Euripides

Hecuba

Πολυδωρου ειδωλον
Πο.
Πο.
1
ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
2
λιπών, ἵν’Ἅιδης χωρὶς ᾤκισται θεῶν,
3
Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως
4
Πριάμουτε πατρός, ὅς μ’, ἐπεὶ Φρυγῶν πόλιν
5
κίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῷ,
6
δείσας ὑπεξέπεμψε Τρωικῆς χθονὸς
7
Πολυμήστορος πρὸς δῶμα Θρῃκίου ξένου,
8
ὃς τήνδ’ἀρίστην Χερσονησίαν πλάκα
9
σπείρει, φίλιππον λαὸν εὐθύνων δορί.
10
πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθρᾳ
11
πατήρ, ἵν’, εἴ ποτ’Ἰλίου τείχη πέσοι,
12
τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου.
13
νεώτατος δ’ Πριαμιδῶν, καί με γῆς
14
ὑπεξέπεμψεν · οὔτε γὰρ φέρειν ὅπλα
15
οὔτ’ἔγχος οἷόςτ’ νέῳ βραχίονι.
16
ἕως μὲν οὖν γῆς ὄρθ’ἔκειθ’ὁρίσματα
17
πύργοιτ’ἄθραυστοι Τρωικῆς ἦσαν χθονὸς
18
Ἕκτωρτ’ἀδελφὸς οὑμὸς εὐτύχει δορί,
19
καλῶς παρ’ἀνδρὶ Θρῃκὶ πατρῴῳ ξένῳ
20
τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην, τάλας ·
21
ἐπεὶ δὲ Τροίαθ’Ἕκτορόςτ’ἀπόλλυται
22
ψυχή, πατρῴαθ’ἑστία κατεσκάφη,
23
αὐτὸς δὲ βωμῷ πρὸς θεοδμήτῳ πίτνει
24
σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου,
25
κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν
26
ξένος πατρῷος καὶ κτανὼν ἐς οἶδμ’ἁλὸς
27
μεθῆχ’, ἵν’αὐτὸς χρυσὸν ἐν δόμοις ἔχῃ.
28
κεῖμαι δ’ἐπ’ἀκταῖς, ἄλλοτ’ἐν πόντου σάλῳ,
29
πολλοῖς διαύλοις κυμάτων φορούμενος,
30
ἄκλαυτος ἄταφος · νῦν δ’ὑπὲρ μητρὸς φίλης
31
Ἑκάβης ἀίσσω, σῶμ’ἐρημώσας ἐμόν,
32
τριταῖον ἤδη φέγγος αἰωρούμενος,
33
ὅσονπερ ἐν γῇ τῇδε Χερσονησίᾳ
34
μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.
35
πάντες δ’Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι
36
θάσσουσ’ἐπ’ἀκταῖς τῆσδε Θρῃκίας χθονός ·
37
Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς
38
κατέσχ’Ἀχιλλεὺς πᾶν στράτευμ’Ἑλληνικόν,
39
πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην ·
40
αἰτεῖ δ’ἀδελφὴν τὴν ἐμὴν Πολυξένην
41
τύμβῳ φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν.
42
καὶ τεύξεται τοῦδ’, οὐ δ’ἀδώρητος φίλων
43
ἔσται πρὸς ἀνδρῶν · πεπρωμένη δ’ἄγει
44
θανεῖν ἀδελφὴν τῷδ’ἐμὴν ἐν ἤματι.
45
δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται
46
μήτηρ, ἐμοῦτε τῆςτε δυστήνου κόρης.
47
φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω,
48
δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίῳ.
49
τοὺς γὰρ κάτω σθένοντας ἐξῃτησάμην
50
τύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν.
51
τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν
52
ἔσται · γεραιᾷ δ’ἐκποδὼν χωρήσομαι
53
Ἑκάβῃ · περᾷ γὰρ ἥδ’ὑπὸ σκηνῆς πόδα
54
Ἀγαμέμνονος, φάντασμα δειμαίνουσ’ἐμόν.
54b
φεῦ ·
55
μῆτερ ἥτις ἐκ τυραννικῶν δόμων
56
δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς
57
ὅσονπερ εὖ ποτ’· ἀντισηκώσας δέ σε
58
φθείρει θεῶν τις τῆς πάροιθ’εὐπραξίας.
Εκαβη
Εκ.
Εκ.
59
ἄγετ’, παῖδες, τὴν γραῦν πρὸ δόμων,
60
ἄγετ’ὀρθοῦσαι τὴν ὁμόδουλον,
61
Τρῳάδες, ὑμῖν, πρόσθε δ’ἄνασσαν ·
62
λάβετε φέρετε πέμπετ’ἀείρετέ μου
63
γεραιᾶς χειρὸς προσλαζύμεναι ·
65
κἀγὼ σκολιῷ σκίπωνι χερὸς
66
διερειδομένα σπεύσω βραδύπουν
67
ἤλυσιν ἄρθρων προτιθεῖσα.
68
στεροπὰ Διός, σκοτία νύξ,
69
τί ποτ’αἴρομαι ἔννυχος οὕτω
70
δείμασι, φάσμασιν; πότνια Χθών,
71
μελανοπτερύγων μῆτερ ὀνείρων,
72
ἀποπέμπομαι ἔννυχον ὄψιν,
73
ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σῳζομένου κατὰ Θρῄκην
75
ἀμφὶ Πολυξείνηςτε φίλης θυγατρὸς δι’ὀνείρων
76
φοβερὰν ἐδάην.
77
χθόνιοι θεοί, σώσατε παῖδ’ἐμόν,
80
ὃς μόνος οἴκων ἄγκυρ’ἔτ’ἐμῶν
81
τὴν χιονώδη Θρῄκην κατέχει
82
ξείνου πατρίου φυλακαῖσιν.
83
ἔσται τι νέον ·
84
ἥξει τι μέλος γοερὸν γοεραῖς.
85
οὔποτ’ἐμὰ φρὴν ὧδ’ἀλίαστος
86
φρίσσει, ταρβεῖ.
87
ποῦ ποτε θείαν Ἑλένου ψυχὰν
88
καὶ Κασάνδραν ἐσίδω, Τρῳάδες,
89
ὥς μοι κρίνωσιν ὀνείρους;
90
εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾷ
91
σφαζομέναν, ἀπ’ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως.
92
καὶ τόδε δεῖμά μοι · ἦλθ’ὑπὲρ ἄκρας
93
τύμβου κορυφᾶς
94
φάντασμ’Ἀχιλέως · ᾔτει δὲ γέρας
95
τῶν πολυμόχθων τινὰ Τρωιάδων.
96
ἀπ’ἐμᾶς ἀπ’ἐμᾶς οὖν τόδε παιδὸς
97
πέμψατε, δαίμονες, ἱκετεύω.
Χορος
Χο.
Χο.
98
Ἑκάβη, σπουδῇ πρός σ’ἐλιάσθην
99
τὰς δεσποσύνους σκηνὰς προλιποῦσ’,
100
ἵν’ἐκληρώθην
101
δούλη, πόλεως ἀπελαυνομένη
102
τῆς Ἰλιάδος, λόγχης αἰχμῇ
103
δοριθήρατος πρὸς Ἀχαιῶν,
104
οὐδὲν παθέων ἀποκουφίζουσ’,
105
ἀλλ’ἀγγελίας βάρος ἀραμένη
106
μέγα σοίτε, γύναι, κῆρυξ ἀχέων.
107
ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδῳ
108
λέγεται δόξαι σὴν παῖδ’Ἀχιλεῖ
109
σφάγιον θέσθαι · τύμβου δ’ἐπιβὰς
110
οἶσθ’ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις,
111
τὰς ποντοπόρους δ’ἔσχε σχεδίας
112
λαίφη προτόνοις ἐπερειδομένας,
113
τάδε θωΰσσων ·
114
ποῖ δή, Δαναοί, τὸν ἐμὸν τύμβον
115
στέλλεσθ’ἀγέραστον ἀφέντες;
116
πολλῆς δ’ἔριδος συνέπαισε κλύδων,
117
δόξα δ’ἐχώρει δίχ’ἀν’Ἑλλήνων
118
στρατὸν αἰχμητήν, τοῖς μὲν διδόναι
119
τύμβῳ σφάγιον, τοῖς δ’οὐχὶ δοκοῦν.
120
ἦν δ’ τὸ μὲν σὸν σπεύδων ἀγαθὸν
121
τῆς μαντιπόλου Βάκχης ἀνέχων
122
λέκτρ’Ἀγαμέμνων ·
123
τὼ Θησείδα δ’, ὄζω Ἀθηνῶν,
124
δισσῶν μύθων ῥήτορες ἦσαν ·
125
γνώμῃ δὲ μιᾷ συνεχωρείτην,
126
τὸν Ἀχίλλειον τύμβον στεφανοῦν
127
αἵματι χλωρῷ, τὰ δὲ Κασάνδρας
128
λέκτρ’οὐκ ἐφάτην τῆς Ἀχιλείας
129
πρόσθεν θήσειν ποτὲ λόγχης.
130
σπουδαὶ δὲ λόγων κατατεινομένων
131
ἦσαν ἴσαι πως, πρὶν ποικιλόφρων
132
κόπις ἡδυλόγος δημοχαριστὴς
133
Λαερτιάδης πείθει στρατιὰν
134
μὴ τὸν ἄριστον Δαναῶν πάντων
135
δούλων σφαγίων εἵνεκ’ἀπωθεῖν,
136
μη δέ τιν’εἰπεῖν παρὰ Φερσεφόνῃ
137
στάντα φθιμένων
138
ὡς ἀχάριστοι Δαναοὶ Δαναοῖς
139
τοῖς οἰχομένοις ὑπὲρ Ἑλλήνων
140
Τροίας πεδίων ἀπέβησαν.
141
ἥξει δ’Ὀδυσεὺς ὅσον οὐκ ἤδη,
142
πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν
143
ἔκτε γεραιᾶς χερὸς ὁρμήσων.
144
ἀλλ’ἴθι ναούς, ἴθι πρὸς βωμούς,
145
ἵζ’Ἀγαμέμνονος ἱκέτις γονάτων,
146
κήρυσσε θεοὺς τούςτ’οὐρανίδας
147
τούςθ’ὑπὸ γαῖαν.
148
γάρ σε λιταὶ διακωλύσουσ’
149
ὀρφανὸν εἶναι παιδὸς μελέας,
150
δεῖ σ’ἐπιδεῖν τύμβου προπετῆ
151
φοινισσομένην αἵματι παρθένον
152
ἐκ χρυσοφόρου
153
δειρῆς νασμῷ μελαναυγεῖ.
Εκαβη
Εκ.
Εκ.
154
οἲ ἐγὼ μελέα, τί ποτ’ἀπύσω;
155
ποίαν ἀχώ, ποῖον ὀδυρμόν,
156
δειλαία δειλαίου γήρως,
157
δουλείας οὐ τλατᾶς,
158
οὐ φερτᾶς; οἴμοι.
159
τίς ἀμύνει μοι; ποία γέννα,
160
ποία δὲ πόλις; φροῦδος πρέσβυς,
161
φροῦδοι παῖδες.
162
ποίαν ταύταν κείναν
163
στείχω; ποῖ δ’ἥσω; ποῦ τις θεῶν
164
δαιμόνων ἐπαρωγός;
165
κάκ’ἐνεγκοῦσαι,
166
Τρῳάδες κάκ’ἐνεγκοῦσαι
167
πήματ’, ἀπωλέσατ’ὠλέσατ’· οὐκέτι μοι βίος
168
ἀγαστὸς ἐν φάει.
169
τλάμων ἅγησαί μοι πούς,
170
ἅγησαι τᾷ γηραιᾷ
171
πρὸς τάνδ’αὐλάν · τέκνον, παῖ,
172
δυστανοτάτας ἔξελθ’ἔξελθ’
174
οἴκων ἄιε ματέρος αὐδάν.
175
176
Πολυξενη
Πο.
Πο.
177
ἰώ ·
178
μᾶτερ μᾶτερ τί βοᾷς; τί νέον
179
καρύξασ’οἴκων μ’ὥστ’ὄρνιν
180
θάμβει τῷδ’ἐξέπταξας;
Εκαβη
Εκ.
Εκ.
180
οἴμοι τέκνον.
Πολυξενη
Πο.
Πο.
181
τί με δυσφημεῖς; φροίμιά μοι κακά.
Εκαβη
Εκ.
Εκ.
182
αἰαῖ σᾶς ψυχᾶς.
Πολυξενη
Πο.
Πο.
183
ἐξαύδα · μὴ κρύψῃς δαρόν.
184
δειμαίνω δειμαίνω, μᾶτερ,
185
τί ποτ’ἀναστένεις […]
Εκαβη
Εκ.
Εκ.
186
τέκνον τέκνον μελέας ματρὸς […]
Πολυξενη
Πο.
Πο.
187
τί δὲ τόδ’ἀγγελεῖς;
Εκαβη
Εκ.
Εκ.
188
σφάξαι σ’Ἀργείων κοινὰ
189
συντείνει πρὸς τύμβον γνώμα
190
Πηλείᾳ γέννᾳ.
Πολυξενη
Πο.
Πο.
191
οἴμοι μᾶτερ, πῶς φθέγγῃ
192
ἀμέγαρτα κακῶν; μάνυσόν μοι,
193
μάνυσον, μᾶτερ.
Εκαβη
Εκ.
Εκ.
194
αὐδῶ, παῖ, δυσφήμους φήμας ·
195
ἀγγέλλουσ’Ἀργείων δόξαι
196
ψήφῳ τᾶς σᾶς περί μοι ψυχᾶς.
Πολυξενη
Πο.
Πο.
197
δεινὰ παθοῦσ’, παντλάμων,
198
δυστάνου μᾶτερ βιοτᾶς
199
οἵαν οἵαν αὖ σοι λώβαν
200
ἐχθίσταν ἀρρήταντ’
201
ὦρσέν τις δαίμων;
202
οὐκέτι σοι παῖς ἅδ’οὐκέτι δὴ
203
γήρᾳ δειλαίῳ δειλαία
204
συνδουλεύσω.
205
σκύμνον γάρ μ’ὥστ’οὐριθρέπταν
206
μόσχον δειλαία δειλαίαν
207
[…] ἐσόψῃ,
208
χειρὸς ἀναρπαστὰν
209
σᾶς ἄπο λαιμότομόντ’Ἀίδᾳ
210
γᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτα τάλαινα κείσομαι.
211
καὶ σοῦ μέν, μᾶτερ, δυστάνου
212
κλαίω πανδύρτοις θρήνοις,
213
τὸν ἐμὸν δὲ βίον λώβαν λύμαντ’
214
οὐ μετακλαίομαι, ἀλλὰ θανεῖν μοι
215
ξυντυχία κρείσσων ἐκύρησεν.
Χορος
Χο.
Χο.
216
καὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῇ ποδός,
217
Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος.
Οδυσσευς
Οδ.
Οδ.
218
γύναι, δοκῶ μέν σ’εἰδέναι γνώμην στρατοῦ
219
ψῆφόντε τὴν κρανθεῖσαν · ἀλλ’ὅμως φράσω.
220
ἔδοξ’Ἀχαιοῖς παῖδα σὴν Πολυξένην
221
σφάξαι πρὸς ὀρθὸν χῶμ’Ἀχιλλείου τάφου.
222
ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρης
223
τάσσουσιν εἶναι · θύματος δ’ἐπιστάτης
224
ἱερεύςτ’ἐπέσται τοῦδε παῖς Ἀχιλλέως.
225
οἶσθ’οὖν δρᾶσον; μήτ’ἀποσπασθῇς βίᾳ
226
μήτ’ἐς χερῶν ἅμιλλαν ἐξέλθῃς ἐμοί ·
227
γίγνωσκε δ’ἀλκὴν καὶ παρουσίαν κακῶν
228
τῶν σῶν. σοφόν τοι κἀν κακοῖς δεῖ φρονεῖν.
Εκαβη
Εκ.
Εκ.
229
αἰαῖ · παρέστηχ’, ὡς ἔοικ’, ἀγὼν μέγας,
230
πλήρης στεναγμῶν οὐ δὲ δακρύων κενός.
231
κἄγωγ’ἄρ’οὐκ ἔθνῃσκον οὗ μ’ἐχρῆν θανεῖν,
232
οὐ δ’ὤλεσέν με Ζεύς, τρέφει δ’, ὅπως ὁρῶ
233
κακῶν κάκ’ἄλλα μείζον’ τάλαιν’ἐγώ.
234
εἰ δ’ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρους
235
μὴ λυπρὰ μη δὲ καρδίας δηκτήρια
236
ἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών,
237
ἡμᾶς δ’ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.
Οδυσσευς
Οδ.
Οδ.
238
ἔξεστ’, ἐρώτα · τοῦ χρόνου γὰρ οὐ φθονῶ.
Εκαβη
Εκ.
Εκ.
239
οἶσθ’ἡνίκ’ἦλθες Ἰλίου κατάσκοπος,
240
δυσχλαινίᾳτ’ἄμορφος, ὀμμάτωντ’ἄπο
241
φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;
Οδυσσευς
Οδ.
Οδ.
242
οἶδ’· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.
Εκαβη
Εκ.
Εκ.
243
ἔγνω δέ σ’Ἑλένη καὶ μόνῃ κατεῖπ’ἐμοί;
Οδυσσευς
Οδ.
Οδ.
244
μεμνήμεθ’ἐς κίνδυνον ἐλθόντες μέγαν.
Εκαβη
Εκ.
Εκ.
245
ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν;
Οδυσσευς
Οδ.
Οδ.
246
ὥστ’ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρ’ἐμήν.
Εκαβη
Εκ.
Εκ.
247
ἔσωσα δῆτά σ’ἐξέπεμψάτε χθονός;
Οδυσσευς
Οδ.
Οδ.
248
ὥστ’εἰσορᾶν γε φέγγος ἡλίου τόδε.
Εκαβη
Εκ.
Εκ.
249
τί δῆτ’ἔλεξας δοῦλος ὢν ἐμὸς τότε;
Οδυσσευς
Οδ.
Οδ.
250
πολλῶν λόγων εὑρήμαθ’, ὥστε μὴ θανεῖν.
Εκαβη
Εκ.
Εκ.
251
οὔκουν κακύνῃ τοῖσδε τοῖς βουλεύμασιν,
252
ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἷα φῂς παθεῖν,
253
δρᾷς δ’οὐδὲν ἡμᾶς εὖ, κακῶς δ’ὅσον δύνῃ;
254
ἀχάριστον ὑμῶν σπέρμ’, ὅσοι δημηγόρους
255
ζηλοῦτε τιμάς · μη δὲ γιγνώσκοισθέ μοι,
256
οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε,
257
ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι.
258
ἀτὰρ τί δὴ σόφισμα τοῦθ’ἡγούμενοι
259
ἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου;
260
πότερα τὸ χρῆν σφ’ἐπήγαγ’ἀνθρωποσφαγεῖν
261
πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει;
262
τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων
263
ἐς τήνδ’Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον;
264
ἀλλ’οὐδὲν αὐτὸν ἥδε γ’εἴργασται κακόν.
265
Ἑλένην νιν αἰτεῖν χρῆν τάφῳ προσφάγματα ·
266
κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαντ’ἄγει.
267
εἰ δ’αἰχμαλώτων χρή τιν’ἔκκριτον θανεῖν
268
κάλλειθ’ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε ·
269
Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη,
270
ἀδικοῦσάθ’ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη.
271
τῷ μὲν δικαίῳ τόνδ’ἁμιλλῶμαι λόγον ·
272
δ’ἀντιδοῦναι δεῖ σ’ἀπαιτούσης ἐμοῦ,
273
ἄκουσον. ἥψω τῆς ἐμῆς, ὡς φῄς, χερὸς
274
καὶ τῆσδε γραίας προσπίτνων παρηίδος ·
275
ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ
276
χάριντ’ἀπαιτῶ τὴν τόθ’ἱκετεύωτέ σε,
277
μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσῃς,
278
μη δὲ κτάνητε · τῶν τεθνηκότων ἅλις.
279
ταύτῃ γέγηθα κἀπιλήθομαι κακῶν ·
280
ἥδ’ἀντὶ πολλῶν ἐστί μοι παραψυχή,
281
πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ.
282
οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν μὴ χρεών,
283
οὐ δ’εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί ·
284
κἀγὼ γὰρ ποτ’, ἀλλὰ νῦν οὐκ εἴμ’ἔτι,
285
τὸν πάντα δ’ὄλβον ἦμαρ ἕν μ’ἀφείλετο.
286
ἀλλ’, φίλον γένειον, αἰδέσθητί με,
287
οἴκτιρον · ἐλθὼν δ’εἰς Ἀχαιικὸν στρατὸν
288
παρηγόρησον, ὡς ἀποκτείνειν φθόνος
289
γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε
290
βωμῶν ἀποσπάσαντες, ἀλλ’ᾠκτίρατε.
291
νόμος δ’ἐν ὑμῖν τοῖςτ’ἐλευθέροις ἴσος
292
καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι.
293
τὸ δ’ἀξίωμα, κἂν κακῶς λέγῃ, τὸ σὸν
294
πείσει · λόγος γὰρ ἔκτ’ἀδοξούντων ἰὼν
295
κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει.
Χορος
Χο.
Χο.
296
οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις,
297
ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων
298
κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.
Οδυσσευς
Οδ.
Οδ.
299
Ἑκάβη, διδάσκου, μη δὲ τῷ θυμουμένῳ
300
τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός.
301
ἐγὼ τὸ μὲν σὸν σῶμ’ὑφ’οὗπερ εὐτύχουν
302
σῴζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω ·
303
δ’εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,
304
Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦ
305
σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ.
306
ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,
307
ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ
308
μηδὲν φέρηται τῶν κακιόνων πλέον.
309
ἡμῖν δ’Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,
310
θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστ’ἀνήρ.
311
οὔκουν τόδ’αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳ
312
χρώμεσθ’, ἐπεὶ δ’ὄλωλε, μὴ χρώμεσθ’ἔτι;
313
εἶεν · τί δῆτ’ἐρεῖ τις, ἤν τις αὖ φανῇ
314
στρατοῦτ’ἄθροισις πολεμίωντ’ἀγωνία;
315
πότερα μαχούμεθ’ φιλοψυχήσομεν,
316
τὸν κατθανόνθ’ὁρῶντες οὐ τιμώμενον;
317
καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθ’ἡμέραν
318
κεἰ σμίκρ’ἔχοιμι, πάντ’ἂν ἀρκούντως ἔχοι ·
319
τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον
320
τὸν ἐμὸν ὁρᾶσθαι · διὰ μακροῦ γὰρ χάρις.
321
εἰ δ’οἰκτρὰ πάσχειν φῄς, τάδ’ἀντάκουέ μου ·
322
εἰσὶν παρ’ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι
323
γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν,
324
νύμφαιτ’ἀρίστων νυμφίων τητώμεναι,
325
ὧν ἥδε κεύθει σώματ’Ἰδαία κόνις.
326
τόλμα τάδ’. ἡμεῖς δ’, εἰ κακῶς νομίζομεν
327
τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν ·
328
οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους
329
ἡγεῖσθε, μήτε τοὺς καλῶς τεθνηκότας
330
θαυμάζεθ’, ὡς ἂν μὲν Ἑλλὰς εὐτυχῇ,
331
ὑμεῖς δ’ἔχηθ’ὅμοια τοῖς βουλεύμασιν.
Χορος
Χο.
Χο.
332
αἰαῖ · τὸ δοῦλον ὡς κακὸν πέφυκ’ἀεὶ
333
τολμᾷθ’ μὴ χρή, τῇ βίᾳ νικώμενον.
Εκαβη
Εκ.
Εκ.
334
θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα
335
φροῦδοι μάτην ῥιφέντες ἀμφὶ σοῦ φόνου ·
336
σὺ δ’, εἴ τι μείζω δύναμιν μήτηρ ἔχεις,
337
σπούδαζε πάσας ὥστ’ἀηδόνος στόμα
338
φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.
339
πρόσπιπτε δ’οἰκτρῶς τοῦδ’Ὀδυσσέως γόνυ
340
καὶ πεῖθ’ ἔχεις δὲ πρόφασιν · ἔστι γὰρ τέκνα
341
καὶ τῷδε τὴν σὴν ὥστ’ἐποικτῖραι τύχην.
Πολυξενη
Πο.
Πο.
342
ὁρῶ σ’, Ὀδυσσεῦ, δεξιὰν ὑφ’εἵματος
343
κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν
344
στρέφοντα, μή σου προσθίγω γενειάδος.
345
θάρσει · πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία ·
346
ὡς ἕψομαί γε τοῦτ’ἀναγκαίου χάριν
347
θανεῖντε χρῄζουσ’· εἰ δὲ μὴ βουλήσομαι,
348
κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.
349
τί γάρ με δεῖ ζῆν; πατὴρ μὲν ἦν ἄναξ
350
Φρυγῶν ἁπάντων · τοῦτό μοι πρῶτον βίου ·
351
ἔπειτ’ἐθρέφθην ἐλπίδων καλῶν ὕπο
352
βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων
353
ἔχουσ’, ὅτου δῶμ’ἑστίαντ’ἀφίξομαι ·
354
δέσποινα δ’ δύστηνος Ἰδαίαισιν
355
γυναιξὶ παρθένοιςτ’ἀπόβλεπτος μέτα,
356
ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον ·
357
νῦν δ’εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομα
358
θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν ·
359
ἔπειτ’ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας
360
τύχοιμ’ἄν, ὅστις ἀργύρου μ’ὠνήσεται,
361
τὴν Ἕκτορόςτε χἀτέρων πολλῶν κάσιν,
362
προσθεὶς δ’ἀνάγκην σιτοποιὸν ἐν δόμοις,
363
σαίρειντε δῶμα κερκίσιντ’ἐφεστάναι
364
λυπρὰν ἄγουσαν ἡμέραν μ’ἀναγκάσει ·
365
λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν
366
χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.
367
οὐ δῆτ’· ἀφίημ’ὀμμάτων ἐλευθέρων
368
φέγγος τόδ’, Ἅιδῃ προστιθεῖσ’ἐμὸν δέμας.
369
ἄγου μ’, Ὀδυσσεῦ, καὶ διέργασαί μ’ἄγων ·
370
οὔτ’ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ
371
θάρσος παρ’ἡμῖν ὥς ποτ’εὖ πρᾶξαί με χρή.
372
μῆτερ, σὺ δ’ἡμῖν μηδὲν ἐμποδὼν γένῃ,
373
λέγουσα μη δὲ δρῶσα · συμβούλου δέ μοι
374
θανεῖν πρὶν αἰσχρῶν μὴ κατ’ἀξίαν τυχεῖν.
375
ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν,
376
φέρει μέν, ἀλγεῖ δ’αὐχέν’ἐντιθεὶς ζυγῷ ·
377
θανὼν δ’ἂν εἴη μᾶλλον εὐτυχέστερος
378
ζῶν · τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος.
Χορος
Χο.
Χο.
379
δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς
380
ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται
381
τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.
Εκαβη
Εκ.
Εκ.
382
καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷ
383
λύπη πρόσεστιν. εἰ δὲ δεῖ τῷ Πηλέως
384
χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν
385
ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε,
386
ἡμᾶς δ’ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως
387
κεντεῖτε, μὴ φείδεσθ’· ἐγὼ ῎τεκον Πάριν,
388
ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.
Οδυσσευς
Οδ.
Οδ.
389
οὐ σ’, γεραιά, κατθανεῖν Ἀχιλλέως
390
φάντασμ’Ἀχαιούς, ἀλλὰ τήνδ’, ᾐτήσατο.
Εκαβη
Εκ.
Εκ.
391
ὑμεῖς δέ μ’ἀλλὰ θυγατρὶ συμφονεύσατε,
392
καὶ δὶς τόσον πῶμ’αἵματος γενήσεται
393
γαίᾳ νεκρῷτε τῷ τάδ’ἐξαιτουμένῳ.
Οδυσσευς
Οδ.
Οδ.
394
ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος
395
ἄλλος πρὸς ἄλλῳ · μη δὲ τόνδ’ὠφείλομεν.
Εκαβη
Εκ.
Εκ.
396
πολλή γ’ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.
Οδυσσευς
Οδ.
Οδ.
397
πῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.
Εκαβη
Εκ.
Εκ.
398
ὁποῖα κισσὸς δρυός, ὅπως τῆσδ’ἕξομαι.
Οδυσσευς
Οδ.
Οδ.
399
οὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις.
Εκαβη
Εκ.
Εκ.
400
ὡς τῆσδ’ἑκοῦσα παιδὸς οὐ μεθήσομαι.
Οδυσσευς
Οδ.
Οδ.
401
ἀλλ’οὐ δ’ἐγὼ μὴν τήνδ’ἄπειμ’αὐτοῦ λιπών.
Πολυξενη
Πο.
Πο.
402
μῆτερ, πιθοῦ μοι · καὶ σύ, παῖ Λαερτίου,
403
χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,
404
σύτ’, τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.
405
βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαίτε σὸν
406
γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη,
407
ἀσχημονῆσαίτ’ἐκ νέου βραχίονος
408
σπασθεῖσ’, πείσῃ; μὴ σύ γ’· οὐ γὰρ ἄξιον.
409
ἀλλ’, φίλη μοι μῆτερ, ἡδίστην χέρα
410
δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι ·
411
ὡς οὔποτ’αὖθις, ἀλλὰ νῦν πανύστατον
412
ἀκτῖνα κύκλονθ’ἡλίου προσόψομαι.
413
τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων.
414
μῆτερ, τεκοῦσ’, ἄπειμι δὴ κάτω.
Εκαβη
Εκ.
Εκ.
415
θύγατερ, ἡμεῖς δ’ἐν φάει δουλεύσομεν.
Πολυξενη
Πο.
Πο.
416
ἄνυμφος ἀνυμέναιος ὧν μ’ἐχρῆν τυχεῖν.
Εκαβη
Εκ.
Εκ.
417
οἰκτρὰ σύ, τέκνον, ἀθλία δ’ἐγὼ γυνή.
Πολυξενη
Πο.
Πο.
418
ἐκεῖ δ’ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.
Εκαβη
Εκ.
Εκ.
419
οἴμοι · τί δράσω; ποῖ τελευτήσω βίον;
Πολυξενη
Πο.
Πο.
420
δούλη θανοῦμαι, πατρὸς οὖσ’ἐλευθέρου.
Εκαβη
Εκ.
Εκ.
421
ἡμεῖς δὲ πεντήκοντά γ’ἄμμοροι τέκνων.
Πολυξενη
Πο.
Πο.
422
τί σοι πρὸς Ἕκτορ’ γέροντ’εἴπω πόσιν;
Εκαβη
Εκ.
Εκ.
423
ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.
Πολυξενη
Πο.
Πο.
424
στέρνα μαστοίθ’, οἵ μ’ἐθρέψαθ’ἡδέως.
Εκαβη
Εκ.
Εκ.
425
τῆς ἀώρου θύγατερ ἀθλίας τύχης.
Πολυξενη
Πο.
Πο.
426
χαῖρ’, τεκοῦσα, χαῖρε Κασάνδρατ’ἐμοί,
Εκαβη
Εκ.
Εκ.
427
χαίρουσιν ἄλλοι, μητρὶ δ’οὐκ ἔστιν τόδε.
Πολυξενη
Πο.
Πο.
428
τ’ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις.
Εκαβη
Εκ.
Εκ.
429
εἰ ζῇ γ’· ἀπιστῶ δ’· ὧδε πάντα δυστυχῶ.
Πολυξενη
Πο.
Πο.
430
ζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν.
Εκαβη
Εκ.
Εκ.
431
τέθνηκ’ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.
Πολυξενη
Πο.
Πο.
432
κόμιζ’, Ὀδυσσεῦ, μ’ἀμφιθεὶς κάρα πέπλοις
433
ὡς πρὶν σφαγῆναί γ’ἐκτέτηκα καρδίαν
434
θρήνοισι μητρὸς τήνδετ’ἐκτήκω γόοις.
435
φῶς · προσειπεῖν γὰρ σὸν ὄνομ’ἔξεστί μοι,
436
μέτεστι δ’οὐδὲν πλὴν ὅσον χρόνον ξίφους
437
βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.
Εκαβη
Εκ.
Εκ.
438
οἲ ’γώ, προλείπω · λύεται δέ μου μέλη.
439
θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,
440
δός · μὴ λίπῃς μ’ἄπαιδ’. ἀπωλόμην, φίλαι […]
441
ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν
442
Ἑλένην ἴδοιμι · διὰ καλῶν γὰρ ὀμμάτων
443
αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.
Χορος
Χο.
Χο.
444
αὔρα, ποντιὰς αὔρα,
445
ἅτε ποντοπόρους
446
κομίζεις θοὰς ἀκάτους ἐπ’οἶδμα λίμνας,
447
ποῖ με τὰν μελέαν
448
πορεύσεις; τῷ δουλόσυνος πρὸς
449
οἶκον κτηθεῖσ’ἀφίξομαι;
450
Δωρίδος ὅρμον αἴας;
451
Φθιάδος, ἔνθα τὸν
452
καλλίστων ὑδάτων πατέρα
454
φασὶν Ἀπιδανὸν πεδία λιπαίνειν;
455
νάσων, ἁλιήρει
456
κώπᾳ πεμπομέναν
457
τάλαιναν, οἰκτρὰν βιοτὰν ἔχουσαν οἴκοις,
458
ἔνθα πρωτόγονόςτε
459
φοῖνιξ δάφναθ’ἱεροὺς
460
ἀνέσχε πτόρθους Λατοῖ φίλᾳ
461
ὠδῖνος ἄγαλμα Δίας;
463
σὺν Δηλιάσιντε
464
κούραισιν Ἀρτέμιδος θεᾶς
465
χρυσέαν ἄμπυκα τόξατ’εὐλογήσω;
466
Παλλάδος ἐν πόλει
467
τὰς καλλιδίφρους
468
Ἀθαναίας ἐν κροκέῳ πέπλῳ
469
ζεύξομαι ἆρα πώλους ἐν
470
δαιδαλέαισι ποικίλλουσ’
471
ἀνθοκρόκοισι πήναις,
472
Τιτάνων γενεὰν
473
τὰν Ζεὺς ἀμφιπύρῳ
474
κοιμίζει φλογμῷ Κρονίδας;
475
μοι τεκέων ἐμῶν,
476
μοι πατέρων χθονόςθ’,
477
καπνῷ κατερείπεται,
478
τυφομένα, δορίκτητος
479
Ἀργεΐων · ἐγὼ δ’ἐν
480
ξείνᾳ χθονὶ δὴ κέκλημαι
481
δούλα, λιποῦσ’Ἀσίαν,
482
Εὐρώπας θεραπνᾶν
483
ἀλλάξασ’Ἅιδα θαλάμους.
Ταλθυβιος
Τα.
Τα.
484
ποῦ τὴν ἄνασσαν δή ποτ’οὖσαν Ἰλίου
485
Ἑκάβην ἂν ἐξεύροιμι, Τρῳάδες κόραι;
Χορος
Χο.
Χο.
486
αὕτη πέλας σου νῶτ’ἔχουσ’ἐπὶ χθονί,
487
Ταλθύβιε, κεῖται ξυγκεκλῃμένη πέπλοις.
Ταλθυβιος
Τα.
Τα.
488
Ζεῦ, τί λέξω; πότερά σ’ἀνθρώπους ὁρᾶν;
489
δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην,
490
491
τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν;
492
οὐχ ἥδ’ἄνασσα τῶν πολυχρύσων Φρυγῶν,
493
οὐχ ἥδε Πριάμου τοῦ μέγ’ὀλβίου δάμαρ;
494
καὶ νῦν πόλις μὲν πᾶσ’ἀνέστηκεν δορί,
495
αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ
496
κεῖται, κόνει φύρουσα δύστηνον κάρα.
497
φεῦ φεῦ · γέρων μέν εἰμ’, ὅμως δέ μοι θανεῖν
498
εἴη πρὶν αἰσχρᾷ περιπεσεῖν τύχῃ τινί.
499
ἀνίστασ’, δύστηνε, καὶ μετάρσιον
500
πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα.
Εκαβη
Εκ.
Εκ.
501
ἔα · τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾷ
502
κεῖσθαι; τί κινεῖς μ’, ὅστις εἶ, λυπουμένην;
Ταλθυβιος
Τα.
Τα.
503
Ταλθύβιος ἥκω Δαναϊδῶν ὑπηρέτης,
504
Ἀγαμέμνονος πέμψαντος, γύναι, μέτα.
Εκαβη
Εκ.
Εκ.
505
φίλτατ’, ἆρα κἄμ’ἐπισφάξαι τάφῳ
506
δοκοῦν Ἀχαιοῖς ἦλθες; ὡς φίλ’ἂν λέγοις.
507
σπεύδωμεν, ἐγκονῶμεν · ἡγοῦ μοι, γέρον.
Ταλθυβιος
Τα.
Τα.
508
σὴν παῖδα κατθανοῦσαν ὡς θάψῃς, γύναι,
509
ἥκω μεταστείχων σε · πέμπουσιν δέ με
510
δισσοίτ’Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός.
Εκαβη
Εκ.
Εκ.
511
οἴμοι, τί λέξεις; οὐκ ἄρ’ὡς θανουμένους
512
μετῆλθες ἡμᾶς, ἀλλὰ σημανῶν κακά;
513
ὄλωλας, παῖ, μητρὸς ἁρπασθεῖσ’ἄπο ·
514
ἡμεῖς δ’ἄτεκνοι τοὐπὶ σ’· τάλαιν’ἐγώ.
515
πῶς καί νιν ἐξεπράξατ’; ἆρ’αἰδούμενοι;
516
πρὸς τὸ δεινὸν ἤλθεθ’ὡς ἐχθράν, γέρον,
517
κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα.
Ταλθυβιος
Τα.
Τα.
518
διπλᾶ με χρῄζεις δάκρυα κερδᾶναι, γύναι,
519
σῆς παιδὸς οἴκτῳ · νῦντε γὰρ λέγων κακὰ
520
τέγξω τόδ’ὄμμα, πρὸς τάφῳθ’ὅτ’ὤλλυτο.
521
παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ
522
πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς ·
523
λαβὼν δ’Ἀχιλλέως παῖς Πολυξένην χερὸς
524
ἔστησ’ἐπ’ἄκρου χώματος, πέλας δ’ἐγώ ·
525
λεκτοίτ’Ἀχαιῶν ἔκκριτοι νεανίαι,
526
σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν,
527
ἕσποντο. πλῆρες δ’ἐν χεροῖν λαβὼν δέπας
528
πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως
529
χοὰς θανόντι πατρί · σημαίνει δέ μοι
530
σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῷ.
531
κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε ·
532
σιγᾶτ’, Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς,
533
σίγα σιώπα · νήνεμον δ’ἔστησ’ὄχλον.
534
δ’εἶπεν · παῖ Πηλέως, πατὴρ δ’ἐμός,
535
δέξαι χοάς μοι τάσδε κηλητηρίους,
536
νεκρῶν ἀγωγούς · ἐλθὲ δ’, ὡς πίῃς μέλαν
537
κόρης ἀκραιφνὲς αἷμ’, σοι δωρούμεθα
538
στρατόςτε κἀγώ · πρευμενὴς δ’ἡμῖν γενοῦ
539
λῦσαίτε πρύμνας καὶ χαλινωτήρια
540
νεῶν δὸς ἡμῖν πρευμενοῦς τ’ἀπ’Ἰλίου
541
νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν.
542
τοσαῦτ’ἔλεξε, πᾶς δ’ἐπηύξατο στρατός.
543
εἶτ’ἀμφίχρυσον φάσγανον κώπης λαβὼν
544
ἐξεῖλκε κολεοῦ, λογάσι δ’Ἀργείων στρατοῦ
545
νεανίαις ἔνευσε παρθένον λαβεῖν.
546
δ’, ὡς ἐφράσθη, τόνδ’ἐσήμηνεν λόγον ·
547
τὴν ἐμὴν πέρσαντες Ἀργεῖοι πόλιν,
548
ἑκοῦσα θνῄσκω · μή τις ἅψηται χροὸς
549
τοὐμοῦ · παρέξω γὰρ δέρην εὐκαρδίως.
550
ἐλευθέραν δέ μ’, ὡς ἐλευθέρα θάνω,
551
πρὸς θεῶν, μεθέντες κτείνατ’· ἐν νεκροῖσι γὰρ
552
δούλη κεκλῆσθαι βασιλὶς οὖσ’αἰσχύνομαι.
553
λαοὶ δ’ἐπερρόθησαν, Ἀγαμέμνωντ’ἄναξ
554
εἶπεν μεθεῖναι παρθένον νεανίαις.
555
556
557
κἀπεὶ τόδ’εἰσήκουσε δεσποτῶν ἔπος,
558
λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδος
559
ἔρρηξε λαγόνας ἐς μέσας παρ’ὀμφαλόν,
560
μαστούςτ’ἔδειξε στέρναθ’ὡς ἀγάλματος
561
κάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυ
562
ἔλεξε πάντων τλημονέστατον λόγον ·
563
ἰδού, τόδ’, εἰ μὲν στέρνον, νεανία,
564
παίειν προθυμῇ, παῖσον, εἰ δ’ὑπ’αὐχένα
565
χρῄζεις, πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε.
566
δ’οὐ θέλωντε καὶ θέλων οἴκτῳ κόρης,
567
τέμνει σιδήρῳ πνεύματος διαρροάς ·
568
κρουνοὶ δ’ἐχώρουν. δὲ καὶ θνῄσκουσ’ὅμως
569
πολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν,
570
κρύπτουσ’ κρύπτειν ὄμματ’ἀρσένων χρεών.
571
ἐπεὶ δ’ἀφῆκε πνεῦμα θανασίμῳ σφαγῇ,
572
οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον ·
573
ἀλλ’οἳ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶν
574
φύλλοις ἔβαλλον, οἳ δὲ πληροῦσιν πυρὰν
575
κορμοὺς φέροντες πευκίνους, δ’οὐ φέρων
576
πρὸς τοῦ φέροντος τοιάδ’ἤκουεν κακά ·
577
ἕστηκας, κάκιστε, τῇ νεάνιδι
578
οὐ πέπλον οὐ δὲ κόσμον ἐν χεροῖν ἔχων;
579
οὐκ εἶ τι δώσων τῇ περίσσ’εὐκαρδίῳ
580
ψυχήντ’ἀρίστῃ; τοιάδ’ἀμφὶ σῆς λέγων
581
παιδὸς θανούσης, εὐτεκνωτάτηντέ σε
582
πασῶν γυναικῶν δυστυχεστάτηνθ’ὁρῶ.
Χορος
Χο.
Χο.
583
δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν
584
πόλειτε τἠμῇ θεῶν ἀνάγκαισιν τόδε.
Εκαβη
Εκ.
Εκ.
585
θύγατερ, οὐκ οἶδ’εἰς τι βλέψω κακῶν,
586
πολλῶν παρόντων · ἢν γὰρ ἅψωμαί τινος,
587
τόδ’οὐκ ἐᾷ με, παρακαλεῖ δ’ἐκεῖθεν αὖ
588
λύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς.
589
καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθος
590
οὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός ·
591
τὸ δ’αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι
592
γενναῖος. οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴ
593
τυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει,
594
χρηστὴ δ’ἁμαρτοῦσ’ὧν χρεὼν αὐτὴν τυχεῖν
595
κακὸν δίδωσι καρπόν, ἀνθρώποις δ’ἀεὶ
596
μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός,
597
δ’ἐσθλὸς ἐσθλός, οὐ δὲ συμφορᾶς ὕπο
598
φύσιν διέφθειρ’, ἀλλὰ χρηστός ἐστ’ἀεί;
599
ἆρ’οἱ τεκόντες διαφέρουσιν τροφαί;
600
ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς
601
δίδαξιν ἐσθλοῦ · τοῦτο δ’ἤν τις εὖ μάθῃ,
602
οἶδεν τό γ’αἰσχρόν, κανόνι τοῦ καλοῦ μαθών.
603
καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην ·
604
σὺ δ’ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε,
605
μὴ θιγγάνειν μοι μηδέν’, ἀλλ’εἴργειν ὄχλον,
606
τῆς παιδός. ἔν τοι μυρίῳ στρατεύματι
607
ἀκόλαστος ὄχλος ναυτικήτ’ἀναρχία
608
κρείσσων πυρός, κακὸς δ’ μή τι δρῶν κακόν.
609
σὺ δ’αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι,
610
βάψασ’ἔνεγκε δεῦρο ποντίας ἁλός,
611
ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν,
612
νύμφηντ’ἄνυμφον παρθένοντ’ἀπάρθενον,
613
λούσω προθῶμαίθ’ ὡς μὲν ἀξία, πόθεν;
614
οὐκ ἂν δυναίμην · ὡς δ’ἔχω τί γὰρ πάθω;
615
κόσμοντ’ἀγείρασ’αἰχμαλωτίδων πάρα,
616
αἵ μοι πάρεδροι τῶνδ’ἔσω σκηνωμάτων
617
ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας
618
λαθοῦσ’ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.
619
σχήματ’οἴκων, ποτ’εὐτυχεῖς δόμοι,
620
πλεῖστ’ἔχων κάλλιστάτ’, εὐτεκνώτατε
621
Πρίαμε, γεραιάθ’ἥδ’ἐγὼ μήτηρ τέκνων,
622
ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος
623
τοῦ πρὶν στερέντες. εἶτα δῆτ’ὀγκούμεθα,
624
μέν τις ἡμῶν πλουσίοις ἐν δώμασιν,
625
δ’ἐν πολίταις τίμιος κεκλημένος.
626
τὰ δ’οὐδὲν ἄλλως, φροντίδων βουλεύματα
627
γλώσσηςτε κόμποι. κεῖνος ὀλβιώτατος,
628
ὅτῳ κατ’ἦμαρ τυγχάνει μηδὲν κακόν.
Χορος
Χο.
Χο.
629
ἐμοὶ χρῆν συμφοράν,
630
ἐμοὶ χρῆν πημονὰν γενέσθαι,
631
Ἰδαίαν ὅτε πρῶτον ὕλαν
632
Ἀλέξανδρος εἰλατίναν
633
ἐτάμεθ’, ἅλιον ἐπ’οἶδμα ναυστολήσων
635
Ἑλένας ἐπὶ λέκτρα, τὰν
636
καλλίσταν χρυσοφαὴς
637
Ἅλιος αὐγάζει.
638
πόνοι γὰρ καὶ πόνων
640
ἀνάγκαι κρείσσονες κυκλοῦνται
641
κοινὸν δ’ἐξ ἰδίας ἀνοίας
642
κακὸν τᾷ Σιμουντίδι γᾷ
643
ὀλέθριον ἔμολε συμφοράτ’ἀπ’ἄλλων.
644
ἐκρίθη δ’ἔρις, ἃν ἐν
645
Ἴδᾳ κρίνει τρισσὰς μακάρων
646
παῖδας ἀνὴρ βούτας,
647
ἐπὶ δορὶ καὶ φόνῳ καὶ ἐμῶν μελάθρων λώβᾳ ·
650
στένει δὲ καί τις ἀμφὶ τὸν εὔροον Εὐρώταν
651
Λάκαινα πολυδάκρυτος ἐν δόμοις κόρα,
653
πολιάντ’ἐπὶ κρᾶτα μάτηρ
654
τέκνων θανόντων
655
τίθεται χέρα δρύπτεται παρειάν,
656
δίαιμον ὄνυχα τιθεμένα σπαραγμοῖς.
Θεραπαινα
Θε.
Θε.
658
γυναῖκες, Ἑκάβη ποῦ ποθ’ παναθλία,
659
πάντα νικῶσ’ἄνδρα καὶ θῆλυν σπορὰν
660
κακοῖσιν; οὐδεὶς στέφανον ἀνθαιρήσεται.
Χορος
Χο.
Χο.
661
τί δ’, τάλαινα σῆς κακογλώσσου βοῆς;
662
ὡς οὔποθ’εὕδει λυπρά σου κηρύγματα.
Θεραπαινα
Θε.
Θε.
663
Ἑκάβῃ φέρω τόδ’ἄλγος · ἐν κακοῖσι δὲ
664
οὐ ῥᾴδιον βροτοῖσιν εὐφημεῖν στόμα.
Χορος
Χο.
Χο.
665
καὶ μὴν περῶσα τυγχάνει δόμων ὕπερ
666
ἥδ’, ἐς δὲ καιρὸν σοῖσι φαίνεται λόγοις.
Θεραπαινα
Θε.
Θε.
667
παντάλαινα κἄτι μᾶλλον λέγω,
668
δέσποιν’, ὄλωλας κοὐκέτ’εἶ, βλέπουσα φῶς,
669
ἄπαις ἄνανδρος ἄπολις ἐξεφθαρμένη.
Εκαβη
Εκ.
Εκ.
670
οὐ καινὸν εἶπας, εἰδόσιν δ’ὠνείδισας.
671
ἀτὰρ τί νεκρὸν τόνδε μοι Πολυξένης
672
ἥκεις κομίζουσ’, ἧς ἀπηγγέλθη τάφος
673
πάντων Ἀχαιῶν διὰ χερὸς σπουδὴν ἔχειν;
Θεραπαινα
Θε.
Θε.
674
ἥδ’οὐδὲν οἶδεν, ἀλλά μοι Πολυξένην
675
θρηνεῖ, νέων δὲ πημάτων οὐχ ἅπτεται.
Εκαβη
Εκ.
Εκ.
676
οἲ ’γὼ τάλαινα · μῶν τὸ βακχεῖον κάρα
677
τῆς θεσπιῳδοῦ δεῦρο Κασάνδρας φέρεις;
Θεραπαινα
Θε.
Θε.
678
ζῶσαν λέλακας, τὸν θανόντα δ’οὐ στένεις
679
τόνδ’· ἀλλ’ἄθρησον σῶμα γυμνωθὲν νεκροῦ,
680
εἴ σοι φανεῖται θαῦμα καὶ παρ’ἐλπίδας.
Εκαβη
Εκ.
Εκ.
681
οἴμοι, βλέπω δὴ παῖδ’ἐμὸν τεθνηκότα,
682
Πολύδωρον, ὅν μοι Θρῂξ ἔσῳζ’οἴκοις ἀνήρ.
683
ἀπωλόμην δύστηνος, οὐκέτ’εἰμὶ δή.
684
τέκνον τέκνον,
685
αἰαῖ, κατάρχομαι γόων,
686
βακχεῖον ἐξ ἀλάστορος
687
ἀρτιμαθῆ νόμον.
Θεραπαινα
Θε.
Θε.
688
ἔγνως γὰρ ἄτην παιδός, δύστηνε σύ;
Εκαβη
Εκ.
Εκ.
689
ἄπιστ’ἄπιστα, καινὰ καινὰ δέρκομαι.
690
ἕτερα δ’ἀφ’ἑτέρων κακὰ κακῶν κυρεῖ ·
691
οὐ δέ ποτ’ἀστένακτος ἀδάκρυτος
692
ἁμέρα ἐπισχήσει.
Χορος
Χο.
Χο.
693
δείν’, τάλαινα, δεινὰ πάσχομεν κακά.
Εκαβη
Εκ.
Εκ.
694
τέκνον τέκνον ταλαίνας ματρός,
695
τίνι μόρῳ θνῄσκεις,
696
τίνι πότμῳ κεῖσαι;
697
πρὸς τίνος ἀνθρώπων;
Θεραπαινα
Θε.
Θε.
698
οὐκ οἶδ’· ἐπ’ἀκταῖς νιν κυρῶ θαλασσίαις […]
Εκαβη
Εκ.
Εκ.
699
ἔκβλητον, πέσημα φοινίου δορός,
700
ἐν ψαμάθῳ λευρᾷ;
Θεραπαινα
Θε.
Θε.
701
πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων.
Εκαβη
Εκ.
Εκ.
702
ὤμοι, αἰαῖ, ἔμαθον ἔνυπνον ὀμμάτων
704
ἐμῶν ὄψιν · οὔ με παρέβα
705
φάσμα μελανόπτερον, τὰν ἐσεῖδον ἀμφὶ σέ,
706
τέκνον, οὐκέτ’ὄντα Διὸς ἐν φάει.
Χορος
Χο.
Χο.
709
τίς γάρ νιν ἔκτειν’; οἶσθ’ὀνειρόφρων φράσαι;
Εκαβη
Εκ.
Εκ.
710
ἐμὸς ἐμὸς ξένος, Θρῄκιος ἱππότας,
711
ἵν’ γέρων πατὴρ ἔθετό νιν κρύψας.
Χορος
Χο.
Χο.
713
οἴμοι, τί λέξεις; χρυσὸν ὡς ἔχοι κτανών;
Εκαβη
Εκ.
Εκ.
714
ἄρρητ’ἀνωνόμαστα, θαυμάτων πέρα,
715
οὐχ ὅσι’οὐ δ’ἀνεκτά. ποῦ δίκα ξένων;
716
κατάρατ’ἀνδρῶν, ὡς διεμοιράσω
718
χρόα, σιδαρέῳ τεμὼν φασγάνῳ
720
μέλεα τοῦδε παιδὸς οὐ δ’ᾤκτισας.
Χορος
Χο.
Χο.
722
τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν
723
δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.
724
ἀλλ’εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας
725
Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι.
Αγαμεμνων
Αγ.
Αγ.
726
Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳ
727
ἐλθοῦσ’, ἐφ’οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι
728
μὴ θιγγάνειν σῆς μηδέν’Ἀργείων κόρης;
729
ἡμεῖς μὲν οὖν εἰῶμεν οὐ δ’ἐψαύομεν ·
730
σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ.
731
ἥκω δ’ἀποστελῶν σε · τἀκεῖθεν γὰρ εὖ
732
πεπραγμέν’ἐστίν εἴ τι τῶνδ’ἐστὶν καλῶς.
733
ἔα · τίν’ἄνδρα τόνδ’ἐπὶ σκηναῖς ὁρῶ
734
θανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοι
735
δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι.
Εκαβη
Εκ.
Εκ.
736
δύστην’, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,
737
Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυ
738
Ἀγαμέμνονος τοῦδ’ φέρω σιγῇ κακά;
Αγαμεμνων
Αγ.
Αγ.
739
τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν
740
δύρῃ, τὸ πραχθὲν δ’οὐ λέγεις; τίς ἔσθ’ὅδε;
Εκαβη
Εκ.
Εκ.
741
ἀλλ’, εἴ με δούλην πολεμίανθ’ἡγούμενος
742
γονάτων ἀπώσαιτ’, ἄλγος ἂν προσθείμεθ’ἄν.
Αγαμεμνων
Αγ.
Αγ.
743
οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων
744
ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων.
Εκαβη
Εκ.
Εκ.
745
ἆρ’ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς
746
μᾶλλον φρένας τοῦδ’, ὄντος οὐχὶ δυσμενοῦς;
Αγαμεμνων
Αγ.
Αγ.
747
εἴ τοί με βούλῃ τῶνδε μηδὲν εἰδέναι,
748
ἐς ταὐτὸν ἥκεις · καὶ γὰρ οὐ δ’ἐγὼ κλύειν.
Εκαβη
Εκ.
Εκ.
749
οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ
750
τέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε;
751
τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω.
752
Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων
753
καὶ σοῦ γενείου δεξιᾶςτ’εὐδαίμονος […]
Αγαμεμνων
Αγ.
Αγ.
754
τί χρῆμα μαστεύουσα; μῶν ἐλεύθερον
755
αἰῶνα θέσθαι; ῥᾴδιον γάρ ἐστί σοι.
Εκαβη
Εκ.
Εκ.
756
οὐ δῆτα · τοὺς κακοὺς δὲ τιμωρουμένη
757
αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω.
Αγαμεμνων
Αγ.
Αγ.
758
καὶ δὴ τίν’ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς;
Εκαβη
Εκ.
Εκ.
759
οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ.
760
ὁρᾷς νεκρὸν τόνδ’, οὗ καταστάζω δάκρυ;
Αγαμεμνων
Αγ.
Αγ.
761
ὁρῶ · τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν.
Εκαβη
Εκ.
Εκ.
762
τοῦτόν ποτ’ἔτεκον κἄφερον ζώνης ὕπο.
Αγαμεμνων
Αγ.
Αγ.
763
ἔστιν δὲ τίς σῶν οὗτος, τλῆμον, τέκνων;
Εκαβη
Εκ.
Εκ.
764
οὐ τῶν θανόντων Πριαμιδῶν ὑπ’Ἰλίῳ.
Αγαμεμνων
Αγ.
Αγ.
765
γάρ τιν’ἄλλον ἔτεκες κείνους, γύναι;
Εκαβη
Εκ.
Εκ.
766
ἀνόνητά γ’, ὡς ἔοικε, τόνδ’ὃν εἰσορᾷς.
Αγαμεμνων
Αγ.
Αγ.
767
ποῦ δ’ὢν ἐτύγχαν’, ἡνίκ’ὤλλυτο πτόλις;
Εκαβη
Εκ.
Εκ.
768
πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν.
Αγαμεμνων
Αγ.
Αγ.
769
ποῖ τῶν τότ’ὄντων χωρίσας τέκνων μόνον;
Εκαβη
Εκ.
Εκ.
770
ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών.
Αγαμεμνων
Αγ.
Αγ.
771
πρὸς ἄνδρ’ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός;
Εκαβη
Εκ.
Εκ.
772
ἐνταῦθ’ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ.
Αγαμεμνων
Αγ.
Αγ.
773
θνῄσκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών;
Εκαβη
Εκ.
Εκ.
774
τίνος γ’ὑπ’ἄλλου; Θρῄξ νιν ὤλεσε ξένος.
Αγαμεμνων
Αγ.
Αγ.
775
τλῆμον · που χρυσὸν ἠράσθη λαβεῖν;
Εκαβη
Εκ.
Εκ.
776
τοιαῦτ’, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν.
Αγαμεμνων
Αγ.
Αγ.
777
ηὗρες δὲ ποῦ νιν; τίς ἤνεγκεν νεκρόν;
Εκαβη
Εκ.
Εκ.
778
ἥδ’, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι.
Αγαμεμνων
Αγ.
Αγ.
779
τοῦτον ματεύουσ’ πονοῦσ’ἄλλον πόνον;
Εκαβη
Εκ.
Εκ.
780
λούτρ’ᾤχετ’οἴσουσ’ἐξ ἁλὸς Πολυξένῃ.
Αγαμεμνων
Αγ.
Αγ.
781
κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος.
Εκαβη
Εκ.
Εκ.
782
θαλασσόπλαγκτόν γ’, ὧδε διατεμὼν χρόα.
Αγαμεμνων
Αγ.
Αγ.
783
σχετλία σὺ τῶν ἀμετρήτων πόνων.
Εκαβη
Εκ.
Εκ.
784
ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν.
Αγαμεμνων
Αγ.
Αγ.
785
φεῦ φεῦ · τίς οὕτω δυστυχὴς ἔφυ γυνή;
Εκαβη
Εκ.
Εκ.
786
οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις.
787
ἀλλ’ὧνπερ οὕνεκ’ἀμφὶ σὸν πίπτω γόνυ
788
ἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ,
789
στέργοιμ’ἄν · εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ
790
τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου,
791
ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω
792
δείσας δέδρακεν ἔργον ἀνοσιώτατον,
793
κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοί,
794
ξενίαςτ’ἀριθμῷ πρῶτ’ἔχων ἐμῶν φίλων,
795
τυχὼν δ’ὅσων δεῖ . καὶ λαβὼν προμηθίαν
796
ἔκτεινε · τύμβου δ’, εἰ κτανεῖν ἐβούλετο,
797
οὐκ ἠξίωσεν, ἀλλ’ἀφῆκε πόντιον.
798
ἡμεῖς μὲν οὖν δοῦλοίτε κἀσθενεῖς ἴσως ·
799
ἀλλ’οἱ θεοὶ σθένουσι χὡ κείνων κρατῶν
800
Νόμος · νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθα
801
καὶ ζῶμεν ἄδικα καὶ δίκαι’ὡρισμένοι ·
802
ὃς ἐς σ’ἀνελθὼν εἰ διαφθαρήσεται,
803
καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένους
804
κτείνουσιν θεῶν ἱερὰ τολμῶσιν φέρειν,
805
οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον.
806
ταῦτ’οὖν ἐν αἰσχρῷ θέμενος αἰδέσθητί με ·
807
οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τ’ἀποσταθεὶς
808
ἰδοῦ με κἀνάθρησον οἷ’ἔχω κακά.
809
τύραννος ποτ’, ἀλλὰ νῦν δούλη σέθεν,
810
εὔπαις ποτ’οὖσα, νῦν δὲ γραῦς ἄπαιςθ’ἅμα,
811
ἄπολις ἔρημος, ἀθλιωτάτη βροτῶν […]
812
οἴμοι τάλαινα, ποῖ μ’ὑπεξάγεις πόδα;
813
ἔοικα πράξειν οὐδέν · τάλαιν’ἐγώ.
814
τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα
815
μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν,
816
Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην
817
οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν
818
μισθοὺς διδόντες μανθάνειν, ἵν’ἦν ποτε
819
πείθειν τις βούλοιτο τυγχάνεινθ’ἅμα;
820
πῶς οὖν ἔτ’ἄν τις ἐλπίσαι πράξειν καλῶς;
821
οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτ’εἰσί μοι,
822
αὕτη δ’ἐπ’αἰσχροῖς αἰχμάλωτος. οἴχομαι ·
823
καπνὸν δὲ πόλεως τόνδ’ὑπερθρῴσκονθ’ὁρῶ.
824
καὶ μήν ἴσως μὲν τοῦ λόγου κενὸν τόδε,
825
Κύπριν προβάλλειν · ἀλλ’ὅμως εἰρήσεται ·
826
πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται
827
φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες.
828
ποῦ τὰς φίλας δῆτ’εὐφρόνας δείξεις, ἄναξ,
829
τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων
830
χάριν τίν’ἕξει παῖς ἐμή, κείνης δ’ἐγώ;
831
832
833
ἄκουε δή νυν · τὸν θανόντα τόνδ’ὁρᾷς;
834
τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν
835
δράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι.
836
εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι
837
καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει
838
Δαιδάλου τέχναισιν θεῶν τινος,
839
ὡς πάνθ’ὁμαρτῇ σῶν ἔχοιντο γουνάτων
840
κλαίοντ’, ἐπισκήπτοντα παντοίους λόγους.
841
δέσποτ’, μέγιστον Ἕλλησιν φάος,
842
πιθοῦ, παράσχες χεῖρα τῇ πρεσβύτιδι
843
τιμωρόν, εἰ καὶ μηδέν ἐστιν, ἀλλ’ὅμως.
844
ἐσθλοῦ γὰρ ἀνδρὸς τῇ δίκῃθ’ὑπηρετεῖν
845
καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.
Χορος
Χο.
Χο.
846
δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει,
847
καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν,
848
φίλους τιθέντες τούς γε πολεμιωτάτους
849
ἐχθρούςτε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι.
Αγαμεμνων
Αγ.
Αγ.
850
ἐγὼ σὲ καὶ σὸν παῖδα καὶ τύχας σέθεν,
851
Ἑκάβη, δι’οἴκτου χεῖράθ’ἱκεσίαν ἔχω,
852
καὶ βούλομαι θεῶνθ’οὕνεκ’ἀνόσιον ξένον
853
καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην,
854
εἴ πως φανείη γ’ὥστε σοίτ’ἔχειν καλῶς,
855
στρατῷτε μὴ δόξαιμι Κασάνδρας χάριν
856
Θρῄκης ἄνακτι τόνδε βουλεῦσαι φόνον.
857
ἔστιν γὰρ ταραγμὸς ἐμπέπτωκέ μοι ·
858
τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός,
859
τὸν κατθανόντα δ’ἐχθρόν · εἰ δὲ σοὶ φίλος
860
ὅδ’ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῷ.
861
πρὸς ταῦτα φρόντιζ’· ὡς θέλοντα μέν μ’ἔχεις
862
σοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι,
863
βραδὺν δ’, Ἀχαιοῖς εἰ διαβληθήσομαι.
Εκαβη
Εκ.
Εκ.
864
φεῦ.
865
οὐκ ἔστι θνητῶν ὅστις ἔστ’ἐλεύθερος · χρημάτων γὰρ δοῦλός ἐστιν τύχης,
866
πλῆθος αὐτὸν πόλεος νόμων γραφαὶ
867
εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.
868
ἐπεὶ δὲ ταρβεῖς τῷτ’ὄχλῳ πλέον νέμεις,
869
ἐγώ σε θήσω τοῦδ’ἐλεύθερον φόβου.
870
σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸν
871
τῷ τόνδ’ἀποκτείναντι, συνδράσῃς δὲ μή.
872
ἢν δ’ἐξ Ἀχαιῶν θόρυβος ’πικουρία
873
πάσχοντος ἀνδρὸς Θρῃκὸς οἷα πείσεται
874
φανῇ τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν.
875
τὰ δ’ἄλλα θάρσει πάντ’ἐγὼ θήσω καλῶς.
Αγαμεμνων
Αγ.
Αγ.
876
πῶς οὖν; τί δράσεις; πότερα φάσγανον χερὶ
877
λαβοῦσα γραίᾳ φῶτα βάρβαρον κτενεῖς,
878
φαρμάκοισιν ’πικουρίᾳ τινί;
879
τίς σοι ξυνέσται χείρ; πόθεν κτήσῃ φίλους;
Εκαβη
Εκ.
Εκ.
880
στέγαι κεκεύθασ’αἵδε Τρῳάδων ὄχλον.
Αγαμεμνων
Αγ.
Αγ.
881
τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν;
Εκαβη
Εκ.
Εκ.
882
σὺν ταῖσδε τὸν ἐμὸν φονέα τιμωρήσομαι.
Αγαμεμνων
Αγ.
Αγ.
883
καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος;
Εκαβη
Εκ.
Εκ.
884
δεινὸν τὸ πλῆθος σὺν δόλῳτε δύσμαχον.
Αγαμεμνων
Αγ.
Αγ.
885
δεινόν · τὸ μέντοι θῆλυ μέμφομαι γένος.
Εκαβη
Εκ.
Εκ.
886
τί δ’; οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα
887
καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξῴκισαν;
888
ἀλλ’ὣς γενέσθω · τόνδε μὲν μέθες λόγον,
889
πέμψον δέ μοι τήνδ’ἀσφαλῶς διὰ στρατοῦ
890
γυναῖκα. καὶ σὺ Θρῃκὶ πλαθεῖσα ξένῳ
891
λέξον · καλεῖ σ’ἄνασσα δή ποτ’Ἰλίου
892
Ἑκάβη, σὸν οὐκ ἔλασσον κείνης χρέος,
893
καὶ παῖδας · ὡς δεῖ καὶ τέκν’εἰδέναι λόγους
894
τοὺς ἐξ ἐκείνης. τὸν δὲ τῆς νεοσφαγοῦς
895
Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον,
896
ὡς τώδ’ἀδελφὼ πλησίον μιᾷ φλογί,
897
δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί.
Αγαμεμνων
Αγ.
Αγ.
898
ἔσται τάδ’οὕτω · καὶ γὰρ εἰ μὲν ἦν στρατῷ
899
πλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν ·
900
νῦν δ’, οὐ γὰρ ἵησ’οὐρίους πνοὰς θεός,
901
μένειν ἀνάγκη πλοῦν ὁρῶντ’ἐς ἥσυχον.
902
γένοιτο δ’εὖ πως · πᾶσι γὰρ κοινὸν τόδε,
903
ἰδίᾳθ’ἑκάστῳ καὶ πόλει, τὸν μὲν κακὸν
904
κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.
Χορος
Χο.
Χο.
905
σὺ μέν, πατρὶς Ἰλιάς,
906
τῶν ἀπορθήτων πόλις οὐκέτι λέξῃ ·
907
τοῖον Ἑλλάνων νέφος ἀμφί σε κρύπτει
909
δορὶ δὴ δορὶ πέρσαν.
910
ἀπὸ δὲ στεφάναν
911
κέκαρσαι πύργων, κατὰ δ’αἰθάλου
912
κηλῖδ’οἰκτροτάταν
913
κέχρωσαι · τάλαιν’,
913b
οὐκέτι σ’ἐμβατεύσω.
914
μεσονύκτιος ὠλλύμαν,
915
ἦμος ἐκ δείπνων ὕπνος ἡδὺς ἐπ’ὄσσοις
916
σκίδναται, μολπᾶν δ’ἄπο καὶ χοροποιῶν
918
θυσιᾶν καταλύσας
919
πόσις ἐν θαλάμοις
920
ἔκειτο, ξυστὸν δ’ἐπὶ πασσάλῳ,
921
ναύταν οὐκέθ’ὁρῶν
922
ὅμιλον Τροίαν
922b
Ἰλιάδ’ἐμβεβῶτα.
923
ἐγὼ δὲ πλόκαμον ἀναδέτοις
924
μίτραισιν ἐρρυθμιζόμαν
925
χρυσέων ἐνόπτρων
926
λεύσσουσ’ἀτέρμονας εἰς αὐγάς,
927
ἐπιδέμνιος ὡς πέσοιμ’ἐς εὐνάν.
928
ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν ·
929
κέλευσμα δ’ἦν κατ’ἄστυ
930
Τροίας τόδ’· παῖδες Ἑλλάνων, πότε δὴ πότε τὰν
931
Ἰλιάδα σκοπιὰν
932
πέρσαντες ἥξετ’οἴκους;
933
λέχη δὲ φίλια μονόπεπλος
934
λιποῦσα, Δωρὶς ὡς κόρα,
935
σεμνὰν προσίζουσ’οὐκ
936
ἤνυσ’Ἄρτεμιν τλάμων ·
937
ἄγομαι δὲ θανόντ’ἰδοῦσ’ἀκοίταν
938
τὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος,
939
πόλιντ’ἀποσκοποῦσ’, ἐπεὶ
940
νόστιμον ναῦς ἐκίνησεν πόδα καί μ’ἀπὸ γᾶς
941
ὥρισεν Ἰλιάδος ·
942
τάλαιν’, ἀπεῖπον ἄλγει,
943
τὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσιν
944
Ἰδαῖόντε βούταν
945
αἰνόπαριν κατάρᾳ
946
διδοῦσ’, ἐπεί με γᾶς ἐκ
947
πατρῴας ἀπώλεσεν
948
ἐξῴκισέντ’οἴκων γάμος, οὐ γάμος ἀλλ’
949
ἀλάστορός τις οἰζύς ·
950
ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν,
951
μήτε
952
πατρῷον ἵκοιτ’ἐς οἶκον.
Πολυμηστωρ
Πο.
Πο.
953
φίλτατ’ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ,
954
Ἑκάβη, δακρύω σ’εἰσορῶν πόλιντε σὴν
955
τήντ’ἀρτίως θανοῦσαν ἔκγονον σέθεν.
956
φεῦ ·
957
οὐκ ἔστι πιστὸν οὐδέν, οὔτ’εὐδοξία
958
οὔτ’αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς.
959
φύρουσι δ’αὐτοὶ θεοὶ πάλιντε καὶ πρόσω
960
ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίᾳ σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖ
961
θρηνεῖν, προκόπτοντ’οὐδὲν ἐς πρόσθεν κακῶν;
962
σὺ δ’, εἴ τι μέμφῃ τῆς ἐμῆς ἀπουσίας,
963
σχές · τυγχάνω γὰρ ἐν μέσοις Θρῄκης ὅροις
964
ἀπών, ὅτ’ἦλθες δεῦρ’· ἐπεὶ δ’ἀφικόμην,
965
ἤδη πόδ’ἔξω δωμάτων αἴροντί μοι
966
ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν
967
λέγουσα μύθους, ὧν κλύων ἀφικόμην.
Εκαβη
Εκ.
Εκ.
968
αἰσχύνομαί σε προσβλέπειν ἐναντίον,
969
Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς.
970
ὅτῳ γὰρ ὤφθην εὐτυχοῦσ’, αἰδώς μ’ἔχει
971
ἐν τῷδε πότμῳ τυγχάνουσ’ἵν’εἰμὶ νῦν
972
κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις.
973
ἀλλ’αὐτὸ μὴ δύσνοιαν ἡγήσῃ σέθεν,
974
Πολυμῆστορ · ἄλλως δ’αἴτιόν τι καὶ νόμος,
975
γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον.
Πολυμηστωρ
Πο.
Πο.
976
καὶ θαῦμά γ’οὐδέν. ἀλλὰ τίς χρεία σ’ἐμοῦ;
977
τί χρῆμ’ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα ·
Εκαβη
Εκ.
Εκ.
978
ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι
979
καὶ παῖδας εἰπεῖν σούς · ὀπάονας δέ μοι
980
χωρὶς κέλευσον τῶνδ’ἀποστῆναι δόμων.
Πολυμηστωρ
Πο.
Πο.
981
χωρεῖτ’· ἐν ἀσφαλεῖ γὰρ ἥδ’ἐρημία.
982
φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε
983
στράτευμ’Ἀχαιῶν. ἀλλὰ σημαίνειν σὲ χρῆν ·
984
τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ
985
φίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμ’ἐγώ.
Εκαβη
Εκ.
Εκ.
986
πρῶτον μὲν εἰπὲ παῖδ’ὃν ἐξ ἐμῆς χερὸς
987
Πολύδωρον ἔκτε πατρὸς ἐν δόμοις ἔχεις,
988
εἰ ζῇ · τὰ δ’ἄλλα δεύτερόν σ’ἐρήσομαι.
Πολυμηστωρ
Πο.
Πο.
989
μάλιστα · τοὐκείνου μὲν εὐτυχεῖς μέρος.
Εκαβη
Εκ.
Εκ.
990
φίλταθ’, ὡς εὖ κἀξίως λέγεις σέθεν.
Πολυμηστωρ
Πο.
Πο.
991
τί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ;
Εκαβη
Εκ.
Εκ.
992
εἰ τῆς τεκούσης τῆσδε […] μέμνηταί τί μου;
Πολυμηστωρ
Πο.
Πο.
993
καὶ δεῦρό γ’ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.
Εκαβη
Εκ.
Εκ.
994
χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων;
Πολυμηστωρ
Πο.
Πο.
995
σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος.
Εκαβη
Εκ.
Εκ.
996
σῶσόν νυν αὐτὸν μη δ’ἔρα τῶν πλησίον.
Πολυμηστωρ
Πο.
Πο.
997
ἥκιστ’· ὀναίμην τοῦ παρόντος, γύναι.
Εκαβη
Εκ.
Εκ.
998
οἶσθ’οὖν λέξαι σοίτε καὶ παισὶν θέλω;
Πολυμηστωρ
Πο.
Πο.
999
οὐκ οἶδα · τῷ σῷ τοῦτο σημανεῖς λόγῳ.
Εκαβη
Εκ.
Εκ.
1000
ἔστ’, φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῇ
Πολυμηστωρ
Πο.
Πο.
1001
τί χρῆμ’ κἀμὲ καὶ τέκν’εἰδέναι χρεών;
Εκαβη
Εκ.
Εκ.
1002
χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.
Πολυμηστωρ
Πο.
Πο.
1003
ταῦτ’ἔσθ’ βούλῃ παιδὶ σημῆναι σέθεν;
Εκαβη
Εκ.
Εκ.
1004
μάλιστα, διὰ σοῦ γ’· εἶ γὰρ εὐσεβὴς ἀνήρ.
Πολυμηστωρ
Πο.
Πο.
1005
τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας;
Εκαβη
Εκ.
Εκ.
1006
ἄμεινον, ἢν σὺ κατθάνῃς, τούσδ’εἰδέναι.
Πολυμηστωρ
Πο.
Πο.
1007
καλῶς ἔλεξας · τῇδε καὶ σοφώτερον.
Εκαβη
Εκ.
Εκ.
1008
οἶσθ’οὖν Ἀθάνας Ἰλίας ἵνα στέγαι;
Πολυμηστωρ
Πο.
Πο.
1009
ἐνταῦθ’ χρυσός ἐστι; σημεῖον δὲ τί;
Εκαβη
Εκ.
Εκ.
1010
μέλαινα πέτρα γῆς ὑπερτέλλουσ’ἄνω.
Πολυμηστωρ
Πο.
Πο.
1011
ἔτ’οὖν τι βούλῃ τῶν ἐκεῖ φράζειν ἐμοί;
Εκαβη
Εκ.
Εκ.
1012
σῶσαί σε χρήμαθ’οἷς συνεξῆλθον θέλω.
Πολυμηστωρ
Πο.
Πο.
1013
ποῦ δῆτα; πέπλων ἐντὸς κρύψασ’ἔχεις;
Εκαβη
Εκ.
Εκ.
1014
σκύλων ἐν ὄχλῳ ταῖσδε σῴζεται στέγαις.
Πολυμηστωρ
Πο.
Πο.
1015
ποῦ δ’; αἵδ’Ἀχαιῶν ναύλοχοι περιπτυχαί.
Εκαβη
Εκ.
Εκ.
1016
ἰδίᾳ γυναικῶν αἰχμαλωτίδων στέγαι.
Πολυμηστωρ
Πο.
Πο.
1017
τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία;
Εκαβη
Εκ.
Εκ.
1018
οὐδεὶς Ἀχαιῶν ἔνδον, ἀλλ’ἡμεῖς μόναι.
1019
ἀλλ’ἕρπ’ἐς οἴκους · καὶ γὰρ Ἀργεῖοι νεῶν
1020
λῦσαι ποθοῦσιν οἴκαδ’ἐκ Τροίας πόδα ·
1021
ὡς πάντα πράξας ὧν σε δεῖ στείχῃς πάλιν
1022
ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ᾤκισας γόνον.
Χορος
Χο.
Χο.
1024
οὔπω δέδωκας, ἀλλ’ἴσως δώσεις δίκην ·
1025
ἀλίμενόν τις ὡς εἰς ἄντλον πεσὼν
1026
λέχριος ἐκπεσῇ φίλας καρδίας,
1027
ἀμέρσας βίοτον. τὸ γὰρ ὑπέγγυον
1029
Δίκᾳ καὶ θεοῖσιν οὐ συμπίτνει ·
1030
ὀλέθριον ὀλέθριον κακόν .
1031
ψεύσει σ’ὁδοῦ τῆσδ’ἐλπὶς σ’ἐπήγαγεν
1032
θανάσιμον πρὸς Ἅιδαν, ἰὼ τάλας ·
1033
ἀπολέμῳ δὲ χειρὶ λείψεις βίον.
Πολυμηστωρ
Πο.
Πο.
1035
ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας.
Χορος
Χο.
Χο.
1036
ἠκούσατ’ἀνδρὸς Θρῃκὸς οἰμωγήν, φίλαι;
Πολυμηστωρ
Πο.
Πο.
1037
ὤμοι μάλ’αὖθις, τέκνα, δυστήνου σφαγῆς.
Χορος
Χο.
Χο.
1038
φίλαι, πέπρακται καίν’ἔσω δόμων κακά.
Πολυμηστωρ
Πο.
Πο.
1039
ἀλλ’οὔτι μὴ φύγητε λαιψηρῷ ποδί ·
1040
βάλλων γὰρ οἴκων τῶνδ’ἀναρρήξω μυχούς.
Χορος
Χο.
Χο.
1041
ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος.
1042
βούλεσθ’ἐπεσπέσωμεν; ὡς ἀκμὴ καλεῖ
1043
Ἑκάβῃ παρεῖναι Τρῳάσιντε συμμάχους.
Εκαβη
Εκ.
Εκ.
1044
ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας ·
1045
οὐ γάρ ποτ’ὄμμα λαμπρὸν ἐνθήσεις κόραις,
1046
οὐ παῖδας ὄψῃ ζῶντας οὓς ἔκτειν’ἐγώ.
Χορος
Χο.
Χο.
1047
γὰρ καθεῖλες Θρῇκα, καὶ κρατεῖς, ξένον,
1048
δέσποινα, καὶ δέδρακας οἷάπερ λέγεις;
Εκαβη
Εκ.
Εκ.
1049
ὄψῃ νιν αὐτίκ’ὄντα δωμάτων πάρος
1050
τυφλὸν τυφλῷ στείχοντα παραφόρῳ ποδί,
1051
παίδωντε δισσῶν σώμαθ’, οὓς ἔκτειν’ἐγὼ
1052
σὺν ταῖς ἀρίσταις Τρῳάσιν · δίκην δέ μοι
1053
δέδωκε. χωρεῖ δ’, ὡς ὁρᾷς, ὅδ’ἐκ δόμων.
1054
ἀλλ’ἐκποδὼν ἄπειμι κἀποστήσομαι
1055
θυμῷ ῥέοντι Θρῃκὶ δυσμαχωτάτῳ.
Πολυμηστωρ
Πο.
Πο.
1056
ὤμοι ἐγώ, πᾷ βῶ,
1057
πᾷ στῶ, πᾷ κέλσω;
1058
τετράποδος βάσιν θηρὸς ὀρεστέρου
1059
τιθέμενος ἐπίχειρα κατ’ἴχνος; ποίαν
1060
ταύταν τάνδ’ἐξαλλάξω, τὰς
1061
ἀνδροφόνους μάρψαι χρῄζων Ἰλιάδας,
1062
αἵ με διώλεσαν;
1064
τάλαιναι κόραι τάλαιναι Φρυγῶν,
1065
κατάρατοι,
1066
ποῖ καί με φυγᾷ πτώσσουσι μυχῶν;
1067
εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον
1068
ἀκέσαι’ἀκέσαιο τυφλόν, Ἅλιε,
1069
φέγγος ἐπαλλάξας.
1070
,
1071
σίγα · κρυπτὰν βάσιν αἰσθάνομαι
1072
τάνδε γυναικῶν. πᾷ πόδ’ἐπᾴξας
1073
σαρκῶν ὀστέωντ’ἐμπλησθῶ,
1074
θοίναν ἀγρίων θηρῶν τιθέμενος,
1075
ἀρνύμενος λώβαν λύμας ἀντίποιν’ἐμᾶς; τάλας.
1076
ποῖ πᾷ φέρομαι τέκν’ἔρημα λιπὼν
1077
Βάκχαις Ἅιδου διαμοιρᾶσαι,
1078
σφακτά, κυσίντε φοινίαν δαῖτ’
1079
ἀνήμεροντ’οὐρείαν ἐκβολάν;
1080
πᾷ στῶ, πᾷ κάμψω,
1081
ναῦς ὅπως ποντίοις πείσμασιν, λινόκροκον
1082
φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς
1083
τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν;
Χορος
Χο.
Χο.
1085
τλῆμον, ὥς σοι δύσφορ’εἴργασται κακά ·
1086
δράσαντι δ’αἰσχρὰ δεινὰ τἀπιτίμια.
1087
Πολυμηστωρ
Πο.
Πο.
1088
αἰαῖ, ἰὼ Θρῄκης λογχοφόρον
1090
ἔνοπλον εὔιππον Ἄρει κάτοχον γένος.
1091
ἰὼ Ἀχαιοί. ἰὼ Ἀτρεῖδαι. βοὰν βοὰν ἀυτῶ, βοάν.
1092
ἴτε · μόλετε πρὸς θεῶν.
1093
κλύει τις οὐδεὶς ἀρκέσει; τί μέλλετε;
1094
γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες · δεινὰ
1095
δεινὰ πεπόνθαμεν.
1098
ὤμοι ἐμᾶς λώβας.
1099
ποῖ τράπωμαι, ποῖ πορευθῶ;
1100
ἀμπτάμενος οὐράνιον
1101
ὑψιπετὲς ἐς μέλαθρον,
1102
Ὠαρίων Σείριος ἔνθα πυρὸς φλογέας
1105
ἀφίησιν ὄσσων αὐγάς, τὸν ἐς Ἀίδα
1106
μελάγχρωτα πορθμὸν ᾄξω τάλας;
Χορος
Χο.
Χο.
1107
συγγνώσθ’, ὅταν τις κρείσσον’ φέρειν κακὰ
1108
πάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης.
Αγαμεμνων
Αγ.
Αγ.
1109
κραυγῆς ἀκούσας ἦλθον · οὐ γὰρ ἥσυχος
1110
πέτρας ὀρείας παῖς λέλακ’ἀνὰ στρατὸν
1111
Ἠχὼ διδοῦσα θόρυβον · εἰ δὲ μὴ Φρυγῶν
1112
πύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί,
1113
φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος.
Πολυμηστωρ
Πο.
Πο.
1114
φίλτατ’· ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθεν
1115
φωνῆς ἀκούσας · εἰσορᾷς πάσχομεν;
Αγαμεμνων
Αγ.
Αγ.
1116
ἔα ·
1117
Πολυμῆστορ · δύστηνε, τίς σ’ἀπώλεσεν;
1118
τίς ὄμμ’ἔθηκε τυφλὸν αἱμάξας κόρας,
1119
παῖδάςτε τούσδ’ἔκτεινεν; μέγαν χόλον
1120
σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα.
Πολυμηστωρ
Πο.
Πο.
1120
Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν
1121
ἀπώλεσ’ οὐκ ἀπώλεσ’, ἀλλὰ μειζόνως.
Αγαμεμνων
Αγ.
Αγ.
1122
τί φῄς; σὺ τοὔργον εἴργασαι τόδ’, ὡς λέγει;
1123
σὺ τόλμαν, Ἑκάβη, τήνδ’ἔτλης ἀμήχανον;
Πολυμηστωρ
Πο.
Πο.
1124
ὤμοι, τί λέξεις; γὰρ ἐγγύς ἐστί που;
1125
σήμηνον, εἰπὲ ποῦ ’σθ’, ἵν’ἁρπάσας χεροῖν
1126
διασπάσωμαι καὶ καθαιμάξω χρόα.
Αγαμεμνων
Αγ.
Αγ.
1127
οὗτος, τί πάσχεις;
Πολυμηστωρ
Πο.
Πο.
1128
πρὸς θεῶν σε λίσσομαι,
1129
μέθες μ’ἐφεῖναι τῇδε μαργῶσαν χέρα.
Αγαμεμνων
Αγ.
Αγ.
1130
ἴσχ’· ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον λέγ’, ὡς ἀκούσας σοῦτε τῆσδέτ’ἐν μέρει
1131
κρίνω δικαίως ἀνθ’ὅτου πάσχεις τάδε.
Πολυμηστωρ
Πο.
Πο.
1132
λέγοιμ’ἄν. ἦν τις Πριαμιδῶν νεώτατος,
1133
Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ
1134
πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν,
1135
ὕποπτος ὢν δὴ Τρωικῆς ἁλώσεως.
1136
τοῦτον κατέκτειν’· ἀνθ’ὅτου δ’ἔκτεινά νιν,
1137
ἄκουσον, ὡς εὖ καὶ σοφῇ προμηθίᾳ.
1138
ἔδεισα μὴ σοὶ πολέμιος λειφθεὶς παῖς
1139
Τροίαν ἀθροίσῃ καὶ ξυνοικίσῃ πάλιν,
1140
γνόντες δ’Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα
1141
Φρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον,
1142
κἄπειτα Θρῄκης πεδία τρίβοιεν τάδε
1143
λεηλατοῦντες, γείτοσιν δ’εἴη κακὸν
1144
Τρώων, ἐν ᾧπερ νῦν, ἄναξ, ἐκάμνομεν.
1145
Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρον
1146
λόγῳ με τοιῷδ’ἤγαγ’, ὡς κεκρυμμένας
1147
θήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίῳ
1148
χρυσοῦ · μόνον δὲ σὺν τέκνοισί μ’εἰσάγει
1149
δόμους, ἵν’ἄλλος μή τις εἰδείη τάδε.
1150
ἵζω δὲ κλίνης ἐν μέσῳ κάμψας γόνυ ·
1151
πολλαὶ δὲ χεῖρες, αἳ μὲν ἐξ ἀριστερᾶς,
1152
αἳ δ’ἔνθεν, ὡς δὴ παρὰ φίλῳ, Τρώων κόραι
1153
θάκους ἔχουσαι, κερκίδ’Ἠδωνῆς χερὸς
1154
ᾔνουν, ὑπ’αὐγὰς τούσδε λεύσσουσαι πέπλους ·
1155
ἄλλαι δὲ κάμακα Θρῃκίαν θεώμεναι
1156
γυμνόν μ’ἔθηκαν διπτύχου στολίσματος.
1157
ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναι
1158
τέκν’ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸς
1159
γένοιντο, διαδοχαῖς ἀμείβουσαι χερῶν ·
1160
κᾆτ’ἐκ γαληνῶν πῶς δοκεῖς; προσφθεγμάτων
1161
εὐθὺς λαβοῦσαι φάσγαν’ἐκ πέπλων ποθὲν
1162
κεντοῦσι παῖδας, αἳ δὲ πολεμίων δίκην
1163
ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας
1164
καὶ κῶλα · παισὶ δ’ἀρκέσαι χρῄζων ἐμοῖς,
1165
εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμόν,
1166
κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας,
1167
πλήθει γυναικῶν οὐδὲν ἤνυον τάλας.
1168
τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον,
1169
ἐξειργάσαντο δείν’· ἐμῶν γὰρ ὀμμάτων,
1170
πόρπας λαβοῦσαι, τὰς ταλαιπώρους κόρας
1171
κεντοῦσιν, αἱμάσσουσιν · εἶτ’ἀνὰ στέγας
1172
φυγάδες ἔβησαν · ἐκ δὲ πηδήσας ἐγὼ
1173
θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας,
1174
ἅπαντ’ἐρευνῶν τοῖχον ὡς κυνηγέτης
1175
βάλλων ἀράσσων. τοιάδε σπεύδων χάριν
1176
πέπονθα τὴν σὴν πολέμιόντε σὸν κτανών,
1177
Ἀγάμεμνον. ὡς δὲ μὴ μακροὺς τείνω λόγους,
1178
εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶς
1179
νῦν λέγων ἔστιν τις μέλλει λέγειν,
1180
ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω ·
1181
γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφει
1182
τοιόνδ’· δ’αἰεὶ ξυντυχὼν ἐπίσταται.
Χορος
Χο.
Χο.
1183
μηδὲν θρασύνου μη δὲ τοῖς σαυτοῦ κακοῖς
1184
τὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψῃ γένος.
1185
1186
Εκαβη
Εκ.
Εκ.
1187
Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε
1188
τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον ·
1189
ἀλλ’, εἴτε χρήστ’ἔδρασε, χρήστ’ἔδει λέγειν,
1190
εἴτ’αὖ πονηρά, τοὺς λόγους εἶναι σαθρούς,
1191
καὶ μὴ δύνασθαι τἄδικ’εὖ λέγειν ποτέ.
1192
σοφοὶ μὲν οὖν εἰσ’οἱ τάδ’ἠκριβωκότες,
1193
ἀλλ’οὐ δύνανται διὰ τέλους εἶναι σοφοί,
1194
κακῶς δ’ἀπώλοντ’· οὔτις ἐξήλυξέ πω.
1195
καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει ·
1196
πρὸς τόνδε δ’εἶμι καὶ λόγοις ἀμείψομαι ·
1197
ὃς φῂς Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν
1198
Ἀγαμέμνονόςθ’ἕκατι παῖδ’ἐμὸν κτανεῖν.
1199
ἀλλ’, κάκιστε, πρῶτον οὔποτ’ἂν φίλον
1200
τὸ βάρβαρον γένοιτ’ἂν Ἕλλησιν γένος
1201
οὐ δ’ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάριν
1202
πρόθυμος ἦσθα; πότερα κηδεύσων τινὰ
1203
συγγενὴς ὤν, τίν’αἰτίαν ἔχων;
1204
σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα
1205
πλεύσαντες αὖθις; τίνα δοκεῖς πείσειν τάδε;
1206
χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν,
1207
ἔκτεινε τὸν ἐμὸν παῖδα, καὶ κέρδη τὰ σά.
1208
ἐπεὶ δίδαξον τοῦτο · πῶς, ὅτ’εὐτύχει
1209
Τροία, πέριξ δὲ πύργος εἶχ’ἔτι πτόλιν,
1210
ἔζητε Πρίαμος Ἕκτορόςτ’ἤνθει δόρυ,
1211
τί δ’οὐ τότ’, εἴπερ τῷδ’ἐβουλήθης χάριν
1212
θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων
1213
ἔκτεινας ζῶντ’ἦλθες Ἀργείοις ἄγων;
1214
ἀλλ’ἡνίχ’ἡμεῖς οὐκέτ’ἐσμὲν ἐν φάει
1215
καπνῷ δ’ἐσήμην’ἄστυ πολεμίων ὕπο,
1216
ξένον κατέκτας σὴν μολόντ’ἐφ’ἑστίαν.
1217
πρὸς τοῖσδε νῦν ἄκουσον, ὡς φανῇς κακός.
1218
χρῆν σ’, εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος,
1219
τὸν χρυσὸν ὃν φῂς οὐ σὸν ἀλλὰ τοῦδ’ἔχειν
1220
δοῦναι φέροντα πενομένοιςτε καὶ χρόνον
1221
πολὺν πατρῴας γῆς ἀπεξενωμένοις ·
1222
σὺ δ’οὐ δὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸς
1223
τολμᾷς, ἔχων δὲ καρτερεῖς ἔτ’ἐν δόμοις.
1224
καὶ μὴν τρέφων μὲν ὥς σε παῖδ’ἐχρῆν τρέφειν
1225
σώσαςτε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος ·
1226
ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοι
1227
φίλοι · τὰ χρηστὰ δ’αὔθ’ἕκαστ’ἔχει φίλους.
1228
εἰ δ’ἐσπάνιζες χρημάτων, δ’εὐτύχει,
1229
θησαυρὸς ἄν σοι παῖς ὑπῆρχ’ οὑμὸς μέγας ·
1230
νῦν δ’οὔτ’ἐκεῖνον ἄνδρ’ἔχεις σαυτῷ φίλον,
1231
χρυσοῦτ’ὄνησις οἴχεται παῖδέςτε σοί,
1232
αὐτόςτε πράσσεις ὧδε. σοὶ δ’ἐγὼ λέγω,
1233
Ἀγάμεμνον, εἰ τῷδ’ἀρκέσεις, κακὸς φανῇ ·
1234
οὔτ’εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν,
1235
οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον ·
1236
αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σὲ φήσομεν
1237
τοιοῦτον ὄντα […] δεσπότας δ’οὐ λοιδορῶ.
Χορος
Χο.
Χο.
1238
φεῦ φεῦ · βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματα
1239
χρηστῶν ἀφορμὰς ἐνδίδωσ’ἀεὶ λόγων.
Αγαμεμνων
Αγ.
Αγ.
1240
ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά,
1241
ὅμως δ’ἀνάγκη · καὶ γὰρ αἰσχύνην φέρει,
1242
πρᾶγμ’ἐς χέρας λαβόντ’ἀπώσασθαι τόδε.
1243
ἐμοὶ δ’, ἵν’εἰδῇς, οὔτ’ἐμὴν δοκεῖς χάριν
1244
οὔτ’οὖν Ἀχαιῶν ἄνδρ’ἀποκτεῖναι ξένον,
1245
ἀλλ’ὡς ἔχῃς τὸν χρυσὸν ἐν δόμοισι σοῖς.
1246
λέγεις δὲ σαυτῷ πρόσφορ’ἐν κακοῖσιν ὤν.
1247
τάχ’οὖν παρ’ὑμῖν ῥᾴδιον ξενοκτονεῖν ·
1248
ἡμῖν δέ γ’αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε.
1249
πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον;
1250
οὐκ ἂν δυναίμην. ἀλλ’ἐπεὶ τὰ μὴ καλὰ
1251
πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.
Πολυμηστωρ
Πο.
Πο.
1252
οἴμοι, γυναικός, ὡς ἔοιχ’, ἡσσώμενος
1253
δούλης ὑφέξω τοῖς κακίοσιν δίκην.
Αγαμεμνων
Αγ.
Αγ.
1254
οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά;
Πολυμηστωρ
Πο.
Πο.
1255
οἴμοι τέκνων τῶνδ’ὀμμάτωντ’ἐμῶν, τάλας.
Εκαβη
Εκ.
Εκ.
1256
ἀλγεῖς · τί δ’; ’μὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς;
Πολυμηστωρ
Πο.
Πο.
1257
χαίρεις ὑβρίζουσ’εἰς ἔμ’, πανοῦργε σύ;
Εκαβη
Εκ.
Εκ.
1258
οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην;
Πολυμηστωρ
Πο.
Πο.
1259
ἀλλ’οὐ τάχ’, ἡνίκ’ἄν σε ποντία νοτὶς
Εκαβη
Εκ.
Εκ.
1260
μῶν ναυστολήσῃ γῆς ὅρους Ἑλληνίδος;
Πολυμηστωρ
Πο.
Πο.
1261
κρύψῃ μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων.
Εκαβη
Εκ.
Εκ.
1262
πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων;
Πολυμηστωρ
Πο.
Πο.
1263
αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσῃ ποδί.
Εκαβη
Εκ.
Εκ.
1264
ὑποπτέροις νώτοισιν ποίῳ τρόπῳ;
Πολυμηστωρ
Πο.
Πο.
1265
κύων γενήσῃ πύρσ’ἔχουσα δέργματα.
Εκαβη
Εκ.
Εκ.
1266
πῶς δ’οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν;
Πολυμηστωρ
Πο.
Πο.
1267
Θρῃξὶ μάντις εἶπε Διόνυσος τάδε.
Εκαβη
Εκ.
Εκ.
1268
σοὶ δ’οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν;
Πολυμηστωρ
Πο.
Πο.
1269
οὐ γάρ ποτ’ἂν σύ μ’εἷλες ὧδε σὺν δόλῳ.
Εκαβη
Εκ.
Εκ.
1270
θανοῦσα δ’ ζῶσ’ἐνθάδ’ἐκπλήσω βίον;
Πολυμηστωρ
Πο.
Πο.
1271
θανοῦσα · τύμβῳ δ’ὄνομα σῷ κεκλήσεται
Εκαβη
Εκ.
Εκ.
1272
μορφῆς ἐπῳδόν, τί, τῆς ἐμῆς ἐρεῖς;
Πολυμηστωρ
Πο.
Πο.
1273
κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ.
Εκαβη
Εκ.
Εκ.
1274
οὐδὲν μέλει μοι σοῦ γέ μοι δόντος δίκην.
Πολυμηστωρ
Πο.
Πο.
1275
καὶ σήν γ’ἀνάγκη παῖδα Κασάνδραν θανεῖν.
Εκαβη
Εκ.
Εκ.
1276
ἀπέπτυσ’· αὐτῷ ταῦτα σοὶ δίδωμ’ἔχειν.
Πολυμηστωρ
Πο.
Πο.
1277
κτενεῖ νιν τοῦδ’ἄλοχος, οἰκουρὸς πικρά.
Εκαβη
Εκ.
Εκ.
1278
μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς.
Πολυμηστωρ
Πο.
Πο.
1279
καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρασ’ἄνω.
Αγαμεμνων
Αγ.
Αγ.
1280
οὗτος σύ, μαίνῃ καὶ κακῶν ἐρᾷς τυχεῖν;
Πολυμηστωρ
Πο.
Πο.
1281
κτεῖν’, ὡς ἐν Ἄργει φόνια λουτρά σ’ἀμμένει.
Αγαμεμνων
Αγ.
Αγ.
1282
οὐχ ἕλξετ’αὐτόν, δμῶες, ἐκποδὼν βίᾳ;
Πολυμηστωρ
Πο.
Πο.
1283
ἀλγεῖς ἀκούων;
Αγαμεμνων
Αγ.
Αγ.
1283b
οὐκ ἐφέξετε στόμα;
Πολυμηστωρ
Πο.
Πο.
1284
ἐγκλῄετ’· εἴρηται γάρ.
Αγαμεμνων
Αγ.
Αγ.
1284b
οὐχ ὅσον τάχος
1285
νήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ που,
1286
ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ;
1287
Ἑκάβη, σὺ δ’, τάλαινα, διπτύχους νεκροὺς
1288
στείχουσα θάπτε · δεσποτῶν δ’ὑμᾶς χρεὼν
1289
σκηναῖς πελάζειν, Τρῳάδες · καὶ γὰρ πνοὰς
1290
πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ.
1291
εὖ δ’ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοις
1292
ἔχοντ’ἴδοιμεν τῶνδ’ἀφειμένοι πόνων.
Χορος
Χο.
Χο.
1293
ἴτε πρὸς λιμένας σκηνάςτε, φίλαι,
1294
τῶν δεσποσύνων πειρασόμεναι
1295
μόχθων · στερρὰ γὰρ ἀνάγκη.