Euripides

Andromache

Ανδρομαχη
Αν.
Αν.
1
Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλι,
2
ὅθεν ποθ’ἕδνων σὺν πολυχρύσῳ χλιδῇ
3
Πριάμου τύραννον ἑστίαν ἀφικόμην
4
δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι,
5
ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ,
6
νῦν δ’, εἴ τις ἄλλη, δυστυχεστάτη γυνή ·
7
8
ἥτις πόσιν μὲν Ἕκτορ’ἐξ Ἀχιλλέως
9
θανόντ’ἐσεῖδον, παῖδάθ’ὃν τίκτω πόσει
10
ῥιφθέντα πύργων Ἀστυάνακτ’ἀπ’ὀρθίων,
11
ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον ·
12
αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων
13
οἴκων νομισθεῖσ’Ἑλλάδ’εἰσαφικόμην
14
τῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέρας
15
δοθεῖσα λείας Τρωικῆς ἐξαίρετον.
16
Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας
17
σύγχορτα ναίω πεδί’, ἵν’ θαλασσία
18
Πηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτις
19
φεύγουσ’ὅμιλον · Θεσσαλὸς δέ νιν λεὼς
20
Θετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων.
21
ἔνθ’οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως,
22
Πηλέα δ’ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας,
23
ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν.
24
κἀγὼ δόμοις τοῖσδ’ἄρσεν’ἐντίκτω κόρον,
25
πλαθεῖσ’Ἀχιλλέως παιδί, δεσπότῃ γ’ἐμῷ.
26
καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως
27
ἐλπίς μ’ἀεὶ προσῆγε σωθέντος τέκνου
28
ἀλκήν τιν’εὑρεῖν κἀπικούρησιν κακῶν ·
29
ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ
30
τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος,
31
κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι.
32
λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις
33
τίθημ’ἄπαιδα καὶ πόσει μισουμένην,
34
αὐτὴ δὲ ναίειν οἶκον ἀντ’αὐτῆς θέλω
35
τόνδ’, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ ·
36
ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ’ἐδεξάμην,
37
νῦν δ’ἐκλέλοιπα · Ζεὺς τάδ’εἰδείη μέγας,
38
ὡς οὐχ ἑκοῦσα τῷδ’ἐκοινώθην λέχει.
39
ἀλλ’οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν,
40
πατήρτε θυγατρὶ Μενέλεως συνδρᾷ τάδε.
41
καὶ νῦν κατ’οἴκους ἔστ’, ἀπὸ Σπάρτης μολὼν
42
ἐπ’αὐτὸ τοῦτο · δειματουμένη δ’ἐγὼ
43
δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον
44
θάσσω τόδ’ἐλθοῦσ’, ἤν με κωλύσῃ θανεῖν.
45
Πηλεύςτε γάρ νιν ἔκγονοίτε Πηλέως
46
σέβουσιν, ἑρμήνευμα Νηρῇδος γάμων.
47
ὃς δ’ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθρᾳ
48
ἄλλους ἐς οἴκους, μὴ θάνῃ φοβουμένη.
49
γὰρ φυτεύσας αὐτὸν οὔτ’ἐμοὶ πάρα
50
προσωφελῆσαι, παιδίτ’οὐδέν ἐστ’, ἀπὼν
51
Δελφῶν κατ’αἶαν, ἔνθα Λοξίᾳ δίκην
52
δίδωσι μανίας, ποτ’εἰς Πυθὼ μολὼν
53
ᾔτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην,
54
εἴ πως τὰ πρόσθε σφάλματ’ἐξαιτούμενος
55
θεὸν παράσχοιτ’εἰς τὸ λοιπὸν εὐμενῆ.
Θεραπαινα
Θε.
Θε.
56
δέσποιν’ ἐγώ τοι τοὔνομ’οὐ φεύγω τόδε
57
καλεῖν σ’, ἐπείπερ καὶ κατ’οἶκον ἠξίουν
58
τὸν σόν, τὸ Τροίας ἡνίκ’ᾠκοῦμεν πέδον,
59
εὔνους δὲ καὶ σοὶ ζῶντίτ’ τῷ σῷ πόσει,
60
καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους,
61
φόβῳ μέν, εἴ τις δεσποτῶν αἰσθήσεται,
62
οἴκτῳ δὲ τῷ σῷ · δεινὰ γὰρ βουλεύεται
63
Μενέλαος εἰς σὲ παῖςθ’, σοι φυλακτέα.
Ανδρομαχη
Αν.
Αν.
64
φιλτάτη σύνδουλε σύνδουλος γὰρ εἶ
65
τῇ πρόσθ’ἀνάσσῃ τῇδε, νῦν δὲ δυστυχεῖ
66
τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ,
67
κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ;
θεραπαινα
θε.
θε.
68
τὸν παῖδά σου μέλλουσιν, δύστηνε σύ,
69
κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου.
Ανδρομαχη
Αν.
Αν.
70
οἴμοι · πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον;
71
πόθεν ποτ’; δύστηνος, ὡς ἀπωλόμην.
Θεραπαινα
Θε.
Θε.
72
οὐκ οἶδ’, ἐκείνων δ’ᾐσθόμην ἐγὼ τάδε ·
73
φροῦδος δ’ἐπ’αὐτὸν Μενέλεως δόμων ἄπο.
Ανδρομαχη
Αν.
Αν.
74
ἀπωλόμην ἄρ’. τέκνον, κτενοῦσί σε
75
δισσοὶ λαβόντες γῦπες · δὲ κεκλημένος
76
πατὴρ ἔτ’ἐν Δελφοῖσι τυγχάνει μένων.
Θεραπαινα
Θε.
Θε.
77
δοκῶ γὰρ οὐκ ἂν ὧδέ σ’ἂν πράσσειν κακῶς
78
κείνου παρόντος · νῦν δ’ἔρημος εἶ φίλων.
Ανδρομαχη
Αν.
Αν.
79
οὐ δ’ἀμφὶ Πηλέως ἦλθεν, ὡς ἥξοι, φάτις;
Θεραπαινα
Θε.
Θε.
80
γέρων ἐκεῖνος ὥστε σ’ὠφελεῖν παρών.
Ανδρομαχη
Αν.
Αν.
81
καὶ μὴν ἔπεμψ’ἐπ’αὐτὸν οὐχ ἅπαξ μόνον.
Θεραπαινα
Θε.
Θε.
82
μῶν οὖν δοκεῖς σου φροντίσαι τιν’ἀγγέλων;
Ανδρομαχη
Αν.
Αν.
83
πόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν;
Θεραπαινα
Θε.
Θε.
84
τί δῆτα φήσω χρόνιος οὖσ’ἐκ δωμάτων;
Ανδρομαχη
Αν.
Αν.
85
πολλὰς ἂν εὕροις μηχανάς · γυνὴ γὰρ εἶ.
Θεραπαινα
Θε.
Θε.
86
κίνδυνος · Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ.
Ανδρομαχη
Αν.
Αν.
87
ὁρᾷς; ἀπαυδᾷς ἐν κακοῖς φίλοισι σοῖς.
Θεραπαινα
Θε.
Θε.
88
οὐ δῆτα · μηδὲν τοῦτ’ὀνειδίσῃς ἐμοί.
89
ἀλλ’εἶμ’, ἐπεί τοι κοὐ περίβλεπτος βίος
90
δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν.
Ανδρομαχη
Αν.
Αν.
91
χώρει νυν · ἡμεῖς δ’, οἷσπερ ἐγκείμεσθ’ἀεὶ
92
θρήνοισι καὶ γόοισι καὶ δακρύμασι,
93
πρὸς αἰθέρ’ἐκτενοῦμεν · ἐμπέφυκε γὰρ
94
γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν
95
ἀνὰ στόμ’ἀεὶ καὶ διὰ γλώσσης ἔχειν.
96
πάρεστι δ’οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν,
97
πόλιν πατρῴαν τὸν θανόνταθ’Ἕκτορα
98
στερρόντε τὸν ἐμὸν δαίμον’ συνεζύγην
99
δούλειον ἦμαρ εἰσπεσοῦσ’ἀναξίως.
100
χρὴ δ’οὔποτ’εἰπεῖν οὐδέν’ὄλβιον βροτῶν,
101
πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃς
102
ὅπως περάσας ἡμέραν ἥξει κάτω.
103
Ἰλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν’ἄταν
104
ἠγάγετ’εὐναίαν εἰς θαλάμους Ἑλέναν.
105
ἇς ἕνεκ’, Τροία, δορὶ καὶ πυρὶ δηιάλωτον
106
εἷλέ σ’ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρης
107
καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη
108
εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος ·
109
αὐτὰ δ’ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας,
110
δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ.
111
πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ’ἔλειπον
112
ἄστυτε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις.
113
ὤμοι ἐγὼ μελέα, τί μ’ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι
114
Ἑρμιόνας δούλαν; ἇς ὕπο τειρομένα
115
πρὸς τόδ’ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα
116
τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς.
Χορος
Χο.
Χο.
117
γύναι, Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσεις
118
δαρὸν οὐ δὲ λείπεις,
119
Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν,
120
εἴ τί σοι δυναίμαν
121
ἄκος τῶν δυσλύτων πόνων τεμεῖν,
122
οἳ σὲ καὶ Ἑρμιόναν ἔριδι στυγερᾷ συνέκλῃσαν,
123
τλάμον’ ἀμφὶ λέκτρων
124
διδύμων ἐπίκοινον ἐοῦσαν
125
ἀμφὶ παῖδ’Ἀχιλλέως.
126
γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ ἥκεις.
127
δεσπόταις ἁμιλλᾷ
128
Ἰλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέτῃσιν;
129
λεῖπε δεξίμηλον
130
δόμον τᾶς ποντίας θεοῦ. τί σοι
131
καιρὸς ἀτυζομένᾳ δέμας αἰκέλιον καταλείβειν
132
δεσποτῶν ἀνάγκαις;
133
τὸ κρατοῦν δέ σ’ἔπεισι. τί μόχθον
134
οὐδὲν οὖσα μοχθεῖς;
135
ἀλλ’ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν,
136
γνῶθι δ’οὖσ’ἐπὶ ξένας
137
δμωὶς ἐπ’ἀλλοτρίας
138
πόλεος, ἔνθ’οὐ φίλων τιν’εἰσορᾷς
139
σῶν, δυστυχεστάτα,
140
παντάλαινα νύμφα.
141
οἰκτροτάτα γὰρ ἔμοιγ’ἔμολες, γύναι Ἰλιάς, οἴκους
142
δεσποτῶν ἐμῶν · φόβῳ δ’
143
ἡσυχίαν ἄγομεν
144
τὸ δὲ σὸν οἴκτῳ φέρουσα τυγχάνω
145
μὴ παῖς τᾶς Διὸς κόρας
146
σοί μ’εὖ φρονοῦσαν εἰδῇ.
146b
[…]
146c
[…]
Ερμιονη
Ερ.
Ερ.
147
κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς
148
στολμόντε χρωτὸς τόνδε ποικίλων πέπλων
149
οὐ τῶν Ἀχιλλέως οὐ δὲ Πηλέως ἄπο
150
δόμων ἀπαρχὰς δεῦρ’ἔχουσ’ἀφικόμην,
151
ἀλλ’ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς
152
Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ
153
πολλοῖς σὺν ἕδνοις, ὥστ’ἐλευθεροστομεῖν.
154
ὑμᾶς μὲν οὖν τοῖσδ’ἀνταμείβομαι λόγοις ·
155
σὺ δ’οὖσα δούλη καὶ δορίκτητος γυνὴ
156
δόμους κατασχεῖν ἐκβαλοῦσ’ἡμᾶς θέλεις
157
τούσδε, στυγοῦμαι δ’ἀνδρὶ φαρμάκοισι σοῖς,
158
νηδὺς δ’ἀκύμων διὰ σέ μοι διόλλυται ·
159
δεινὴ γὰρ ἠπειρῶτις εἰς τὰ τοιάδε
160
ψυχὴ γυναικῶν · ὧν ἐπισχήσω σ’ἐγώ,
161
κοὐδέν σ’ὀνήσει δῶμα Νηρῇδος τόδε,
162
οὐ βωμὸς οὐ δὲ ναός, ἀλλὰ κατθανῇ.
163
ἢν δ’οὖν βροτῶν τίς σ’ θεῶν σῷσαι θέλῃ,
164
δεῖ σ’ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτων
165
πτῆξαι ταπεινὴν προσπεσεῖντ’ἐμὸν γόνυ,
166
σαίρειντε δῶμα τοὐμὸν ἐκ χρυσηλάτων
167
τευχέων χερὶ σπείρουσαν Ἀχελῴου δρόσον,
168
γνῶναίθ’ἵν’εἶ γῆς. οὐ γάρ ἐσθ’Ἕκτωρ τάδε,
169
οὐ Πρίαμος οὐ δὲ χρυσός, ἀλλ’Ἑλλὰς πόλις.
170
εἰς τοῦτο δ’ἥκεις ἀμαθίας, δύστηνε σύ,
171
παιδὶ πατρός, ὃς σὸν ὤλεσεν πόσιν,
172
τολμᾷς ξυνεύδειν καὶ τέκν’αὐθέντου πάρα
173
τίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος ·
174
πατήρτε θυγατρὶ παῖςτε μητρὶ μίγνυται
175
κόρητ’ἀδελφῷ, διὰ φόνου δ’οἱ φίλτατοι
176
χωροῦσι, καὶ τῶνδ’οὐδὲν ἐξείργει νόμος.
177
μὴ παρ’ἡμᾶς εἴσφερ’· οὐ δὲ γὰρ καλὸν
178
δυοῖν γυναικοῖν ἄνδρ’ἕν’ἡνίας ἔχειν,
179
ἀλλ’εἰς μίαν βλέποντες εὐναίαν Κύπριν
180
στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέλει.
Χορος
Χο.
Χο.
181
ἐπίφθονόν τοι χρῆμα θηλείας φρενὸς
182
καὶ ξυγγάμοισι δυσμενὲς μάλιστ’ἀεί.
Ανδρομαχη
Αν.
Αν.
183
φεῦ φεῦ ·
184
κακόν γε θνητοῖς τὸ νέον ἔντε τῷ νέῳ
185
τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει.
186
ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι
187
λόγων ἀπώσῃ πόλλ’ἔχουσαν ἔνδικα,
188
ἢν δ’αὖ κρατήσω, μὴ ’πὶ τῷδ’ὄφλω βλάβην ·
189
οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους
190
πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο ·
191
ὅμως δ’ἐμαυτὴν οὐ προδοῦσ’ἁλώσομαι.
192
εἴπ’, νεᾶνι, τῷ σ’ἐχεγγύῳ λόγῳ
193
πεισθεῖσ’ἀπωθῶ γνησίων νυμφευμάτων;
194
ὡς Λάκαινα τῶν Φρυγῶν μείων πόλις,
195
τύχῃθ’ὑπερθεῖ, κἄμ’ἐλευθέραν ὁρᾷς;
196
τῷ νέῳτε καὶ σφριγῶντι σώματι
197
πόλεωςτε μεγέθει καὶ φίλοις ἐπηρμένη
198
οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω;
199
πότερον ἵν’αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω
200
δούλους ἐμαυτῇτ’ἀθλίαν ἐφολκίδα;
201
τοὺς ἐμούς τις παῖδας ἐξανέξεται
202
Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκῃς;
203
φιλοῦσι γάρ μ’Ἕλληνες Ἕκτορόςτ’ἄπο;
204
αὐτήτ’ἀμαυρὰ κοὐ τύραννος Φρυγῶν;
205
οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις,
206
ἀλλ’εἰ ξυνεῖναι μὴ ’πιτηδεία κυρεῖς.
207
φίλτρον δὲ καὶ τόδ’· οὐ τὸ κάλλος, γύναι,
208
ἀλλ’ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας.
209
σὺ δ’ἤν τι κνισθῇς, Λάκαινα μὲν πόλις
210
μέγ’ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης ·
211
πλουτεῖς δ’ἐν οὐ πλουτοῦσι · Μενέλεως δέ σοι
212
μείζων Ἀχιλλέως. ταῦτά τοί σ’ἔχθει πόσις.
213
χρὴ γὰρ γυναῖκα, κἂν κακῷ πόσει δοθῇ,
214
στέργειν, ἅμιλλάντ’οὐκ ἔχειν φρονήματος.
215
εἰ δ’ἀμφὶ Θρῄκην χιόνι τὴν κατάρρυτον
216
τύραννον ἔσχες ἄνδρ’, ἵν’ἐν μέρει λέχος
217
δίδωσι πολλαῖς εἷς ἀνὴρ κοινούμενος,
218
ἔκτεινας ἂν τάσδ’; εἶτ’ἀπληστίαν λέχους
219
πάσαις γυναιξὶ προστιθεῖσ’ἂν ηὑρέθης.
220
αἰσχρόν γε · καίτοι χείρον’ἀρσένων νόσον
221
ταύτην νοσοῦμεν, ἀλλὰ προύστημεν καλῶς.
222
φίλταθ’Ἕκτορ, ἀλλ’ἐγὼ τὴν σὴν χάριν
223
σοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις,
224
καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς
225
ἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν.
226
καὶ ταῦτα δρῶσα τῇ ἀρετῇ προσηγόμην
227
πόσιν · σὺ δ’οὐ δὲ ῥανίδ’ὑπαιθρίας δρόσου
228
τῷ σῷ προσίζειν ἀνδρὶ δειμαίνουσ’ἐᾷς.
229
μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι,
230
ζήτει παρελθεῖν · τῶν κακῶν γὰρ μητέρων
231
φεύγειν τρόπους χρὴ τέκν’, ὅσοις ἔνεστι νοῦς.
Χορος
Χο.
Χο.
232
δέσποιν’, ὅσον σοι ῥᾳδίως προσίσταται,
233
τοσόνδε πείθου τῇδε συμβῆναι λόγοις.
Ερμιονη
Ερ.
Ερ.
234
τί σεμνομυθεῖς κεἰς ἀγῶν’ἔρχῃ λόγων,
235
ὡς δὴ σὺ σώφρων, τἀμὰ δ’οὐχὶ σώφρονα;
Ανδρομαχη
Αν.
Αν.
236
οὔκουν ἐφ’οἷς γε νῦν καθέστηκας λόγοις.
Ερμιονη
Ερ.
Ερ.
237
νοῦς σός μοι μὴ ξυνοικοίη, γύναι.
Ανδρομαχη
Αν.
Αν.
238
νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι.
Ερμιονη
Ερ.
Ερ.
239
σὺ δ’οὐ λέγεις γε, δρᾷς δέ μ’εἰς ὅσον δύνῃ.
Ανδρομαχη
Αν.
Αν.
240
οὐκ αὖ σιωπῇ Κύπριδος ἀλγήσεις πέρι;
Ερμιονη
Ερ.
Ερ.
241
τί δ’; οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ;
Ανδρομαχη
Αν.
Αν.
242
242a
καλῶς γε χρωμέναισιν · εἰ δὲ μή, οὐ καλά.
Ερμιονη
Ερ.
Ερ.
243
οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν.
Ανδρομαχη
Αν.
Αν.
244
κἀκεῖ τά γ’αἰσχρὰ κἀνθάδ’αἰσχύνην ἔχει.
Ερμιονη
Ερ.
Ερ.
245
σοφὴ σοφὴ σύ · κατθανεῖν δ’ὅμως σε δεῖ.
Ανδρομαχη
Αν.
Αν.
246
ὁρᾷς ἄγαλμα Θέτιδος εἰς σ’ἀποβλέπον;
Ερμιονη
Ερ.
Ερ.
247
μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνῳ.
Ανδρομαχη
Αν.
Αν.
248
Ἑλένη νιν ὤλεσ’, οὐκ ἐγώ, μήτηρ δὲ σή.
Ερμιονη
Ερ.
Ερ.
249
καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν;
Ανδρομαχη
Αν.
Αν.
250
ἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα.
Ερμιονη
Ερ.
Ερ.
251
ἐκεῖνο λέξον, οὗπερ εἵνεκ’ἐστάλην.
Ανδρομαχη
Αν.
Αν.
252
λέγω σ’ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον σε δεῖ.
Ερμιονη
Ερ.
Ερ.
253
λείψεις τόδ’ἁγνὸν τέμενος ἐναλίας θεοῦ;
Ανδρομαχη
Αν.
Αν.
254
εἰ μὴ θανοῦμαί γ’· εἰ δὲ μή, οὐ λείψω ποτέ.
Ερμιονη
Ερ.
Ερ.
255
ὡς τοῦτ’ἄραρε, κοὐ μενῶ πόσιν μολεῖν.
Ανδρομαχη
Αν.
Αν.
256
ἀλλ’οὐ δ’ἐγὼ μὴν πρόσθεν ἐκδώσω μέ σοι.
Ερμιονη
Ερ.
Ερ.
257
πῦρ σοι προσοίσω, κοὐ τὸ σὸν προσκέψομαι
Ανδρομαχη
Αν.
Αν.
258
σὺ δ’οὖν κάταιθε · θεοὶ γὰρ εἴσονται τάδε.
Ερμιονη
Ερ.
Ερ.
259
καὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας.
Ανδρομαχη
Αν.
Αν.
260
σφάζ’, αἱμάτου θεᾶς βωμόν, μέτεισί σε.
Ερμιονη
Ερ.
Ερ.
261
βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος,
262
ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλ’ἐγώ σ’ἕδρας
263
ἐκ τῆσδ’ἑκοῦσαν ἐξαναστήσω τάχα ·
264
τοιόνδ’ἔχω σου δέλεαρ. ἀλλὰ γὰρ λόγους
265
κρύψω, τὸ δ’ἔργον αὐτὸ σημανεῖ τάχα.
266
κάθησ’ἑδραία · καὶ γὰρ εἰ πέριξ σ’ἔχοι
267
τηκτὸς μόλυβδος, ἐξαναστήσω σ’ἐγὼ
268
πρὶν πέποιθας παῖδ’Ἀχιλλέως μολεῖν.
Ανδρομαχη
Αν.
Αν.
269
πέποιθα. δεινὸν δ’ἑρπετῶν μὲν ἀγρίων
270
ἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα ·
271
δ’ἔστ’ἐχίδνης καὶ πυρὸς περαιτέρω,
272
οὐδεὶς γυναικὸς φάρμακ’ἐξηύρηκέ πω
273
κακῆς · τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν.
Χορος
Χο.
Χο.
274
μεγάλων ἀχέων ἄρ’ὑπῆρξεν, ὅτ’Ἰδαίαν
275
ἐς νάπαν ἦλθ’
276
Μαίαςτε καὶ Διὸς τόκος,
277
τρίπωλον ἅρμα δαιμόνων
278
ἄγων τὸ καλλιζυγές,
279
ἔριδι στυγερᾷ κεκορυθμένον εὐμορφίας
280
σταθμοὺς ἐπὶ βούτα,
281
βοτῆράτ’ἀμφὶ μονότροπον νεανίαν
282
ἔρημόνθ’
283
ἑστιοῦχον αὐλάν.
284
ταὶ δ’ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν
285
πιδάκων νίψαν
286
αἰγλᾶντα σώματα ῥοαῖς,
287
ἔβαν δὲ Πριαμίδαν
288
ὑπερβολαῖς λόγων δυσφρόνων
289
παραβαλλόμεναι, δολίοις δ’ἕλε Κύπρις λόγοις,
290
τερπνοῖς μὲν ἀκοῦσαι,
291
πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει
292
ταλαίνᾳ
292a
περγάμοιςτε Τροίας.
293
ἀλλ’εἴθ’ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸν
294
τεκοῦσά νιν
294a
πρὶν
295
Ἰδαῖον κατοικίσαι λέπας ·
296
ὅτε νιν παρὰ θεσπεσίῳ δάφνᾳ
297
βόασε Κασάνδρα κτανεῖν,
298
μεγάλαν Πριάμου πόλεως λώβαν.
299
τίν’οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετο
300
δαμογερόντων βρέφος φονεύειν;
301
οὔτ’ἂν ἐπ’Ἰλιάσι ζυγὸν ἤλυθε
302
δούλιον, σύτ’ἂν γύναι,
303
τυράννων
303a
ἔσχες ἂν δόμων ἕδρας ·
304
παρέλυσε δ’ἂν Ἑλλάδος ἀλγεινοὺς
305
μόχθους οὓς ἀμφὶ Τροίαν
306
δεκέτεις ἀλάληντο νέοι λόγχαις.
307
λέχητ’ἔρημ’ἂν οὔποτ’ἐξελείπετο,
308
καὶ τεκέων
308a
ὀρφανοὶ γέροντες.
Μενελαος
Με.
Με.
309
ἥκω λαβὼν σὸν παῖδ’, ὃν εἰς ἄλλους δόμους
310
λάθρᾳ θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου.
311
σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σῴσειν τόδε,
312
τοῦτον δὲ τοὺς κρύψαντας · ἀλλ’ἐφηυρέθης
313
ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι.
314
κεἰ μὴ τόδ’ἐκλιποῦσ’ἐρημώσεις πέδον,
315
ὅδ’ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται.
316
ταῦτ’οὖν λογίζου, πότερα κατθανεῖν θέλεις
317
τόνδ’ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ,
318
ἣν εἰς ἔμ’εἴςτε παῖδ’ἐμὴν ἁμαρτάνεις.
Ανδρομαχη
Αν.
Αν.
319
δόξα δόξα, μυρίοισι δὴ βροτῶν
320
οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν.
321
εὔκλεια δ’οἷς μὲν ἔστ’ἀληθείας ὕπο,
322
εὐδαιμονίζω · τοὺς δ’ὑπὸ ψευδῶν, ἔχειν
323
οὐκ ἀξιώσω, πλὴν τύχῃ φρονεῖν δοκεῖν.
324
σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ
325
Τροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν;
326
ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων
327
τοσόνδ’ἔπνευσας, καὶ γυναικὶ δυστυχεῖ
328
δούλῃ κατέστης εἰς ἀγῶν’; οὐκ ἀξιῶ
329
οὔτ’οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.
330
331
332
333
Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους ·
334
τέθνηκα τῇ σῇ θυγατρὶ καί μ’ἀπώλεσε ·
335
μιαιφόνον μὲν οὐκέτ’ἂν φύγοι μύσος.
336
ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ’ἀγωνιῇ
337
φόνον · τὸ συνδρῶν γάρ σ’ἀναγκάσει χρέος.
338
ἢν δ’οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω,
339
τὸν παῖδά μου κτενεῖτε; κᾆτα πῶς πατὴρ
340
τέκνου θανόντος ῥᾳδίως ἀνέξεται;
341
οὐχ ὧδ’ἄνανδρον αὐτὸν Τροία καλεῖ ·
342
ἀλλ’εἶσιν οἷ χρή Πηλέως γὰρ ἄξια
343
πατρόςτ’Ἀχιλλέως ἔργα δρῶν φανήσεται
344
ὤσει δὲ σὴν παῖδ’ἐκ δόμων · σὺ δ’ἐκδιδοὺς
345
ἄλλῳ τί λέξεις; πότερον ὡς κακὸν πόσιν
346
φεύγει τὸ ταύτης σῶφρον; ἀλλὰ πεύσεται.
347
γαμεῖ δὲ τίς νιν; σφ’ἄνανδρον ἐν δόμοις
348
χήραν καθέξεις πολιόν; τλήμων ἀνήρ,
349
κακῶν τοσούτων οὐχ ὁρᾷς ἐπιρροάς;
350
πόσας ἂν εὐνὰς θυγατέρ’ἠδικημένην
351
βούλοι’ἂν εὑρεῖν παθεῖν ἁγὼ λέγω;
352
οὐ χρὴ ’πὶ μικροῖς μεγάλα πορσύνειν κακὰ
353
οὐ δ’, εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν,
354
ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν.
355
ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν
356
καὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὐτὴ λέγει,
357
ἑκόντες οὐκ ἄκοντες, οὐ δὲ βώμιοι
358
πίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομεν
359
ἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσονα
360
βλάβην ὀφείλω προστιθεῖσ’ἀπαιδίαν.
361
ἡμεῖς μὲν οὖν τοιοίδε · τῆς δὲ σῆς φρενὸς
362
ἕν σου δέδοικα · διὰ γυναικείαν ἔριν
363
καὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν.
Χορος
Χο.
Χο.
364
ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας,
365
καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός.
Μενελαος
Με.
Με.
366
γύναι, τάδ’ἐστὶ σμικρὰ καὶ μοναρχίας
367
οὐκ ἄξι’, ὡς φῄς, τῆς ἐμῆς οὐ δ’Ἑλλάδος.
368
εὖ δ’ἴσθ’, ὅτου τις τυγχάνει χρείαν ἔχων,
369
τοῦτ’ἔσθ’ἑκάστῳ μεῖζον Τροίαν ἑλεῖν.
370
κἀγὼ θυγατρί μεγάλα γὰρ κρίνω τάδε,
371
λέχους στέρεσθαι σύμμαχος καθίσταμαι.
372
τὰ μὲν γὰρ ἄλλα δεύτερ’ἂν πάσχοι γυνή,
373
ἀνδρὸς δ’ἁμαρτάνουσ’ἁμαρτάνει βίου.
374
δούλων δ’ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼν
375
καὶ τῶν ἐκείνου τοὺς ἐμούς, ἡμᾶςτε πρός ·
376
φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοι
377
ὀρθῶς πεφύκασ’, ἀλλὰ κοινὰ χρήματα.
378
μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαι
379
τἄμ’ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός.
380
ἀλλ’ἐξανίστω τῶνδ’ἀνακτόρων θεᾶς ·
381
ὡς, ἢν θάνῃς σύ, παῖς ὅδ’ἐκφεύγει μόρον,
382
σοῦ δ’οὐ θελούσης κατθανεῖν, τόνδε κτενῶ.
383
δυοῖν δ’ἀνάγκη θατέρῳ λιπεῖν βίον.
Ανδρομαχη
Αν.
Αν.
384
οἴμοι, πικρὰν κλήρωσιν αἵρεσίντέ μοι
385
βίου καθίστης · καὶ λαχοῦσά γ’ἀθλία
386
καὶ μὴ λαχοῦσα δυστυχὴς καθίσταμαι.
387
μεγάλα πράσσων αἰτίας μικρᾶς πέρι,
388
πιθοῦ · τί καίνεις μ’; ἀντὶ τοῦ; ποίαν πόλιν
389
προύδωκα; τίνα σῶν ἔκτανον παίδων ἐγώ;
390
ποῖον δ’ἔπρησα δῶμ’; ἐκοιμήθην βίᾳ
391
σὺν δεσπόταισι · κᾆτ’ἔμ’, οὐ κεῖνον κτενεῖς,
392
τὸν αἴτιον τῶνδ’, ἀλλὰ τὴν ἀρχὴν ἀφεὶς
393
πρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρῃ;
394
οἴμοι κακῶν τῶνδ’, τάλαιν’ἐμὴ πατρίς,
395
ὡς δεινὰ πάσχω. τί δέ με καὶ τεκεῖν ἐχρῆν
396
ἄχθοςτ’ἐπ’ἄχθει τῷδε προσθέσθαι διπλοῦν;
397
398
399
ἥτις σφαγὰς μὲν Ἕκτορος τροχηλάτους
400
κατεῖδον οἰκτρῶςτ’Ἴλιον πυρούμενον,
401
αὐτὴ δὲ δούλη ναῦς ἐπ’Ἀργείων ἔβην
402
κόμης ἐπισπασθεῖσ’· ἐπεὶ δ’ἀφικόμην
403
Φθίαν, φονεῦσιν Ἕκτορος νυμφεύομαι.
404
τί δῆτ’ἐμοὶ ζῆν ἡδύ; πρὸς τί χρὴ βλέπειν;
405
πρὸς τὰς παρούσας παρελθούσας τύχας;
406
εἷς παῖς ὅδ’ἦν μοι λοιπὸς ὀφθαλμὸς βίου ·
407
τοῦτον κτενεῖν μέλλουσιν οἷς δοκεῖ τάδε.
408
οὐ δῆτα τοὐμοῦ γ’εἵνεκ’ἀθλίου βίου ·
409
ἐν τῷδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται,
410
ἐμοὶ δ’ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου.
411
ἰδοὺ προλείπω βωμὸν ἥδε χειρία
412
σφάζειν φονεύειν, δεῖν, ἀπαρτῆσαι δέρην.
413
τέκνον, τεκοῦσά σ’, ὡς σὺ μὴ θάνῃς,
414
στείχω πρὸς Ἅιδην · ἢν δ’ὑπεκδράμῃς μόρον,
415
μέμνησο μητρός, οἷα τλᾶσ’ἀπωλόμην,
416
καὶ πατρὶ τῷ σῷ διὰ φιλημάτων ἰὼν
417
δάκρυάτε λείβων καὶ περιπτύσσων χέρας
418
λέγ’οἷ’ἔπραξα. πᾶσι δ’ἀνθρώποις ἄρ’ἦν
419
ψυχὴ τέκν’· ὅστις δ’αὔτ’ἄπειρος ὢν ψέγει,
420
ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ’εὐδαιμονεῖ.
Χορος
Χο.
Χο.
421
ᾤκτιρ’ἀκούσασ’· οἰκτρὰ γὰρ τὰ δυστυχῆ
422
βροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῇ.
423
εἰς ξύμβασιν δὲ χρῆν σε παῖδα σὴν ἄγειν,
424
Μενέλαε, καὶ τήνδ’, ὡς ἀπαλλαχθῇ πόνων.
Μενελαος
Με.
Με.
425
λάβεσθέ μοι τῆσδ’, ἀμφελίξαντες χέρας,
426
δμῶες · λόγους γὰρ οὐ φίλους ἀκούσεται
427
ἐγώ σ’, ἵν’ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς,
428
προύτεινα παιδὸς θάνατον, σ’ὑπήγαγον
429
εἰς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν.
430
καὶ τἀμφὶ σοῦ μὲν ὧδ’ἔχοντ’ἐπίστασο ·
431
τὰ δ’ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ,
432
ἤντε κτανεῖν νιν ἤντε μὴ κτανεῖν θέλῃ.
433
ἀλλ’ἕρπ’ἐς οἴκους τούσδ’, ἵν’εἰς ἐλευθέρους
434
δούλη γεγῶσα μήποθ’ὑβρίζειν μάθῃς.
Ανδρομαχη
Αν.
Αν.
435
οἴμοι · δόλῳ μ’ὑπῆλθες, ἠπατήμεθα.
Μενελαος
Με.
Με.
436
κήρυσσ’ἅπασιν · οὐ γὰρ ἐξαρνούμεθα.
Ανδρομαχη
Αν.
Αν.
437
ταῦτ’ἐν ὑμῖν τοῖς παρ’Εὐρώτᾳ σοφά;
Μενελαος
Με.
Με.
438
καὶ τοῖς γε Τροίᾳ, τοὺς παθόντας ἀντιδρᾶν.
Ανδρομαχη
Αν.
Αν.
439
τὰ θεῖα δ’οὐ θεῖ’οὐ δ’ἔχειν ἡγῇ δίκην;
Μενελαος
Με.
Με.
440
ὅταν τάδ’, τότ’οἴσομεν · σὲ δὲ κτενῶ.
Ανδρομαχη
Αν.
Αν.
441
καὶ νεοσσὸν τόνδ’, ὑπὸ πτερῶν σπάσας;
Μενελαος
Με.
Με.
442
οὐ δῆτα · θυγατρὶ δ’, ἢν θέλῃ, δώσω κτανεῖν.
Ανδρομαχη
Αν.
Αν.
443
οἴμοι · τί δῆτά σ’οὐ καταστένω, τέκνον;
Μενελαος
Με.
Με.
444
οὔκουν θρασεῖά γ’αὐτὸν ἐλπὶς ἀναμένει.
Ανδρομαχη
Αν.
Αν.
445
πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν
446
Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια,
447
ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν,
448
ἑλικτὰ κοὐδὲν ὑγιές, ἀλλὰ πᾶν πέριξ
449
φρονοῦντες, ἀδίκως εὐτυχεῖτ’ἀν’Ἑλλάδα.
450
τί δ’οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι;
451
οὐκ αἰσχροκερδεῖς; οὐ λέγοντες ἄλλα μὲν
452
γλώσσῃ, φρονοῦντες δ’ἄλλ’ἐφευρίσκεσθ’ἀεί;
453
ὄλοισθ’. ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺς
454
ὡς σοὶ δέδοκται · κεῖνα γάρ μ’ἀπώλεσεν,
455
ὅθ’ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν
456
πόσιςθ’ κλεινός, ὅς σε πολλάκις δορὶ
457
ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν.
458
νῦν δ’εἰς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς
459
κτείνεις μ’. ἀπόκτειν’· ὡς ἀθώπευτόν γέ σε
460
γλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν.
461
ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτῃ μέγας,
462
ἡμεῖς δὲ Τροίᾳ γ’. εἰ δ’ἐγὼ πράσσω κακῶς,
463
μηδὲν τόδ’αὔχει · καὶ σὺ γὰρ πράξειας ἄν.
Χορος
Χο.
Χο.
464
οὐδέποτε δίδυμα λέκτρ’ἐπαινέσω βροτῶν
466
οὐ δ’ἀμφιμάτορας κόρους,
467
ἔριδας οἴκων δυσμενεῖςτε λύπας.
468
μίαν μοι στεργέτω πόσις γάμοις
470
ἀκοινώνητον ἀνδρὸς εὐνάν.
471
οὐ δέ γ’ἐνὶ πόλεσι δίπτυχοι τυραννίδες
472
μιᾶς ἀμείνονες φέρειν,
475
ἄχθος ἐπ’ἄχθει καὶ στάσις πολίταις ·
476
τεκόντοινθ’ὕμνον ἐργάταιν δυοῖν
477
ἔριν
478
Μοῦσαι φιλοῦσι κραίνειν.
479
πνοαὶ δ’ὅταν φέρωσι ναυτίλους θοαί,
480
κατὰ πηδαλίων δίδυμαι πραπίδων γνῶμαι,
481
σοφῶντε πλῆθος ἀθρόον ἀσθενέστερον
482
φαυλοτέρας φρενὸς αὐτοκρατοῦς.
483
ἑνὸς δύνασις ἀνάτε μέλαθρα
484
κατάτε πόλιας, ὁπόταν
485
εὑρεῖν θέλωσι καιρόν.
486
ἔδειξεν Λάκαινα τοῦ στρατηλάτα
487
Μενέλα · διὰ γὰρ πυρὸς ἦλθ’ἑτέρῳ λέχεϊ,
489
κτείνει δὲ τὴν τάλαιναν Ἰλιάδα κόραν
490
παῖδάτε δύσφρονος ἔριδος ὕπερ.
491
ἄθεος ἄνομος ἄχαρις φόνος ·
492
ἔτι σε, πότνια, μετατροπὰ
493
τῶνδ’ἔπεισιν ἔργων.
494
καὶ μὴν ἐσορῶ
495
τόδε σύγκρατον ζεῦγος πρὸ δόμων
496
ψήφῳ θανάτου
497
δύστηνε γύναι, τλῆμον δὲ σὺ παῖ,
498
μητρὸς λεχέων ὃς ὑπερθνῄσκεις
499
οὐδὲν μετέχων
500
οὐ δ’αἴτιος ὢν βασιλεῦσιν.
Ανδρομαχη
Αν.
Αν.
501
ἅδ’ἐγὼ χέρας
502
αἱματηρὰς βρόχοισι κεκλῃμένα
503
πέμπομαι κατὰ γαίας.
Παις
Πα.
Πα.
504
μᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾷ
505
πτέρυγι συγκαταβαίνω.
Ανδρομαχη
Αν.
Αν.
506
θῦμα δάιον, χθονὸς
507
Φθίας κράντορες.
Παις
Πα.
Πα.
507b
πάτερ,
508
μόλε φίλοις ἐπίκουρος.
Ανδρομαχη
Αν.
Αν.
510
κείσῃ δή, τέκνον φίλος,
511
μαστοῖς ματέρος ἀμφὶ σᾶς
512
νεκρὸς ὑπὸ χθονί, σὺν νεκρῷτ’[…]
Παις
Πα.
Πα.
513
ὤμοι μοι, τί πάθω; τάλας
514
δῆτ’ἐγὼ σύτε, μᾶτερ.
Μενελαος
Με.
Με.
515
ἴθ’ὑποχθόνιοι · καὶ γὰρ ἀπ’ἐχθρῶν
516
ἥκετε πύργων · δύο δ’ἐκ δισσαῖν
517
θνῄσκετ’ἀνάγκαιν · σὲ μὲν ἡμετέρα
518
ψῆφος ἀναιρεῖ, παῖδα δ’ἐμὴ παῖς
519
τόνδ’Ἑρμιόνη · καὶ γὰρ ἀνοία
520
μεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν,
521
ἐξὸν κτείνειν
522
καὶ φόβον οἴκων ἀφελέσθαι.
Ανδρομαχη
Αν.
Αν.
523
πόσις πόσις, εἴθε σὰν
524
χεῖρα καὶ δόρυ σύμμαχον
525
κτησαίμαν, Πριάμου παῖ.
Παις
Πα.
Πα.
526
δύστανος, τί δ’ἐγὼ μόρου
527
παράτροπον μέλος εὕρω;
Ανδρομαχη
Αν.
Αν.
529
λίσσου, γούνασι δεσπότου
530
χρίμπτων, τέκνον.
Παις
Πα.
Πα.
530b
φίλος,
531
φίλος, ἄνες θάνατόν μοι.
Ανδρομαχη
Αν.
Αν.
532
λείβομαι δάκρυσιν κόρας,
533
στάζω λισσάδος ὡς πέτρας
534
λιβὰς ἀνήλιος, τάλαιν’[…]
Παις
Πα.
Πα.
535
ὤμοι μοι, τί δ’ἐγὼ κακῶν
536
μῆχος ἐξανύσωμαι;
Μενελαος
Με.
Με.
537
τί με προσπίτνεις, ἁλίαν πέτραν
538
κῦμα λιταῖς ὣς ἱκετεύων;
539
τοῖς γὰρ ἐμοῖσιν γέγον’ὠφελία,
540
σοὶ δ’οὐδὲν ἔχω φίλτρον, ἐπεί τοι
541
μέγ’ἀναλώσας ψυχῆς μόριον
542
Τροίαν εἷλον καὶ μητέρα σήν ·
543
ἧς ἀπολαύων
544
Ἅιδην χθόνιον καταβήσῃ.
Χορος
Χο.
Χο.
545
καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας,
546
σπουδῇ τιθέντα δεῦρο γηραιὸν πόδα.
Πηλευς
Πη.
Πη.
547
ὑμᾶς ἐρωτῶ τόντ’ἐφεστῶτα σφαγῇ,
548
τί ταῦτα; πῶς ταῦτ’; ἐκ τίνος λόγου νοσεῖ
549
δόμος; τί πράσσετ’ἄκριτα μηχανώμενοι;
550
Μενέλα’, ἐπίσχες · μὴ τάχυν’ἄνευ δίκης […]
551
ἡγοῦ σὺ θᾶσσον, οὐ γὰρ ὡς ἔοικέ μοι
552
σχολῆς τόδ’ἔργον · ἀλλ’ἀνηβητηρίαν
553
ῥώμην μ’ἐπαινῶ λαμβάνειν, εἴπερ ποτέ […]
554
πρῶτον μὲν οὖν κατ’οὖρον ὥσπερ ἱστίοις
555
ἐμπνεύσομαι τῇδ’· εἰπέ, τίνι δίκῃ χέρας
556
βρόχοισιν ἐκδήσαντες οἵδ’ἄγουσί σε
557
καὶ παῖδ’; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι,
558
ἡμῶν ἀπόντων τοῦτε κυρίου σέθεν.
Ανδρομαχη
Αν.
Αν.
559
οἵδ’, γεραιέ, σὺν τέκνῳ θανουμένην
560
ἄγουσί μ’οὕτως ὡς ὁρᾷς. τί σοι λέγω;
561
οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίᾳ
562
μετῆλθον, ἀλλὰ μυρίων ὑπ’ἀγγέλων.
563
ἔριν δὲ τὴν κατ’οἶκον οἶσθά που κλύων
564
τῆς τοῦδε θυγατρός, ὧντ’ἀπόλλυμαι χάριν.
565
καὶ νῦν με βωμοῦ Θέτιδος, τὸν εὐγενῆ
566
ἔτικτέ σοι παῖδ’, ἣν σὺ θαυμαστὴν σέβεις,
567
ἄγουσ’ἀποσπάσαντες, οὔτε τῳ δίκῃ
568
κρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμων
569
μείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίαν
570
γνόντες τέκνουτε τοῦδ’, ὃν οὐδὲν αἴτιον
571
μέλλουσι σὺν ἐμοὶ τῇ ταλαιπώρῳ κτενεῖν.
572
ἀλλ’ἀντιάζω σ’, γέρον, τῶν σῶν πάρος
573
πίτνουσα γονάτων χειρὶ δ’οὐκ ἔξεστί μοι
574
τῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος
575
ῥῦσαί με πρὸς θεῶν · εἰ δὲ μή, θανούμεθα
576
αἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ’ἐμοί, γέρον.
Πηλευς
Πη.
Πη.
577
χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά,
578
καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι.
Μενελαος
Με.
Με.
579
ἐγὼ δ’ἀπαυδῶ γ’ἄλλος οὐχ ἥσσων σέθεν
580
καὶ τῆσδε πολλῷ κυριώτερος γεγώς.
Πηλευς
Πη.
Πη.
581
πῶς; τὸν ἀμὸν οἶκον οἰκήσεις μολὼν
582
δεῦρ’; οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν;
Μενελαος
Με.
Με.
583
εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ.
Πηλευς
Πη.
Πη.
584
οὑμὸς δέ γ’αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας.
Μενελαος
Με.
Με.
585
οὔκουν ἐκείνου τἀμὰ τἀκείνουτ’ἐμά;
Πηλευς
Πη.
Πη.
586
586a
δρᾶν εὖ, κακῶς δ’οὔ, μη δ’ἀποκτείνειν βίᾳ.
Μενελαος
Με.
Με.
587
ὡς τήνδ’ἀπάξεις οὔποτ’ἐξ ἐμῆς χερός.
Πηλευς
Πη.
Πη.
588
σκήπτρῳ δὲ τῷδε σὸν καθαιμάξω κάρα;
Μενελαος
Με.
Με.
589
ψαῦσόν γ’, ἵν’εἰδῇς, καὶ πέλας πρόσελθέ μου.
Πηλευς
Πη.
Πη.
590
σὺ γὰρ μετ’ἀνδρῶν, κάκιστε κἀκ κακῶν;
591
σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου;
592
ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχος,
593
ἄκλῃστ’ἄδουλα δώμαθ’ἑστίας λιπών,
594
ὡς δὴ γυναῖκα σώφρον’ἐν δόμοις ἔχων
595
πασῶν κακίστην. οὐ δ’ἂν εἰ βούλοιτό τις
596
σώφρων γένοιτο Σπαρτιατίδων κόρη,
597
αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους
598
γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις
599
δρόμους παλαίστραςτ’οὐκ ἀνασχετοὺς ἐμοὶ
600
κοινὰς ἔχουσι. κᾆτα θαυμάζειν χρεὼν
601
εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε;
602
Ἑλένην ἐρέσθαι χρῆν τάδ’, ἥτις ἐκ δόμων
603
τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασε
604
νεανίου μετ’ἀνδρὸς εἰς ἄλλην χθόνα.
605
κἄπειτ’ἐκείνης οὕνεχ’Ἑλλήνων ὄχλον
606
τοσόνδ’ἀθροίσας ἤγαγες πρὸς Ἴλιον;
607
ἣν χρῆν σ’ἀποπτύσαντα μὴ κινεῖν δόρυ,
608
κακὴν ἐφευρόντ’, ἀλλ’ἐᾶν αὐτοῦ μένειν
609
μισθόντε δόντα μήποτ’εἰς οἴκους λαβεῖν.
610
ἀλλ’οὔτι ταύτῃ σὸν φρόνημ’ἐπούρισας,
611
ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας,
612
παίδωντ’ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις,
613
πολιούςτ’ἀφείλου πατέρας εὐγενῆ τέκνα.
614
ὧν εἷς ἐγὼ δύστηνος · αὐθέντην δὲ σὲ
615
μιάστορ’ὥς τιν’εἰσδέδορκ’Ἀχιλλέως.
616
ὃς οὐ δὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος,
617
κάλλιστα τεύχη δ’ἐν καλοῖσι σάγμασιν
618
ὅμοι’ἐκεῖσε δεῦρότ’ἤγαγες πάλιν.
619
κἀγὼ μὲν ηὔδων τῷ γαμοῦντι μήτε σοὶ
620
κῆδος ξυνάψαι μήτε δώμασιν λαβεῖν
621
κακῆς γυναικὸς πῶλον · ἐκφέρουσι γὰρ
622
μητρῷ’ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι,
623
μνηστῆρες, ἐσθλῆς θυγατέρ’ἐκ μητρὸς λαβεῖν.
624
πρὸς τοῖσδε δ’εἰς ἀδελφὸν οἷ’ἐφύβρισας,
625
σφάξαι κελεύσας θυγατέρ’εὐηθέστατα;
626
οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ’ἔχῃς.
627
ἑλὼν δὲ Τροίαν εἶμι γὰρ κἀνταῦθά σοι
628
οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών,
629
ἀλλ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος
630
φίλημ’ἐδέξω, προδότιν αἰκάλλων κύνα,
631
ἥσσων πεφυκὼς Κύπριδος, κάκιστε σύ.
632
κἄπειτ’ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων
633
πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ
634
κτείνεις ἀτίμως παῖδάθ’, ὃς κλαίοντά σε
635
καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην,
636
κεἰ τρὶς νόθος πέφυκε. πολλάκις δέ τοι
637
ξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾷ,
638
νόθοιτε πολλοὶ γνησίων ἀμείνονες.
639
ἀλλ’ἐκκομίζου παῖδα. κύδιον βροτοῖς
640
πένητα χρηστὸν κακὸν καὶ πλούσιον
641
γαμβρὸν πεπᾶσθαι καὶ φίλον · σὺ δ’οὐδὲν εἶ.
Χορος
Χο.
Χο.
642
σμικρᾶς ἀπ’ἀρχῆς νεῖκος ἀνθρώποις μέγα
643
γλῶσσ’ἐκπορίζει · τοῦτο δ’οἱ σοφοὶ βροτῶν
644
ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν.
Μενελαος
Με.
Με.
645
τί δῆτ’ἂν εἴποις τοὺς γέροντας, ὡς σοφοί,
646
καὶ τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε;
647
ὅτ’ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς,
648
κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῷ λέγεις
649
ἡμῖν δ’ὀνείδη διὰ γυναῖκα βάρβαρον,
650
ἣν χρῆν σ’ἐλαύνειν τήνδ’ὑπὲρ Νείλου ῥοὰς
651
ὑπέρτε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἀεί
652
οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα
653
πλεῖσθ’Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν,
654
τοῦ σοῦ δὲ παιδὸς αἵματος κοινουμένην.
655
Πάρις γάρ, ὃς σὸν παῖδ’ἔπεφν’Ἀχιλλέα,
656
Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δ’ἥδ’Ἕκτορος.
657
καὶ τῇδέ γ’εἰσέρχῃ σὺ ταὐτὸν εἰς στέγος
658
καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον,
659
τίκτειν δ’ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾷς.
660
ἁγὼ προνοίᾳ τῇτε σῇ κἀμῇ, γέρον,
661
κτανεῖν θέλων τήνδ’ἐκ χερῶν ἁρπάζομαι.
662
καίτοι φέρ’· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου ·
663
ἢν παῖς μὲν ἡμὴ μὴ τέκῃ, ταύτης δ’ἄπο
664
βλάστωσι παῖδες, τῆσδε γῆς Φθιώτιδος
665
στήσεις τυράννους, βάρβαροι δ’ὄντες γένος
666
Ἕλλησιν ἄρξουσ’; εἶτ’ἐγὼ μὲν οὐ φρονῶ
667
μισῶν τὰ μὴ δίκαια, σοὶ δ’ἔνεστι νοῦς;
668
669
670
671
672
673
674
675
676
677
678
γέρων γέρων εἶ. τὴν δ’ἐμὴν στρατηγίαν
679
λέγων ἔμ’ὠφελοῖς ἂν σιγῶν πλέον.
680
Ἑλένη δ’ἐμόχθησ’οὐχ ἑκοῦσ’, ἀλλ’ἐκ θεῶν,
681
καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα ·
682
ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορες
683
ἔβησαν εἰς τἀνδρεῖον · δ’ὁμιλία
684
πάντων βροτοῖσι γίγνεται διδάσκαλος.
685
εἰ δ’εἰς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ
686
γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν.
687
οὐ δ’ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν.
688
ταῦτ’εὖ φρονῶν σ’ἐπῆλθον, οὐκ ὀργῆς χάριν ·
689
ἢν δ’ὀξυθυμῇς, σοὶ μὲν γλωσσαλγία
690
μείζων, ἐμοὶ δὲ κέρδος προμηθία.
Χορος
Χο.
Χο.
691
παύσασθον ἤδη · λῷστα γὰρ μακρῷ τάδε ·
692
λόγων ματαίων, μὴ δύο σφαλῆθ’ἅμα.
Πηλευς
Πη.
Πη.
693
οἴμοι, καθ’Ἑλλάδ’ὡς κακῶς νομίζεται ·
694
ὅταν τροπαῖα πολεμίων στήσῃ στρατός,
695
οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε,
696
ἀλλ’ στρατηγὸς τὴν δόκησιν ἄρνυται,
697
ὃς εἷς μετ’ἄλλων μυρίων πάλλων δόρυ,
698
οὐδὲν πλέον δρῶν ἑνὸς ἔχει πλείω λόγον.
699
σεμνοὶ δ’ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλιν
700
φρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες ·
701
οἱ δ’εἰσὶν αὐτῶν μυρίῳ σοφώτεροι,
702
εἰ τόλμα προσγένοιτο βούλησίςθ’ἅμα.
703
ὡς καὶ σὺ σόςτ’ἀδελφὸς ἐξωγκωμένοι
704
Τροίᾳ κάθησθε τῇτ’ἐκεῖ στρατηγίᾳ,
705
μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι.
706
δείξω δ’ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάριν
707
ἥσσω νομίζειν Πηλέως ἐχθρόν ποτε,
708
εἰ μὴ φθερῇ τῆσδ’ὡς τάχιστ’ἀπὸ στέγης
709
καὶ παῖς ἄτεκνος, ἣν γ’ἐξ ἡμῶν γεγὼς
710
ἐλᾷ δι’οἴκων τῶνδ’ἐπισπάσας κόμης ·
711
στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεται
712
τίκτοντας ἄλλους, οὐκ ἔχουσ’αὐτὴ τέκνα.
713
ἀλλ’, εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι,
714
ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων;
715
φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθω
716
εἴ τίς με λύειν τῆσδε κωλύσει χέρας.
717
ἔπαιρε σαυτήν · ὡς ἐγὼ καίπερ τρέμων
718
πλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι.
719
ὧδ’, κάκιστε, τῆσδ’ἐλυμήνω χέρας;
720
βοῦν λέοντ’ἤλπιζες ἐντείνειν βρόχοις;
721
μὴ ξίφος λαβοῦσ’ἀμυνάθοιτό σε
722
ἔδεισας; ἕρπε δεῦρ’ὑπ’ἀγκάλας, βρέφος,
723
ξύλλυε μητρὸς δεσμόν · ἐν Φθίᾳ σ’ἐγὼ
724
θρέψω μέγαν τοῖσδ’ἐχθρόν. εἰ δ’ἀπῆν δορὸς
725
τοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών,
726
τἄλλ’ὄντες ἴστε μηδενὸς βελτίονες.
Χορος
Χο.
Χο.
727
ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένος
728
καὶ δυσφύλακτον ὀξυθυμίας ὕπο.
Μενελαος
Με.
Με.
729
ἄγαν προνωπὴς εἰς τὸ λοιδορεῖν φέρῃ ·
730
ἐγὼ δὲ πρὸς βίαν μὲν εἰς Φθίαν μολὼν
731
οὔτ’οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι.
732
καὶ νῦν μέν οὐ γὰρ ἄφθονον σχολὴν ἔχω
733
ἄπειμ’ἐς οἴκους · ἔστι γάρ τις οὐ πρόσω
734
Σπάρτης […] πόλις τις, πρὸ τοῦ μὲν ἦν φίλη,
735
νῦν δ’ἐχθρὰ ποιεῖ · τήνδ’ἐπεξελθεῖν θέλω
736
στρατηλατήσας χὐποχείριον λαβεῖν.
737
ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν,
738
ἥξω · παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς
739
γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους.
740
κἂν μὲν κολάζῃ τήνδε καὶ τὸ λοιπὸν
741
σώφρων καθ’ἡμᾶς, σώφρον’ἀντιλήψεται ·
742
θυμούμενος δὲ τεύξεται θυμουμένων,
743
ἔργοισι δ’ἔργα διάδοχ’ἀντιλήψεται.
744
τοὺς σοὺς δὲ μύθους ῥᾳδίως ἐγὼ φέρω ·
745
σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις,
746
ἀδύνατος, οὐδὲν ἄλλο πλὴν λέγειν μόνον.
Πηλευς
Πη.
Πη.
747
ἡγοῦ, τέκνον μοι, δεῦρ’ὑπ’ἀγκάλαις σταθείς,
748
σύτ’, τάλαινα · χείματος γὰρ ἀγρίου
749
τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους.
Ανδρομαχη
Αν.
Αν.
750
πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς,
751
σῴσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα.
752
ὅρα δὲ μὴ νῷν εἰς ἐρημίαν ὁδοῦ
753
πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με,
754
γέροντα μὲν σ’ὁρῶντες, ἀσθενῆ δ’ἐμὲ
755
καὶ παῖδα τόνδε νήπιον · σκόπει τάδε,
756
μὴ νῦν φυγόντες εἶθ’ἁλῶμεν ὕστερον.
Πηλευς
Πη.
Πη.
757
οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον ·
758
χώρει · τίς ὑμῶν ἅψεται; κλαίων ἄρα
759
ψαύσει. θεῶν γὰρ οὕνεχ’ἱππικοῦτ’ὄχλου
760
πολλῶνθ’ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα ·
761
ἡμεῖς δ’ἔτ’ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς,
762
ἀλλ’εἴς γε τοιόνδ’ἄνδρ’ἀποβλέψας μόνον
763
τροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν.
764
πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος
765
κρείσσων · τί γὰρ δεῖ δειλὸν ὄντ’εὐσωματεῖν;
Χορος
Χο.
Χο.
766
μὴ γενοίμαν πατέρων ἀγαθῶν
767
εἴην πολυκτήτωντε δόμων μέτοχος.
770
εἴ τι γὰρ πάσχοι τις ἀμήχανον, ἀλκᾶς
771
οὐ σπάνις εὐγενέταις,
772
κηρυσσομένοισι δ’ἀπ’ἐσθλῶν δωμάτων
773
τιμὰ καὶ κλέος · οὔτοι λείψανα τῶν ἀγαθῶν
775
ἀνδρῶν ἀφαιρεῖται χρόνος · δ’ἀρετὰ
776
καὶ θανοῦσι λάμπει.
778
κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον ἔχειν
780
ξὺν φθόνῳ σφάλλειν δυνάμειτε δίκαν.
781
ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν,
782
ἐν δὲ χρόνῳ τελέθει
784
ξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμων.
785
ταύταν ᾔνεσα ταύταν καὶ φέρομαι βιοτάν,
787
μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοις
788
καὶ πόλει δύνασθαι.
789
γέρον Αἰακίδα,
790
πείθομαι καὶ σὺν Λαπίθαισί σε
791
Κενταύρων ὁμιλῆσαι δορὶ
792
κλεινοτάτῳ · καὶ ἐπ’Ἀργῴου δορὸς ἄξενον ὑγρὰν
794
ἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδων
795
κλεινὰν ἐπὶ ναυστολίαν,
796
Ἰλιάδατε πόλιν ὅτε πάρος
798
εὐδόκιμον Διὸς ἶνις ἀμφέβαλε φόνῳ,
800
κοινὰν τὰν εὔκλειαν ἔχοντ’
801
Εὐρώπαν ἀφικέσθαι.
Τροφος
Τρ.
Τρ.
802
φίλταται γυναῖκες, ὡς κακὸν κακῷ
803
διάδοχον ἐν τῇδ’ἡμέρᾳ πορσύνεται.
804
δέσποινα γὰρ κατ’οἶκον, Ἑρμιόνην λέγω,
805
πατρόςτ’ἐρημωθεῖσα συννοίᾳθ’ἅμα,
806
οἷον δέδρακεν ἔργον Ἀνδρομάχην κτανεῖν
807
καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει,
808
πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων
809
ἐκ τῶνδ’ἀτίμως δωμάτων ἀποσταλῇ,
810
κατθάνῃ κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν.
811
μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην
812
εἴργουσι φύλακες δμῶες ἔκτε δεξιᾶς
813
ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι.
814
οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμένα
815
ἔγνωκε πράξασ’οὐ καλῶς. ἐγὼ μὲν οὖν
816
δέσποιναν εἴργουσ’ἀγχόνης κάμνω, φίλαι ·
817
ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω
818
θανάτου νιν ἐκλύσασθε · τῶν γὰρ ἠθάδων
819
φίλων νέοι μολόντες εὐπιθέστεροι.
Χορος
Χο.
Χο.
820
καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομεν
821
βοὴν ἐφ’οἷσιν ἦλθες ἀγγέλλουσα σύ.
822
δείξειν δ’ἔοικεν τάλαιν’ὅσον στένει
823
πράξασα δεινά · δωμάτων γὰρ ἐκπερᾷ
824
φεύγουσα χεῖρας προσπόλων πόθῳ θανεῖν.
Ερμιονη
Ερ.
Ερ.
825
ἰώ μοί μοι ·
826
σπάραγμα κόμας ὀνύχωντε δάι’
827
ἀμύγματα θήσομαι.
Τροφος
Τρ.
Τρ.
828
παῖ, τί δράσεις; σῶμα σὸν καταικιῇ;
Ερμιονη
Ερ.
Ερ.
829
αἰαῖ αἰαῖ ·
830
ἔρρ’αἰθέριον πλοκάμων ἐμῶν ἄπο,
831
λεπτόμιτον φάρος.
Τροφος
Τρ.
Τρ.
832
τέκνον, κάλυπτε στέρνα, σύνδησαι πέπλους.
Ερμιονη
Ερ.
Ερ.
833
τί δέ με δεῖ στέρνα
834
καλύπτειν πέπλοις; δῆλα καὶ
835
ἀμφιφανῆ καὶ ἄκρυπτα
835a
δεδράκαμεν πόσιν.
Τροφος
Τρ.
Τρ.
836
ἀλγεῖς, φόνον ῥάψασα συγγάμῳ σέθεν;
Ερμιονη
Ερ.
Ερ.
837
κατὰ μὲν οὖν στένω
838
δαΐας τόλμας, ἂν ἔρεξ’·
839
κατάρατος ἐγὼ
839a
κατάρατος ἀνθρώποις.
Τροφος
Τρ.
Τρ.
840
συγγνώσεταί σοι τήνδ’ἁμαρτίαν πόσις.
Ερμιονη
Ερ.
Ερ.
841
τί μοι ξίφος
842
ἐκ χερὸς ἠγρεύσω;
843
ἀπόδος, φίλα, ’πόδος, ἵν’ἀνταίαν
844
ἐρείσω πλαγάν · τί με βρόχων εἴργεις;
Τροφος
Τρ.
Τρ.
845
ἀλλ’εἴ σ’ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς;
Ερμιονη
Ερ.
Ερ.
846
οἴμοι πότμου.
847
ποῦ μοι πυρὸς φίλα φλόξ;
848
ποῦ δ’εἰς πέτρας ἀερθῶ,
849
κατὰ πόντον καθ’ὕλαν ὀρέων,
850
ἵνα θανοῦσα νερτέροισιν μέλω;
Τροφος
Τρ.
Τρ.
851
τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι
852
πᾶσιν βροτοῖσιν τότ’ἦλθον τότε.
Ερμιονη
Ερ.
Ερ.
854
ἔλιπες ἔλιπες, πάτερ, ἐπακτίαν
855
μονάδ’ἔρημον οὖσαν ἐνάλου κώπας.
856
ὀλεῖ ὀλεῖ με · τᾷδ’οὐκέτ’ἐνοικήσω
858
νυμφιδίῳ στέγᾳ.
859
τίνος ἀγαλμάτων ἱκέτις ὁρμαθῶ;
860
δούλα δούλας γόνασι προσπέσω;
861
Φθιάδος ἐκ γᾶς
862
κυανόπτερος ὄρνις εἴθ’εἴην,
863
πευκᾶεν
864
σκάφος, διὰ Κυανέας ἐπέρασεν ἀκτὰς
865
πρωτόπλοος πλάτα.
Τροφος
Τρ.
Τρ.
866
παῖ, τὸ λίαν οὔτ’ἐκεῖν’ἐπῄνεσα,
867
ὅτ’εἰς γυναῖκα Τρῳάδ’ἐξημάρτανες,
868
οὔτ’αὖ τὸ νῦν σου δεῖμ’ δειμαίνεις ἄγαν.
869
οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις
870
φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.
871
οὐ γάρ τί σ’αἰχμάλωτον ἐκ Τροίας ἔχει,
872
ἀλλ’ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν
873
ἕδνοισι, πόλεώςτ’οὐ μέσως εὐδαίμονος.
874
πατὴρ δέ σ’οὐχ ὧδ’ὡς σὺ δειμαίνεις, τέκνον,
875
προδοὺς ἐάσει δωμάτων τῶνδ’ἐκπεσεῖν.
876
ἀλλ’εἴσιθ’εἴσω μη δὲ φαντάζου δόμων
877
πάροιθε τῶνδε, μή τιν’αἰσχύνην λάβῃς,
878
πρόσθεν μελάθρων τῶνδ’ὁρωμένη, τέκνον.
Χορος
Χο.
Χο.
879
καὶ μὴν ὅδ’ἀλλόχρως τις ἔκδημος ξένος
880
σπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται.
Ορεστης
Ορ.
Ορ.
881
ξέναι γυναῖκες, τάδ’ἔστ’Ἀχιλλέως
882
παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;
Χορος
Χο.
Χο.
883
ἔγνως · ἀτὰρ δὴ τίς σὺ πυνθάνῃ τάδε;
Ορεστης
Ορ.
Ορ.
884
Ἀγαμέμνονόςτε καὶ Κλυταιμήστρας τόκος,
885
ὄνομα δ’Ὀρέστης · ἔρχομαι δὲ πρὸς Διὸς
886
μαντεῖα Δωδωναῖ’. ἐπεὶ δ’ἀφικόμην
887
Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν πέρι
888
γυναικός, εἰ ζῇ κεὐτυχοῦσα τυγχάνει
889
Σπαρτιᾶτις Ἑρμιόνη · τηλουρὰ γὰρ
890
ναίουσ’ἀφ’ἡμῶν πεδί’ὅμως ἐστὶν φίλη.
Ερμιονη
Ερ.
Ερ.
891
ναυτίλοισι χείματος λιμὴν φανεὶς
892
Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων,
893
οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας,
894
πράσσοντας οὐκ εὖ. στεμμάτων δ’οὐχ ἥσσονας
895
σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς.
Ορεστης
Ορ.
Ορ.
896
ἔα ·
896a
τί χρῆμα; μῶν ἐσφάλμεθ’ σαφῶς ὁρῶ
897
δόμων ἄνασσαν τήνδε Μενέλεω κόρην;
Ερμιονη
Ερ.
Ερ.
898
ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ
899
Ἑλένη κατ’οἴκους πατρί · μηδὲν ἀγνόει.
Ορεστης
Ορ.
Ορ.
900
Φοῖβ’ἀκέστορ, πημάτων δοίης λύσιν.
901
τί χρῆμα; πρὸς θεῶν βροτῶν πάσχεις κακά;
Ερμιονη
Ερ.
Ερ.
902
τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ’ἔχει,
903
τὰ δ’ἐκ θεῶν του · πανταχῇ δ’ὀλώλαμεν.
Ορεστης
Ορ.
Ορ.
904
τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω
905
παίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος;
Ερμιονη
Ερ.
Ερ.
906
τοῦτ’αὐτὸ καὶ νοσοῦμεν · εὖ μ’ὑπηγάγου.
Ορεστης
Ορ.
Ορ.
907
ἄλλην τιν’εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;
Ερμιονη
Ερ.
Ερ.
908
τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.
Ορεστης
Ορ.
Ορ.
909
κακόν γ’ἔλεξας, ἄνδρα δίσσ’ἔχειν λέχη.
Ερμιονη
Ερ.
Ερ.
910
τοιαῦτα ταῦτα. κᾆτ’ἔγωγ’ἠμυνάμην.
Ορεστης
Ορ.
Ορ.
911
μῶν εἰς γυναῖκ’ἔρραψας οἷα δὴ γυνή;
Ερμιονη
Ερ.
Ερ.
912
φόνον γ’ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ.
Ορεστης
Ορ.
Ορ.
913
κἄκτεινας, τις συμφορά σ’ἀφείλετο;
Ερμιονη
Ερ.
Ερ.
914
γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.
Ορεστης
Ορ.
Ορ.
915
σοὶ δ’ἦν τις ὅστις τοῦδ’ἐκοινώνει φόνου;
Ερμιονη
Ερ.
Ερ.
916
πατήρ γ’ἐπ’αὐτὸ τοῦτ’ἀπὸ Σπάρτης μολών.
Ορεστης
Ορ.
Ορ.
917
κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;
Ερμιονη
Ερ.
Ερ.
918
αἰδοῖ γε · καί μ’ἔρημον οἴχεται λιπών.
Ορεστης
Ορ.
Ορ.
919
συνῆκα · ταρβεῖς τοῖς δεδραμένοις πόσιν.
Ερμιονη
Ερ.
Ερ.
920
ἔγνως · ὀλεῖ γάρ μ’ἐνδίκως. τί δεῖ λέγειν;
921
ἀλλ’ἄντομαί σε Δία καλοῦσ’ὁμόγνιον,
922
πέμψον με χώρας τῆσδ’ὅποι προσωτάτω
923
πρὸς πατρῷον μέλαθρον · ὡς δοκοῦσί γε
924
δόμοιτ’ἐλαύνειν φθέγμ’ἔχοντες οἵδε με,
925
μισεῖτε γαῖα Φθιάς. εἰ δ’ἥξει πάρος
926
Φοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις,
927
κτενεῖ μ’ἐπ’αἰσχίστοισιν · δουλεύσομεν
928
νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.
929
πῶς οὖν τάδ’, ὡς εἴποι τις, ἐξημάρτανες;
930
κακῶν γυναικῶν εἴσοδοί μ’ἀπώλεσαν,
931
αἵ μοι λέγουσαι τούσδ’ἐχαύνωσαν λόγους ·
932
σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις
933
δούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην;
934
μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ’ἐμοῖς δόμοις
935
βλέπουσ’ἂν αὐγὰς τἄμ’ἐκαρποῦτ’ἂν λέχη.
936
κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους,
937
938
ἐξηνεμώθην μωρίᾳ. τί γάρ μ’ἐχρῆν
939
πόσιν φυλάσσειν, παρῆν ὅσων ἔδει;
940
πολὺς μὲν ὄλβος · δωμάτων δ’ἠνάσσομεν ·
941
παῖδας δ’ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,
942
δ’ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.
943
ἀλλ’οὔποτ’οὔποτ’ οὐ γὰρ εἰσάπαξ ἐρῶ
944
χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,
945
πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν
946
γυναῖκας · αὗται γὰρ διδάσκαλοι κακῶν ·
947
μέν τι κερδαίνουσα συμφθείρει λέχος,
948
δ’ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει,
949
πολλαὶ δὲ μαργότητι […] κἀντεῦθεν δόμοι
950
νοσοῦσιν ἀνδρῶν. πρὸς τάδ’εὖ φυλάσσετε
951
κλῄθροισι καὶ μοχλοῖσι δωμάτων πύλας ·
952
ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοι
953
δρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά.
Χορος
Χο.
Χο.
954
ἄγαν ἐφῆκας γλῶσσαν εἰς τὸ σύμφυτον.
955
συγγνωστὰ μέν νυν σοὶ τάδ’, ἀλλ’ὅμως χρεὼν
956
κοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους.
Ορεστης
Ορ.
Ορ.
957
σοφόν τι χρῆμα τοῦ διδάξαντος βροτοὺς
958
λόγους ἀκούειν τῶν ἐναντίων πάρα.
959
ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν δόμων
960
ἔριντε τὴν σὴν καὶ γυναικὸς Ἕκτορος,
961
φυλακὰς ἔχων ἔμιμνον, εἴτ’αὐτοῦ μενεῖς
962
εἴτ’ἐκφοβηθεῖσ’αἰχμαλωτίδος φόνῳ
963
γυναικὸς οἴκων τῶνδ’ἀπηλλάχθαι θέλεις.
964
ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς,
965
εἰ δ’ἐνδιδοίης, ὥσπερ ἐνδίδως, λόγον,
966
πέμψων σ’ἀπ’οἴκων τῶνδ’. ἐμὴ γὰρ οὖσα πρὶν
967
σὺν τῷδε ναίεις ἀνδρὶ σοῦ πατρὸς κάκῃ,
968
ὃς πρὶν τὰ Τροίας εἰσβαλεῖν ὁρίσματα
969
γυναῖκ’ἐμοί σε δοὺς ὑπέσχεθ’ὕστερον
970
τῷ νῦν σ’ἔχοντι, Τρῳάδ’εἰ πέρσοι πόλιν.
971
ἐπεὶ δ’Ἀχιλλέως δεῦρ’ἐνόστησεν γόνος,
972
σῷ μὲν συνέγνων πατρί, τὸν δ’ἐλισσόμην
973
γάμους ἀφεῖναι σούς, ἐμὰς λέγων τύχας
974
καὶ τὸν παρόντα δαίμον’, ὡς φίλων μὲν ἂν
975
γήμαιμ’ἀπ’ἀνδρῶν, ἔκτοθεν δ’οὐ ῥᾳδίως,
976
φεύγων ἀπ’οἴκων ἃς ἐγὼ φεύγω φυγάς.
977
δ’ἦν ὑβριστὴς εἴςτ’ἐμῆς μητρὸς φόνον
978
τάςθ’αἱματωποὺς θεὰς ὀνειδίζων ἐμοί.
979
κἀγὼ ταπεινὸς ὢν τύχαις ταῖς οἴκοθεν
980
ἤλγουν μὲν ἤλγουν, συμφοραῖς δ’ἠνειχόμην,
981
σῶν δὲ στερηθεὶς ᾠχόμην ἄκων γάμων.
982
νῦν οὖν, ἐπειδὴ περιπετεῖς ἔχεις τύχας
983
καὶ ξυμφορὰν τήνδ’εἰσπεσοῦσ’ἀμηχανεῖς,
984
ἄξω σ’ἀπ’οἴκων καὶ πατρὸς δώσω χερί.
985
τὸ συγγενὲς γὰρ δεινόν, ἔντε τοῖς κακοῖς
986
οὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου.
Ερμιονη
Ερ.
Ερ.
987
νυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸς
988
μέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε.
989
ἀλλ’ὡς τάχιστα τῶνδέ μ’ἔκπεμψον δόμων,
990
μὴ φθῇ με προσβὰς δῶμα καὶ μολὼν πόσις,
991
πρέσβυς οἴκους μ’ἐξερημοῦσαν μαθὼν
992
Πηλεὺς μετέλθῃ πωλικοῖς διώγμασιν.
Ορεστης
Ορ.
Ορ.
993
θάρσει γέροντος χεῖρα · τὸν δ’Ἀχιλλέως
994
μηδὲν φοβηθῇς παῖδ’, ὅσ’εἰς ἔμ’ὕβρισε.
995
τοία γὰρ αὐτῷ μηχανὴ πεπλεγμένη
996
βρόχοις ἀκινήτοισιν ἕστηκεν φόνου
997
πρὸς τῆσδε χειρός · ἣν πάρος μὲν οὐκ ἐρῶ,
998
τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα.
999
μητροφόντης δ’, ἢν δορυξένων ἐμῶν
1000
μείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα,
1001
δείξει γαμεῖν σφε μηδέν’ὧν ἐχρῆν ἐμέ.
1002
πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκην
1003
ἄνακτα Φοῖβον · οὐ δέ νιν μετάστασις
1004
γνώμης ὀνήσει θεῷ διδόντα νῦν δίκας,
1005
ἀλλ’ἔκτ’ἐκείνου διαβολαῖςτε ταῖς ἐμαῖς
1006
κακῶς ὀλεῖται · γνώσεται δ’ἔχθραν ἐμήν.
1007
ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν εἰς ἀναστροφὴν
1008
δαίμων δίδωσι κοὐκ ἐᾷ φρονεῖν μέγα.
Χορος
Χο.
Χο.
1009
Φοῖβε πυργώσας τὸν ἐν Ἰλίῳ εὐτειχῆ πάγον
1010
καὶ πόντιε κυανέαις ἵπποις
1011
διφρεύων ἅλιον πέλαγος,
1012
τίνος οὕνεκ’ἄτιμον ὀργᾶς
1015
ἃν χέρα τεκτοσύνας
1016
Ἐνυαλίῳ δοριμήστορι
1017
προσθέντες τάλαιναν
1018
τάλαιναν μεθεῖτε Τροίαν;
1019
πλείστους δ’ἐπ’ἀκταῖσιν Σιμοεντίσιν εὐίππους
1019a
ὄχους
1020
ἐζεύξατε καὶ φονίους ἀνδρῶν
1021
ἁμίλλας ἔθετ’ἀστεφάνους ·
1022
ἀπὸ δὲ φθίμενοι βεβᾶσιν
1023
Ἰλιάδαι βασιλῆες,
1024
οὐ δ’ἔτι πῦρ ἐπιβώμιον ἐν
1025
Τροίᾳ θεοῖσιν
1026
λέλαμπεν καπνῷ θυώδει.
1027
βέβακε δ’Ἀτρείδας ἀλόχου παλάμαις,
1028
αὐτάτ’ἐναλλάξασα φόνον θανάτῳ
1030
πρὸς τέκνων ἀπηύρα
1031
θεοῦ. θεοῦ νιν κέλευμ’ἐπεστράφη
1032
μαντόσυνον, ὅτε νιν Ἀργόθεν πορευθεὶς
1033
Ἀγαμεμνόνιος κέλωρ, ἀδύτων ἐπιβὰς
1035
κτεάνων, ματρὸς φονεὺς […]
1036
δαῖμον, Φοῖβε, πῶς πείθομαι;
1037
πολλαὶ δ’ἀν’Ἑλλάνων ἀγόρους στοναχὰς
1039
μέλποντο δυστάνων τεκέων, ἄλοχοι δ’
1040
ἐξέλειπον οἴκους
1041
πρὸς ἄλλον εὐνάτορ’. οὐχὶ σοὶ μόνᾳ
1042
δύσφρονες ἐπέπεσον, οὐ φίλοισι, λῦπαι ·
1044
νόσον Ἑλλὰς ἔτλα, νόσον · διέβα δὲ Φρυγῶν
1045
καὶ πρὸς εὐκάρπους γύας
1046
σκηπτὸς σταλάσσων τὸν Ἅιδα φόνον.
Πηλευς
Πη.
Πη.
1047
Φθιώτιδες γυναῖκες, ἱστοροῦντί μοι
1048
σημήνατ’· ᾐσθόμην γὰρ οὐ σαφῆ λόγον
1049
ὡς δώματ’ἐκλιποῦσα Μενέλεω κόρη
1050
φρούδη τάδ’· ἥκω δ’ἐκμαθεῖν σπουδὴν ἔχων
1051
εἰ ταῦτ’ἀληθῆ · τῶν γὰρ ἐκδήμων φίλων
1052
δεῖ τοὺς κατ’οἶκον ὄντας ἐκπονεῖν τύχας.
Χορος
Χο.
Χο.
1053
Πηλεῦ, σαφῶς ἤκουσας · οὐ δ’ἐμοὶ καλὸν
1054
κρύπτειν ἐν οἷς παροῦσα τυγχάνω κακοῖς ·
1055
βασίλεια γὰρ τῶνδ’οἴχεται φυγὰς δόμων.
Πηλευς
Πη.
Πη.
1056
τίνος φόβου τυχοῦσα; διαπέραινέ μοι.
Χορος
Χο.
Χο.
1057
πόσιν τρέμουσα, μὴ δόμων νιν ἐκβάλῃ.
Πηλευς
Πη.
Πη.
1058
μῶν ἀντὶ παιδὸς θανασίμων βουλευμάτων;
Χορος
Χο.
Χο.
1059
ναί, καὶ γυναικὸς αἰχμαλωτίδος φόβῳ.
Πηλευς
Πη.
Πη.
1060
σὺν πατρὶ δ’οἴκους τίνος λείπει μέτα;
Χορος
Χο.
Χο.
1061
Ἀγαμέμνονός νιν παῖς βέβηκ’ἄγων χθονός.
Πηλευς
Πη.
Πη.
1062
ποίαν περαίνων ἐλπίδ’; γῆμαι θέλων;
Χορος
Χο.
Χο.
1063
καὶ σῷ γε παιδὸς παιδὶ πορσύνων μόρον.
Πηλευς
Πη.
Πη.
1064
κρυπτὸς καταστὰς κατ’ὄμμ’ἐλθὼν μάχῃ;
Χορος
Χο.
Χο.
1065
ἁγνοῖς ἐν ἱεροῖς Λοξίου Δελφῶν μέτα.
Πηλευς
Πη.
Πη.
1066
οἴμοι · τόδ’ἤδη δεινόν. οὐχ ὅσον τάχος
1067
χωρήσεταί τις Πυθικὴν πρὸς ἑστίαν
1068
καὶ τἀνθάδ’ὄντα τοῖς ἐκεῖ λέξει φίλοις,
1069
πρὶν παῖδ’Ἀχιλλέως κατθανεῖν ἐχθρῶν ὕπο;
Αγγελος
Αγ.
Αγ.
1070
ὤμοι μοι ·
1070a
οἵας τλήμων ἀγγελῶν ἥκω τύχας
1071
σοίτ’, γεραιέ, καὶ φίλοισι δεσπότου.
Πηλευς
Πη.
Πη.
1072
αἰαῖ · πρόμαντις θυμὸς ὥς τι προσδοκᾷ.
Αγγελος
Αγ.
Αγ.
1073
οὐκ ἔστι σοι παῖς παιδός, ὡς μάθῃς, γέρον
1074
Πηλεῦ · τοιάσδε φασγάνων πληγὰς ἔχει
1075
Δελφῶν ὑπ’ἀνδρῶν καὶ Μυκηναίου ξένου.
Χορος
Χο.
Χο.
1076
, τί δράσεις, γεραιέ; μὴ πέσῃς ·
1077
ἔπαιρε σαυτόν.
Πηλευς
Πη.
Πη.
1077b
οὐδέν εἰμ’· ἀπωλόμην.
1078
φρούδη μὲν αὐδή, φροῦδα δ’ἄρθρα μου κάτω.
Αγγελος
Αγ.
Αγ.
1079
ἄκουσον, εἰ καὶ σοῖς φίλοις ἀμυναθεῖν
1080
χρῄζεις, τὸ πραχθέν, σὸν κατορθώσας δέμας.
Πηλευς
Πη.
Πη.
1081
μοῖρα, γήρως ἐσχάτοις πρὸς τέρμασιν
1082
οἵα με τὸν δύστηνον ἀμφιβᾶσ’ἔχεις.
1083
πῶς δ’οἴχεταί μοι παῖς μόνου παιδὸς μόνος;
1084
σήμαιν’· ἀκοῦσαι δ’οὐκ ἀκούσθ’ὅμως θέλω.
Αγγελος
Αγ.
Αγ.
1085
ἐπεὶ τὸ κλεινὸν ἤλθομεν Φοίβου πέδον,
1086
τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους
1087
θέᾳ διδόντες ὄμματ’ἐξεπίμπλαμεν.
1088
καὶ τοῦθ’ὕποπτον ἦν ἄρ’· εἰς δὲ συστάσεις
1089
κύκλουςτ’ἐχώρει λαὸς οἰκήτωρ θεοῦ.
1090
Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλιν
1091
ἐς οὖς ἑκάστῳ δυσμενεῖς ηὔδα λόγους ·
1092
ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦ
1093
χρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν,
1094
τὸ δεύτερον παρόντ’ἐφ’οἷσι καὶ πάρος
1095
δεῦρ’ἦλθε, Φοίβου ναὸν ἐκπέρσαι θέλων;
1096
κἀκ τοῦδ’ἐχώρει ῥόθιον ἐν πόλει κακόν ·
1097
ἀρχαίτε, πληροῦντέςτε βουλευτήρια,
1098
ἰδίᾳθ’ὅσοι θεοῦ χρημάτων ἐφέστασαν,
1099
φρουρὰν ἐτάξαντ’ἐν περιστύλοις δόμοις.
1100
ἡμεῖς δὲ μῆλα, φυλλάδος Παρνασίας
1101
παιδεύματ’, οὐδὲν τῶνδέ πω πεπυσμένοι,
1102
λαβόντες ᾖμεν ἐσχάραιςτ’ἐφέσταμεν
1103
σὺν προξένοισι μάντεσίντε Πυθικοῖς.
1104
καί τις τόδ’εἶπεν · νεανία, τί σοι
1105
θεῷ κατευξώμεσθα; τίνος ἥκεις χάριν;
1106
δ’εἶπε · Φοίβῳ τῆς πάροιθ’ἁμαρτίας
1107
δίκας παρασχεῖν βουλόμεσθ’· ᾔτησα γὰρ
1108
πατρός ποτ’αὐτὸν αἵματος δοῦναι δίκην.
1109
κἀνταῦθ’Ὀρέστου μῦθος ἰσχύων μέγα
1110
ἐφαίνεθ’, ὡς ψεύδοιτο δεσπότης ἐμός,
1111
ἥκων ἐπ’αἰσχροῖς. ἔρχεται δ’ἀνακτόρων
1112
κρηπῖδος ἐντός, ὡς πάρος χρηστηρίων
1113
εὔξαιτο Φοίβῳ · τυγχάνει δ’ἐν ἐμπύροις ·
1114
τῷ δὲ ξιφήρης ἆρ’ ὑφειστήκει λόχος
1115
δάφνῃ σκιασθείς · ὧν Κλυταιμήστρας τόκος
1116
εἷς ἦν ἁπάντων τῶνδε μηχανορράφος.
1117
χὣ μὲν κατ’ὄμμα στὰς προσεύχεται θεῷ ·
1118
οἳ δ’ὀξυθήκτοις φασγάνοις ὡπλισμένοι
1119
κεντοῦσ’ἀτευχῆ παῖδ’Ἀχιλλέως λάθρᾳ.
1120
χωρεῖ δὲ πρύμναν · οὐ γὰρ εἰς καιρὸν τυπεὶς
1121
ἐτύγχαν’· ἐξέλκει δὲ καὶ παραστάδος
1122
κρεμαστὰ τεύχη πασσάλων καθαρπάσας
1123
ἔστη ’πὶ βωμοῦ γοργὸς ὁπλίτης ἰδεῖν,
1124
βοᾷ δὲ Δελφῶν παῖδας ἱστορῶν τάδε ·
1125
τίνος μ’ἕκατι κτείνετ’εὐσεβεῖς ὁδοὺς
1126
ἥκοντα; ποίας ὄλλυμαι πρὸς αἰτίας;
1127
τῶν δ’οὐδὲν οὐδεὶς μυρίων ὄντων πέλας
1128
ἐφθέγξατ’, ἀλλ’ἔβαλλον ἐκ χερῶν πέτροις.
1129
πυκνῇ δὲ νιφάδι πάντοθεν σποδούμενος
1130
προὔτεινε τεύχη κἀφυλάσσετ’ἐμβολὰς
1131
ἐκεῖσε κἀκεῖσ’ἀσπίδ’ἐκτείνων χερί.
1132
ἀλλ’οὐδὲν ἦνεν · ἀλλὰ πόλλ’ὁμοῦ βέλη,
1133
οἰστοί, μεσάγκυλ’ἔκλυτοίτ’ἀμφώβολοι,
1134
σφαγῆς ἐχώρουν βουπόροι ποδῶν πάρος.
1135
δεινὰς δ’ἂν εἶδες πυρρίχας φρουρουμένου
1136
βέλεμνα παιδός. ὡς δέ νιν περισταδὸν
1137
κύκλῳ κατεῖχον οὐ διδόντες ἀμπνοάς,
1138
βωμοῦ κενώσας δεξίμηλον ἐσχάραν,
1139
τὸ Τρωικὸν πήδημα πηδήσας ποδοῖν
1140
χωρεῖ πρὸς αὐτούς · οἳ δ’ὅπως πελειάδες
1141
ἱέρακ’ἰδοῦσαι πρὸς φυγὴν ἐνώτισαν.
1142
πολλοὶ δ’ἔπιπτον μιγάδες ἔκτε τραυμάτων
1143
αὐτοίθ’ὑπ’αὐτῶν στενοπόρους κατ’ἐξόδους,
1144
κραυγὴ δ’ἐν εὐφήμοισι δύσφημος δόμοις
1145
πέτραισιν ἀντέκλαγξ’· ἐν εὐδίᾳ δέ πως
1146
ἔστη φαεννοῖς δεσπότης στίλβων ὅπλοις ·
1147
πρὶν δή τις ἀδύτων ἐκ μέσων ἐφθέγξατο
1148
δεινόν τι καὶ φρικῶδες, ὦρσε δὲ στρατὸν
1149
στρέψας πρὸς ἀλκήν. ἔνθ’Ἀχιλλέως πίτνει
1150
παῖς ὀξυθήκτῳ πλευρὰ φασγάνῳ τυπεὶς
1151
Δελφοῦ πρὸς ἀνδρός, ὅσπερ αὐτὸν ὤλεσε,
1152
πολλῶν μετ’ἄλλων · ὡς δὲ πρὸς γαῖαν πίτνει,
1153
τίς οὐ σίδηρον προσφέρει, τίς οὐ πέτρον,
1154
βάλλων ἀράσσων; πᾶν δ’ἀνήλωται δέμας
1155
τὸ καλλίμορφον τραυμάτων ὑπ’ἀγρίων.
1156
νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλας
1157
ἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων.
1158
ἡμεῖς δ’ἀναρπάσαντες ὡς τάχος χεροῖν
1159
κομίζομέν νιν σοὶ κατοιμῶξαι γόοις
1160
κλαῦσαίτε, πρέσβυ, γῆςτε κοσμῆσαι τάφῳ.
1161
τοιαῦθ’ τοῖς ἄλλοισι θεσπίζων ἄναξ,
1162
τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής,
1163
δίκας διδόντα παῖδ’ἔδρασ’Ἀχιλλέως.
1164
ἐμνημόνευσε δ’, ὥσπερ ἄνθρωπος κακός,
1165
παλαιὰ νείκη · πῶς ἂν οὖν εἴη σοφός;
Χορος
Χο.
Χο.
1166
καὶ μὴν ὅδ’ἄναξ ἤδη φοράδην
1167
Δελφίδος ἐκ γῆς δῶμα πελάζει.
1168
τλήμων παθών, τλήμων δέ, γέρον,
1169
καὶ σύ · δέχῃ γὰρ τὸν Ἀχίλλειον
1170
σκύμνον ἐς οἴκους οὐχ ὡς σὺ θέλεις ·
1171
αὐτόςτε κακοῖς
1172
εἰς ἓν μοίρας συνέκυρσας.
Πηλευς
Πη.
Πη.
1173
ὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδε
1174
καὶ δέχομαι χερὶ δώμασίτ’ἀμοῖς.
1175
ἰώ μοί μοι, αἰαῖ,
1176
πόλι Θεσσαλία, διολώλαμεν,
1177
οἰχόμεθ’· οὐκέτι μοι γένος, οὐκέτι
1178
λείπεται οἴκοις ·
1179
σχέτλιος παθέων ἐγώ · εἰς τίνα
1180
δὴ φίλον αὐγὰς βάλλων τέρψομαι;
1181
φίλιον στόμα καὶ γένυ καὶ χέρες,
1182
εἴθε σ’ὑπ’Ἰλίῳ ἤναρε δαίμων
1183
Σιμοεντίδα παρ’ἀκτάν.
Χορος
Χο.
Χο.
1184
οὗτόςτ’ἂν ὡς ἐκ τῶνδ’ἐτιμᾶτ’ἄν, γέρον,
1185
θανών, τὸ σὸν δ’ἦν ὧδ’ἂν εὐτυχέστερον.
Πηλευς
Πη.
Πη.
1186
γάμος, γάμος, ὃς τάδε δώματα
1187
καὶ πόλιν ἀμὰν ὤλεσας · αἰαῖ,
1188
· παῖ,
1189
μήποτε σῶν λεχέων τὸ δυσώνυμον
1190
ὤφελ’ἐμὸν γένος εἰς τέκνα καὶ δόμον
1191
ἀμφιβαλέσθαι
1192
Ἑρμιόνας Ἀίδαν ἐπὶ σοί, τέκνον ,
1193
ἀλλὰ κεραυνῷ πρόσθεν ὀλέσθαι ·
1194
μη δ’ἐπὶ τοξοσύνᾳ φονίῳ πατρὸς
1195
αἷμα τὸ διογενές ποτε Φοίβου
1196
βροτὸς εἰς θεὸν ἀνάψαι .
Χορος
Χο.
Χο.
1197
ὀττοτοτοτοῖ, θανόντα δεσπόταν γόοις
1198
νόμῳ τῷ
1199
νερτέρων κατάρξω.
Πηλευς
Πη.
Πη.
1200
ὀττοτοτοτοῖ, διάδοχα δ’ τάλας ἐγὼ
1201
γέρων καὶ
1202
δυστυχὴς δακρύω.
Χορος
Χο.
Χο.
1203
θεοῦ γὰρ αἶσα, θεὸς ἔκρανε συμφοράν.
Πηλευς
Πη.
Πη.
1204
φίλος,
1205
δόμον ἔλιπες ἔρημον,
1206
ὤμοι μοι, ταλαίπωρον ἐμὲ
1207
γέροντ’ἄπαιδα νοσφίσας.
Χορος
Χο.
Χο.
1208
θανεῖν θανεῖν σε, πρέσβυ, χρῆν πάρος τέκνων.
Πηλευς
Πη.
Πη.
1209
οὐ σπαράξομαι κόμαν,
1210
οὐκ ἐμῷ ’πιθήσομαι
1211
κάρᾳ κτύπημα χειρὸς ὀλοόν; πόλις,
1212
διπλῶν τέκνων
1213
μ’ἐστέρησ’ Φοῖβος.
Χορος
Χο.
Χο.
1214
κακὰ παθὼν ἰδώντε δυστυχὴς γέρον,
1214a
τίν’αἰῶν’
1215
εἰς τὸ λοιπὸν ἕξεις;
Πηλευς
Πη.
Πη.
1216
ἄτεκνος ἔρημος, οὐκ ἔχων πέρας κακῶν
1217
διαντλήσω πόνους ἐς Ἅιδαν.
Χορος
Χο.
Χο.
1218
μάτην δέ σ’ἐν γάμοισιν ὤλβισαν θεοί.
Πηλευς
Πη.
Πη.
1219
ἀμπτάμενα
1219a
φροῦδα πάντα, κεῖται
1219b
[…]
1220
κόμπων μεταρσίων πρόσω.
Χορος
Χο.
Χο.
1221
μόνος μόνοισιν ἐν δόμοις ἀναστρέφῃ.
Πηλευς
Πη.
Πη.
1222
οὐκέτ’εἶ, πόλις, πόλις,
1223
σκῆπτράτ’ἐρρέτω τάδε
1224
σύτ’, κατ’ἄντρα νύχια Νηρέως κόρη,
1224a
πανώλεθρόν
1225
μ’ὄψεαι πίτνοντα
Χορος
Χο.
Χο.
1226
ἰὼ ἰώ ·
1226a
τί κεκίνηται; τίνος αἰσθάνομαι
1227
θείου; κοῦραι, λεύσσετ’ἀθρήσατε ·
1228
δαίμων ὅδε τις λευκὴν αἰθέρα
1229
πορθμευόμενος τῶν ἱπποβότων
1230
Φθίας πεδίων ἐπιβαίνει.
Θετις
Θε.
Θε.
1231
Πηλεῦ, χάριν σοι τῶν πάρος νυμφευμάτων
1232
ἥκω Θέτις λιποῦσα Νηρέως δόμους.
1233
καὶ πρῶτα μέν δὴ τοῖς παρεστῶσιν κακοῖς
1234
μηδέν τι λίαν δυσφορεῖν παρῄνεσα ·
1235
κἀγὼ γάρ, ἣν ἄκλαυτα χρῆν τίκτειν τέκνα,
1236
ἀπώλεσ’ἐκ σοῦ παῖδα τὸν ταχὺν πόδας
1237
Ἀχιλλέα τεκοῦσα πρῶτον Ἑλλάδος.
1238
ὧν δ’οὕνεκ’ἦλθον σημανῶ, σὺ δ’ἐνδέχου.
1239
τὸν μὲν θανόντα τόνδ’Ἀχιλλέως γόνον
1240
θάψον πορεύσας Πυθικὴν πρὸς ἐσχάραν,
1241
Δελφοῖς ὄνειδος, ὡς ἀπαγγέλλῃ τάφος
1242
φόνον βίαιον τῆς Ὀρεστείας χερός ·
1243
γυναῖκα δ’αἰχμάλωτον, Ἀνδρομάχην λέγω,
1244
Μολοσσίαν γῆν χρὴ κατοικῆσαι, γέρον,
1245
Ἑλένῳ συναλλαχθεῖσαν εὐναίοις γάμοις,
1246
καὶ παῖδα τόνδε, τῶν ἀπ’Αἰακοῦ μόνον
1247
λελειμμένον δή. βασιλέα δ’ἐκ τοῦδε χρὴ
1248
ἄλλον δι’ἄλλου διαπερᾶν Μολοσσίας
1249
εὐδαιμονοῦντας · οὐ γὰρ ὧδ’ἀνάστατον
1250
γένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον,
1251
Τροίαςτε · καὶ γὰρ θεοῖσι κἀκείνης μέλει,
1252
καίπερ πεσούσης Παλλάδος προθυμίᾳ.
1253
σὲ δ’, ὡς ἂν εἰδῇς τῆς ἐμῆς εὐνῆς χάριν,
1254
1255
κακῶν ἀπαλλάξασα τῶν βροτησίων
1256
ἀθάνατον ἄφθιτόντε ποιήσω θεόν.
1257
κἄπειτα Νηρέως ἐν δόμοις ἐμοῦ μέτα
1258
τὸ λοιπὸν ἤδη θεὸς συνοικήσεις θεᾷ ·
1259
ἔνθεν κομίζων ξηρὸν ἐκ πόντου πόδα
1260
τὸν φίλτατον σοὶ παῖδ’ἐμοίτ’Ἀχιλλέα
1261
ὄψῃ δόμους ναίοντα νησιωτικοὺς
1262
Λευκὴν κατ’ἀκτὴν ἐντὸς Εὐξείνου πόρου.
1263
ἀλλ’ἕρπε Δελφῶν εἰς θεόδμητον πόλιν
1264
νεκρὸν κομίζων τόνδε, καὶ κρύψας χθονὶ
1265
ἐλθὼν παλαιᾶς χοιράδος κοῖλον μυχὸν
1266
Σηπιάδος ἵζου · μίμνε δ’, ἔστ’ἂν ἐξ ἁλὸς
1267
λαβοῦσα πεντήκοντα Νηρῄδων χορὸν
1268
ἔλθω κομιστήν σου · τὸ γὰρ πεπρωμένον
1269
δεῖ σ’ἐκκομίζειν · Ζηνὶ γὰρ δοκεῖ τάδε.
1270
παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ ·
1271
πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶν
1272
ψῆφος κέκρανται κατθανεῖντ’ὀφείλεται.
Πηλευς
Πη.
Πη.
1273
πότνι’, γενναῖα συγκοιμήματα,
1274
Νηρέως γένεθλον, χαῖρε · ταῦτα δ’ἀξίως
1275
σαυτῆςτε ποιεῖς καὶ τέκνων τῶν ἐκ σέθεν.
1276
παύω δὲ λύπην σοῦ κελευούσης, θεά,
1277
καὶ τόνδε θάψας εἶμι Πηλίου πτυχάς,
1278
οὗπερ σὸν εἷλον χερσὶ κάλλιστον δέμας.
1279
κᾆτ’οὐ γαμεῖν δῆτ’ἔκτε γενναίων χρεὼν
1280
δοῦναίτ’ἐς ἐσθλούς, ὅστις εὖ βουλεύεται,
1281
κακῶν δὲ λέκτρων μὴ ’πιθυμίαν ἔχειν,
1282
μη δ’εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις;
1283
Χορος
Χο.
Χο.
1284
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
1285
πολλὰ δ’ἀέλπτως κραίνουσι θεοί ·
1286
καὶ τὰ δοκηθέντ’οὐκ ἐτελέσθη,
1287
τῶν δ’ἀδοκήτων πόρον ηὗρε θεός.
1288
τοιόνδ’ἀπέβη τόδε πρᾶγμα.