The Suppliants
Αιθρα
Αι.
Αι.
1Δήμητερ ἑστιοῦχ’Ἐλευσῖνος χθονὸς
2τῆσδ’, οἵτε ναοὺς ἔχετε πρόσπολοι θεᾶς,
3εὐδαιμονεῖν με Θησέατε παῖδ’ἐμὸν
4πόλιντ’Ἀθηνῶν τήντε Πιτθέως χθόνα,
5ἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασιν
6Αἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος
7Αἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν.
8ἐς τάσδε γὰρ βλέψασ’ἐπηυξάμην τάδε
9γραῦς, αἳ λιποῦσαι δώματ’Ἀργείας χθονὸς
10ἱκτῆρι θαλλῷ προσπίτνουσ’ἐμὸν γόνυ,
11πάθος παθοῦσαι δεινόν · ἀμφὶ γὰρ πύλας
12Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων
13ἄπαιδές εἰσιν, οὕς ποτ’Ἀργείων ἄναξ
14Ἄδραστος ἤγαγ’, Οἰδίπου παγκληρίας
15μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων
16γαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ
17θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ
18εἴργουσιν οἱ κρατοῦντες οὐ δ’ἀναίρεσιν
19δοῦναι θέλουσι, νόμιμ’ἀτίζοντες θεῶν.
20κοινὸν δὲ φόρτον ταῖσδ’ἔχων χρείας ἐμῆς
21Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε
22κεῖται, τότ’ἔγχος τήντε δυστυχεστάτην
23στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων ·
24ὅς μ’ἐξοτρύνει παῖδ’ἐμὸν πεῖσαι λιταῖς
25νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς
26ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον,
27μόνον τόδ’ἔργον προστιθεὶς ἐμῷ τέκνῳ
28πόλειτ’Ἀθηνῶν. τυγχάνω δ’ὑπὲρ χθονὸς
29ἀρότου προθύουσ’, ἐκ δόμων ἐλθοῦσ’ἐμῶν
30πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται
31φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς.
32δεσμὸν δ’ἄδεσμον τόνδ’ἔχουσα φυλλάδος
33μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν
34Κόρηςτε καὶ Δήμητρος, οἰκτίρουσα μὲν
35πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων,
36σέβουσα δ’ἱερὰ στέμματ’. οἴχεται δέ μοι
37κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν,
38ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός,
39ἢ τάσδ’ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺς
40ὅσιόν τι δράσας · πάντα γὰρ δι’ἀρσένων
41γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί.
Χορος
Χο.
Χο.
42ἱκετεύω σε, γεραιά,
43γεραιῶν ἐκ στομάτων, πρὸς
44γόνυ πίπτουσα τὸ σόν ·
45ἄνομοι — τέκνα λῦσαι. — φθιμένων
46νεκύων οἳ καταλείπουσι μέλη
47θανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν ·
48ἐσιδοῦσ’οἰκτρὰ μὲν ὄσσων
49δάκρυ’ἀμφὶ βλεφάροις,
50ῥυσὰ δὲ σαρκῶν πολιᾶν
51καταδρύμματα χειρῶν · τί γάρ; ἃ
52φθιμένους παῖδας ἐμοὺς οὔτε δόμοις
53προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ.
54ἔτεκες καὶ σύ ποτ’, ὦ πότνια, κοῦρον
55φίλα ποιησαμένα
56λέκτρα πόσει σῷ · μετά νυν
57δὸς ἐμοὶ σᾶς διανοίας,
58μετάδος δ’, ὅσσον ἐπαλγῶ μελέα ’γὼ
59φθιμένων οὓς ἔτεκον ·
60παράπεισον δὲ σόν, ὤ, λισσόμεθ’, ἐλθεῖν
61τέκνον Ἰσμηνὸν ἐμάντ’ἐς χέρα θεῖναι
62νεκύων θαλερᾷ σώματ’ἀλαίνοντ’ἄταφα.
63ὁσίως οὔχ, ὑπ’ἀνάγκας δὲ
64προπίπτουσα προσαιτοῦσ’ἔμολον
65δεξιπύρους θεῶν θυμέλας · ἔχομεν δ’ἔνδικα, καὶ σοί
66τι πάρεστι σθένος ὥστ’εὐτεκνίᾳ
67δυστυχίαν τὰν παρ’ἐμοὶ
68καθελεῖν · οἰκτρὰ δὲ πάσχουσ’ἱκετεύω
69σὸν ἐμοὶ παῖδα ταλαίνᾳ ’ν χερὶ θεῖναι
70νέκυν, ἀμφιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ.
71ἀγὼν ὅδ’ἄλλος ἔρχεται γόων γόων
72διάδοχος, ἀχοῦσι προσπόλων χέρες.
73ἴτ’ὦ ξυνῳδοὶ κτύποι,
74ἴτ’ὦ ξυναλγηδόνες,
75χορὸν τὸν Ἅιδας σέβει,
76διὰ παρῇδος ὄνυχα λευκὸν
77αἱματοῦτε χρῶτάτε φόνιον ·
78τὰ γὰρ φθιτῶν
78bτοῖς ὁρῶσι κόσμος.
79ἄπληστος ἅδε μ’ἐξάγει χάρις γόων
80πολύπονος, ὡς ἐξ ἀλιβάτου πέτρας
81ὑγρὰ ῥέουσα σταγὼν
82ἄπαυστος αἰεί · γόων,
83τὸ γὰρ θανόντων τέκνων
84ἐπιπονόν τι κατὰ γυναῖκας
85ἐς γόους πέφυκε πάθος. ἒ ἔ.
86θανοῦσα τῶνδ’
86bἀλγέων λαθοίμαν.
Θησευς
Θη.
Θη.
87τίνων γόων ἤκουσα καὶ στέρνων κτύπον
88νεκρῶντε θρήνους, τῶνδ’ἀνακτόρων ἄπο
89ἠχοῦς ἰούσης; ὡς φόβος μ’ἀναπτεροῖ
90μή μοί τι μήτηρ, ἣν μεταστείχω ποδί,
91χρονίαν ἀποῦσαν ἐκ δόμων ἔχῃ νέον.
92ἔα ·
93τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων ·
94μητέρα γεραιὰν βωμίαν ἐφημένην
95ξένουςθ’ὁμοῦ γυναῖκας, οὐχ ἕνα ῥυθμὸν κακῶν ἐχούσας · ἔκτε γὰρ γερασμίων
96ὄσσων ἐλαύνουσ’οἰκτρὸν ἐς γαῖαν δάκρυ,
97κουραίτε καὶ πεπλώματ’οὐ θεωρικά.
98τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί,
99ἡμῶν δ’ἀκούειν · προσδοκῶ τι γὰρ νέον.
Αιθρα
Αι.
Αι.
100ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων
101τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας
102ἑπτὰ στρατηγῶν · ἱκεσίοις δὲ σὺν κλάδοις
103φρουροῦσί μ’, ὡς δέδορκας, ἐν κύκλῳ, τέκνον.
Θησευς
Θη.
Θη.
104τίς δ’ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε;
Αιθρα
Αι.
Αι.
105Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ.
Θησευς
Θη.
Θη.
106οἱ δ’ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα;
Αιθρα
Αι.
Αι.
107οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι.
Θησευς
Θη.
Θη.
108τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίᾳ χερί;
Αιθρα
Αι.
Αι.
109οἶδ’· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον.
Θησευς
Θη.
Θη.
110σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ.
111λέγ’ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον ·
112πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν.
Αδραστος
Αδ.
Αδ.
113ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ,
114Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν.
Θησευς
Θη.
Θη.
115τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων;
Αδραστος
Αδ.
Αδ.
116οἶσθ’ἣν στρατείαν ἐστράτευσ’ὀλεθρίαν.
Θησευς
Θη.
Θη.
117οὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα.
Αδραστος
Αδ.
Αδ.
118ἐνταῦθ’ἀπώλεσ’ἄνδρας Ἀργείων ἄκρους.
Θησευς
Θη.
Θη.
119τοιαῦθ’ὁ τλήμων πόλεμος ἐξεργάζεται.
Αδραστος
Αδ.
Αδ.
120τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν.
Θησευς
Θη.
Θη.
121κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς;
Αδραστος
Αδ.
Αδ.
122κα- κἄπειτά γ’οἱ κτανόντες οὐκ ἐῶσί με.
Θησευς
Θη.
Θη.
123τί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν;
Αδραστος
Αδ.
Αδ.
124τί δ’; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν.
Θησευς
Θη.
Θη.
125ξύμβουλον οὖν μ’ἐπῆλθες; ἢ τίνος χάριν;
Αδραστος
Αδ.
Αδ.
126κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων.
Θησευς
Θη.
Θη.
127τὸ δ’Ἄργος ἡμῖν ποῦ ’στιν; ἢ κόμποι μάτην;
Αδραστος
Αδ.
Αδ.
128σφαλέντες οἰχόμεσθα. πρὸς σὲ δ’ἥκομεν.
Θησευς
Θη.
Θη.
129ἰδίᾳ δοκῆσάν σοι τόδ’ἢ πάσῃ πόλει;
Αδραστος
Αδ.
Αδ.
130πάντες σ’ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς.
Θησευς
Θη.
Θη.
131ἐκ τοῦ δ’ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους;
Αδραστος
Αδ.
Αδ.
132δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν.
Θησευς
Θη.
Θη.
133τῷ δ’ἐξέδωκας παῖδας Ἀργείων σέθεν;
Αδραστος
Αδ.
Αδ.
134οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις.
Θησευς
Θη.
Θη.
135ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας;
Αδραστος
Αδ.
Αδ.
136Τυδεῖ γε Πολυνείκειτε τῷ Θηβαιγενεῖ.
Θησευς
Θη.
Θη.
137τίν’εἰς ἔρωτα τῆσδε κηδείας μολών;
Αδραστος
Αδ.
Αδ.
138Φοίβου μ’ὑπῆλθε δυστόπαστ’αἰνίγματα.
Θησευς
Θη.
Θη.
139τί δ’εἶπ’Ἀπόλλων παρθένοις κραίνων γάμον;
Αδραστος
Αδ.
Αδ.
140κάπρῳ με δοῦναι καὶ λέοντι παῖδ’ἐμώ.
Θησευς
Θη.
Θη.
141σὺ δ’ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα;
Αδραστος
Αδ.
Αδ.
142ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας —
Θησευς
Θη.
Θη.
143τίς καὶ τίς; εἰπέ · δύο γὰρ ἐξαυδᾷς ἅμα.
Αδραστος
Αδ.
Αδ.
144Τυδεὺς μάχην ξυνῆψε Πολυνείκηςθ’ἅμα.
Θησευς
Θη.
Θη.
145ἦ τοῖσδ’ἔδωκας θηρσὶν ὣς κόρας σέθεν;
Αδραστος
Αδ.
Αδ.
146μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας.
Θησευς
Θη.
Θη.
147ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθ’ὅρους;
Αδραστος
Αδ.
Αδ.
148Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός.
Θησευς
Θη.
Θη.
149ὁ δ’Οἰδίπου τί, τίνι τρόπῳ Θήβας λιπών;
Αδραστος
Αδ.
Αδ.
150ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι.
Θησευς
Θη.
Θη.
151σοφήν γ’ἔλεξας τήνδ’ἑκούσιον φυγήν.
Αδραστος
Αδ.
Αδ.
152ἀλλ’οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν.
Θησευς
Θη.
Θη.
153οὔ πού σφ’ἀδελφὸς χρημάτων νοσφίζεται;
Αδραστος
Αδ.
Αδ.
154ταύτῃ δικάζων ἦλθον · εἶτ’ἀπωλόμην.
Θησευς
Θη.
Θη.
155μάντεις δ’ἐπῆλθες ἐμπύρωντ’εἶδες φλόγα;
Αδραστος
Αδ.
Αδ.
156οἴμοι; διώκεις μ’ᾗ μάλιστ’ἐγὼ ’σφάλην.
Θησευς
Θη.
Θη.
157οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν.
Αδραστος
Αδ.
Αδ.
158τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.
Θησευς
Θη.
Θη.
159οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης;
Αδραστος
Αδ.
Αδ.
160νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με.
Θησευς
Θη.
Θη.
161εὐψυχίαν ἔσπευσας ἀντ’εὐβουλίας.
Αδραστος
Αδ.
Αδ.
162ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας.
163ἀλλ’, ὦ καθ’Ἑλλάδ’ἀλκιμώτατον κάρα,
164ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω
165πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί,
166πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος ·
167ὅμως δ’ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς.
168σῶσον νεκρούς μοι, τα- τἀμάτ’οἰκτίρας κακὰ
169καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων,
170αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν,
171ἐλθεῖν δ’ἔτλησαν δεῦρο καὶ ξένον πόδα
172θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,
173πρεσβεύματ’οὐ Δήμητρος ἐς μυστήρια,
174ἀλλ’ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν
175κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.
176σοφὸν δὲ πενίαντ’εἰσορᾶν τὸν ὄλβιον,
177πένητάτ’εἰς τοὺς πλουσίους ἀποβλέπειν
178ζηλοῦνθ’, ἵν’αὐτὸν χρημάτων ἔρως ἔχῃ,
179τάτ’οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδοικέναι.
180[…] τόνθ’ὑμνοποιὸν αὐτὸς ἃν τίκτῃ μέλη
181χαίροντα τίκτειν · ἢν δὲ μὴ πάσχῃ τόδε,
182οὔτοι δύναιτ’ἂν οἴκοθέν γ’ἀτώμενος
183τέρπειν ἂν ἄλλους · οὐ δὲ γὰρ δίκην ἔχει.
184τάχ’οὖν ἂν εἴποις · Πελοπίαν παρεὶς χθόνα
185πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον;
186ἐγὼ δίκαιός εἰμ’ἀφηγεῖσθαι τάδε.
187Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους,
188τὰ δ’ἄλλα μικρὰ κα- κἀσθενῆ · πόλις δὲ σὴ
189μόνη δύναιτ’ἂν τόνδ’ὑποστῆναι πόνον ·
190τάτ’οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν
191ἔχει σὲ ποιμέν’ἐσθλόν · οὗ χρείᾳ πόλεις
192πολλαὶ διώλοντ’, ἐνδεεῖς στρατηλάτου.
Χορος
Χο.
Χο.
193κα- κἀγὼ τὸν αὐτὸν τῷδέ σοι λόγον λέγω,
194Θησεῦ, δι’οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.
Θησευς
Θη.
Θη.
195ἄλλοισι δὴ ’πόνησ’ἁμιλληθεὶς λόγῳ
196τοιῷδ’. ἔλεξε γάρ τις ὡς τὰ χείρονα
197πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων ·
198ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω,
199πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς ·
200εἰ μὴ γὰρ ἦν τόδ’, οὐκ ἂν ἦμεν ἐν φάει.
201αἰνῶ δ’ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου
202καὶ θηριώδους θεῶν διεσταθμήσατο,
203πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δ’ἄγγελον
204γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα,
205τροφήντε καρποῦ τῇ τροφῇτ’ἀπ’οὐρανοῦ
206σταγόνας ὑδρηλάς, ὡς τά γ’ἐκ γαίας τρέφῃ
207ἄρδῃτε νηδύν · πρὸς δὲ τοῖσι χείματος
208προβλήματ’, αἶθρον ἐξαμύνασθαι θεοῦ,
209πόντουτε ναυστολήμαθ’, ὡς διαλλαγὰς
210ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ.
211ἃ δ’ἔστ’ἄσημα κα- κοὐ σαφῶς γιγνώσκομεν,
212ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς
213μάντεις προσημαίνουσιν οἰωνῶντ’ἄπο.
214ἆρ’οὐ τρυφῶμεν θεοῦ κατασκευὴν βίῳ
215δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε;
216ἀλλ’ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν
217ζητεῖ, τὸ γαῦρον δ’ἐν φρεσὶν κεκτημένοι
218δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.
219ἧς καὶ σὺ φαίνῃ δεκάδος, οὐ σοφὸς γεγώς,
220ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς
221ξένοισιν ὧδ’ἔδωκας ὡς ζώντων θεῶν,
222λαμπρὸν δὲ θολερῷ δῶμα συμμείξας τὸ σὸν
223ἥλκωσας οἴκους · χρῆν γὰρ οὐ δὲ σώματα
224ἄδικα δικαίοις τὸν σοφὸν συμμιγνύναι,
225εὐδαιμονοῦντας δ’ἐς δόμους κτᾶσθαι φίλους.
226κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος
227τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσε
228τὸν συννοσοῦντα κα- κοὐδὲν ἠδικηκότα.
229ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων,
230μάντεων λεγόντων θέσφατ’, εἶτ’ἀτιμάσας
231βίᾳ παρελθὼν θεοὺς ἀπώλεσας πόλιν,
232νέοις παραχθείς, οἵτινες τιμώμενοι
233χαίρουσι πολέμουςτ’αὐξάνουσ’ἄνευ δίκης,
234φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῇ,
235ὁ δ’ὡς ὑβρίζῃ δύναμιν ἐς χεῖρας λαβών,
236ἄλλος δὲ κέρδους οὕνεκ’, οὐκ ἀποσκοπῶν
237τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε.
238τρεῖς γὰρ πολιτῶν μερίδες · οἳ μὲν ὄλβιοι
239ἀνωφελεῖςτε πλειόνωντ’ἐρῶσ’ἀεί ·
240οἳ δ’οὐκ ἔχοντες καὶ σπανίζοντες βίου
241δεινοί, νέμοντες τῷ φθόνῳ πλέον μέρος,
242ἐς τοὺς ἔχοντας κέντρ’ἀφιᾶσιν κακά,
243γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι ·
244τριῶν δὲ μοιρῶν ἡ ’ν μέσῳ σῴζει πόλεις,
245κόσμον φυλάσσουσ’ὅντιν’ἂν τάξῃ πόλις.
246κα- κἄπειτ’ἐγώ σοι σύμμαχος γενήσομαι;
247τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν;
248χαίρων ἴθ’· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς,
249αὐτὸς πιέζειν τὴν τύχην, ἡμᾶς δ’ἐᾶν.
Χορος
Χο.
Χο.
250ἥμαρτεν · ἐν νέοισι δ’ἀνθρώπων τόδε
251ἔνεστι · συγγνώμην δὲ τῷδ’ἔχειν χρεών.
252ἀλλ’ὡς ἰατρὸν τῶνδ’, ἄναξ, ἀφίγμεθα.
Αδραστος
Αδ.
Αδ.
253οὔτοι δικαστήν σ’εἱλόμην ἐμῶν κακῶν
254οὐ δ’, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι,
255τούτων κολαστὴν κα- κἀπιτιμητήν, ἄναξ,
256ἀλλ’ὡς ὀναίμην. εἰ δὲ μὴ βούλῃ τάδε,
257στέργειν ἀνάγκη τοῖσι σοῖς · τί γὰρ πάθω;
258ἄγ’, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην
259αὐτοῦ λιποῦσαι, φυλλάδος καταστροφῇ
260θεούςτε καὶ γῆν τήντε πυρφόρον θεὰν
261Δήμητρα θέμεναι μάρτυρ’ἡλίουτε φῶς,
262ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν.
Χορος
Χο.
Χο.
263[…]
264ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δ’ἡμεῖς χθονὸς
265τα- ταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα. τί δρᾷς; προδώσεις ταῦτα κα- κἀκβαλεῖς χθονὸς
266γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν;
267μὴ δῆτ’· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν,
268δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν
269ἔπτηξε χειμασθεῖσα · τῶν γὰρ ἐν βροτοῖς
270οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.
271βᾶθι, τάλαιν’, ἱερῶν δαπέδων ἄπο Περσεφονείας,
272βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα,
273τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ’γώ,
274οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους.
275ἰώ μοι · λάβετε φέρετε πέμπετε κρίνετε ταλαίνας χέρας γεραιάς.
276πρός σε γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι,
279ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία ·
280οἴκτισαι ἀμφὶ τέκνων μ’† ἱκέταν ἤ τιν’† ἀλάταν
281οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν.
282μη δ’ἀτάφους, τέκνον, ἐν χθονὶ Κάδμου χάρματα θηρῶν
283παῖδας ἐν ἁλικίᾳ τᾷ σᾷ κατίδῃς, ἱκετεύω.
284βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσι
285γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι.
Θησευς
Θη.
Θη.
286μῆτερ, τί κλαίεις λέπτ’ἐπ’ὀμμάτων φάρη
287βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους
288κλύουσα τῶνδε; κα- κἀμὲ γὰρ διῆλθέ τι.
289ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει
290σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη.
Αιθρα
Αι.
Αι.
291αἰαῖ.
Θησευς
Θη.
Θη.
291bτὰ τούτων οὐχὶ σοὶ στενακτέον.
Αιθρα
Αι.
Αι.
292ὦ τλήμονες γυναῖκες.
Θησευς
Θη.
Θη.
292bοὐ σὺ τῶνδ’ἔφυς.
Αιθρα
Αι.
Αι.
293εἴπω τι, τέκνον, σοίτε καὶ πόλει καλόν;
Θησευς
Θη.
Θη.
294ὡς πολλά γ’ἐστὶ κα- κἀπὸ θηλειῶν σοφά.
Αιθρα
Αι.
Αι.
295ἀλλ’εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει.
Θησευς
Θη.
Θη.
296αἰσχρόν γ’ἔλεξας, χρήστ’ἔπη κρύπτειν φίλοις.
Αιθρα
Αι.
Αι.
297οὔτοι σιωπῶσ’εἶτα μέμψομαί ποτε
298τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς,
299οὐ δ’ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν
300δείσασ’ἀφήσω τῷ φόβῳ το- τοὐμὸν καλόν.
301ἐγὼ δέ σ’, ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν
302σκοπεῖν κελεύω μὴ σφαλῇς ἀτιμάσας ·
303τα- τἄλλ’εὖ φρονῶν γάρ, ἐν μόνῳ τούτῳ ’σφάλης.
304πρὸς τοῖσδε δ’, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν
305τολμηρὸν εἶναι, κάρτ’ἂν εἶχον ἡσύχως ·
306νῦν δ’ἴσθι σοίτε τοῦθ’ὅσην τιμὴν φέρει,
307κα- κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον,
308ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς
309τάφουτε μοίρας καὶ κτερισμάτων λαχεῖν
310ἐς τήνδ’ἀνάγκην σῇ καταστῆσαι χερί,
311νόμιμάτε πάσης συγχέοντας Ἑλλάδος
312παῦσαι · τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις
313τοῦτ’ἔσθ’, ὅταν τις τοὺς νόμους σῴζῃ καλῶς.
314ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίᾳ χερῶν,
315πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν,
316δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου
317ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον,
318οὗ δ’ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν
319χρῆν ἐκπονῆσαι, δειλὸς ὢν ἐφηυρέθης.
320μὴ δῆτ’ἐμός γ’ὤν, ὦ τέκνον, δράσῃς τάδε.
321ὁρᾷς, ἄβουλος ὡς κεκερτομημένη
322τοῖς κερτομοῦσι γοργὸν ὄμμ’ἀναβλέπει
323σὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται ·
324αἱ δ’ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις
325σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι.
326οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις
327προσωφελήσων, ὦ τέκνον, κεχρημέναις;
328ὡς οὔτε ταρβῶ σὺν δίκῃ σ’ὁρμώμενον,
329Κάδμουθ’ὁρῶσα λαὸν εὖ πεπραγότα,
330ἔτ’αὐτὸν ἄλλα βλήματ’ἐν κύβοις βαλεῖν
331πέποιθ’· ὁ γὰρ θεὸς πάντ’ἀναστρέφει πάλιν.
Χορος
Χο.
Χο.
332ὦ φιλτάτη μοι, τῷδέτ’εἴρηκας καλῶς
333κα- κἀμοί · διπλοῦν δὲ χάρμα γίγνεται τόδε.
Θησευς
Θη.
Θη.
334ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι
335ὀρθῶς ἔχουσ’ἐς τόνδε, κα- κἀπεφηνάμην
336γνώμην ὑφ’οἵων ἐσφάλη βουλευμάτων ·
337ὁρῶ δὲ κα- κἀγὼ ταῦθ’ἅπερ με νουθετεῖς,
338ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις
339φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ
340ἔθος τόδ’εἰς Ἕλληνας ἐξελεξάμην,
341ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι.
342οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους.
343τί γάρ μ’ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν,
344ὅθ’ἡ τεκοῦσα κα- χὐπερορρωδοῦσ’ἐμοῦ
345πρώτη κελεύεις τόνδ’ὑποστῆναι πόνον;
346δράσω τάδ’· εἶμι καὶ νεκροὺς ἐκλύσομαι
347λόγοισι πείθων · εἰ δὲ μή, βίᾳ δορὸς
348ἤδη τόδ’ἔσται κα- κοὐχὶ σὺν φθόνῳ θεῶν.
349δόξαι δὲ χρῄζω καὶ πόλει πάσῃ τόδε.
350δόξει δ’ἐμοῦ θέλοντος · ἀλλὰ τοῦ λόγου
351προσδοὺς ἔχοιμ’ἂν δῆμον εὐμενέστερον.
352καὶ γὰρ κατέστησ’αὐτὸν ἐς μοναρχίαν
353ἐλευθερώσας τήνδ’ἰσόψηφον πόλιν.
354λαβὼν δ’Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων
355ἐς πλῆθος ἀστῶν εἶμι · καὶ πείσας τάδε,
356λεκτοὺς ἀθροίσας δεῦρ’Ἀθηναίων κόρους
357ἥξω · παρ’ὅπλοιςθ’ἥμενος πέμψω λόγους
358Κρέοντι νεκρῶν σώματ’ἐξαιτούμενος.
359ἀλλ’, ὦ γεραιαί, σέμν’ἀφαιρεῖτε στέφη
360μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω,
361φίλην προσάψας χεῖρα · τοῖς τεκοῦσι γὰρ
362δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων —
363κάλλιστον ἔρανον · δοὺς γὰρ ἀντιλάζυται
364παίδων παρ’αὑτοῦ τοιάδ’ἃν τοκεῦσι δῷ.
Χορος
Χο.
Χο.
365ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον,
366ἐκλύετε τάδ’, ἐκλύετε
367ἄνακτος ὅσια περὶ θεοὺς
368καὶ μεγάλα Πελασγίᾳ
368bκαὶ κατ’Ἄργος.
369εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν
370ἱκόμενος ἔτι ματέρος
371ἄγαλμα φόνιον ἐξέλοι,
372γᾶν δὲ φίλιον Ἰνάχου
372bθεῖτ’ὀνήσας.
373καλὸν δ’ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος
374χάριντ’ἔχει τὰν ἐς αἰεί.
375τί μοι πόλις κρανεῖ ποτ’; ἆρα φίλιά μοι
376τεμεῖ, καὶ τέκνοις ταφὰς ληψόμεσθα;
377ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος,
378νόμους βροτῶν μὴ μιαίνειν.
379σύ τοι σέβεις δίκαν, τὸ δ’ἧσσον ἀδικίᾳ
380νέμεις, δυστυχῆτ’ἀεὶ πάντα ῥύῃ.
Θησευς
Θη.
Θη.
381τέχνην μὲν αἰεὶ τήνδ’ἔχων ὑπηρετεῖς
382πόλειτε κα- κἀμοί, διαφέρων κηρύγματα ·
383ἐλθὼν δ’ὑπέρτ’Ἀσωπὸν Ἰσμηνοῦθ’ὕδωρ
384σεμνῷ τυράννῳ φράζε Καδμείων τάδε ·
385Θησεύς σ’ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς,
386συγγείτον’οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν,
387φίλοντε θέσθαι πάντ’Ἐρεχθειδῶν λεών.
388κα- κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος
389στεῖχ’· ἢν δ’ἀπιστῶσ’, οἵδε δεύτεροι λόγοι ·
390κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον.
391στρατὸς δὲ θάσσει κα- κἀξετάζεται παρὼν
392Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε.
393καὶ μὴν ἑκοῦσά γ’ἀσμένητ’ἐδέξατο
394πόλις πόνον τόνδ’, ὡς θέλοντά μ’ᾔσθετο.
395ἔα · λόγων τίς ἐμποδὼν ὅδ’ἔρχεται;
396Καδμεῖος, ὡς ἔοικεν οὐ σάφ’εἰδότι,
397κῆρυξ. ἐπίσχες, ἤν σ’ἀπαλλάξῃ πόνου
398μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν.
Κηρυξ
Κη.
Κη.
399τίς γῆς τύραννος; πρὸς τίν’ἀγγεῖλαί με χρὴ
400λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς
401Ἐτεοκλέους θανόντος ἀμφ’ἑπταστόμους
402πύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο;
Θησευς
Θη.
Θη.
403πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε,
404ζητῶν τύραννον ἐνθάδ’· οὐ γὰρ ἄρχεται
405ἑνὸς πρὸς ἀνδρός, ἀλλ’ἐλευθέρα πόλις.
406δῆμος δ’ἀνάσσει διαδοχαῖσιν ἐν μέρει
407ἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺς
408τὸ πλεῖστον, ἀλλὰ κα- χὡ πένης ἔχων ἴσον.
Κηρυξ
Κη.
Κη.
409ἓν μὲν τόδ’ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως
410κρεῖσσον · πόλις γὰρ ἧς ἐγὼ πάρειμ’ἄπο
411ἑνὸς πρὸς ἀνδρός, οὐκ ὄχλῳ κρατύνεται ·
412οὐ δ’ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις
413πρὸς κέρδος ἴδιον ἄλλοτ’ἄλλοσε στρέφει,
414τὸ δ’αὐτίχ’ἡδὺς καὶ διδοὺς πολλὴν χάριν,
415ἐσαῦθις ἔβλαψ’, εἶτα διαβολαῖς νέαις
416κλέψας τὰ πρόσθε σφάλματ’ἐξέδυ δίκης.
417ἄλλωςτε πῶς ἂν μὴ διορθεύων λόγους
418ὀρθῶς δύναιτ’ἂν δῆμος εὐθύνειν πόλιν;
419ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους
420κρείσσω δίδωσι. γαπόνος δ’ἀνὴρ πένης,
421εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο
422οὐκ ἂν δύναιτο πρὸς τὰ κοίν’ἀποβλέπειν.
423ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν,
424ὅταν πονηρὸς ἀξίωμ’ἀνὴρ ἔχῃ
425γλώσσῃ κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.
Θησευς
Θη.
Θη.
426κομψός γ’ὁ κῆρυξ καὶ παρεργάτης λόγων.
427ἐπεὶ δ’ἀγῶνα καὶ σὺ τόνδ’ἠγωνίσω,
428ἄκου’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
429οὐδὲν τυράννου δυσμενέστερον πόλει,
430ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι
431κοινοί, κρατεῖ δ’εἷς τὸν νόμον κεκτημένος
432αὐτὸς παρ’αὑτῷ · καὶ τόδ’οὐκέτ’ἔστ’ἴσον.
433γεγραμμένων δὲ τῶν νόμων ὅτ’ἀσθενὴς
434ὁ πλούσιόςτε τὴν δίκην ἴσην ἔχει,
435ἔστιν δ’ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις
436τὸν εὐτυχοῦντα τα- ταὔθ’, ὅταν κλύῃ κακῶς,
437νικᾷ δ’ὁ μείων τὸν μέγαν δίκαι’ἔχων.
438το- τοὐλεύθερον δ’ἐκεῖνο · τίς θέλει πόλει
439χρηστόν τι βούλευμ’ἐς μέσον φέρειν ἔχων;
440καὶ ταῦθ’ὁ χρῄζων λαμπρός ἐσθ’, ὁ μὴ θέλων
441σιγᾷ. τί τούτων ἔστ’ἰσαίτερον πόλει;
442καὶ μὴν ὅπου γε δῆμος αὐθέντης χθονός,
443ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις ·
444ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε,
445καὶ τοὺς ἀρίστους οὕςτ’ἂν ἡγῆται φρονεῖν
446κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι.
447πῶς οὖν ἔτ’ἂν γένοιτ’ἂν ἰσχυρὰ πόλις,
448ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν
449τόλμας ἀφαιρῇ κα- κἀπολωτίζῃ νέους;
450κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις
451ὡς τῷ τυράννῳ πλείον’ἐκμοχθῇ βίον;
452ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς,
453τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ,
454δάκρυα δ’ἑτοιμάζουσι; μὴ ζῴην ἔτι,
455εἰ τα- τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται.
456καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα.
457ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;
458κλαίων γ’ἂν ἦλθες, εἴ σε μὴ † ’πεμψεν πόλις,
459περισσὰ φωνῶν · τὸν γὰρ ἄγγελον χρεὼν
460λέξανθ’ὅσ’ἂν τάξῃ τις ὡς τάχος πάλιν
461χωρεῖν. τὸ λοιπὸν δ’εἰς ἐμὴν πόλιν Κρέων
462ἧσσον λάλον σου πεμπέτω τιν’ἄγγελον.
Χορος
Χο.
Χο.
463φεῦ φεῦ · κακοῖσιν ὡς ὅταν δαίμων διδῷ
464καλῶς, ὑβρίζουσ’ὡς ἀεὶ πράξοντες εὖ.
Κηρυξ
Κη.
Κη.
465λέγοιμ’ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων
466σοὶ μὲν δοκείτω ταῦτ’, ἐμοὶ δὲ τα- τἀντία.
467ἐγὼ δ’ἀπαυδῶ πᾶςτε Καδμεῖος λεὼς
468Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι ·
469εἰ δ’ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας,
470λύσαντα σεμνὰ στεμμάτων μυστήρια
471τῆσδ’ἐξελαύνειν, μη δ’ἀναιρεῖσθαι νεκροὺς
472βίᾳ, προσήκοντ’οὐδὲν Ἀργείων πόλει.
473κα- κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλιν
474σὴν ναυστολήσεις · εἰ δὲ μή, πολὺς κλύδων
475ἡμῖντε καὶ σοὶ συμμάχοιςτ’ἔσται δορός.
476σκέψαι δέ, καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος
477λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων,
478σφριγῶντ’ἀμείψῃ μῦθον ἐκ βραχιόνων ·
479ἐλπὶς γάρ ἐστ’ἄπιστον, ἣ πολλὰς πόλεις
480συνῆψ’, ἄγουσα θυμὸν εἰς ὑπερβολάς.
481ὅταν γὰρ ἔλθῃ πόλεμος ἐς ψῆφον λεώ,
482οὐδεὶς ἔθ’αὑτοῦ θάνατον ἐκλογίζεται,
483τὸ δυστυχὲς δὲ τοῦτ’ἐς ἄλλον ἐκτρέπει ·
484εἰ δ’ἦν παρ’ὄμμα θάνατος ἐν ψήφου φορᾷ,
485οὐκ ἄν ποθ’Ἑλλὰς δοριμανὴς ἀπώλλυτο.
486καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν
487τὸν κρείσσον’ἴσμεν, καὶ τὰ χρηστὰ καὶ κακά,
488ὅσῳτε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς ·
489ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη,
490Ποιναῖσι δ’ἐχθρά, τέρπεται δ’εὐπαιδίᾳ,
491χαίρει δὲ πλούτῳ. ταῦτ’ἀφέντες οἱ κακοὶ
492πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα
493δουλούμεθ’, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.
494σὺ δ’ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς,
495θάπτων κομίζωνθ’ὕβρις οὓς ἀπώλεσεν;
496οὔ τα- τἄρ’ἔτ’ὀρθῶς Καπανέως κεραύνιον
497δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας
498ὃς προσβαλὼν πύλῃσιν ὤμοσεν πόλιν
499πέρσειν θεοῦ θέλοντος ἤντε μὴ θέλῃ;
500οὐ δ’ἥρπασεν χάρυβδις οἰωνοσκόπον,
501τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,
502ἄλλοιτε κεῖνται πρὸς πύλαις λοχαγέται
503πέτροις καταξανθέντες ὀστέων ῥαφάς;
504ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διός,
505ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι.
506φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα,
507ἔπειτα τοκέας πατρίδαθ’, ἣν αὔξειν χρεὼν
508καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασύς ·
509νεώςτε ναύτης ἥσυχος, καιρῷ σοφός.
510καὶ τοῦτ’ἐμοὶ τα- τἀνδρεῖον, ἡ προμηθία.
Χορος
Χο.
Χο.
511ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος,
512ὑμᾶς δ’ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδ’ὕβριν.
Αδραστος
Αδ.
Αδ.
513ὦ παγκάκιστε —
Θησευς
Θη.
Θη.
513bσῖγ’, Ἄδραστ’, ἔχε στόμα,
514καὶ μὴ ’πίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους
515θῇς · οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε,
516ἀλλ’ὡς ἔμ’· ἡμᾶς κα- κἀποκρίνασθαι χρεών.
517καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτ’ἀμείψομαι.
518οὐκ οἶδ’ἐγὼ Κρέοντα δεσπόζοντ’ἐμοῦ
519οὐ δὲ σθένοντα μεῖζον, ὥστ’ἀναγκάσαι
520δρᾶν τὰς Ἀθήνας ταῦτ’· ἄνω γὰρ ἂν ῥέοι
521τὰ πράγμαθ’οὕτως, εἰ ’πιταξόμεσθα δή.
522πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι,
523ὃς οὐ δὲ σὺν τοῖσδ’ἦλθον ἐς Κάδμου χθόνα ·
524νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν
525οὐ δ’ἀνδροκμῆτας προσφέρων ἀγωνίας,
526θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον
527σῴζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον;
528εἰ γάρ τι καὶ πεπόνθατ’Ἀργείων ὕπο,
529τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς,
530αἰσχρῶς δ’ἐκείνοις, κα- χἡ δίκη διοίχεται.
531ἐάσατ’ἤδη γῇ καλυφθῆναι νεκρούς,
532ὅθεν δ’ἕκαστον ἐς τὸ φῶς ἀφίκετο,
533ἐνταῦθ’ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα,
534τὸ σῶμα δ’ἐς γῆν · οὔτι γὰρ κεκτήμεθα
535ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον,
536κα- κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν.
537δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς;
538ἥκιστα · πάσης Ἑλλάδος κοινὸν τόδε,
539εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν
540ἀτάφους τις ἕξει · δειλίαν γὰρ ἐσφέρει
541τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῇ νόμος.
542κα- κἀμοὶ μὲν ἦλθες δείν’ἀπειλήσων ἔπη,
543νεκροὺς δὲ ταρβεῖτ’, εἰ κρυβήσονται χθονί;
544τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν
545ταφέντες ὑμῶν; ἢ τέκν’ἐν μυχῷ χθονὸς
546φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;
547σκαιόν γε τα- τἀνάλωμα τῆς γλώσσης τόδε,
548φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.
549ἀλλ’, ὦ μάταιοι, γνῶτε τα- τἀνθρώπων κακά ·
550παλαίσμαθ’ἡμῶν ὁ βίος · εὐτυχοῦσι δὲ
551οἳ μὲν τάχ’, οἳ δ’ἐσαῦθις, οἳ δ’ἤδη βροτῶν,
552τρυφᾷ δ’ὁ δαίμων · πρόςτε γὰρ τοῦ δυστυχοῦς,
553ὡς εὐτυχήσῃ, τίμιος γεραίρεται,
554ὅτ’ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν
555ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε
556ἀδικουμένουςτε μέτρια μὴ θυμῷ φέρειν
557ἀδικεῖντε τοιαῦθ’οἷα μὴ βλάψαι πόλιν.
558πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς
559θάψαι δὸς ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν.
560ἢ δῆλα τα- τἀνθένδ’· εἶμι καὶ θάψω βίᾳ.
561οὐ γάρ ποτ’εἰς Ἕλληνας ἐξοισθήσεται
562ὡς εἰς ἔμ’ἐλθὼν καὶ πόλιν Πανδίονος
563νόμος παλαιὸς δαιμόνων διεφθάρη.
Χορος
Χο.
Χο.
564θάρσει · τὸ γάρ τοι τῆς Δίκης σῴζων φάος
565πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους.
Κηρυξ
Κη.
Κη.
566βούλῃ συνάψω μῦθον ἐν βραχεῖ † σέθεν †;
Θησευς
Θη.
Θη.
567λέγ’, εἴ τι βούλῃ · καὶ γὰρ οὐ σιγηλὸς εἶ.
Κηρυξ
Κη.
Κη.
568οὐκ ἄν ποτ’ἐκ γῆς παῖδας Ἀργείων λάβοις.
Θησευς
Θη.
Θη.
569κα- κἀμοῦ νυν ἀντάκουσον, εἰ βούλῃ, πάλιν.
Κηρυξ
Κη.
Κη.
570κλύοιμ’ἄν · οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος.
Θησευς
Θη.
Θη.
571θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας.
Κηρυξ
Κη.
Κη.
572ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον.
Θησευς
Θη.
Θη.
573πολλοὺς ἔτλην δὴ † κα- χἀτέρους ἄλλους πόνους †.
Κηρυξ
Κη.
Κη.
574ἦ πᾶσιν οὖν σ’ἔφυσεν ἐξαρκεῖν πατήρ;
Θησευς
Θη.
Θη.
575ὅσοι γ’ὑβρισταί · χρηστὰ δ’οὐ κολάζομεν.
Κηρυξ
Κη.
Κη.
576πράσσειν σὺ πόλλ’εἴωθας ἥτε σὴ πόλις.
Θησευς
Θη.
Θη.
577τοιγὰρ πονοῦσα πολλὰ πόλλ’εὐδαιμονεῖ.
Κηρυξ
Κη.
Κη.
578ἔλθ’, ὥς σε λόγχη σπαρτὸς ἐν πόλει λάβῃ.
Θησευς
Θη.
Θη.
579τίς δ’ἐκ δράκοντος θοῦρος ἂν γένοιτ’Ἄρης;
Κηρυξ
Κη.
Κη.
580γνώσῃ σὺ πάσχων · νῦν δ’ἔτ’εἶ νεανίας.
Θησευς
Θη.
Θη.
581οὔτοι μ’ἐπαρεῖς ὥστε θυμῶσαι φρένας
582τοῖς σοῖσι κόμποις · ἀλλ’ἀποστέλλου χθονός,
583λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών.
584περαίνομεν γὰρ οὐδέν.
584bὁρμᾶσθαι χρεὼν
585πάντ’ἄνδρ’ὁπλίτην ἁρμάτωντ’ἐπεμβάτην,
586μοναμπύκωντε φάλαρα κινεῖσθαι στόμα
587ἀφρῷ καταστάζοντα Καδμείαν χθόνα.
588χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας
590αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων
589αὐτόςτε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν,
591Ἄδραστε, κα- κἀμοὶ μὴ ἀναμίγνυσθαι τύχας
592τὰς σάς. ἐγὼ γὰρ δαίμονος το- τοὐμοῦ μέτα
593στρατηλατήσω καινὸς ἐν καινῷ δορί.
594ἓν δεῖ μόνον μοι · τοὺς θεοὺς ἔχειν, ὅσοι
595δίκην σέβονται · ταῦτα γὰρ ξυνόνθ’ὁμοῦ
596νίκην δίδωσιν. ἁρετὴ δ’οὐδὲν λέγει
597βροτοῖσιν, ἢ μὴ τὸν θεὸν χρῄζοντ’ἔχῃ.
Χορος
Χο.
Χο.
598— ὦ μέλεαι μελέων ματέρες λοχαγῶν,
599ὥς μοι ὑφ’ἥπατι χλωρὸν δεῖμα θάσσει —
600— τίν’αὐδὰν τάνδε προσφέρεις νέαν;
601— στράτευμα πᾷ Παλλάδος κριθήσεται;
602— διὰ δορὸς εἶπας, ἢ λόγων ξυναλλαγαῖς;
603— γένοιτ’ἂν κέρδος · εἰ δ’ἀρείφατοι
604φόνοι μάχαι στερνοτυπεῖςτ’ἀνὰ πτόλιν
605κτύποι φανήσονται,
606τάλαινα, τίνα λόγον, τίν’ἂν τῶνδ’αἰτία λάβοιμι;
607— ἀλλὰ τὸν εὐτυχίᾳ λαμπρὸν ἄν τις αἱροῖ
608μοῖρα πάλιν · τόδε μοι θράσος ἀμφιβαίνει.
610— δικαίους δαίμονας σύ γ’ἐννέπεις.
611— τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς;
612— διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ.
613— φόβῳ γὰρ τῷ πάρος διόλλυσαι ·
614δίκα δίκαν δ’ἐκάλεσε καὶ φόνος φόνον,
615κακῶν δ’ἀναψυχὰς θεοὶ
617βροτοῖς νέμουσι, πάντων τέρμ’ἔχοντες αὐτοί.
618— τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθ’ἄν,
619Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι —
620— ποτανὰν εἴ σέ τις θεῶν κτίσαι.
621— διπόταμον ἵνα πόλιν μόλω.
622— εἰδείης ἂν φίλων εἰδείης ἂν τύχας.
623— τίς ποτ’αἶσα, τίς ἄρα πότμος
624ἐπιμένει τὸν ἄλκιμον
625τᾶσδε γᾶς ἄνακτα;
626— κεκλημένους μὲν ἀνακαλούμεθ’αὖ θεούς ·
627— ἀλλὰ φόβων πίστις ἅδε πρώτα.
628— ἰὼ Ζεῦ, τᾶς παλαιομάτορος
629παιδογόνε πόριος Ἰνάχου.
630— πόλει μοι ξύμμαχος γενοῦ τᾷδ’εὐμενής.
631— τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμα
632πόλεος, ἐκκομίζομαι
633πρὸς πυρὰν ὑβρισθέν.
Αγγελος
Αγ.
Αγ.
634γυναῖκες, ἥκω πόλλ’ἔχων λέγειν φίλα,
635αὐτόςτε σωθείς · ᾑρέθην γὰρ ἐν μάχῃ,
636ἣν οἱ θανόντων ἑπτὰ δεσποτῶν λόχοι
637ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα ·
638νίκηντε Θησέως ἀγγελῶν. λόγου δέ σε
639μακροῦ ἀποπαύσω · Καπανέως γὰρ ἦ λάτρις,
640ὃν Ζεὺς κεραυνῷ πυρπόλῳ καταιθαλοῖ.
Χορος
Χο.
Χο.
641ὦ φίλτατ’, εὖ μὲν νόστον ἀγγέλλεις σέθεν
642τήντ’ἀμφὶ Θησέως βάξιν · εἰ δὲ καὶ στρατὸς
643σῶς ἐστ’Ἀθηνῶν, πάντ’ἂν ἀγγέλλοις φίλα.
Αγγελος
Αγ.
Αγ.
644σῶς, καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν
645πρᾶξαι ξὺν Ἀργείοισιν, οὓς ἀπ’Ἰνάχου
646στείλας ἐπεστράτευσε Καδμείων πόλιν.
Χορος
Χο.
Χο.
647πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος
648ἔστησεν οἵτε συμμετασχόντες δορός;
649λέξον · παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς.
Αγγελος
Αγ.
Αγ.
650λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής,
651ἔβαλλε γαῖαν · ἀμφὶ δ’Ἠλέκτρας πύλας
652ἔστην θεατὴς πύργον εὐαγῆ λαβών.
653ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων ·
654τευχεσφόρον μὲν λαὸν ἐκτείνοντ’ἄνω
655Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος,
656αὐτόντ’ἄνακτα, παῖδα κλεινὸν Αἰγέως,
657καὶ τοὺς σὺν αὐτῷ, δεξιὸν τεταγμένους
658κέρας, παλαιᾶς Κεκροπίαςτ’οἰκήτορας,
662ἴσους ἀριθμόν · ἁρμάτων δ’ὀχήματα
659αὐτόντε Πάραλον ἐστολισμένον δορὶ
660κρήνην παρ’αὐτὴν Ἄρεος · ἱππότην δ’ὄχλον
661πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον.
664Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων,
665νεκροὺς ὄπισθεν θέμενος, ὧν ἔκειτ’ἀγών,
663ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος.
666ἱππεῦσι δ’ἱππῆς ἦσαν ἀνθωπλισμένοι
667τετραόροισίτ’ἀντί’ἅρμαθ’ἅρμασιν.
668κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε ·
669σιγᾶτε, λαοί · σῖγα, Καδμείων στίχες,
670ἀκούσαθ’· ἡμεῖς ἥκομεν νεκροὺς μέτα,
671θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον
672σῴζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον.
673κα- κοὐδὲν Κρέων τοῖσδ’ἀντεκήρυξεν λόγοις,
674ἀλλ’ἧστ’ἐφ’ὅπλοις σῖγα. ποιμένες δ’ὄχων
675τετραόρων κατῆρχον ἐντεῦθεν μάχης ·
676πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους,
677παραιβάτας ἔστησαν ἐς τάξιν δορός.
678κα- χοἲ μὲν σιδήρῳ διεμάχονθ’, οἳ δ’ἔστρεφον
679πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας.
680ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ
681ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον,
682οἵτ’αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν,
683συνῆψαν ἀλκὴν κα- κἀκράτουν ἡσσῶντότε.
684λεύσσων δὲ ταῦτα κα- κοὐ κλύων — ἐκεῖ γὰρ ἦ
685ἔνθ’ἅρματ’ἠγωνίζεθ’οἵτ’ἐπεμβάται —
686τα- τἀκεῖ παρόντα πολλὰ πήματ’, οὐκ ἔχω
687τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν
688κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν,
689ἢ τοὺς ἄνωτε καὶ κάτω φορουμένους
690ἱμᾶσιν, αἵματόςτε φοινίου ῥοάς,
691τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων
692ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳ
693πρὸς ἁρμάτωντ’ἀγαῖσι λειπόντων βίον;
694νικῶντα δ’ἵπποις ὡς ὑπείδετο στρατὸν
695Κρέων τὸν ἐνθένδ’, ἰτέαν λαβὼν χερὶ
696χωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.
699καὶ συμπατάξαντες μέσον πάντα στρατὸν
700ἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύων
701κελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ ·
702θεῖν’· ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ.
697καὶ μὴν τὰ Θησέως γ’οὐκ ὄκνῳ διεφθάρη,
698ἀλλ’ἵετ’εὐθὺς λάμπρ’ἀναρπάσας ὅπλα ·
703λόχος δ’ὀδόντων ὄφεος ἐξηνδρωμένος
704δεινὸς παλαιστὴς ἦν · ἔκλινε γὰρ κέρας
705τὸ λαιὸν ἡμῶν · δεξιοῦ δ’ἡσσώμενον
706φεύγει τὸ κείνων · ἦν δ’ἀγὼν ἰσόρροπος.
707κα- κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν ·
708οὐ γὰρ τὸ νικῶν τοῦτ’ἐκέρδαινεν μόνον,
709ἀλλ’ᾤχετ’ἐς τὸ κάμνον οἰκείου στρατοῦ.
710ἔρρηξε δ’αὐδήν, ὥσθ’ὑπηχῆσαι χθόνα ·
711ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ
712σπαρτῶν τόδ’ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.
713θάρσος δ’ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ.
714αὐτόςθ’ὅπλισμα το- τοὐπιδαύριον λαβὼν
715δεινῆς κορύνης διαφέρων ἐσφενδόνα
716ὁμοῦ τραχήλους κα- κἀπικείμενον κάρα,
717κυνέας θερίζων κα- κἀποκαυλίζων ξύλῳ.
718μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.
719ἐγὼ δ’ἀνηλάλαξα κα- κἀνωρχησάμην
720κα- κἄκρουσα χεῖρας. οἳ δ’ἔτεινον ἐς πύλας.
721βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν
722νέων γερόντων, ἱεράτ’ἐξεπίμπλασαν
723φόβῳ. παρὸν δὲ τειχέων ἔσω μολεῖν,
724Θησεὺς ἐπέσχεν · οὐ γὰρ ὡς πέρσων πόλιν
725μολεῖν ἔφασκεν, ἀλλ’ἀπαιτήσων νεκρούς.
726τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών,
727ὃς ἔντε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος
728μισεῖθ’ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς
729ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα
730ζητῶν ἀπώλεσ’ὄλβον ᾧ χρῆσθαι παρῆν.
Χορος
Χο.
Χο.
731νῦν τήνδ’ἄελπτον ἡμέραν ἰδοῦσ’ἐγὼ
732θεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶς
733ἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην.
Αδραστος
Αδ.
Αδ.
734ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς
735φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα
736δρῶμέντε τοιαῦθ’ἃν σὺ τυγχάνῃς θέλων.
737ἡμῖν γὰρ ἦν τότ’Ἄργος οὐχ ὑποστατόν,
738αὐτοίτε πολλοὶ καὶ νέοι βραχίοσιν ·
739Ἐτεοκλέουςτε σύμβασιν ποιουμένου,
740μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν,
741κα- κἄπειτ’ἀπωλόμεσθα. ὁ δ’αὖ τότ’εὐτυχής,
742λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα,
743ὕβριζ’, ὑβρίζωντ’αὖθις ἀνταπώλετο
744Κάδμου κακόφρων λαός. ὦ καιροῦ πέρα
745τὸ τόξον ἐντείνοντες · ὦ κενοὶ βροτῶν,
746καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά,
747φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν ·
748πόλειςτ’, ἔχουσαι διὰ λόγου κάμψαι κακά,
749φόνῳ καθαιρεῖσθ’, οὐ λόγῳ, τὰ πράγματα.
750ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν,
751πῶς ἐξεσώθης · εἶτα τα- τἄλλ’ἐρήσομαι.
Αγγελος
Αγ.
Αγ.
752ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί,
753πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός.
Αδραστος
Αδ.
Αδ.
754ὧν δ’οὕνεχ’ἁγὼν ἦν, νεκροὺς κομίζετε;
Αγγελος
Αγ.
Αγ.
755ὅσοι γε κλεινοῖς ἕπτ’ἐφέστασαν δόμοις.
Αδραστος
Αδ.
Αδ.
756πῶς φῄς; ὁ δ’ἄλλος ποῦ κεκμηκότων ὄχλος;
Αγγελος
Αγ.
Αγ.
757τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς.
Αδραστος
Αδ.
Αδ.
758το- τοὐκεῖθεν ἢ το- τοὐνθένδε; τίς δ’ἔθαψέ νιν;
Αγγελος
Αγ.
Αγ.
759Θησεύς, σκιώδης ἔνθ’Ἐλευθερὶς πέτρα.
Αδραστος
Αδ.
Αδ.
760οὓς δ’οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών;
Αγγελος
Αγ.
Αγ.
761ἐγγύς · πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται.
Αδραστος
Αδ.
Αδ.
762ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου;
Αγγελος
Αγ.
Αγ.
763οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ.
Αδραστος
Αδ.
Αδ.
763a[…]
Αγγελος
Αγ.
Αγ.
764φαίης ἄν, εἰ παρῆσθ’ὅτ’ἠγάπα νεκρούς.
Αδραστος
Αδ.
Αδ.
765ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς;
Αγγελος
Αγ.
Αγ.
766κα- κἄστρωσέ γ’εὐνὰς κα- κἀκάλυψε σώματα.
Αδραστος
Αδ.
Αδ.
767δεινὸν μὲν ἦν βάσταγμα κα- κᾀσχύνην ἔχον.
Αγγελος
Αγ.
Αγ.
768τί δ’αἰσχρὸν ἀνθρώποισι τα- τἀλλήλων κακά;
Αδραστος
Αδ.
Αδ.
769οἴμοι · πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον.
Αγγελος
Αγ.
Αγ.
770ἄκραντ’ὀδύρῃ ταῖσδέτ’ἐξάγεις δάκρυ.
Αδραστος
Αδ.
Αδ.
771δοκῶ μέν, αὐταί γ’εἰσὶν αἱ διδάσκαλοι.
772ἀλλ’εἶεν · αἴρω χεῖρ’ἀπαντήσας νεκροῖς
773Ἅιδουτε μολπὰς ἐκχέω δακρυρρόους,
774φίλους προσαυδῶν, ὧν λελειμμένος τάλας
775ἔρημα κλαίω · τοῦτο γὰρ μόνον βροτοῖς
776οὐκ ἔστι τα- τἀνάλωμ’ἀναλωθὲν λαβεῖν,
777ψυχὴν βροτείαν · χρημάτων δ’εἰσὶν πόροι.
Χορος
Χο.
Χο.
778τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ.
779πόλει μὲν εὐδοξία
780καὶ στρατηλάταις δορὸς
781διπλάζεται τιμά ·
782ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη
783πικρόν, καλὸν θέαμα δ’, εἴπερ ὄψομαι,
784τὰν ἄελπτον ἁμέραν
785ἰδοῦσα, πάντων μέγιστον ἄλγος.
786ἄγαμόν μ’ἔτι δεῦρ’ἀεὶ
787Χρόνος παλαιὸς πατὴρ
788ὤφελ’ἁμερᾶν κτίσαι.
789τί γάρ μ’ἔδει παίδων;
790τὸ μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι
791πάθος περισσόν, εἰ γάμων ἀπεζύγην,
792νῦν δ’ὁρῶ σαφέστατον
793κακόν, τέκνων φιλτάτων στερεῖσα.
794ἀλλὰ τάδ’ἤδη σώματα λεύσσω
795τῶν οἰχομένων παίδων · μελέα
796πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις
797κοινὸν ἐς Ἅιδην καταβᾶσα;
Αδραστος
Αδ.
Αδ.
798στεναγμόν, ὦ ματέρες,
799τῶν κατὰ χθονὸς νεκρῶν
800ἀύσατ’ἀπύσατ’ἀντίφων’ἐμῶν
801στεναγμάτων κλύουσαι.
Χορος
Χο.
Χο.
802ὦ παῖδες, ὦ πικρὸν φίλων
803προσηγόρημα ματέρων,
804προσαυδῶ σε τὸν θανόντα.
Αδραστος
Αδ.
Αδ.
805ἰὼ ἰώ.
Χορος
Χο.
Χο.
805bτῶν γ’ἐμῶν κακῶν ἐγώ.
Αδραστος
Αδ.
Αδ.
806αἰαῖ.
Χορος
Χο.
Χο.
806b[…]
Αδραστος
Αδ.
Αδ.
807ἐπάθομεν ὤ […]
Χορος
Χο.
Χο.
807bτὰ κύντατ’ἄλγη κακῶν.
Αδραστος
Αδ.
Αδ.
808ὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε;
Χορος
Χο.
Χο.
809ὁρῶσι κα- κἀμὲ τὰν
810τάλαιναν, τέκνων ἄπαιδα.
Αδραστος
Αδ.
Αδ.
811προσάγετε τῶν δυσπότμων
812σώμαθ’αἱματοσταγῆ,
813σφαγέντας οὐκ ἄξι’οὐ δ’ὑπ’ἀξίων,
814ἐν οἷς ἀγὼν ἐκράνθη.
Χορος
Χο.
Χο.
815δόθ’, ὡς περιπτυχαῖσι δὴ
816χέρας προσαρμόσασ’ἐμοῖς
817ἐν ἀγκῶσι τέκνα θῶμαι.
Αδραστος
Αδ.
Αδ.
818ἔχεις ἔχεις.
Χορος
Χο.
Χο.
818bπημάτων γ’ἅλις βάρος.
Αδραστος
Αδ.
Αδ.
819αἰαῖ.
Χορος
Χο.
Χο.
819bτοῖς τεκοῦσι δ’οὐ λέγεις;
Αδραστος
Αδ.
Αδ.
820ἀίετέ μου.
Χορος
Χο.
Χο.
820bστένεις ἐπ’ἀμφοῖν ἄχη.
Αδραστος
Αδ.
Αδ.
821εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.
Χορος
Χο.
Χο.
822ἐμὸν δὲ μήποτ’ἐζύγη
823δέμας ἐς ἀνδρὸς εὐνάν.
Αδραστος
Αδ.
Αδ.
824ἴδετε κακῶν πέλαγος, ὦ
825ματέρες τάλαιναι τέκνων.
Χορος
Χο.
Χο.
826κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθ’, ἀμφὶ δὲ
827σποδὸν κάρᾳ κεχύμεθα.
Αδραστος
Αδ.
Αδ.
828ἰὼ ἰώ μοί μοι ·
829κατά με πέδον γᾶς ἕλοι,
830διὰ δὲ θύελλα σπάσαι,
831πυρόςτε φλογμὸς ὁ Διὸς ἐν κάρᾳ πέσοι.
Χορος
Χο.
Χο.
833πικροὺς ἐσεῖδες γάμους,
834πικρὰν δὲ Φοίβου φάτιν ·
835ἔρημά σ’ἁ πολύστονος Οἰδιπόδα
836δώματα λιποῦσ’ἦλθ’Ἐρινύς.
Θησευς
Θη.
Θη.
837μέλλων σ’ἐρωτᾶν, ἡνίκ’ἐξήντλεις στρατῷ
838γόους, ἀφήσω · τοὺς ἐκεῖ μὲν ἐκλιπὼν
840εἴασα μύθους, νῦν δ’Ἄδραστον εἰσορῶ ·
841πόθεν ποθ’οἵδε διαπρεπεῖς εὐψυχίᾳ
842θνητῶν ἔφυσαν; εἰπέ γ’ὡς σοφώτερος
843νέοισιν ἀστῶν τῶνδ’· ἐπιστήμων γὰρ εἶ.
844εἶδον γὰρ αὐτῶν κρείσσον’ἢ λέξαι λόγῳ
845τολμήμαθ’, οἷς ἤλπιζον αἱρήσειν πόλιν.
846ἓν δ’οὐκ ἐρήσομαί σε, μὴ γέλωτ’ὄφλω,
847ὅτῳ ξυνέστη τῶνδ’ἕκαστος ἐν μάχῃ
848ἢ τραῦμα λόγχης πολεμίων ἐδέξατο.
849κενοὶ γὰρ οὗτοι τῶντ’ἀκουόντων λόγοι
850καὶ τοῦ λέγοντος, ὅστις ἐν μάχῃ βεβὼς
851λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς
852σαφῶς ἀπήγγειλ’ὅστις ἐστὶν ἁγαθός.
853οὐκ ἂν δυναίμην οὔτ’ἐρωτῆσαι τάδε
854οὔτ’αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν ·
855μόλις γὰρ ἄν τις αὐτὰ τα- τἀναγκαῖ’ὁρᾶν
856δύναιτ’ἂν ἑστὼς πολεμίοις ἐναντίος.
Αδραστος
Αδ.
Αδ.
857ἄκουε δή νυν · καὶ γὰρ οὐκ ἄκοντί μοι
858δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι
859φίλων ἀληθῆ καὶ δίκαι’εἰπεῖν πέρι.
860ὁρᾷς τὸν ἁβρόν, οὗ βέλος διέπτατο;
861Καπανεὺς ὅδ’ἐστίν · ᾧ βίος μὲν ἦν πολύς,
862ἥκιστα δ’ὄλβῳ γαῦρος ἦν · φρόνημα δὲ
863οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,
864φεύγων τραπέζαις ὅστις ἐξογκοῖτ’ἄγαν
865τα- τἀρκοῦντ’ἀτίζων · οὐ γὰρ ἐν γαστρὸς βορᾷ
866τὸ χρηστὸν εἶναι, μέτρια δ’ἐξαρκεῖν ἔφη.
867φίλοιςτ’ἀληθὴς ἦν φίλος, παροῦσίτε
868καὶ μὴ παροῦσιν · ὧν ἀριθμὸς οὐ πολύς.
869ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα,
870ἄκραντον οὐδὲν οὔτ’ἐς οἰκέτας ἔχων
871οὔτ’ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω
872Ἐτέοκλον, ἄλλην χρηστότητ’ἠσκηκότα ·
873νεανίας ἦν τῷ βίῳ μὲν ἐνδεής,
874πλείστας δὲ τιμὰς ἔσχ’ἐν Ἀργείᾳ χθονί.
875φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων
876οὐκ εἰσεδέξατ’οἶκον ὥστε τοὺς τρόπους
877δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο.
878τοὺς δ’ἐξαμαρτάνοντας, οὐχὶ τὴν πόλιν
879ἤχθαιρ’· ἐπεί τοι κα- κοὐδὲν αἰτία πόλις
880κακῶς κλύουσα διὰ κυβερνήτην κακόν.
881ὁ δ’αὖ τρίτος τῶνδ’Ἱππομέδων τοιόσδ’ἔφυ ·
882παῖς ὢν ἐτόλμησ’εὐθὺς οὐ πρὸς ἡδονὰς
883Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου,
884ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺς
885ἔχαιρε πρὸς τα- τἀνδρεῖον, ἔςτ’ἄγρας ἰὼν
886ἵπποιςτε χαίρων τόξατ’ἐντείνων χεροῖν,
887πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων.
888ὁ τῆς κυναγοῦ δ’ἄλλος Ἀταλάντης γόνος
889παῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος,
890Ἀρκὰς μὲν ἦν, ἐλθὼν δ’ἐπ’Ἰνάχου ῥοὰς
891παιδεύεται κατ’Ἄργος. ἐκτραφεὶς δ’ἐκεῖ
892πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους,
893λυπηρὸς οὐκ ἦν οὐ δ’ἐπίφθονος πόλει
894οὐ δ’ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς
895μάλιστ’ἂν εἴη δημότηςτε καὶ ξένος.
896λόχοις δ’ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς
897ἤμυνε χώρᾳ, κα- χὡπότ’εὖ πράσσοι πόλις,
898ἔχαιρε, λυπρῶς δ’ἔφερεν, εἴ τι δυστυχοῖ.
899πολλοὺς δ’ἐραστὰς κα- κἀπὸ θηλειῶν ὅσας
900ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν.
901Τυδέως δ’ἔπαινον ἐν βραχεῖ θήσω μέγαν ·
902οὐκ ἐν λόγοις ἦν λαμπρός, ἀλλ’ἐν ἀσπίδι
903δεινὸς σοφιστής, πολλάτ’ἐξευρεῖν σοφά.
904γνώμῃ δ’ἀδελφοῦ Μελεάγρου λελειμμένος,
905ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός,
906εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι ·
907φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ
908ἐν τοῖσιν ἔργοις, οὐχὶ τοῖς λόγοις, ἴσον.
909ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων,
910Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν.
911τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει ·
912αἰσχύνεται δὲ τα- τἀγάθ’ἀσκήσας ἀνὴρ
913κακὸς γενέσθαι πᾶς τις. ἡ δ’εὐανδρία
914διδακτός, εἴπερ καὶ βρέφος διδάσκεται
915λέγειν ἀκούεινθ’ὧν μάθησιν οὐκ ἔχει.
916ἃ δ’ἂν μάθῃ τις, ταῦτα σῴζεσθαι φιλεῖ
917πρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε.
Χορος
Χο.
Χο.
918ἰὼ τέκνον, δυστυχῆ σ’
919ἔτρεφον, ἔφερον ὑφ’ἥπατος
920πόνους ἐνεγκοῦσ’ἐν ὠδῖσι · καὶ
921νῦν Ἅιδας τὸν ἐμὸν
922ἔχει μόχθον ἀθλίας,
923ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦσ’
924ἁ τάλαινα παῖδα.
Θησευς
Θη.
Θη.
925καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον
926θεοὶ ζῶντ’ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς
927αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς ·
928τὸν Οἰδίπουτε παῖδα, Πολυνείκην λέγω,
929ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθ’ἄν.
930ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν
931φυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαίρετος.
932ἀλλ’οἶσθ’ὃ δρᾶσαι βούλομαι τούτων πέρι;
Αδραστος
Αδ.
Αδ.
933οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις.
Θησευς
Θη.
Θη.
934τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ […]
Αδραστος
Αδ.
Αδ.
935ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις;
Θησευς
Θη.
Θη.
936ναί · τοὺς δέ γ’ἄλλους πάντας ἐν μιᾷ πυρᾷ.
Αδραστος
Αδ.
Αδ.
937ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας;
Θησευς
Θη.
Θη.
938αὐτοῦ παρ’οἴκους τούσδε συμπήξας τάφον.
Αδραστος
Αδ.
Αδ.
939οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος.
Θησευς
Θη.
Θη.
940ἡμῖν δέ γ’οἵδε · στειχέτω δ’ἄχθη νεκρῶν.
Αδραστος
Αδ.
Αδ.
941ἴτ’, ὦ τάλαιναι μητέρες, τέκνων πέλας.
Θησευς
Θη.
Θη.
942ἥκιστ’, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις.
Αδραστος
Αδ.
Αδ.
943πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων;
Θησευς
Θη.
Θη.
944ὄλοιντ’ἰδοῦσαι τούσδ’ἂν ἠλλοιωμένους.
Αδραστος
Αδ.
Αδ.
945πικρὰ γὰρ ὄψις αἷμα κα- κὠτειλαὶ νεκρῶν.
Θησευς
Θη.
Θη.
946τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις;
Αδραστος
Αδ.
Αδ.
947νικᾷς. μένειν χρὴ τλημόνως · λέγει γὰρ εὖ
948Θησεύς · ὅταν δὲ τούσδε προσθῶμεν πυρί,
949ὀστᾶ προσάξεσθε. ὦ ταλαίπωροι βροτῶν,
950τί κτᾶσθε λόγχας καὶ κατ’ἀλλήλων φόνους
951τίθεσθε; παύσασθ’, ἀλλὰ λήξαντες πόνων
952ἄστη φυλάσσεθ’ἥσυχοι μεθ’ἡσύχων.
953σμικρὸν τὸ χρῆμα τοῦ βίου · τοῦτον δὲ χρὴ
954ὡς ῥᾷστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν.
Χορος
Χο.
Χο.
955οὐκέτ’εὔτεκνος, οὐκέτ’
956εὔπαις, οὐ δ’εὐτυχίας
957μέτεστίν μοι κουροτόκοις ἐν Ἀργείαις ·
958οὐ δ’Ἄρτεμις λοχία
959προσφθέγξαιτ’ἂν τὰς ἀτέκνους.
960δυσαίων δ’ὁ βίος,
961πλαγκτὰ δ’ὡσεί τις νεφέλα
962πνευμάτων ὑπὸ δυσχίμων ἀίσσω.
963ἑπτὰ ματέρες ἑπτὰ
964κούρους ἐγεινάμεθ’αἱ
965ταλαίπωροι κλεινοτάτους ἐν Ἀργείοις ·
966καὶ νῦν ἄπαις ἄτεκνος
967γηράσκω δυστανοτάτως,
968οὔτ’ἐν φθιμένοις
969οὔτ’ἐν ζωοῖσιν † ἀριθμουμένη †,
970χωρὶς δή τινα τῶνδ’ἔχουσα μοῖραν.
971ὑπολελειμμένα μοι δάκρυα ·
972μέλεα παιδὸς ἐν οἴκοις
973κεῖται μνήματα, πένθιμοι
974κουραὶ καὶ στέφανοι κόμας,
975λοιβαίτε νεκύων φθιμένων, ἀοιδαίθ’ἃς χρυσοκόμας
976Ἀπόλλων οὐκ ἐνδέχεται ·
977γόοισι δ’ὀρθρευομένα
978δάκρυσι νοτερὸν ἀεὶ πέπλων
979πρὸς στέρνῳ πτύχα τέγξω.
980καὶ μὴν θαλάμας τάσδ’ἐσορῶ δὴ
981Καπανέως ἤδη τύμβονθ’ἱερὸν
982μελάθρωντ’ἐκτὸς
983Θησέως ἀναθήματα νεκροῖς,
984κλεινήντ’ἄλοχον τοῦ καπφθιμένου
985τοῦδε κεραυνῷ πέλας Εὐάδνην,
986ἣν Ἶφις ἄναξ παῖδα φυτεύει.
987τί ποτ’αἰθερίαν ἕστηκε πέτραν,
988ἣ τῶνδε δόμων ὑπερακρίζει,
989τήνδ’ἐμβαίνουσα κέλευθον;
Ευαδνη
Ευ.
Ευ.
990τί φέγγος, τίν’αἴγλαν
991ἐδίφρευε τόθ’ἅλιος
992σελάνατε κατ’αἰθέρα,
993† λαμπάδ’ἵν’ὠκυθόαι νύμφαι †,
994ἱππεύουσι δι’ὀρφναίας,
995ἁνίκα γάμων γάμων
996τῶν ἐμῶν πόλις Ἄργους
997ἀοιδάς, εὐδαιμονίας,
998ἐπύργωσε καὶ γαμέτα
999χαλκεοτευχοῦς, αἰαῖ, Καπανέως.
1000πρός σ’ἔβαν δρομὰς ἐξ ἐμῶν
1001οἴκων ἐκβακχευσαμένα,
1002πυρᾶς φῶς τάφοντε
1003βατεύσουσα τὸν αὐτόν,
1004ἐς Ἅιδαν καταλύσουσ’ἔμμοχθον
1005βίοτον αἰῶνόςτε πόνους ·
1006ἥδιστος γάρ τοι θάνατος
1007συνθνῄσκειν θνῄσκουσι φίλοις,
1008εἰ δαίμων τάδε κραίνοι.
Χορος
Χο.
Χο.
1009καὶ μὴν ὁρᾷς τήνδ’ἧς ἐφέστηκας πέλας
1010πυράν, Διὸς θησαυρόν, ἔνθ’ἔνεστι σὸς
1011πόσις δαμασθεὶς λαμπάσιν κεραυνίοις.
Ευαδνη
Ευ.
Ευ.
1012ὁρῶ δὴ τελευτάν,
1013ἵν’ἕστακα · τύχα δέ μοι
1014ξυνάπτοι ποδός · ἀλλὰ τᾶς
1015εὐκλεΐας χάριν ἔνθεν
1016ὁρμάσω τᾶσδ’ἀπὸ πέτρας
1017πηδήσασα πυρὸς ἔσω,
1018σῶμάτ’αἴθοπι φλογμῷ
1020πόσει συμμείξασα, φίλον
1021χρῶτα χρωτὶ πέλας θεμένα,
1022Φερσεφονείας ἥξω θαλάμους,
1023σὲ τὸν θανόντ’οὔποτ’ἐμᾷ
1024προδοῦσα ψυχᾷ κατὰ γᾶς.
1025ἴτω φῶς γάμοιτε ·
1026ἴθ’αἵτινες εὐναὶ
1027δικαίων ὑμεναίων ἐν Ἄργει
1028φανῶσιν τέκνοις · ὅσιος δ’
1029ὅσιος εὐναῖος γαμέτας
1030συντηχθεὶς αὔραις ἀδόλοις
1030bγενναίας ψυχᾶς ἀλόχοιο.
Χορος
Χο.
Χο.
1031καὶ μὴν ὅδ’αὐτὸς σὸς πατὴρ βαίνει πέλας
1032γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους,
1033οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων.
Ιφις
Ιφ.
Ιφ.
1034ὦ δυστάλαιναι, δυστάλας δ’ἐγὼ γέρων,
1035ἥκω διπλοῦν πένθημ’ὁμαιμόνων ἔχων,
1036τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ
1037Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρόν,
1038ζητῶντ’ἐμὴν παῖδ’, ἣ δόμων ἐξώπιος
1039βέβηκε πηδήσασα Καπανέως δάμαρ,
1040θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν
1041τὸν πρόσθ’ἐφρουρεῖτ’ἐν δόμοις · ἐπεὶ δ’ἐγὼ
1042φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς,
1043βέβηκεν. ἀλλὰ τῇδέ νιν δοξάζομεν
1044μάλιστ’ἂν εἶναι · φράζετ’εἰ κατείδετε.
Ευαδνη
Ευ.
Ευ.
1045τί τάσδ’ἐρωτᾷς; ἥδ’ἐγὼ πέτρας ἔπι
1046ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς
1047δύστηνον αἰώρημα κουφίζω, πάτερ.
Ιφις
Ιφ.
Ιφ.
1048τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν
1049δόμων ὑπεκβᾶσ’ἦλθες ἐς τήνδε χθόνα;
Ευαδνη
Ευ.
Ευ.
1050ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων
1051κλύων · ἀκοῦσαι δ’οὔ σε βούλομαι, πάτερ.
Ιφις
Ιφ.
Ιφ.
1052τί δ’; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι;
Ευαδνη
Ευ.
Ευ.
1053κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς.
Ιφις
Ιφ.
Ιφ.
1054σκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας;
Ευαδνη
Ευ.
Ευ.
1055θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ.
Ιφις
Ιφ.
Ιφ.
1056ὡς οὐκ ἐπ’ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν.
Ευαδνη
Ευ.
Ευ.
1057ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα.
Ιφις
Ιφ.
Ιφ.
1058κα- κἄπειτα τύμβῳ καὶ πυρᾷ φαίνῃ πέλας;
Ευαδνη
Ευ.
Ευ.
1059ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι.
Ιφις
Ιφ.
Ιφ.
1060νικῶσα νίκην τίνα; μαθεῖν χρῄζω σέθεν.
Ευαδνη
Ευ.
Ευ.
1061πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος.
Ιφις
Ιφ.
Ιφ.
1062ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίᾳ;
Ευαδνη
Ευ.
Ευ.
1063ἀρετῇ · πόσει γὰρ συνθανοῦσα κείσομαι.
Ιφις
Ιφ.
Ιφ.
1064τί φῄς; τί τοῦτ’αἴνιγμα σημαίνεις σαθρόν;
Ευαδνη
Ευ.
Ευ.
1065ᾄσσω θανόντος Καπανέως τήνδ’ἐς πυράν.
Ιφις
Ιφ.
Ιφ.
1066ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς.
Ευαδνη
Ευ.
Ευ.
1067τοῦτ’αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν.
Ιφις
Ιφ.
Ιφ.
1068ἀλλ’οὐ δέ τοί σοι πείσομαι δρώσῃ τάδε.
Ευαδνη
Ευ.
Ευ.
1069ὅμοιον · οὐ γὰρ μὴ κίχῃς μ’ἑλὼν χερί.
1070καὶ δὴ παρεῖται σῶμα — σοὶ μὲν οὐ φίλον,
1071ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει.
Χορος
Χο.
Χο.
1072ἰώ, γύναι, δεινὸν ἔργον ἐξειργάσω.
Ιφις
Ιφ.
Ιφ.
1073ἀπωλόμην δύστηνος, Ἀργείων κόραι.
Χορος
Χο.
Χο.
1074ἒ ἔ, σχέτλια τάδε παθών,
1075τὸ πάντολμον ἔργον ὄψῃ τάλας.
Ιφις
Ιφ.
Ιφ.
1076οὐκ ἄν τιν’εὕροιτ’ἄλλον ἀθλιώτερον.
Χορος
Χο.
Χο.
1077ἰὼ τάλας ·
1078μετέλαχες τύχας Οἰδιπόδα, γέρον,
1079μέρος καὶ σὺ καὶ πόλις ἐμὰ τλάμων.
Ιφις
Ιφ.
Ιφ.
1080οἴμοι · τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε,
1081νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν;
1082ἀλλ’ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχῃ,
1083γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα,
1084αἰῶνα δ’οὐκ ἔξεστιν. εἰ δ’ἦμεν νέοι
1085δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανε,
1086διπλοῦ βίου λαχόντες ἐξωρθούμεθ’ἄν.
1087ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους
1088παίδων ἐραστὴς ἦ πόθῳτ’ἀπωλλύμην.
1089† εἰ δ’ἐς τόδ’ἦλθον κα- κἀξεπειράθην τέκνων
1090οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων,
1091οὐκ ἄν ποτ’ἐς τόδ’ἦλθον εἰς ὃ νῦν κακόν · †
1092ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν
1093ἄριστον, εἶτα τοῦδε νῦν στερίσκομαι.
1094εἶεν · τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν;
1095στείχειν πρὸς οἴκους; κα- κᾆτ’ἐρημίαν ἴδω
1096πολλῶν μελάθρων, ἀπορίαντ’ἐμῷ βίῳ;
1097ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω;
1098ἥδιστα πρίν γε δῆθ’, ὅτ’ἦν παῖς ἥδε μοι.
1099ἀλλ’οὐκέτ’ἔστιν, ἥ γ’ἐμὴν γενειάδα
1100προσήγετ’αἰεὶ στόματι καὶ κάρα τόδε
1101κατεῖχε χειρί · πατρὶ δ’οὐδὲν † ἥδιον †
1102γέροντι θυγατρός · ἀρσένων δὲ μείζονες
1103ψυχαί, γλυκεῖαι δ’ἧσσον ἐς θωπεύματα.
1104οὐχ ὡς τάχιστα δῆτά μ’ἄξετ’ἐς δόμους;
1105σκότῳ δὲ δώσετ’· ἔνθ’ἀσιτίαις ἐμὸν
1106δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ.
1107τί μ’ὠφελήσει παιδὸς ὀστέων θιγεῖν;
1108ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σ’ἔχων,
1109μισῶ δ’ὅσοι χρῄζουσιν ἐκτείνειν βίον,
1110βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι
1111παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν ·
1112οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν,
1113θανόντας ἔρρειν κα- κἀκποδὼν εἶναι νέοις.
Χορος
Χο.
Χο.
1114ἰὼ ἰώ ·
1115τάδε δὴ παίδων † καὶ δὴ † φθιμένων ὀστᾶ φέρεται. λάβετ’, ἀμφίπολοι,
1116γραίας ἀμενοῦς — οὐ γὰρ ἔνεστιν
1117ῥώμη παίδων ὑπὸ πένθους —
1118πολλοῦτε χρόνου ζώσης μέτρα δὴ
1119καταλειβομένηςτ’ἄλγεσι πολλοῖς.
1120τί γὰρ ἂν μεῖζον τοῦδ’ἔτι θνητοῖς
1121πάθος ἐξεύροις
1122ἢ τέκνα θανόντ’ἐσιδέσθαι;
Παιδες
Πα.
Πα.
1123φέρω φέρω,
1124τάλαινα μᾶτερ, ἐκ πυρὸς πατρὸς μέλη,
1125βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπερ,
1126ἐν δ’ὀλίγῳ τα- τἀμὰ πάντα συνθείς.
Χορος
Χο.
Χο.
1127ἰὼ ἰώ,
1128πᾶ φέρεις δάκρυα φίλᾳ
1129ματρὶ τῶν ὀλωλότων;
1130σποδοῦτε πλῆθος ὀλίγον ἀντὶ σωμάτων
1131εὐδοκίμων δήποτ’ἐν Μυκήναις;
Παιδες
Πα.
Πα.
1132ἄπαις, ἄπαις ·
1133ἐγὼ δ’ἔρημος ἀθλίου πατρὸς τάλας
1134ἔρημον οἶκον ὀρφανεύσομαι λαβών,
1135οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος.
Χορος
Χο.
Χο.
1135ἰὼ ἰώ ·
1135bποῦ δὲ πόνος ἐμῶν τέκνων,
1136ποῦ λοχευμάτων χάρις;
1137τροφαίτε ματρὸς ἄυπνάτ’ὀμμάτων τέλη,
1138καὶ φίλιαι προσβολαὶ προσώπων;
Παιδες
Πα.
Πα.
1139βεβᾶσιν, οὐκέτ’εἰσίν · οἴμοι πάτερ ·
1140βεβᾶσιν.
Χορος
Χο.
Χο.
1141αἰθὴρ ἔχει νιν ἤδη,
1142πυρὸς τετακότας σποδῷ ·
1143ποτανοὶ δ’ἤνυσαν τὸν Ἅιδαν.
Παιδες
Πα.
Πα.
1144πάτερ, μῶν σῶν κλύεις τέκνων γόους;
1145ἆρ’ἀσπιδοῦχος ἔτι ποτ’ἀντιτάσσομαι σὸν φόνον — εἰ γὰρ γένοιτο — τεκνῶν;
1146ἔτ’ἂν θεοῦ θέλοντος ἔλθοι δίκα
1147πατρῷος ·
Χορος
Χο.
Χο.
1148οὔπω κακὸν τόδ’εὕδει.
1149αἰαῖ γόων · ἅλις τύχας,
1150ἅλις δ’ἀλγέων ἐμοὶ πάρεστι.
Παιδες
Πα.
Πα.
1150ἔτ’Ἀσωποῦ με δέξεται γάνος
1151χαλκέοις ἐν ὅπλοις Δαναϊδῶν στρατηλάταν,
1152τοῦ φθιμένου πατρὸς ἐκδικαστάν.
1153ἔτ’εἰσορᾶν σε, πάτερ, ἐπ’ὀμμάτων δοκῶ […]
Χορος
Χο.
Χο.
1154φίλον φίλημα παρὰ γένυν τιθέντα σόν.
Παιδες
Πα.
Πα.
1155λόγων δὲ παρακέλευσμα σῶν
1156ἀέρι φερόμενον οἴχεται.
Χορος
Χο.
Χο.
1157δυοῖν δ’ἄχη, ματρίτ’ἔλιπεν —
1158σέτ’οὔποτ’ἄλγη πατρῷα λείψει.
Παιδες
Πα.
Πα.
1159ἔχω τοσόνδε βάρος ὅσον μ’ἀπώλεσεν.
Χορος
Χο.
Χο.
1160φέρ’, ἀμφὶ μαστὸν ὑποβάλω φίλαν σποδόν.
Παιδες
Πα.
Πα.
1161ἔκλαυσα τόδε κλύων ἔπος
1162στυγνότατον · ἔθιγέ μου φρενῶν.
Χορος
Χο.
Χο.
1163ὦ τέκνον, ἔβας · οὐκέτι φίλον
1164φίλας ἄγαλμ’ὄψομαί σε ματρός.
Θησευς
Θη.
Θη.
1165Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος,
1166ὁρᾶτε παῖδας τούσδ’ἔχοντας ἐν χεροῖν
1167πατέρων ἀρίστων σώμαθ’ὧν ἀνειλόμην ·
1168τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα.
1169ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους
1170σῴζειν, ὁρῶντας ὧν ἐκύρσατ’ἐξ ἐμοῦ,
1171παισίνθ’ὑπειπεῖν τούσδε τοὺς αὐτοὺς λόγους,
1172τιμᾶν πόλιν τήνδ’, ἐκ τέκνων ἀεὶ τέκνοις
1173μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε.
1174Ζεὺς δὲ ξυνίστωρ οἵτ’ἐν οὐρανῷ θεοὶ
1175οἵων ὑφ’ἡμῶν στείχετ’ἠξιωμένοι.
Αδραστος
Αδ.
Αδ.
1176Θησεῦ, ξύνισμεν πάνθ’ὅσ’Ἀργείαν χθόνα
1177δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν,
1178χάριντ’ἀγήρων ἕξομεν · γενναῖα γὰρ
1179παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν.
Θησευς
Θη.
Θη.
1180τί δῆτ’ἔθ’ὑμῖν ἄλλ’ὑπουργῆσαί με χρή;
Αδραστος
Αδ.
Αδ.
1181χαῖρ’· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν.
Θησευς
Θη.
Θη.
1182ἔσται τάδ’· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις.
Αθηνα
Αθ.
Αθ.
1183ἄκουε, Θησεῦ, τούσδ’Ἀθηναίας λόγους,
1184ἃ χρή σε δρᾶσαι, δρῶντα δ’ὠφελεῖν τάδε.
1185μὴ δῷς τάδ’ὀστᾶ τοῖσδ’ἐς Ἀργείαν χθόνα
1186παισὶν κομίζειν ῥᾳδίως οὕτω μεθείς,
1187ἀλλ’ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων
1188πρῶτον λάβ’ὅρκον. τόνδε δ’ὀμνύναι χρεὼν
1189Ἄδραστον · οὗτος κύριος, τύραννος ὤν,
1190πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν.
1191ὁ δ’ὅρκος ἔσται, μήποτ’Ἀργείους χθόνα
1192ἐς τήνδ’ἐποίσειν πολέμιον παντευχίαν,
1193ἄλλωντ’ἰόντων ἐμποδὼν θήσειν δόρυ.
1194ἢν δ’ὅρκον ἐκλιπόντες ἔλθωσιν, πάλιν
1195κακῶς ὀλέσθαι πρόστρεπ’Ἀργείων χθόνα.
1196ἐν ᾧ δὲ τέμνειν σφάγια χρή σ’, ἄκουέ μου.
1197ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων,
1198ὃν Ἰλίου ποτ’ἐξαναστήσας βάθρα
1199σπουδὴν ἐπ’ἄλλην Ἡρακλῆς ὁρμώμενος
1200στῆσαί σ’ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν.
1201ἐν τῷδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν
1202ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλῳ κύτει,
1203κα- κἄπειτα σῴζειν θεῷ δὸς ᾧ Δελφῶν μέλει,
1204μνημεῖάθ’ὅρκων μαρτύρημάθ’Ἑλλάδι.
1205ᾗ δ’ἂν διοίξῃς σφάγια καὶ τρώσῃς φόνον
1206ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς
1207κρύψον παρ’αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν ·
1208φόβον γὰρ αὐτοῖς, ἤν ποτ’ἔλθωσιν πόλιν,
1209δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν.
1210δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς.
1211τεμένη δ’, ἵν’αὐτῶν σώμαθ’ἡγνίσθη πυρί,
1212μέθες παρ’αὐτὴν τρίοδον Ἰσθμίας θεοῦ ·
1213σοὶ μὲν τάδ’εἶπον · παισὶ δ’Ἀργείων λέγω ·
1214πορθήσεθ’ἡβήσαντες Ἰσμηνοῦ πόλιν,
1215πατέρων θανόντων ἐκδικάζοντες φόνον,
1216σύτ’ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης
1217νέος καταστάς, παῖςτ’ἀπ’Αἰτωλῶν μολὼν
1218Τυδέως, ὃν ὠνόμαζε Διομήδην πατήρ.
1219ἀλλ’οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν
1220καὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν
1221ἑπτάστολον πύργωμα Καδμείων ἔπι ·
1222πικροὶ γὰρ αὐτοῖς ἥξετ’, ἐκτεθραμμένοι
1223σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες.
1224κα- κοὐκ ἔστιν ἄλλως · ἔκγονοι δ’ἀν’Ἑλλάδα
1225κληθέντες ᾠδὰς ὑστέροισι θήσετε ·
1226τοῖον στράτευμα σὺν θεῷ πορεύσετε.
Θησευς
Θη.
Θη.
1227δέσποιν’Ἀθάνα, πείσομαι λόγοισι σοῖς ·
1228σὺ γάρ μ’ἀνορθοῖς, ὥστε μὴ ’ξαμαρτάνειν ·
1229καὶ τόνδ’ἐν ὅρκοις ζεύξομαι · μόνον σύ με
1230ἐς ὀρθὸν ἵστη · σοῦ γὰρ εὐμενοῦς πόλει
1231οὔσης τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν.
Χορος
Χο.
Χο.
1232στείχωμεν, Ἄδρασθ’, ὅρκια δῶμεν
1233τῷδ’ἀνδρὶ πόλειτ’· ἄξια δ’ἡμῖν
1234προμεμοχθήκασι σέβεσθαι.