Euripides

Heracles

Αμφιτρυων
Αμ.
Αμ.
1
τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν,
2
Ἀργεῖον Ἀμφιτρύων’, ὃν Ἀλκαῖός ποτε
3
ἔτιχθ’ Περσέως, πατέρα τόνδ’Ἡρακλέους;
4
ὃς τάσδε Θήβας ἔσχον, ἔνθ’ γηγενὴς
5
σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης
6
ἔσωσ’ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν
7
τεκνοῦσι παίδων παισίν. ἔνθεν ἐξέφυ
8
Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός.
9
Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ,
10
ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε
11
λωτῷ συνηλάλαξαν, ἡνίκ’εἰς ἐμοὺς
12
δόμους κλεινὸς Ἡρακλῆς νιν ἤγετο.
13
λιπὼν δὲ Θήβας, οὗ κατῳκίσθην ἐγώ,
14
Μεγάραντε τήνδε πενθερούςτε παῖς ἐμὸς
15
Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν
16
ὠρέξατ’οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν
17
Ἠλεκτρύωνα · συμφορὰς δὲ τὰς ἐμὰς
18
ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων,
19
καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν,
20
ἐξημερῶσαι γαῖαν, εἴθ’Ἥρας ὕπο
21
κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα.
22
καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους,
23
τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα
24
βέβηκ’ἐς Ἅιδου, τὸν τρισώματον κύνα
25
ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν.
26
γέρων δὲ δή τις ἔστι Καδμείων λόγος
27
ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος
28
τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν,
29
τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς
30
Ἀμφίον’ἠδὲ Ζῆθον, ἐκγόνω Διός.
31
οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος,
32
Καδμεῖος οὐκ ὤν, ἀλλ’ἀπ’Εὐβοίας μολών,
33
κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός,
34
στάσει νοσοῦσαν τήνδ’ἐπεσπεσὼν πόλιν.
35
ἡμῖν δὲ κῆδος ἐς Κρέοντ’ἀνημμένον
36
κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται.
37
τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς
38
καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος
39
τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει
40
κτανὼν δάμαρτάθ’, ὡς φόνῳ σβέσῃ φόνον,
41
κἄμ’ εἴ τι δὴ χρὴ κἄμ’ἐν ἀνδράσιν λέγειν
42
γέροντ’ἀχρεῖον μή ποθ’οἵδ’ἠνδρωμένοι
43
μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην.
44
ἐγὼ δέ λείπει γάρ με τοῖσδ’ἐν δώμασιν
45
τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς
46
μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός
47
σὺν μητρί, τέκνα μὴ θάνωσ’Ἡρακλέους,
48
βωμὸν καθίζω τόνδε σωτῆρος Διός,
49
ὃν καλλινίκου δορὸς ἄγαλμ’ἱδρύσατο
50
Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος.
51
πάντων δὲ χρεῖοι τάσδ’ἕδρας φυλάσσομεν,
52
σίτων ποτῶν ἐσθῆτος, ἀστρώτῳ πέδῳ
53
πλευρὰς τιθέντες · ἐκ γὰρ ἐσφραγισμένοι
54
δόμων καθήμεθ’ἀπορίᾳ σωτηρίας.
55
φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους,
56
οἳ δ’ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν.
57
τοιοῦτον ἀνθρώποισιν δυσπραξία ·
58
ἧς μήποθ’ὅστις καὶ μέσως εὔνους ἐμοὶ
59
τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον.
Μεγαρα
Με.
Με.
60
πρέσβυ, Ταφίων ὅς ποτ’ἐξεῖλες πόλιν
61
στρατηλατήσας κλεινὰ Καδμείων δορός,
62
ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές.
63
ἐγὼ γὰρ οὔτ’ἐς πατέρ’ἀπηλάθην τύχης,
64
ὃς οὕνεκ’ὄλβου μέγας ἐκομπάσθη ποτέ,
65
ἔχων τυραννίδ’, ἧς μακραὶ λόγχαι πέρι
66
πηδῶσ’ἔρωτι σώματ’εἰς εὐδαίμονα,
67
ἔχων δὲ τέκνα · κἄμ’ἔδωκε παιδὶ σῷ
68
ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας.
69
καὶ νῦν ἐκεῖνα μὲν θανόντ’ἀνέπτατο,
70
ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον,
71
οἵθ’Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς
72
σῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη.
73
οἳ δ’εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων,
74
μῆτερ, αὐδᾷ, ποῖ πατὴρ ἄπεστι γῆς;
75
τί δρᾷ, πόθ’ἥξει; τῷ νέῳ δ’ἐσφαλμένοι
76
ζητοῦσι τὸν τεκόντ’· ἐγὼ δὲ διαφέρω
77
λόγοισι, μυθεύουσα. θαυμάζων δ’ὅταν
78
πύλαι ψοφῶσι, πᾶς ἀνίστησιν πόδα,
79
ὡς πρὸς πατρῷον προσπεσούμενοι γόνυ.
80
νῦν οὖν τίν’ἐλπίδ’ πέδον σωτηρίας
81
ἐξευμαρίζῃ, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω.
82
ὡς οὔτε γαίας ὅρι’ἂν ἐκβαῖμεν λάθρᾳ ·
83
φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατ’ἐξόδους ·
84
οὔτ’ἐν φίλοισιν ἐλπίδες σωτηρίας
85
ἔτ’εἰσὶν ἡμῖν. ἥντιν’οὖν γνώμην ἔχεις
86
λέγ’ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον .
Αμφιτρυων
Αμ.
Αμ.
88
θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδε
89
φαύλως παραινεῖν, σπουδάσαντ’ἄνευ πόνου ·
87
χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς.
Μεγαρα
Με.
Με.
90
λύπης τι προσδεῖς φιλεῖς οὕτω φάος;
Αμφιτρυων
Αμ.
Αμ.
91
καὶ τῷδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας.
Μεγαρα
Με.
Με.
92
κἀγώ · δοκεῖν δὲ τἀδόκητ’οὐ χρή, γέρον.
Αμφιτρυων
Αμ.
Αμ.
93
ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστ’ἄκη.
Μεγαρα
Με.
Με.
94
δ’ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος.
Αμφιτρυων
Αμ.
Αμ.
95
ἔτ’ἂν γένοιτ’, θύγατερ, οὔριος δρόμος
96
ἐκ τῶν παρόντων τῶνδ’ἐμοὶ καὶ σοὶ κακῶν,
97
ἔλθοιτ’ἔτ’ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός.
98
ἀλλ’ἡσύχαζε καὶ δακρυρρόους τέκνων
99
πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις,
100
κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως.
101
κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί,
102
καὶ πνεύματ’ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει ·
103
οἵτ’εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς.
104
ἐξίσταται γὰρ πάντ’ἀπ’ἀλλήλων δίχα.
105
οὗτος δ’ἀνὴρ ἄριστος ὅστις ἐλπίσι
106
πέποιθεν αἰεί · τὸ δ’ἀπορεῖν ἀνδρὸς κακοῦ.
Χορος
Χο.
Χο.
107
ὑπώροφα μέλαθρα καὶ γεραιὰ δέμνι’, ἀμφὶ βάκτροις
108
ἔρεισμα θέμενος, ἐστάλην
109
ἰηλέμων γόων
110
ἀοιδὸς ὥστε πολιὸς ὄρνις,
111
ἔπεα μόνον καὶ
112
δόκημα νυκτερωπὸν ἐννύχων ὀνείρων,
113
τρομερὰ μέν, ἀλλ’ὅμως πρόθυμ’.
114
τέκεα, τέκεα πατρὸς ἀπάτορ’,
115
γεραιὲ σύτε τάλαινα
116
μᾶτερ, τὸν Ἀίδα δόμοις
117
πόσιν ἀναστενάζεις.
119
μὴ προκάμητε πόδα βαρύτε
120
κῶλον ὥστε πρὸς πετραῖον
121
λέπας ζυγηφόρον πῶλον
122
ἀνέντες ὡς βάρος φέρον τροχηλάτοιο πώλου .
123
λαβοῦ χερῶν καὶ πέπλων,
124
ὅτου λέλοιπε ποδὸς ἀμαυρὸν ἴχνος ·
125
γέρων γέροντα παρακόμιζ’,
127
ξύνοπλα δόρατα νέα νέῳ
126
τὸ πάρος ἐν ἡλίκων πόνοις
128
ξυνῆν ποτ’, εὐκλεεστάτας
129
πατρίδος οὐκ ὀνείδη.
130
ἴδετε, πατέρος ὡς
131
γοργῶπες αἵδε προσφερεῖς
132
ὀμμάτων αὐγαί,
133
τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνων
134
οὐ δ’ἀποίχεται χάρις.
135
Ἑλλὰς ξυμμάχους
136
οἵους οἵους
137
ὀλέσασα τούσδ’ἀποστερήσῃ.
138
ἀλλ’εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς
139
Λύκον περῶντα τῶνδε δωμάτων πέλας.
Λυκος
Λυ.
Λυ.
140
τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον,
141
εἰ χρή μ’, ἐρωτῶ · χρὴ δ’, ἐπεί γε δεσπότης
142
ὑμῶν καθέστηχ’, ἱστορεῖν βούλομαι.
143
τίν’ἐς χρόνον ζητεῖτε μηκῦναι βίον;
144
τίν’ἐλπίδ’ἀλκήντ’εἰσορᾶτε μὴ θανεῖν;
145
τὸν παρ’Ἅιδῃ πατέρα τῶνδε κείμενον
146
πιστεύεθ’ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν
147
τὸ πένθος αἴρεσθ’, εἰ θανεῖν ὑμᾶς χρεών,
148
σὺ μὲν καθ’Ἑλλάδ’ἐκβαλὼν κόμπους κενούς,
149
ὡς σύγγαμός σοι Ζεὺς τέκνουτε κοινεών,
150
σὺ δ’ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ.
151
τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει,
152
ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν
153
τὸν Νέμειον θῆρα; ὃν ἐν βρόχοις ἑλὼν
154
βραχίονός φησ’ἀγχόναισιν ἐξελεῖν.
155
τοῖσδ’ἐξαγωνίζεσθε; τῶνδ’ἄρ’οὕνεκα
156
τοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών;
157
ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας
158
θηρῶν ἐν αἰχμῇ, τἄλλα δ’οὐδὲν ἄλκιμος,
159
ὃς οὔποτ’ἀσπίδ’ἔσχε πρὸς λαιᾷ χερὶ
160
οὐ δ’ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξ’ἔχων,
161
κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν.
162
ἀνδρὸς δ’ἔλεγχος οὐχὶ τόξ’εὐψυχίας,
163
ἀλλ’ὃς μένων βλέπειτε κἀντιδέρκεται
164
δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς.
165
ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον,
166
ἀλλ’εὐλάβειαν · οἶδα γὰρ κατακτανὼν
167
Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων.
168
οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὺς
169
χρῄζω λιπέσθαι τῶν δεδραμένων δίκην.
Αμφιτρυων
Αμ.
Αμ.
170
τῷ τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει
171
παιδός · τὸ δ’εἰς ἔμ’, Ἡράκλεις, ἐμοὶ μέλει
172
λόγοισι τὴν τοῦδ’ἀμαθίαν ὑπὲρ σέθεν
173
δεῖξαι · κακῶς γάρ σ’οὐκ ἐατέον κλύειν.
174
πρῶτον μὲν οὖν τἄρρητ’ ἐν ἀρρήτοισι γὰρ
175
τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες
176
σὺν μάρτυσιν θεοῖς δεῖ μ’ἀπαλλάξαι σέθεν.
177
Διὸς κεραυνόντ’ἠρόμην τέθριππάτε,
178
ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν
179
Γίγασι πλευροῖς πτήν’ἐναρμόσας βέλη
180
τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν ·
181
τετρασκελέςθ’ὕβρισμα, Κενταύρων γένος,
182
Φολόην ἐπελθών, κάκιστε βασιλέων,
183
ἐροῦ τίν’ἄνδρ’ἄριστον ἐγκρίνειαν ἄν,
184
οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φῂς εἶναι δοκεῖν.
185
δίρφυντ’ἐρωτῶν σ’ἔθρεψ’Ἀβαντίδα
186
οὐκ ἄν σ’ἐπαινέσειεν · οὐ γὰρ ἔσθ’ὅπου
187
ἐσθλόν τι δράσας μάρτυρ’ἂν λάβοις πάτραν.
188
τὸ πάνσοφον δ’εὕρημα, τοξήρη σαγήν,
189
μέμφῃ · κλύων νῦν τἀπ’ἐμοῦ σοφὸς γενοῦ.
190
ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων
191
καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς
192
αὐτὸς τέθνηκε δειλίᾳ τῇ τῶν πέλας,
193
θραύσαςτε λόγχην οὐκ ἔχει τῷ σώματι
194
θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον ·
195
ὅσοι δὲ τόξοις χεῖρ’ἔχουσιν εὔστοχον,
196
ἓν μὲν τὸ λῷστον, μυρίους οἰστοὺς ἀφεὶς
197
ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν,
198
ἑκὰς δ’ἀφεστὼς πολεμίους ἀμύνεται
199
τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν
200
τὸ σῶμάτ’οὐ δίδωσι τοῖς ἐναντίοις,
201
ἐν εὐφυλάκτῳ δ’ἐστί · τοῦτο δ’ἐν μάχῃ
202
σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς
203
σῴζειν τὸ σῶμα, μὴ ’κ τύχης ὡρμισμένον.
204
λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν
205
γνώμην ἔχουσι τῶν καθεστώτων πέρι.
206
παῖδας δὲ δὴ τί τούσδ’ἀποκτεῖναι θέλεις;
207
τί σ’οἵδ’ἔδρασαν; ἕν τί σ’ἡγοῦμαι σοφόν,
208
εἰ τῶν ἀρίστων τἄκγον’αὐτὸς ὢν κακὸς
209
δέδοικας. ἀλλὰ τοῦθ’ὅμως ἡμῖν βαρύ,
210
εἰ δειλίας σῆς κατθανούμεθ’εἵνεκα,
211
χρῆν σ’ὑφ’ἡμῶν τῶν ἀμεινόνων παθεῖν,
212
εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας.
213
εἰ δ’οὖν ἔχειν γῆς σκῆπτρα τῆσδ’αὐτὸς θέλεις,
214
ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός ·
215
βίᾳ δὲ δράσῃς μηδέν, πείσῃ βίαν,
216
ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ. φεῦ ·
217
γαῖα Κάδμου · καὶ γὰρ ἐς σὲ ἀφίξομαι
218
λόγους ὀνειδιστῆρας ἐνδατούμενος ·
219
τοιαῦτ’ἀμύνεθ’Ἡρακλεῖ τέκνοισίτε;
220
ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼν
221
Θήβαις ἔθηκεν ὄμμ’ἐλεύθερον βλέπειν.
222
οὐ δ’Ἑλλάδ’ᾔνεσ’ οὐ δ’ἀνέξομαί ποτε
223
σιγῶν κακίστην λαμβάνων ἐς παῖδ’ἐμόν,
224
ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα
225
φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων
226
χέρσουτ’ἀμοιβάς ὧν ἐμόχθησας χάριν.
227
τὰ δ’, τέκν’, ὑμῖν οὔτε Θηβαίων πόλις
228
οὔθ’Ἑλλὰς ἀρκεῖ · πρὸς δ’ἔμ’ἀσθενῆ φίλον
229
δεδόρκατ’, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον.
230
ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν,
231
γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος.
232
εἰ δ’ νέοςτε κἄτι σώματος κρατῶν,
233
λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους
234
καθῃμάτωσ’ἄν, ὥστ’Ἀτλαντικῶν πέραν
235
φεύγειν ὅρων ἂν δειλίᾳ τοὐμὸν δόρυ.
Χορος
Χο.
Χο.
236
ἆρ’οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ
237
θνητῶν ἔχουσι, κἂν βραδύς τις λέγειν;
Λυκος
Λυ.
Λυ.
238
σὺ μὲν λέγ’ἡμᾶς οἷς πεπύργωσαι λόγοις,
239
ἐγὼ δὲ δράσω σ’ἀντὶ τῶν λόγων κακῶς.
240
ἄγ’, οἳ μὲν Ἑλικῶν’, οἳ δὲ Παρνασοῦ πτυχὰς
241
τέμνειν ἄνωχθ’ἐλθόντες ὑλουργοὺς δρυὸς
242
κορμούς · ἐπειδὰν δ’ἐσκομισθῶσιν πόλει,
243
βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα
244
ἐμπίμπρατ’αὐτῶν καὶ πυροῦτε σώματα
245
πάντων, ἵν’εἰδῶσ’οὕνεκ’οὐχ κατθανὼν
246
κρατεῖ χθονὸς τῆσδ’, ἀλλ’ἐγὼ τὰ νῦν τάδε.
247
ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι
248
γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε
249
τοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμου
250
τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ
251
δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.
Χορος
Χο.
Χο.
252
γῆς λοχεύμαθ’, οὓς Ἄρης σπείρει ποτὲ
253
λάβρον δράκοντος ἐξερημώσας γένυν,
254
οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,
255
ἀρεῖτε καὶ τοῦδ’ἀνδρὸς ἀνόσιον κάρα
256
καθαιματώσεθ’, ὅστις οὐ Καδμεῖος ὢν
257
ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν;
258
ἀλλ’οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ.
259
οὐ δ’ἁπόνησα πόλλ’ἐγὼ καμὼν χερὶ
260
ἕξεις. ἀπέρρων δ’ἔνθεν ἦλθες ἐνθάδε,
261
ὕβριζ’. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε
262
τοὺς Ἡρακλείους παῖδας. οὐ τοσόνδε γῆς
263
ἔνερθ’ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.
264
ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,
265
δ’ὠφελήσας ἀξίων οὐ τυγχάνει.
266
κἄπειτα πράσσω πόλλ’ἐγώ, φίλους ἐμοὺς
267
θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;
268
δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,
269
ἐν δ’ἀσθενείᾳ τὸν πόθον διώλεσας.
270
ἐπεί σ’ἔπαυσ’ἂν δοῦλον ἐννέποντά με
271
καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν.
272
ἐν αἷς σὺ χαίρεις · οὐ γὰρ εὖ φρονεῖ πόλις
273
στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν.
274
οὐ γάρ ποτ’ἂν σὲ δεσπότην ἐκτήσατο.
Μεγαρα
Με.
Με.
275
γέροντες, αἰνῶ · τῶν φίλων γὰρ οὕνεκα
276
ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών ·
277
ἡμῶν δ’ἕκατι δεσπόταις θυμούμενοι
278
πάθητε μηδέν. τῆς δ’ἐμῆς, Ἀμφιτρύων,
279
γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.
280
ἐγὼ φιλῶ μὲν τέκνα · πῶς γὰρ οὐ φιλῶ
281
ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν
282
δεινὸν νομίζω · τῷ δ’ἀναγκαίῳ τρόπῳ
283
ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν.
284
ἡμᾶς δ’, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼν
285
μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων
286
διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.
287
ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά ·
288
σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,
289
ὥστ’οὐκ ἀνεκτὸν δειλίας θανεῖν σ’ὕπο ·
290
οὑμὸς δ’ἀμαρτύρητος εὐκλεὴς πόσις,
291
ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι
292
δόξαν κακὴν λαβόντας · οἱ γὰρ εὐγενεῖς
293
κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ,
294
ἐμοίτε μίμημ’ἀνδρὸς οὐκ ἀπωστέον.
295
σκέψαι δὲ τὴν σὴν ἐλπίδ’ λογίζομαι ·
296
ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο;
297
καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν;
298
ἀλλ’ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;
299
ἥκιστα · φεύγειν σκαιὸν ἄνδρ’ἐχθρὸν χρεών,
300
σοφοῖσι δ’εἴκειν καὶ τεθραμμένοις καλῶς ·
301
ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλ’ἂν τέμοις.
302
ἤδη δ’ἐσῆλθέ μ’εἰ παραιτησαίμεθα
303
φυγὰς τέκνων τῶνδ’· ἀλλὰ καὶ τόδ’ἄθλιον,
304
πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν ·
305
ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις
306
ἓν ἦμαρ ἡδὺ βλέμμ’ἔχειν φασὶν μόνον.
307
τόλμα μεθ’ἡμῶν θάνατον, ὃς μένει σ’ὅμως.
308
προκαλούμεθ’εὐγένειαν, γέρον, σέθεν ·
309
τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας,
310
πρόθυμός ἐστιν, προθυμία δ’ἄφρων ·
311
χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.
Χορος
Χο.
Χο.
312
εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων
313
ἦν τίς σ’ὑβρίζων, ῥᾳδίως ἐπαύσατ’ἄν ·
314
νῦν δ’οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν
315
ὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων.
Αμφιτρυων
Αμ.
Αμ.
316
οὔτοι τὸ δειλὸν οὐ δὲ τοῦ βίου πόθος
317
θανεῖν ἐρύκει μ’, ἀλλὰ παιδὶ βούλομαι
318
σῷσαι τέκν’· ἄλλως δ’ἀδυνάτων ἔοικ’ἐρᾶν.
319
ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη
320
κεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο.
321
μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα ·
322
κτεῖνόν με καὶ τήνδ’ἀθλίαν παίδων πάρος,
323
ὡς μὴ τέκν’εἰσίδωμεν, ἀνόσιον θέαν,
324
ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα
325
πατρόςτε πατέρα. τἄλλα δ’, εἰ πρόθυμος εἶ,
326
πρᾶσσ’· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.
Μεγαρα
Με.
Με.
327
κἀγώ σ’ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,
328
ἡμῖν ἵν’ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ ·
329
κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,
330
δόμους ἀνοίξας νῦν γὰρ ἐκκεκλῄμεθα
331
ὡς ἀλλὰ ταῦτά γ’ἀπολάχωσ’οἴκων πατρός.
Λυκος
Λυ.
Λυ.
332
ἔσται τάδ’· οἴγειν κλῇθρα προσπόλοις λέγω.
333
κοσμεῖσθ’ἔσω μολόντες · οὐ φθονῶ πέπλων.
334
ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν,
335
ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί.
Μεγαρα
Με.
Με.
336
τέκν’, ὁμαρτεῖτ’ἀθλίῳ μητρὸς ποδὶ
337
πατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίας
338
ἄλλοι κρατοῦσι, τὸ δ’ὄνομ’ἔσθ’ἡμῶν ἔτι.
Αμφιτρυων
Αμ.
Αμ.
339
Ζεῦ, μάτην ἄρ’ὁμόγαμόν σ’ἐκτησάμην,
340
μάτην δὲ παιδὸς κοινεῶν’ἐκλῄζομεν ·
341
σὺ δ’ἦσθ’ἄρ’ἥσσων ’δόκεις εἶναι φίλος.
342
ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν ·
343
παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους.
344
σὺ δ’ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν,
345
τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών,
346
σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους.
347
ἀμαθής τις εἶ θεός, δίκαιος οὐκ ἔφυς.
Χορος
Χο.
Χο.
348
αἲ Λίνον μὲν ἐπ’εὐτυχεῖ
349
μολπᾷ Φοῖβος ἰαχεῖ
350
τὸν κάλλει φθιτόν, κιθάραν
351
ἐλαύνων πλήκτρῳ χρυσέῳ ·
352
ἐγὼ δὲ τὸν γᾶς ἐνέρωντ’
353
ἐς ὄρφναν μολόντα, παῖδ’εἴτε Διός νιν εἴπω,
354
εἴτ’Ἀμφιτρύωνος ἶνιν,
355
ὑμνῆσαι στεφάνωμα
356
μόχθων δι’εὐλογίας θέλω.
357
γενναίων δ’ἀρεταὶ πόνων
358
τοῖς θανοῦσιν ἄγαλμα.
359
πρῶτον μὲν Διὸς ἄλσος
360
ἠρήμωσε λέοντος,
361
πυρσῷ δ’ἀμφεκαλύφθη
362
ξανθὸν κρᾶτ’ἐπινωτίσας
363
δεινῷ χάσματι θηρός ·
364
τάντ’ὀρεινόμον ἀγρίων
365
Κενταύρων ποτὲ γένναν
366
ἔστρωσεν τόξοις φονίοις,
367
ἐναίρων πτανοῖς βέλεσιν.
368
ξύνοιδε Πηνειὸς
369
καλλιδίνας μακραίτ’ἄρουραι πεδίων ἄκαρποι
370
καὶ Πηλιάδες θεράπναι
371
σύγχορτοίτ’Ὀμόλας
372
ἔναυλοι, πεύκαισιν ὅθεν χέρας
373
πληροῦντες χθόνα Θεσσαλῶν
374
ἱππείαις ἐδάμαζον ·
375
τάντε χρυσοκάρανον
376
δόρκαν ποικιλόνωτον
377
συλήτειραν ἀγρωστᾶν
378
κτείνας, θηροφόνον θεὰν
379
Οἰνωᾶτιν ἀγάλλει ·
380
τεθρίππωντ’ἐπέβα
381
καὶ ψαλίοις ἐδάμασε πώλους
382
Διομήδεος, αἳ φονίαισι φάτναις ἀχάλιν’
383
ἐθόαζον κάθαιμα σῖτα γένυσι,
384
χαρμοναῖσιν ἀνδροβρῶσι
385
δυστράπεζοι · πέραν δ’
386
ἀργυρορρύτων Ἕβρου
387
διεπέρασεν ὄχθων,
388
Μυκηναίῳ πονῶν τυράννῳ.
389
ἄντε Πηλιάδ’ἀκτὰν
390
Ἀναύρου παρὰ πηγὰς
391
Κύκνον ξεινοδαΐκταν
392
τόξοις ὤλεσεν,
393
Ἀμφαναίας οἰκήτορ’ἄμεικτον ·
394
ὑμνῳδούςτε κόρας
395
ἤλυθεν ἑσπέριον ἐς αὐλάν,
396
χρυσέων πετάλων ἄπο μηλοφόρον χερὶ καρπὸν
397
ἀμέρξων, δράκοντα πυρσόνωτον,
398
ὅς σφ’ἄπλατον ἀμφελικτὸς
399
ἕλικ’ἐφρούρει, κτανών ·
400
ποντίαςθ’ἁλὸς μυχοὺς
401
εἰσέβαινε, θνατοῖς
402
γαλανείας τιθεὶς ἐρετμοῖς ·
403
οὐρανοῦθ’ὑπὸ μέσσαν
404
ἐλαύνει χέρας ἕδραν,
405
Ἄτλαντος δόμον ἐλθών,
406
ἀστρωπούςτε κατέσχεν
407
οἴκους εὐανορίᾳ θεῶν ·
408
τὸν ἱππευτάντ’
409
Ἀμαζόνων στρατὸν Μαιῶτιν ἀμφὶ
410
πολυπόταμον ἔβα δι’Ἄξεινον οἶδμα λίμνας,
411
τίν’οὐκ ἀφ’Ἑλλανίας
412
ἄγορον ἁλίσας φίλων,
413
κόρας Ἀρείας πέπλων
414
χρυσεόστολον φάρος,
415
ζωστῆρος ὀλεθρίους ἄγρας.
416
τὰ κλεινὰ δ’Ἑλλὰς ἔλαβε
417
βαρβάρου κόρας λάφυρα, καὶ
418
σῴζεται Μυκήναις.
419
τάντε μυριόκρανον
420
πολύφονον κύνα Λέρνας
421
ὕδραν ἐξεπύρωσεν,
422
βέλεσίτ’ἀμφέβαλ’ἰόν,
423
τὸν τρισώματον οἷσιν
424
ἔκτα βοτῆρ’Ἐρυθείας.
425
δρόμωντ’ἄλλων ἀγάλματ’
426
εὐτυχῆ διῆλθε · τόντε
427
πολυδάκρυον ἔπλευσ’ἐς Ἅιδαν, πόνων τελευτάν,
428
ἵν’ἐκπεραίνει τάλας
429
βίοτον, οὐ δ’ἔβα πάλιν.
430
στέγαι δ’ἔρημοι φίλων,
431
τὰν δ’ἀνόστιμον τέκνων
432
Χάρωνος ἐπιμένει πλάτα
433
βίου κέλευθον ἄθεον
434
ἄδικον · ἐς δὲ σὰς χέρας βλέπει
435
δώματ’οὐ παρόντος.
436
εἰ δ’ἐγὼ σθένος ἥβων
437
δόρυτ’ἔπαλλον ἐν αἰχμᾷ,
438
Καδμείωντε σύνηβοι,
439
τέκεσιν ἂν προπαρέσταν
440
ἀλκᾷ · νῦν δ’ἀπολείπομαι
441
τᾶς εὐδαίμονος ἥβας.
442
ἀλλ’ἐσορῶ γὰρ τούσδε φθιμένων
443
ἔνδυτ’ἔχοντας, τοὺς τοῦ μεγάλου
444
δή ποτε παῖδας τὸ πρὶν Ἡρακλέους,
445
ἄλοχόντε φίλην ὑπὸ σειραίοις
446
ποσὶν ἕλκουσαν τέκνα, καὶ γεραιὸν
447
πατέρ’Ἡρακλέους. δύστηνος ἐγώ,
448
δακρύων ὡς οὐ δύναμαι κατέχειν
450
γραίας ὄσσων ἔτι πηγάς.
Μεγαρα
Με.
Με.
451
εἶεν · τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων
452
453
ἕτοιμ’ἄγειν τὰ θύματ’εἰς Ἅιδου τάδε.
454
τέκν’, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν,
455
ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες.
456
μοῖρα δυστάλαιν’ἐμήτε καὶ τέκνων
457
τῶνδ’, οὓς πανύστατ’ὄμμασιν προσδέρκομαι
458
ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δ’ἐθρεψάμην
459
ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν. φεῦ ·
460
πολύ με δόξης ἐξέπαισαν ἐλπίδες,
461
ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτ’ἤλπισα.
462
σοὶ μὲν γὰρ Ἄργος ἔνεμ’ κατθανὼν πατήρ,
463
Εὐρυσθέως δ’ἔμελλες οἰκήσειν δόμους
464
τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας,
465
στολήντε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ
466
λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο ·
467
σὺ δ’ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ,
468
ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος,
469
ὡς ἐξέπειθες τὸν κατασπείραντά σε ·
470
ἐς δεξιάντε σὴν ἀλεξητήριον
471
ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν.
472
σοὶ δ’ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ
473
τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.
474
τρεῖς δ’ὄντας ὑμᾶς τριπτύχοις τυραννίσι
475
πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ ·
476
ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην,
477
κήδη συνάψουσ’, ἔκτ’Ἀθηναίων χθονὸς
478
Σπάρτηςτε Θηβῶνθ’, ὡς ἀνημμένοι κάλῳς
479
πρυμνησίοισι βίον ἔχοιτ’εὐδαίμονα.
480
καὶ ταῦτα φροῦδα · μεταβαλοῦσα δ’ τύχη
481
νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκ’ἔχειν,
482
ἐμοὶ δὲ δάκρυα λουτρά δύστηνος φρενῶν.
483
πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε,
484
Ἅιδην νομίζων πενθερόν, κῆδος πατρός.
485
ὤμοι, τίν’ὑμῶν πρῶτον τίν’ὕστατον
486
πρὸς στέρνα θῶμαι; τῷ προσαρμόσω στόμα;
487
τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος
488
μέλισσα συνενέγκαιμ’ἂν ἐκ πάντων γόους,
489
ἐς ἓν δ’ἐνεγκοῦσ’ἀθρόον ἀποδοίην δάκρυ;
490
φίλτατ’, εἴ τις φθόγγος εἰσακούεται
491
θνητῶν παρ’Ἅιδῃ, σοὶ τάδ’, Ἡράκλεις, λέγω ·
492
θνῄσκει πατὴρ σὸς καὶ τέκν’, ὄλλυμαι δ’ἐγώ,
493
πρὶν μακαρία διὰ σ’ἐκλῃζόμην βροτοῖς.
494
ἄρηξον, ἐλθέ · καὶ σκιὰ φάνηθί μοι ·
495
ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ ·
496
κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.
Αμφιτρυων
Αμ.
Αμ.
497
σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι ·
498
ἐγὼ δὲ σέ, Ζεῦ, χεῖρ’ἐς οὐρανὸν δικὼν
499
αὐδῶ, τέκνοισιν εἴ τι τοισίδ’ὠφελεῖν
500
μέλλεις, ἀμύνειν, ὡς τάχ’οὐδὲν ἀρκέσεις.
501
καίτοι κέκλησαι πολλάκις · μάτην πονῶ ·
502
θανεῖν γάρ, ὡς ἔοικ’, ἀναγκαίως ἔχει.
503
ἀλλ’, γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου,
504
τοῦτον δ’ὅπως ἥδιστα διαπεράσετε,
505
ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι.
506
ὡς ἐλπίδας μὲν χρόνος οὐκ ἐπίσταται
507
σῴζειν, τὸ δ’αὑτοῦ σπουδάσας διέπτατο.
508
ὁρᾶτ’ἔμ’ὅσπερ περίβλεπτος βροτοῖς
509
ὀνομαστὰ πράσσων, καί μ’ἀφείλεθ’ τύχη
510
ὥσπερ πτερὸν πρὸς αἰθέρ’ἡμέρᾳ μιᾷ.
511
δ’ὄλβος μέγας τε δόξ’οὐκ οἶδ’ὅτῳ
512
βέβαιός ἐστι. χαίρετ’· ἄνδρα γὰρ φίλον
513
πανύστατον νῦν, ἥλικες, δεδόρκατε.
Μεγαρα
Με.
Με.
514
ἔα · πρέσβυ, λεύσσω τἀμὰ φίλτατ’· τί φῶ;
Αμφιτρυων
Αμ.
Αμ.
515
οὐκ οἶδα, θύγατερ · ἀφασία δὲ κἄμ’ἔχει.
Μεγαρα
Με.
Με.
516
ὅδ’ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,
517
εἰ μή γ’ὄνειρον ἐν φάει τι λεύσσομεν.
518
τί φημί; ποῖ’ὄνειρα κηραίνουσ’ὁρῶ;
519
οὐκ ἔσθ’ὅδ’ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.
520
δεῦρ’, τέκν’, ἐκκρίμνασθε πατρῴων πέπλων,
521
ἴτ’ἐγκονεῖτε, μὴ μεθῆτ’, ἐπεὶ Διὸς
522
σωτῆρος ὑμῖν οὐδέν ἐσθ’ὅδ’ὕστερος.
Ηρακλης
Ηρ.
Ηρ.
523
χαῖρε, μέλαθρον πρόπυλάθ’ἑστίας ἐμῆς,
524
ὡς ἄσμενός σ’ἐσεῖδον ἐς φάος μολών.
525
ἔα · τί χρῆμα; τέκν’ὁρῶ πρὸ δωμάτων
526
στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα,
527
ὄχλῳτ’ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον,
528
πατέρατε δακρύοντα συμφορὰς τίνας;
529
φέρ’ἐκπύθωμαι τῶνδε πλησίον σταθείς ·
530
γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος;
Μεγαρα
Με.
Με.
531
φίλτατ’ἀνδρῶν
Αμφιτρυων
Αμ.
Αμ.
531
φάος μολὼν πατρί
Μεγαρα
Με.
Με.
532
ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;
Ηρακλης
Ηρ.
Ηρ.
533
τί φῄς; τίν’ἐς ταραγμὸν ἥκομεν, πάτερ;
Μεγαρα
Με.
Με.
534
διολλύμεσθα · σὺ δέ, γέρον, σύγγνωθί μοι,
535
εἰ πρόσθεν ἥρπασ’ σὲ λέγειν πρὸς τόνδ’ἐχρῆν ·
536
τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων,
537
καὶ τἄμ’ἔθνῃσκε τέκν’, ἀπωλλύμην δ’ἐγώ.
Ηρακλης
Ηρ.
Ηρ.
538
Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου.
Μεγαρα
Με.
Με.
539
τεθνᾶσ’ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων.
Ηρακλης
Ηρ.
Ηρ.
540
πῶς φῄς; τί δράσας δορὸς ποίου τυχών;
Μεγαρα
Με.
Με.
541
Λύκος σφ’ καινὸς γῆς ἄναξ διώλεσεν.
Ηρακλης
Ηρ.
Ηρ.
542
ὅπλοις ἀπαντῶν νοσησάσης χθονός;
Μεγαρα
Με.
Με.
543
στάσει · τὸ Κάδμου δ’ἑπτάπυλον ἔχει κράτος.
Ηρακλης
Ηρ.
Ηρ.
544
τί δῆτα πρὸς σὲ καὶ γέροντ’ἦλθεν φόβος;
Μεγαρα
Με.
Με.
545
κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα.
Ηρακλης
Ηρ.
Ηρ.
546
τί φῄς; τί ταρβῶν ὀρφάνευμ’ἐμῶν τέκνων;
Μεγαρα
Με.
Με.
547
μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο.
Ηρακλης
Ηρ.
Ηρ.
548
κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;
Μεγαρα
Με.
Με.
549
θανάτου τάδ’ἤδη περιβόλαι’ἀνήμμεθα.
Ηρακλης
Ηρ.
Ηρ.
550
καὶ πρὸς βίαν ἐθνῄσκετ’; τλήμων ἐγώ.
Μεγαρα
Με.
Με.
551
φίλων γ’ἔρημοι · σὲ δὲ θανόντ’ἠκούομεν.
Ηρακλης
Ηρ.
Ηρ.
552
πόθεν δ’ἐς ὑμᾶς ἥδ’ἐσῆλθ’ἀθυμία;
Μεγαρα
Με.
Με.
553
Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.
Ηρακλης
Ηρ.
Ηρ.
554
τί δ’ἐξελείπετ’οἶκον ἑστίαντ’ἐμήν;
Μεγαρα
Με.
Με.
555
βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους
Ηρακλης
Ηρ.
Ηρ.
556
κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντ’ἀτιμάσαι;
Μεγαρα
Με.
Με.
557
αἰδώς γ’ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.
Ηρακλης
Ηρ.
Ηρ.
558
οὕτω δ’ἀπόντες ἐσπανίζομεν φίλων;
Μεγαρα
Με.
Με.
559
φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;
Ηρακλης
Ηρ.
Ηρ.
560
μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν;
Μεγαρα
Με.
Με.
561
ἄφιλον, ἵν’αὖθίς σοι λέγω, τὸ δυστυχές.
Ηρακλης
Ηρ.
Ηρ.
562
οὐ ῥίψεθ’Ἅιδου τάσδε περιβολὰς κόμης
563
καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου
564
φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;
565
ἐγὼ δέ νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός
566
πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους
567
καινῶν τυράννων, κρᾶτα δ’ἀνόσιον τεμὼν
568
ῥίψω κυνῶν ἕλκημα · Καδμείων δ’ὅσους
569
κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ,
570
τῷ καλλινίκῳ τῷδ’ὅπλῳ χειρώσομαι ·
571
τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασι
572
νεκρῶν ἅπαντ’Ἰσμηνὸν ἐμπλήσω φόνου,
573
Δίρκηςτε νᾶμα λευκὸν αἱμαχθήσεται.
574
τῷ γάρ μ’ἀμύνειν μᾶλλον δάμαρτι χρὴ
575
καὶ παισὶ καὶ γέροντι; χαιρόντων πόνοι ·
576
μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα.
577
καὶ δεῖ μ’ὑπὲρ τῶνδ’, εἴπερ οἵδ’ὑπὲρ πατρός,
578
θνῄσκειν ἀμύνοντ’· τί φήσομεν καλὸν
579
ὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντίτε
580
Εὐρυσθέως πομπαῖσι, τῶν δ’ἐμῶν τέκνων
581
οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρ’Ἡρακλῆς
582
καλλίνικος ὡς πάροιθε λέξομαι.
Χορος
Χο.
Χο.
583
δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα,
584
πατέρατε πρέσβυν τήντε κοινωνὸν γάμων.
Αμφιτρυων
Αμ.
Αμ.
585
πρὸς σοῦ μέν, παῖ, τοῖς φίλοιςτ’εἶναι φίλον
586
τάτ’ἐχθρὰ μισεῖν · ἀλλὰ μὴ ’πείγου λίαν.
Ηρακλης
Ηρ.
Ηρ.
587
τί δ’ἐστὶ τῶνδε θᾶσσον χρεών, πάτερ;
Αμφιτρυων
Αμ.
Αμ.
588
πολλοὺς πένητας, ὀλβίους δὲ τῷ λόγῳ
589
δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει,
590
οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν
591
ἐφ’ἁρπαγαῖσι τῶν πέλας, τὰ δ’ἐν δόμοις
592
δαπάναισι φροῦδα διαφυγόνθ’ὑπ’ἀργίας.
593
ὤφθης ἐσελθὼν πόλιν · ἐπεὶ δ’ὤφθης, ὅρα
594
ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς.
Ηρακλης
Ηρ.
Ηρ.
595
μέλει μὲν οὐδὲν εἴ με πᾶσ’εἶδεν πόλις ·
596
ὄρνιν δ’ἰδών τιν’οὐκ ἐν αἰσίοις ἕδραις,
597
ἔγνων πόνον τιν’ἐς δόμους πεπτωκότα ·
598
ὥστ’ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα.
Αμφιτρυων
Αμ.
Αμ.
599
καλῶς · παρελθὼν νῦν πρόσειπέθ’ἑστίαν
600
καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμ’ἰδεῖν.
601
ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα
602
ἕλξων φονεύσων κἄμ’ἐπισφάξων ἄναξ ·
603
μένοντι δ’αὐτοῦ πάντα σοι γενήσεται
604
τῇτ’ἀσφαλείᾳ κερδανεῖς · πόλιν δὲ σὴν
605
μὴ πρὶν ταράξῃς πρὶν τόδ’εὖ θέσθαι, τέκνον.
Ηρακλης
Ηρ.
Ηρ.
606
δράσω τάδ’· εὖ γὰρ εἶπας · εἶμ’ἔσω δόμων.
607
χρόνῳ δ’ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν
608
Ἅιδου Κόρηςτ’ἔνερθεν, οὐκ ἀτιμάσω
609
θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας.
Αμφιτρυων
Αμ.
Αμ.
610
ἦλθες γὰρ ὄντως δώματ’εἰς Ἅιδου, τέκνον;
Ηρακλης
Ηρ.
Ηρ.
611
καὶ θῆρά γ’ἐς φῶς τὸν τρίκρανον ἤγαγον.
Αμφιτρυων
Αμ.
Αμ.
612
μάχῃ κρατήσας θεᾶς δωρήμασιν;
Ηρακλης
Ηρ.
Ηρ.
613
μάχῃ · τὰ μυστῶν δ’ὄργι’εὐτύχησ’ἰδών.
Αμφιτρυων
Αμ.
Αμ.
614
καὶ κατ’οἴκους ἐστὶν Εὐρυσθέως θήρ;
Ηρακλης
Ηρ.
Ηρ.
615
χθονίας νιν ἄλσος Ἑρμιώντ’ἔχει πόλις.
Αμφιτρυων
Αμ.
Αμ.
616
οὐ δ’οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντ’ἄνω;
Ηρακλης
Ηρ.
Ηρ.
617
οὐκ οἶδ’· ἵν’ἐλθὼν τἀνθάδ’εἰδείην πάρος.
Αμφιτρυων
Αμ.
Αμ.
618
χρόνον δὲ πῶς τοσοῦτον ἦσθ’ὑπὸ χθονί;
Ηρακλης
Ηρ.
Ηρ.
619
Θησέα κομίζων ἐχρόνισ’ἐξ Ἅιδου, πάτερ.
Αμφιτρυων
Αμ.
Αμ.
620
καὶ ποῦ ’στιν; γῆς πατρίδος οἴχεται πέδον;
Ηρακλης
Ηρ.
Ηρ.
621
βέβηκ’Ἀθήνας νέρθεν ἄσμενος φυγών.
622
ἀλλ’εἶ’, ὁμαρτεῖτ’, τέκν’, ἐς δόμους πατρί ·
623
καλλίονές τἄρ’εἴσοδοι τῶν ἐξόδων
624
πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε
625
καὶ νάματ’ὄσσων μηκέτ’ἐξανίετε ·
626
σύτ’, γύναι μοι, σύλλογον ψυχῆς λαβὲ
627
τρόμουτε παῦσαι, καὶ μέθεσθ’ἐμῶν πέπλων ·
628
οὐ γὰρ πτερωτὸς οὐ δὲ φευξείω φίλους.
629
, οἵδ’οὐκ ἀφιᾶσ’, ἀλλ’ἀνάπτονται πέπλων
630
τοσῷδε μᾶλλον · ὧδ’ἔβητ’ἐπὶ ξυροῦ;
631
ἄξω λαβών γε τούσδ’ἐφολκίδας χεροῖν,
632
ναῦς δ’ὣς ἐφέλξω · καὶ γὰρ οὐκ ἀναίνομαι
633
θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα ·
634
φιλοῦσι παῖδας οἵτ’ἀμείνονες βροτῶν
635
οἵτ’οὐδὲν ὄντες · χρήμασιν δὲ διάφοροι ·
636
ἔχουσιν, οἳ δ’οὔ · πᾶν δὲ φιλότεκνον γένος.
Χορος
Χο.
Χο.
637
νεότας μοι φίλον
638
αἰεί · τὸ δὲ γῆρας ἄχθος
639
βαρύτερον Αἴτνας σκοπέλων
640
ἐπὶ κρατὶ κεῖται, βλεφάρων
642
σκοτεινὸν φάος ἐπικαλύψαν.
643
μή μοι μήτ’Ἀσιήτιδος
644
τυραννίδος ὄλβος εἴη,
645
μὴ χρυσοῦ δώματα πλήρη
646
τᾶς ἥβας ἀντιλαβεῖν,
647
καλλίστα μὲν ἐν ὄλβῳ,
648
καλλίστα δ’ἐν πενίᾳ.
649
τὸ δὲ λυγρὸν φόνιόντε
650
γῆρας μισῶ · κατὰ κυμάτων δ’
651
ἔρροι, μη δέ ποτ’ὤφελεν
652
θνατῶν δώματα καὶ πόλεις
653
ἐλθεῖν, ἀλλὰ κατ’αἰθέρ’
654
αἰεὶ πτεροῖσι φορείσθω.
655
εἰ δὲ θεοῖς ἦν ξύνεσις
656
καὶ σοφία κατ’ἄνδρας,
657
δίδυμον ἂν ἥβαν ἔφερον
659
φανερὸν χαρακτῆρ’ἀρετᾶς
660
ὅσοισιν μέτα, κατθανόντεςτ’
661
εἰς αὐγὰς πάλιν ἁλίου
662
δισσοὺς ἂν ἔβαν διαύλους,
663
δυσγένεια δ’ἁπλοῦν ἂν
664
εἶχεν ζόας βίοτον,
665
καὶ τῷδ’ἦν τούςτε κακοὺς ἂν
666
γνῶναι καὶ τοὺς ἀγαθούς,
667
ἴσον ἅτ’ἐν νεφέλαισιν
668
ἄστρων ναύταις ἀριθμὸς πέλει.
669
νῦν δ’οὐδεὶς ὅρος ἐκ θεῶν
670
χρηστοῖς οὐ δὲ κακοῖς σαφής,
671
ἀλλ’εἱλισσόμενός τις
672
αἰὼν πλοῦτον μόνον αὔξει.
673
οὐ παύσομαι τὰς Χάριτας
674
Μούσαις συγκαταμειγνύς,
675
ἁδίσταν συζυγίαν.
676
μὴ ζῴην μετ’ἀμουσίας,
677
αἰεὶ δ’ἐν στεφάνοισιν
678
εἴην · ἔτι τοι γέρων
679
ἀοιδὸς κελαδεῖ Μναμοσύναν ·
680
ἔτι τὰν Ἡρακλέους
681
καλλίνικον ἀείδω
682
παράτε Βρόμιον οἰνοδόταν
683
παράτε χέλυος ἑπτατόνου
684
μολπὰν καὶ Λίβυν αὐλόν ·
685
οὔπω καταπαύσομεν
686
Μούσας, αἵ μ’ἐχόρευσαν.
687
παιᾶνα μὲν Δηλιάδες
688
ὑμνοῦσ’ἀμφὶ πύλας τὸν
689
Λατοῦς εὔπαιδα γόνον
690
εἱλίσσουσαι καλλίχορον ·
691
παιᾶνας δ’ἐπὶ σοῖς
692
μελάθροις κύκνος ὣς γέρων
693
ἀοιδὸς πολιᾶν ἐκ γενύων
694
κελαδήσω · τὸ γὰρ εὖ
695
τοῖς ὕμνοισιν ὑπάρχει ·
696
Διὸς παῖς · τᾶς δ’εὐγενίας
697
πλέον ὑπερβάλλων ἀρετᾷ
698
μοχθήσας τὸν ἄκυμον
699
θῆκεν βίοτον βροτοῖς
700
πέρσας δείματα θηρῶν.
Λυκος
Λυ.
Λυ.
701
ἐς καιρὸν οἴκων Ἀμφιτρύων ἔξω περᾷ ·
702
χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις
703
κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν.
704
ἀλλ’εἶα, παῖδας καὶ δάμαρθ’Ἡρακλέους
705
ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων,
706
ἐφ’οἷς ὑπέστητ’αὐτεπάγγελτοι θανεῖν.
Αμφιτρυων
Αμ.
Αμ.
707
ἄναξ, διώκεις μ’ἀθλίως πεπραγότα
708
ὕβρινθ’ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς ·
709
χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.
710
ἐπεὶ δ’ἀνάγκην προστίθης ἡμῖν θανεῖν,
711
στέργειν ἀνάγκη · δραστέον δ’ σοὶ δοκεῖ.
Λυκος
Λυ.
Λυ.
712
ποῦ δῆτα Μεγάρα; ποῦ τέκν’Ἀλκμήνης γόνου;
Αμφιτρυων
Αμ.
Αμ.
713
δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι
Λυκος
Λυ.
Λυ.
714
τί χρῆμα δόξης; τοῦ δ’ἔχεις τεκμήριον;
Αμφιτρυων
Αμ.
Αμ.
715
ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις
Λυκος
Λυ.
Λυ.
716
ἀνόνητά γ’ἱκετεύουσαν ἐκσῷσαι βίον.
Αμφιτρυων
Αμ.
Αμ.
717
καὶ τὸν θανόντα γ’ἀνακαλεῖν μάτην πόσιν.
Λυκος
Λυ.
Λυ.
718
δ’οὐ πάρεστιν οὐ δὲ μὴ μόλῃ ποτέ.
Αμφιτρυων
Αμ.
Αμ.
719
οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.
Λυκος
Λυ.
Λυ.
720
χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.
Αμφιτρυων
Αμ.
Αμ.
721
μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.
Λυκος
Λυ.
Λυ.
722
ἡμεῖς, ἐπειδὴ σοὶ τόδ’ἔστ’ἐνθύμιον,
723
οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν
724
σὺν μητρὶ παῖδας. δεῦρ’ἕπεσθε, πρόσπολοι,
725
ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων.
Αμφιτρυων
Αμ.
Αμ.
726
σὺ δ’οὖν ἴθ’, ἔρχῃ δ’οἷ χρεών · τὰ δ’ἄλλ’ἴσως
727
ἄλλῳ μελήσει. προσδόκα δὲ δρῶν κακῶς
728
κακόν τι πράξειν. γέροντες, ἐς καλὸν
729
στείχει, βρόχοισι δ’ἀρκύων γενήσεται
730
ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν
731
παγκάκιστος. εἶμι δ’, ὡς ἴδω νεκρὸν
732
πίπτοντ’· ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρ
733
ἐχθρὸς τίνωντε τῶν δεδραμένων δίκην.
Χορος
Χο.
Χο.
735
μεταβολὰ κακῶν · μέγας πρόσθ’ἄναξ
736
πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα.
737
ἰώ · δίκα καὶ θεῶν παλίρρους πότμος.
740
ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών,
741
ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.
742
χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς ·
744
πάλιν ἔμολεν
745
πάρος οὔποτε διὰ φρενὸς ἤλπισ’ἂν
746
παθεῖν γᾶς ἄναξ.
747
ἀλλ’, γεραιοί, καὶ τὰ δωμάτων ἔσω
748
σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω.
Λυκος
Λυ.
Λυ.
750
ἰώ μοί μοι.
Χορος
Χο.
Χο.
751
τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν
752
φίλιον ἐν δόμοις · θάνατος οὐ πόρσω.
753
βοᾷ φόνου φροίμιον στενάζων ἄναξ.
Λυκος
Λυ.
Λυ.
754
πᾶσα Κάδμου γαῖ’, ἀπόλλυμαι δόλῳ.
Χορος
Χο.
Χο.
755
καὶ γὰρ διώλλυς · ἀντίποινα δ’ἐκτίνων
756
τόλμα, διδούς γε τῶν δεδραμένων δίκην.
757
τίς θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν, ἄφρονα λόγον
758
οὐρανίων μακάρων κατέβαλ’, ὡς ἄρ’οὐ
759
σθένουσιν θεοί;
760
γέροντες, οὐκέτ’ἔστι δυσσεβὴς ἀνήρ.
761
σιγᾷ μέλαθρα · πρὸς χοροὺς τραπώμεθα.
762
φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.
763
χοροὶ χοροὶ
764
καὶ θαλίαι μέλουσι
765
Θήβας ἱερὸν κατ’ἄστυ. μεταλλαγαὶ γὰρ δακρύων,
766
μεταλλαγαὶ συντυχίας
767
νέας ἔτεκον ἀοιδάς.
768
βέβακ’ἄναξ καινός, δὲ παλαίτερος
770
κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον.
771
δοκημάτων ἐκτὸς ἦλθεν ἐλπίς.
772
θεοὶ θεοὶ τῶν ἀδίκων μέλουσι καὶ
773
τῶν ὁσίων ἐπᾴειν.
774
χρυσὸς τ’εὐτυχία
775
φρενῶν βροτοὺς ἐξάγεται,
776
δύνασιν ἄδικον ἐφέλκων.
777
χρόνου γὰρ οὔτις τὸ πάλιν εἰσορᾶν ἔτλα ·
778
νόμον παρέμενος, ἀνομίᾳ χάριν διδοὺς
779
ἔθραυσεν
780
ὄλβου κελαινὸν ἅρμα.
781
Ἰσμήν’ στεφαναφόρει,
782
ξεσταίθ’ἑπταπύλου πόλεως
783
ἀναχορεύσατ’ἀγυιαί,
784
Δίρκαθ’ καλλιρρέεθρος,
785
σύντ’Ἀσωπιάδες κόραι,
786
πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοί,
788
Νύμφαι, τὸν Ἡρακλέους
789
καλλίνικον ἀγῶνα.
790
Πυθίου δενδρῶτι πέτρα
791
Μουσῶνθ’Ἑλικωνιάδων δώματ’, ,
792
ἥξετ’εὐγαθεῖ κελάδῳ
793
ἐμὰν πόλιν, ἐμὰ τείχη,
794
Σπαρτῶν ἵνα γένος ἔφανε
795
χαλκασπίδων λόχος, ὃς γᾶν
796
τέκνων τέκνοις μεταμείβει,
797
Θήβαις ἱερὸν φῶς.
798
λέκτρων δύο συγγενεῖς
799
εὐναί, θνατογενοῦςτε καὶ
800
Διός, ὃς ἦλθεν ἐς εὐνὰν
801
Νύμφας τᾶς Περσηίδος · ὡς
802
πιστόν μοι τὸ παλαιὸν
803
ἤδη λέχος, Ζεῦ, σὸν ἐπ’οὐκ ἐλπίδι φάνθη,
805
λαμπρὰν δ’ἔδειξ’ χρόνος
806
τὰν Ἡρακλέος ἀλκάν ·
807
γᾶς ὃς ἐξέβα θαλάμων
808
Πλούτωνος δῶμα λιπὼν νέρτερον.
809
κρείσσων μοι τύραννος ἔφυς
810
δυσγένει’ἀνάκτων,
811
νῦν ἐσορᾶν ἔφανε
812
ξιφηφόρων ἐς ἀγώνων
813
ἅμιλλαν, εἰ τὸ δίκαιον
814
θεοῖς ἔτ’ἀρέσκει.
815
ἔα ἔα ·
816
ἆρ’ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου,
817
γέροντες, οἷον φάσμ’ὑπὲρ δόμων ὁρῶ;
818
φυγῇ φυγῇ
819
νωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα.
820
ὦναξ Παιάν,
821
ἀπότροπος γένοιό μοι πημάτων.
Ιρις
Ιρ.
Ιρ.
822
θαρσεῖτε Νυκτὸς τήνδ’ὁρῶντες ἔκγονον
823
Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν
824
Ἶριν · πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος,
825
ἑνὸς δ’ἐπ’ἀνδρὸς σῶμα συστρατεύομεν,
826
ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνηςτ’ἄπο.
827
πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς,
828
τὸ χρή νιν ἐξέσῳζεν, οὐ δ’εἴα πατὴρ
829
Ζεύς νιν κακῶς δρᾶν οὔτ’ἔμ’οὔθ’Ἥραν ποτέ ·
830
ἐπεὶ δὲ μόχθους διεπέρασ’Εὐρυσθέως,
831
Ἥρα προσάψαι καινὸν αἷμ’αὐτῷ θέλει
832
παῖδας κατακτείναντι, συνθέλω δ’ἐγώ.
833
ἀλλ’εἶ’, ἄτεγκτον συλλαβοῦσα καρδίαν,
834
Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε,
835
μανίαςτ’ἐπ’ἀνδρὶ τῷδε καὶ παιδοκτόνους
836
φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα
837
ἔλαυνε, κίνει, φόνιον ἐξίει κάλων,
838
ὡς ἂν πορεύσας δι’Ἀχερούσιον πόρον
839
τὸν καλλίπαιδα στέφανον αὐθέντῃ φόνῳ
840
γνῷ μὲν τὸν Ἥρας οἷός ἐστ’αὐτῷ χόλος,
841
μάθῃ δὲ τὸν ἐμόν · θεοὶ μὲν οὐδαμοῦ,
842
τὰ θνητὰ δ’ἔσται μεγάλα, μὴ δόντος δίκην.
Λυσσα
Λυ.
Λυ.
843
ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκτε μητέρος
844
πέφυκα, Νυκτὸς Οὐρανοῦτ’ἀφ’αἵματος ·
845
τιμάςτ’ἔχω τάσδ’οὐκ ἀγασθῆναι φίλοις
846
οὐ δ’ἥδομαι φοιτῶσ’ἐπ’ἀνθρώπων φίλους,
847
παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν,
848
Ἥρᾳ θέλω σοίτ’, ἢν πίθησθ’ἐμοῖς λόγοις.
849
ἀνὴρ ὅδ’οὐκ ἄσημος οὔτ’ἐπὶ χθονὶ
850
οὔτ’ἐν θεοῖσιν, οὗ σύ μ’ἐσπέμπεις δόμους ·
851
ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν
852
ἐξημερώσας, θεῶν ἀνέστησεν μόνος
853
τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο ·
854
σοίτ’οὐ παραινῶ μεγάλα βούλεσθαι κακά.
Ιρις
Ιρ.
Ιρ.
855
μὴ σὺ νουθέτει τάθ’Ἥρας κἀμὰ μηχανήματα.
Λυσσα
Λυ.
Λυ.
856
ἐς τὸ λῷον ἐμβιβάζω σ’ἴχνος ἀντὶ τοῦ κακοῦ.
Ιρις
Ιρ.
Ιρ.
857
οὐχὶ σωφρονεῖν γ’ἔπεμψε δεῦρό σ’ Διὸς δάμαρ.
Λυσσα
Λυ.
Λυ.
858
ἥλιον μαρτυρόμεσθα δρῶσ’ δρᾶν οὐ βούλομαι.
859
εἰ δὲ δή μ’Ἥρᾳθ’ὑπουργεῖν σοίτ’ἀναγκαίως ἔχει
860
τάχος ἐπιρροίβδηνθ’ὁμαρτεῖν ὡς κυνηγέτῃ κύνας,
861
εἶμί γ’· οὔτε πόντος οὕτως κύμασιν στένων λάβρως
862
οὔτε γῆς σεισμὸς κεραυνοῦτ’οἶστρος ὠδῖνας πνέων,
863
οἷ’ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους ·
864
καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ,
865
τέκν’ἀποκτείνασα πρῶτον · δὲ κανὼν οὐκ εἴσεται
866
παῖδας οὓς ἔτικτ’ἐναίρων, πρὶν ἂν ἐμὰς λύσσας ἀφῇ.
867
ἢν ἰδού · καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο
868
καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας.
869
ἀμπνοὰς δ’οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολὴν
870
δεινός · μυκᾶται δὲ Κῆρας ἀνακαλῶν τὰς Ταρτάρου.
871
τάχα σ’ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβῳ.
872
στεῖχ’ἐς Οὔλυμπον πεδαίρουσ’, Ἶρι, γενναῖον πόδα ·
873
ἐς δόμους δ’ἡμεῖς ἄφαντοι δυσόμεσθ’Ἡρακλέους.
Χορος
Χο.
Χο.
875
ὀτοτοτοτοτοῖ, στέναξον · ἀποκείρεται
876
σὸν ἄνθος πόλεος, Διὸς ἔκγονος ·
877
μέλεος Ἑλλάς, τὸν εὐεργέταν
878
ἀποβαλεῖς, ὀλεῖς μανίαισιν Λύσσας
879
χορευθέντ’ἐναύλοις.
880
βέβακεν ἐν δίφροισιν πολύστονος,
881
ἅρμασι δ’ἐνδίδωσι
882
κέντρον ὡς ἐπὶ λώβᾳ
883
Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις
884
ὄφεων ἰαχήμασι, Λύσσα μαρμαρωπός.
885
ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων,
886
ταχὺ δὲ πρὸς πατρὸς τέκν’ἐκπνεύσεται.
Αμφιτρυων
Αμ.
Αμ.
887
ἰώ μοι μέλεος.
Χορος
Χο.
Χο.
888
ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα
889
λυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶ
890
κακοῖσιν ἐκπετάσουσιν.
Αμφιτρυων
Αμ.
Αμ.
890
ἰὼ στέγαι.
Χορος
Χο.
Χο.
891
κατάρχεται χόρευμα τυμπάνων ἄτερ,
892
οὐ βρομίῳ κεχαρισμένα θύρσῳ
Αμφιτρυων
Αμ.
Αμ.
893
ἰὼ δόμοι.
Χορος
Χο.
Χο.
894
πρὸς αἵματ’, οὐχὶ τᾶς Διονυσιάδος
895
βοτρύων ἐπὶ χεύμασι λοιβᾶς.
Αμφιτρυων
Αμ.
Αμ.
896
φυγῇ, τέκν’, ἐξορμᾶτε.
Χορος
Χο.
Χο.
896
δάιον τόδε
897
δάιον μέλος ἐπαυλεῖται.
898
κυναγετεῖ τέκνων διωγμόν · οὔποτ’ἄκραντα δόμοισι
899
Λύσσα βακχεύσει.
Αμφιτρυων
Αμ.
Αμ.
900
αἰαῖ κακῶν.
Χορος
Χο.
Χο.
901
αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω
902
πατέρα τάντε παιδοτρόφον, μάταν
903
τέκεα γεννᾶται.
904
ἰδοὺ ἰδού,
905
θύελλα σείει δῶμα, συμπίπτει στέγη.
Ηρακλης
Ηρ.
Ηρ.
906
· τί δρᾷς, Διὸς παῖ, μελάθρῳ;
907
τάραγμα ταρτάρειον, ὡς ἐπ’Ἐγκελάδῳ ποτέ, Παλλάς,
908
ἐς δόμους πέμπεις.
Αγγελος
Αγ.
Αγ.
909
λευκὰ γήρᾳ σώματ’
Χορος
Χο.
Χο.
910
ἀνακαλεῖς με τίνα βοάν;
Αγγελος
Αγ.
Αγ.
911
ἄλαστα τἀν δόμοισι.
Χορος
Χο.
Χο.
912
μάντιν οὐχ ἕτερον ἄξομαι.
Αγγελος
Αγ.
Αγ.
913
τεθνᾶσι παῖδες.
Χορος
Χο.
Χο.
913
αἰαῖ.
Αγγελος
Αγ.
Αγ.
914
στενάζεθ’, ὡς στενακτά.
Χορος
Χο.
Χο.
914
δάιοι φόνοι,
915
δάιοι δὲ τοκέων χέρες · .
Αγγελος
Αγ.
Αγ.
916
οὐκ ἄν τις εἴποι μᾶλλον πεπόνθαμεν.
Χορος
Χο.
Χο.
917
πῶς παισὶ στενακτὰν ἄταν ἄταν
918
πατέρος ἀμφαίνεις;
919
λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ
920
μέλαθρα κακὰ τάδε,
921
τλήμονάςτε παίδων τύχας;
Αγγελος
Αγ.
Αγ.
922
ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς
923
καθάρσι’οἴκων, γῆς ἄνακτ’ἐπεὶ κτανὼν
924
ἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης ·
925
χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων
926
πατήρτε Μεγάρατ’· ἐν κύκλῳ δ’ἤδη κανοῦν
927
εἵλικτο βωμοῦ, φθέγμα δ’ὅσιον εἴχομεν.
928
μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν,
929
ἐς χέρνιβ’ὡς βάψειεν, Ἀλκμήνης τόκος
930
ἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸς
931
παῖδες προσέσχον ὄμμ’· δ’οὐκέθ’αὑτὸς ἦν,
932
ἀλλ’ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος
933
ῥίζαςτ’ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν
934
ἀφρὸν κατέσταζ’εὐτρίχου γενειάδος.
935
ἔλεξε δ’ἅμα γέλωτι παραπεπληγμένῳ ·
936
πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα
937
καθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω;
938
ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε ·
939
ὅταν δ’ἐνέγκω δεῦρο κρᾶτ’Εὐρυσθέως,
940
ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας.
941
ἐκχεῖτε πηγάς, ῥίπτετ’ἐκ χειρῶν κανᾶ.
942
τίς μοι δίδωσι τόξα; τίς δ’ὅπλον χερός;
943
πρὸς τὰς Μυκήνας εἶμι · λάζυσθαι χρεὼν
944
μοχλοὺς δικέλλαςθ’, ὥστε Κυκλώπων βάθρα
945
φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα
946
στρεπτῷ σιδήρῳ συντριαινῶσαι πάλιν.
947
αὐτοῦ δὲ βαίνων ἅρματ’οὐκ ἔχων ἔχειν
948
ἔφασκε, δίφρου δ’εἰσέβαινεν ἄντυγας
949
κἄθεινε, κέντρον δῆθεν ὡς ἔχων, χερί.
950
διπλοῦς δ’ὀπαδοῖς ἦν γέλως φόβοςθ’ὁμοῦ.
951
καί τις τόδ’εἶπεν, ἄλλος εἰς ἄλλον δρακών ·
952
παίζει πρὸς ἡμᾶς δεσπότης μαίνεται;
953
δ’εἷρπ’ἄνωτε καὶ κάτω κατὰ στέγας,
954
μέσον δ’ἐς ἀνδρῶν’ἐσπεσὼν Νίσου πόλιν
955
ἥκειν ἔφασκε · δωμάτωντ’ἔσω βεβώς,
956
κλιθεὶς ἐς οὖδας, ὡς ἔχει, σκευάζεται
957
θοίνην. διελθὼν δ’ὡς βραχὺν χρόνον μονῆς
958
Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας.
959
κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων,
960
πρὸς οὐδέν’ἡμιλλᾶτο κἀκηρύσσετο
961
αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός,
962
ἀκοὴν ὑπειπών. δεινὰ δ’Εὐρυσθεῖ βρέμων
963
ἦν ἐν Μυκήναις τῷ λόγῳ. πατὴρ δέ νιν
964
θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε ·
965
παῖ, τί πάσχεις; τίς τρόπος ξενώσεως
966
τῆσδ’; οὔ τί που φόνος σ’ἐβάκχευσεν νεκρῶν,
967
οὓς ἄρτι καίνεις; δέ νιν Εὐρυσθέως δοκῶν
968
πατέρα προταρβοῦνθ’ἱκέσιον ψαύειν χερός,
969
ὠθεῖ, φαρέτραν δ’εὐτρεπῆ σκευάζεται
970
καὶ τόξ’ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως
971
δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ
972
ὤρουον ἄλλος ἄλλοσ’, ἐς πέπλους μὲν
973
μητρὸς ταλαίνης, δ’ὑπὸ κίονος σκιάν,
974
ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξ’ὕπο.
975
βοᾷ δὲ μήτηρ · τεκών, τί δρᾷς; τέκνα
976
κτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶντ’ὄχλος.
977
δ’ἐξελίσσων παῖδα κίονος κύκλῳ,
978
τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς
979
βάλλει πρὸς ἧπαρ · ὕπτιος δὲ λαΐνους
980
ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον.
981
δ’ἠλάλαξε κἀπεκόμπασεν τάδε ·
982
εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
983
ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι.
984
ἄλλῳ δ’ἐπεῖχε τόξ’, ὃς ἀμφὶ βωμίαν
985
ἔπτηξε κρηπῖδ’ὡς λεληθέναι δοκῶν.
986
φθάνει δ’ τλήμων γόνασι προσπεσὼν πατρός,
987
καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών,
988
φίλτατ’, αὐδᾷ, μή μ’ἀποκτείνῃς, πάτερ ·
989
σός εἰμι, σὸς παῖς · οὐ τὸν Εὐρυσθέως ὀλεῖς.
990
δ’ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων,
991
ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος,
992
μυδροκτύπον μίμημ’, ὑπὲρ κάρα βαλὼν
993
ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,
994
ἔρρηξε δ’ὀστᾶ. δεύτερον δὲ παῖδ’ἑλών,
995
χωρεῖ τρίτον θῦμ’ὡς ἐπισφάξων δυοῖν.
996
ἀλλὰ φθάνει νιν τάλαιν’ἔσω δόμων
997
μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας.
998
δ’ὡς ἐπ’αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν
999
σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ
1000
δάμαρτα καὶ παῖδ’ἑνὶ κατέστρωσεν βέλει.
1001
κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον ·
1002
ἀλλ’ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο,
1003
Παλλὰς κραδαίνουσ’ἔγχος ἐπὶ λόφῳ κέαρ ,
1004
κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους,
1005
ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνον
1006
καθῆκε · πίτνει δ’ἐς πέδον, πρὸς κίονα
1007
νῶτον πατάξας, ὃς πεσήμασι στέγης
1008
διχορραγὴς ἔκειτο κρηπίδων ἔπι.
1010
ἡμεῖς δ’ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα
1009
σὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχων
1011
ἀνήπτομεν πρὸς κίον’, ὡς λήξας ὕπνου
1012
μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.
1013
εὕδει δ’ τλήμων ὕπνον οὐκ εὐδαίμονα,
1014
παῖδας φονεύσας καὶ δάμαρτ’. ἐγὼ μὲν οὖν
1015
οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.
Χορος
Χο.
Χο.
1016
φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα
1017
τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι
1018
τῶν Δαναοῦ παίδων · τάδε δ’ὑπερέβαλε,
1020
παρέδραμε τὰ τότε κακὰ τάλανι διογενεῖ κόρῳ.
1021
μονοτέκνου Πρόκνης φόνον ἔχω λέξαι
1023
θυόμενον Μούσαις · σὺ δὲ τέκνα τρίγον’,
1024
δάιε, τεκόμενος, λυσσάδι συγκατειργάσω μοίρᾳ.
1025
αἰαῖ, τίνα στεναγμὸν
1026
γόον φθιτῶν
1027
ᾠδάν, τὸν Ἅιδα χορὸν ἀχήσω;
1028
φεῦ φεῦ ·
1029
ἴδεσθε, διάνδιχα κλῇθρα
1030
κλίνεται ὑψιπύλων δόμων.
1031
ἰώ μοι ·
1032
ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς
1033
ἄθλια κείμενα δυστάνου,
1034
εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου.
1035
περὶ δὲ δεσμὰ καὶ πολύβροχ’ἁμμάτων
1036
ἐρείσμαθ’Ἡράκλειον
1037
ἀμφὶ δέμας τάδε λαΐνοις
1038
ἀνημμένα κίοσιν οἴκων.
1039
δ’ὥς τις ὄρνις ἄπτερον καταστένων
1040
ὠδῖνα τέκνων, πρέσβυς ὑστέρῳ ποδὶ
1041
πικρὰν διώκων ἤλυσιν πάρεσθ’ὅδε.
Αμφιτρυων
Αμ.
Αμ.
1042
Καδμεῖοι γέροντες, οὐ σῖγα
1043
σῖγα τὸν ὕπνῳ παρειμένον ἐάσετ’
1044
ἐκλαθέσθαι κακῶν;
Χορος
Χο.
Χο.
1045
κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ
1046
τέκεα καὶ τὸ καλλίνικον κάρα.
Αμφιτρυων
Αμ.
Αμ.
1047
ἑκαστέρω πρόβατε, μὴ
1048
κτυπεῖτε, μὴ βοᾶτε, μὴ
1049
τὸν εὔδι’ἰαύονθ’
1050
ὑπνώδεάτ’εὐνᾶς ἐγείρετε.
Χορος
Χο.
Χο.
1050
οἴμοι.
1051
φόνος ὅσος ὅδ’
Αμφιτρυων
Αμ.
Αμ.
1051
,
1052
διά μ’ὀλεῖτε.
Χορος
Χο.
Χο.
1052
κεχυμένος ἐπαντέλλει.
Αμφιτρυων
Αμ.
Αμ.
1053
οὐκ ἀτρεμαῖα θρῆνον
1054
αἰάξετ’, γέροντες;
1055
δέσμ’ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν,
1056
ἀπὸ δὲ πατέρα, μέλαθράτε καταράξει.
Χορος
Χο.
Χο.
1057
ἀδύνατ’ἀδύνατά μοι.
Αμφιτρυων
Αμ.
Αμ.
1059
σῖγα, πνοὰς μάθω ·
1060
φέρε πρὸς οὖς βάλω.
Χορος
Χο.
Χο.
1060
εὕδει;
Αμφιτρυων
Αμ.
Αμ.
1060
ναί, εὕδει
1061
ὕπνον γ’ἄυπνον ὀλόμενον, ὃς ἔκανεν ἄλοχον,
1064
ἔκανε δὲ τέκεα, τοξήρει ψαλμῷ.
Χορος
Χο.
Χο.
1065
στέναζέ νυν
Αμφιτρυων
Αμ.
Αμ.
1065
στενάζω.
Χορος
Χο.
Χο.
1066
τέκνων ὄλεθρον
Αμφιτρυων
Αμ.
Αμ.
1066
ὤμοι.
Χορος
Χο.
Χο.
1067
σέθεντε παιδὸς
Αμφιτρυων
Αμ.
Αμ.
1067
αἰαῖ.
Χορος
Χο.
Χο.
1068
πρέσβυ
Αμφιτρυων
Αμ.
Αμ.
1068
σῖγα σῖγα ·
1069
παλίντροπος ἐξεγειρόμενος στρέφεται · φέρε,
1070
ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω.
Χορος
Χο.
Χο.
1071
θάρσει · νὺξ ἔχει βλέφαρα παιδὶ σῷ.
Αμφιτρυων
Αμ.
Αμ.
1072
ὁρᾶθ’ὁρᾶτε. τὸ φάος
1073
ἐκλιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ
1074
φεύγω τάλας, ἀλλ’εἴ με κανεῖ πατέρ’ὄντα,
1075
πρὸς δὲ κακοῖς κακὰ μήσεται
1076
πρὸς Ἐρινύσιθ’αἷμα σύγγονον ἕξει.
Χορος
Χο.
Χο.
1078
τότε θανεῖν σ’ἐχρῆν, ὅτε δάμαρτι σᾷ
1079
φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας
1080
Ταφίων περίκλυστον ἄστυ πέρσας.
Αμφιτρυων
Αμ.
Αμ.
1081
φυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτων
1082
διώκετε · φεύγετε μάργον
1083
ἄνδρ’ἐπεγειρόμενον.
1084
τάχα φόνον ἕτερον ἐπὶ φόνῳ βαλὼν
1085
ἀν’αὖ βακχεύσει Καδμείων πόλιν.
Χορος
Χο.
Χο.
1086
Ζεῦ, τί παῖδ’ἤχθηρας ὧδ’ὑπερκότως
1087
τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδ’ἤγαγες;
Ηρακλης
Ηρ.
Ηρ.
1088
ἔα ·
1089
ἔμπνους μέν εἰμι καὶ δέδορχ’ἅπερ με δεῖ,
1090
αἰθέρατε καὶ γῆν τόξαθ’Ἡλίου τάδε
1091
ὡς ἐν κλύδωνι καὶ φρενῶν ταράγματι
1092
πέπτωκα δεινῷ καὶ πνοὰς θερμὰς πνέω
1093
μετάρσι’, οὐ βέβαια, πνευμόνων ἄπο.
1094
ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος
1095
νεανίαν θώρακα καὶ βραχίονα,
1096
πρὸς ἡμιθραύστῳ λαΐνῳ τυκίσματι
1097
ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων;
1098
πτερωτάτ’ἔγχη · τόξα δ’ἔσπαρται πέδῳ,
1099
πρὶν παρασπίζοντ’ἐμοῖς βραχίοσιν
1100
ἔσῳζε πλευρὰς ἐξ ἐμοῦτ’ἐσῴζετο.
1101
οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν,
1102
Εὐρυσθέως δίαυλον; εἰς Ἅιδου; πόθεν;
1103
ἀλλ’οὔτε Σισύφειον εἰσορῶ πέτρον
1104
Πλούτωνάτ’, οὐ δὲ σκῆπτρα Δήμητρος κόρης.
1105
ἔκ τοι πέπληγμαι · ποῦ ποτ’ὢν ἀμηχανῶ;
1106
ὠή, τίς ἐγγὺς πρόσω φίλων ἐμῶν,
1107
δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται;
1108
σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων.
Αμφιτρυων
Αμ.
Αμ.
1109
γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας;
Χορος
Χο.
Χο.
1110
κἀγώ γε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς.
Ηρακλης
Ηρ.
Ηρ.
1111
πάτερ, τί κλαίεις καὶ συναμπίσχῃ κόρας,
1112
τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς;
Αμφιτρυων
Αμ.
Αμ.
1113
τέκνον · εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός.
Ηρακλης
Ηρ.
Ηρ.
1114
πράσσω δ’ἐγὼ τί λυπρόν, οὗ δακρυρροεῖς;
Αμφιτρυων
Αμ.
Αμ.
1115
κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι.
Ηρακλης
Ηρ.
Ηρ.
1116
μέγας γ’ κόμπος, τὴν τύχην δ’οὔπω λέγεις.
Αμφιτρυων
Αμ.
Αμ.
1117
ὁρᾷς γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς.
Ηρακλης
Ηρ.
Ηρ.
1118
εἴπ’, εἴ τι καινὸν ὑπογράφῃ τὠμῷ βίῳ.
Αμφιτρυων
Αμ.
Αμ.
1119
εἰ μηκέθ’Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν.
Ηρακλης
Ηρ.
Ηρ.
1120
παπαῖ, τόδ’ὡς ὕποπτον ᾐνίξω πάλιν.
Αμφιτρυων
Αμ.
Αμ.
1121
καί σ’εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ.
Ηρακλης
Ηρ.
Ηρ.
1122
οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας.
Αμφιτρυων
Αμ.
Αμ.
1123
λύσω, γέροντες, δεσμὰ παιδός; τί δρῶ;
Ηρακλης
Ηρ.
Ηρ.
1124
καὶ τόν γε δήσαντ’εἴπ’· ἀναινόμεσθα γάρ.
Αμφιτρυων
Αμ.
Αμ.
1125
τοσοῦτον ἴσθι τῶν κακῶν · τὰ δ’ἄλλ’ἔα.
Ηρακλης
Ηρ.
Ηρ.
1126
ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν βούλομαι;
Αμφιτρυων
Αμ.
Αμ.
1127
Ζεῦ, παρ’Ἥρας ἆρ’ὁρᾷς θρόνων τάδε;
Ηρακλης
Ηρ.
Ηρ.
1128
ἀλλ’ τι κεῖθεν πολέμιον πεπόνθαμεν;
Αμφιτρυων
Αμ.
Αμ.
1129
τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά.
Ηρακλης
Ηρ.
Ηρ.
1130
ἀπωλόμεσθα · συμφορὰν λέξεις τινά.
Αμφιτρυων
Αμ.
Αμ.
1131
ἰδού, θέασαι τάδε τέκνων πεσήματα.
Ηρακλης
Ηρ.
Ηρ.
1132
οἴμοι · τίν’ὄψιν τήνδε δέρκομαι τάλας;
Αμφιτρυων
Αμ.
Αμ.
1133
ἀπόλεμον, παῖ, πόλεμον ἔσπευσας τέκνοις.
Ηρακλης
Ηρ.
Ηρ.
1134
τί πόλεμον εἶπας; τούσδε τίς διώλεσε;
Αμφιτρυων
Αμ.
Αμ.
1135
σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος.
Ηρακλης
Ηρ.
Ηρ.
1136
τί φῄς; τί δράσας; κάκ’ἀγγέλλων πάτερ.
Αμφιτρυων
Αμ.
Αμ.
1137
μανείς · ἐρωτᾷς δ’ἄθλι’ἑρμηνεύματα.
Ηρακλης
Ηρ.
Ηρ.
1138
καὶ δάμαρτός εἰμ’ἐγὼ φονεὺς ἐμῆς;
Αμφιτρυων
Αμ.
Αμ.
1139
μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε.
Ηρακλης
Ηρ.
Ηρ.
1140
αἰαῖ · στεναγμῶν γάρ με περιβάλλει νέφος.
Αμφιτρυων
Αμ.
Αμ.
1141
τούτων ἕκατι σὰς καταστένω τύχας.
Ηρακλης
Ηρ.
Ηρ.
1142
γὰρ συνήραξ’οἶκον βάκχευσ’ἐμόν;
Αμφιτρυων
Αμ.
Αμ.
1143
οὐκ οἶδα πλὴν ἕν · πάντα δυστυχεῖ τὰ σά.
Ηρακλης
Ηρ.
Ηρ.
1144
ποῦ δ’οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν;
Αμφιτρυων
Αμ.
Αμ.
1145
ὅτ’ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί.
Ηρακλης
Ηρ.
Ηρ.
1146
οἴμοι · τί δῆτα φείδομαι ψυχῆς ἐμῆς
1147
τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς;
1148
κοὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα
1149
φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας
1150
τέκνοις δικαστὴς αἵματος γενήσομαι;
1151
σάρκα τὴν ἔμηνεν ἐμπρήσας πυρί,
1152
δύσκλειαν μένει μ’ἀπώσομαι βίου;
1153
ἀλλ’ἐμποδών μοι θανασίμων βουλευμάτων
1154
Θησεὺς ὅδ’ἕρπει συγγενὴς φίλοςτ’ἐμός.
1155
ὀφθησόμεσθα, καὶ τεκνοκτόνον μύσος
1156
ἐς ὄμμαθ’ἥξει φιλτάτῳ ξένων ἐμῶν.
1157
οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν
1158
εὕρω, πτερωτὸς κατὰ χθονὸς μολών;
1159
φέρ’ ἄν τι κρατὶ περιβάλω σκότον.
1160
αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς ·
1161
καὶ τῶνδε προστρόπαιον αἷμα προσλαβὼν
1162
οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω.
Θησευς
Θη.
Θη.
1163
ἥκω σὺν ἄλλοις, οἳ παρ’Ἀσωποῦ ῥοὰς
1164
μένουσιν, ἔνοπλοι γῆς Ἀθηναίων κόροι,
1165
σῷ παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ.
1166
κληδὼν γὰρ ἦλθεν εἰς Ἐρεχθειδῶν πόλιν
1167
ὡς σκῆπτρα χώρας τῆσδ’ἀναρπάσας Λύκος
1168
ἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται.
1169
τίνων δ’ἀμοιβὰς ὧν ὑπῆρξεν Ἡρακλῆς
1170
σῴσας με νέρθεν, ἦλθον, εἴ τι δεῖ, γέρον,
1171
χειρὸς ὑμᾶς τῆς ἐμῆς συμμάχων.
1172
ἔα · τί νεκρῶν τῶνδε πληθύει πέδον;
1173
οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶν
1174
ὕστερος ἀφῖγμαι; τίς τάδ’ἔκτεινεν τέκνα;
1175
τίνος γεγῶσαν τήνδ’ὁρῶ ξυνάορον;
1176
οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας,
1177
ἀλλ’ἄλλο πού τι καινὸν εὑρίσκω κακόν.
Αμφιτρυων
Αμ.
Αμ.
1178
τὸν ἐλαιοφόρον ὄχθον ἔχων ἄναξ
Θησευς
Θη.
Θη.
1179
τί χρῆμά μ’οἰκτροῖς ἐκάλεσας προοιμίοις;
Αμφιτρυων
Αμ.
Αμ.
1180
ἐπάθομεν πάθεα μέλεα πρὸς θεῶν.
Θησευς
Θη.
Θη.
1181
οἱ παῖδες οἵδε τίνες, ἐφ’οἷς δακρυρροεῖς;
Αμφιτρυων
Αμ.
Αμ.
1182
ἔτεκε μέν νιν οὑμὸς ἶνις τάλας,
1183
τεκόμενος δ’ἔκανε, φόνιον αἷμα τλάς.
Θησευς
Θη.
Θη.
1184
εὔφημα φώνει.
Αμφιτρυων
Αμ.
Αμ.
1185
βουλομένοισιν ἐπαγγέλλῃ.
Θησευς
Θη.
Θη.
1186
δεινὰ λέξας.
Αμφιτρυων
Αμ.
Αμ.
1187
οἰχόμεθ’οἰχόμεθα πτανοί.
Θησευς
Θη.
Θη.
1188
τί φῄς; τί δράσας;
Αμφιτρυων
Αμ.
Αμ.
1189
μαινομένῳ πιτύλῳ πλαγχθεὶς
1190
ἑκατογκεφάλουτε βαφαῖς ὕδρας.
Θησευς
Θη.
Θη.
1191
Ἥρας ὅδ’ἁγών · τίς δ’ὅδ’οὑν νεκροῖς, γέρον;
Αμφιτρυων
Αμ.
Αμ.
1192
ἐμὸς ἐμὸς ὅδε γόνος πολύπονος, ὃς ἐπὶ
1193
δόρυ γιγαντοφόνον ἦλθεν σὺν
1194
θεοῖσι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς.
Θησευς
Θη.
Θη.
1195
φεῦ φεῦ · τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ;
Αμφιτρυων
Αμ.
Αμ.
1196
οὐκ ἂν εἰδείης ἕτερον
1197
πολυμοχθότερον πολυπλαγκτότερόντε θνατῶν.
Θησευς
Θη.
Θη.
1198
τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα;
Αμφιτρυων
Αμ.
Αμ.
1199
αἰδόμενος τὸ σὸν ὄμμα
1200
καὶ φιλίαν ὁμόφυλον
1201
αἷμάτε παιδοφόνον.
Θησευς
Θη.
Θη.
1202
ἀλλ’, εἰ συναλγῶν γ’ἦλθον, ἐκκάλυπτέ νιν.
Αμφιτρυων
Αμ.
Αμ.
1204
τέκνον · πάρες ἀπ’ὀμμάτων
1205
πέπλον, ἀπόδικε, ῥέθος ἀελίῳ δεῖξον.
1206
βάρος ἀντίπαλον, δακρύοις συναμιλλαταί,
1207
ἱκετεύομεν ἀμφὶ γενειάδα καὶ
1209
γόνυ καὶ χέρα σὰν προπίτνων, πολιόντε
1210
δάκρυον ἐκβάλλων · ἰὼ παῖ,
1211
κατάσχεθε λέοντος ἀγρίου θυμόν, ὡς
1212
βρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγῃ,
1213
κακὰ θέλων κακοῖς συνάψαι, τέκνον.
Θησευς
Θη.
Θη.
1214
εἶεν · σὲ τὸν θάσσοντα δυστήνους ἕδρας
1215
αὐδῶ, φίλοισιν ὄμμα δεικνύναι τὸ σόν.
1216
οὐδεὶς σκότος γὰρ ὧδ’ἔχει μέλαν νέφος,
1217
ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν.
1218
τί μοι προσείων χεῖρα σημαίνεις φόνον;
1219
ὡς μὴ μύσος με σῶν βάλῃ προσφθεγμάτων;
1220
οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς ·
1221
καὶ γάρ ποτ’εὐτύχησα. ἐκεῖσ’ἀνοιστέον,
1222
ὅτ’ἐξέσῳσάς μ’ἐς φάος νεκρῶν πάρα.
1223
χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων,
1224
καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει,
1225
συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ.
1226
ἀνίστασ’, ἐκκάλυψον ἄθλιον κάρα,
1227
βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν,
1228
φέρει τά γ’ἐκ θεῶν πτώματ’οὐ δ’ἀναίνεται.
Ηρακλης
Ηρ.
Ηρ.
1229
Θησεῦ, δέδορκας τόνδ’ἀγῶν’ἐμῶν τέκνων;
Θησευς
Θη.
Θη.
1230
ἤκουσα, καὶ βλέποντι σημαίνεις κακά.
Ηρακλης
Ηρ.
Ηρ.
1231
τί δῆτά μου κρᾶτ’ἀνεκάλυψας ἡλίῳ;
Θησευς
Θη.
Θη.
1232
τί δ’; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν.
Ηρακλης
Ηρ.
Ηρ.
1233
φεῦγ’, ταλαίπωρ’, ἀνόσιον μίασμ’ἐμόν.
Θησευς
Θη.
Θη.
1234
οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων.
Ηρακλης
Ηρ.
Ηρ.
1235
ἐπῄνεσ’· εὖ δράσας δέ σ’οὐκ ἀναίνομαι.
Θησευς
Θη.
Θη.
1236
ἐγὼ δὲ πάσχων εὖ τότ’οἰκτίρω σε νῦν.
Ηρακλης
Ηρ.
Ηρ.
1237
οἰκτρὸς γάρ εἰμι τἄμ’ἀποκτείνας τέκνα.
Θησευς
Θη.
Θη.
1238
κλαίω χάριν σὴν ἐφ’ἑτέραισι συμφοραῖς.
Ηρακλης
Ηρ.
Ηρ.
1239
ηὗρες δέ γ’ἄλλους ἐν κακοῖσι μείζοσιν;
Θησευς
Θη.
Θη.
1240
ἅπτῃ κάτωθεν οὐρανοῦ δυσπραξίᾳ.
Ηρακλης
Ηρ.
Ηρ.
1241
τοιγὰρ παρεσκευάσμεθ’ὥστε κατθανεῖν.
Θησευς
Θη.
Θη.
1242
δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν;
Ηρακλης
Ηρ.
Ηρ.
1243
αὔθαδες θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ.
Θησευς
Θη.
Θη.
1244
ἴσχε στόμ’, ὡς μὴ μέγα λέγων μεῖζον πάθῃς.
Ηρακλης
Ηρ.
Ηρ.
1245
γέμω κακῶν δή, κοὐκέτ’ἔσθ’ὅπῃ τεθῇ.
Θησευς
Θη.
Θη.
1246
δράσεις δὲ δὴ τί; ποῖ φέρῃ θυμούμενος;
Ηρακλης
Ηρ.
Ηρ.
1247
θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο.
Θησευς
Θη.
Θη.
1248
εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους.
Ηρακλης
Ηρ.
Ηρ.
1249
σὺ δ’ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς.
Θησευς
Θη.
Θη.
1250
πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;
Ηρακλης
Ηρ.
Ηρ.
1251
οὐκ οὖν τοσαῦτά γ’, εἰ μέτρῳ μοχθητέον.
Θησευς
Θη.
Θη.
1252
εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος;
Ηρακλης
Ηρ.
Ηρ.
1253
οἱ δ’οὐδὲν ὠφελοῦσί μ’, ἀλλ’Ἥρα κρατεῖ.
Θησευς
Θη.
Θη.
1254
οὐκ ἄν σ’ἀνάσχοιθ’Ἑλλὰς ἀμαθίᾳ θανεῖν.
Ηρακλης
Ηρ.
Ηρ.
1255
ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις
1256
πρὸς νουθετήσεις σάς · ἀναπτύξω δέ σοι
1257
ἀβίωτον ἡμῖν νῦντε καὶ πάροιθεν ὄν.
1258
πρῶτον μὲν ἐκ τοῦδ’ἐγενόμην, ὅστις κτανὼν
1259
μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν
1260
ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ.
1261
ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένους
1262
ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους.
1263
Ζεὺς δ’ ὅστις Ζεύς πολέμιόν μ’ἐγείνατο
1264
Ἥρᾳ σὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον ·
1265
πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σὲ ἐγώ ·
1266
ἔτ’ἐν γάλακτίτ’ὄντι γοργωποὺς ὄφεις
1267
ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς
1268
τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα.
1269
ἐπεὶ δὲ σαρκὸς περιβόλαι’ἐκτησάμην
1270
ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν;
1271
ποίους ποτ’ λέοντας τρισωμάτους
1272
Τυφῶνας Γίγαντας τετρασκελῆ
1273
κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;
1274
τήντ’ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα
1275
ὕδραν φονεύσας μυρίωντ’ἄλλων πόνων
1276
διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην,
1277
Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος
1278
ὅπως πορεύσαιμ’ἐντολαῖς Εὐρυσθέως.
1279
τὸν λοίσθιον δὲ τόνδ’ἔτλην τάλας πόνον,
1280
παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς.
1281
ἥκω δ’ἀνάγκης ἐς τόδ’· οὔτ’ἐμαῖς φίλαις
1282
Θήβαις ἐνοικεῖν ὅσιον · ἢν δὲ καὶ μένω,
1283
ἐς ποῖον ἱερὸν πανήγυριν φίλων
1284
εἶμ’; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω.
1285
ἀλλ’Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν;
1286
φέρ’ἀλλ’ἐς ἄλλην δή τιν’ὁρμήσω πόλιν;
1287
κἄπειθ’ὑποβλεπώμεθ’ὡς ἐγνωσμένοι,
1288
γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι ·
1289
οὐχ οὗτος Διός, ὃς τέκν’ἔκτεινέν ποτε
1290
δάμαρτάτ’; οὐ γῆς τῆσδ’ἀποφθαρήσεται;
1291
κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲ
1292
αἱ μεταβολαὶ λυπηρόν · δ’ἀεὶ κακῶς
1293
ἔστ’, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.
1294
ἐς τοῦτο δ’ἥξειν συμφορᾶς οἶμαί ποτε ·
1295
φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με
1296
μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν
1297
πηγαίτε ποταμῶν, καὶ τὸν ἁρματήλατον
1298
Ἰξίον’ἐν δεσμοῖσιν ἐκμιμήσομαι.
1299
καὶ ταῦτ’ἄριστα μηδέν’Ἑλλήνων μ’ὁρᾶν,
1300
ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι.
1301
τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομεν
1302
βίον γ’ἀχρεῖον ἀνόσιον κεκτημένοι;
1303
χορευέτω δὴ Ζηνὸς κλεινὴ δάμαρ
1304
κρόουσ’Ὀλυμπίου Ζηνὸς ἀρβύλῃ πόδα.
1305
ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο,
1306
ἄνδρ’Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις
1307
ἄνω κάτω στρέψασα. τοιαύτῃ θεῷ
1308
τίς ἂν προσεύχοιθ’; γυναικὸς οὕνεκα
1309
λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας
1310
Ἑλλάδος ἀπώλεσ’οὐδὲν ὄντας αἰτίους.
Χορος
Χο.
Χο.
1311
οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε
1312
τῆς Διὸς δάμαρτος · εὖ τόδ’αἰσθάνῃ.
Θησευς
Θη.
Θη.
1313
παραινέσαιμ’ἂν μᾶλλον πάσχειν κακῶς.
1314
οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος,
1315
οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι.
1316
οὐ λέκτρ’ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος,
1317
συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδας
1318
πατέρας ἐκηλίδωσαν; ἀλλ’οἰκοῦσ’ὅμως
1319
Ὄλυμπον ἠνέσχοντόθ’ἡμαρτηκότες.
1320
καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς
1321
φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή;
1322
Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν,
1323
ἕπου δ’ἅμ’ἡμῖν πρὸς πόλισμα Παλλάδος.
1324
ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος,
1325
δόμουςτε δώσω χρημάτωντ’ἐμῶν μέρος.
1326
δ’ἐκ πολιτῶν δῶρ’ἔχω σώσας κόρους
1327
δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών,
1328
σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς
1329
τεμένη δέδασται · ταῦτ’ἐπωνομασμένα
1330
σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται
1331
ζῶντος · θανόντα δ’, εὖτ’ἂν εἰς Ἅιδου μόλῃς,
1332
θυσίαισι λαΐνοισίτ’ἐξογκώμασι
1333
τίμιον ἀνάξει πᾶσ’Ἀθηναίων πόλις.
1334
καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο
1335
ἄνδρ’ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν.
1336
κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας
1337
τήνδ’ἀντιδώσω · νῦν γὰρ εἶ χρεῖος φίλων.
1338
θεοὶ δ’ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων ·
1339
ἅλις γὰρ θεὸς ὠφελῶν, ὅταν θέλῃ.
Ηρακλης
Ηρ.
Ηρ.
1340
οἴμοι · πάρεργα μὲν τάδ’ἔστ’ἐμῶν κακῶν,
1341
ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρ’ μὴ θέμις
1342
στέργειν νομίζω, δεσμάτ’ἐξάπτειν χεροῖν
1343
οὔτ’ἠξίωσα πώποτ’οὔτε πείσομαι,
1344
οὐ δ’ἄλλον ἄλλου δεσπότην πεφυκέναι.
1345
δεῖται γὰρ θεός, εἴπερ ἔστ’ὀρθῶς θεός,
1346
οὐδενός · ἀοιδῶν οἵδε δύστηνοι λόγοι.
1347
ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν,
1348
μὴ δειλίαν ὄφλω τιν’ἐκλιπὼν φάος ·
1349
ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται,
1350
οὐ δ’ἀνδρὸς ἂν δύναιθ’ὑποστῆναι βέλος.
1351
ἐγκαρτερήσω βίοτον · εἶμι δ’ἐς πόλιν
1352
τὴν σήν, χάριντε μυρίων δώρων ἔχω.
1353
ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην ·
1354
ὧν οὔτ’ἀπεῖπον οὐδέν’οὔτ’ἀπ’ὀμμάτων
1355
ἔσταξα πηγάς, οὐ δ’ἂν ᾠόμην ποτὲ
1356
ἐς τοῦθ’ἱκέσθαι, δάκρυ’ἀπ’ὀμμάτων βαλεῖν ·
1357
νῦν δ’, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον.
1358
εἶεν · γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς,
1359
ὁρᾷς δὲ παίδων ὄντα μ’αὐθέντην ἐμῶν ·
1360
δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς
1361
δακρύοισι τιμῶν ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος
1362
πρὸς στέρν’ἐρείσας μητρὶ δούςτ’ἐς ἀγκάλας,
1363
κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας
1364
διώλεσ’ἄκων. γῇ δ’ἐπὴν κρύψῃς νεκρούς,
1365
οἴκει πόλιν τήνδ’, ἀθλίως μέν, ἀλλ’ὅμως
1366
ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά.
1367
τέκν’, φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ
1368
ἀπώλεσ’, οὐ δ’ὤνασθε τῶν ἐμῶν καλῶν,
1369
ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳ
1370
εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν.
1371
σέτ’οὐχ ὁμοίως, τάλαιν’, ἀπώλεσα
1372
ὥσπερ σὺ τἀμὰ λέκτρ’ἔσῳζες ἀσφαλῶς,
1373
μακρὰς διαντλοῦσ’ἐν δόμοις οἰκουρίας.
1374
οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δ’ἐμοῦ,
1375
ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι
1376
τέκνων γυναικόςτ’· λυγραὶ φιλημάτων
1377
τέρψεις, λυγραὶ δὲ τῶνδ’ὅπλων κοινωνίαι.
1378
ἀμηχανῶ γὰρ πότερ’ἔχω τάδ’ μεθῶ,
1379
πλευρὰ τἀμὰ προσπίτνοντ’ἐρεῖ τάδε ·
1380
ἡμῖν τέκν’εἷλες καὶ δάμαρθ’· ἡμᾶς ἔχεις
1381
παιδοκτόνους σούς. εἶτ’ἐγὼ τάδ’ὠλέναις
1382
οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων,
1383
ξὺν οἷς τὰ κάλλιστ’ἐξέπραξ’ἐν Ἑλλάδι,
1384
ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω;
1385
οὐ λειπτέον τάδ’, ἀθλίως δὲ σῳστέον.
1386
ἕν μοί τι, Θησεῦ, σύγκαμ’· ἀθλίου κυνὸς
1387
κόμιστρ’ἐς Ἄργος συγκατάστησον μολών,
1388
λύπῃ τι παίδων μὴ πάθω μονούμενος.
1389
γαῖα Κάδμου πᾶςτε Θηβαῖος λεώς,
1390
κείρασθε, συμπενθήσατ’, ἔλθετ’ἐς τάφον
1391
παίδων · ἅπαντας δ’ἑνὶ λόγῳ πενθήσετε
1392
νεκρούςτε κἀμέ · πάντες ἐξολώλαμεν
1393
Ἥρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ.
Θησευς
Θη.
Θη.
1394
ἀνίστασ’, δύστηνε · δακρύων δ’ἅλις.
Ηρακλης
Ηρ.
Ηρ.
1395
οὐκ ἂν δυναίμην · ἄρθρα γὰρ πέπηγέ μου.
Θησευς
Θη.
Θη.
1396
καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι.
Ηρακλης
Ηρ.
Ηρ.
1397
φεῦ · αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν.
Θησευς
Θη.
Θη.
1398
παῦσαι · δίδου δὲ χεῖρ’ὑπηρέτῃ φίλῳ.
Ηρακλης
Ηρ.
Ηρ.
1399
ἀλλ’αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις.
Θησευς
Θη.
Θη.
1400
ἔκμασσε, φείδου μηδέν · οὐκ ἀναίνομαι.
Ηρακλης
Ηρ.
Ηρ.
1401
παίδων στερηθεὶς παῖδ’ὅπως ἔχω σ’ἐμόν.
Θησευς
Θη.
Θη.
1402
δίδου δέρῃ σὴν χεῖρ’, ὁδηγήσω δ’ἐγώ.
Ηρακλης
Ηρ.
Ηρ.
1403
ζεῦγός γε φίλιον · ἅτερος δὲ δυστυχής.
1404
πρέσβυ, τοιόνδ’ἄνδρα χρὴ κτᾶσθαι φίλον.
Αμφιτρυων
Αμ.
Αμ.
1405
γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος.
Ηρακλης
Ηρ.
Ηρ.
1406
Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω τέκνα.
Θησευς
Θη.
Θη.
1407
ὡς δὴ τί; φίλτρον τοῦτ’ἔχων ῥᾴων ἔσῃ;
Ηρακλης
Ηρ.
Ηρ.
1408
ποθῶ · πατρόςτε στέρνα προσθέσθαι θέλω.
Αμφιτρυων
Αμ.
Αμ.
1409
ἰδοὺ τάδ’, παῖ · τἀμὰ γὰρ σπεύδεις φίλα.
Θησευς
Θη.
Θη.
1410
οὕτως πόνων σῶν οὐκέτι μνήμην ἔχεις;
Ηρακλης
Ηρ.
Ηρ.
1411
ἅπαντ’ἐλάσσω κεῖνα τῶνδ’ἔτλην κακά.
Θησευς
Θη.
Θη.
1412
εἴ σ’ὄψεταί τις θῆλυν ὄντ’, οὐκ αἰνέσει.
Ηρακλης
Ηρ.
Ηρ.
1413
ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ.
Θησευς
Θη.
Θη.
1414
ἄγαν γ’· κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν.
Ηρακλης
Ηρ.
Ηρ.
1415
σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν;
Θησευς
Θη.
Θη.
1416
ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ.
Ηρακλης
Ηρ.
Ηρ.
1417
πῶς οὖν ἔτ’ εἴπῃς ὅτι συνέσταλμαι κακοῖς;
Θησευς
Θη.
Θη.
1418
πρόβαινε.
Ηρακλης
Ηρ.
Ηρ.
1418
χαῖρ’, πρέσβυ.
Αμφιτρυων
Αμ.
Αμ.
1418
καὶ σύ μοι, τέκνον.
Ηρακλης
Ηρ.
Ηρ.
1419
θάφθ’ὥσπερ εἶπον παῖδας.
Αμφιτρυων
Αμ.
Αμ.
1419
ἐμὲ δὲ τίς, τέκνον;
Ηρακλης
Ηρ.
Ηρ.
1420
ἐγώ.
Αμφιτρυων
Αμ.
Αμ.
1420
πότ’ἐλθών;
Ηρακλης
Ηρ.
Ηρ.
1420
ἡνίκ’ἂν θάψῃς τέκνα.
Αμφιτρυων
Αμ.
Αμ.
1421
πῶς;
Ηρακλης
Ηρ.
Ηρ.
1421
εἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο.
1422
ἀλλ’ἐσκόμιζε τέκνα δυσκόμιστα γῇ ·
1423
ἡμεῖς δ’ἀναλώσαντες αἰσχύναις δόμον,
1424
Θησεῖ πανώλεις ἑψόμεσθ’ἐφολκίδες.
1425
ὅστις δὲ πλοῦτον σθένος μᾶλλον φίλων
1426
ἀγαθῶν πεπᾶσθαι βούλεται, κακῶς φρονεῖ.
Χορος
Χο.
Χο.
1427
στείχομεν οἰκτροὶ καὶ πολύκλαυτοι,
1428
τὰ μέγιστα φίλων ὀλέσαντες.