Ion
Ερμης
Ερ.
Ερ.
1Ἄτλας, ὁ χαλκέοισι † νώτοις οὐρανὸν
2θεῶν παλαιὸν οἶκον ἐκτρίβων, θεῶν
3μιᾶς † ἔφυσε Μαῖαν, ἣ ’μ’ἐγείνατο
4Ἑρμῆν μεγίστῳ Ζηνί, δαιμόνων λάτριν.
5ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵν’ὀμφαλὸν
6μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς
7τάτ’ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί.
8ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις,
9τῆς χρυσολόγχου Παλλάδος κεκλημένη,
10οὗ παῖδ’Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις
11βίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτρας
12Παλλάδος ὑπ’ὄχθῳ τῆς Ἀθηναίων χθονὸς
13Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος.
14ἀγνὼς δὲ πατρί — τῷ θεῷ γὰρ ἦν φίλον —
15γαστρὸς διήνεγκ’ὄγκον. ὡς δ’ἦλθεν χρόνος,
16τεκοῦσ’ἐν οἴκοις παῖδ’ἀπήνεγκεν βρέφος
17ἐς τα- ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷ
18Κρέουσα, κα- κἀκτίθησιν ὡς θανούμενον
19κοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ,
20προγόνων νόμον σῴζουσα τοῦτε γηγενοῦς
21Ἐριχθονίου. κείνῳ γὰρ ἡ Διὸς κόρη
22φρουρὼ παραζεύξασα φύλακε σώματος
23δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι
24δίδωσι σῴζειν · ὅθεν Ἐρεχθείδαις ἐκεῖ
25νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις
26τρέφειν τέκνα. ἀλλ’ἣν εἶχε παρθένος χλιδὴν
27τέκνῳ προσάψασ’ἔλιπεν ὡς θανουμένῳ.
28κα- κἄμ’ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε ·
29ὦ σύγγον’, ἐλθὼν λαὸν εἰς αὐτόχθονα
30κλεινῶν Ἀθηνῶν — οἶσθα γὰρ θεᾶς πόλιν —
31λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας
32αὐτῷ σὺν ἄγγει σπαργάνοισίθ’οἷς ἔχει
33ἔνεγκε Δελφῶν τα- τἀμὰ πρὸς χρηστήρια,
34καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν.
35τὰ δ’ἄλλ’— ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς —
36ἡμῖν μελήσει. Λοξίᾳ δ’ἐγὼ χάριν
37πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος
38ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι
39τίθημι ναοῦ τοῦδ’, ἀναπτύξας κύτος
40ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθ’ὁ παῖς.
41κυρεῖ δ’ἅμ’ἱππεύοντος ἡλίου κύκλῳ
42προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ ·
43ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳ
44ἐθαύμασ’εἴ τις Δελφίδων τλαίη κόρη
45λαθραῖον ὠδῖν’ἐς θεοῦ ῥῖψαι δόμον,
46ὑπέρτε θυμέλας διορίσαι πρόθυμος ἦν ·
47οἴκτῳ δ’ἀφῆκεν ὠμότητα — καὶ θεὸς
48συνεργὸς ἦν τῷ παιδὶ μὴ ’κπεσεῖν δόμων —
49τρέφει δέ νιν λαβοῦσα. τὸν σπείραντα δὲ
50οὐκ οἶδε Φοῖβον οὐ δὲ μητέρ’ἧς ἔφυ,
51ὁ παῖςτε τοὺς τεκόντας οὐκ ἐπίσταται.
52νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς
53ἠλᾶτ’ἀθύρων · ὡς δ’ἀπηνδρώθη δέμας,
54Δελφοί σφ’ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ
55ταμίαντε πάντων πιστόν, ἐν δ’ἀνακτόροις
56θεοῦ καταζῇ δεῦρ’ἀεὶ σεμνὸν βίον.
57Κρέουσα δ’ἡ τεκοῦσα τὸν νεανίαν
58Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδ’ὕπο ·
59ἦν ταῖς Ἀθήναις τοῖςτε Χαλκωδοντίδαις,
60οἳ γῆν ἔχουσ’Εὐβοῖδα, πολέμιος κλύδων ·
61ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ
62γάμων Κρεούσης ἀξίωμ’ἐδέξατο,
63οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς
64γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη
65ἄτεκνός ἐστι, καὶ Κρέουσ’· ὧν οὕνεκα
66ἥκουσι πρὸς μαντεῖ’Ἀπόλλωνος τάδε
67ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην
68ἐς τοῦτ’ἐλαύνει, κα- κοὐ λέληθεν, ὡς δοκεῖ.
69δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε
70Ξούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναι
71κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους
72γνωσθῇ Κρεούσῃ, καὶ γάμοιτε Λοξίου
73κρυπτοὶ γένωνται παῖςτ’ἔχῃ τὰ πρόσφορα.
74Ἴωνα δ’αὐτόν, κτίστορ’Ἀσιάδος χθονός,
75ὄνομα κεκλῆσθαι θήσεται καθ’Ἑλλάδα.
76ἀλλ’ἐς δαφνώδη γύαλα βήσομαι τάδε,
77τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι.
78ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον
79τόνδ’, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματα
80δάφνης κλάδοισιν. ὄνομα δ’, οὗ μέλλει τυχεῖν,
81Ἴων’ἐγώ νιν πρῶτος ὀνομάζω θεῶν.
Ιων
Ιω.
Ιω.
82ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων
83Ἥλιος ἤδη λάμπει κατὰ γῆν,
84ἄστρα δὲ φεύγει πυρὶ τῷδ’αἰθέρος
85ἐς νύχθ’ἱεράν ·
86Παρνησιάδες δ’ἄβατοι κορυφαὶ
87καταλαμπόμεναι τὴν ἡμερίαν
88ἁψῖδα βροτοῖσι δέχονται.
89σμύρνης δ’ἀνύδρου καπνὸς εἰς ὀρόφους
90Φοίβου πέταται.
91θάσσει δὲ γυνὴ τρίποδα ζάθεον
92Δελφίς, ἀείδουσ’Ἕλλησι βοάς,
93ἃς ἂν Ἀπόλλων κελαδήσῃ.
94ἀλλ’, ὦ Φοίβου Δελφοὶ θέραπες,
95τὰς Κασταλίας ἀργυροειδεῖς
96βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις
97ἀφυδρανάμενοι στείχετε ναούς ·
98στόματ’εὔφημον φρουρεῖν ἀγαθόν,
99φήμαςτ’ἀγαθὰς
100τοῖς ἐθέλουσιν μαντεύεσθαι
101γλώσσης ἰδίας ἀποφαίνειν.
102ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς
103μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης
104στέφεσίνθ’ἱεροῖς ἐσόδους Φοίβου
105καθαρὰς θήσομεν, ὑγραῖςτε πέδον
106ῥανίσιν νοτερόν · πτηνῶντ’ἀγέλας,
107αἳ βλάπτουσιν σέμν’ἀναθήματα,
108τόξοισιν ἐμοῖς φυγάδας θήσομεν ·
109ὡς γὰρ ἀμήτωρ ἀπάτωρτε γεγὼς
110τοὺς θρέψαντας
111Φοίβου ναοὺς θεραπεύω.
112ἄγ’, ὦ νεηθαλὲς ὦ
113καλλίστας προπόλευμα
114δάφνας, ἃ τὰν Φοίβου θυμέλαν
115σαίρεις ὑπὸ ναοῖς,
116κήπων ἐξ ἀθανάτων,
117ἵνα δρόσοι τέγγουσ’ἱεραί,
118ῥοὰν ἀέναον
119παγᾶν ἐκπροϊεῖσαι,
120μυρσίνας ἱερὰν φόβαν ·
121ᾇ σαίρω δάπεδον θεοῦ
122παναμέριος ἅμ’ἁλίου
123πτέρυγι θοᾷ
124λατρεύων τὸ κατ’ἦμαρ.
125ὦ Παιὰν ὦ Παιάν,
126εὐαίων εὐαίων
127εἴης, ὦ Λατοῦς παῖ.
128καλόν γε τὸν πόνον, ὦ
129Φοῖβε, σοὶ πρὸ δόμων
130λατρεύω τιμῶν μαντεῖον ἕδραν ·
131κλεινὸς δ’ὁ πόνος μοι
132θεοῖσιν δούλαν χέρ’ἔχειν
133οὐ θνατοῖς, ἀλλ’ἀθανάτοις ·
134εὐφάμους δὲ πόνους
135μοχθεῖν οὐκ ἀποκάμνω.
136Φοῖβός μοι γενέτωρ πατήρ ·
137τὸν βόσκοντα γὰρ εὐλογῶ,
138τὸ δ’ὠφέλιμον ἐμοὶ πατέρος
139ὄνομα λέγω
140Φοίβου τοῦ κατὰ ναόν.
141ὦ Παιὰν ὦ Παιάν,
142εὐαίων εὐαίων
143εἴης, ὦ Λατοῦς παῖ.
144ἀλλ’ἐκπαύσω γὰρ μόχθους
145δάφνας ὁλκοῖς,
146χρυσέων δ’ἐκ τευχέων ῥίψω
147Γαίας παγάν,
148ἃν ἀποχεύονται
149Κασταλίας δῖναι,
150νοτερὸν ὕδωρ βάλλων, ὅσιος ἀπ’εὐνᾶς ὤν.
151εἴθ’οὕτως αἰεὶ Φοίβῳ
152λατρεύων μὴ παυσαίμαν,
153ἢ παυσαίμαν ἀγαθᾷ μοίρᾳ.
154ἔα ἔα · φοιτῶσ’ἤδη λείπουσίντε
155πτανοὶ Παρνασοῦ κοίτας ·
156αὐδῶ μὴ χρίμπτειν θριγκοῖς
157μη δ’ἐς χρυσήρεις οἴκους —
158μάρψω σ’αὖ τόξοις, ὦ Ζηνὸς
159κῆρυξ, ὀρνίθων γαμφηλαῖς
160ἰσχὺν νικῶν.
161ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει
162κύκνος. οὐκ ἄλλᾳ
163φοινικοφαῆ πόδα κινήσεις;
164οὐδέν σ’ἁ φόρμιγξ ἁ Φοίβου
165σύμμολπος τόξων ῥύσαιτ’ἄν.
166πάραγε πτέρυγας ·
167λίμνας ἐπίβα τᾶς Δηλιάδος ·
168αἱμάξεις, εἰ μὴ πείσῃ,
169τὰς καλλιφθόγγους ᾠδάς.
170ἔα ἔα ·
171τίς ὅδ’ὀρνίθων καινὸς προσέβα;
172μῶν ὑπὸ θριγκοὺς εὐναίας
173καρφυρὰς θήσων τέκνοις;
174ψαλμοί σ’εἴρξουσιν τόξων.
175οὐ πείσῃ; χωρῶν δίναις ταῖς Ἀλφειοῦ παιδούργει,
176ἢ νάπος Ἴσθμιον,
177ὡς ἀναθήματα μὴ βλάπτηται
178ναοίθ’οἱ Φοίβου […]
179κτείνειν δ’ὑμᾶς αἰδοῦμαι
180τοὺς θεῶν ἀγγέλλοντας φήμας
181θνατοῖς · οἷς δ’ἔγκειμαι μόχθοις,
182Φοίβῳ δουλεύσω, κα- κοὐ λήξω
183τοὺς βόσκοντας θεραπεύων.
Χορος
Χο.
Χο.
184— οὐκ ἐν ταῖς ζαθέαις
185Ἀθάναις εὐκίονες ἦσαν
186αὐλαὶ θεῶν μόνον, οὐ δ’
187ἀγυιάτιδες θεραπεῖαι ·
188ἀλλὰ καὶ παρὰ Λοξίᾳ
189τῷ Λατοῦς διδύμων
190προσώπων καλλιβλέφαρον φῶς. — ἰδοὺ τάνδ’, ἄθρησον,
191Λερναῖον ὕδραν ἐναίρει
192χρυσέαις ἅρπαις ὁ Διὸς παῖς ·
193φίλα, πρόσιδ’ὄσσοις.
194— ὁρῶ. καὶ πέλας ἄλλος
195αὐτοῦ πανὸν πυρίφλεκτον
196αἴρει τις — ἆρ’ὃς ἐμαῖσι
197μυθεύεται παρὰ πήναις,
198ἀσπιστὰς Ἰόλαος, ὃς
199κοινοὺς αἰρόμενος πόνους
200Δίῳ παιδὶ συναντλεῖ;
201— καὶ μὰν τόνδ’ἄθρησον
202πτεροῦντος ἔφεδρον ἵππου ·
203τὰν πῦρ πνέουσαν ἐναίρει
204τρισώματον ἀλκάν.
205— πάντᾳ τοι βλέφαρον
206διώκω. σκέψαι κλόνον ἐν
207τείχεσσι λαΐνοισι Γιγάντων.
208— ὦ φίλαι, ὧδε δερκόμεσθα.
209— λεύσσεις οὖν ἐπ’Ἐγκελάδῳ
210γοργωπὸν πάλλουσαν ἴτυν —
211— λεύσσω Παλλάδ’, ἐμὰν θεόν.
212— τί γάρ; κεραυνὸν ἀμφίπυρον
213ὄβριμον ἐν Διὸς
214ἑκηβόλοισι χερσίν;
215— ὁρῶ · τὸν δάϊον
216Μίμαντα πυρὶ καταιθαλοῖ.
217— καὶ Βρόμιος ἄλλον
217bἀπολέμοισι κισσίνοισι βάκτροις
218ἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς.
219σέ τοι, τὸν παρὰ ναὸν
220aαὐδῶ · θέμις γυάλων
220bὑπερβῆναι, λευκῷ ποδί γ’—;
Ιων
Ιω.
Ιω.
221aοὐ θέμις, ὦ ξέναι.
Χορος
Χο.
Χο.
221bοὐ δ’ἂν
222aἐκ σέθεν ἂν πυθοίμεθ’αὐδάν;
Ιων
Ιω.
Ιω.
222bτίνα τήνδε θέλεις;
Χορος
Χο.
Χο.
223aἆρ’ὄντως μέσον ὀμφαλὸν
223bγᾶς Φοίβου κατέχει δόμος;
Ιων
Ιω.
Ιω.
224στέμμασί γ’ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες.
Χορος
Χο.
Χο.
225οὕτω καὶ φάτις αὐδᾷ.
Ιων
Ιω.
Ιω.
226εἰ μὲν ἐθύσατε πέλανον πρὸ δόμων
227καί τι πυθέσθαι χρῄζετε Φοίβου,
228πάριτ’ἐς θυμέλας · ἐπὶ δ’ἀσφάκτοις
229μήλοισι δόμων μὴ πάριτ’ἐς μυχόν.
Χορος
Χο.
Χο.
230ἔχω μαθοῦσα · θεοῦ δὲ νόμον
231οὐ παραβαίνομεν,
232ἃ δ’ἐκτός, ὄμμα τέρψει.
Ιων
Ιω.
Ιω.
233πάντα θεᾶσθ’, ὅ τι καὶ θέμις, ὄμμασι.
Χορος
Χο.
Χο.
233aμεθεῖσαν δεσπόται
234με θεοῦ γύαλα τάδ’εἰσιδεῖν.
Ιων
Ιω.
Ιω.
234aδμῳαὶ δὲ τίνων κλῄζεσθε δόμων;
Χορος
Χο.
Χο.
235Παλλάδι σύνοικα τρόφιμα
235bμέλαθρα τῶν ἐμῶν τυράννων ·
236παρούσας δ’ἀμφὶ τᾶσδ’ἐρωτᾷς.
Ιων
Ιω.
Ιω.
237γενναιότης σοι, καὶ τρόπων τεκμήριον
238τὸ σχῆμ’ἔχεις τόδ’, ἥτις εἶ ποτ’, ὦ γύναι.
239γνοίη δ’ἂν ὡς τὰ πολλά γ’ἀνθρώπου πέρι
240τὸ σχῆμ’ἰδών τις εἰ πέφυκεν εὐγενής.
241ἔα ·
242ἀλλ’ἐξέπληξάς μ’, ὄμμα συγκλῄσασα σὸν
243δακρύοιςθ’ὑγράνασ’εὐγενῆ παρηίδα,
244ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια.
245τί ποτε μερίμνης ἐς τόδ’ἦλθες, ὦ γύναι; ὃ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ
246χαίρουσιν, ἐνταῦθ’ὄμμα σὸν δακρυρροεῖ;
Κρεουσα
Κρ.
Κρ.
247ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει
248ἐς θαύματ’ἐλθεῖν δακρύων ἐμῶν πέρι ·
249ἐγὼ δ’ἰδοῦσα τούσδ’Ἀπόλλωνος δόμους
250μνήμην παλαιὰν ἀνεμετρησάμην τινά ·
251οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδ’οὖσά που.
252ὦ τλήμονες γυναῖκες · ὦ τολμήματα
253θεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν,
254εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;
Ιων
Ιω.
Ιω.
255τί χρῆμ’ἀνερμήνευτα δυσθυμῇ, γύναι;
Κρεουσα
Κρ.
Κρ.
256οὐδέν · μεθῆκα τόξα · τα- τἀπὶ τῷδε δὲ
257ἐγώτε σιγῶ, καὶ σὺ μὴ φρόντιζ’ἔτι.
Ιων
Ιω.
Ιω.
258τίς δ’εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτρας
259πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;
Κρεουσα
Κρ.
Κρ.
260Κρέουσα μέν μοι το- τοὔνομ’, ἐκ δ’Ἐρεχθέως
261πέφυκα, πατρὶς γῆ δ’Ἀθηναίων πόλις.
Ιων
Ιω.
Ιω.
262ὦ κλεινὸν οἰκοῦσ’ἄστυ γενναίωντ’ἄπο
263τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.
Κρεουσα
Κρ.
Κρ.
264τοσαῦτα κα- κεὐτυχοῦμεν, ὦ ξέν’, οὐ πέρα.
Ιων
Ιω.
Ιω.
265πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς […];
Κρεουσα
Κρ.
Κρ.
266τί χρῆμ’ἐρωτᾷς, ὦ ξέν’, ἐκμαθεῖν θέλων;
Ιων
Ιω.
Ιω.
267ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ;
Κρεουσα
Κρ.
Κρ.
268Ἐριχθόνιός γε · τὸ δὲ γένος μ’οὐκ ὠφελεῖ.
Ιων
Ιω.
Ιω.
269ἦ καί σφ’Ἀθάνα γῆθεν ἐξανείλετο;
Κρεουσα
Κρ.
Κρ.
270ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν.
Ιων
Ιω.
Ιω.
271δίδωσι δ’, ὥσπερ ἐν γραφῇ νομίζεται […];
Κρεουσα
Κρ.
Κρ.
272Κέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον.
Ιων
Ιω.
Ιω.
273ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς.
Κρεουσα
Κρ.
Κρ.
274τοιγὰρ θανοῦσαι σκόπελον ᾕμαξαν πέτρας.
Ιων
Ιω.
Ιω.
275εἶεν ·
276τί δαὶ τόδ’; ἆρ’ἀληθὲς ἢ μάτην λόγος […]
Κρεουσα
Κρ.
Κρ.
277τί χρῆμ’ἐρωτᾷς; καὶ γὰρ οὐ κάμνω σχολῇ.
Ιων
Ιω.
Ιω.
278πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους;
Κρεουσα
Κρ.
Κρ.
279ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν.
Ιων
Ιω.
Ιω.
280σὺ δ’ἐξεσώθης πῶς κασιγνήτων μόνη;
Κρεουσα
Κρ.
Κρ.
280βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις.
Ιων
Ιω.
Ιω.
281πατέρα δ’ἀληθῶς χάσμα σὸν κρύπτει χθονός;
Κρεουσα
Κρ.
Κρ.
282πληγαὶ τριαίνης ποντίου σφ’ἀπώλεσαν.
Ιων
Ιω.
Ιω.
283μακραὶ δὲ χῶρός ἐστ’ἐκεῖ κεκλημένος;
Κρεουσα
Κρ.
Κρ.
284τί δ’ἱστορεῖς τόδ’; ὥς μ’ἀνέμνησάς τινος.
Ιων
Ιω.
Ιω.
285τιμᾷ σφε Πύθιος ἀστραπαίτε Πύθιαι.
Κρεουσα
Κρ.
Κρ.
286† τιμᾶ τιμᾶ † · ὡς μήποτ’ὤφελόν σφ’ἰδεῖν.
Ιων
Ιω.
Ιω.
287τί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα;
Κρεουσα
Κρ.
Κρ.
288οὐδέν · ξύνοιδ’ἄντροισιν αἰσχύνην τινά.
Ιων
Ιω.
Ιω.
289πόσις δὲ τίς σ’ἔγημ’Ἀθηναίων, γύναι;
Κρεουσα
Κρ.
Κρ.
290οὐκ ἀστός, ἀλλ’ἐπακτὸς ἐξ ἄλλης χθονός.
Ιων
Ιω.
Ιω.
291τίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά.
Κρεουσα
Κρ.
Κρ.
292Ξοῦθος, πεφυκὼς Αἰόλου Διόςτ’ἄπο.
Ιων
Ιω.
Ιω.
293καὶ πῶς ξένος σ’ὢν ἔσχεν οὖσαν ἐγγενῆ;
Κρεουσα
Κρ.
Κρ.
294Εὔβοι’Ἀθήναις ἔστι τις γείτων πόλις […]
Ιων
Ιω.
Ιω.
295ὅροις ὑγροῖσιν, ὡς λέγουσ’, ὡρισμένη.
Κρεουσα
Κρ.
Κρ.
296ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί.
Ιων
Ιω.
Ιω.
297ἐπίκουρος ἐλθών; κα- κᾆτα σὸν γαμεῖ λέχος;
Κρεουσα
Κρ.
Κρ.
298φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας.
Ιων
Ιω.
Ιω.
299σὺν ἀνδρὶ δ’ἥκεις ἢ μόνη χρηστήρια;
Κρεουσα
Κρ.
Κρ.
300σὺν ἀνδρί. σηκοὺς δ’ἐκστρέφει Τροφωνίου.
Ιων
Ιω.
Ιω.
301πότερα θεατὴς ἢ χάριν μαντευμάτων;
Κρεουσα
Κρ.
Κρ.
302κείνουτε Φοίβουθ’ἓν θέλων μαθεῖν ἔπος.
Ιων
Ιω.
Ιω.
303καρποῦ δ’ὕπερ γῆς ἥκετ’, ἢ παίδων πέρι;
Κρεουσα
Κρ.
Κρ.
304ἄπαιδές ἐσμεν, χρόνι’ἔχοντ’εὐνήματα.
Ιων
Ιω.
Ιω.
305οὐ δ’ἔτεκες οὐδὲν πώποτ’, ἀλλ’ἄτεκνος εἶ;
Κρεουσα
Κρ.
Κρ.
306ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.
Ιων
Ιω.
Ιω.
307ὦ τλῆμον, ὡς τα- τἄλλ’εὐτυχοῦσ’οὐκ εὐτυχεῖς.
Κρεουσα
Κρ.
Κρ.
308σὺ δ’εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα.
Ιων
Ιω.
Ιω.
309τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμίτ’, ὦ γύναι.
Κρεουσα
Κρ.
Κρ.
310ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο;
Ιων
Ιω.
Ιω.
311οὐκ οἶδα πλὴν ἕν · Λοξίου κεκλήμεθα.
Κρεουσα
Κρ.
Κρ.
312ἡμεῖς σ’ἄρ’αὖθις, ὦ ξέν’, ἀντοικτίρομεν.
Ιων
Ιω.
Ιω.
313ὡς μὴ εἰδόθ’ἥτις μ’ἔτεκεν ἐξ ὅτουτ’ἔφυν.
Κρεουσα
Κρ.
Κρ.
314ναοῖσι δ’οἰκεῖς τοισίδ’ἢ κατὰ στέγας;
Ιων
Ιω.
Ιω.
315ἅπαν θεοῦ μοι δῶμ’, ἵν’ἂν λάβῃ μ’ὕπνος.
Κρεουσα
Κρ.
Κρ.
316παῖς δ’ὢν ἀφίκου ναὸν ἢ νεανίας;
Ιων
Ιω.
Ιω.
317βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.
Κρεουσα
Κρ.
Κρ.
318καὶ τίς γάλακτί σ’ἐξέθρεψε Δελφίδων;
Ιων
Ιω.
Ιω.
319οὐπώποτ’ἔγνων μαστόν · ἣ δ’ἔθρεψέ με […]
Κρεουσα
Κρ.
Κρ.
320τίς, ὦ ταλαίπωρ’; ὡς νοσοῦσ’ηὗρον νόσους.
Ιων
Ιω.
Ιω.
321Φοίβου προφῆτις, μητέρ’ὣς νομίζομεν.
Κρεουσα
Κρ.
Κρ.
322ἐς δ’ἄνδρ’ἀφίκου τίνα τροφὴν κεκτημένος;
Ιων
Ιω.
Ιω.
323βωμοί μ’ἔφερβον οὑπιώντ’ἀεὶ ξένος.
Κρεουσα
Κρ.
Κρ.
324τάλαινά σ’ἡ τεκοῦσα · τίς ποτ’ἦν ἄρα;
Ιων
Ιω.
Ιω.
325ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως.
Κρεουσα
Κρ.
Κρ.
326ἔχεις δὲ βίοτον · εὖ γὰρ ἤσκησαι πέπλοις.
Ιων
Ιω.
Ιω.
327τοῖς τοῦ θεοῦ κοσμούμεθ’, ᾧ δουλεύομεν.
Κρεουσα
Κρ.
Κρ.
328οὐ δ’ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;
Ιων
Ιω.
Ιω.
329ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον.
Κρεουσα
Κρ.
Κρ.
330φεῦ ·
331πέπονθέ τις σῇ μητρὶ τα- ταὔτ’ἄλλη γυνή.
Ιων
Ιω.
Ιω.
332τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.
Κρεουσα
Κρ.
Κρ.
333ἧς οὕνεκ’ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.
Ιων
Ιω.
Ιω.
334ποῖόν τι χρῄζουσ’; ὡς ὑπουργήσω, γύναι.
Κρεουσα
Κρ.
Κρ.
335μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.
Ιων
Ιω.
Ιω.
335λέγοις ἄν · ἡμεῖς τα- τἄλλα προξενήσομεν.
Κρεουσα
Κρ.
Κρ.
336ἄκουε δὴ τὸν μῦθον. — ἀλλ’αἰδούμεθα.
Ιων
Ιω.
Ιω.
337οὔ τα- τἄρα πράξεις οὐδέν · ἀργὸς ἡ θεός.
Κρεουσα
Κρ.
Κρ.
338Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν.
Ιων
Ιω.
Ιω.
339Φοίβῳ γυνὴ γεγῶσα; μὴ λέγ’, ὦ ξένη.
Κρεουσα
Κρ.
Κρ.
340καὶ παῖδά γ’ἔτεκε τῷ θεῷ λάθρα πατρός.
Ιων
Ιω.
Ιω.
341οὐκ ἔστιν · ἀνδρὸς ἀδικίαν αἰσχύνεται.
Κρεουσα
Κρ.
Κρ.
342οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια.
Ιων
Ιω.
Ιω.
343τί χρῆμα δράσασ’, εἰ θεῷ συνεζύγη;
Κρεουσα
Κρ.
Κρ.
344τὸν παῖδ’ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.
Ιων
Ιω.
Ιω.
345ὁ δ’ἐκτεθεὶς παῖς ποῦ ’στιν; εἰσορᾷ φάος;
Κρεουσα
Κρ.
Κρ.
346οὐκ οἶδεν οὐδείς. ταῦτα καὶ μαντεύομαι.
Ιων
Ιω.
Ιω.
347εἰ δ’οὐκέτ’ἔστι, τίνι τρόπῳ διεφθάρη;
Κρεουσα
Κρ.
Κρ.
348θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν.
Ιων
Ιω.
Ιω.
349ποίῳ τόδ’ἔγνω χρωμένη τεκμηρίῳ;
Κρεουσα
Κρ.
Κρ.
350ἐλθοῦσ’ἵν’αὐτὸν ἐξέθηκ’οὐχ ηὗρ’ἔτι.
Ιων
Ιω.
Ιω.
351ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος;
Κρεουσα
Κρ.
Κρ.
352οὔ φησι. καίτοι πόλλ’ἐπεστράφη πέδον.
Ιων
Ιω.
Ιω.
353χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ;
Κρεουσα
Κρ.
Κρ.
354σοὶ τα- ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον.
Ιων
Ιω.
Ιω.
355ἀδικεῖ νιν ὁ θεός · ἡ τεκοῦσα δ’ἀθλία.
Κρεουσα
Κρ.
Κρ.
356οὔκουν ἔτ’ἄλλον γ’ὕστερον τίκτει γόνον.
Ιων
Ιω.
Ιω.
357τί δ’, εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών;
Κρεουσα
Κρ.
Κρ.
358τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος.
Ιων
Ιω.
Ιω.
359οἴμοι · προσῳδὸς ἡ τύχη τω- τὠμῷ πάθει.
Κρεουσα
Κρ.
Κρ.
360καὶ σέ, ὦ ξέν’, οἶμαι μητέρ’ἀθλίαν ποθεῖν.
Ιων
Ιω.
Ιω.
361καὶ μή γ’ἐπ’οἶκτόν μ’ἔξαγ’οὗ ’λελήσμεθα.
Κρεουσα
Κρ.
Κρ.
362σιγῶ · πέραινε δ’ὧν σ’ἀνιστορῶ πέρι.
Ιων
Ιω.
Ιω.
363οἶσθ’οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι;
Κρεουσα
Κρ.
Κρ.
364τί δ’οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ;
Ιων
Ιω.
Ιω.
365πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται;
Κρεουσα
Κρ.
Κρ.
366εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος.
Ιων
Ιω.
Ιω.
367αἰσχύνεται τὸ πρᾶγμα · μὴ ’ξέλεγχέ νιν.
Κρεουσα
Κρ.
Κρ.
368ἀλγύνεται δέ γ’ἡ παθοῦσα τῇ τύχῃ.
Ιων
Ιω.
Ιω.
369οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε.
370ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς
371Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι
372δράσειεν ἄν τι πῆμα. ἀπαλλάσσου, γύναι.
373τῷ γὰρ θεῷ τα- τἀναντί’οὐ μαντευτέον.
374ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν,
375εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομεν
376φράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοις
377σφαγαῖσι μήλων ἢ δι’οἰωνῶν πτεροῖς.
378ἃν γὰρ βίᾳ σπεύδωμεν ἀκόντων θεῶν,
379ἄκοντα κεκτήμεσθα τα- τἀγάθ’, ὦ γύναι ·
380ἃ δ’ἂν διδῶσ’ἑκόντες, ὠφελούμεθα.
Χορος
Χο.
Χο.
381πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν,
382μορφαὶ δὲ διαφέρουσιν · ἓν δ’ἂν εὐτυχὲς
383μόλις ποτ’ἐξεύροι τις ἀνθρώπων βίῳ.
Κρεουσα
Κρ.
Κρ.
384ὦ Φοῖβε, κα- κἀκεῖ κα- κἀνθάδ’οὐ δίκαιος εἶ
385ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι ·
386ὃς οὔτ’ἔσωσας τὸν σὸν ὃν σῶσαί σ’ἐχρῆν,
387οὔθ’ἱστορούσῃ μητρὶ μάντις ὢν ἐρεῖς,
388ὡς, εἰ μὲν οὐκέτ’ἔστιν, ὀγκωθῇ τάφῳ,
389εἰ δ’ἔστιν […]
390ἀλλ’ἐᾶν χρὴ τάδ’, εἰ πρὸς τοῦ θεοῦ
391κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι.
392ἀλλ’, ὦ ξέν’, εἰσορῶ γὰρ εὐγενῆ πόσιν
393Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου
394λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους
395σίγα πρὸς ἄνδρα, μή τιν’αἰσχύνην λάβω
396διακονοῦσα κρυπτά, καὶ προβῇ λόγος
397οὐχ ᾗπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.
398τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας,
399κα- κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι
400μισούμεθ’· οὕτω δυστυχεῖς πεφύκαμεν.
Ξουθος
Ξο.
Ξο.
401πρῶτον μὲν ὁ θεὸς τῶν ἐμῶν προσφθεγμάτων
402λαβὼν ἀπαρχὰς χαιρέτω, σύτ’, ὦ γύναι.
403μῶν χρόνιος ἐλθών σ’ἐξέπληξ’ὀρρωδίᾳ;
Κρεουσα
Κρ.
Κρ.
404οὐδέν γ’· ἀφίκου δ’ἐς μέριμναν. ἀλλά μοι
405λέξον, τί θέσπισμ’ἐκ Τροφωνίου φέρεις,
406παίδων ὅπως νῷν σπέρμα συγκραθήσεται;
Ξουθος
Ξο.
Ξο.
407οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν
408μαντεύμαθ’· ἓν δ’οὖν εἶπεν · οὐκ ἄπαιδά με
409πρὸς οἶκον ἥξειν οὐ δὲ σὲ ἐκ χρηστηρίων.
Κρεουσα
Κρ.
Κρ.
410ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως
411ἔλθοιμεν, ἅτε νῷν συμβόλαια πρόσθεν ἦν
412ἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα.
Ξουθος
Ξο.
Ξο.
413ἔσται τάδ’· ἀλλὰ τίς προφητεύει θεοῦ;
Ιων
Ιω.
Ιω.
414ἡμεῖς τά γ’ἔξω, τῶν ἔσω δ’ἄλλοις μέλει,
415οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε,
416Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.
Ξουθος
Ξο.
Ξο.
417καλῶς · ἔχω δὴ πάνθ’ὅσων ἐχρῄζομεν.
418στείχοιμ’ἂν εἴσω · καὶ γάρ, ὡς ἐγὼ κλύω,
419χρηστήριον πέπτωκε τοῖς ἐπήλυσι
420κοινὸν πρὸ ναοῦ · βούλομαι δ’ἐν ἡμέρᾳ
421τῇδ’— αἰσία γάρ — θεοῦ λαβεῖν μαντεύματα.
422σὺ δ’ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους
423λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς
424χρησμούς μ’ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων.
Κρεουσα
Κρ.
Κρ.
425ἔσται τάδ’, ἔσται. Λοξίας δ’ἐὰν θέλῃ
426νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας,
427ἅπας μὲν οὐ γένοιτ’ἂν εἰς ἡμᾶς φίλος,
428ὅσον δὲ χρῄζει — θεὸς γάρ ἐστι — δέξομαι.
Ιων
Ιω.
Ιω.
429τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν
430κρυπτοῖσιν αἰεὶ λοιδοροῦσ’αἰνίσσεται;
431ἤτοι φιλοῦσά γ’ἧς ὕπερ μαντεύεται,
432ἢ καί τι σιγῶσ’ὧν σιωπᾶσθαι χρεών;
433ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι
434μέλει; προσήκει γ’οὐδέν. ἀλλὰ χρυσέαις
435πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια
436δρόσον καθήσω. νουθετητέος δέ μοι
437Φοῖβος, τί πάσχει · παρθένους βίᾳ γαμῶν
438προδίδωσι; παῖδας ἐκτεκνούμενος λάθρᾳ
439θνῄσκοντας ἀμελεῖ; μὴ σύ γ’· ἀλλ’, ἐπεὶ κρατεῖς,
440ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶν
441κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί.
442πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς
443γράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν;
444εἰ δ’— οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι —
445δίκας βιαίων δώσετ’ἀνθρώποις γάμων,
446σὺ καὶ Ποσειδῶν Ζεύςθ’ὃς οὐρανοῦ κρατεῖ,
447ναοὺς τίνοντες ἀδικίας κενώσετε.
448τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάρος
449σπεύδοντες ἀδικεῖτ’. οὐκέτ’ἀνθρώπους κακῶς
450λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ
451μιμούμεθ’, ἀλλὰ τοὺς διδάσκοντας τάδε.
Χορος
Χο.
Χο.
452σὲ τὰν ὠδίνων λοχιᾶν
453ἀνειλείθυιαν, ἐμὰν
454Ἀθάναν, ἱκετεύω,
455Προμηθεῖ Τιτᾶνι
456λοχευθεῖσαν κατ’ἀκροτάτας
457κορυφᾶς Διός, ὦ μάκαιρα Νίκα,
458μόλε Πύθιον οἶκον,
459Ὀλύμπου χρυσέων θαλάμων
460πταμένα πρὸς ἀγυιάς,
461Φοιβήιος ἔνθα γᾶς
462μεσσόμφαλος ἑστία
463παρὰ χορευομένῳ τρίποδι
464μαντεύματα κραίνει,
465σὺ καὶ παῖς ἁ Λατογενής,
466δύο θεαὶ δύο παρθένοι,
467κασίγνηται σεμναὶ Φοίβου.
468ἱκετεύσατε δ’, ὦ κόραι,
469τὸ παλαιὸν Ἐρεχθέως
470γένος εὐτεκνίας χρονίου καθαροῖς
471μαντεύμασι κῦρσαι.
472ὑπερβαλλούσας γὰρ ἔχει
473θνατοῖς εὐδαιμονίας
474ἀκίνητον ἀφορμάν,
475τέκνων οἷς ἂν καρποτρόφοι
476λάμπωσιν ἐν θαλάμοις
477πατρίοισι νεάνιδες ἧβαι,
478διαδέκτορα πλοῦτον
479ὡς ἕξοντες ἐκ πατέρων
480ἑτέροις ἐπὶ τέκνοις.
481ἀλκάτε γὰρ ἐν κακοῖς
482σύντ’εὐτυχίαις φίλον,
483δορίτε γᾷ πατρίᾳ φέρει
484σωτήριον ἀλκάν.
485ἐμοὶ μὲν πλούτουτε πάρος
486βασιλικῶντ’εἶεν θαλάμων
487τροφαὶ κήδειοι κεδνῶν γε τέκνων.
488τὸν ἄπαιδα δ’ἀποστυγῶ
489βίον, ᾧτε δοκεῖ ψέγω ·
490μετὰ δὲ κτεάνων μετρίων βιοτᾶς
491εὔπαιδος ἐχοίμαν.
492ὦ Πανὸς θακήματα καὶ
493παραυλίζουσα πέτρα
494μυχώδεσι Μακραῖς,
495ἵνα χοροὺς στείβουσι ποδοῖν
496Ἀγλαύρου κόραι τρίγονοι
497στάδια χλοερὰ πρὸ Παλλάδος
498ναῶν, συρίγγων
499ὑπ’αἰόλας ἰαχᾶς
500ὕμνων, ὅτ’ἀναλίοις
501συρίζεις, ὦ Πάν,
502τοῖς σοῖσιν ἐν ἄντροις,
503ἵνα τεκοῦσά τις Φοίβῳ
504παρθένος, ὦ μελέα, βρέφος,
505πτανοῖς ἐξόρισεν θοίναν θηρσίτε φοινίαν δαῖτα, πικρῶν γάμων
506ὕβριν · οὔτ’ἐπὶ κερκίσιν οὔτε λόγοις
507φάτιν ἄιον εὐτυχίας μετέχειν
508θεόθεν τέκνα θνατοῖς.
Ιων
Ιω.
Ιω.
510πρόσπολοι γυναῖκες, αἳ τῶνδ’ἀμφὶ κρηπῖδας δόμων
511θυοδόκων φρούρημ’ἔχουσαι δεσπότιν φυλάσσετε,
512ἐκλέλοιπ’ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον
513Ξοῦθος, ἢ μίμνει κατ’οἶκον ἱστορῶν ἀπαιδίαν;
Χορος
Χο.
Χο.
514ἐν δόμοις ἔστ’, ὦ ξέν’· οὔπω δῶμ’ὑπερβαίνει τόδε.
515ὡς δ’ἐπ’ἐξόδοισιν ὄντος, τῶνδ’ἀκούομεν πυλῶν
516δοῦπον, ἐξιόντατ’ἤδη δεσπότην ὁρᾶν πάρα.
Ξουθος
Ξο.
Ξο.
517ὦ τέκνον, χαῖρ’· ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι.
Ιων
Ιω.
Ιω.
518χαίρομεν · σὺ δ’εὖ φρόνει γε, καὶ δύ’ὄντ’εὖ πράξομεν.
Ξουθος
Ξο.
Ξο.
519δὸς χερὸς φίλημά μοι σῆς σώματόςτ’ἀμφιπτυχάς.
Ιων
Ιω.
Ιω.
520εὖ φρονεῖς μέν; ἤ σ’ἔμηνε θεοῦ τις, ὦ ξένε, βλάβη;
Ξουθος
Ξο.
Ξο.
521σωφρονῶ · τὰ φίλταθ’εὑρὼν οὐ φυγεῖν ἐφίεμαι.
Ιων
Ιω.
Ιω.
522παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξῃς χερί.
Ξουθος
Ξο.
Ξο.
523ἅψομαι · κα- κοὐ ῥυσιάζω, τα- τἀμὰ δ’εὑρίσκω φίλα.
Ιων
Ιω.
Ιω.
524οὐκ ἀπαλλάξῃ, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν;
Ξουθος
Ξο.
Ξο.
525ὡς τί δὴ φεύγεις με; σαυτοῦ γνωρίσας τὰ φίλτατα —
Ιων
Ιω.
Ιω.
526οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους.
Ξουθος
Ξο.
Ξο.
527κτεῖνε καὶ πίμπρη · πατρὸς γάρ, ἢν κτάνῃς, ἔσῃ φονεύς.
Ιων
Ιω.
Ιω.
528ποῦ δέ μοι πατὴρ σύ; ταῦτ’οὖν οὐ γέλως κλύειν ἐμοῦ;
Ξουθος
Ξο.
Ξο.
529οὔ · τρέχων ὁ μῦθος ἄν σοι τα- τἀμὰ σημήνειεν ἄν.
Ιων
Ιω.
Ιω.
530καὶ τί μοι λέξεις;
Ξουθος
Ξο.
Ξο.
530bπατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός.
Ιων
Ιω.
Ιω.
531τίς λέγει τάδε;
Ξουθος
Ξο.
Ξο.
531bὅς σ’ἔθρεψεν ὄντα Λοξίας ἐμόν.
Ιων
Ιω.
Ιω.
532μαρτυρεῖς σαυτῷ.
Ξουθος
Ξο.
Ξο.
532bτὰ τοῦ θεοῦ γ’ἐκμαθὼν χρηστήρια.
Ιων
Ιω.
Ιω.
533ἐσφάλης αἴνιγμ’ἀκούσας.
Ξουθος
Ξο.
Ξο.
533bοὐκ ἄρ’ὄρθ’ἀκούομεν.
Ιων
Ιω.
Ιω.
534ὁ δὲ λόγος τίς ἐστι Φοίβου;
Ξουθος
Ξο.
Ξο.
534bτὸν συναντήσαντά μοι —
Ιων
Ιω.
Ιω.
535τίνα συνάντησιν;
Ξουθος
Ξο.
Ξο.
535bδόμων τῶνδ’ἐξιόντι τοῦ θεοῦ
Ιων
Ιω.
Ιω.
536συμφορᾶς τίνος κυρῆσαι;
Ξουθος
Ξο.
Ξο.
536bπαῖδ’ἐμὸν πεφυκέναι.
Ιων
Ιω.
Ιω.
537σὸν γεγῶτ’, ἢ δῶρον ἄλλως;
Ξουθος
Ξο.
Ξο.
537bδῶρον, ὄντα δ’ἐξ ἐμοῦ.
Ιων
Ιω.
Ιω.
538πρῶτα δῆτ’ἐμοὶ ξυνάπτεις πόδα σόν;
Ξουθος
Ξο.
Ξο.
538bοὐκ ἄλλῳ, τέκνον.
Ιων
Ιω.
Ιω.
539ἡ τύχη πόθεν ποθ’ἥκει;
Ξουθος
Ξο.
Ξο.
539bδύο μίαν θαυμάζομεν.
Ιων
Ιω.
Ιω.
540ἔα. τίνος δέ σοι πέφυκα μητρός;
Ξουθος
Ξο.
Ξο.
540bοὐκ ἔχω φράσαι.
Ιων
Ιω.
Ιω.
541οὐ δὲ Φοῖβος εἶπε;
Ξουθος
Ξο.
Ξο.
541bτερφθεὶς τοῦτο, κεῖν’οὐκ ἠρόμην.
Ιων
Ιω.
Ιω.
542γῆς ἄρ’ἐκπέφυκα μητρός.
Ξουθος
Ξο.
Ξο.
542bοὐ πέδον τίκτει τέκνα.
Ιων
Ιω.
Ιω.
543bπῶς ἂν οὖν εἴην σός;
Ξουθος
Ξο.
Ξο.
543bοὐκ οἶδ’, ἀναφέρω δ’ἐς τὸν θεόν.
Ιων
Ιω.
Ιω.
544φέρε λόγων ἁψώμεθ’ἄλλων.
Ξουθος
Ξο.
Ξο.
544bταῦτ’ἀμείνον’, ὦ τέκνον.
Ιων
Ιω.
Ιω.
545ἦλθες ἐς νόθον τι λέκτρον;
Ξουθος
Ξο.
Ξο.
545bμωρίᾳ γε τοῦ νέου.
Ιων
Ιω.
Ιω.
546πρὶν κόρην λαβεῖν Ἐρεχθέως;
Ξουθος
Ξο.
Ξο.
546bοὐ γὰρ ὕστερόν γέ πω.
Ιων
Ιω.
Ιω.
547ἆρα δῆτ’ἐκεῖ μ’ἔφυσας;
Ξουθος
Ξο.
Ξο.
547bτῷ χρόνῳ γε συντρέχει.
Ιων
Ιω.
Ιω.
548κα- κᾆτα πῶς ἀφικόμεσθα δεῦρο —
Ξουθος
Ξο.
Ξο.
548bταῦτ’ἀμηχανῶ.
Ιων
Ιω.
Ιω.
549διὰ μακρᾶς ἐλθὼν κελεύθου;
Ξουθος
Ξο.
Ξο.
549bτοῦτο κα- κἄμ’ἀπαιολεῖ.
Ιων
Ιω.
Ιω.
550Πυθίαν δ’ἦλθες πέτραν πρίν;
Ξουθος
Ξο.
Ξο.
550bἐς φανάς γε Βακχίου.
Ιων
Ιω.
Ιω.
551προξένων δ’ἔν του κατέσχες;
Ξουθος
Ξο.
Ξο.
551bὅς με Δελφίσιν κόραις […]
Ιων
Ιω.
Ιω.
552ἐθιάσευσ’, ἢ πῶς τάδ’αὐδᾷς;
Ξουθος
Ξο.
Ξο.
552bμαινάσιν γε Βακχίου.
Ιων
Ιω.
Ιω.
553ἔμφρον’ἢ κάτοινον ὄντα;
Ξουθος
Ξο.
Ξο.
553bΒακχίου πρὸς ἡδοναῖς.
Ιων
Ιω.
Ιω.
554τοῦτ’ἐκεῖν’ἵν’ἐσπάρημεν.
Ξουθος
Ξο.
Ξο.
554bὁ πότμος ἐξηῦρεν, τέκνον.
Ιων
Ιω.
Ιω.
555πῶς δ’ἀφικόμεσθα ναούς;
Ξουθος
Ξο.
Ξο.
555bἔκβολον κόρης ἴσως.
Ιων
Ιω.
Ιω.
556ἐκπεφεύγαμεν τὸ δοῦλον.
Ξουθος
Ξο.
Ξο.
556bπατέρα νυν δέχου, τέκνον.
Ιων
Ιω.
Ιω.
557τῷ θεῷ γοῦν οὐκ ἀπιστεῖν εἰκός.
Ξουθος
Ξο.
Ξο.
557bεὖ φρονεῖς ἄρα.
Ιων
Ιω.
Ιω.
558καὶ τί βουλόμεσθά γ’ἄλλο —
Ξουθος
Ξο.
Ξο.
558bνῦν ὁρᾷς ἃ χρή σ’ὁρᾶν.
Ιων
Ιω.
Ιω.
559ἢ Διὸς παιδὸς γενέσθαι παῖς;
Ξουθος
Ξο.
Ξο.
559bὃ σοί γε γίγνεται.
Ιων
Ιω.
Ιω.
560ἦ θίγω δῆθ’οἵ μ’ἔφυσαν;
Ξουθος
Ξο.
Ξο.
560bπιθόμενός γε τῷ θεῷ.
Ιων
Ιω.
Ιω.
561χαῖρέ μοι, πάτερ —
Ξουθος
Ξο.
Ξο.
561bφίλον γε φθέγμ’ἐδεξάμην τόδε.
Ιων
Ιω.
Ιω.
562ἡμέραθ’ἡ νῦν παροῦσα.
Ξουθος
Ξο.
Ξο.
562bμακάριόν γ’ἔθηκέ με.
Ιων
Ιω.
Ιω.
563ὦ φίλη μῆτερ, πότ’ἆρα καὶ σὸν ὄψομαι δέμας;
564νῦν ποθῶ σε μᾶλλον ἢ πρίν, ἥτις εἶ ποτ’, εἰσιδεῖν.
565ἀλλ’ἴσως τέθνηκας, ἡμεῖς δ’οὐδὲν ἂν δυναίμεθα.
Χορος
Χο.
Χο.
566κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι ·
567ὅμως δὲ καὶ δέσποιναν ἐς τέκν’εὐτυχεῖν
568ἐβουλόμην ἂν τούςτ’Ἐρεχθέως δόμους.
Ξουθος
Ξο.
Ξο.
569ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς
570ὀρθῶς ἔκρανε, καὶ συνῆψ’ἐμοίτε σέ,
571σύτ’αὖ τὰ φίλταθ’ηὗρες οὐκ εἰδὼς πάρος.
572ὃ δ’ᾖξας ὀρθῶς, τοῦτο κα- κἄμ’ἔχει πόθος,
573ὅπως σύτ’, ὦ παῖ, μητέρ’εὑρήσεις σέθεν,
574ἐγώθ’ὁποίας μοι γυναικὸς ἐξέφυς.
575χρόνῳ δὲ δόντες ταῦτ’ἴσως εὕροιμεν ἄν.
576ἀλλ’ἐκλιπὼν θεοῦ δάπεδ’ἀλητείαντε σὴν
577ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί,
578οὗ σ’ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός,
579πολὺς δὲ πλοῦτος · οὐ δὲ τα- θάτερον νοσῶν
580δυοῖν κεκλήσῃ δυσγενὴς πένηςθ’ἅμα,
581ἀλλ’εὐγενήςτε καὶ πολυκτήμων βίου.
582σιγᾷς; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις;
583ἐς φροντίδας δ’ἀπῆλθες, ἐκ δὲ χαρμονῆς
584πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί.
Ιων
Ιω.
Ιω.
585οὐ τα- ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων
586πρόσωθεν ὄντων ἐγγύθενθ’ὁρωμένων.
587ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι,
588πατέρα σ’ἀνευρών · ὧν δὲ γιγνώσκω, πάτερ,
589ἄκουσον. εἶναί φασι τὰς αὐτόχθονας
590κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος,
591ἵν’ἐσπεσοῦμαι δύο νόσω κεκτημένος,
592πατρόςτ’ἐπακτοῦ κα- καὐτὸς ὢν νοθαγενής.
593καὶ τοῦτ’ἔχων το- τοὔνειδος, ἀσθενὴς μὲν ὤν —
594595
ἢν δ’ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν
596ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο
597μισησόμεσθα · λυπρὰ γὰρ τὰ κρείσσονα ·
598ὅσοι δέ, χρηστοὶ δυνάμενοίτ’εἶναι σοφοί,
599σιγῶσι κα- κοὐ σπεύδουσιν ἐς τὰ πράγματα,
600γέλωτ’ἐν αὐτοῖς μωρίαντε λήψομαι
601οὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ.
602τῶν δ’† αὖ λογίωντε † χρωμένωντε τῇ πόλει
603ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι
604ψήφοισιν. οὕτω γὰρ τάδ’, ὦ πάτερ, φιλεῖ ·
605οἳ τὰς πόλεις ἔχουσι κα- κἀξιώματα,
606τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.
607ἐλθὼν δ’ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν
608γυναῖκάθ’ὡς ἄτεκνον, ἣ κοινουμένη
609τὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦν
610αὐτὴ καθ’αὑτὴν τὴν τύχην οἴσει πικρῶς,
611πῶς οὐχ ὑπ’αὐτῆς εἰκότως μισήσομαι,
612ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός,
613ἣ δ’οὖσ’ἄτεκνος τὰ σὰ φίλ’εἰσορᾷ πικρῶς,
614κα- κᾆτ’ἢ προδοὺς σύ μ’ἐς δάμαρτα σὴν βλέπῃς
615ἢ τα- τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς;
616ὅσας σφαγὰς δὴ φαρμάκωντε θανασίμων
617γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.
618ἄλλωςτε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,
619ἄπαιδα γηράσκουσαν · οὐ γὰρ ἀξία
620πατέρων ἀπ’ἐσθλῶν οὖσ’ἀπαιδίᾳ νοσεῖν.
621τυραννίδος δὲ τῆς μάτην αἰνουμένης
622τὸ μὲν πρόσωπον ἡδύ, τα- τἀν δόμοισι δὲ
623λυπηρά · τίς γὰρ μακάριος, τίς εὐτυχής,
624ὅστις δεδοικὼς καὶ παραβλέπων βίον
625αἰῶνα τείνει; δημότης ἂν εὐτυχὴς
626ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν,
627ᾧ τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,
628ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.
629εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾷ τάδε,
630πλουτεῖντε τερπνόν; οὐ φιλῶ ψόφους κλύειν
631ἐν χερσὶ σῴζων ὄλβον οὐ δ’ἔχειν πόνους ·
632εἴη γ’ἐμοὶ μὲν μέτρια μὴ λυπουμένῳ.
633ἃ δ’ἐνθάδ’εἶχον ἀγάθ’ἄκουσόν μου, πάτερ ·
634τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴν
635ὄχλοντε μέτριον, οὐ δέ μ’ἐξέπληξ’ὁδοῦ
636πονηρὸς οὐδείς · κεῖνο δ’οὐκ ἀνασχετόν,
637εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν.
638θεῶν δ’ἐν εὐχαῖς † ἢ γόοισιν ἦ † βροτῶν,
639ὑπηρετῶν χαίρουσιν, οὐ γοωμένοις.
640καὶ τοὺς μὲν ἐξέπεμπον, οἳ δ’ἧκον ξένοι,
641ὥσθ’ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ.
642ὃ δ’εὐκτὸν ἀνθρώποισι, κα- κἂν ἄκουσιν ᾖ,
643δίκαιον εἶναί μ’ὁ νόμος ἡ φύσιςθ’ἅμα
644παρεῖχε τῷ θεῷ. ταῦτα συννοούμενος
645κρείσσω νομίζω τα- τἀνθάδ’ἢ τα- τἀκεῖ, πάτερ.
646ἔα δ’ἔμ’αὐτοῦ ζῆν · ἴση γὰρ ἡ χάρις,
647μεγάλοισι χαίρειν σμικράθ’ἡδέως ἔχειν.
Χορος
Χο.
Χο.
648καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ
649ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις.
Ξουθος
Ξο.
Ξο.
650παῦσαι λόγων τῶνδ’, εὐτυχεῖν δ’ἐπίστασο ·
651θέλω γὰρ οὗπέρ σ’ηὗρον ἄρξασθαι, τέκνον,
652κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών,
653θῦσαίθ’ἅ σου πρὶν γενέθλι’οὐκ ἐθύσαμεν.
654καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σ’ἐφέστιον
655δείπνοισι τέρψω, τῆς δ’Ἀθηναίων χθονὸς
656ἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντ’ἐμόν.
657καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι
658λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν.
659χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαι
660δάμαρτ’ἐᾶν σε σκῆπτρα τα- τἄμ’ἔχειν χθονός.
661Ἴωνα δ’ὀνομάζω σε τῇ τύχῃ πρέπον,
662ὁθούνεκ’ἀδύτων ἐξιόντι μοι θεοῦ
663ἴχνος συνῆψας πρῶτος. ἀλλὰ τῶν φίλων
664πλήρωμ’ἀθροίσας βουθύτῳ σὺν ἡδονῇ
665πρόσειπε, μέλλων Δελφίδ’ἐκλιπεῖν πόλιν.
666ὑμῖν δὲ σιγᾶν, δμωΐδες, λέγω τάδε,
667ἢ θάνατον εἰπούσαισι πρὸς δάμαρτ’ἐμήν.
Ιων
Ιω.
Ιω.
668στείχοιμ’ἄν. ἓν δὲ τῆς τύχης ἄπεστί μοι ·
669εἰ μὴ γὰρ ἥτις μ’ἔτεκεν εὑρήσω, πάτερ,
670ἀβίωτον ἡμῖν. εἰ δ’ἐπεύξασθαι χρεών,
671ἐκ τῶν Ἀθηνῶν μ’ἡ τεκοῦσ’εἴη γυνή,
672ὥς μοι γένηται μητρόθεν παρρησία.
673καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσῃ ξένος,
674κα- κἂν τοῖς λόγοισιν ἀστὸς ᾖ, τό γε στόμα
675δοῦλον πέπαται κα- κοὐκ ἔχει παρρησίαν.
Χορος
Χο.
Χο.
676ὁρῶ δάκρυα καὶ πενθίμους
677ἀλαλαγὰς στεναγμάτωντ’ἐσβολάς,
678ὅταν ἐμὰ τύραννος εὐπαιδίαν
679πόσιν ἔχοντ’εἰδῇ,
680αὐτὴ δ’ἄπαις ᾖ καὶ λελειμμένη τέκνων.
681τίν’, ὦ παῖ πρόμαντι Λατοῦς,
682ἔχρησας ὑμνῳδίαν;
683πόθεν ὁ παῖς ὅδ’ἀμφὶ ναοὺς σέθεν
684τρόφιμος ἐξέβα; γυναικῶν τίνος;
685οὐ γάρ με σαίνει θέσφατα μή τιν’ἔχῃ δόλον.
688δειμαίνω συμφοράν,
689ἐφ’ὅ ποτε βάσεται.
690ἄτοπος ἄτοπα γὰρ δίδωσί μοι,
691τὸ δ’ἔτ’εὔφημ’ἔχει,
692δόλον τύχανθ’, ὁ παῖς —
693ἄλλων τραφεὶς ἐξ αἱμάτων.
694τίς οὐ τάδε ξυνοίσεται;
695— φίλαι, πότερ’ἐμᾷ δεσποίνᾳ
696τάδε τορῶς ἐς οὖς γεγωνήσομεν;
697πόσιν, ἐν ᾧ τὰ πάντ’ἔχουσ’ἐλπίδων
698μέτοχος ἦν, τλάμων, […]
699— νῦν δ’ἣ μὲν ἔρρει συμφοραῖς, ὃ δ’εὐτυχεῖ.
700— πολιὸν ἐσπεσοῦσα γῆρας, πόσις δ’[…]
701— ἀτίετος φίλων.
702— μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους,
703μέγαν ἐς ὄλβον, οὐκ ἴσωσεν τύχης […]
704(— ὄλοιτ’, ὄλοιτο) πότνιαν ἐξαπαφὼν ἐμάν.
705— καὶ θεοῖσιν μὴ τύχοι
706καλλίφλογα πέλανον ἐπὶ
707πυρὶ καθαγνίσας · τὸ δ’ἐμὸν εἴσεται,
708ὅσον ἀμᾶς ἔφυν
710τυραννίδος φίλα.
711— ἦ δὴ πέλας δείπνων κυρεῖ
713παῖς καὶ πατὴρ νέος νέων.
714ἰὼ δειράδες Παρνασοῦ πέτρας
715ἔχουσαι σκόπελον οὐράνιόνθ’ἕδραν,
716ἵνα Βάκχιος ἀμφιπύρους ἀνέχων πεύκας
717λαιψηρὰ πηδᾷ νυκτιπόλοις ἅμα σὺν Βάκχαις,
719μή ποτ’εἰς ἐμὰν πόλιν ἵκοιθ’ὁ παῖς,
720νέαν δ’ἁμέραν ἀπολιπὼν θάνοι.
721στενομένα γὰρ ἂν πόλις ἔχοι σκῆψιν
722ξενικὸν ἐσβολὰν […]
723[…]
724ἁλίσας ὁ πάρος ἀρχαγὸς ὢν
725Ἐρεχθεὺς ἄναξ.
Κρεουσα
Κρ.
Κρ.
725ὦ πρέσβυ παιδαγώγ’Ἐρεχθέως πατρὸς
726το- τοὐμοῦ ποτ’ὄντος, ἡνίκ’ἦν ἔτ’ἐν φάει,
727ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια,
728ὥς μοι συνησθῇς, εἴ τι Λοξίας ἄναξ
729θέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο.
730σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς ·
731ἃ μὴ γένοιτο δ’, εἴ τι τυγχάνοι κακόν,
732ἐς ὄμματ’εὔνου φωτὸς ἐμβλέψαι γλυκύ.
733ἐγὼ δέ σ’, ὥσπερ καὶ σὺ πατέρ’ἐμόν ποτε,
734δέσποιν’ὅμως οὖσ’ἀντικηδεύω πατρός.
Πρεσβυτης
Πρ.
Πρ.
735ὦ θύγατερ, ἄξι’ἀξίων γεννητόρων
736ἤθη φυλάσσεις, κα- κοὐ καταισχύνασ’ἔχεις
737τοὺς σοὺς παλαιούς, ἐκγόνους αὐτόχθονας.
738ἕλχ’ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με.
739αἰπεινά τοι μαντεῖα · τοῦ γήρως δέ μοι
740συνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ.
Κρεουσα
Κρ.
Κρ.
741ἕπου νυν · ἴχνος δ’ἐκφύλασσ’ὅπου τίθης.
Πρεσβυτης
Πρ.
Πρ.
742ἰδού.
743τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ.
Κρεουσα
Κρ.
Κρ.
744βάκτρῳ δ’ἐρείδου περιφερῆ στίβον χθονός.
Πρεσβυτης
Πρ.
Πρ.
745καὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ.
Κρεουσα
Κρ.
Κρ.
745ὀρθῶς ἔλεξας · ἀλλὰ μὴ παρῇς κόπῳ.
Πρεσβυτης
Πρ.
Πρ.
746οὔκουν ἑκών γε · τοῦ δ’ἀπόντος οὐ κρατῶ.
Κρεουσα
Κρ.
Κρ.
747γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδος
748δούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσις
749βέβηκε παίδων, ὧνπερ οὕνεχ’ἥκομεν;
750σημήνατ’· εἰ γὰρ ἀγαθά μοι μηνύσετε,
751οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν.
Χορος
Χο.
Χο.
752ἰὼ δαῖμον.
Πρεσβυτης
Πρ.
Πρ.
753τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές.
Χορος
Χο.
Χο.
754ἰὼ τλᾶμον.
Πρεσβυτης
Πρ.
Πρ.
755ἀλλ’ἦ τι θεσφάτοισι δεσποτῶν νοσῶ;
Χορος
Χο.
Χο.
756εἶεν · τί δρῶμεν; θάνατος ὧν κεῖται πέρι […]
Κρεουσα
Κρ.
Κρ.
757τίς ἥδε μοῦσα, κα- χὡ φόβος τίνων πέρι;
Χορος
Χο.
Χο.
758εἴπωμεν ἢ σιγῶμεν; ἢ τί δράσομεν;
Κρεουσα
Κρ.
Κρ.
759εἴφ’· ὡς ἔχεις γε συμφοράν τιν’εἰς ἐμέ.
Χορος
Χο.
Χο.
760εἰρήσεταί τοι, κα- κεἰ θανεῖν μέλλω διπλῇ.
761οὐκ ἔστι σοι, δέσποιν’, ἐπ’ἀγκάλαις λαβεῖν
762τέκν’, οὐ δὲ μαστῷ σῷ προσαρμόσαι ποτέ.
Κρεουσα
Κρ.
Κρ.
763ὤμοι, θάνοιμι.
Πρεσβυτης
Πρ.
Πρ.
763bθύγατερ.
Κρεουσα
Κρ.
Κρ.
763bὦ τάλαιν’
764ἐγὼ συμφορᾶς, ἔλαβον ἔπαθον ἄχος ἀβίοτον, φίλαι.
765διοιχόμεσθα.
Πρεσβυτης
Πρ.
Πρ.
765τέκνον.
Κρεουσα
Κρ.
Κρ.
766αἰαῖ αἰαῖ ·
767διανταῖος ἔτυπεν ὀδύνα με
768πλευμόνων τῶνδ’ἔσω.
Πρεσβυτης
Πρ.
Πρ.
769μήπω στενάξῃς —
Κρεουσα
Κρ.
Κρ.
769ἀλλὰ πάρεισι γόοι.
Πρεσβυτης
Πρ.
Πρ.
770πρὶν ἂν μάθωμεν —
Κρεουσα
Κρ.
Κρ.
770ἀγγελίαν τίνα μοι;
Πρεσβυτης
Πρ.
Πρ.
771εἰ τα- ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶς
772κοινωνός ἐστιν, ἢ μόνη σὺ δυστυχεῖς.
Χορος
Χο.
Χο.
773κείνῳ μέν, ὦ γεραιέ, παῖδα Λοξίας
775ἔδωκεν, ἰδίᾳ δ’εὐτυχεῖ ταύτης δίχα.
Κρεουσα
Κρ.
Κρ.
776τόδ’ἐπὶ τῷδε κακὸν ἄκρον ἔλακες
777ἄχος ἐμοὶ στένειν.
Πρεσβυτης
Πρ.
Πρ.
778πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος
779τὸν παῖδ’ὃν εἶπας, ἢ γεγῶτ’ἐθέσπισεν;
Χορος
Χο.
Χο.
780ἤδη πεφυκότ’ἐκτελῆ νεανίαν
781δίδωσιν αὐτῷ Λοξίας · παρῆ δ’ἐγώ.
Κρεουσα
Κρ.
Κρ.
782πῶς φῄς; ἄφατον ἄφατον ἀναύδητον
783λόγον ἐμοὶ θροεῖς.
Πρεσβυτης
Πρ.
Πρ.
785κα- κἄμοιγε. πῶς δ’ὁ χρησμὸς ἐκπεραίνεται,
786σαφέστερόν μοι φράζε, κα- χὥστις ἔσθ’ὁ παῖς.
Χορος
Χο.
Χο.
787ὅτῳ ξυναντήσειεν ἐκ θεοῦ συθεὶς
788πρώτῳ πόσις σός, παῖδ’ἔδωκ’αὐτῷ θεός.
Κρεουσα
Κρ.
Κρ.
789ὀττοτοττοτοῖ · τὸν δ’ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακεν
790ἄρα βίοτον; ἐρημίᾳ δ’ὀρφανοὺς
791δόμους οἰκήσω.
Πρεσβυτης
Πρ.
Πρ.
792τίς οὖν ἐχρήσθη; τῷ συνῆψ’ἴχνος ποδὸς
793πόσις ταλαίνης; πῶς δὲ ποῦ νιν εἰσιδών;
Χορος
Χο.
Χο.
794οἶσθ’, ὦ φίλη δέσποινα, τὸν νεανίαν
795ὃς τόνδ’ἔσαιρε ναόν; οὗτος ἔσθ’ὁ παῖς.
Κρεουσα
Κρ.
Κρ.
796ἀν’ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω
797γαίας Ἑλλανίας, ἀστέρας ἑσπέρους,
799οἷον οἷον ἄλγος ἔπαθον, φίλαι.
Πρεσβυτης
Πρ.
Πρ.
800ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ;
801οἶσθ’, ἢ σιωπῇ τοῦτ’ἀκύρωτον μένει;
Χορος
Χο.
Χο.
802Ἴων’, ἐπείπερ πρῶτος ἤντησεν πατρί.
Πρεσβυτης
Πρ.
Πρ.
803μητρὸς δ’ὁποίας ἐστὶν —
Χορος
Χο.
Χο.
804οὐκ ἔχω φράσαι.
805φροῦδος δ’— ἵν’εἰδῇς πάντα τα- τἀπ’ἐμοῦ, γέρον — παιδὸς προθύσων ξένια καὶ γενέθλια
806σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις,
807κοινὴν ξυνάψων δαῖτα παιδὶ τῷ νέῳ.
Πρεσβυτης
Πρ.
Πρ.
808δέσποινα, προδεδόμεσθα — σὺν γάρ σοι νοσῶ —
809τοῦ σοῦ πρὸς ἀνδρός, καὶ μεμηχανημένως
810ὑβριζόμεσθα δωμάτωντ’Ἐρεχθέως
811ἐκβαλλόμεσθα. καὶ σὸν οὐ στυγῶν πόσιν
812λέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν ·
813ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν
814καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν,
815ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος
816λάθρα πέφηνεν · ὡς λάθρα δ’, ἐγὼ φράσω.
817ἐπεί σ’ἄτεκνον ᾔσθετ’, οὐκ ἔστεργέ σοι
818ὅμοιος εἶναι τῆς τύχηςτ’ἴσον φέρειν,
819λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθρα
820τὸν παῖδ’ἔφυσεν, ἐξενωμένον δέ τῳ
821Δελφῶν δίδωσιν ἐκτρέφειν. ὃ δ’ἐν θεοῦ
822δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται.
823νεανίαν δ’ὡς ᾔσθετ’ἐκτεθραμμένον,
824ἐλθεῖν σ’ἔπεισε δεῦρ’ἀπαιδίας χάριν.
825κα- κᾆθ’ὁ θεὸς οὐκ ἐψεύσαθ’, ὅδε δ’ἐψεύσατο
826πάλαι τρέφων τὸν παῖδα, κα- κἄπλεκεν πλοκὰς
827τοιάσδ’· ἁλοὺς μὲν ἀνέφερ’ἐς τὸν δαίμονα,
828† ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλων †
829τυραννίδ’αὐτῷ περιβαλεῖν ἔμελλε γῆς.
830καινὸν δὲ το- τοὔνομ’ἀνὰ χρόνον πεπλασμένον
831Ἴων, ἰόντι δῆθεν ὅτι συνήντετο.
Χορος
Χο.
Χο.
832οἴμοι, κακούργους ἄνδρας ὡς αἰεὶ στυγῶ,
833οἳ συντιθέντες τα- τἄδικ’εἶτα μηχαναῖς
834κοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον
835θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον.
Πρεσβυτης
Πρ.
Πρ.
836καὶ τῶνδ’ἁπάντων ἔσχατον πείσῃ κακόν ·
837ἀμήτορ’, ἀναρίθμητον, ἐκ δούλης τινὸς
838γυναικός, ἐς σὸν δῶμα δεσπότην ἄγειν.
839ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρ’εὐγενοῦς
840μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν,
841ἐσῴκισ’οἴκους · εἰ δὲ σοὶ τόδ’ἦν πικρόν,
842τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων.
843ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν ·
844ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλῳ τινὶ
845ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν
846καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν.
847848
849
850
ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω,
851καὶ συμφονεύειν παῖδ’ἐπεισελθὼν δόμους
852οὗ δαῖθ’ὁπλίζει, καὶ τροφεῖα δεσπόταις
853ἀποδοὺς θανεῖντε ζῶντε φέγγος εἰσορᾶν.
854ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει,
855το- τοὔνομα · τὰ δ’ἄλλα πάντα τῶν ἐλευθέρων
856οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ᾖ.
Χορος
Χο.
Χο.
857κα- κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω
858κοινουμένη τήνδ’ἢ θανεῖν ἢ ζῆν καλῶς.
Κρεουσα
Κρ.
Κρ.
859ὦ ψυχά, πῶς σιγάσω;
860πῶς δὲ σκοτίας ἀναφήνω
861εὐνάς, αἰδοῦς δ’ἀπολειφθῶ;
862τί γὰρ ἐμπόδιον κώλυμ’ἔτι μοι;
863πρὸς τίν’ἀγῶνας τιθέμεσθ’ἀρετῆς;
864οὐ πόσις ἡμῶν προδότης γέγονεν,
865στέρομαι δ’οἴκων, στέρομαι παίδων,
866φροῦδαι δ’ἐλπίδες, ἃς διαθέσθαι
867χρῄζουσα καλῶς οὐκ ἐδυνήθην,
868σιγῶσα γάμους,
869σιγῶσα τόκους πολυκλαύτους;
870ἀλλ’οὐ τὸ Διὸς πολύαστρον ἕδος
871καὶ τὴν ἐπ’ἐμοῖς σκοπέλοισι θεὰν
872λίμνηςτ’ἐνύδρου Τριτωνιάδος
873πότνιαν ἀκτάν,
874οὐκέτι κρύψω λέχος, ὡς στέρνων
875ἀπονησαμένη ῥᾴων ἔσομαι.
876στάζουσι κόραι δακρύοισιν ἐμαί,
877ψυχὴ δ’ἀλγεῖ κακοβουλευθεῖσ’
878ἔκτ’ἀνθρώπων ἔκτ’ἀθανάτων,
879οὓς ἀποδείξω
880λέκτρων προδότας ἀχαρίστους.
881ὦ τᾶς ἑπταφθόγγου μέλπων
882κιθάρας ἐνοπάν, ἅτ’ἀγραύλοις
883κέρασιν ἐν ἀψύχοις ἀχεῖ
884μουσᾶν ὕμνους εὐαχήτους,
885σοὶ μομφάν, ὦ Λατοῦς παῖ,
886πρὸς τάνδ’αὐγὰν αὐδάσω.
887ἦλθές μοι χρυσῷ χαίταν
888μαρμαίρων, εὖτ’ἐς κόλπους
889κρόκεα πέταλα φάρεσιν ἔδρεπον,
890ἀνθίζειν χρυσανταυγῆ ·
891λευκοῖς δ’ἐμφὺς καρποῖσιν
892χειρῶν εἰς ἄντρου κοίτας
893κραυγὰν Ὦ μᾶτέρ μ’αὐδῶσαν
894θεὸς ὁμευνέτας
895ἆγες ἀναιδείᾳ
896Κύπριδι χάριν πράσσων.
897τίκτω δ’ἁ δύστανός σοι
898κοῦρον, τὸν φρίκᾳ ματρὸς
899εἰς εὐνὰν βάλλω τὰν σάν,
900ἵνα με λέχεσι μελέαν μελέοις
901ἐζεύξω τὰν δύστανον.
902οἴμοι μοι · καὶ νῦν ἔρρει
903πτανοῖς ἁρπασθεὶς θοίνα
904παῖς μοι — καὶ σός, τλάμων ·
905σὺ δὲ κιθάρᾳ κλάζεις
906παιᾶνας μέλπων.
907ὠή,
908τὸν Λατοῦς αὐδῶ σ’,
909ὅστ’ὀμφὰν κληροῖς
910πρὸς χρυσέους θάκους καὶ γαίας μεσσήρεις ἕδρας,
911εἰς οὖς αὐδὰν καρύξω ·
912ἰὼ κακὸς εὐνάτωρ,
913ὃς τῷ μὲν ἐμῷ νυμφεύτᾳ
914χάριν οὐ προλαβὼν
915παῖδ’εἰς οἴκους οἰκίζεις ·
916ὁ δ’ἐμὸς γενέτας καὶ σός γ’, ἀμαθής,
917οἰωνοῖς ἔρρει συλαθείς,
918σπάργανα ματέρος ἐξαλλάξας.
919μισεῖ σ’ἁ Δᾶλος καὶ δάφνας
920ἔρνεα φοίνικα παρ’ἁβροκόμαν,
921ἔνθα λοχεύματα σέμν’ἐλοχεύσατο
922Λατὼ Δίοισί σε καρποῖς.
Χορος
Χο.
Χο.
923οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται
924κακῶν, ἐφ’οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.
Πρεσβυτης
Πρ.
Πρ.
925ὦ θύγατερ, οὔτοι σὸν βλέπων ἐμπίμπλαμαι
926πρόσωπον, ἔξω δ’ἐγενόμην γνώμης ἐμῆς.
927κακῶν γὰρ ἄρτι κῦμ’ὑπεξαντλῶν φρενί,
928πρύμνηθεν αἴρει μ’ἄλλο σῶν λόγων ὕπο,
929οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν
930μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς.
931τί φῄς; τίνα λόγον Λοξίου κατηγορεῖς;
932ποῖον τεκεῖν φῂς παῖδα; ποῦ θεῖναι πόλεως
933θηρσὶν φίλον τύμβευμ’; ἄνελθέ μοι πάλιν.
Κρεουσα
Κρ.
Κρ.
934αἰσχύνομαι μέν σ’, ὦ γέρον, λέξω δ’ὅμως.
Πρεσβυτης
Πρ.
Πρ.
935ὡς συστενάζειν γ’οἶδα γενναίως φίλοις.
Κρεουσα
Κρ.
Κρ.
936ἄκουε τοίνυν · οἶσθα Κεκροπίας πέτρας
937πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν;
Πρεσβυτης
Πρ.
Πρ.
938οἶδ’, ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας.
Κρεουσα
Κρ.
Κρ.
939ἐνταῦθ’ἀγῶνα δεινὸν ἠγωνίσμεθα.
Πρεσβυτης
Πρ.
Πρ.
940τίν’; ὡς ἀπαντᾷ δάκρυά μοι τοῖς σοῖς λόγοις.
Κρεουσα
Κρ.
Κρ.
941Φοίβῳ ξυνῆψ’ἄκουσα δύστηνον γάμον.
Πρεσβυτης
Πρ.
Πρ.
942ὦ θύγατερ, ἆρ’ἦν ταῦθ’ἅ γ’ᾐσθόμην ἐγώ;
Κρεουσα
Κρ.
Κρ.
943οὐκ οἶδ’· ἀληθῆ δ’εἰ λέγεις φαίημεν ἄν.
Πρεσβυτης
Πρ.
Πρ.
944νόσον κρυφαίαν ἡνίκ’ἔστενες λάθρα;
Κρεουσα
Κρ.
Κρ.
945τότ’ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά.
Πρεσβυτης
Πρ.
Πρ.
946κα- κᾆτ’ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους;
Κρεουσα
Κρ.
Κρ.
947ἔτεκον — ἀνάσχου ταῦτ’ἐμοῦ κλύων, γέρον.
Πρεσβυτης
Πρ.
Πρ.
948ποῦ; τίς λοχεύει σ’; ἢ μόνη μοχθεῖς τάδε;
Κρεουσα
Κρ.
Κρ.
949μόνη κατ’ἄντρον οὗπερ ἐζεύχθην γάμοις.
Πρεσβυτης
Πρ.
Πρ.
950ὁ παῖς δὲ ποῦ ’στιν; ἵνα σὺ μηκέτ’ᾖς ἄπαις.
Κρεουσα
Κρ.
Κρ.
951τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς.
Πρεσβυτης
Πρ.
Πρ.
952τέθνηκ’; Ἀπόλλων δ’ὁ κακὸς οὐδὲν ἤρκεσεν;
Κρεουσα
Κρ.
Κρ.
953οὐκ ἤρκεσ’· Ἅιδου δ’ἐν δόμοις παιδεύεται.
Πρεσβυτης
Πρ.
Πρ.
954τίς γάρ νιν ἐξέθηκεν; οὐ γὰρ δὴ σύ γε.
Κρεουσα
Κρ.
Κρ.
955ἡμεῖς, ἐν ὄρφνῃ σπαργανώσαντες πέπλοις.
Πρεσβυτης
Πρ.
Πρ.
956οὐ δὲ ξυνῄδει σοί τις ἔκθεσιν τέκνου;
Κρεουσα
Κρ.
Κρ.
957αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον.
Πρεσβυτης
Πρ.
Πρ.
958καὶ πῶς ἐν ἄντρῳ παῖδα σὸν λιπεῖν ἔτλης;
Κρεουσα
Κρ.
Κρ.
959πῶς δ’οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦσ’ἔπη —
Πρεσβυτης
Πρ.
Πρ.
960φεῦ ·
961τλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν.
Κρεουσα
Κρ.
Κρ.
962εἰ παῖδά γ’εἶδες χεῖρας ἐκτείνοντά μοι.
Πρεσβυτης
Πρ.
Πρ.
963μαστὸν διώκοντ’ἦ πρὸς ἀγκάλαις πεσεῖν;
Κρεουσα
Κρ.
Κρ.
964ἐνταῦθ’, ἵν’οὐκ ὢν ἄδικ’ἔπασχεν ἐξ ἐμοῦ.
Πρεσβυτης
Πρ.
Πρ.
965σοὶ δ’ἐς τί δόξ’ἐσῆλθεν ἐκβαλεῖν τέκνον;
Κρεουσα
Κρ.
Κρ.
965ὡς τὸν θεὸν σῴζοντα τόν γ’αὑτοῦ γόνον.
Πρεσβυτης
Πρ.
Πρ.
966οἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται.
Κρεουσα
Κρ.
Κρ.
967τί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς;
Πρεσβυτης
Πρ.
Πρ.
968σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶ.
Κρεουσα
Κρ.
Κρ.
969τὰ θνητὰ τοιαῦτ’· οὐδὲν ἐν τα- ταὐτῷ μένει.
Πρεσβυτης
Πρ.
Πρ.
970μή νυν ἔτ’οἴκτων, θύγατερ, ἀντεχώμεθα.
Κρεουσα
Κρ.
Κρ.
971τί γάρ με χρὴ δρᾶν; ἀπορία τὸ δυστυχεῖν.
Πρεσβυτης
Πρ.
Πρ.
972τὸν πρῶτον ἀδικήσαντά σ’ἀποτίνου θεόν.
Κρεουσα
Κρ.
Κρ.
973καὶ πῶς τὰ κρείσσω θνητὸς οὖσ’ὑπερδράμω;
Πρεσβυτης
Πρ.
Πρ.
974πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια.
Κρεουσα
Κρ.
Κρ.
975δέδοικα · καὶ νῦν πημάτων ἄδην ἔχω.
Πρεσβυτης
Πρ.
Πρ.
976τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν.
Κρεουσα
Κρ.
Κρ.
977αἰδούμεθ’εὐνὰς τὰς τόθ’ἡνίκ’ἐσθλὸς ἦν.
Πρεσβυτης
Πρ.
Πρ.
978νῦν δ’ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα.
Κρεουσα
Κρ.
Κρ.
979πῶς; εἰ γὰρ εἴη δυνατόν · ὡς θέλοιμί γ’ἄν.
Πρεσβυτης
Πρ.
Πρ.
980ξιφηφόρους σοὺς ὁπλίσασ’ὀπάονας.
Κρεουσα
Κρ.
Κρ.
981στείχοιμ’ἄν · ἀλλὰ ποῦ γενήσεται τόδε;
Πρεσβυτης
Πρ.
Πρ.
982ἱεραῖσιν ἐν σκηναῖσιν, οὗ θοινᾷ φίλους.
Κρεουσα
Κρ.
Κρ.
983ἐπίσημον ὁ φόνος, καὶ τὸ δοῦλον ἀσθενές.
Πρεσβυτης
Πρ.
Πρ.
984ὤμοι, κακίζῃ · φέρε, σὺ νῦν βούλευέ τι.
Κρεουσα
Κρ.
Κρ.
985καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια.
Πρεσβυτης
Πρ.
Πρ.
986ἀμφοῖν ἂν εἴην τοῖνδ’ὑπηρέτης ἐγώ.
Κρεουσα
Κρ.
Κρ.
987ἄκουε τοίνυν · οἶσθα γηγενῆ μάχην;
Πρεσβυτης
Πρ.
Πρ.
988οἶδ’, ἣν Φλέγρᾳ Γίγαντες ἔστησαν θεοῖς.
Κρεουσα
Κρ.
Κρ.
989ἐνταῦθα Γοργόν’ἔτεκε Γῆ, δεινὸν τέρας.
Πρεσβυτης
Πρ.
Πρ.
990ἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον;
Κρεουσα
Κρ.
Κρ.
991ναί · καί νιν ἔκτειν’ἡ Διὸς Παλλὰς θεά.
Πρεσβυτης
Πρ.
Πρ.
992Κρεουσα
Κρ.
Κρ.
993Πρεσβυτης
Πρ.
Πρ.
994ἆρ’οὗτός ἐσθ’ὁ μῦθος ὃν κλύω πάλαι;
Κρεουσα
Κρ.
Κρ.
995ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν.
Πρεσβυτης
Πρ.
Πρ.
996ἣν αἰγίδ’ὀνομάζουσι, Παλλάδος στολήν;
Κρεουσα
Κρ.
Κρ.
997τόδ’ἔσχεν ὄνομα θεῶν ὅτ’ᾖξεν ἐς δόρυ.
Πρεσβυτης
Πρ.
Πρ.
998τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος;
Κρεουσα
Κρ.
Κρ.
999Ἐριχθόνιον οἶσθ’, ἢ —; τί δ’οὐ μέλλεις, γέρον;
Πρεσβυτης
Πρ.
Πρ.
1000ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ;
Κρεουσα
Κρ.
Κρ.
1001τούτῳ δίδωσι Παλλὰς ὄντι νεογόνῳ —
Πρεσβυτης
Πρ.
Πρ.
1002τί χρῆμα; μέλλον γάρ τι προσφέρεις ἔπος.
Κρεουσα
Κρ.
Κρ.
1003δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο.
Πρεσβυτης
Πρ.
Πρ.
1004ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν;
Κρεουσα
Κρ.
Κρ.
1005τὸν μὲν θανάσιμον, τὸν δ’ἀκεσφόρον νόσων.
Πρεσβυτης
Πρ.
Πρ.
1006ἐν τῷ καθάψασ’ἀμφὶ παιδὶ σώματος;
Κρεουσα
Κρ.
Κρ.
1007χρυσοῖσι δεσμοῖς · ὁ δὲ δίδωσ’ἐμῷ πατρί.
Πρεσβυτης
Πρ.
Πρ.
1008κείνου δὲ κατθανόντος ἐς σὲ ἀφίκετο;
Κρεουσα
Κρ.
Κρ.
1009ναί · κα- κἀπὶ καρπῷ γ’αὔτ’ἐγὼ χερὸς φέρω.
Πρεσβυτης
Πρ.
Πρ.
1010πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς;
Κρεουσα
Κρ.
Κρ.
1011κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνῳ —
Πρεσβυτης
Πρ.
Πρ.
1012τί τῷδε χρῆσθαι; δύνασιν ἐκφέρει τίνα;
Κρεουσα
Κρ.
Κρ.
1013νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου.
Πρεσβυτης
Πρ.
Πρ.
1014ὁ δεύτερος δ’ἀριθμὸς ὧν λέγεις τί δρᾷ;
Κρεουσα
Κρ.
Κρ.
1015κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος.
Πρεσβυτης
Πρ.
Πρ.
1016ἐς ἓν δὲ κραθέντ’αὐτὸν ἢ χωρὶς φορεῖς;
Κρεουσα
Κρ.
Κρ.
1017χωρίς · κακῷ γὰρ ἐσθλὸν οὐ συμμείγνυται.
Πρεσβυτης
Πρ.
Πρ.
1018ὦ φιλτάτη παῖ, πάντ’ἔχεις ὅσων σε δεῖ.
Κρεουσα
Κρ.
Κρ.
1019τούτῳ θανεῖται παῖς · σὺ δ’ὁ κτείνων ἔσῃ.
Πρεσβυτης
Πρ.
Πρ.
1020ποῦ καὶ τί δράσας; σὸν λέγειν, τολμᾶν δ’ἐμόν.
Κρεουσα
Κρ.
Κρ.
1021ἐν ταῖς Ἀθήναις, δῶμ’ὅταν το- τοὐμὸν μόλῃ.
Πρεσβυτης
Πρ.
Πρ.
1022οὐκ εὖ τόδ’εἶπας · καὶ σὺ γὰρ το- τοὐμὸν ψέγεις.
Κρεουσα
Κρ.
Κρ.
1023πῶς; ἆρ’ὑπείδου τοῦθ’ὃ κα- κἄμ’ἐσέρχεται;
Πρεσβυτης
Πρ.
Πρ.
1024σὺ παῖδα δόξεις διολέσαι, κα- κεἰ μὴ κτενεῖς.
Κρεουσα
Κρ.
Κρ.
1025ὀρθῶς · φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις.
Πρεσβυτης
Πρ.
Πρ.
1026αὐτοῦ νυν αὐτὸν κτεῖν’, ἵν’ἀρνήσῃ φόνους.
Κρεουσα
Κρ.
Κρ.
1027προλάζυμαι γοῦν τῷ χρόνῳ τῆς ἡδονῆς.
Πρεσβυτης
Πρ.
Πρ.
1028καὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν.
Κρεουσα
Κρ.
Κρ.
1029οἶσθ’οὖν ὃ δρᾶσον; χειρὸς ἐξ ἐμῆς λαβὼν
1030χρύσωμ’Ἀθάνας τόδε, παλαιὸν ὄργανον,
1031ἐλθὼν ἵν’ἡμῖν βουθυτεῖ λάθρα πόσις,
1032δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖς
1033μέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδε
1034κάθες βαλὼν ἐς πῶμα τῷ νεανίᾳ —
1035ἰδίᾳ δέ, μή τι πᾶσι, χωρίσας ποτὸν
1036τῷ τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων.
1037κα- κἄνπερ διέλθῃ λαιμόν, οὔποθ’ἵξεται
1038κλεινὰς Ἀθήνας, κατθανὼν δ’αὐτοῦ μενεῖ.
Πρεσβυτης
Πρ.
Πρ.
1039σὺ μέν νυν εἴσω προξένων μέθες πόδα ·
1040ἡμεῖς δ’ἐφ’ᾧ τετάγμεθ’ἐκπονήσομεν.
1041ἄγ’, ὦ γεραιὲ πούς, νεανίας γενοῦ
1042ἔργοισι, κα- κεἰ μὴ τῷ χρόνῳ πάρεστί σοι.
1043ἐχθρὸν δ’ἐπ’ἄνδρα στεῖχε δεσποτῶν μέτα,
1044καὶ συμφόνευε καὶ συνεξαίρει δόμων.
1045τὴν δ’εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν
1046τιμᾶν · ὅταν δὲ πολεμίους δρᾶσαι κακῶς
1047θέλῃ τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.
Χορος
Χο.
Χο.
1048εἰνοδία θύγατερ Δάματρος, ἃ τῶν
1049νυκτιπόλων ἐφόδων ἀνάσσεις
1050καὶ μεθαμερίων, ὅδωσον
1051δυσθανάτων κρατήρων
1052πληρώματ’ἐφ’οἷσι πέμπει
1053πότνια πότνι’ἐμὰ χθονίας
1054Γοργοῦς λαιμοτόμων ἀπὸ
1055σταλαγμῶν
1056τῷ τῶν Ἐρεχθεϊδᾶν
1057δόμων ἐφαπτομένῳ ·
1058μη δέ ποτ’ἄλλος
1059οἴκων πόλεως ἀνάσσοι
1060πλὴν τῶν εὐγενετᾶν Ἐρεχθειδᾶν.
1061εἰ δ’ἀτελὴς θάνατος σπουδαίτε
1062δεσποίνας, ὅτε καιρὸς ἄπεισι τόλμας,
1063ᾇ νῦν ἐλπὶς ἐφαίνετ’, ἢ
1064θηκτὸν ξίφος ἢ δαίμων
1065ἐξάψει βρόχον ἀμφὶ δειρήν,
1066πάθεσι πάθεα δ’ἐξανύτουσ’
1067εἰς ἄλλας βιότου
1068κάτεισι μορφάς.
1069οὐ γὰρ δόμων γ’ἑτέρους
1070ἄρχοντας ἀλλοδαποὺς
1071ζῶσά ποτ’ ἐν
1072φαενναῖς ἀνέχοιτ’ἂν αὐγαῖς
1073ἁ τῶν εὐπατριδᾶν γεγῶσ’οἴκων.
1074αἰσχύνομαι τὸν
1075πολύυμνον θεόν, εἰ παρὰ καλλιχόροισι παγαῖς
1076λαμπάδα θεωρὸν εἰκάδων
1077ὄψεται ἐννύχιος ἄυπνος ὤν, ὅτε
1078καὶ Διὸς ἀστερωπὸς
1079ἀνεχόρευσεν αἰθήρ,
1080χορεύει δὲ σελάνα
1081καὶ πεντήκοντα κόραι
1082Νηρέος, αἱ κατὰ πόντον
1083ἀενάωντε ποταμῶν
1084δίνας, χορευόμεναι
1085τὰν χρυσοστέφανον κόραν
1086καὶ ματέρα σεμνάν ·
1087ἵν’ἐλπίζει
1088βασιλεύσειν ἄλλων πόνον ἐσπεσὼν
1089ὁ Φοίβειος ἀλάτας.
1090ὁρᾶθ’ὅσοι
1091δυσκελάδοισιν κατὰ μοῦσαν ἰόντες ἀείδεθ’ὕμνοις
1092ἁμέτερα λέχεα καὶ γάμους
1093Κύπριδος ἀθέμιτας ἀνοσίους, ὅσον
1094εὐσεβίᾳ κρατοῦμεν
1095ἄδικον ἄροτον ἀνδρῶν.
1096παλίμφαμος ἀοιδὰ
1097καὶ μοῦσ’εἰς ἄνδρας ἴτω
1098δυσκέλαδος ἀμφὶ λέκτρων.
1099δείκνυσι γὰρ ὁ Διὸς ἐκ
1100παίδων ἀμνημοσύναν,
1101οὐ κοινὰν τεκέων τύχαν
1102οἴκοισι φυτεύσας
1103δεσποίνᾳ · πρὸς δ’
1104Ἀφροδίταν ἄλλαν θέμενος χάριν
1105νόθου παιδὸς ἔκυρσεν.
Θεραπων
Θε.
Θε.
1106κλειναὶ γυναῖκες, ποῦ κόρην Ἐρεχθέως,
1107δέσποιναν εὕρω; πανταχῇ γὰρ ἄστεως
1108ζητῶν νιν ἐξέπλησα κα- κοὐκ ἔχω λαβεῖν.
Χορος
Χο.
Χο.
1109τί δ’ἔστιν, ὦ ξύνδουλε; τίς προθυμία
1110ποδῶν ἔχει σε, καὶ λόγους τίνας φέρεις;
Θεραπων
Θε.
Θε.
1111θηρώμεθ’· ἀρχαὶ δ’ἁπιχώριοι χθονὸς
1112ζητοῦσιν αὐτήν, ὡς θάνῃ πετρουμένη.
Χορος
Χο.
Χο.
1113οἴμοι, τί λέξεις; οὔτι που λελήμμεθα
1114κρυφαῖον ἐς παῖδ’ἐκπορίζουσαι φόνον;
Θεραπων
Θε.
Θε.
1115ἔγνως; — μεθέξεις οὐκ ἐν ὑστάτοις κακοῦ.
Χορος
Χο.
Χο.
1116ὤφθη δὲ πῶς τὰ κρυπτὰ μηχανήματα;
Θεραπων
Θε.
Θε.
1117τὸ μὴ δίκαιον τῆς δίκης ἡσσώμενον
1118ἐξηῦρεν ὁ θεός, οὐ μιανθῆναι θέλων.
Χορος
Χο.
Χο.
1119πῶς; ἀντιάζω σ’ἱκέτις ἐξειπεῖν τάδε.
1120πεπυσμέναι γάρ, εἰ θανεῖν ὅμως χρεών,
1121ἥδιον ἂν θάνοιμεν, εἴθ’ὁρᾶν φάος.
Θεραπων
Θε.
Θε.
1122ἐπεὶ θεοῦ μαντεῖον ᾤχετ’ἐκλιπὼν
1123πόσις Κρεούσης, παῖδα τὸν καινὸν λαβὼν
1124πρὸς δεῖπνα θυσίαςθ’ἃς θεοῖς ὡπλίζετο,
1125Ξοῦθος μὲν ᾤχετ’ἔνθα πῦρ πηδᾷ θεοῦ
1126βακχεῖον, ὡς σφαγαῖσι Διονύσου πέτρας
1127δεύσειε δισσὰς παιδὸς ἀντ’ὀπτηρίων,
1128λέξας · σὺ μὲν νῦν, τέκνον, ἀμφήρεις μένων
1129σκηνὰς ἀνίστη τεκτόνων μοχθήμασι.
1130θύσας δὲ Γενέταις Θεοῖσιν ἢν μακρὸν χρόνον
1131μένω, παροῦσι δαῖτες ἔστωσαν φίλοις.
1132λαβὼν δὲ μόσχους ᾤχεθ’· ὁ δὲ νεανίας
1133σεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτων
1134ὀρθοστάταις ἱδρύεθ’, ἡλίου βολὰς
1135καλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸς
1136ἀκτῖνας, οὔτ’αὖ πρὸς τελευτώσας βίον,
1137πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν,
1138μέτρημ’ἔχουσαν το- τοὐν μέσῳ γε μυρίων
1139ποδῶν ἀριθμόν, ὡς λέγουσιν οἱ σοφοί,
1140ὡς πάντα Δελφῶν λαὸν ἐς θοίνην καλῶν.
1141λαβὼν δ’ὑφάσμαθ’ἱερὰ θησαυρῶν πάρα
1142κατεσκίαζε, θαύματ’ἀνθρώποις ὁρᾶν.
1143πρῶτον μὲν ὀρόφῳ πτέρυγα περιβάλλει πέπλων,
1144ἀνάθημα Δίου παιδός, οὓς Ἡρακλέης
1145Ἀμαζόνων σκυλεύματ’ἤνεγκεν θεῷ.
1146ἐνῆν δ’ὑφανταὶ γράμμασιν τοιαίδ’ὑφαί,
1147Οὐρανὸς ἀθροίζων ἄστρ’ἐν αἰθέρος κύκλῳ.
1148ἵππους μὲν ἤλαυν’ἐς τελευταίαν φλόγα
1149Ἥλιος, ἐφέλκων λαμπρὸν Ἑσπέρου φάος ·
1150μελάμπεπλος δὲ Νὺξ ἀσείρωτον ζυγοῖς
1151ὄχημ’ἔπαλλεν, ἄστρα δ’ὡμάρτει θεᾷ ·
1152Πλειὰς μὲν ᾔει μεσοπόρου δι’αἰθέρος
1153ὅτε ξιφήρης Ὠρίων, ὕπερθε δὲ
1154Ἄρκτος στρέφουσ’οὐραῖα χρυσήρη πόλῳ ·
1155κύκλος δὲ πανσέληνος ἠκόντιζ’ἄνω
1156μηνὸς διχήρης, Ὑάδεςτε, ναυτίλοις
1157σαφέστατον σημεῖον, ἥτε φωσφόρος
1158Ἕως διώκουσ’ἄστρα. τοίχοισιν δ’ἔπι
1159ἤμπισχεν ἄλλα βαρβάρων ὑφάσματα ·
1160εὐηρέτμους ναῦς ἀντίας Ἑλληνίσιν,
1161καὶ μιξόθηρας φῶτας, ἱππείαςτ’ἄγρας
1162ἐλάφων, λεόντωντ’ἀγρίων θηράματα.
1163κατ’εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλας
1164σπείραισιν εἱλίσσοντ’, Ἀθηναίων τινὸς
1165ἀνάθημα · χρυσέουςτ’ἐν μέσῳ συσσιτίῳ
1166κρατῆρας ἔστησ’. ἐν δ’ἄκροισι βὰς ποσὶ
1167κῆρυξ ἀνεῖπε τὸν θέλοντ’ἐγχωρίων
1168ἐς δαῖτα χωρεῖν. ὡς δ’ἐπληρώθη στέγη,
1169στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶς
1170ψυχὴν ἐπλήρουν. ὡς δ’ἀνεῖσαν ἡδονήν,
1171— παρελθὼν πρέσβυς ἐς μέσον πέδον
1172ἔστη, γέλων δ’ἔθηκε συνδείπνοις πολύν,
1173πρόθυμα πράσσων · ἔκτε γὰρ κρωσσῶν ὕδωρ
1174χεροῖν ἔπεμπε νίπτρα, κα- κἀξεθυμία
1175σμύρνης ἱδρῶτα, χρυσέωντ’ἐκπωμάτων
1176ἦρχ’, αὐτὸς αὑτῷ τόνδε προστάξας πόνον.
1177ἐπεὶ δ’ἐς αὐλοὺς ἧκον ἐς κρατῆράτε
1178κοινόν, γέρων ἔλεξ’· ἀφαρπάζειν χρεὼν
1179οἰνηρὰ τεύχη σμικρά, μεγάλα δ’ἐσφέρειν,
1180ὡς θᾶσσον ἔλθωσ’οἵδ’ἐς ἡδονὰς φρενῶν.
1181ἦν δὴ φερόντων μόχθος ἀργυρηλάτους
1182χρυσέαςτε φιάλας · ὃ δὲ λαβὼν ἐξαίρετον,
1183ὡς τῷ νέῳ δὴ δεσπότῃ χάριν φέρων,
1184ἔδωκε πλῆρες τεῦχος, εἰς οἶνον βαλὼν
1185ὅ φασι δοῦναι φάρμακον δραστήριον
1186δέσποιναν, ὡς παῖς ὁ νέος ἐκλίποι φάος ·
1187κα- κοὐδεὶς τάδ’ᾔδειν. ἐν χεροῖν ἔχοντι δὲ
1188σπονδὰς μετ’ἄλλων παιδὶ τῷ πεφηνότι
1189βλασφημίαν τις οἰκετῶν ἐφθέγξατο ·
1190ὁ δ’, ὡς ἐν ἱερῷ μάντεσίντ’ἐσθλοῖς τραφείς,
1191οἰωνὸν ἔθετο, κα- κἀκέλευσ’ἄλλον νέον
1192κρατῆρα πληροῦν · τὰς δὲ πρὶν σπονδὰς θεοῦ
1193δίδωσι γαίᾳ, πᾶσίτ’ἐκσπένδειν λέγει.
1194σιγὴ δ’ὑπῆλθεν. ἐκ δ’ἐπίμπλαμεν δρόσου
1195κρατῆρας ἱεροὺς Βυβλίνουτε πώματος.
1196κα- κἀν τῷδε μόχθῳ πτηνὸς ἐσπίπτει δόμοις
1197κῶμος πελειῶν — Λοξίου γὰρ ἐν δόμοις
1198ἄτρεστα ναίουσ’— ὡς δ’ἀπέσπεισαν μέθυ,
1199ἐς αὐτὸ χείλη πώματος κεχρημέναι
1200καθῆκαν, εἷλκον δ’εὐπτέρους ἐς αὐχένας.
1201καὶ ταῖς μὲν ἄλλαις ἄνοσος ἦν λοιβὴ θεοῦ ·
1202ἣ δ’ἕζετ’ἔνθ’ὁ καινὸς ἔσπεισεν γόνος,
1203ποτοῦτ’ἐγεύσατ’, εὐθὺς εὔπτερον δέμας
1204ἔσεισε κα- κἀβάκχευσεν, ἐκ δ’ἔκλαγξ’ὄπα
1205ἀξύνετον αἰάζουσ’· ἐθάμβησεν δὲ πᾶς
1206θοινατόρων ὅμιλος ὄρνιθος πόνους.
1207θνῄσκει δ’ἀπασπαίρουσα, φοινικοσκελεῖς
1208χηλὰς παρεῖσα. γυμνὰ δ’ἐκ πέπλων μέλη
1209ὑπὲρ τραπέζης ἧχ’ὁ μαντευτὸς γόνος,
1210βοᾷ δέ · τίς μ’ἔμελλεν ἀνθρώπων κτενεῖν;
1211σήμαινε, πρέσβυ · σὴ γὰρ ἡ προθυμία,
1212καὶ πῶμα χειρὸς σῆς ἐδεξάμην πάρα.
1213εὐθὺς δ’ἐρευνᾷ γραῖαν ὠλένην λαβών,
1214ἐπ’αὐτοφώρῳ πρέσβυν ὡς ἔχονθ’ἕλοι.
1215ὤφθη δὲ καὶ κατεῖπ’ἀναγκασθεὶς μόγις
1216τόλμας Κρεούσης πώματόςτε μηχανάς.
1217θεῖ δ’εὐθὺς ἔξω συλλαβὼν θοινάτορας
1218ὁ πυθόχρηστος Λοξίου νεανίας,
1219κα- κἀν κοιράνοισι Πυθικοῖς σταθεὶς λέγει ·
1220ὦ Γαῖα σεμνή, τῆς Ἐρεχθέως ὕπο,
1221ξένης γυναικός, φαρμάκοισι θνῄσκομεν.
1222Δελφῶν δ’ἄνακτες ὥρισαν πετρορριφῆ
1223θανεῖν ἐμὴν δέσποιναν οὐ ψήφῳ μιᾷ,
1224τὸν ἱερὸν ὡς κτείνουσαν ἔντ’ἀνακτόροις
1225φόνον τιθεῖσαν. πᾶσα δὲ ζητεῖ πόλις
1226τὴν ἀθλίως σπεύσασαν ἀθλίαν ὁδόν ·
1227παίδων γὰρ ἐλθοῦσ’εἰς ἔρον Φοίβου πάρα,
1228τὸ σῶμα κοινῇ τοῖς τέκνοις ἀπώλεσεν.
Χορος
Χο.
Χο.
1229οὐκ ἔστ’οὐκ ἔστιν θανάτου
1230παρατροπὰ μελέᾳ μοι ·
1231φανερὰ φανερὰ τάδ’ἤδη,
1232σπονδᾶς ἐκ Διονύσου,
1233βοτρύων θοᾶς ἐχίδνας
1234σταγόσι μειγνυμένας φόνῳ —
1235φανερὰ θύματα νερτέρων,
1236συμφοραὶ μὲν ἐμῷ βίῳ,
1237λεύσιμοι δὲ καταφθοραὶ δεσποίνᾳ.
1238τίνα φυγὰν πτερόεσσαν ἢ
1239χθονὸς ὑπὸ σκοτίων μυχῶν πορευθῶ,
1240θανάτου λεύσιμον ἄταν
1241ἀποφεύγουσα, τεθρίππων
1242ὠκιστᾶν χαλᾶν ἐπιβᾶσ’,
1243ἢ πρύμνας ἐπὶ ναῶν;
1244οὐκ ἔστι λαθεῖν, ὅτε μὴ χρῄζων
1245θεὸς ἐκκλέπτει.
1246τί ποτ’, ὦ μελέα δέσποινα, μένει
1247ψυχῇ σε παθεῖν; ἆρα θέλουσαι
1248δρᾶσαί τι κακὸν τοὺς πέλας αὐταὶ
1249πεισόμεθ’, ὥσπερ τὸ δίκαιον;
Κρεουσα
Κρ.
Κρ.
1250πρόσπολοι, διωκόμεσθα θανασίμους ἐπὶ σφαγάς,
1251Πυθίᾳ ψήφῳ κρατηθεῖσ’, ἔκδοτος δὲ γίγνομαι.
Χορος
Χο.
Χο.
1252ἴσμεν, ὦ τάλαινα, τὰς σὰς συμφοράς, ἵν’εἶ τύχης.
Κρεουσα
Κρ.
Κρ.
1253ποῖ φύγω δῆτ’; ἐκ γὰρ οἴκων προύλαβον μόγις πόδα
1254μὴ θανεῖν, κλοπῇ δ’ἀφῖγμαι διαφυγοῦσα πολεμίους.
Χορος
Χο.
Χο.
1255ποῖ δ’ἂν ἄλλοσ’ἢ ’πὶ βωμόν;
Κρεουσα
Κρ.
Κρ.
1255bκαὶ τί μοι πλέον τόδε;
Χορος
Χο.
Χο.
1256ἱκέτιν οὐ θέμις φονεύειν.
Κρεουσα
Κρ.
Κρ.
1256bτῷ νόμῳ δέ γ’ὄλλυμαι.
Χορος
Χο.
Χο.
1257χειρία γ’ἁλοῦσα.
Κρεουσα
Κρ.
Κρ.
1257bκαὶ μὴν οἵδ’ἀγωνισταὶ πικροὶ
1258δεῦρ’ἐπείγονται ξιφήρεις.
Χορος
Χο.
Χο.
1258bἵζε νυν πυρᾶς ἔπι.
1259κα- κἂν θάνῃς γὰρ ἐνθάδ’οὖσα, τοῖς ἀποκτείνασί σε
1260προστρόπαιον αἷμα θήσεις · οἰστέον δὲ τὴν τύχην.
Ιων
Ιω.
Ιω.
1261ὦ ταυρόμορφον ὄμμα Κηφισοῦ πατρός,
1262οἵαν ἔχιδναν τήνδ’ἔφυσας ἢ πυρὸς
1263δράκοντ’ἀναβλέποντα φοινίαν φλόγα,
1264ᾗ τόλμα πᾶσ’ἔνεστιν, οὐ δ’ἥσσων ἔφυ
1265Γοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτενεῖν.
1266λάζυσθ’, ἵν’αὐτῆς τοὺς ἀκηράτους πλόκους
1267κόμης καταξήνωσι Παρνασοῦ πλάκες,
1268ὅθεν πετραῖον ἅλμα δισκηθήσεται.
1269ἐσθλοῦ δ’ἔκυρσα δαίμονος, πρὶν ἐς πόλιν
1270μολεῖν Ἀθηνῶν κα- χὐπὸ μητρυιὰν πεσεῖν.
1271ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρένας
1272τὰς σάς, ὅσον μοι πῆμα δυσμενήςτ’ἔφυς ·
1273ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτων
1274ἄρδην ἂν ἐξέπεμψας εἰς Ἅιδου δόμους.
1275ἀλλ’οὔτε βωμὸς οὔτ’Ἀπόλλωνος δόμος
1276σώσει σ’· ὁ δ’οἶκτος ὁ σὸς ἐμοὶ κρείσσων πάρα
1277καὶ μητρὶ τη- τἠμῇ · καὶ γὰρ εἰ τὸ σῶμά μοι
1278ἄπεστιν αὐτῆς, το- τοὔνομ’οὐκ ἄπεστί πω.
1279ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνην
1280οἵαν ἔπλεξε · βωμὸν ἔπτηξεν θεοῦ,
1281ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων.
Κρεουσα
Κρ.
Κρ.
1282ἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲ
1283ὑπέρτ’ἐμαυτῆς τοῦ θεοῦθ’ἵν’ἕσταμεν.
Ιων
Ιω.
Ιω.
1284τί δ’ἐστὶ Φοίβῳ σοίτε κοινὸν ἐν μέσῳ;
Κρεουσα
Κρ.
Κρ.
1285ἱερὸν τὸ σῶμα τῷ θεῷ δίδωμ’ἔχειν.
Ιων
Ιω.
Ιω.
1286κα- κἄπειτ’ἔκαινες φαρμάκοις τὸν τοῦ θεοῦ;
Κρεουσα
Κρ.
Κρ.
1287ἀλλ’οὐκέτ’ἦσθα Λοξίου, πατρὸς δὲ σοῦ.
Ιων
Ιω.
Ιω.
1288ἀλλ’ἐγενόμεσθα πατρός · οὐσίαν λέγω.
Κρεουσα
Κρ.
Κρ.
1289οὐκοῦν τότ’ἦσθα · νῦν δ’ἐγώ, σὺ δ’οὐκέτι.
Ιων
Ιω.
Ιω.
1290οὐκ εὐσεβεῖς γε · τα- τἀμὰ δ’εὐσεβῆ τότ’ἦν.
Κρεουσα
Κρ.
Κρ.
1291ἔκτεινά σ’ὄντα πολέμιον δόμοις ἐμοῖς.
Ιων
Ιω.
Ιω.
1292οὔτοι σὺν ὅπλοις ἦλθον ἐς τὴν σὴν χθόνα.
Κρεουσα
Κρ.
Κρ.
1293μάλιστα · κα- κἀπίμπρης γ’Ἐρεχθέως δόμους.
Ιων
Ιω.
Ιω.
1294ποίοισι πανοῖς ἢ πυρὸς ποίᾳ φλογί;
Κρεουσα
Κρ.
Κρ.
1295ἔμελλες οἰκεῖν τα- τἄμ’, ἐμοῦ βίᾳ λαβών.
Ιων
Ιω.
Ιω.
1296πατρός γε γῆν διδόντος ἣν ἐκτήσατο.
Κρεουσα
Κρ.
Κρ.
1297τοῖς Αἰόλου δὲ πῶς μετῆν τῶν Παλλάδος;
Ιων
Ιω.
Ιω.
1298ὅπλοισιν αὐτήν, οὐ λόγοις ἐρρύσατο.
Κρεουσα
Κρ.
Κρ.
1299ἐπίκουρος οἰκήτωρ γ’ἂν οὐκ εἴη χθονός.
Ιων
Ιω.
Ιω.
1300κα- κἄπειτα τοῦ μέλλειν μ’ἀπέκτεινες φόβῳ;
Κρεουσα
Κρ.
Κρ.
1301ὡς μὴ θάνοιμί γ’, εἰ σὺ μὴ μέλλων τύχοις.
Ιων
Ιω.
Ιω.
1302φθονεῖς ἄπαις οὖσ’, εἰ πατὴρ ἐξηῦρέ με.
Κρεουσα
Κρ.
Κρ.
1303σὺ τῶν ἀτέκνων δῆτ’ἀναρπάσεις δόμους;
Ιων
Ιω.
Ιω.
1304ἡμῖν δέ γ’ἀλλὰ πατρικῆς οὐκ ἦν μέρος;
Κρεουσα
Κρ.
Κρ.
1305ὅσ’ἀσπὶς ἔγχοςθ’· ἥδε σοι παμπησία.
Ιων
Ιω.
Ιω.
1306ἔκλειπε βωμὸν καὶ θεηλάτους ἕδρας.
Κρεουσα
Κρ.
Κρ.
1307τὴν σὴν ὅπου σοι μητέρ’ἐστὶ νουθέτει.
Ιων
Ιω.
Ιω.
1308σὺ δ’οὐχ ὑφέξεις ζημίαν, κτείνουσ’ἐμέ;
Κρεουσα
Κρ.
Κρ.
1309ἤν γ’ἐντὸς ἀδύτων τῶνδέ με σφάξαι θέλῃς.
Ιων
Ιω.
Ιω.
1310τίς ἡδονή σοι θεοῦ θανεῖν ἐν στέμμασι;
Κρεουσα
Κρ.
Κρ.
1311λυπήσομέν τιν’, ὧν λελυπήμεσθ’ὕπο.
Ιων
Ιω.
Ιω.
1312φεῦ.
1313δεινόν γε, θνητοῖς τοὺς νόμους ὡς οὐ καλῶς
1314ἔθηκεν ὁ θεὸς οὐ δ’ἀπὸ γνώμης σοφῆς ·
1315τοὺς μὲν γὰρ ἀδίκους βωμὸν οὐχ ἵζειν ἐχρῆν, ἀλλ’ἐξελαύνειν · οὐ δὲ γὰρ ψαύειν καλὸν
1316θεῶν πονηρὰν χεῖρα · τοῖσι δ’ἐνδίκοις —
1317ἱερὰ καθίζειν, ὅστις ἠδικεῖτ’, ἐχρῆν ·
1318καὶ μὴ ’πὶ τα- ταὐτὸ τοῦτ’ἰόντ’ἔχειν ἴσον
1319τόντ’ἐσθλὸν ὄντα τόντε μὴ θεῶν πάρα.
Προφητις
Πρ.
Πρ.
1320ἐπίσχες, ὦ παῖ · τρίποδα γὰρ χρηστήριον
1321λιποῦσα θριγκοῦ τοῦδ’ὑπερβάλλω πόδα
1322Φοίβου προφῆτις, τρίποδος ἀρχαῖον νόμον
1323σῴζουσα, πασῶν Δελφίδων ἐξαίρετος.
Ιων
Ιω.
Ιω.
1324χαῖρ’, ὦ φίλη μοι μῆτερ, οὐ τεκοῦσά περ.
Προφητις
Πρ.
Πρ.
1325ἀλλ’οὖν λεγώμεθ’· ἡ φάτις δ’οὔ μοι πικρά.
Ιων
Ιω.
Ιω.
1326ἤκουσας ὥς μ’ἔκτεινεν ἥδε μηχαναῖς;
Προφητις
Πρ.
Πρ.
1327ἤκουσα · καὶ σὺ δ’ὠμὸς ὢν ἁμαρτάνεις.
Ιων
Ιω.
Ιω.
1328οὐ χρή με τοὺς κτείνοντας ἀνταπολλύναι;
Προφητις
Πρ.
Πρ.
1329προγονοῖς δάμαρτες δυσμενεῖς ἀεί ποτε.
Ιων
Ιω.
Ιω.
1330ἡμεῖς δὲ μητρυιαῖς γε πάσχοντες κακῶς.
Προφητις
Πρ.
Πρ.
1331μὴ ταῦτα · λείπων ἱερὰ καὶ στείχων πάτραν —
Ιων
Ιω.
Ιω.
1332τί δή με δρᾶσαι νουθετούμενον χρεών;
Προφητις
Πρ.
Πρ.
1333καθαρὸς Ἀθήνας ἔλθ’ὑπ’οἰωνῶν καλῶν.
Ιων
Ιω.
Ιω.
1334καθαρὸς ἅπας τοι πολεμίους ὃς ἂν κτάνῃ.
Προφητις
Πρ.
Πρ.
1335μὴ σύ γε · παρ’ἡμῶν δ’ἔκλαβ’οὓς ἔχω λόγους.
Ιων
Ιω.
Ιω.
1336λέγοις ἄν · εὔνους δ’οὖσ’ἐρεῖς ὅσ’ἂν λέγῃς.
Προφητις
Πρ.
Πρ.
1337ὁρᾷς τόδ’ἄγγος χερὸς ὑπ’ἀγκάλαις ἐμαῖς;
Ιων
Ιω.
Ιω.
1338ὁρῶ παλαιὰν ἀντίπηγ’ἐν στέμμασιν.
Προφητις
Πρ.
Πρ.
1339ἐν τῇδέ σ’ἔλαβον νεόγονον βρέφος ποτέ.
Ιων
Ιω.
Ιω.
1340τί φῄς; ὁ μῦθος εἰσενήνεκται νέος.
Προφητις
Πρ.
Πρ.
1341σιγῇ γὰρ εἶχον αὐτά · νῦν δὲ δείκνυμεν.
Ιων
Ιω.
Ιω.
1342πῶς οὖν ἔκρυπτες τόδε λαβοῦσ’ἡμᾶς πάλαι;
Προφητις
Πρ.
Πρ.
1343ὁ θεός σ’ἐβούλετ’ἐν δόμοις ἔχειν λάτριν.
Ιων
Ιω.
Ιω.
1344νῦν δ’οὐχὶ χρῄζει; τῷ τόδε γνῶναί με χρή;
Προφητις
Πρ.
Πρ.
1345πατέρα κατειπὼν τῆσδέ σ’ἐκπέμπει χθονός.
Ιων
Ιω.
Ιω.
1346σὺ δ’ἐκ κελευσμῶν ἢ πόθεν σῴζεις τάδε;
Προφητις
Πρ.
Πρ.
1347ἐνθύμιόν μοι τότε τίθησι Λοξίας —
Ιων
Ιω.
Ιω.
1348τί χρῆμα δρᾶσαι; λέγε, πέραινε σοὺς λόγους.
Προφητις
Πρ.
Πρ.
1349σῶσαι τόδ’εὕρημ’ἐς τὸν ὄντα νῦν χρόνον.
Ιων
Ιω.
Ιω.
1350ἔχει δέ μοι τί κέρδος — ἢ τίνα βλάβην;
Προφητις
Πρ.
Πρ.
1351ἐνθάδε κέκρυπται σπάργαν’οἷς ἐνῆσθα σύ.
Ιων
Ιω.
Ιω.
1352μητρὸς τάδ’ἡμῖν ἐκφέρεις ζητήματα;
Προφητις
Πρ.
Πρ.
1353ἐπεί γ’ὁ δαίμων βούλεται · πάροιθε δ’οὔ.
Ιων
Ιω.
Ιω.
1354ὦ μακαρίων μοι φασμάτων ἥδ’ἡμέρα.
Προφητις
Πρ.
Πρ.
1355λαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει.
Ιων
Ιω.
Ιω.
1356πᾶσάν γ’ἐπελθὼν Ἀσιάδ’Εὐρώπηςθ’ὅρους.
Προφητις
Πρ.
Πρ.
1357γνώσῃ τάδ’αὐτός. τοῦ θεοῦ δ’ἕκατί σε
1358ἔθρεψάτ’, ὦ παῖ, καὶ τάδ’ἀποδίδωμί σοι,
1359ἃ κεῖνος ἀκέλευστόν μ’ἐβουλήθη λαβεῖν
1360σῶσαίθ’· ὅτου δ’ἐβούλεθ’οὕνεκ’, οὐκ ἔχω.
1361ᾔδει δὲ θνητῶν οὔτις ἀνθρώπων τάδε
1362ἔχοντας ἡμᾶς, οὐ δ’ἵν’ἦν κεκρυμμένα.
1363καὶ χαῖρ’· ἴσον γάρ σ’ὡς τεκοῦσ’ἀσπάζομαι.
1364ἄρξαι δ’ὅθεν σὴν μητέρα ζητεῖν σε χρή ·
1365πρῶτον μὲν εἴ τις Δελφίδων τεκοῦσά σε
1366ἐς τούσδε ναοὺς ἐξέθηκε παρθένος,
1367ἔπειτα δ’εἴ τις Ἑλλάς. — ἐξ ἡμῶν δ’ἔχεις
1368ἅπαντα Φοίβουθ’, ὃς μετέσχε τῆς τύχης.
Ιων
Ιω.
Ιω.
1369φεῦ φεῦ · κατ’ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ,
1370ἐκεῖσε τὸν νοῦν δούς, ὅθ’ἡ τεκοῦσά με
1371κρυφαῖα νυμφευθεῖσ’ἀπημπόλα λάθρα
1372καὶ μαστὸν οὐκ ὑπέσχεν · ἀλλ’ἀνώνυμος
1373ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον.
1374τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονος
1375βαρέα · χρόνον γὰρ ὅν με χρῆν ἐν ἀγκάλαις
1376μητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου,
1377ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς.
1378τλήμων δὲ κα- χἡ τεκοῦσά μ’· ὡς τα- ταὐτὸν πάθος
1379πέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς.
1380καὶ νῦν λαβὼν τήνδ’ἀντίπηγ’οἴσω θεῷ
1381ἀνάθημ’, ἵν’εὕρω μηδὲν ὧν οὐ βούλομαι.
1382εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις,
1383εὑρεῖν κάκιον μητέρ’ἢ σιγῶντ’ἐᾶν.
1384ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς —
1385καίτοι τί πάσχω; τοῦ θεοῦ προθυμίᾳ
1386πολεμῶ, τὰ μητρὸς σύμβολ’ὃς σέσωκέ μοι.
1387ἀνοικτέον τάδ’ἐστὶ καὶ τολμητέον ·
1388τὰ γὰρ πεπρωμέν’οὐχ ὑπερβαίην ποτ’ἄν.
1389ὦ στέμμαθ’ἱερά, τί ποτέ μοι κεκεύθατε,
1390καὶ σύνδεθ’, οἷσι τα- τἄμ’ἐφρουρήθη φίλα;
1391ἰδοὺ περίπτυγμ’ἀντίπηγος εὐκύκλου
1392ὡς οὐ γεγήρακ’ἔκ τινος θεηλάτου,
1393εὐρώςτ’ἄπεστι πλεγμάτων · ὁ δ’ἐν μέσῳ
1394χρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν.
Κρεουσα
Κρ.
Κρ.
1395τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ;
Ιων
Ιω.
Ιω.
1396σίγα σύ · πολλὰ καὶ πάροιθεν οἶσθά μοι —
Κρεουσα
Κρ.
Κρ.
1397οὐκ ἐν σιωπῇ τα- τἀμά · μή με νουθέτει.
1398ὁρῶ γὰρ ἄγγος οὗ ’ξέθηκ’ἐγώ ποτε —
1399σέ γ’, ὦ τέκνον μοι, βρέφος ἔτ’ὄντα νήπιον,
1400Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς.
1401λείψω δὲ βωμὸν τόνδε, κα- κεἰ θανεῖν με χρή.
Ιων
Ιω.
Ιω.
1402λάζυσθε τήνδε · θεομανὴς γὰρ ἥλατο
1403βωμοῦ λιποῦσα ξόανα · δεῖτε δ’ὠλένας.
Κρεουσα
Κρ.
Κρ.
1404σφάζοντες οὐ λήγοιτ’ἄν · ὡς ἀνθέξομαι
1405καὶ τῆσδε καὶ σοῦ τῶντε σῶν κεκρυμμένων.
Ιων
Ιω.
Ιω.
1406τάδ’οὐχὶ δεινά; ῥυσιάζομαι λόγῳ.
Κρεουσα
Κρ.
Κρ.
1407οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκῃ φίλος.
Ιων
Ιω.
Ιω.
1408ἐγὼ φίλος σός; κα- κᾆτά μ’ἔκτεινες λάθρα;
Κρεουσα
Κρ.
Κρ.
1409παῖς γ’, εἰ τόδ’ἐστὶ τοῖς τεκοῦσι φίλτατον.
Ιων
Ιω.
Ιω.
1410παῦσαι πλέκουσα. — λήψομαί σ’ἐγὼ καλῶς.
Κρεουσα
Κρ.
Κρ.
1411ἐς τοῦθ’ἱκοίμην, τοῦδε τοξεύω, τέκνον.
Ιων
Ιω.
Ιω.
1412κενὸν τόδ’ἄγγος ἢ στέγει πλήρωμά τι;
Κρεουσα
Κρ.
Κρ.
1413σά γ’ἔνδυθ’, οἷσί σ’ἐξέθηκ’ἐγώ ποτε.
Ιων
Ιω.
Ιω.
1414καὶ το- τοὔνομ’αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν;
Κρεουσα
Κρ.
Κρ.
1415κα- κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι.
Ιων
Ιω.
Ιω.
1416λέγ’· ὡς ἔχει τι δεινὸν ἥ γε τόλμα σου.
Κρεουσα
Κρ.
Κρ.
1417σκέψασθ’· ὃ παῖς ποτ’οὖσ’ὕφασμ’ὕφην’ἐγὼ —
Ιων
Ιω.
Ιω.
1418ποῖόν τι; πολλὰ παρθένων ὑφάσματα.
Κρεουσα
Κρ.
Κρ.
1419οὐ τέλεον, οἷον δ’ἐκδίδαγμα κερκίδος.
Ιων
Ιω.
Ιω.
1420μορφὴν ἔχον τίν’; ὥς με μὴ ταύτῃ λάβῃς.
Κρεουσα
Κρ.
Κρ.
1421Γοργὼ μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων.
Ιων
Ιω.
Ιω.
1422ὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος;
Κρεουσα
Κρ.
Κρ.
1423κεκρασπέδωται δ’ὄφεσιν αἰγίδος τρόπον.
Ιων
Ιω.
Ιω.
1424ἰδού ·
1425τόδ’ἔσθ’ὕφασμα, θέσφαθ’ὡς εὑρίσκομεν.
Κρεουσα
Κρ.
Κρ.
1425ὦ χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν.
Ιων
Ιω.
Ιω.
1426ἔστιν τι πρὸς τῷδ’, ἢ μόνῳ τῷδ’εὐτυχεῖς;
Κρεουσα
Κρ.
Κρ.
1427δράκοντες · ἀρχαῖόν τι παγχρύσῳ γένει
1428δώρημ’Ἀθάνας, ἣ τέκν’ἐντρέφειν λέγει —
1429Ἐριχθονίου γε τοῦ πάλαι μιμήματα.
Ιων
Ιω.
Ιω.
1430τί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι;
Κρεουσα
Κρ.
Κρ.
1431δέραια παιδὶ νεογόνῳ φέρειν, τέκνον.
Ιων
Ιω.
Ιω.
1432ἔνεισιν οἵδε · τὸ δὲ τρίτον ποθῶ μαθεῖν.
Κρεουσα
Κρ.
Κρ.
1433στέφανον ἐλαίας ἀμφέθηκά σοι τότε,
1434ἣν πρῶτ’Ἀθάνα σκόπελον εἰσηνέγκατο,
1435ὅς, εἴπερ ἔστιν, οὔποτ’ἐκλείπει χλόην,
1436θάλλει δ’, ἐλαίας ἐξ ἀκηράτου γεγώς.
Ιων
Ιω.
Ιω.
1437ὦ φιλτάτη μοι μῆτερ, ἄσμενός σ’ἰδὼν
1438πρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας.
Κρεουσα
Κρ.
Κρ.
1439ὦ τέκνον, ὦ φῶς μητρὶ κρεῖσσον ἡλίου —
1440συγγνώσεται γὰρ ὁ θεός — ἐν χεροῖν σ’ἔχω,
1441ἄελπτον εὕρημ’, ὃν κατὰ γᾶς ἐνέρων
1442χθόνιον μετὰ Περσεφόναςτ’ἐδόκουν ναίειν.
Ιων
Ιω.
Ιω.
1443ἀλλ’, ὦ φίλη μοι μῆτερ, ἐν χεροῖν σέθεν
1444ὁ κατθανώντε κα- κοὐ θανὼν φαντάζομαι.
Κρεουσα
Κρ.
Κρ.
1445ἰὼ ἰώ, λαμπρᾶς αἰθέρος ἀμπτυχαί,
1446τίν’αὐδὰν ἀύσω,
1447βοάσω; πόθεν μοι
1448συνέκυρσ’ἀδόκητος ἡδονά; πόθεν
1449ἐλάβομεν χαράν;
Ιων
Ιω.
Ιω.
1450ἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε,
1451μῆτερ, παρέστη τῶνδ’, ὅπως σός εἰμ’ἐγώ.
Κρεουσα
Κρ.
Κρ.
1451bἔτι φόβῳ τρέμω.
Ιων
Ιω.
Ιω.
1452μῶν οὐκ ἔχειν μ’ἔχουσα;
Κρεουσα
Κρ.
Κρ.
1452bτὰς γὰρ ἐλπίδας
1453ἀπέβαλον πρόσω.
1453bἰὼ γύναι, πόθεν πόθεν ἔλαβες ἐμὸν
1454βρέφος ἐς ἀγκάλας;
1455τίν’ἀνὰ χεῖρα δόμον ἔβα Λοξίου;
Ιων
Ιω.
Ιω.
1456θεῖον τόδ’· ἀλλὰ τα- τἀπίλοιπα τῆς τύχης
1457εὐδαιμονοῖμεν, ὡς τὰ πρόσθε δυστυχῆ.
Κρεουσα
Κρ.
Κρ.
1458τέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύῃ,
1459γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζῃ ·
1460νῦν δὲ γενειάσιν παρὰ σέθεν πνέω
1461μακαριωτάτας τυχοῦσ’ἡδονᾶς.
Ιων
Ιω.
Ιω.
1462το- τοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις.
Κρεουσα
Κρ.
Κρ.
1463ἄπαιδες οὐκέτ’ἐσμὲν οὐ δ’ἄτεκνοι ·
1464δῶμ’ἑστιοῦται, γᾶ δ’ἔχει τυράννους ·
1465ἀνηβᾷ δ’Ἐρεχθεύς,
1466ὅτε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται,
1467ἀελίου δ’ἀναβλέπει λαμπάσιν.
Ιων
Ιω.
Ιω.
1468μῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτω
1469τῆς ἡδονῆς τῆσδ’ἧς ἔδωχ’ὑμῖν ἐγώ.
Κρεουσα
Κρ.
Κρ.
1470ὦ τέκνον,
1471τί φῄς; οἷον οἷον ἀνελέγχομαι.
Ιων
Ιω.
Ιω.
1472πῶς εἶπας;
Κρεουσα
Κρ.
Κρ.
1472aἄλλοθεν γέγονας, ἄλλοθεν.
Ιων
Ιω.
Ιω.
1473ὤμοι · νόθον με παρθένευμ’ἔτικτε σόν;
Κρεουσα
Κρ.
Κρ.
1474οὐχ ὑπὸ λαμπάδων οὐ δὲ χορευμάτων
1475ὑμέναιος ἐμός,
1476τέκνον, ἔτικτε σὸν κάρα.
Ιων
Ιω.
Ιω.
1477αἰαῖ · πέφυκα δυσγενής. μῆτερ, πόθεν;
Κρεουσα
Κρ.
Κρ.
1478ἴστω Γοργοφόνα —
Ιων
Ιω.
Ιω.
1478bτί τοῦτ’ἔλεξας;
Κρεουσα
Κρ.
Κρ.
1479ἃ σκοπέλοις ἐπ’ἐμοῖς
1480τὸν ἐλαιοφυῆ πάγον
1481θάσσει —
Ιων
Ιω.
Ιω.
1481bλέγεις μοι δόλια κα- κοὐ σαφῆ τάδε.
Κρεουσα
Κρ.
Κρ.
1482παρ’ἀηδόνιον πέτραν
1483Φοίβῳ —
Ιων
Ιω.
Ιω.
1483bτί Φοῖβον αὐδᾷς;
Κρεουσα
Κρ.
Κρ.
1484κρυπτόμενον λέχος ηὐνάσθην […]
Ιων
Ιω.
Ιω.
1485λέγ’· ὡς ἐρεῖς τι κεδνὸν εὐτυχέςτέ μοι.
Κρεουσα
Κρ.
Κρ.
1486δεκάτῳ δέ σε μηνὸς ἐν
1487κύκλῳ κρύφιον ὠδῖν’ἔτεκον Φοίβῳ.
Ιων
Ιω.
Ιω.
1488ὦ φίλτατ’εἰποῦσ’, εἰ λέγεις ἐτήτυμα.
Κρεουσα
Κρ.
Κρ.
1489παρθένια δ’ἐμᾶς λάθρα ματέρος
1490σπάργαν’ἀμφίβολά σοι τάδ’ἐνῆψα,
1491κερκίδος ἐμᾶς πλάνους.
1492γάλακτι δ’οὐκ ἐπέσχον, οὐ δὲ μαστῷ
1493τροφεῖα ματρὸς οὐ δὲ λουτρὰ χειροῖν,
1494ἀνὰ δ’ἄντρον ἔρημον οἰωνῶν
1495γαμφηλαῖς φόνευμα θοίναμάτ’εἰς
1496Ἅιδαν ἐκβάλλῃ.
Ιων
Ιω.
Ιω.
1497ὦ δεινὰ τλᾶσα μῆτερ.
Κρεουσα
Κρ.
Κρ.
1498ἐν φόβῳ, τέκνον,
1499καταδεθεῖσα σὰν
1500ἀπέβαλον ψυχάν · ἔκτεινά σ’ἄκουσ’.
Ιων
Ιω.
Ιω.
1501ἐξ ἐμοῦτ’ ἔθνῃσκες.
Κρεουσα
Κρ.
Κρ.
1502ἰώ · δειναὶ μὲν τότε τύχαι,
1503δεινὰ δὲ καὶ τάδ’· ἑλισσόμεσθ’ἐκεῖθεν
1505ἐνθάδε δυστυχίαισιν εὐτυχίαιςτε πάλιν,
1506μεθίσταται δὲ πνεύματα.
1508μενέτω · τὰ πάροιθεν ἅλις κακά · νῦν δὲ
1509γένοιτό τις οὖρος ἐκ κακῶν, ὦ παῖ.
Χορος
Χο.
Χο.
1510μηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲ
1511ἄελπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν.
Ιων
Ιω.
Ιω.
1512ὦ μεταβαλοῦσα μυρίους ἤδη βροτῶν
1513καὶ δυστυχῆσαι κα- καὖθις αὖ πρᾶξαι καλῶς,
1514Τύχη, παρ’οἵαν ἤλθομεν στάθμην βίου
1515μητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια.
1516φεῦ ·
1517ἆρ’ἐν φαενναῖς ἡλίου περιπτυχαῖς
1518ἔνεστι πάντα τάδε καθ’ἡμέραν μαθεῖν;
1519φίλον μὲν οὖν σ’εὕρημα, μῆτερ, ηὕρομεν,
1520καὶ τὸ γένος οὐδὲν μεμπτόν, ὡς ἡμῖν, τόδε · τὰ δ’ἄλλα πρὸς σὲ βούλομαι μόνην φράσαι.
1521δεῦρ’ἔλθ’· ἐς οὖς γὰρ τοὺς λόγους εἰπεῖν θέλω
1522καὶ περικαλύψαι τοῖσι πράγμασι σκότον.
1523ὅρα σύ, μῆτερ · μὴ σφαλεῖσ’ἃ παρθένοις
1524ἐγγίγνεται νοσήματ’ἐς κρυπτοὺς γάμους,
1525ἔπειτα τῷ θεῷ προστίθης τὴν αἰτίαν,
1526καὶ το- τοὐμὸν αἰσχρὸν ἀποφυγεῖν πειρωμένη,
1527Φοίβῳ τεκεῖν με φῄς, τεκοῦσ’οὐκ ἐκ θεοῦ;
Κρεουσα
Κρ.
Κρ.
1528μὰ τὴν παρασπίζουσαν ἅρμασίν ποτε
1529Νίκην Ἀθηνᾶν Ζηνὶ γηγενεῖς ἔπι,
1530οὐκ ἔστιν ὅστις σοι πατὴρ θνητῶν, τέκνον,
1531ἀλλ’ὅσπερ ἐξέθρεψε, Λοξίας ἄναξ.
Ιων
Ιω.
Ιω.
1532πῶς οὖν τὸν αὑτοῦ παῖδ’ἔδωκ’ἄλλῳ πατρὶ
1533Ξούθουτέ φησι παῖδά μ’ἐκπεφυκέναι;
Κρεουσα
Κρ.
Κρ.
1534πεφυκέναι μὲν οὐχί, δωρεῖται δέ σε
1535αὑτοῦ γεγῶτα · καὶ γὰρ ἂν φίλος φίλῳ
1536δοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων.
Ιων
Ιω.
Ιω.
1537ὁ θεὸς ἀληθὴς ἢ μάτην μαντεύεται,
1538ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα.
Κρεουσα
Κρ.
Κρ.
1539ἄκουε δή νυν ἅμ’ἐσῆλθεν, ὦ τέκνον ·
1540εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆ
1541δόμον καθίζει · τοῦ θεοῦ δὲ λεγόμενος,
1542οὐκ ἔσχες ἄν ποτ’οὔτε παγκλήρους δόμους
1543οὔτ’ὄνομα πατρός. πῶς γάρ, οὗ γ’ἐγὼ γάμους
1544ἔκρυπτον αὐτὴ καί σ’ἀπέκτεινον λάθρα;
1545ὃ δ’ὠφελῶν σε προστίθησ’ἄλλῳ πατρί.
Ιων
Ιω.
Ιω.
1546οὐχ ὧδε φαύλως αὔτ’ἐγὼ μετέρχομαι,
1547ἀλλ’ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους,
1548εἴτ’εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου.
1549ἔα · τίς οἴκων θυοδόκων ὑπερτελὴς
1550ἀντήλιον πρόσωπον ἐκφαίνει θεῶν;
1551φεύγωμεν, ὦ τεκοῦσα, μὴ τὰ δαιμόνων
1552ὁρῶμεν — εἰ μὴ καιρός ἐσθ’ἡμᾶς ὁρᾶν.
Αθηνα
Αθ.
Αθ.
1553μὴ φεύγετ’· οὐ γὰρ πολεμίαν με φεύγετε,
1554ἀλλ’ἔντ’Ἀθήναις κα- κἀνθάδ’οὖσαν εὐμενῆ.
1555ἐπώνυμος δὲ σῆς ἀφικόμην χθονὸς
1556Παλλάς, δρόμῳ σπεύσασ’Ἀπόλλωνος πάρα,
1557ὃς ἐς μὲν ὄψιν σφῷν μολεῖν οὐκ ἠξίου,
1558μὴ τῶν πάροιθε μέμψις ἐς μέσον μόλῃ,
1559ἡμᾶς δὲ πέμπει τοὺς λόγους ὑμῖν φράσαι ·
1560ὡς ἥδε τίκτει σ’ἐξ Ἀπόλλωνος πατρός,
1561δίδωσι δ’οἷς ἔδωκεν, οὐ φύσασί σε,
1562ἀλλ’ὡς νομίζῃ ’ς οἶκον εὐγενέστατον.
1563ἐπεὶ δ’ἀνεῴχθη πρᾶγμα μηνυθὲν τόδε,
1564θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτων
1565καὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο.
1566ἔμελλε δ’αὐτὰ διασιωπήσας ἄναξ
1567ἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτηντε σήν,
1568σέθ’ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός.
1569ἀλλ’ὡς περαίνω πρᾶγμα, καὶ χρησμοὺς θεοῦ,
1570ἐφ’οἷσιν ἔζευξ’ἅρματ’, εἰσακούσατον.
1571λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόνα
1572χώρει, Κρέουσα, κα- κἀς θρόνους τυραννικοὺς
1573ἵδρυσον. ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼς
1574δίκαιος ἄρχειν τῆς γ’ἐμῆς ὅδε χθονός,
1575ἔσταιτ’ἀν’Ἑλλάδ’εὐκλεής. οἱ τοῦδε γὰρ
1576παῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶς
1577ἐπώνυμοι γῆς κα- κἀπιφυλίου χθονὸς
1578λαῶν ἔσονται, σκόπελον οἳ ναίουσ’ἐμόν.
1579Γελέων μὲν ἔσται πρῶτος · εἶτα δεύτερος
1580[…] Ὅπλητες Ἀργαδῆςτ’, ἐμῆςτ’ἀπ’αἰγίδος
1581ἔμφυλον ἕξουσ’Αἰγικορῆς. οἱ τῶνδε δ’αὖ
1582παῖδες γενόμενοι σὺν χρόνῳ πεπρωμένῳ
1583Κυκλάδας ἐποικήσουσι νησαίας πόλεις
1584χέρσουςτε παράλους, ὃ σθένος τη- τἠμῇ χθονὶ
1585δίδωσιν · ἀντίπορθμα δ’ἠπείροιν δυοῖν
1586πεδία κατοικήσουσιν, Ἀσιάδοςτε γῆς
1587Εὐρωπίαςτε · τοῦδε δ’ὀνόματος χάριν
1588Ἴωνες ὀνομασθέντες ἕξουσιν κλέος.
1589Ξούθῳ δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος,
1590Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεται
1591πόλις κατ’αἶαν Πελοπίαν · ὁ δεύτερος
1592Ἀχαιός, ὃς γῆς παραλίας Ῥίου πέλας
1593τύραννος ἔσται, κα- κἀπισημανθήσεται
1594κείνου κεκλῆσθαι λαὸς ὄνομ’ἐπώνυμος.
1595καλῶς δ’Ἀπόλλων πάντ’ἔπραξε · πρῶτα μὲν
1596ἄνοσον λοχεύει σ’, ὥστε μὴ γνῶναι φίλους ·
1597ἐπεὶ δ’ἔτικτες τόνδε παῖδα κα- κἀπέθου
1598ἐν σπαργάνοισιν, ἁρπάσαντ’ἐς ἀγκάλας
1599Ἑρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος,
1600ἔθρεψέτ’οὐ δ’εἴασεν ἐκπνεῦσαι βίον.
1601νῦν οὖν σιώπα, παῖς ὅδ’ὡς πέφυκε σός,
1602ἵν’ἡ δόκησις Ξοῦθον ἡδέως ἔχῃ,
1603σύτ’αὖ τὰ σαυτῆς ἀγάθ’ἔχουσ’ἴῃς, γύναι.
1604καὶ χαίρετ’· ἐκ γὰρ τῆσδ’ἀναψυχῆς πόνων
1605εὐδαίμον’ὑμῖν πότμον ἐξαγγέλλομαι.
Ιων
Ιω.
Ιω.
1606ὦ Διὸς Παλλὰς μεγίστου θύγατερ, οὐκ ἀπιστίᾳ
1607σοὺς λόγους ἐδεξάμεσθα · πείθομαι δ’εἶναι πατρὸς
1608Λοξίου καὶ τῆσδε. — καὶ πρὶν τοῦτο δ’οὐκ ἄπιστον ἦν.
Κρεουσα
Κρ.
Κρ.
1609τα- τἀμὰ νῦν ἄκουσον · αἰνῶ Φοῖβον οὐκ αἰνοῦσα πρίν,
1610οὕνεχ’οὗ ποτ’ἠμέλησε παιδὸς ἀποδίδωσί μοι.
1611αἵδε δ’εὐωποὶ πύλαι μοι καὶ θεοῦ χρηστήρια,
1612δυσμενῆ πάροιθεν ὄντα. νῦν δὲ καὶ ῥόπτρων χέρας
1613ἡδέως ἐκκρημνάμεσθα καὶ προσεννέπω πύλας.
Αθηνα
Αθ.
Αθ.
1614ᾔνεσ’οὕνεκ’εὐλογεῖς θεὸν μεταβαλοῦσ’· ἀεὶ γὰρ οὖν
1615χρόνια μὲν τὰ τῶν θεῶν πως, ἐς τέλος δ’οὐκ ἀσθενῆ.
Κρεουσα
Κρ.
Κρ.
1616ὦ τέκνον, στείχωμεν οἴκους.
Αθηνα
Αθ.
Αθ.
1616bστείχεθ’, ἕψομαι δ’ἐγώ.
Κρεουσα
Κρ.
Κρ.
1617ἀξία γ’ἡμῶν ὁδουρός.
Αθηνα
Αθ.
Αθ.
1617bκαὶ φιλοῦσά γε πτόλιν.
Κρεουσα
Κρ.
Κρ.
1618ἐς θρόνους δ’ἵζου παλαιούς.
Ιων
Ιω.
Ιω.
1618bἄξιον τὸ κτῆμά μοι.
Χορος
Χο.
Χο.
1619ὦ Διὸς Λητοῦςτ’Ἄπολλον, χαῖρ’· ὅτῳ δ’ἐλαύνεται
1620συμφοραῖς οἶκος, σέβοντα δαίμονας θαρσεῖν χρεών ·
1621ἐς τέλος γὰρ οἱ μὲν ἐσθλοὶ τυγχάνουσιν ἀξίων,
1622οἱ κακοὶ δ’, ὥσπερ πεφύκασ’, οὔποτ’εὖ πράξειαν ἄν.