
152εὐκόμποις ἐξῆρχον θεούς.
Ημιχοριον Α
Ημ.
Ημ.
153Ἑκάβη, τί θροεῖς; τί δὲ θωΰσσεις;
154ποῖ λόγος ἥκει; διὰ γὰρ μελάθρων
155ἄιον οἴκτους οὓς οἰκτίζῃ.
156διὰ δὲ στέρνων φόβος ἄισσεν
157Τρῳάσιν, αἳ τῶνδ’οἴκων εἴσω
158δουλείαν αἰάζουσιν.
Εκαβη
Εκ.
Εκ.
159ὦ τέκν’, Ἀργείων πρὸς ναῦς ἤδη […]
Ημιχοριον Α
Ημ.
Ημ.
160κινεῖται κωπήρης χείρ;
161οἲ ἐγώ, τί θέλουσ’, ἦ πού μ’ἤδη
162ναυσθλώσουσιν πατρίας ἐκ γᾶς;
Εκαβη
Εκ.
Εκ.
163οὐκ οἶδ’, εἰκάζω δ’ἄταν.
Ημιχοριον Α
Ημ.
Ημ.
164ἰὼ ἰώ.
165μέλεαι μόχθων ἐπακουσόμεναι
166Τρῳάδες, ἔξω † κομίζεσθ’† οἴκων ·
167στέλλουσ’Ἀργεῖοι νόστον.
Εκαβη
Εκ.
Εκ.
168αἶ, αἶ.
169μή νύν μοι τὰν
170ἐκβακχεύουσαν Κασάνδραν,
172αἰσχύναν Ἀργείοισιν,
171πέμψητ’ἔξω,
173μαινάδ’, ἐπ’ἄλγει δ’ἀλγυνθῶ.
173bἰώ.
174Τροία Τροία δύσταν’, ἔρρεις,
174bδύστανοι δ’οἵ σ’ἐκλείποντες
175καὶ ζῶντες καὶ δμαθέντες.
Ημιχοριον Β
Ημ.
Ημ.
176οἴμοι. τρομερὰ σκηνὰς ἔλιπον
177τάσδ’Ἀγαμέμνονος ἐπακουσομένα,
178βασίλεια, σέθεν · μή με κτείνειν
179δόξ’Ἀργείων κεῖται μελέαν;
180ἢ κατὰ πρύμνας ἤδη ναῦται
181στέλλονται κινεῖν κώπας;
Εκαβη
Εκ.
Εκ.
182ὦ τέκνον, ὀρθρεύου σὰν ψυχάν.
Ημιχοριον Β
Ημ.
Ημ.
183ἐκπληχθεῖσ’ἦλθον φρίκᾳ.
184ἤδη τις ἔβα Δαναῶν κῆρυξ;
185τῷ πρόσκειμαι δούλα τλάμων;
Εκαβη
Εκ.
Εκ.
186ἐγγύς που κεῖσαι κλήρου.
Ημιχοριον Β
Ημ.
Ημ.
187ἰὼ ἰώ.
188τίς μ’Ἀργείων ἢ Φθιωτᾶν
189ἢ νησαίαν μ’ἄξει χώραν
190δύστανον πόρσω Τροίας;
Εκαβη
Εκ.
Εκ.
190φεῦ φεῦ.
190bτῷ δ’ἁ τλάμων
191ποῦ πᾷ γαίας δουλεύσω γραῦς,
192ὡς κηφήν, ἁ δειλαία,
192bνεκροῦ μορφά,
193νεκύων ἀμενηνὸν ἄγαλμα,
194αἰαῖ
194bτὰν παρὰ προθύροις φυλακὰν κατέχουσ’
195ἢ παίδων θρέπτειρ’, ἃ Τροίας
196ἀρχαγοὺς εἶχον τιμάς;
Χορος
Χο.
Χο.
197αἰαῖ αἰαῖ, ποίοις δ’οἴκτοις
198τὰν σὰν λύμαν ἐξαιάζεις;
199οὐκ Ἰδαίοις ἱστοῖς κερκίδα
200δινεύουσ’ἐξαλλάξω.
201νέατον τεκέων σώματα λεύσσω,
202νέατον […]
203μόχθους ἕξω κρείσσους,
204ἢ λέκτροις πλαθεῖσ’Ἑλλάνων […]
205“ἔρροι νὺξ αὕτα καὶ δαίμων”. ἢ Πειρήνας ὑδρευσομένα
206πρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων.
207τὰν κλεινὰν εἴθ’ἔλθοιμεν
208Θησέως εὐδαίμονα χώραν.
210μὴ γὰρ δὴ δίναν γ’Εὐρώτα,
211τὰν ἐχθίσταν θεράπναν Ἑλένας,
212ἔνθ’ἀντάσω Μενέλᾳ δούλα,
213τῷ τᾶς Τροίας πορθητᾷ.
214τὰν Πηνειοῦ σεμνὰν χώραν,
215κρηπῖδ’Οὐλύμπου καλλίσταν,
216ὄλβῳ βρίθειν φάμαν ἤκουσ’
217εὐθαλεῖτ’εὐκαρπείᾳ ·
218τάδε δεύτερά μοι μετὰ τὰν ἱερὰν
219Θησέως ζαθέαν ἐλθεῖν χώραν.
220καὶ τὰν Αἰτναίαν Ἡφαίστου
221Φοινίκας ἀντήρη χώραν,
222Σικελῶν ὀρέων ματέρ’, ἀκούω
223καρύσσεσθαι στεφάνοις ἀρετᾶς.
224τάντ’ἀγχιστεύουσαν γᾶν
225† Ἰονίῳ ναύται πόντῳ, †
226ἃν ὑγραίνει καλλιστεύων
227ὁ ξανθὰν χαίταν πυρσαίνων
228Κρᾶθις ζαθέαις πηγαῖσι τρέφων
229εὔανδρόντ’ὀλβίζων γᾶν.
230καὶ μὴν Δαναῶν ὅδ’ἀπὸ στρατιᾶς
231κῆρυξ, νεοχμῶν μύθων ταμίας,
232στείχει ταχύπουν ἴχνος ἐξανύων.
233τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ
234Δωρίδος ἐσμὲν χθονὸς ἤδη.
Ταλθυβιος
Τα.
Τα.
235Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μ’ἐς Τροίαν ὁδοὺς
236ἐλθόντα κήρυκ’ἐξ Ἀχαιικοῦ στρατοῦ,
237ἐγνωσμένος δὲ καὶ πάροιθέ σοι, γύναι,
238Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.
Εκαβη
Εκ.
Εκ.
239αἰαῖ, τόδε
240τόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι.
Ταλθυβιος
Τα.
Τα.
240ἤδη κεκλήρωσθ’, εἰ τόδ’ἦν ὑμῖν φόβος.
Εκαβη
Εκ.
Εκ.
241αἰαῖ, τίν’ἢ
242Θεσσαλίας πόλιν ἢ
243Φθιάδος εἶπας ἢ Καδμείας χθονός;
Ταλθυβιος
Τα.
Τα.
244κατ’ἄνδρ’ἑκάστη κα- κοὐχ ὁμοῦ λελόγχατε.
Εκαβη
Εκ.
Εκ.
245τίν’ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴς Ἰλιάδων μένει;
Ταλθυβιος
Τα.
Τα.
246οἶδ’· ἀλλ’ἕκαστα πυνθάνου, μὴ πάνθ’ὁμοῦ.
Εκαβη
Εκ.
Εκ.
247το- τοὐμὸν τίς ἆρ’
248ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν;
Ταλθυβιος
Τα.
Τα.
249ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.
Εκαβη
Εκ.
Εκ.
250ἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳ
251δούλαν; ἰώ μοί μοι.
Ταλθυβιος
Τα.
Τα.
252οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.
Εκαβη
Εκ.
Εκ.
253ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁ
254χρυσοκόμας ἔδωκ’ἄλεκτρον ζόαν;
Ταλθυβιος
Τα.
Τα.
255ἔρως ἐτόξευσ’αὐτὸν ἐνθέου κόρης.
Εκαβη
Εκ.
Εκ.
256ῥῖπτε, τέκνον, ζαθέους
257κλῇδας καὶ ἀπὸ χροὸς
258ἐνδυτῶν στεφέων ἱεροὺς στολμούς.
Ταλθυβιος
Τα.
Τα.
259οὐ γὰρ μέγ’αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν;
Εκαβη
Εκ.
Εκ.
260τί δ’ὃ νεοχμὸν ἀπ’ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι;
Ταλθυβιος
Τα.
Τα.
262Πολυξένην ἔλεξας, ἢ τίν’ἱστορεῖς;
Εκαβη
Εκ.
Εκ.
263ταύταν · τῷ πάλος ἔζευξεν;
Ταλθυβιος
Τα.
Τα.
264τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως.
Εκαβη
Εκ.
Εκ.
265ὤμοι ἐγώ · τάφῳ πρόσπολον ἐτεκόμαν.
266ἀτὰρ τίς ὅδ’ἢ νόμος ἢ τί
267θέσμιον, ὦ φίλος, Ἑλλάνων;
Ταλθυβιος
Τα.
Τα.
268εὐδαιμόνιζε παῖδα σήν · ἔχει καλῶς.
Εκαβη
Εκ.
Εκ.
269τί τόδ’ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει;
Ταλθυβιος
Τα.
Τα.
270ἔχει πότμος νιν, ὥστ’ἀπηλλάχθαι πόνων.
Εκαβη
Εκ.
Εκ.
271τί δ’ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ,
272Ἀνδρομάχα τάλαινα, τίν’ἔχει τύχαν;
Ταλθυβιος
Τα.
Τα.
273καὶ τήνδ’Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.
Εκαβη
Εκ.
Εκ.
274ἐγὼ δὲ τῷ
275πρόσπολος ἁ τριτοβάμονος χερὶ
276δευομένα βάκτρου γεραιῷ κάρᾳ;
Ταλθυβιος
Τα.
Τα.
277Ἰθάκης Ὀδυσσεὺς ἔλαχ’ἄναξ δούλην σ’ἔχειν.
Εκαβη
Εκ.
Εκ.
278ἒ ἔ.
279ἄρασσε κρᾶτα κούριμον,
280ἕλκ’ὀνύχεσσι δίπτυχον παρειάν.
281ἰώ μοί μοι.
282μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν,
283πολεμίῳ δίκας, παρανόμῳ δάκει,
285ὃς πάντα τα- τἀκεῖθεν ἐνθάδε στρέφει, τὰ δ’
286ἀντίπαλ’αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳ
287φίλα τὰ πρότερ’ἄφιλα τιθέμενος πάντων.
288γοᾶσθ’, ὦ Τρῳάδες, με.
289βέβακα δύσποτμος. ἁ
290τάλαινα, δυστυχεστάτῳ
291προσέπεσον κλήρῳ.
Χορος
Χο.
Χο.
292τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δ’ἐμὰς τύχας
293τίς ἆρ’Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει;
Ταλθυβιος
Τα.
Τα.
294ἴτ’, ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν
295ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃ
296ἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμένας
297καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω.
298ἔα · τί πεύκης ἔνδον αἴθεται σέλας;
299πιμπρᾶσιν — ἢ τί δρῶσι — Τρῳάδες μυχούς,
300ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς
301πρὸς Ἄργος, αὑτῶντ’ἐκπυροῦσι σώματα
302θανεῖν θέλουσαι; κάρτα τοι το- τοὐλεύθερον
303ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά.
304ἄνοιγ’ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον
305ἐχθρὸν δ’Ἀχαιοῖς εἰς ἔμ’αἰτίαν βάλῃ.
Εκαβη
Εκ.
Εκ.
306οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ
307μαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ.
Κασανδρα
Κα.
Κα.
308ἄνεχε · πάρεχε.
309φῶς φέρ’, ὤ · σέβω · φλέγω — ἰδού, ἰδού —
310λαμπάσι τόδ’ἱερόν. ὦ Ὑμέναι’ἄναξ ·
311μακάριος ὁ γαμέτας ·
312μακαρία δ’ἐγὼ βασιλικοῖς λέκτροις
313κατ’Ἄργος ἁ γαμουμένα.
314Ὑμήν, ὦ Ὑμέναι’ἄναξ.
315ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ
316γόοισι τὸν θανόντα πατέρα πατρίδατε
317φίλαν καταστένουσ’ἔχεις,
319ἐγὼ δ’ἐπὶ γάμοις ἐμοῖς
320ἀναφλέγω πυρὸς φῶς
321ἐς αὐγάν, ἐς αἴγλαν,
322διδοῦσ’, ὦ Ὑμέναιε, σοί,
323διδοῦσ’, ὦ Ἑκάτα, φάος,
324παρθένων ἐπὶ λέκτροις
325ᾇ νόμος ἔχει. πάλλε πόδα.
326αἰθέριον ἄναγε χορόν · εὐἅν, εὐοἵ ·
327ὡς ἐπὶ πατρὸς ἐμοῦ
328μακαριωτάταις
329τύχαις · ὁ χορὸς ὅσιος.
330ἄγε σύ, Φοῖβε, νῦν · κατὰ σὸν ἐν δάφναις ἀνάκτορον θυηπολῶ,
331Ὑμήν, ὦ Ὑμέναι’, Ὑμήν.
332χόρευε, μᾶτερ, ἀναγέλασον ·
333ἕλισσε τᾷδ’ἐκεῖσε μετ’ἐμέθεν ποδῶν
334φέρουσα φιλτάταν βάσιν.
335βοάσαθ’Ὑμέναιον, ὤ,
336μακαρίαις ἀοιδαῖς
337ἰαχαῖςτε νύμφαν.
338ἴτ’, ὦ καλλίπεπλοι Φρυγῶν
339κόραι, μέλπετ’ἐμῶν γάμων
340τὸν πεπρωμένον εὐνᾷ
340bπόσιν ἐμέθεν.
Χορος
Χο.
Χο.
341βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην,
342μὴ κοῦφον αἴρῃ βῆμ’ἐς Ἀργείων στρατόν;
Εκαβη
Εκ.
Εκ.
343Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν,
344ἀτὰρ λυγράν γε τήνδ’ἀναιθύσσεις φλόγα
345ἔξωτε μεγάλων ἐλπίδων.
346οἴμοι, τέκνον,
347ὡς οὐχ ὑπ’αἰχμῆς σ’οὐ δ’ὑπ’Ἀργείου δορὸς
348γάμους γαμεῖσθαι τούσδ’ἐδόξαζόν ποτε.
349παράδος ἐμοὶ φῶς · οὐ γὰρ ὀρθὰ πυρφορεῖς
350μαινὰς θοάζουσ’, οὐ δέ σ’αἱ τύχαι, τέκνον, † ἐσωφρονήκασ’†, ἀλλ’ἔτ’ἐν τα- ταὐτῷ μένεις.
351ἐσφέρετε πεύκας, δάκρυάτ’ἀνταλλάξατε
352τοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις.
Κασανδρα
Κα.
Κα.
353μῆτερ, πύκαζε κρᾶτ’ἐμὸν νικηφόρον,
354καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις ·
355καὶ πέμπε, κα- κἂν μὴ τα- τἀμά σοι πρόθυμά γ’ᾖ,
356ὤθει βιαίως · εἰ γὰρ ἔστι Λοξίας,
357Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον
358ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ.
359κτενῶ γὰρ αὐτόν, κα- κἀντιπορθήσω δόμους
360ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσ’ἐμοῦ […]
361ἀλλ’ἄττ’ἐάσω · πέλεκυν οὐχ ὑμνήσομεν,
362ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι κα- χἁτέρων ·
363μητροκτόνουςτ’ἀγῶνας, οὓς οὑμοὶ γάμοι
364θήσουσιν, οἴκωντ’Ἀτρέως ἀνάστασιν.
365πόλιν δὲ δείξω τήνδε μακαριωτέραν
366ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλ’ὅμως
367τοσόνδε γ’ἔξω στήσομαι βακχευμάτων ·
368οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν,
369θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.
370ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ
371τὰ φίλτατ’ὤλεσ’, ἡδονὰς τὰς οἴκοθεν
372τέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα,
373καὶ ταῦθ’ἑκούσης κα- κοὐ βίᾳ λελῃσμένης.
374ἐπεὶ δ’ἐπ’ἀκτὰς ἤλυθον Σκαμανδρίους,
375ἔθνῃσκον, οὐ γῆς ὅρι’ἀποστερούμενοι
376οὐ δ’ὑψίπυργον πατρίδ’· οὓς δ’Ἄρης ἕλοι,
377οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν
378πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ
379κεῖνται. τὰ δ’οἴκοι τοῖσδ’ὅμοι’ἐγίγνετο ·
380χῆραίτ’ἔθνῃσκον, οἳ δ’ἄπαιδες ἐν δόμοις
381ἄλλοις τέκν’ἐκθρέψαντες · οὐ δὲ πρὸς τάφοις
382ἔσθ’ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται.
383ἦ τοῦδ’ἐπαίνου τὸ στράτευμ’ἐπάξιον. —
384σιγᾶν ἄμεινον τα- τᾀσχρά, μη δὲ μοῦσά μοι
385γένοιτ’ἀοιδὸς ἥτις ὑμνήσει κακά.
386Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος,
387ὑπὲρ πάτρας ἔθνῃσκον · οὓς δ’ἕλοι δόρυ,
388νεκροί γ’ἐς οἴκους φερόμενοι φίλων ὕπο
389ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός,
390χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο ·
391ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν,
392ἀεὶ κατ’ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις
393ᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί.
394τὰ δ’Ἕκτορός σοι λύπρ’ἄκουσον ὡς ἔχει ·
395δόξας ἀνὴρ ἄριστος οἴχεται θανών,
396καὶ τοῦτ’Ἀχαιῶν ἵξις ἐξεργάζεται ·
397εἰ δ’ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν.
398Πάρις δ’ἔγημε τὴν Διός · γήμας δὲ μή,
399σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις.
400φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ ·
401εἰ δ’ἐς τόδ’ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει
402καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές.
403ὧν οὕνεκ’οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν,
404οὐ τα- τἀμὰ λέκτρα · τοὺς γὰρ ἐχθίστους ἐμοὶ
405καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ.
Χορος
Χο.
Χο.
406ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς,
407μέλπειςθ’ἃ μέλπουσ’οὐ σαφῆ δείξεις ἴσως.
Ταλθυβιος
Τα.
Τα.
408εἰ μή σ’Ἀπόλλων ἐξεβάκχευεν φρένας,
409οὔ τα- τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας
410τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός.
411ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ
412οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.
413ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,
414Ἀτρέως φίλος παῖς, τῆσδ’ἔρωτ’ἐξαίρετον
415μαινάδος ὑπέστη · καὶ πένης μέν εἰμ’ἐγώ,
416ἀτὰρ λέχος γε τῆσδ’ἂν οὐκ ἐκτησάμην.
417καὶ σοὶ μέν — οὐ γὰρ ἀρτίας ἔχεις φρένας —
418Ἀργεῖ’ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις
419ἀνέμοις φέρεσθαι παραδίδωμ’· ἕπου δέ μοι
420πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ.
421σὺ δ’, ἡνίκ’ἄν σε Λαρτίου χρῄζῃ τόκος
422ἄγειν, ἕπεσθαι · σώφρονος δ’ἔσῃ λάτρις
423γυναικός, ὥς φασ’οἱ μολόντες Ἴλιον.
Κασανδρα
Κα.
Κα.
424ἦ δεινὸς ὁ λάτρις. τί ποτ’ἔχουσι το- τοὔνομα
425κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς,
426οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται;
427σὺ τὴν ἐμὴν φῂς μητέρ’εἰς Ὀδυσσέως
428ἥξειν μέλαθρα; ποῦ δ’Ἀπόλλωνος λόγοι,
429οἵ φασιν αὐτὴν εἰς ἔμ’ἡρμηνευμένοι
430αὐτοῦ θανεῖσθαι; […] τα- τἄλλα δ’οὐκ ὀνειδιῶ.
431δύστηνος, οὐκ οἶδ’οἷά νιν μένει παθεῖν ·
432ὡς χρυσὸς αὐτῷ τα- τἀμὰ καὶ Φρυγῶν κακὰ
433δόξει ποτ’εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτη
434πρὸς τοῖσιν ἐνθάδ’, ἵξεται μόνος πάτραν
435[…] οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτρας
436δεινὴ Χάρυβδις, ὠμοβρώςτ’ὀρειβάτης
437Κύκλωψ, Λιγυστίςθ’ἡ συῶν μορφώτρια
438Κίρκη, θαλάσσηςθ’ἁλμυρᾶς ναυάγια,
439λωτοῦτ’ἔρωτες, Ἡλίουθ’ἁγναὶ βόες,
440αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε,
441πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω,
442ζῶν εἶσ’ἐς Ἅιδου κα- κἀκφυγὼν λίμνης ὕδωρ
443κάκ’ἐν δόμοισι μυρί’εὑρήσει μολών.
444ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;
445στεῖχ’ὅπως τάχιστ’· ἐς Ἅιδου νυμφίῳ γημώμεθα.
446ἦ κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ,
447ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα.
448κα- κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδ’ἐκβεβλημένην
449ὕδατι χειμάρρῳ ῥέουσαι, νυμφίου πέλας τάφου,
450θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν.
451ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματ’εὔια,
452χαίρετ’· ἐκλέλοιφ’ἑορτάς, αἷς πάροιθ’ἠγαλλόμην.
453ἴτ’ἀπ’ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτ’οὖσ’ἁγνὴ χρόα
454δῶ θοαῖς αὔραις φέρεσθαί σοι τάδ’, ὦ μαντεῖ’ἄναξ.
455ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ ποτ’ἐμβαίνειν με χρή;
456οὐκέτ’ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν,
457ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μ’ἐξάξων χθονός.
458χαῖρέ μοι, μῆτερ · δακρύσῃς μηδέν · ὦ φίλη πατρίς,
459οἵτε γῆς ἔνερθ’ἀδελφοὶ κα- χὡ τεκὼν ἡμᾶς πατήρ,
460οὐ μακρὰν δέξεσθέ μ’· ἥξω δ’ἐς νεκροὺς νικηφόρος
461καὶ δόμους πέρσασ’Ἀτρειδῶν, ὧν ἀπωλόμεσθ’ὕπο.
Χορος
Χο.
Χο.
462Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε
463δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει;
464οὐκ ἀντιλήψεσθ’; ἦ μεθήσετ’, ὦ κακαί,
465γραῖαν πεσοῦσαν; αἴρετ’εἰς ὀρθὸν δέμας.
Εκαβη
Εκ.
Εκ.
466ἐᾶτέ μ’— οὔτοι φίλα τὰ μὴ φίλ’, ὦ κόραι —
467κεῖσθαι πεσοῦσαν · πτωμάτων γὰρ ἄξια
468πάσχωτε καὶ πέπονθα κα- κἄτι πείσομαι.
469ὦ θεοί […] κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,
470ὅμως δ’ἔχει τι σχῆμα κικλήσκειν θεούς,
471ὅταν τις ἡμῶν δυστυχῆ λάβῃ τύχην.
472πρῶτον μὲν οὖν μοι τα- τἀγάθ’ἐξᾷσαι φίλον ·
473τοῖς γὰρ κακοῖσι πλείον’οἶκτον ἐμβαλῶ.
474ἦμεν τύραννοι κα- κἀς τύρανν’ἐγημάμην,
475κα- κἀνταῦθ’ἀριστεύοντ’ἐγεινάμην τέκνα,
476οὐκ ἀριθμὸν ἄλλως, ἀλλ’ὑπερτάτους Φρυγῶν ·
477οὓς Τρῳὰς οὐ δ’Ἑλληνὶς οὐ δὲ βάρβαρος
478γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε.
479κα- κἀκεῖνάτ’εἶδον δορὶ πεσόνθ’Ἑλληνικῷ
480τρίχαςτ’ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν,
481καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα
482κλύουσ’ἔκλαυσα, τοῖσδε δ’εἶδον ὄμμασιν
483αὐτὴ κατασφαγέντ’ἐφ’ἑρκείῳ πυρᾷ,
484πόλινθ’ἁλοῦσαν. ἃς δ’ἔθρεψα παρθένους
485ἐς ἀξίωμα νυμφίων ἐξαίρετον,
486ἄλλοισι θρέψασ’ἐκ χερῶν ἀφῃρέθην.
487κα- κοὔτ’ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι,
488αὐτήτ’ἐκείνας οὐκέτ’ὄψομαί ποτε.
489τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν,
490δούλη γυνὴ γραῦς Ἑλλάδ’εἰσαφίξομαι.
491ἃ δ’ἐστὶ γήρᾳ τῷδ’ἀσυμφορώτατα,
492τούτοις με προσθήσουσιν, ἢ θυρῶν λάτριν
493κλῇδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα,
494ἢ σιτοποιεῖν, κα- κἀν πέδῳ κοίτας ἔχειν
495ῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων,
496τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα
497πέπλων λακίσματ’, ἀδόκιμ’ὀλβίοις ἔχειν.
498οἲ ’γὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα
499γυναικὸς οἵων ἔτυχον ὧντε τεύξομαι.
500ὦ τέκνον, ὦ σύμβακχε Κασάνδρα θεοῖς,
501οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν.
502σύτ’, ὦ τάλαινα, ποῦ ποτ’εἶ, Πολυξένη;
503ὡς οὔτε μ’ἄρσην οὔτε θήλεια σπορὰ
504πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ.
505τί δῆτά μ’ὀρθοῦτ’; ἐλπίδων ποίων ὕπο;
506ἄγετε τὸν ἁβρὸν δήποτ’ἐν Τροίᾳ πόδα,
507νῦν δ’ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ
508πέτρινάτε κρήδεμν’, ὡς πεσοῦσ’ἀποφθαρῶ
509δακρύοις καταξανθεῖσα. τῶν δ’εὐδαιμόνων
510μηδένα νομίζετ’εὐτυχεῖν, πρὶν ἂν θάνῃ.
Χορος
Χο.
Χο.
512ἀμφί μοι Ἴλιον, ὦ
513Μοῦσα, καινῶν ὕμνων
514ἄεισον ἐν δακρύοις ᾠδὰν ἐπικήδειον ·
515νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω,
517τετραβάμονος ὡς ὑπ’ἀπήνας
518Ἀργείων ὀλόμαν τάλαινα δοριάλωτος,
519ὅτ’ἔλιπον ἵππον οὐράνια
520βρέμοντα χρυσεοφάλαρον
521ἔνοπλον ἐν πύλαις Ἀχαιοί ·
522ἀνὰ δ’ἐβόασεν λεὼς
523Τρῳάδος ἀπὸ πέτρας σταθείς ·
524ἴτ’, ὦ πεπαυμένοι πόνων,
525τόδ’ἱερὸν ἀνάγετε ξόανον
526Ἰλιάδι Διογενεῖ κόρᾳ.
527τίς οὐκ ἔβα νεανίδων,
528τίς οὐ γεραιὸς ἐκ δόμων;
529κεχαρμένοι δ’ἀοιδαῖς
530δόλιον ἔσχον ἄταν.
532πᾶσα δὲ γέννα Φρυγῶν
533πρὸς πύλας ὡρμάθη,
534πεύκᾳ ἐν οὐρεΐᾳ ξεστὸν λόχον Ἀργείων
535καὶ Δαρδανίας ἄταν θέᾳ δώσων,
537χάριν ἄζυγος ἀμβροτοπώλου ·
538κλωστοῦ δ’ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶ
539σκάφος κελαινόν, εἰς ἕδρανα
540λάινα δάπεδάτε φόνια
541πατρίδι Παλλάδος θέσαν θεᾶς.
542ἐπὶ δὲ πόνῳ καὶ χαρᾷ
543νύχιον ἐπεὶ κνέφας παρῆν,
544Λίβυςτε λωτὸς ἐκτύπει
545Φρύγιάτε μέλεα, παρθένοι δ’
546ἀέριον ἀνὰ κρότον ποδῶν
547βοὰν ἔμελπον εὔφρον’, ἐν
548δόμοις δὲ παμφαὲς σέλας
549πυρὸς μέλαιναν αἴγλαν
550ἄκος ἔδωκεν ὕπνῳ.
552ἐγὼ δὲ τὰν ὀρεστέραν
553τότ’ἀμφὶ μέλαθρα παρθένον
554Διὸς κόραν ἐμελπόμαν
555χοροῖσι · φοινία δ’ἀνὰ
556πτόλιν βοὰ κατεῖχε
557Περγάμων ἕδρας · βρέφη δὲ
558φίλια περὶ πέπλους ἔβαλλε
559ματρὶ χεῖρας ἐπτοημένας ·
560λόχου δ’ἐξέβαιν’Ἄρης,
561κόρας ἔργα Παλλάδος.
562σφαγαὶ δ’ἀμφιβώμιοι
563Φρυγῶν, ἔντε δεμνίοις
564καράτομος ἐρημία
565νεανίδων στέφανον ἔφερεν
566Ἑλλάδι κουροτρόφον,
567Φρυγῶν πατρίδι πένθη.
568Ἑκάβη, λεύσσεις τήνδ’Ἀνδρομάχην
569ξενικοῖς ἐπ’ὄχοις πορθμευομένην;
570παρὰ δ’εἰρεσίᾳ μαστῶν ἕπεται
571φίλος Ἀστυάναξ, Ἕκτορος ἶνις.
572ποῖ ποτ’ἀπήνης νώτοισι φέρῃ,
573δύστανε γύναι, πάρεδρος χαλκέοις
574Ἕκτορος ὅπλοις σκύλοιςτε Φρυγῶν
575δοριθηράτοις, οἷσιν Ἀχιλλέως παῖς Φθιώτας
576στέψει ναοὺς ἀπὸ Τροίας;
Ανδρομαχη
Αν.
Αν.
577Ἀχαιοὶ δεσπόται μ’ἄγουσιν.
Εκαβη
Εκ.
Εκ.
578οἴμοι.
Ανδρομαχη
Αν.
Αν.
578bτί παιᾶν’ἐμὸν στενάζεις;
Εκαβη
Εκ.
Εκ.
579αἰαῖ —
Ανδρομαχη
Αν.
Αν.
579bτῶνδ’ἀλγέων —
Εκαβη
Εκ.
Εκ.
580ὦ Ζεῦ —
Ανδρομαχη
Αν.
Αν.
580bκαὶ συμφορᾶς.
Εκαβη
Εκ.
Εκ.
581τέκεα,
Ανδρομαχη
Αν.
Αν.
581bπρίν ποτ’ἦμεν.
Εκαβη
Εκ.
Εκ.
582βέβακ’ὄλβος, βέβακε Τροία
Ανδρομαχη
Αν.
Αν.
583τλάμων.
Εκαβη
Εκ.
Εκ.
583bἐμῶντ’εὐγένεια παίδων.
Ανδρομαχη
Αν.
Αν.
584φεῦ φεῦ.
Εκαβη
Εκ.
Εκ.
584bφεῦ δῆτ’ἐμῶν
Ανδρομαχη
Αν.
Αν.
585κακῶν.
Εκαβη
Εκ.
Εκ.
585bοἰκτρὰ τύχα
Ανδρομαχη
Αν.
Αν.
586πόλεος,
Εκαβη
Εκ.
Εκ.
586bἃ καπνοῦται.
Ανδρομαχη
Αν.
Αν.
587μόλοις, ὦ πόσις, μοι —
Εκαβη
Εκ.
Εκ.
588βοᾷς τὸν παρ’Ἅιδᾳ
589παῖδ’ἐμόν, ὦ μελέα.
Ανδρομαχη
Αν.
Αν.
590σᾶς δάμαρτος ἄλκαρ.
Εκαβη
Εκ.
Εκ.
591σύτ’, ὦ λῦμ’Ἀχαιῶν,
592τέκνων δέσποθ’ἁμῶν,
593πρεσβυγενὲς Πρίαμε,
594κοίμισαί μ’ἐς Ἅιδου.
Ανδρομαχη
Αν.
Αν.
595οἵδε πόθοι μεγάλοι […]
Εκαβη
Εκ.
Εκ.
595bσχετλία, τάδε πάσχομεν ἄλγη.
Ανδρομαχη
Αν.
Αν.
596οἰχομένας πόλεως […]
Εκαβη
Εκ.
Εκ.
596bἐπὶ δ’ἄλγεσιν ἄλγεα κεῖται.
Ανδρομαχη
Αν.
Αν.
597δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν,
598ὃς λεχέων στυγερῶν χάριν ὤλεσε
598bπέργαμα Τροίας · αἱματόεντα δὲ
599θεᾷ παρὰ Παλλάδι σώματα νεκρῶν
600γυψὶ φέρειν τέταται · ζυγὰ δ’ἤνυσε
600bδούλια Τροίᾳ.
Εκαβη
Εκ.
Εκ.
601ὦ πατρίς, ὦ μελέα […]
Ανδρομαχη
Αν.
Αν.
601bκαταλειπομέναν σε δακρύω,
Εκαβη
Εκ.
Εκ.
602νῦν τέλος οἰκτρὸν ὁρᾷς.
Ανδρομαχη
Αν.
Αν.
602bκαὶ ἐμὸν δόμον ἔνθ’ἐλοχεύθην.
Εκαβη
Εκ.
Εκ.
603ὦ τέκν’, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν,
604οἷος ἰάλεμος, οἷάτε πένθη
604b[…]
605δάκρυάτ’ἐκ δακρύων καταλείβεται
606ἁμετέροισι δόμοις · ὁ θανὼν δ’
607ἐπιλάθεται ἀλγέων.
Χορος
Χο.
Χο.
608ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι
609θρήνωντ’ὀδυρμοὶ μοῦσάθ’ἣ λύπας ἔχει.
Ανδρομαχη
Αν.
Αν.
610ὦ μῆτερ ἀνδρός, ὅς ποτ’Ἀργείων δορὶ
611πλείστους διώλεσ’, Ἕκτορος, τάδ’εἰσορᾷς;
Εκαβη
Εκ.
Εκ.
612ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσ’ἄνω
613τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντ’ἀπώλεσαν.
Ανδρομαχη
Αν.
Αν.
614ἀγόμεθα λεία σὺν τέκνῳ · τὸ δ’εὐγενὲς
615ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδ’ἔχον.
Εκαβη
Εκ.
Εκ.
616τὸ τῆς ἀνάγκης δεινόν · ἄρτι κα- κἀπ’ἐμοῦ
617βέβηκ’ἀποσπασθεῖσα Κασάνδρα βίᾳ.
Ανδρομαχη
Αν.
Αν.
618φεῦ φεῦ ·
619ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος
620παιδὸς πέφηνε σῆς. νοσεῖς δὲ κα- χἄτερα.
Εκαβη
Εκ.
Εκ.
620ὧν γ’οὔτε μέτρον οὔτ’ἀριθμός ἐστί μοι ·
621κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.
Ανδρομαχη
Αν.
Αν.
622τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένη
623σφαγεῖσ’Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ.
Εκαβη
Εκ.
Εκ.
624οἲ ’γὼ τάλαινα. τοῦτ’ἐκεῖν’ὅ μοι πάλαι
625Ταλθύβιος αἴνιγμ’οὐ σαφῶς εἶπεν σαφές.
Ανδρομαχη
Αν.
Αν.
626εἶδόν νιν αὐτή, κα- κἀποβᾶσα τῶνδ’ὄχων
627ἔκρυψα πέπλοις κα- κἀπεκοψάμην νεκρόν.
Εκαβη
Εκ.
Εκ.
628αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων ·
629αἰαῖ μάλ’αὖθις, ὡς κακῶς διόλλυσαι.
Ανδρομαχη
Αν.
Αν.
630ὄλωλεν ὡς ὄλωλεν · ἀλλ’ὅμως ἐμοῦ
631ζώσης γ’ὄλωλεν εὐτυχεστέρῳ πότμῳ.
Εκαβη
Εκ.
Εκ.
632οὐ τα- ταὐτόν, ὦ παῖ, τῷ βλέπειν τὸ κατθανεῖν ·
633τὸ μὲν γὰρ οὐδέν, τῷ δ’ἔνεισιν ἐλπίδες.
Ανδρομαχη
Αν.
Αν.
634ὦ μῆτερ, † ὦ τεκοῦσα †, κάλλιστον λόγον
635ἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί.
636τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω,
637τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν.
638ἀλγεῖ γὰρ οὐδὲν † τῶν κακῶν ᾐσθημένος · †
639ὁ δ’εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν
640ψυχὴν ἀλᾶται τῆς πάροιθ’εὐπραξίας.
641κείνη δ’, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,
642τέθνηκε κα- κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν.
643ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας
644λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον.
645ἃ γὰρ γυναιξὶ σώφρον’ἔσθ’ηὑρημένα,
646ταῦτ’ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας.
647πρῶτον μέν, ἔνθα — κα- κἂν προσῇ κα- κἂν μὴ προσῇ
648ψόγος γυναιξίν — αὐτὸ τοῦτ’ἐφέλκεται
649κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει,
650τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις ·
651ἔσωτε μελάθρων κομψὰ θηλειῶν ἔπη
652οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον
653οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί.
654γλώσσηςτε σιγὴν ὄμμαθ’ἥσυχον πόσει
655παρεῖχον · ᾔδη δ’ἁμὲ χρῆν νικᾶν πόσιν,
656κείνῳτε νίκην ὧν ἐχρῆν παριέναι.
657καὶ τῶνδε κληδὼν ἐς στράτευμ’Ἀχαιϊκὸν
658ἐλθοῦσ’ἀπώλεσέν μ’· ἐπεὶ γὰρ ᾑρέθην,
659Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν
660δάμαρτα · δουλεύσω δ’ἐν αὐθεντῶν δόμοις.
661κα- κεἰ μὲν παρώσασ’Ἕκτορος φίλον κάρα
662πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα,
663κακὴ φανοῦμαι τῷ θανόντι · τόνδε δ’αὖ
664στυγοῦσ’ἐμαυτῆς δεσπόταις μισήσομαι.
665καίτοι λέγουσιν ὡς μί’εὐφρόνη χαλᾷ
666τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος ·
667ἀπέπτυσ’αὐτήν, ἥτις ἄνδρα τὸν πάρος
668καινοῖσι λέκτροις ἀποβαλοῦσ’ἄλλον φιλεῖ.
669ἀλλ’οὐ δὲ πῶλος ἥτις ἂν διαζυγῇ
670τῆς συντραφείσης, ῥᾳδίως ἕλξει ζυγόν.
671καίτοι τὸ θηριῶδες ἄφθογγόντ’ἔφυ
672ξυνέσειτ’ἄχρηστον τῇ φύσειτε λείπεται.
673σὲ δ’, ὦ φίλ’Ἕκτορ, εἶχον ἄνδρ’ἀρκοῦντά μοι
674ξυνέσει γένει πλούτῳτε κα- κἀνδρείᾳ μέγαν ·
675ἀκήρατον δέ μ’ἐκ πατρὸς λαβὼν δόμων
676πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.
677καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δ’ἐγὼ
678πρὸς Ἑλλάδ’αἰχμάλωτος ἐς δοῦλον ζυγόν.
679ἆρ’οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶν
680Πολυξένης ὄλεθρος, ἣν καταστένεις;
681ἐμοὶ γὰρ οὐ δ’ὃ πᾶσι λείπεται βροτοῖς
682ξύνεστιν ἐλπίς, οὐ δὲ κλέπτομαι φρένας
683πράξειν τι κεδνόν · ἡδὺ δ’ἐστὶ καὶ δοκεῖν.
Χορος
Χο.
Χο.
684ἐς τα- ταὐτὸν ἥκεις συμφορᾶς · θρηνοῦσα δὲ
685τὸ σὸν διδάσκεις μ’ἔνθα πημάτων κυρῶ.
Εκαβη
Εκ.
Εκ.
686αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,
687γραφῇ δ’ἰδοῦσα καὶ κλύουσ’ἐπίσταμαι.
688ναύταις γὰρ ἢν μὲν μέτριος ᾖ χειμὼν φέρειν,
689προθυμίαν ἔχουσι σωθῆναι πόνων,
690ὁ μὲν παρ’οἴαχ’, ὁ δ’ἐπὶ λαίφεσιν βεβώς,
691ὁ δ’ἄντλον εἴργων ναός · ἢν δ’ὑπερβάλῃ
692πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃ
693παρεῖσαν αὑτοὺς κυμάτων δρομήμασιν.
694οὕτω δὲ κα- κἀγὼ πόλλ’ἔχουσα πήματα
695ἄφθογγός εἰμι καὶ παρεῖσ’ἐῶ στόμα ·
696νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων.
697ἀλλ’, ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας
698ἔασον · οὐ μὴ δάκρυά νιν σώσῃ τὰ σά ·
699τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν,
700φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων.
701κα- κἂν δρᾷς τάδ’, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους
702καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν
703Τροίᾳ μέγιστον ὠφέλημ’, ἵν’— εἴ ποτε —
704ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν
705κατοικίσειαν, καὶ πόλις γένοιτ’ἔτι.
706ἀλλ’ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,
707τίν’αὖ δέδορκα τόνδ’Ἀχαιϊκὸν λάτριν
708στείχοντα καινῶν ἄγγελον βουλευμάτων;
Ταλθυβιος
Τα.
Τα.
709Φρυγῶν ἀρίστου πρίν ποθ’Ἕκτορος δάμαρ,
710μή με στυγήσῃς · οὐχ ἑκὼν γὰρ ἀγγελῶ.
711Δαναῶν δὲ κοινὰ Πελοπιδῶντ’ἀγγέλματα […]
Ανδρομαχη
Αν.
Αν.
712τί δ’ἔστιν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν.
Ταλθυβιος
Τα.
Τα.
713ἔδοξε τόνδε παῖδα […] πῶς εἴπω λόγον;
Ανδρομαχη
Αν.
Αν.
714μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;
Ταλθυβιος
Τα.
Τα.
715οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ.
Ανδρομαχη
Αν.
Αν.
716ἀλλ’ἐνθάδ’αὐτοῦ λείψανον Φρυγῶν λιπεῖν;
Ταλθυβιος
Τα.
Τα.
717οὐκ οἶδ’ὅπως σοι ῥᾳδίως εἴπω κακά.
Ανδρομαχη
Αν.
Αν.
718ἐπῄνεσ’αἰδῶ, πλὴν ἐὰν λέγῃς καλά.
Ταλθυβιος
Τα.
Τα.
719κτενοῦσι σὸν παῖδ’, ὡς πύθῃ κακὸν μέγα.
Ανδρομαχη
Αν.
Αν.
720οἴμοι, γάμων τόδ’ὡς κλύω μεῖζον κακόν.
Ταλθυβιος
Τα.
Τα.
721νικᾷ δ’Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων […]
Ανδρομαχη
Αν.
Αν.
722αἰαῖ μάλ’· οὐ γὰρ μέτρια πάσχομεν κακά.
Ταλθυβιος
Τα.
Τα.
723λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸς […]
Ανδρομαχη
Αν.
Αν.
724τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι.
Ταλθυβιος
Τα.
Τα.
725ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο.
726ἀλλ’ὣς γενέσθω, καὶ σοφωτέρα φανῇ ·
727μήτ’ἀντέχου τοῦδ’, εὐγενῶς δ’ἄλγει κακοῖς,
728μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει.
729ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ. σκοπεῖν δὲ χρή ·
730πόλιςτ’ὄλωλε καὶ πόσις, κρατῇ δὲ σύ,
731ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν
732οἷοίτε. τούτων οὕνεκ’οὐ μάχης ἐρᾶν
733οὐ δ’αἰσχρὸν οὐδὲν οὐ δ’ἐπίφθονόν σε δρᾶν,
734οὐ δ’αὖ σ’Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς.
735εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός,
736οὔτ’ἂν ταφείη παῖς ὅδ’οὔτ’οἴκτου τύχοι.
737σιγῶσα δ’εὖτε τὰς τύχας κεκτημένη
738τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις
739αὐτήτ’Ἀχαιῶν πρευμενεστέρων τύχοις.
Ανδρομαχη
Αν.
Αν.
740ὦ φίλτατ’, ὦ περισσὰ τιμηθεὶς τέκνον,
741θανῇ πρὸς ἐχθρῶν μητέρ’ἀθλίαν λιπών,
742ἡ τοῦ πατρὸς δέ σ’εὐγένει’ἀποκτενεῖ,
743ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία,
744τὸ δ’ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθε σοὶ πατρός.
745ὦ λέκτρα τα- τἀμὰ δυστυχῆτε καὶ γάμοι,
746οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε,
747οὐ σφάγιον υἱὸν Δαναΐδαις τέξουσ’ἐμόν,
748ἀλλ’ὡς τύραννον Ἀσιάδος πολυσπόρου.
749ὦ παῖ, δακρύεις · αἰσθάνῃ κακῶν σέθεν;
750τί μου δέδραξαι χερσὶ κα- κἀντέχῃ πέπλων,
751νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς;
752οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ
753γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν,
754οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν ·
755λυγρὸν δὲ πήδημ’ἐς τράχηλον ὑψόθεν
756πεσὼν ἀνοίκτως, πνεῦμ’ἀπορρήξεις σέθεν.
757ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον,
758ὦ χρωτὸς ἡδὺ πνεῦμα · διὰ κενῆς ἄρα
759ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψ’ὅδε,
760μάτην δ’ἐμόχθουν καὶ κατεξάνθην πόνοις.
761νῦν — οὔποτ’αὖθις — μητέρ’ἀσπάζου σέθεν,
762πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δ’ὠλένας
763ἕλισσ’ἐμοῖς νώτοισι καὶ στόμ’ἅρμοσον.
764ὦ βάρβαρ’ἐξευρόντες Ἕλληνες κακά,
765τί τόνδε παῖδα κτείνετ’οὐδὲν αἴτιον;
766ὦ Τυνδάρειον ἔρνος, οὔποτ’εἶ Διός,
767πολλῶν δὲ πατέρων φημί σ’ἐκπεφυκέναι,
768Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου,
769Φόνουτε Θανάτουθ’ὅσατε γῆ τρέφει κακά.
770οὐ γάρ ποτ’αὐχῶ Ζῆνά γ’ἐκφῦσαί σ’ἐγώ,
771πολλοῖσι κῆρα βαρβάροις Ἕλλησίτε.
772ὄλοιο · καλλίστων γὰρ ὀμμάτων ἄπο
773αἰσχρῶς τὰ κλεινὰ πεδί’ἀπώλεσας Φρυγῶν.
774ἀλλ’ἄγετε φέρετε ῥίπτετ’, εἰ ῥίπτειν δοκεῖ ·
775δαίνυσθε τοῦδε σάρκας. ἔκτε γὰρ θεῶν
776διολλύμεσθα, παιδίτ’οὐ δυναίμεθ’ἂν
777θάνατον ἀρῆξαι. κρύπτετ’ἄθλιον δέμας
778καὶ ῥίπτετ’ἐς ναῦς · ἐπὶ καλὸν γὰρ ἔρχομαι
779ὑμέναιον, ἀπολέσασα το- τοὐμαυτῆς τέκνον.
Χορος
Χο.
Χο.
780τάλαινα Τροία, μυρίους ἀπώλεσας
781μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.
Ταλθυβιος
Τα.
Τα.
782ἄγε παῖ, φίλιον πρόσπτυγμα μεθεὶς
783μητρὸς μογερᾶς, βαῖνε πατρῴων
784πύργων ἐπ’ἄκρας στεφάνας, ὅθι σοι
785πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη.
786λαμβάνετ’αὐτόν. τὰ δὲ τοιάδε χρὴ
787κηρυκεύειν, ὅστις ἄνοικτος
788καὶ ἀναιδείᾳ τῆς ἡμετέρας
789γνώμης μᾶλλον φίλος ἐστίν.
Εκαβη
Εκ.
Εκ.
790ὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ,
791συλώμεθα σὴν ψυχὴν ἀδίκως
792μήτηρ κα- κἀγώ. τί πάθω; τί σ’ἐγώ,
793δύσμορε, δράσω; τάδε σοι δίδομεν
794πλήγματα κρατὸς στέρνωντε κόπους ·
795τῶνδε γὰρ ἄρχομεν. οἲ ’γὼ πόλεως,
796οἴμοι δὲ σέθεν · τί γὰρ οὐκ ἔχομεν;
797τίνος ἐνδέομεν μὴ οὐ πανσυδίᾳ
798χωρεῖν ὀλέθρου διὰ παντός;
Χορος
Χο.
Χο.
799μελισσοτρόφου Σαλαμῖνος ὦ βασιλεῦ Τελαμών,
800νάσου περικύμονος οἰκήσας ἕδραν
801τᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵν’ἐλαίας
802πρῶτον ἔδειξε κλάδον γλαυκᾶς Ἀθάνα,
803οὐράνιον στέφανον λιπαραῖσίτε κόσμον Ἀθήναις,
804ἔβας ἔβας τῷ τοξοφόρῳ
805συναριστεύων ἅμ’Ἀλκμήνας γόνῳ
806Ἴλιον Ἴλιον ἐκπέρσων πόλιν
807ἁμετέραν τὸ πάροιθεν ·
809ὅθ’Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτυζόμενος
810πώλων, Σιμόεντι δ’ἐπ’εὐρείτᾳ πλάταν
811ἔσχασε ποντοπόρον καὶ ναύδετ’ἀνήψατο πρυμνᾶν
812καὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν,
814Λαομέδοντι φόνον · κανόνων δὲ τυκίσματα Φοίβου
815[…] πυρὸς φοίνικι πνοᾷ καθελὼν
816Τροίας ἐπόρθησε χθόνα.
818δὶς δὲ δυοῖν πιτύλοιν τείχη † περὶ †
819Δαρδανίας κατέλυσεν
820μάταν ἄρ’, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων,
821Λαομεδόντιε παῖ,
823Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν ·
825ἁ δέ σε γειναμένα πυρὶ δαίεται ·
826ἠιόνες δ’ἅλιαι
829ἴακχον οἰωνὸς
830οἷον τεκέων ὕπερ βοᾷ,
831ᾇ μὲν εὐνάτορας, ᾇ δὲ παῖδας,
832ᾇ δὲ ματέρας γεραιάς.
833τὰ δὲ σὰ δροσόεντα λουτρὰ
834γυμνασίωντε δρόμοι
835βεβᾶσι, σὺ δὲ πρόσωπα
836νεαρὰ χάρισι παρὰ Διὸς θρόνοις
837καλλιγάλανα τρέφεις · Πριάμοιο δὲ γαῖαν
838Ἑλλὰς ὤλεσ’αἰχμά.
840ἔρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτ’ἦλθες
842οὐρανίδαισι μέλων,
844ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσι
845κῆδος ἀναψάμενος. τὸ μὲν οὖν Διὸς
846οὐκέτ’ὄνειδος ἐρῶ ·
847τὸ τᾶς δὲ λευκοπτέρου
849φίλιον Ἁμέρας βροτοῖς
850φέγγος ὀλοὸν εἶδε γαῖαν,
851εἶδε περγάμων ὄλεθρον,
852τεκνοποιὸν ἔχουσα τᾶσδε
854γᾶς πόσιν ἐν θαλάμοις,
855ὃν ἀστέρων τέθριππος
856ἔλαβε χρύσεος ὄχος ἀναρπάσας,
857ἐλπίδα γᾷ πατρίᾳ μεγάλαν · τὰ θεῶν δὲ
858φίλτρα φροῦδα Τροίᾳ.
Μενελαος
Με.
Με.
860ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε,
861ἐν ᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαι
862† Ἑλένην · ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ
863Μενέλαός εἰμι καὶ στράτευμ’Ἀχαιϊκόν. †
864ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με
865γυναικὸς οὕνεκ’, ἀλλ’ἐπ’ἄνδρ’ὃς ἐξ ἐμῶν
866δόμων δάμαρτα ξεναπάτης ἐλῄσατο.
867κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην
868αὐτόςτε καὶ γῆ δορὶ πεσοῦσ’Ἑλληνικῷ.
869ἥκω δὲ τὴν τάλαιναν — οὐ γὰρ ἡδέως
870ὄνομα δάμαρτος ἥ ποτ’ἦν ἐμὴ λέγω —
871ἄξων · δόμοις γὰρ τοῖσδ’ἐν αἰχμαλωτικοῖς
872κατηρίθμηται Τρῳάδων ἄλλων μέτα.
873οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορί,
874κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν
875θέλοιμ’ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα.
876ἐμοὶ δ’ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον
877Ἑλένης ἐᾶσαι, ναυπόρῳ δ’ἄγειν πλάτῃ
878Ἑλληνίδ’ἐς γῆν κα- κᾆτ’ἐκεῖ δοῦναι κτανεῖν,
879ποινὰς ὅσοις τεθνᾶσ’ἐν Ἰλίῳ φίλοι.
880ἀλλ’εἶα χωρεῖτ’ἐς δόμους, ὀπάονες,
881κομίζετ’αὐτὴν τῆς μιαιφονωτάτης
882κόμης ἐπισπάσαντες · οὔριοι δ’ὅταν
883πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα.
Εκαβη
Εκ.
Εκ.
884ὦ γῆς ὄχημα κα- κἀπὶ γῆς ἔχων ἕδραν,
885ὅστις ποτ’εἶ σύ, δυστόπαστος εἰδέναι,
886Ζεύς, εἴτ’ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,
887προσηυξάμην σε · πάντα γὰρ δι’ἀψόφου
888βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτ’ἄγεις.
Μενελαος
Με.
Με.
889τί δ’ἔστιν; εὐχὰς ὡς ἐκαίνισας θεῶν.
Εκαβη
Εκ.
Εκ.
890αἰνῶ σε, Μενέλα’, εἰ κτενεῖς δάμαρτα σήν.
891ὁρᾶν δὲ τήνδε φεῦγε, μή σ’ἕλῃ πόθῳ.
892αἱρεῖ γὰρ ἀνδρῶν ὄμματ’, ἐξαιρεῖ πόλεις,
893πίμπρησιν οἴκους · ὧδ’ἔχει κηλήματα.
894ἐγώ νιν οἶδα, καὶ σύ, κα- χοἰ πεπονθότες.
Ελενη
Ελ.
Ελ.
895Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου
896τόδ’ἐστίν · ἐν γὰρ χερσὶ προσπόλων σέθεν
897βίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.
898ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη,
899ὅμως δ’ἐρέσθαι βούλομαι · γνῶμαι τίνες
900Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι;
Μενελαος
Με.
Με.
901οὐκ εἰς ἀκριβὲς ἦλθες, ἀλλ’ἅπας στρατὸς
902κτανεῖν ἐμοί σ’ἔδωκεν, ὅνπερ ἠδίκεις.
Ελενη
Ελ.
Ελ.
903ἔξεστιν οὖν πρὸς ταῦτ’ἀμείψασθαι λόγῳ,
904ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα;
Μενελαος
Με.
Με.
905οὐκ ἐς λόγους ἐλήλυθ’, ἀλλά σε κτενῶν.
Εκαβη
Εκ.
Εκ.
906ἄκουσον αὐτῆς, μὴ θάνῃ τοῦδ’ἐνδεής,
907Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους
908ἡμῖν κατ’αὐτῆς · τῶν γὰρ ἐν Τροίᾳ κακῶν
909οὐδὲν κάτοισθα. συντεθεὶς δ’ὁ πᾶς λόγος
910κτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν.
Μενελαος
Με.
Με.
911σχολῆς τὸ δῶρον · εἰ δὲ βούλεται λέγειν,
912ἔξεστι. τῶν σῶν δ’οὕνεχ’— ὡς μάθῃ — λόγων
913δώσω τόδ’αὐτῇ · τῆσδε δ’οὐ δώσω χάριν.
Ελενη
Ελ.
Ελ.
914ἴσως με, κα- κἂν εὖ κα- κἂν κακῶς δόξω λέγειν,
915οὐκ ἀνταμείψῃ πολεμίαν ἡγούμενος.
916ἐγὼ δ’, ἅ σ’οἶμαι διὰ λόγων ἰόντ’ἐμοῦ
917κατηγορήσειν, ἀντιθεῖσ’ἀμείψομαι
918τοῖς σοῖσι τα- τἀμὰ καὶ τὰ σ’αἰτιάματα.
919πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν,
920Πάριν τεκοῦσα · δεύτερον δ’ἀπώλεσε
921Τροίαντε κα- κἄμ’ὁ πρέσβυς οὐ κτανὼν βρέφος,
922δαλοῦ πικρὸν μίμημ’, Ἀλέξανδρόν ποτε.
923ἐνθένδε τα- τἀπίλοιπ’ἄκουσον ὡς ἔχει.
924ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν ·
925καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρῳ δόσις
926Φρυξὶ στρατηγοῦνθ’Ἑλλάδ’ἐξανιστάναι,
927Ἥρα δ’ὑπέσχετ’Ἀσιάδ’Εὐρώπηςθ’ὅρους
928τυραννίδ’ἕξειν, εἴ σφε κρίνειεν Πάρις ·
929Κύπρις δὲ το- τοὐμὸν εἶδος ἐκπαγλουμένη
930δώσειν ὑπέσχετ’, εἰ θεὰς ὑπερδράμοι
931κάλλει. τὸν ἔνθεν δ’ὡς ἔχει σκέψαι λόγον ·
932νικᾷ Κύπρις θεάς, καὶ τοσόνδ’οὑμοὶ γάμοι
933ὤνησαν Ἑλλάδ’· οὐ κρατεῖσθ’ἐκ βαρβάρων,
934οὔτ’ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.
935ἃ δ’εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ
936εὐμορφίᾳ πραθεῖσα, κα- κὠνειδίζομαι
937ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάρᾳ λαβεῖν.
938οὔπω με φήσεις αὐτὰ τα- τἀν ποσὶν λέγειν,
939ὅπως ἀφώρμησ’ἐκ δόμων τῶν σῶν λάθρα.
940ἦλθ’οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα
941ὁ τῆσδ’ἀλάστωρ, εἴτ’Ἀλέξανδρον θέλεις
942ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν ·
943ὅν, ὦ κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼν
944Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα.
945εἶεν.
946οὐ σέ, ἀλλ’ἐμαυτὴν το- τοὐπὶ τῷδ’ἐρήσομαι ·
947τί δὴ φρονοῦσά γ’ἐκ δόμων ἅμ’ἑσπόμην
948ξένῳ, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς;
949τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ,
950ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος, κείνης δὲ δοῦλός ἐστι · συγγνώμη δ’ἐμοί.
951ἔνθεν δ’ἔχοις ἂν εἰς ἔμ’εὐπρεπῆ λόγον ·
952ἐπεὶ θανὼν γῆς ἦλθ’Ἀλέξανδρος μυχούς,
953χρῆν μ’, ἡνίκ’οὐκ ἦν θεοπόνητά μου λέχη,
954λιποῦσαν οἴκους ναῦς ἐπ’Ἀργείων μολεῖν.
955ἔσπευδον αὐτὸ τοῦτο · μάρτυρες δέ μοι
956πύργων πυλωροὶ κα- κἀπὸ τειχέων σκοποί,
957οἳ πολλάκις μ’ἐφηῦρον ἐξ ἐπάλξεων
958πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε.
959960
961
πῶς οὖν ἔτ’ἂν θνῄσκοιμ’ἂν ἐνδίκως, πόσι,
962[…]
963πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίᾳ γαμεῖ,
964τὰ δ’οἴκοθεν κεῖν’ἀντὶ νικητηρίων
965πικρῶς ἐδούλευσ’; εἰ δὲ τῶν θεῶν κρατεῖν βούλῃ, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε.
Χορος
Χο.
Χο.
966βασίλει’, ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳ
967πειθὼ διαφθείρουσα τῆσδ’, ἐπεὶ λέγει
968καλῶς κακοῦργος οὖσα · δεινὸν οὖν τόδε.
Εκαβη
Εκ.
Εκ.
969ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι
970καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα.
971ἐγὼ γὰρ Ἥραν παρθένοντε Παλλάδα
972οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ,
973ὥσθ’ἣ μὲν Ἄργος βαρβάροις ἀπημπόλα,
974Παλλὰς δ’Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ,
975εἰ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι
976ἦλθον πρὸς Ἴδην. τοῦ γὰρ οὕνεκ’ἂν θεὰ
977Ἥρα τοσοῦτον ἔσχ’ἔρωτα καλλονῆς;
978πότερον ἀμείνον’ὡς λάβῃ Διὸς πόσιν;
979ἢ γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη —
980ἣ παρθενείαν πατρὸς ἐξῃτήσατο,
981φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰς
982τὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς.
983Κύπριν δ’ἔλεξας — ταῦτα γὰρ γέλως πολύς —
984ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους.
985οὐκ ἂν μένουσ’ἂν ἥσυχός σ’ἐν οὐρανῷ
986αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;
987ἦν ὁ- οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος,
988ὁ σὸς δ’ἰδών νιν νοῦς ἐποιήθη Κύπρις ·
989τὰ μῶρα γὰρ πάντ’ἐστὶν Ἀφροδίτη βροτοῖς,
990καὶ το- τοὔνομ’ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς.
991ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασι
992χρυσῷτε λαμπρὸν ἐξεμαργώθης φρένας.
993ἐν μὲν γὰρ Ἄργει μίκρ’ἔχουσ’ἀνεστρέφου,
994Σπάρτης δ’ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν
995χρυσῷ ῥέουσαν ἤλπισας κατακλύσειν
996δαπάναισιν · οὐ δ’ἦν ἱκανά σοι τὰ Μενέλεω
997μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.
998εἶεν · βίᾳ γὰρ παῖδα φῄς σ’ἄγειν ἐμόν ·
999τίς Σπαρτιατῶν ᾔσθετ’; ἢ ποίαν βοὴν
1000ἀνωλόλυξας — Κάστορος νεανίου
1001τοῦ συζύγουτ’ἔτ’ὄντος, οὐ κατ’ἄστρα πω;
1002ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοίτέ σου
1003κατ’ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία,
1004εἰ μὲν τὰ τοῦδε κρείσσον’ἀγγέλλοιτό σοι,
1005Μενέλαον ᾔνεις, παῖς ὅπως λυποῖτ’ἐμὸς
1006ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν ·
1007εἰ δ’εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε.
1008ἐς τὴν τύχην δ’ὁρῶσα τοῦτ’ἤσκεις, ὅπως
1009ἕποι’ἅμ’αὐτῇ, τῇ ἀρετῇ δ’οὐκ ἤθελες.
1010κα- κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις
1011πύργων καθιεῖσ’, ὡς μένουσ’ἀκουσίως;
1012ποῦ δῆτ’ἐλήφθης ἢ βρόχους ἀρτωμένη
1013ἢ φάσγανον θήγουσ’, ἃ γενναία γυνὴ
1014δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν;
1015καίτοι σ’ἐνουθέτουν γε πολλὰ πολλάκις ·
1016ὦ θύγατερ, ἔξελθ’· οἱ δ’ἐμοὶ παῖδες γάμους
1017ἄλλους γαμοῦσι, σὲ δ’ἐπὶ ναῦς Ἀχαιϊκὰς
1018πέμψω συνεκκλέψασα · καὶ παῦσον μάχης
1019Ἕλληνας ἡμᾶςτε. ἀλλὰ σοὶ τόδ’ἦν πικρόν.
1020ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις
1021καὶ προσκυνεῖσθαι βαρβάρων ὕπ’ἤθελες ·
1022μεγάλα γὰρ ἦν σοι. — κα- κἀπὶ τοῖσδε σὸν δέμας
1023ἐξῆλθες ἀσκήσασα κα- κἄβλεψας πόσει
1024τὸν αὐτὸν αἰθέρ’, ὦ κατάπτυστον κάρα ·
1025ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις,
1026φρίκῃ τρέμουσαν, κρᾶτ’ἀπεσκυθισμένην
1027ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον
1028ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις.
1029Μενέλα’, ἵν’εἰδῇς οἷ τελευτήσω λόγον,
1030στεφάνωσον Ἑλλάδ’ἀξίως τήνδε κτανὼν
1031σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς
1032γυναιξί, θνῄσκειν ἥτις ἂν προδῷ πόσιν.
Χορος
Χο.
Χο.
1033Μενέλαε, προγόνωντ’ἀξίως δόμωντε σῶν
1034τεῖσαι δάμαρτα κα- κἀφελοῦ, πρὸς Ἑλλάδος,
1035ψόγον τὸ θῆλύτ’, εὐγενὴς ἐχθροῖς φανείς.
Μενελαος
Με.
Με.
1036ἐμοὶ σὺ συμπέπτωκας ἐς τα- ταὐτὸν λόγου,
1037ἑκουσίως τήνδ’ἐκ δόμων ἐλθεῖν ἐμῶν
1038ξένας ἐς εὐνάς · κα- χἡ Κύπρις κόμπου χάριν
1039λόγοις ἐνεῖται. — βαῖνε λευστήρων πέλας
1040πόνουςτ’Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺς
1041θανοῦσ’, ἵν’εἰδῇς μὴ καταισχύνειν ἐμέ.
Ελενη
Ελ.
Ελ.
1042μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν
1043προσθεὶς ἐμοὶ κτάνῃς με, συγγίγνωσκε δέ.
Εκαβη
Εκ.
Εκ.
1044μη δ’οὓς ἀπέκτειν’ἥδε συμμάχους προδῷς ·
1045ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι.
Μενελαος
Με.
Με.
1046παῦσαι, γεραιά · τῆσδε δ’οὐκ ἐφρόντισα.
1047λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν
1048τήνδ’ἐκκομίζειν, ἔνθα ναυστολήσεται.
Εκαβη
Εκ.
Εκ.
1049μή νυν νεὼς σοὶ τα- ταὐτὸν ἐσβήτω σκάφος.
Μενελαος
Με.
Με.
1050τί δ’ἔστι; μεῖζον βρῖθος ἢ πάροιθ’ἔχει;
Εκαβη
Εκ.
Εκ.
1051οὐκ ἔστ’ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ.
Μενελαος
Με.
Με.
1052ὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων ὁ νοῦς.
1053ἔσται δ’ἃ βούλῃ · ναῦν γὰρ οὐκ ἐσβήσεται
1054ἐς ἥνπερ ἡμεῖς · καὶ γὰρ οὐ κακῶς λέγεις ·
1055ἐλθοῦσα δ’Ἄργος ὥσπερ ἀξία κακῶς
1056κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν
1057πάσαισι θήσει. ῥᾴδιον μὲν οὐ τόδε ·
1058ὅμως δ’ὁ τῆσδ’ὄλεθρος ἐς φόβον βαλεῖ
1059τὸ μῶρον αὐτῶν, κα- κἂν ἔτ’ὦσ’ἐχθίονες.
Χορος
Χο.
Χο.
1060οὕτω δὴ τὸν ἐν Ἰλίῳ
1061ναὸν καὶ θυόεντα
1062βωμὸν προύδωκας Ἀχαιοῖς,
1063ὦ Ζεῦ, καὶ πελάνων φλόγα
1064σμύρνης αἰθερίαςτε
1065καπνὸν καὶ Πέργαμον ἱερὰν
1066Ἰδαῖάτ’Ἰδαῖα κισσοφόρα νάπη
1067χιόνι κατάρυτα ποταμίᾳ
1069τέρμονα πρωτόβολόνθ’ἁλίῳ,
1070τὰν καταλαμπομέναν ζαθέαν θεράπναν.
1071φροῦδαί σοι θυσίαι χορῶντ’
1072εὔφημοι κέλαδοι κατ’
1073ὄρφναντε παννυχίδες θεῶν,
1074χρυσέωντε ξοάνων τύποι
1075Φρυγῶντε ζάθεοι
1076σελᾶναι συνδώδεκα πλήθει.
1077μέλει μέλει μοι τάδ’εἰ φρονεῖς, ἄναξ,
1078οὐράνιον ἕδρανον ἐπιβεβὼς
1079αἰθέρατε πτόλεως ὀλομένας,
1080ἃν πυρὸς αἰθομένα κατέλυσεν ὁρμά.
1081ὦ φίλος ὦ πόσι μοι,
1082σὺ μὲν φθίμενος ἀλαίνεις
1085ἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφος
1086ἀίσσον πτεροῖσι πορεύσει
1087ἱππόβοτον Ἄργος, ἵνα τείχεα
1088λάινα Κυκλώπι’οὐράνια νέμονται.
1089τέκνων δὲ πλῆθος ἐν πύλαις
1090δάκρυσι κατᾴορα στένει ·
1091βοᾷ βοᾷ ·
1092μᾶτερ, ὤμοι, μόναν δή μ’Ἀχαιοὶ
1093κομίζουσι σέθεν ἀπ’ὀμμάτων
1094κυανέαν ἐπὶ ναῦν
1095εἰναλίαισι πλάταις
1096ἢ Σαλαμῖν’ἱερὰν
1097ἢ δίπορον κορυφὰν
1098Ἴσθμιον, ἔνθα πύλας
1099Πέλοπος ἔχουσιν ἕδραι.
1100εἴθ’ἀκάτου Μενέλα
1101μέσον πέλαγος ἰούσας,
1102δίπαλτον ἱερὸν ἀνὰ μέσον πλατᾶν πέσοι
1103Αἰγαίου κεραυνοφαὲς πῦρ,
1105Ἰλιόθεν ὅτε με πολύδακρυν
1106Ἑλλάδι λάτρευμα γᾶθεν ἐξορίζει,
1107χρύσεα δ’ἔνοπτρα, παρθένων
1108χάριτας, ἔχουσα τυγχάνει
1109Διὸς κόρα ·
1110μη δὲ γαῖάν ποτ’ἔλθοι Λάκαιναν
1111πατρῷόντε θάλαμον ἑστίας,
1112μη δὲ πόλιν Πιτάνας
1113χαλκόπυλόντε θεάν,
1114δύσγαμον αἶσχος ἑλὼν
1115Ἑλλάδι τᾷ μεγάλᾳ
1116καὶ Σιμοεντιάσιν
1117μέλεα πάθεα ῥοῇσιν.
1118ἰὼ ἰώ,
1119καίν’ἐκ καινῶν μεταβάλλουσαι
1120χθονὶ συντυχίαι. λεύσσετε Τρώων τόνδ’Ἀστυάνακτ’ἄλοχοι μέλεαι
1121νεκρόν, ὃν πύργων δίσκημα πικρὸν
1122Δαναοὶ κτείναντες ἔχουσιν.
Ταλθυβιος
Τα.
Τα.
1123Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος
1124λάφυρα τα- τἀπίλοιπ’Ἀχιλλείου τόκου
1125μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας ·
1126αὐτὸς δ’ἀνῆκται Νεοπτόλεμος, καινάς τινας
1127Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς
1128Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος.
1129οὗ θᾶσσον οὕνεκ’, ἢ χάριν μονῆς ἔχων,
1130φροῦδος, μετ’αὐτοῦ δ’Ἀνδρομάχη, πολλῶν ἐμοὶ
1131δακρύων ἀγωγός, ἡνίκ’ἐξώρμα χθονός,
1132πάτραντ’ἀναστένουσα καὶ τὸν Ἕκτορος
1133τύμβον προσεννέπουσα. καί σφ’ᾐτήσατο
1134θάψαι νεκρὸν τόνδ’, ὃς πεσὼν ἐκ τειχέων
1135ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος ·
1136φόβοντ’Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα
1137τήνδ’, ἣν πατὴρ τοῦδ’ἀμφὶ πλεύρ’ἐβάλλετο,
1138μή νυν πορεῦσαι Πηλέως ἐφ’ἑστίαν,
1139μη δ’ἐς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεται
1140μήτηρ νεκροῦ τοῦδ’Ἀνδρομάχη, λύπας ὁρᾶν,
1141ἀλλ’ἀντὶ κέδρου περιβόλωντε λαΐνων
1142ἐν τῇδε θάψαι παῖδα · σὰς δ’ἐς ὠλένας
1143δοῦναι, πέπλοισιν ὡς περιστείλῃς νεκρὸν
1144στεφάνοιςθ’, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά ·
1145ἐπεὶ βέβηκε, καὶ τὸ δεσπότου τάχος
1146ἀφείλετ’αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ.
1147ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν,
1148γῆν τῷδ’ἐπαμπισχόντες ἀροῦμεν δόρυ ·
1149σὺ δ’ὡς τάχιστα πρᾶσσε τα- τἀπεσταλμένα.
1150ἑνὸς μὲν οὖν μόχθου σ’ἀπαλλάξας ἔχω ·
1151Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς
1152ἔλουσα νεκρὸν κα- κἀπένιψα τραύματα.
1153ἀλλ’εἶμ’ὀρυκτὸν τῷδ’ἀναρρήξων τάφον,
1154ὡς σύντομ’ἡμῖν τα- τἀπ’ἐμοῦτε κα- κἀπὸ σοῦ
1155ἐς ἓν ξυνελθόντ’οἴκαδ’ὁρμήσῃ πλάτην.
Εκαβη
Εκ.
Εκ.
1156θέσθ’ἀμφίτορνον ἀσπίδ’Ἕκτορος πέδῳ,
1157λυπρὸν θέαμα κα- κοὐ φίλον λεύσσειν ἐμοί.
1158ὦ μείζον’ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν,
1159τί τόνδ’, Ἀχαιοί, παῖδα δείσαντες φόνον
1160καινὸν διειργάσασθε; μὴ Τροίαν ποτὲ
1161πεσοῦσαν ὀρθώσειεν; οὐδὲν ἦτ’ἄρα,
1162ὅθ’Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυ
1163διωλλύμεσθα μυρίαςτ’ἄλλης χερός,
1164πόλεως δ’ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένων
1165βρέφος τοσόνδ’ἐδείσατ’· οὐκ αἰνῶ φόβον,
1166ὅστις φοβεῖται μὴ διεξελθὼν λόγῳ.
1167ὦ φίλταθ’, ὥς σοι θάνατος ἦλθε δυστυχής.
1168εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼν
1169γάμωντε καὶ τῆς ἰσοθέου τυραννίδος,
1170μακάριος ἦσθ’ἄν, εἴ τι τῶνδε μακάριον ·
1171νῦν δ’αὔτ’ἰδὼν μὲν γνούςτε σῇ ψυχῇ, τέκνον,
1172οὐκ οἶσθ’, ἐχρήσω δ’οὐδὲν ἐν δόμοις ἔχων.
1173δύστηνε, κρατὸς ὥς σ’ἔκειρεν ἀθλίως
1174τείχη πατρῷα, Λοξίου πυργώματα,
1175ὃν πόλλ’ἐκήπευσ’ἡ τεκοῦσα βόστρυχον
1176φιλήμασίντ’ἔδωκεν, ἔνθεν ἐκγελᾷ
1177ὀστέων ῥαγέντων φόνος, ἵν’αἰσχρὰ μὴ λέγω.
1178ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς
1179κέκτησθ’, ἐν ἄρθροις δ’ἔκλυτοι πρόκεισθέ μοι.
1180ὦ πολλὰ κόμπους ἐκβαλὸν φίλον στόμα,
1181ὄλωλας, ἐψεύσω μ’, ὅτ’ἐσπίπτων πέπλους,
1182Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχων
1183πλόκαμον κεροῦμαι, πρὸς τάφονθ’ὁμηλίκων
1184κώμους ἀπάξω, φίλα διδοὺς προσφθέγματα.
1185σὺ δ’οὐκ ἔμ’, ἀλλ’ἐγὼ σὲ τὸν νεώτερον,
1186γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν.
1187οἴμοι, τὰ πόλλ’ἀσπάσμαθ’αἵτ’ἐμαὶ τροφαὶ
1188ὕπνοιτ’ἐκεῖνοι φροῦδά μοι. τί καί ποτε
1189γράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ;
1190τὸν παῖδα τόνδ’ἔκτειναν Ἀργεῖοί ποτε
1191δείσαντες; — αἰσχρὸν το- τοὐπίγραμμά γ’Ἑλλάδι.
1192ἀλλ’οὖν πατρῴων οὐ λαχὼν ἕξεις ὅμως
1193ἐν ᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν.
1194ὦ καλλίπηχυν Ἕκτορος βραχίονα
1195σῴζουσ’, ἄριστον φύλακ’ἀπώλεσας σέθεν.
1196ὡς ἡδὺς ἐν πόρπακι σῷ κεῖται τύπος
1197ἴτυόςτ’ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς,
1198ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων
1199ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι.
1200φέρετε, κομίζετ’ἀθλίῳ κόσμον νεκρῷ
1201ἐκ τῶν παρόντων · οὐ γὰρ ἐς κάλλος τύχας
1202δαίμων δίδωσιν · ὧν δ’ἔχω, λήψῃ τάδε.
1203θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν
1204βέβαια χαίρει · τοῖς τρόποις γὰρ αἱ τύχαι,
1205ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτ’ἄλλοσε
1206πηδῶσι, κα- κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε.
Χορος
Χο.
Χο.
1207καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτων
1208Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ.
Εκαβη
Εκ.
Εκ.
1209ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε
1210οὐ δ’ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους
1211τιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρωμένη,
1212μήτηρ πατρός σοι προστίθησ’ἀγάλματα
1213τῶν σῶν ποτ’ὄντων · νῦν δέ σ’ἡ θεοστυγὴς
1214ἀφείλεθ’Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν
1215ἔκτεινε καὶ πάντ’οἶκον ἐξαπώλεσεν.
Χορος
Χο.
Χο.
1216ἒ ἔ, φρενῶν
1217ἔθιγες ἔθιγες · ὦ μέγας ἐμοί ποτ’ἂν
1217bἀνάκτωρ πόλεως.
Εκαβη
Εκ.
Εκ.
1218ἃ δ’ἐν γάμοισι χρῆν σε προσθέσθαι χροῒ
1219Ἀσιατίδων γήμαντα τὴν ὑπερτάτην,
1220Φρύγια πέπλων ἀγάλματ’ἐξάπτω χροός.
1221σύτ’, ὦ ποτ’οὖσα καλλίνικε, μυρίων
1222μῆτερ τροπαίων, Ἕκτορος φίλον σάκος,
1223στεφανοῦ · θανῇ γὰρ οὐ θανοῦσα σὺν νεκρῷ ·
1224ἐπεὶ σὲ πολλῷ μᾶλλον ἢ τὰ τοῦ σοφοῦ
1225κακοῦτ’Ὀδυσσέως ἄξιον τιμᾶν ὅπλα.
Χορος
Χο.
Χο.
1226αἰαῖ αἰαῖ · πικρὸν ὄδυρμα […]
1228γαῖά σ’ὦ τέκνον δέξεται.
1229στέναζε, μᾶτερ,
Εκαβη
Εκ.
Εκ.
1229bαἰαῖ.
Χορος
Χο.
Χο.
1230νεκρῶν ἴακχον.
Εκαβη
Εκ.
Εκ.
1230bοἴμοι.
Χορος
Χο.
Χο.
1231οἴμοι δῆτα σῶν ἀλάστων κακῶν.
Εκαβη
Εκ.
Εκ.
1232τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ σ’ἰάσομαι,
1233τλήμων ἰατρός, ὄνομ’ἔχουσα, τα- τἄργα δ’οὔ ·
1234τὰ δ’ἐν νεκροῖσι φροντιεῖ πατὴρ σέθεν.
Χορος
Χο.
Χο.
1235ἄρασσ’ἄρασσε κρᾶτα
1236πιτύλους διδοῦσα χειρός,
1237ἰώ μοί μοι.
Εκαβη
Εκ.
Εκ.
1238ὦ φίλταται γυναῖκες […]
Χορος
Χο.
Χο.
1239Ἑκάβη, σὰς ἔνεπε · τίνα θροεῖς αὐδάν;
Εκαβη
Εκ.
Εκ.
1240οὐκ ἦν ἄρ’ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοι
1241Τροίατε πόλεων ἔκκριτον μισουμένη,
1242μάτην δ’ἐβουθυτοῦμεν. εἰ δὲ μὴ θεὸς
1243ἔστρεψε τα- τἄνω περιβαλὼν κάτω χθονός,
1244ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνήθημεν ἂν
1245μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν.
1246χωρεῖτε, θάπτετ’ἀθλίῳ τύμβῳ νεκρόν ·
1247ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη.
1248δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχύ,
1249εἰ πλουσίων τις τεύξεται κτερισμάτων ·
1250κενὸν δὲ γαύρωμ’ἐστὶ τῶν ζώντων τόδε.
Χορος
Χο.
Χο.
1251ἰὼ ἰώ ·
1252μελέα μήτηρ, ἣ τὰς μεγάλας
1253ἐλπίδας ἐν σοὶ κατέκναψε βίου.
1254μέγα δ’ὀλβισθεὶς ὡς ἐκ πατέρων
1255ἀγαθῶν ἐγένου, δεινῷ θανάτῳ διόλωλας.
1256ἔα ἔα ·
1256bτίνας Ἰλιάσιν ταῖσδ’ἐν κορυφαῖς
1257λεύσσω φλογέας δαλοῖσι χέρας
1258διερέσσοντας; μέλλει Τροίᾳ
1259καινόν τι κακὸν προσέσεσθαι.
Ταλθυβιος
Τα.
Τα.
1260αὐδῶ λοχαγοῖς, οἳ τέταχθ’ἐμπιμπράναι
1261Πριάμου τόδ’ἄστυ, μηκέτ’ἀργοῦσαν φλόγα
1262ἐν χειρὶ σῴζειν, ἀλλὰ πῦρ ἐνιέναι,
1263ὡς ἂν κατασκάψαντες Ἰλίου πόλιν
1264στελλώμεθ’οἴκαδ’ἄσμενοι Τροίας ἄπο.
1265ὑμεῖς δ’, ἵν’αὑτὸς λόγος ἔχῃ μορφὰς δύο,
1266χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅταν
1267σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ,
1268πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς.
1269σύτ’, ὦ γεραιὰ δυστυχεστάτη γύναι,
1270ἕπου. μεθήκουσίν σ’Ὀδυσσέως πάρα
1271οἵδ’, ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας.
Εκαβη
Εκ.
Εκ.
1272οἲ ’γὼ τάλαινα · τοῦτο δὴ τὸ λοίσθιον
1273καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν ·
1274ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί.
1275ἀλλ’, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις,
1276ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν.
1277ὦ μεγάλα δή ποτ’ἀμπνέουσ’ἐν βαρβάροις
1278Τροία, τὸ κλεινὸν ὄνομ’ἀφαιρήσῃ τάχα.
1279πιμπρᾶσί σ’, ἡμᾶς δ’ἐξάγουσ’ἤδη χθονὸς
1280δούλας · ἰὼ θεοί. καὶ τί τοὺς θεοὺς καλῶ;
1281καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι.
1282φέρ’ἐς πυρὰν δράμωμεν · ὡς κάλλιστά μοι
1283σὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ.
Ταλθυβιος
Τα.
Τα.
1284ἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς.
1285ἀλλ’ἄγετε, μὴ φείδεσθ’· Ὀδυσσέως δὲ χρὴ
1286ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας.
Εκαβη
Εκ.
Εκ.
1287ὀττοτοτοτοτοῖ.
1288Κρόνιε, πρύτανι Φρύγιε, γενέτα
1289πάτερ, ἀνάξια τᾶς Δαρδάνου
1290γονᾶς τάδ’οἷα πάσχομεν δέδορκας;
Χορος
Χο.
Χο.
1291δέδορκεν, ἁ δὲ μεγαλόπολις
1292ἄπολις ὄλωλεν οὐ δ’ἔτ’ἔστι Τροία.
Εκαβη
Εκ.
Εκ.
1294ὀττοτοτοτοτοῖ.
1295λέλαμπεν Ἴλιος,
1296Περγάμωντε πυρὶ καταίθεται τέραμνα
1297καὶ πόλις ἄκρατε τειχέων.
Χορος
Χο.
Χο.
1298πτέρυγι δὲ καπνὸς ὥς τις
1299οὐρανίᾳ πεσοῦσα δορὶ καταφθίνει γᾶ.
1300μαλερὰ μέλαθρα πυρὶ κατάδρομα
1301δαΐῳτε λόγχᾳ.
Εκαβη
Εκ.
Εκ.
1302ἰὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων.
Χορος
Χο.
Χο.
1303ἓ ἕ.
Εκαβη
Εκ.
Εκ.
1303aὦ τέκνα, κλύετε, μάθετε ματρὸς αὐδάν.
Χορος
Χο.
Χο.
1304ἰαλέμῳ τοὺς θανόντας ἀπύεις.
Εκαβη
Εκ.
Εκ.
1305γεραιά γ’ἐς πέδον τιθεῖσα μέλεα καὶ
1306χερσὶ γαῖαν κτυποῦσα δισσαῖς.
Χορος
Χο.
Χο.
1307διάδοχά σοι γόνυ τίθημι γαίᾳ
1308τοὺς ἐμοὺς καλοῦσα νέρθεν
1309ἀθλίους ἀκοίτας.
Εκαβη
Εκ.
Εκ.
1310ἀγόμεθα φερόμεθ’[…]
Χορος
Χο.
Χο.
1310bἄλγος ἄλγος βοᾷς.
Εκαβη
Εκ.
Εκ.
1311δούλειον ὑπὸ μέλαθρον.
Χορος
Χο.
Χο.
1311bἐκ πάτρας γ’ἐμᾶς.
Εκαβη
Εκ.
Εκ.
1312ἰώ.
1312bΠρίαμε Πρίαμε, σὺ μὲν ὀλόμενος
1313ἄταφος ἄφιλος
1314ἄτας ἐμᾶς ἄιστος εἶ.
Χορος
Χο.
Χο.
1315μέλας γὰρ ὄσσε κατεκάλυψε
1316θάνατος ὅσιος ἀνοσίαις σφαγαῖσιν.
Εκαβη
Εκ.
Εκ.
1317ἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα,
Χορος
Χο.
Χο.
1317aἓ ἕ.
Εκαβη
Εκ.
Εκ.
1318τὰν φόνιον ἔχετε φλόγα δορόςτε λόγχαν.
Χορος
Χο.
Χο.
1319τάχ’ἐς φίλαν γᾶν πεσεῖσθ’ἀνώνυμοι.
Εκαβη
Εκ.
Εκ.
1320κόνις δ’ἴσα καπνῷ πτέρυγι πρὸς αἰθέρα
1321ᾆστον οἴκων ἐμῶν με θήσει.
Χορος
Χο.
Χο.
1322ὄνομα δὲ γᾶς ἀφανὲς εἶσιν · ἄλλᾳ δ’
1323ἄλλο φροῦδον, οὐ δ’ἔτ’ἔστιν
1324ἁ τάλαινα Τροία.
Εκαβη
Εκ.
Εκ.
1325ἐμάθετ’, ἐκλύετε;
Χορος
Χο.
Χο.
1325bΠεργάμων γε κτύπον.
Εκαβη
Εκ.
Εκ.
1326ἔνοσις ἅπασαν ἔνοσις […]
Χορος
Χο.
Χο.
1326bἐπικλύσει πόλιν.
Εκαβη
Εκ.
Εκ.
1327ἰώ ·
1328τρομερὰ μέλεα, φέρετ’ἐμὸν ἴχνος ·
1329ἴτ’ἐπί, τάλανα,
1330δούλειον ἁμέραν βίου.
Χορος
Χο.
Χο.
1331ἰὼ τάλαινα πόλις · ὅμως δὲ
1332πρόφερε πόδα σὸν ἐπὶ πλάτας Ἀχαιῶν.