Hippolytus
Αφροδιτη
Αφ.
Αφ.
1πολλὴ μὲν ἐν βροτοῖσι κα- κοὐκ ἀνώνυμος,
2θεὰ κέκλημαι Κύπρις, οὐρανοῦτ’ἔσω ·
3ὅσοιτε Πόντου τερμόνωντ’Ἀτλαντικῶν
4ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου,
5τοὺς μὲν σέβοντας τα- τἀμὰ πρεσβεύω κράτη,
6σφάλλω δ’ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
7ἔνεστι γὰρ δὴ κα- κἀν θεῶν γένει τόδε ·
8τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο.
9δείξω δὲ μύθων τῶνδ’ἀλήθειαν τάχα ·
10ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος,
11Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα,
12μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας
13λέγει κακίστην δαιμόνων πεφυκέναι,
14ἀναίνεται δὲ λέκτρα κα- κοὐ ψαύει γάμων ·
15Φοίβου δ’ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην,
16τιμᾷ, μεγίστην δαιμόνων ἡγούμενος ·
17χλωρὰν δ’ἀν’ὕλην παρθένῳ ξυνὼν ἀεὶ
18κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός,
19μείζω βροτείας προσπεσὼν ὁμιλίας.
20τούτοισι μέν νυν οὐ φθονῶ · τί γάρ με δεῖ;
21ἃ δ’εἰς ἔμ’ἡμάρτηκε, τιμωρήσομαι
22Ἱππόλυτον ἐν τῇδ’ἡμέρᾳ · τὰ πολλὰ δὲ
23πάλαι προκόψασ’— οὐ πόνου πολλοῦ με δεῖ.
24ἐλθόντα γάρ νιν Πιτθέως ποτ’ἐκ δόμων
25σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων
26Πανδίονος γῆν, πατρὸς εὐγενὴς δάμαρ
27ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο
28ἔρωτι δεινῷ τοῖς ἐμοῖς βουλεύμασιν.
29καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν,
30πέτραν παρ’αὐτὴν Παλλάδος, κατόψιον
31γῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθίσατο,
32ἐρῶσ’ἔρωτ’ἔκδημον · Ἱππολύτῳ δ’ἔπι
33τὸ λοιπὸν ὠνόμαζ’ἐνιδρῦσθαι θεάν.
34ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα,
35μίασμα φεύγων αἵματος Παλλαντιδῶν,
36καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα,
37ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν,
38ἐνταῦθα δὴ στένουσα κα- κἀκπεπληγμένη
39κέντροις ἔρωτος ἡ τάλαιν’ἀπόλλυται
40σιγῇ · ξύνοιδε δ’οὔτις οἰκετῶν νόσον.
41ἀλλ’οὔτι ταύτῃ τόνδ’ἔρωτα χρὴ πεσεῖν ·
42δείξω δὲ † Θησεῖ πρᾶγμα †, κα- κἀκφανήσεται.
43καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν
44κτενεῖ πατὴρ ἀραῖσιν, ἃς ὁ πόντιος
45ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας,
46μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῷ.
47ἣ δ’εὐκλεὴς μέν, ἀλλ’ὅμως ἀπόλλυται,
48Φαίδρα · τὸ γὰρ τῆσδ’οὐ προτιμήσω κακὸν
49τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ
50δίκην τοσαύτην ὥστ’ἐμοὶ καλῶς ἔχειν.
51ἀλλ’, εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως
52στείχοντα, θήρας μόχθον ἐκλελοιπότα,
53Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων.
54πολὺς δ’ἅμ’αὐτῷ προσπόλων ὀπισθόπους
55κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν
56ὕμνοισιν · οὐ γὰρ οἶδ’ἀνεῳγμένας πύλας
57Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.
Ιππολυτος
Ιπ.
Ιπ.
58ἕπεσθ’ἀείδοντες ἕπεσθε
59τὰν Διὸς οὐρανίαν
60Ἄρτεμιν, ᾇ μελόμεσθα.
Χορος Κυνηγων
Χο.
Χο.
61πότνια πότνια σεμνοτάτα,
62Ζανὸς γένεθλον,
63χαῖρε, χαῖρέ μοι, ὦ κόρα
65Λατοῦς Ἄρτεμι καὶ Διός,
66καλλίστα πολὺ παρθένων,
67ἃ μέγαν κατ’οὐρανὸν
68ναίεις εὐπατέρειαν
69αὐλάν, Ζηνὸς πολύχρυσον οἶκον.
70χαῖρέ μοι, ὦ καλλίστα
71καλλίστα τῶν κατ’Ὄλυμπον.
72Ιππολυτος
Ιπ.
Ιπ.
73σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου
74λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,
75ἔνθ’οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
76οὔτ’ἦλθέ πω σίδαρος, ἀλλ’ἀκήρατον
77μέλισσα λειμῶν’ἠρινὴ διέρχεται,
78Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις ·
79ὅσοις διδακτὸν μηδέν, ἀλλ’ἐν τῇ φύσει
80τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάνθ’ὁμῶς,
81τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ’οὐ θέμις.
82ἀλλ’, ὦ φίλη δέσποινα, χρυσέας κόμης
83ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.
84μόνῳ γάρ ἐστι τοῦτ’ἐμοὶ γέρας βροτῶν ·
85σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,
86κλύων μὲν αὐδήν, ὄμμα δ’οὐχ ὁρῶν τὸ σόν.
87τέλος δὲ κάμψαιμ’ὥσπερ ἠρξάμην βίου.
Θεραπων
Θε.
Θε.
88ἄναξ — θεοὺς γὰρ δεσπότας καλεῖν χρεών —
89ἆρ’ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;
Ιππολυτος
Ιπ.
Ιπ.
90καὶ κάρτα γ’· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ’ἄν.
Θεραπων
Θε.
Θε.
91οἶσθ’οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος …
Ιππολυτος
Ιπ.
Ιπ.
92οὐκ οἶδα · τοῦ δὲ καί μ’ἀνιστορεῖς πέρι;
Θεραπων
Θε.
Θε.
93μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.
Ιππολυτος
Ιπ.
Ιπ.
94ὀρθῶς γε · τίς δ’οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;
Θεραπων
Θε.
Θε.
95ἐν δ’εὐπροσηγόροισιν ἔστι τις χάρις;
Ιππολυτος
Ιπ.
Ιπ.
96πλείστη γε, καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ.
Θεραπων
Θε.
Θε.
97ἦ κα- κἀν θεοῖσι τα- ταὐτὸν ἐλπίζεις τόδε;
Ιππολυτος
Ιπ.
Ιπ.
98εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.
Θεραπων
Θε.
Θε.
99πῶς οὖν σὺ σεμνός, δαίμον’οὐ προσεννέπων …
Ιππολυτος
Ιπ.
Ιπ.
100τίν’; εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα.
Θεραπων
Θε.
Θε.
101τήνδ’, ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις.
Ιππολυτος
Ιπ.
Ιπ.
102πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.
Θεραπων
Θε.
Θε.
103σεμνός γε μέντοι κα- κἀπίσημος ἐν βροτοῖς.
Ιππολυτος
Ιπ.
Ιπ.
104ἄλλοισιν ἄλλος θεῶντε κα- κἀνθρώπων μέλει.
Θεραπων
Θε.
Θε.
105εὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ.
Ιππολυτος
Ιπ.
Ιπ.
106οὐδείς μ’ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.
Θεραπων
Θε.
Θε.
107τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών.
Ιππολυτος
Ιπ.
Ιπ.
108χωρεῖτ’, ὀπαδοί, καὶ παρελθόντες δόμους
109σίτων μέλεσθε · τερπνὸν ἐκ κυναγίας
110τράπεζα πλήρης · καὶ καταψήχειν χρεὼν
111ἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕπο
112βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.
113τὴν σὴν δὲ Κύπριν πόλλ’ἐγὼ χαίρειν λέγω.
Θεραπων
Θε.
Θε.
114ἡμεῖς δέ — τοὺς νέους γὰρ οὐ μιμητέον,
115φρονοῦντας οὕτως — ὡς πρέπει δούλοις λέγειν,
116προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,
117δέσποινα Κύπρι. χρὴ δὲ συγγνώμην ἔχειν,
118εἴ τίς σ’ὑφ’ἥβης σπλάγχνον ἔντονον φέρων
119μάταια βάζει · μὴ δόκει τούτων κλύειν ·
120σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.
Χορος
Χο.
Χο.
121Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,
122βαπτὰν κάλπισι ῥυτὰν
123παγὰν προιεῖσα κρημνῶν ·
125ὅθι μοί τις ἦν φίλα
126πορφύρεα φάρεα
127ποταμίᾳ δρόσῳ
128τέγγουσα,
128aθερμᾶς δ’ἐπὶ νῶτα πέτρας
129εὐαλίου κατέβαλλ’· ὅθεν
130μοι πρώτα φάτις ἦλθε δεσποίνας ·
131τειρομέναν νοσερᾷ κοίτᾳ δέμας ἐντὸς ἔχειν
132οἴκων, λεπτὰ δὲ φάρη
133ξάνθαν κεφαλὰν σκιάζειν ·
135τριτάταν δέ νιν κλύω
136τάνδ’ἀβρωσίᾳ
137στόματος ἁμέραν
138Δάματρος
138aἀκτᾶς δέμας ἁγνὸν ἴσχειν,
139κρυπτῷ πένθει θανάτου
140θέλουσαν κέλσαι ποτὶ τέρμα δύστανον.
141— ἦ σὺ γ’ἔνθεος, ὦ κούρα,
142εἴτ’ἐκ Πανὸς εἴθ’Ἑκάτας
143ἢ σεμνῶν Κορυβάντων
144φοιτᾷς ἢ ματρὸς ὀρείας;
145— σὺ δ’ἀμφὶ τὰν πολύθηρον
146Δίκτυνναν ἀμπλακίαις
147ἀνίερος ἀθύτων πελάνων τρύχῃ;
148φοιτᾷ γὰρ καὶ διὰ λίμνας
149χέρσονθ’ὑπὲρ πελάγους
150δίναις ἐν νοτίαις ἅλμας.
151— ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν
152ἀρχαγόν, τὸν εὐπατρίδαν,
153ποιμαίνει τις ἐν οἴκοις
154κρυπτὰ κοίτα λεχέων σῶν;
155— ἢ ναυβάτας τις ἔπλευσεν
156Κρήτας ἔξορμος ἀνὴρ λιμένα
157τὸν εὐξεινότατον ναύταις,
158φήμαν πέμπων βασιλείᾳ,
159λύπᾳ δ’ὑπὲρ παθέων
160εὐναία δέδεται ψυχά;
161— φιλεῖ δὲ τᾷ δυστρόπῳ γυναικῶν
162ἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν,
163ὠδινῶντε καὶ ἀφροσύνας.
165δι’ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ’
166αὔρα. τὰν δ’εὔλοχον οὐρανίαν
167τόξων μεδέουσαν ἀύτευν
168Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ
169σὺν θεοῖσι φοιτᾷ.
170— ἀλλ’ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν
171τήνδε κομίζουσ’ἔξω μελάθρων ·
172173
τί ποτ’ἔστι μαθεῖν ἔραται ψυχή,
174τί δεδήληται
175δέμας ἀλλόχροον βασιλείας.
Τροφος
Τρ.
Τρ.
176ὦ κακὰ θνητῶν στυγεραίτε νόσοι.
177τί σ’ἐγὼ δράσω; τί δὲ μὴ δράσω;
178τόδε σοι φέγγος λαμπρόν, ὅδ’αἰθήρ ·
179ἔξω δὲ δόμων ἤδη νοσερᾶς
180δέμνια κοίτης.
181δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι ·
182τάχα δ’ἐς θαλάμους σπεύσεις τὸ πάλιν.
183ταχὺ γὰρ σφάλλῃ κα- κοὐδενὶ χαίρεις,
184οὐ δέ σ’ἀρέσκει τὸ παρόν, τὸ δ’ἀπὸν
185φίλτερον ἡγῇ.
186κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν ·
187τὸ μέν ἐστιν ἁπλοῦν, τῷ δὲ συνάπτει
188λύπητε φρενῶν χερσίντε πόνος.
189πᾶς δ’ὀδυνηρὸς βίος ἀνθρώπων,
190κα- κοὐκ ἔστι πόνων ἀνάπαυσις.
191ἀλλ’ὅ τι τοῦ ζῆν φίλτερον ἄλλο
192σκότος ἀμπίσχων κρύπτει νεφέλαις.
194τοῦ δ’ὅ τι τοῦτο στίλβει κατὰ γῆν
193δυσέρωτες δὴ φαινόμεθ’ὄντες,
195δι’ἀπειροσύνην ἄλλου βιότου
196κα- κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας ·
197μύθοις δ’ἄλλως φερόμεσθα.
Φαιδρα
Φα.
Φα.
198ἄρατέ μου δέμας, ὀρθοῦτε κάρα ·
199λέλυμαι μελέων σύνδεσμα φίλων.
200λάβετ’εὐπήχεις χεῖρας, πρόπολοι.
201βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν ·
202ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις.
Τροφος
Τρ.
Τρ.
203θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς
204μετάβαλλε δέμας.
205ῥᾷον δὲ νόσον μετάθ’ἡσυχίας
206καὶ γενναίου λήματος οἴσεις ·
207μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.
Φαιδρα
Φα.
Φα.
208αἰαῖ ·
208aπῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος
209καθαρῶν ὑδάτων πῶμ’ἀρυσαίμαν,
210ὑπότ’αἰγείροις ἔντε κομήτῃ
211λειμῶνι κλιθεῖσ’ἀναπαυσαίμαν;
Τροφος
Τρ.
Τρ.
212ὦ παῖ, τί θροεῖς;
213οὐ μὴ παρ’ὄχλῳ τάδε γηρύσῃ
214μανίας ἔποχον ῥίπτουσα λόγον;
Φαιδρα
Φα.
Φα.
215πέμπετέ μ’εἰς ὄρος · εἶμι πρὸς ὕλαν
216καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι
217στείβουσι κύνες
218βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι ·
219πρὸς θεῶν, ἔραμαι κυσὶ θωΰξαι
220καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι
221Θεσσαλὸν ὅρπακ’, ἐπίλογχον ἔχουσ’
222ἐν χειρὶ βέλος.
Τροφος
Τρ.
Τρ.
223τί ποτ’, ὦ τέκνον, τάδε κηραίνεις;
224τί κυνηγεσίων καὶ σοὶ μελέτη;
225τί δὲ κρηναίων νασμῶν ἔρασαι;
226πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς
227κλιτύς, ὅθεν σοι πῶμα γένοιτ’ἄν.
Φαιδρα
Φα.
Φα.
228δέσποιν’ἁλίας Ἄρτεμι Λίμνας
229καὶ γυμνασίων τῶν ἱπποκρότων,
230εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις,
231πώλους Ἐνέτας δαμαλιζομένα.
Τροφος
Τρ.
Τρ.
232τί τόδ’αὖ παράφρων ἔρριψας ἔπος;
233νῦν δὴ μὲν ὄρος βᾶσ’ἐπὶ θήρας
234πόθον ἐστέλλου, νῦν δ’αὖ ψαμάθοις
235ἐπ’ἀκυμάντοις πώλων ἔρασαι.
236τάδε μαντείας ἄξια πολλῆς,
237ὅστις σε θεῶν ἀνασειράζει
238καὶ παρακόπτει φρένας, ὦ παῖ.
Φαιδρα
Φα.
Φα.
239δύστηνος ἐγώ, τί ποτ’εἰργασάμην;
240ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;
241ἐμάνην, ἔπεσον δαίμονος ἄτῃ.
242φεῦ φεῦ, τλήμων.
243μαῖα, πάλιν μου κρύψον κεφαλήν,
244αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.
245κρύπτε · κατ’ὄσσων δάκρυ μοι βαίνει,
246καὶ ἐπ’αἰσχύνην ὄμμα τέτραπται.
247τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ ·
248τὸ δὲ μαινόμενον κακόν · ἀλλὰ κρατεῖ
249μὴ γιγνώσκοντ’ἀπολέσθαι.
Τροφος
Τρ.
Τρ.
250κρύπτω · τὸ δ’ἐμὸν πότε δὴ θάνατος
251σῶμα καλύψει;
252πολλὰ διδάσκει μ’ὁ πολὺς βίοτος.
253χρῆν γὰρ μετρίας εἰς ἀλλήλους
254φιλίας θνητοὺς ἀνακίρνασθαι
255καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,
256εὔλυτα δ’εἶναι στέργηθρα φρενῶν
257ἀπότ’ὤσασθαι καὶ ξυντεῖναι.
258τὸ δ’ὑπὲρ δισσῶν μίαν ὠδίνειν
259ψυχὴν χαλεπὸν βάρος, ὡς κα- κἀγὼ
260τῆσδ’ὑπεραλγῶ.
261βιότου δ’ἀτρεκεῖς ἐπιτηδεύσεις
262φασὶ σφάλλειν πλέον ἢ τέρπειν
263τῇθ’ὑγιείᾳ μᾶλλον πολεμεῖν.
264οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ
265τοῦ μηδὲν ἄγαν ·
266καὶ ξυμφήσουσι σοφοί μοι.
Χορος
Χο.
Χο.
267γύναι γεραιά, βασιλίδος πιστὴ τροφὲ
268Φαίδρας, ὁρῶμεν τάσδε δυστήνους τύχας,
269ἄσημα δ’ἡμῖν ἥτις ἐστὶν ἡ νόσος ·
270σοῦ δ’ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ’ἄν.
Τροφος
Τρ.
Τρ.
271οὐκ οἶδ’ἐλέγχους · οὐ γὰρ ἐννέπειν θέλει.
Χορος
Χο.
Χο.
272οὐ δ’ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;
Τροφος
Τρ.
Τρ.
273ἐς τα- ταὐτὸν ἥκεις · πάντα γὰρ σιγᾷ τάδε.
Χορος
Χο.
Χο.
274ὡς ἀσθενεῖτε καὶ κατέξανται δέμας.
Τροφος
Τρ.
Τρ.
275πῶς δ’οὔ, τριταίαν γ’οὖσ’ἄσιτος ἡμέραν;
Χορος
Χο.
Χο.
276πότερον ὑπ’ἄτης ἢ θανεῖν πειρωμένη;
Τροφος
Τρ.
Τρ.
277θανεῖν; ἀσιτεῖ γ’εἰς ἀπόστασιν βίου.
Χορος
Χο.
Χο.
278θαυμαστὸν εἶπας, εἰ τάδ’ἐξαρκεῖ πόσει.
Τροφος
Τρ.
Τρ.
279κρύπτει γὰρ ἥδε πῆμα κα- κοὔ φησιν νοσεῖν.
Χορος
Χο.
Χο.
280ὃ δ’ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων;
Τροφος
Τρ.
Τρ.
281ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.
Χορος
Χο.
Χο.
282σὺ δ’οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη
283νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;
Τροφος
Τρ.
Τρ.
284ἐς πάντ’ἀφῖγμαι κα- κοὐδὲν εἴργασμαι πλέον ·
285οὐ μὴν ἀνήσω γ’οὐ δὲ νῦν προθυμίας,
286ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῇς
287οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.
288ἄγ’, ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων
289λαθώμεθ’ἄμφω, καὶ σύθ’ἡδίων γενοῦ
290στυγνὴν ὀφρὺν λύσασα καὶ γνώμης ὁδόν,
291ἐγώθ’ὅπῃ σοι μὴ καλῶς τόθ’εἱπόμην
292μεθεῖσ’ἐπ’ἄλλον εἶμι βελτίω λόγον.
293κα- κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,
294γυναῖκες αἵδε συγκαθιστάναι νόσον ·
295εἰ δ’ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,
296λέγ’, ὡς ἰατροῖς πρᾶγμα μηνυθῇ τόδε.
297εἶεν · τί σιγᾷς; οὐκ ἐχρῆν σιγᾶν, τέκνον,
298ἀλλ’ἤ μ’ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,
299ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.
300φθέγξαι τι, δεῦρ’ἄθρησον. — ὦ τάλαιν’ἐγώ,
301γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,
302ἴσον δ’ἄπεσμεν τῷ πρίν · οὔτε γὰρ τότε
303λόγοις ἐτέγγεθ’ἥδε νῦντ’οὐ πείθεται. —
304ἀλλ’ἴσθι μέντοι — πρὸς τάδ’αὐθαδεστέρα
305γίγνου θαλάσσης — εἰ θανῇ, προδοῦσα σοὺς
306παῖδας πατρῴων μὴ μεθέξοντας δόμων,
307μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,
308ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο
309νόθον φρονοῦντα γνήσι’, οἶσθά νιν καλῶς,
310Ἱππόλυτον
Φαιδρα
Φα.
Φα.
310bοἴμοι.
Τροφος
Τρ.
Τρ.
310cθιγγάνει σέθεν τόδε;
Φαιδρα
Φα.
Φα.
311ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν
312τοῦδ’ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.
Τροφος
Τρ.
Τρ.
313ὁρᾷς; φρονεῖς μὲν εὖ, φρονοῦσα δ’οὐ θέλεις
314παῖδάςτ’ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.
Φαιδρα
Φα.
Φα.
315φιλῶ τέκν’· ἄλλῃ δ’ἐν τύχῃ χειμάζομαι.
Τροφος
Τρ.
Τρ.
316ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;
Φαιδρα
Φα.
Φα.
317χεῖρες μὲν ἁγναί, φρὴν δ’ἔχει μίασμά τι.
Τροφος
Τρ.
Τρ.
318μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;
Φαιδρα
Φα.
Φα.
319φίλος μ’ἀπόλλυσ’οὐχ ἑκοῦσαν οὐχ ἑκών.
Τροφος
Τρ.
Τρ.
320Θησεύς τιν’ἡμάρτηκεν ἐς σ’ἁμαρτίαν;
Φαιδρα
Φα.
Φα.
321μὴ δρῶσ’ἔγωγ’ἐκεῖνον ὀφθείην κακῶς.
Τροφος
Τρ.
Τρ.
322τί γὰρ τὸ δεινὸν τοῦθ’ὅ σ’ἐξαίρει θανεῖν;
Φαιδρα
Φα.
Φα.
323ἔα μ’ἁμαρτεῖν · οὐ γὰρ ἐς σὲ ἁμαρτάνω.
Τροφος
Τρ.
Τρ.
324οὐ δῆθ’ἑκοῦσά γ’, ἐν δὲ σοὶ λελείψομαι.
Φαιδρα
Φα.
Φα.
325τί δρᾷς; βιάζῃ χειρὸς ἐξαρτωμένη;
Τροφος
Τρ.
Τρ.
326καὶ σῶν γε γονάτων, κα- κοὐ μεθήσομαί ποτε.
Φαιδρα
Φα.
Φα.
327κάκ’, ὦ τάλαινα, σοὶ τάδ’, εἰ πεύσῃ, κακά.
Τροφος
Τρ.
Τρ.
328μεῖζον γὰρ ἢ σοῦ μὴ τυχεῖν τί μοι κακόν;
Φαιδρα
Φα.
Φα.
329ὀλεῖς · τὸ μέντοι πρᾶγμ’ἐμοὶ τιμὴν φέρει.
Τροφος
Τρ.
Τρ.
330κα- κἄπειτα κρύπτεις χρήσθ’ἱκνουμένης ἐμοῦ;
Φαιδρα
Φα.
Φα.
331ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.
Τροφος
Τρ.
Τρ.
332οὐκοῦν λέγουσα τιμιωτέρα φανῇ.
Φαιδρα
Φα.
Φα.
333ἄπελθε πρὸς θεῶν δεξιᾶςτ’ἐμῆς μέθες.
Τροφος
Τρ.
Τρ.
334οὐ δῆτ’, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.
Φαιδρα
Φα.
Φα.
335δώσω · σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.
Τροφος
Τρ.
Τρ.
336σιγῷμ’ἂν ἤδη · σὸς γὰρ οὑντεῦθεν λόγος.
Φαιδρα
Φα.
Φα.
337ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον,
Τροφος
Τρ.
Τρ.
338ὃν ἔσχε Ταύρου, τέκνον, ἢ τί φῂς τόδε;
Φαιδρα
Φα.
Φα.
339σύτ’, ὦ τάλαιν’ὅμαιμε, Διονύσου δάμαρ,
Τροφος
Τρ.
Τρ.
340τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς;
Φαιδρα
Φα.
Φα.
341τρίτη δ’ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.
Τροφος
Τρ.
Τρ.
342ἔκ τοι πέπληγμαι · ποῖ προβήσεται λόγος;
Φαιδρα
Φα.
Φα.
343ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.
Τροφος
Τρ.
Τρ.
344οὐδέν τι μᾶλλον οἶδ’ἃ βούλομαι κλύειν.
Φαιδρα
Φα.
Φα.
345φεῦ ·
345aπῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
Τροφος
Τρ.
Τρ.
346οὐ μάντις εἰμὶ τα- τἀφανῆ γνῶναι σαφῶς.
Φαιδρα
Φα.
Φα.
347τί τοῦθ’, ὃ δὴ λέγουσιν ἀνθρώπους, ἐρᾶν;
Τροφος
Τρ.
Τρ.
348ἥδιστον, ὦ παῖ, τα- ταὐτὸν ἀλγεινόνθ’ἅμα.
Φαιδρα
Φα.
Φα.
349ἡμεῖς ἂν εἶμεν τα- θατέρῳ κεχρημένοι.
Τροφος
Τρ.
Τρ.
350τί φῄς; ἐρᾷς, ὦ τέκνον; ἀνθρώπων τίνος;
Φαιδρα
Φα.
Φα.
351ὅστις ποθ’οὗτός ἐσθ’, ὁ τῆς Ἀμαζόνος …
Τροφος
Τρ.
Τρ.
352Ἱππόλυτον αὐδᾷς;
Φαιδρα
Φα.
Φα.
352bσοῦ τάδ’, οὐκ ἐμοῦ κλύεις.
Τροφος
Τρ.
Τρ.
353οἴμοι, τί λέξεις, τέκνον; ὥς μ’ἀπώλεσας.
354γυναῖκες, οὐκ ἀνασχέτ’· οὐκ ἀνέξομαι
355ζῶσ’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.
356ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαι
357βίου θανοῦσα · χαίρετ’· οὐκέτ’εἴμ’ἐγώ.
358οἱ σώφρονες γὰρ οὐχ ἑκόντες, ἀλλ’ὅμως
359κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ’ἦν θεός,
360ἀλλ’εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,
361ἣ τήνδε κα- κἀμὲ καὶ δόμους ἀπώλεσεν.
Χορος
Χο.
Χο.
362ἄιες ὤ, ἔκλυες ὤ,
362aἀνήκουστα τᾶς
363τυράννου πάθεα μέλεα θρεομένας;
364— ὀλοίμαν ἔγωγε, † πρὶν σὰν φιλίαν
365κατανύσαι φρενῶν †. ἰώ μοι, φεῦ φεῦ.
366— ὦ τάλαινα τῶνδ’ἀλγέων ·
367— ὦ πόνοι τρέφοντες βροτούς.
368— ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.
369— τίς σε παναμέριος ὅδε χρόνος μένει;
370— τελευτάσεταί τι καινὸν δόμοις.
371— ἄσημα δ’οὐκέτ’ἐστὶν οἷ φθίνει τύχα
372Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.
Φαιδρα
Φα.
Φα.
373Τροζήνιαι γυναῖκες, αἳ τόδ’ἔσχατον
374οἰκεῖτε χώρας Πελοπίας προνώπιον,
375ἤδη ποτ’ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ
376θνητῶν ἐφρόντισ’ᾗ διέφθαρται βίος.
377καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν
378πράσσειν κάκιον · ἔστι γὰρ τό γ’εὖ φρονεῖν
379πολλοῖσιν · ἀλλὰ τῇδ’ἀθρητέον τόδε ·
380τὰ χρήστ’ἐπιστάμεσθα καὶ γιγνώσκομεν,
381οὐκ ἐκπονοῦμεν δ’, οἳ μὲν ἀργίας ὕπο,
382οἳ δ’ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ
383ἄλλην τιν’. εἰσὶ δ’ἡδοναὶ πολλαὶ βίου,
384μακραίτε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,
385αἰδώςτε. δισσαὶ δ’εἰσίν, ἣ μὲν οὐ κακή,
386ἣ δ’ἄχθος οἴκων. εἰ δ’ὁ καιρὸς ἦν σαφής,
387οὐκ ἂν δύ’ἤστην τα- ταὔτ’ἔχοντε γράμματα.
388ταῦτ’οὖν ἐπειδὴ τυγχάνω φρονοῦσ’ἐγώ,
389οὐκ ἔσθ’ὁποίῳ φαρμάκῳ διαφθερεῖν
390ἔμελλον, ὥστε το- τοὔμπαλιν πεσεῖν φρενῶν.
391λέξω δὲ καὶ σοὶ τῆς ἐμῆς γνώμης ὁδόν ·
392ἐπεί μ’ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως
393κάλλιστ’ἐνέγκαιμ’αὐτόν. ἠρξάμην μὲν οὖν
394ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον.
395γλώσσῃ γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν
396φρονήματ’ἀνδρῶν νουθετεῖν ἐπίσταται,
397αὐτὴ δ’ὑφ’αὑτῆς πλεῖστα κέκτηται κακά.
398τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν
399τῷ σωφρονεῖν νικῶσα προυνοησάμην.
400τρίτον δ’, ἐπειδὴ τοισίδ’οὐκ ἐξήνυτον
401Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,
402κράτιστον — οὐδεὶς ἀντερεῖ — βουλευμάτων.
403ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ
404μήτ’αἰσχρὰ δρώσῃ μάρτυρας πολλοὺς ἔχειν.
405τὸ δ’ἔργον ᾔδη τὴν νόσοντε δυσκλεᾶ,
406γυνήτε πρὸς τοῖσδ’οὖσ’ἐγίγνωσκον καλῶς,
407μίσημα πᾶσιν. ὡς ὄλοιτο παγκάκως
408ἥτις πρὸς ἄνδρας ἤρξατ’αἰσχύνειν λέχη
409πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων
410τόδ’ἦρξε θηλείαισι γίγνεσθαι κακόν.
411ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ,
412ἦ κάρτα δόξει τοῖς κακοῖς γ’εἶναι καλά.
413μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,
414λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας.
415αἳ πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι,
416βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν
417οὐ δὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην
418τέραμνάτ’οἴκων μή ποτε φθογγὴν ἀφῇ;
419ἡμᾶς γὰρ αὐτὸ τοῦτ’ἀποκτείνει, φίλαι,
420ὡς μήποτ’ἄνδρα τὸν ἐμὸν αἰσχύνασ’ἁλῶ,
421μὴ παῖδας οὓς ἔτικτον · ἀλλ’ἐλεύθεροι
422παρρησίᾳ θάλλοντες οἰκοῖεν πόλιν
423κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ’εὐκλεεῖς.
424δουλοῖ γὰρ ἄνδρα, κα- κἂν θρασύσπλαγχνός τις ᾖ,
425ὅταν ξυνειδῇ μητρὸς ἢ πατρὸς κακά.
426μόνον δὲ τοῦτό φασ’ἁμιλλᾶσθαι βίῳ,
427γνώμην δικαίαν κα- κἀγαθήν, ὅτῳ παρῇ.
428κακοὺς δὲ θνητῶν ἐξέφην’, ὅταν τύχῃ,
429προθεὶς κάτοπτρον ὥστε παρθένῳ νέᾳ
430χρόνος · παρ’οἷσι μήποτ’ὀφθείην ἐγώ.
Χορος
Χο.
Χο.
431φεῦ φεῦ · τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν
432καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.
Τροφος
Τρ.
Τρ.
433δέσποιν’, ἐμοί τοι συμφορὰ μὲν ἀρτίως
434ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον ·
435νῦν δ’ἐννοοῦμαι φαῦλος οὖσα · κα- κἀν βροτοῖς
436αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.
437οὐ γὰρ περισσὸν οὐδὲν οὐ δ’ἔξω λόγου
438πέπονθας · ὀργαὶ δ’ἐς σ’ἀπέσκηψαν θεᾶς.
439ἐρᾷς · τί τοῦτο θαῦμα; σὺν πολλοῖς βροτῶν.
440κα- κἄπειτ’ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;
441οὔ τα- τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,
442ὅσοιτε μέλλουσ’, εἰ θανεῖν αὐτοὺς χρεών ·
443Κύπρις γὰρ οὐ φορητός, ἢν πολλὴ ῥυῇ ·
444ἣ τὸν μὲν εἴκονθ’ἡσυχῇ μετέρχεται,
445ὃν δ’ἂν περισσὸν καὶ φρονοῦνθ’εὕρῃ μέγα,
446τοῦτον λαβοῦσα — πῶς δοκεῖς; — καθύβρισεν.
447φοιτᾷ δ’ἀν’αἰθέρ’, ἔστι δ’ἐν θαλασσίῳ
448κλύδωνι Κύπρις, πάντα δ’ἐκ ταύτης ἔφυ ·
449ἥδ’ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ’ἔρον
450οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν’ἔγγονοι.
451ὅσοι μὲν οὖν γραφάςτε τῶν παλαιτέρων
452ἔχουσιν αὐτοίτ’εἰσὶν ἐν μούσαις ἀεί,
453ἴσασι μὲν Ζεὺς ὥς ποτ’ἠράσθη γάμων
454Σεμέλης, ἴσασι δ’ὡς ἀνήρπασέν ποτε
455ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως
456ἔρωτος εἵνεκ’· ἀλλ’ὅμως ἐν οὐρανῷ
457ναίουσι κα- κοὐ φεύγουσιν ἐκποδὼν θεούς,
458στέργουσι δ’, οἶμαι, ξυμφορᾷ νικώμενοι.
459σὺ δ’οὐκ ἀνέξῃ; χρῆν σ’ἐπὶ ῥητοῖς ἄρα
460πατέρα φυτεύειν, ἢ ’πὶ δεσπόταις θεοῖς
461ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.
462πόσους δοκεῖς δὴ κάρτ’ἔχοντας εὖ φρενῶν
463νοσοῦνθ’ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;
464πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσι
465συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ
466τάδ’ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.
467οὐ δ’ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς ·
468† οὐ δὲ στέγην γὰρ ἧς κατηρεφεῖς δόμοι
469καλῶς ἀκριβώσειαν † · ἐς δὲ τὴν τύχην
470πεσοῦσ’ὅσην σὺ πῶς ἂν ἐκνεῦσαι δοκεῖς;
471ἀλλ’, εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,
472ἄνθρωπος οὖσα, κάρτα γ’εὖ πράξειας ἄν.
473ἀλλ’, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,
474λῆξον δ’ὑβρίζουσ’· οὐ γὰρ ἄλλο πλὴν ὕβρις
475τάδ’ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν ·
476τόλμα δ’ἐρῶσα · θεὸς ἐβουλήθη τάδε.
477νοσοῦσα δ’εὖ πως τὴν νόσον καταστρέφου.
478εἰσὶν δ’ἐπῳδαὶ καὶ λόγοι θελκτήριοι ·
479φανήσεταί τι τῆσδε φάρμακον νόσου.
480ἦ τα- τἄρ’ἂν ὀψέ γ’ἄνδρες ἐξεύροιεν ἄν,
481εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.
Χορος
Χο.
Χο.
482Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα
483πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.
484ὁ δ’αἶνος οὗτος δυσχερέστερος λόγων
485τῶν τῆσδε καὶ σοὶ μᾶλλον ἀλγίων κλύειν.
Φαιδρα
Φα.
Φα.
486τοῦτ’ἔσθ’ὃ θνητῶν εὖ πόλεις οἰκουμένας
487δόμουςτ’ἀπόλλυσ’, οἱ καλοὶ λίαν λόγοι.
488οὐ γὰρ τὰ τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν,
489ἀλλ’ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.
Τροφος
Τρ.
Τρ.
490τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων
491δεῖ σ’, ἀλλὰ τα- τἀνδρός. — ὡς τάχος διοιστέον,
492τὸν εὐθὺν ἐξειπόντας ἀμφὶ σοῦ λόγον.
493εἰ μὲν γὰρ ἦν σοι μὴ ’πὶ συμφοραῖς βίος
494τοιαῖσδε, σώφρων δ’οὖσ’ἐτύγχανες γυνή,
495οὐκ ἄν ποτ’εὐνῆς οὕνεχ’ἡδονῆςτε σῆς
496προσῆγον ἄν σε δεῦρο · νῦν δ’ἀγὼν μέγας
497σῶσαι βίον σόν, κα- κοὐκ ἐπίφθονον τόδε.
Φαιδρα
Φα.
Φα.
498ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλῄσεις στόμα
499καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;
Τροφος
Τρ.
Τρ.
500αἴσχρ’, ἀλλ’ἀμείνω τῶν καλῶν τάδ’ἐστί σοι.
501κρεῖσσον δὲ το- τοὔργον, εἴπερ ἐκσώσει γέ σε,
502ἢ το- τοὔνομ’, ᾧ σὺ κατθανῇ γαυρουμένη.
Φαιδρα
Φα.
Φα.
503καὶ μή σε πρὸς θεῶν — εὖ λέγεις γάρ, αἰσχρὰ δέ —
504πέρα προβῇς τῶνδ’· ὡς ὑπείργασμαι μὲν εὖ
505ψυχὴν ἔρωτι, τα- τᾀσχρὰ δ’ἢν λέγῃς καλῶς,
506ἐς τοῦθ’ὃ φεύγω νῦν ἀναλωθήσομαι.
Τροφος
Τρ.
Τρ.
507εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ’ἁμαρτάνειν ·
508εἰ δ’οὖν, πιθοῦ μοι · δευτέρα γὰρ ἡ χάρις.
509ἔστιν κατ’οἴκους φίλτρα μοι θελκτήρια
510ἔρωτος, ἦλθε δ’ἄρτι μοι γνώμης ἔσω,
511ἅ σ’οὔτ’ἐπ’αἰσχροῖς οὔτ’ἐπὶ βλάβῃ φρενῶν
512παύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένῃ κακή.
513δεῖ δ’ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου
514σημεῖον, ἢ λόγον τιν’ἢ πέπλων ἄπο
515λαβεῖν, συνάψαιτ’ἐκ δυοῖν μίαν χάριν.
Φαιδρα
Φα.
Φα.
516πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;
Τροφος
Τρ.
Τρ.
517οὐκ οἶδ’· ὀνάσθαι, μὴ μαθεῖν βούλου, τέκνον.
Φαιδρα
Φα.
Φα.
518δέδοιχ’ὅπως μοι μὴ λίαν φανῇς σοφή.
Τροφος
Τρ.
Τρ.
519πάντ’ἂν φοβηθεῖσ’ἴσθι · δειμαίνεις δὲ τί;
Φαιδρα
Φα.
Φα.
520μή μοί τι Θησέως τῶνδε μηνύσῃς τόκῳ.
Τροφος
Τρ.
Τρ.
521ἔασον, ὦ παῖ · ταῦτ’ἐγὼ θήσω καλῶς.
522μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,
523συνεργὸς εἴης. τα- τἄλλα δ’οἷ’ἐγὼ φρονῶ
524τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.
Χορος
Χο.
Χο.
525Ἔρως Ἔρως, ὃ κατ’ὀμμάτων
526στάζεις πόθον, εἰσάγων γλυκεῖαν
527ψυχᾷ χάριν οὓς ἐπιστρατεύσῃ,
528μή μοί ποτε σὺν κακῷ φανείης
529μη δ’ἄρρυθμος ἔλθοις.
530οὔτε γὰρ πυρὸς οὔτ’ἄστρων ὑπέρτερον βέλος,
531οἷον τὸ τᾶς Ἀφροδίτας
532ἵησιν ἐκ χερῶν
533Ἔρως, ὁ Διὸς παῖς.
535ἄλλως ἄλλως παράτ’Ἀλφεῷ
536Φοίβουτ’ἐπὶ Πυθίοις τεράμνοις
537βούταν φόνον Ἑλλὰς αἶ’ἀέξει ·
538Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν,
539τὸν τᾶς Ἀφροδίτας
540φιλτάτων θαλάμων κλῃδοῦχον, οὐ σεβίζομεν,
541πέρθοντα καὶ διὰ πάσας
542ἰόντα συμφορᾶς
543θνατοῖς, ὅταν ἔλθῃ.
545τὰν μὲν Οἰχαλίᾳ
546πῶλον ἄζυγα λέκτρων,
547ἄνανδρον τὸ πρὶν καὶ ἄνυμφον,
548οἴκων ζεύξασ’ἀπ’Εὐρυτίων
549δρομάδα Ναΐδ’ὅπωςτε
550Βάκχαν σὺν αἵματι, σὺν καπνῷ
551φονίοιςθ’† ὑμεναίοις †
552Ἀλκμήνας τόκῳ Κύπρις ἐξέδωκεν ·
553ὦ τλάμων ὑμεναίων.
555ὦ Θήβας ἱερὸν
556τεῖχος, ὦ στόμα Δίρκας,
557συνείποιτ’ἂν ἁ Κύπρις οἷον
558ἕρπει. βροντᾷ γὰρ ἀμφιπύρῳ
559τοκάδα τὰν διγόνοιο
560Βάκχου νυμφευσαμένα πότμῳ
561φονίῳ κατηύνασεν.
562δεινὰ γὰρ παντᾷ ποτιπνεῖ, μέλισσα δ’
563οἵα τις πεπόταται.
Φαιδρα
Φα.
Φα.
565σιγήσατ’, ὦ γυναῖκες · ἐξειργάσμεθα.
Χορος
Χο.
Χο.
566τί δ’ἔστι, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι;
Φαιδρα
Φα.
Φα.
567ἐπίσχετ’, αὐδὴν τῶν ἔσωθεν ἐκμάθω.
Χορος
Χο.
Χο.
568σιγῶ · τὸ μέντοι φροίμιον κακὸν τόδε.
Φαιδρα
Φα.
Φα.
569ἰώ μοι, αἰαῖ ·
570ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.
Χορος
Χο.
Χο.
571τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον;
572ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,
573φρένας ἐπίσσυτος;
Φαιδρα
Φα.
Φα.
575ἀπωλόμεσθα. ταῖσδ’ἐπιστᾶσαι πύλαις
576ἀκούσαθ’οἷος κέλαδος ἐν δόμοις πίτνει.
Χορος
Χο.
Χο.
577σὺ παρὰ κλῇθρα, σοὶ μέλει πομπίμα
578φάτις δωμάτων.
579ἔνεπε δ’ἔνεπέ μοι, τί ποτ’ἔβα κακόν;
Φαιδρα
Φα.
Φα.
581ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾷ
582Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.
Χορος
Χο.
Χο.
585ἀχὰν μὲν κλύω, σαφὲς δ’οὐκ ἔχω ·
586γεγωνεῖ δ’ὅπᾳ
587διὰ πύλας ἔμολεν ἔμολε σοὶ βοά.
Φαιδρα
Φα.
Φα.
589καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν,
590τὴν δεσπότου προδοῦσαν ἐξαυδᾷ λέχος.
Χορος
Χο.
Χο.
591ὤμοι ἐγὼ κακῶν · προδέδοσαι, φίλα.
592τί σοι μήσομαι;
593τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ’ὄλλυσαι —
Φαιδρα
Φα.
Φα.
594αἰαῖ, ἒ ἔ.
Χορος
Χο.
Χο.
595πρόδοτος ἐκ φίλων.
Φαιδρα
Φα.
Φα.
596ἀπώλεσέν μ’εἰποῦσα συμφορὰς ἐμάς,
597φίλως, καλῶς δ’οὐ τήνδ’ἰωμένη νόσον.
Χορος
Χο.
Χο.
598πῶς οὖν; τί δράσεις, ὦ παθοῦσ’ἀμήχανα;
Φαιδρα
Φα.
Φα.
599οὐκ οἶδα πλὴν ἕν · κατθανεῖν ὅσον τάχος,
600τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.
Ιππολυτος
Ιπ.
Ιπ.
601ὦ γαῖα μῆτερ ἡλίουτ’ἀναπτυχαί,
602οἵων λόγων ἄρρητον εἰσήκουσ’ὄπα.
Τροφος
Τρ.
Τρ.
603σίγησον, ὦ παῖ, πρίν τιν’αἰσθέσθαι βοῆς.
Ιππολυτος
Ιπ.
Ιπ.
604οὐκ ἔστ’ἀκούσας δείν’ὅπως σιγήσομαι.
Τροφος
Τρ.
Τρ.
605ναὶ πρός σε τῆς σῆς δεξιᾶς εὐωλένου.
Ιππολυτος
Ιπ.
Ιπ.
606οὐ μὴ προσοίσεις χεῖρα μη δ’ἅψῃ πέπλων.
Τροφος
Τρ.
Τρ.
607ὦ πρός σε γονάτων, μηδαμῶς μ’ἐξεργάσῃ.
Ιππολυτος
Ιπ.
Ιπ.
608τί δ’, εἴπερ, ὡς φῄς, μηδὲν εἴρηκας κακόν;
Τροφος
Τρ.
Τρ.
609ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.
Ιππολυτος
Ιπ.
Ιπ.
610τά τοι κάλ’ἐν πολλοῖσι κάλλιον λέγειν.
Τροφος
Τρ.
Τρ.
611ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσῃς.
Ιππολυτος
Ιπ.
Ιπ.
612ἡ γλῶσσ’ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.
Τροφος
Τρ.
Τρ.
613ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσῃ;
Ιππολυτος
Ιπ.
Ιπ.
614ἀπέπτυσ’· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.
Τροφος
Τρ.
Τρ.
615σύγγνωθ’· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.
Ιππολυτος
Ιπ.
Ιπ.
616ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν
617γυναῖκας ἐς φῶς ἡλίου κατῴκισας;
618εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,
619οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,
620ἀλλ’ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς
621ἢ χρυσὸν ἢ σίδηρον ἢ χαλκοῦ βάρος
622παίδων πρίασθαι σπέρμα, τοῦ τιμήματος
623τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν
624ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.
625626
627
τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα ·
628προσθεὶς γὰρ ὁ σπείραςτε καὶ θρέψας πατὴρ
629φερνὰς ἀπῴκισ’, ὡς ἀπαλλαχθῇ κακοῦ.
630ὁ δ’αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν
631γέγηθε κόσμον προστιθεὶς ἀγάλματι
632καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ
633δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.
634635
636
637
638
ῥᾷστον δ’ὅτῳ τὸ μηδέν, ἀλλ’ἀνωφελὴς
639εὐηθίᾳ κατ’οἶκον ἵδρυται γυνή.
640σοφὴν δὲ μισῶ · μὴ γὰρ ἔν γ’ἐμοῖς δόμοις
641εἴη φρονοῦσα πλείον’ἢ γυναῖκα χρή.
642τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις
643ἐν ταῖς σοφαῖσιν · ἡ δ’ἀμήχανος γυνὴ
644γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη.
645χρῆν δ’ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,
646ἄφθογγα δ’αὐταῖς συγκατοικίζειν δάκη
647θηρῶν, ἵν’εἶχον μήτε προσφωνεῖν τινα
648μήτ’ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν.
649νῦν δ’αἳ μὲν ἔνδον † δρῶσιν αἱ κακαὶ † κακὰ
650βουλεύματ’, ἔξω δ’ἐκφέρουσι πρόσπολοι.
651ὡς καὶ σύ γ’ἡμῖν πατρός, ὦ κακὸν κάρα,
652λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς ·
653ἁ- ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι,
654ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός,
655ὃς οὐ δ’ἀκούσας τοιάδ’ἁγνεύειν δοκῶ;
656εὖ δ’ἴσθι, το- τοὐμόν σ’εὐσεβὲς σῴζει, γύναι ·
657εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ᾑρέθην,
658οὐκ ἄν ποτ’ἔσχον μὴ οὐ τάδ’ἐξειπεῖν πατρί.
659νῦν δ’ἐκ δόμων μέν, ἔστ’ἂν ἔκδημος χθονὸς
660Θησεύς, ἄπειμι · σῖγα δ’ἕξομεν στόμα.
661θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ
662πῶς νιν προσόψῃ καὶ σὺ καὶ δέσποινα σή ·
663τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος.
664ὄλοισθε. μισῶν δ’οὔποτ’ἐμπλησθήσομαι
665γυναῖκας, οὐ δ’εἴ φησί τίς μ’ἀεὶ λέγειν ·
666ἀεὶ γὰρ οὖν πώς εἰσι κα- κἀκεῖναι κακαί.
667ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω,
668ἢ κα- κἄμ’ἐάτω ταῖσδ’ἐπεμβαίνειν ἀεί.
Φαιδρα
Φα.
Φα.
669τάλανες ὦ κακοτυχεῖς
669aγυναικῶν πότμοι.
670τίνα νῦν ἢ τέχναν ἔχομεν ἢ τίνας
671σφαλεῖσαι κάθαμμα λύειν λόγους;
672ἐτύχομεν δίκας · ἰὼ γᾶ καὶ φῶς.
673πᾷ ποτ’ἐξαλύξω τύχας;
674πῶς δὲ πῆμα κρύψω, φίλαι;
675τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν
676πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων
677φανείη; τὸ γὰρ παρ’ἡμῖν πάθος
678πέραν δυσεκπέρατον ἔρχεται βίου.
679κακοτυχεστάτα γυναικῶν ἐγώ.
Χορος
Χο.
Χο.
680φεῦ φεῦ · πέπρακται, κα- κοὐ κατώρθωνται τέχναι,
681δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ’ἔχει.
Φαιδρα
Φα.
Φα.
682ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,
683οἷ’εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς
684πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.
685οὐκ εἶπον — οὐ σῆς προυνοησάμην φρενός; —
686σιγᾶν ἐφ’οἷσι νῦν ἐγὼ κακύνομαι;
687σὺ δ’οὐκ ἀνέσχου · τοιγὰρ οὐκέτ’εὐκλεεῖς
688θανούμεθ’. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων.
689οὗτος γὰρ ὀργῇ συντεθηγμένος φρένας
690ἐρεῖ καθ’ἡμῶν πατρὶ σὰς ἁμαρτίας,
691ἐρεῖ δὲ Πιτθεῖ τῷ γέροντι συμφοράς,
692πλήσειτε πᾶσαν γαῖαν αἰσχίστων λόγων.
693ὄλοιο καὶ σὺ κα- χὥστις ἄκοντας φίλους
694πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.
Τροφος
Τρ.
Τρ.
695δέσποιν’, ἔχεις μὲν τα- τἀμὰ μέμψασθαι κακά ·
696τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ ·
697ἔχω δὲ κα- κἀγὼ πρὸς τάδ’, εἰ δέξῃ, λέγειν.
698ἔθρεψά σ’εὔνουςτ’εἰμί · τῆς νόσου δέ σοι
699ζητοῦσα φάρμαχ’ηὗρον οὐχ ἁβουλόμην.
700εἰ δ’εὖ γ’ἔπραξα, κάρτ’ἂν ἐν σοφοῖσιν ἦ ·
701πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.
Φαιδρα
Φα.
Φα.
702ἦ γὰρ δίκαια ταῦτα κα- κἀξαρκοῦντά μοι,
703τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;
Τροφος
Τρ.
Τρ.
704μακρηγοροῦμεν · οὐκ ἐσωφρόνουν ἐγώ.
705ἀλλ’ἔστι κα- κἀκ τῶνδ’ὥστε σωθῆναι, τέκνον.
Φαιδρα
Φα.
Φα.
706παῦσαι λέγουσα · καὶ τὰ πρὶν γὰρ οὐ καλῶς
707παρῄνεσάς μοι κα- κἀπεχείρησας κακά.
708ἀλλ’ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι
709φρόντιζ’· ἐγὼ γὰρ τα- τἀμὰ θήσομαι καλῶς.
710ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι,
711τοσόνδε μοι παράσχετ’ἐξαιτουμένῃ,
712σιγῇ καλύπτειν ἁνθάδ’εἰσηκούσατε.
Χορος
Χο.
Χο.
713ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην,
714μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ.
Φαιδρα
Φα.
Φα.
715καλῶς ἔλεξας · ἓν δὲ † προτρέπουσ’† ἐγὼ
716εὕρημα δῆτα τῆσδε συμφορᾶς ἔχω,
717ὥστ’εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον,
718αὐτήτ’ὀνάσθαι πρὸς τὰ νῦν πεπτωκότα.
719οὐ γάρ ποτ’αἰσχυνῶ γε Κρησίους δόμους,
720οὐ δ’ἐς πρόσωπον Θησέως ἀφίξομαι
721αἰσχροῖς ἐπ’ἔργοις οὕνεκα ψυχῆς μιᾶς.
Χορος
Χο.
Χο.
722μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν;
Φαιδρα
Φα.
Φα.
723θανεῖν · ὅπως δέ, τοῦτ’ἐγὼ βουλεύσομαι.
Χορος
Χο.
Χο.
724εὔφημος ἴσθι.
Φαιδρα
Φα.
Φα.
724bκαὶ σύ γ’εὖ με νουθέτει.
725ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με,
726ψυχῆς ἀπαλλαχθεῖσα τῇδ’ἐν ἡμέρᾳ
727τέρψω · πικροῦ δ’ἔρωτος ἡσσηθήσομαι.
728ἀτὰρ κακόν γε κα- χἀτέρῳ γενήσομαι
729θανοῦσ’, ἵν’εἰδῇ μὴ ’πὶ τοῖς ἐμοῖς κακοῖς
730ὑψηλὸς εἶναι · τῆς νόσου δὲ τῆσδέ μοι
731κοινῇ μετασχὼν σωφρονεῖν μαθήσεται.
Χορος
Χο.
Χο.
732Ἠλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν,
733ἵνα με πτεροῦσσαν ὄρνιν ἀγέλῃσι
734ποταναῖς θεὸς ἐνθείη ·
735ἀρθείην δ’ἐπὶ πόντιον
736κῦμα τᾶς Ἀδριηνᾶς
737ἀκτᾶς Ἠριδανοῦθ’ὕδωρ ·
738ἔνθα πορφύρεον
738aσταλάσσουσιν ἐς οἶδμα πατρὸς
739τάλαιναι κόραι Φαέθοντος
740οἴκτῳ δακρύων
741τὰς ἠλεκτροφαεῖς αὐγάς.
742Ἑσπερίδων δ’ἐπὶ μηλόσπορον ἀκτὰν
743ἀνύσαιμι τᾶν ἀοιδῶν, ἵν’ὁ
744ποντομέδων πορφυρέας λίμνας
745ναύταις οὐκέθ’ὁδὸν νέμει,
746σεμνὸν τέρμονα κυρῶν
747οὐρανοῦ, τὸν Ἄτλας ἔχει ·
748κρῆναίτ’ἀμβρόσιαι
749χέονται Ζηνὸς μελάθρων παρὰ
750κοίταις, ἵν’ἁ βιόδωρος
750aαὔξει ζαθέα
751χθὼν εὐδαιμονίαν θεοῖς.
752ὦ λευκόπτερε Κρησία
753πορθμίς, ἃ διὰ πόντιον
754κῦμ’ἁλίκτυπον ἅλμας
755ἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ’οἴκων,
756κακονυμφοτάταν ὄνασιν. ἦ γὰρ ἀπ’ἀμφοτέρων
757ἁ Κρησίας ἐκ γᾶς
758δύσορνις ἔπτατο κλεινὰς
759Ἀθήνας · Μουνίχου δ’ἀκταῖσιν
760ἐκδήσαντο πλεκτὰς πεισμάτων
761ἀρχάς, ἐπ’
762ἀπείρουτε γᾶς ἔβασαν.
764ἀνθ’ὧν, οὐχ ὁσίων
765ἐρώτων δεινᾷ φρένας
766Ἀφροδίτας νόσῳ κατεκλάσθη ·
767χαλεπᾷ δ’ὑπέραντλος οὖσα συμφορᾷ τεράμνων
768ἀπὸ νυμφιδίων κρεμαστὸν ἅψεται ἀμφὶ βρόχον
769λευκᾷ καθαρμόζουσα
770δείρᾳ, δαίμονα στυγνὸν
771καταιδεσθεῖσα, τὰν δ’εὔδοξον
772ἀνθαιρουμένα φήμαν,
773ἀπαλλάσσουσάτ’
774ἀλγεινὸν φρενῶν ἔρωτα.
Τροφος
Τρ.
Τρ.
776ἰοὺ ἰού ·
776aβοηδρομεῖτε πάντες οἱ πέλας δόμων ·
777ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.
Χορος
Χο.
Χο.
778— φεῦ φεῦ, πέπρακται · βασιλὶς οὐκέτ’ἔστι δὴ
779γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.
Τροφος
Τρ.
Τρ.
780οὐ σπεύσετ’; οὐκ οἴσει τις ἀμφιδέξιον
781σίδηρον, ᾧ τόδ’ἅμμα λύσομεν δέρης;
Χορος
Χο.
Χο.
782— φίλαι, τί δρῶμεν; ἢ δοκεῖ περᾶν δόμους
783λῦσαίτ’ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;
784— τί δ’; οὐ πάρεισι πρόσπολοι νεανίαι;
785τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.
Τροφος
Τρ.
Τρ.
786ὀρθώσατ’ἐκτείνοντες ἄθλιον νέκυν ·
787πικρὸν τόδ’οἰκούρημα δεσπόταις ἐμοῖς.
Χορος
Χο.
Χο.
788— ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή ·
789ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.
Θησευς
Θη.
Θη.
790γυναῖκες, ἴστε τίς ποτ’ἐν δόμοις βοή;
791ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο.
792οὐ γάρ τί μ’ὡς θεωρὸν ἀξιοῖ δόμος
793πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.
794μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;
795πρόσω μὲν ἤδη βίοτος, ἀλλ’ὅμως ἔτ’ἂν
796λυπηρὸς ἡμῖν τούσδ’ἂν ἐκλίποι δόμους.
Χορος
Χο.
Χο.
797οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη,
798Θησεῦ · νέοι θανόντες ἀλγυνοῦσί σε.
Θησευς
Θη.
Θη.
799οἴμοι · τέκνων μοι μή τι συλᾶται βίος;
Χορος
Χο.
Χο.
800ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι.
Θησευς
Θη.
Θη.
801τί φῄς; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης;
Χορος
Χο.
Χο.
802βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.
Θησευς
Θη.
Θη.
803λύπῃ παχνωθεῖσ’, ἢ ἀπὸ συμφορᾶς τινος;
Χορος
Χο.
Χο.
804τοσοῦτον ἴσμεν · ἄρτι γὰρ κα- κἀγὼ δόμοις,
805Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.
Θησευς
Θη.
Θη.
806αἰαῖ · τί δῆτα τοῖσδ’ἀνέστεμμαι κάρα
807πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;
808χαλᾶτε κλῇθρα, πρόσπολοι, πυλωμάτων,
825ἐκλύεθ’ἁρμούς, ὡς ἴδω πικρὰν θέαν
810γυναικός, ἥ με κατθανοῦσ’ἀπώλεσεν.
Χορος
Χο.
Χο.
811— ἰὼ ἰὼ τάλαινα μελέων κακῶν ·
811aἔπαθες, εἰργάσω
812τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους.
813— αἰαῖ τόλμας, ὦ βιαίως θανοῦσ’
814ἀνοσίῳτε συμφορᾷ, σᾶς χερὸς
815πάλαισμα μελέας.
816— τίς ἄρα σάν, τάλαιν’, ἀμαυροῖ ζόαν;
Θησευς
Θη.
Θη.
817ὤμοι ἐγὼ πόνων · ἔπαθον, ὦ πόλις,
818τὰ μάκιστ’ἐμῶν κακῶν. ὦ τύχα,
819ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης,
820κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός.
821κατακονὰ μὲν οὖν ἀβίοτος βίου ·
822κακῶν δ’, ὢ τάλας, πέλαγος εἰσορῶ
823τοσοῦτον ὥστε μήποτ’ἐκνεῦσαι πάλιν,
824μη δ’ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς.
826τίνα λόγον τάλας, τίνα τύχαν σέθεν
827βαρύποτμον, γύναι, προσαυδῶν τύχω;
828ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ,
829πήδημ’ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι.
830αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη.
831πρόσωθεν δέ ποθεν ἀνακομίζομαι
832τύχαν δαιμόνων
833ἀμπλακίαισι τῶν πάροιθέν τινος.
Χορος
Χο.
Χο.
834οὐ σοὶ τάδ’, ὠ- ὦναξ, ἦλθε δὴ μόνῳ κακά,
835πολλῶν μετ’ἄλλων δ’ὤλεσας κεδνὸν λέχος.
Θησευς
Θη.
Θη.
836τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας
837μετοικεῖν σκότῳ θανὼν ὁ τλάμων,
838τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας ·
839ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο.
840† τίνος κλύω; πόθεν θανάσιμος τύχα,
841γύναι, σὰν ἔβα, τάλαινα, καρδίαν †;
842εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον
843στέγει τύραννον δῶμα προσπόλων ἐμῶν;
844ὤμοι μοι σέθεν, […]
845μέλεος, οἷον εἶδον ἄλγος δόμων,
846οὐ τλητὸν οὐ δὲ ῥητόν. ἀλλ’ἀπωλόμην ·
847ἔρημος οἶκος, καὶ τέκν’ὀρφανεύεται.
848ἔλιπες οὓς ἔτεκες, ἔλιπες, ὦ φίλα
849γυναικῶν ἀρίσταθ’ὁπόσας ὁρᾷ
850φέγγος ἀελίου
851τε καὶ νυκτὸς ἀστερωπὸν σέλας.
Χορος
Χο.
Χο.
852ἰὼ τάλας · ὦ τάλας · ὅσον κακὸν ἔχει δόμος.
853δάκρυσί μου βλέφαρα
854καταχυθέντα τέγγεται σᾷ τύχᾳ ·
855τὸ δ’ἐπὶ τῷδε πῆμα φρίσσω πάλαι.
Θησευς
Θη.
Θη.
856ἔα ἔα ·
856aτί δή ποθ’ἥδε δέλτος ἐκ φίλης χερὸς
857ἠρτημένη; θέλει τι σημῆναι νέον;
858ἀλλ’ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς
859ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη;
860θάρσει, τάλαινα · λέκτρα γὰρ τὰ Θησέως
861οὐκ ἔστι δῶμάθ’ἥτις εἴσεισιν γυνή.
862καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου
863τῆς οὐκέτ’οὔσης τῆσδε προσσαίνουσί με.
864φέρ’, ἐξελίξας περιβολὰς σφραγισμάτων
865ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει.
Χορος
Χο.
Χο.
866— φεῦ φεῦ · τόδ’αὖ νεοχμὸν ἐκδοχαῖς
867ἐπιφέρει θεὸς κακόν. ἐμοὶ μὲν οὖν
868ἀβίοτος βίου τύχα † πρὸς τὸ κρανθέν · εἴη τυχεῖν †.
869— ὀλομένους γάρ, οὐκέτ’ὄντας λέγω,
870φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.
871— ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήλῃς δόμους,
872αἰτουμένης δὲ κλῦθί μου · πρὸς γάρ τινος
873οἰωνὸν ὥστε μάντις εἰσορῶ κακοῦ.
Θησευς
Θη.
Θη.
874οἴμοι · τόδ’οἷον ἄλλο πρὸς κακῷ κακόν,
875οὐ τλητὸν οὐ δὲ λεκτόν. ὦ τάλας ἐγώ.
Χορος
Χο.
Χο.
876τί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα.
Θησευς
Θη.
Θη.
877βοᾷ βοᾷ δέλτος ἄλαστα. πᾷ φύγω
878βάρος κακῶν; ἀπὸ γὰρ ὀλόμενος οἴχομαι,
879οἷον οἷον εἶδον γραφαῖς μέλος
880φθεγγόμενον τλάμων.
Χορος
Χο.
Χο.
881αἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον.
Θησευς
Θη.
Θη.
882τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις
883καθέξω δυσεκπέρατον, ὀλοὸν
884κακόν · ἰὼ πόλις.
885Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν
886βίᾳ, τὸ σεμνὸν Ζηνὸς ὄμμ’ἀτιμάσας.
887ἀλλ’, ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτε
888ἀρὰς ὑπέσχου τρεῖς, μιᾷ κατέργασαι
889τούτων ἐμὸν παῖδ’, ἡμέραν δὲ μὴ φύγοι
890τήνδ’, εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς.
Χορος
Χο.
Χο.
891ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν ·
892γνώσῃ γὰρ αὖθις ἀμπλακών. ἐμοὶ πιθοῦ.
Θησευς
Θη.
Θη.
893οὐκ ἔστι · καὶ πρός γ’ἐξελῶ σφε τῆσδε γῆς,
894δυοῖν δὲ μοίραιν τα- θατέρᾳ πεπλήξεται ·
895ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμους
896θανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων,
897ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενος
898ξένην ἐπ’αἶαν λυπρὸν ἀντλήσει βίον.
Χορος
Χο.
Χο.
899καὶ μὴν ὅδ’αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα,
900Ἱππόλυτος · ὀργῆς δ’ἐξανεὶς κακῆς, ἄναξ
901Θησεῦ, τὸ λῷστον σοῖσι βούλευσαι δόμοις.
Ιππολυτος
Ιπ.
Ιπ.
902κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ,
903σπουδῇ · τὸ μέντοι πρᾶγμ’ἐφ’ᾧτινι στένεις
904οὐκ οἶδα, βουλοίμην δ’ἂν ἐκ σέθεν κλύειν.
905ἔα, τί χρῆμα; σὴν δάμαρθ’ὁρῶ, πάτερ,
906νεκρόν · μεγίστου θαύματος τόδ’ἄξιον ·
907ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε
908οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο.
909τί χρῆμα πάσχει; τῷ τρόπῳ διόλλυται;
910πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα.
911σιγᾷς · σιωπῆς δ’οὐδὲν ἔργον ἐν κακοῖς ·
912ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύειν
913κα- κἀν τοῖς κακοῖσι λίχνος οὖσ’ἁλίσκεται.
914οὐ μὴν φίλους γε κα- κἄτι μᾶλλον ἢ φίλους
915κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας.
Θησευς
Θη.
Θη.
916ὦ πόλλ’ἁμαρτάνοντες ἄνθρωποι μάτην,
917τί δὴ τέχνας μὲν μυρίας διδάσκετε
918καὶ πάντα μηχανᾶσθε κα- κἀξευρίσκετε,
919ἓν δ’οὐκ ἐπίστασθ’οὐ δ’ἐθηράσασθέ πω,
920φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς;
Ιππολυτος
Ιπ.
Ιπ.
921δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν
922τοὺς μὴ φρονοῦντας δυνατός ἐστ’ἀναγκάσαι.
923ἀλλ’οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ,
924δέδοικα μή σου γλῶσσ’ὑπερβάλῃ κακοῖς.
Θησευς
Θη.
Θη.
925φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον
926σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν,
927ὅστιςτ’ἀληθής ἐστιν ὅςτε μὴ φίλος,
928δισσάςτε φωνὰς πάντας ἀνθρώπους ἔχειν,
929τὴν μὲν δικαίαν, τὴν δ’ὅπως ἐτύγχανεν,
930ὡς ἡ φρονοῦσα τα- τἄδικ’ἐξηλέγχετο
931πρὸς τῆς δικαίας, κα- κοὐκ ἂν ἠπατώμεθα.
Ιππολυτος
Ιπ.
Ιπ.
932ἀλλ’ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει
933φίλων, νοσοῦμεν δ’οὐδὲν ὄντες αἴτιοι;
934ἔκ τοι πέπληγμαι · σοὶ γὰρ ἐκπλήσσουσί με
935λόγοι παραλλάσσοντες ἔξεδροι φρενῶν.
Θησευς
Θη.
Θη.
936φεῦ τῆς βροτείας · ποῖ προβήσεται; φρενός.
937τί τέρμα τόλμης καὶ θράσους γενήσεται;
938εἰ γὰρ κατ’ἀνδρὸς βίοτον ἐξογκώσεται,
939ὁ δ’ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν
940πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ
941ἄλλην δεήσει γαῖαν, ἣ χωρήσεται
942τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας.
943σκέψασθε δ’ἐς τόνδ’, ὅστις ἐξ ἐμοῦ γεγὼς
944ᾔσχυνε τα- τἀμὰ λέκτρα κα- κἀξελέγχεται
945πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν.
946δεῖξον δ’, ἐπειδή γ’ἐς μίασμ’ἐλήλυθας,
947τὸ σὸν πρόσωπον δεῦρ’ἐναντίον πατρί.
948σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρ
949ξύνει; σὺ σώφρων καὶ κακῶν ἀκήρατος;
950οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ
951θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς.
952† ἤδη νυν αὔχει καὶ δι’ἀψύχου βορᾶς
953σίτοις † καπήλευ’, Ὀρφέατ’ἄνακτ’ἔχων
954βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς ·
955ἐπεί γ’ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼ
956φεύγειν προφωνῶ πᾶσι · θηρεύουσι γὰρ
957σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι.
958τέθνηκεν ἥδε · τοῦτό σ’ἐκσώσειν δοκεῖς;
959ἐν τῷδ’ἁλίσκῃ πλεῖστον, ὦ κάκιστε σύ ·
960ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι
961τῆσδ’ἂν γένοιντ’ἄν, ὥστε σ’αἰτίαν φυγεῖν;
962μισεῖν σε φήσεις τήνδε καὶ τὸ δὴ νόθον
963τοῖς γνησίοισι πολέμιον πεφυκέναι ·
964κακὴν ἄρ’αὐτὴν ἔμπορον βίου λέγεις,
965εἰ δυσμενείᾳ σῇ τὰ φίλτατ’ὤλεσεν.
966ἀλλ’ὡς τὸ μῶρον ἀνδράσιν μὲν οὐκ ἔνι,
967γυναιξὶ δ’ἐμπέφυκεν; οἶδ’ἐγὼ νέους,
968οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους,
969ὅταν ταράξῃ Κύπρις ἡβῶσαν φρένα ·
970τὸ δ’ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον.
971νῦν οὖν — τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις
972νεκροῦ παρόντος μάρτυρος σαφεστάτου;
973ἔξερρε γαίας τῆσδ’ὅσον τάχος φυγάς,
974καὶ μήτ’Ἀθήνας τὰς θεοδμήτους μόλῃς,
975μήτ’εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ.
976εἰ γὰρ παθών γε σοῦ τάδ’ἡσσηθήσομαι,
977οὐ μαρτυρήσει μ’Ἴσθμιος Σίνις ποτὲ
978κτανεῖν ἑαυτόν, ἀλλὰ κομπάζειν μάτην,
979οὐ δ’αἱ θαλάσσῃ σύννομοι Σκιρωνίδες
980φήσουσι πέτραι τοῖς κακοῖς μ’εἶναι βαρύν.
Χορος
Χο.
Χο.
981οὐκ οἶδ’ὅπως εἴποιμ’ἂν εὐτυχεῖν τινα
982θνητῶν · τὰ γὰρ δὴ πρῶτ’ἀνέστραπται πάλιν.
Ιππολυτος
Ιπ.
Ιπ.
983πάτερ, μένος μὲν ξύστασίςτε σῶν φρενῶν
984δεινή · τὸ μέντοι πρᾶγμ’ἔχον καλοὺς λόγους,
985εἴ τις διαπτύξειεν, οὐ καλὸν τόδε.
986ἐγὼ δ’ἄκομψος εἰς ὄχλον δοῦναι λόγον,
987ἐς ἥλικας δὲ κα- κὠλίγους σοφώτερος.
988ἔχει δὲ μοῖραν καὶ τόδ’· οἱ γὰρ ἐν σοφοῖς
989φαῦλοι παρ’ὄχλῳ μουσικώτεροι λέγειν.
990ὅμως δ’ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης,
991γλῶσσάν μ’ἀφεῖναι. πρῶτα δ’ἄρξομαι λέγειν,
992ὅθεν μ’ὑπῆλθες πρῶτον ὡς διαφθερῶν
993κα- κοὐκ ἀντιλέξοντ’. εἰσορᾷς φάος τόδε
994καὶ γαῖαν · ἐν τοῖσδ’οὐκ ἔνεστ’ἀνὴρ ἐμοῦ,
995οὐ δ’ἢν σὺ μὴ φῇς, σωφρονέστερος γεγώς.
996ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν,
997φίλοιςτε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις,
998ἀλλ’οἷσιν αἰδὼς μήτ’ἐπαγγέλλειν κακὰ
999μήτ’ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοις ·
1000οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ,
1001ἀλλ’αὑτὸς οὐ παροῦσι κα- κἀγγὺς ὢν φίλοις.
1002ἑνὸς δ’ἄθικτος, ᾧ με νῦν ἑλεῖν δοκεῖς ·
1003λέχους γὰρ ἐς τόδ’ἡμέρας ἁγνὸν δέμας ·
1004οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγῳ κλύων
1005γραφῇτε λεύσσων · οὐ δὲ ταῦτα γὰρ σκοπεῖν
1006πρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων.
1007καὶ δὴ τὸ σῶφρον το- τοὐμὸν οὐ πείθει σ’· ἴτω ·
1008δεῖ δή σε δεῖξαι τῷ τρόπῳ διεφθάρην.
1009πότερα τὸ τῆσδε σῶμ’ἐκαλλιστεύετο
1010πασῶν γυναικῶν; ἢ σὸν οἰκήσειν δόμον
1011ἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα;
1012μάταιος ἆρ’ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν.
1013ἀλλ’ὡς τυραννεῖν ἡδύ; τοῖσι σώφροσιν
1014ἥκιστά γ’, εἰ μὴ τὰς φρένας διέφθορεν
1015θνητῶν ὅσοισιν ἁνδάνει μοναρχία.
1016ἐγὼ δ’ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺς
1017πρῶτος θέλοιμ’ἄν, ἐν πόλει δὲ δεύτερος
1018σὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις.
1019πράσσειντε γὰρ πάρεστι, κίνδυνόςτ’ἀπὼν
1020κρείσσω δίδωσι τῆς τυραννίδος χάριν.
1021ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ’ἄλλ’ἔχεις ·
1022εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ’ἐγώ,
1023καὶ τῆσδ’ὁρώσης φέγγος ἠγωνιζόμην,
1024ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών ·
1025νῦν δ’ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς
1026ὄμνυμι τῶν σῶν μήποθ’ἅψασθαι γάμων
1027μη δ’ἂν θελῆσαι μη δ’ἂν ἔννοιαν λαβεῖν.
1028ἦ τα- τἄρ’ὀλοίμην ἀκλεὴς ἀνώνυμος,
1029ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα,
1030καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μου
1031σάρκας θανόντος, εἰ κακὸς πέφυκ’ἀνήρ.
1032εἰ δ’ἥδε δειμαίνουσ’ἀπώλεσεν βίον
1033οὐκ οἶδ’· ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν.
1034ἐσωφρόνησεν οὐκ ἔχουσα σωφρονεῖν,
1035ἡμεῖς δ’ἔχοντες οὐ καλῶς ἐχρώμεθα.
Χορος
Χο.
Χο.
1036ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφήν,
1037ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.
Θησευς
Θη.
Θη.
1038ἆρ’οὐκ ἐπῳδὸς καὶ γόης πέφυχ’ὅδε,
1039ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίᾳ
1040ψυχὴν κρατήσειν, τὸν τεκόντ’ἀτιμάσας;
Ιππολυτος
Ιπ.
Ιπ.
1041καὶ σοῦ γε τα- ταὐτὰ κάρτα θαυμάζω, πάτερ ·
1042εἰ γὰρ σὺ μὲν παῖς ἦσθ’, ἐγὼ δὲ σὸς πατήρ,
1043ἔκτεινά τοί σ’ἂν κα- κοὐ φυγαῖς ἐζημίουν,
1044εἴπερ γυναικὸς ἠξίουν σ’ἐμῆς θιγεῖν.
Θησευς
Θη.
Θη.
1045ὡς ἄξιον τόδ’εἶπας · οὐχ οὕτω θανῇ.
1047ταχὺς γὰρ Ἅιδης ῥᾷστος ἀνδρὶ δυστυχεῖ ·
1048ἀλλ’ἐκ πατρῴας φυγὰς ἀλητεύων χθονὸς
1046ὥσπερ σὺ σαυτῷ τόνδε προύθηκας νόμον —
10491050
Ιππολυτος
Ιπ.
Ιπ.
1051οἴμοι, τί δράσεις; οὐ δὲ μηνυτὴν χρόνον
1052δέξῃ καθ’ἡμῶν, ἀλλά μ’ἐξελᾷς χθονός;
Θησευς
Θη.
Θη.
1053πέραν γε πόντου καὶ τόπων Ἀτλαντικῶν,
1054εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.
Ιππολυτος
Ιπ.
Ιπ.
1055οὐ δ’ὅρκον οὐ δὲ πίστιν οὐ δὲ μάντεων
1056φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;
Θησευς
Θη.
Θη.
1057ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη
1058κατηγορεῖ σου πιστά · τοὺς δ’ὑπὲρ κάρα
1059φοιτῶντας ὄρνις πόλλ’ἐγὼ χαίρειν λέγω.
Ιππολυτος
Ιπ.
Ιπ.
1060ὦ θεοί, τί δῆτα το- τοὐμὸν οὐ λύω στόμα,
1061ὅστις γ’ὑφ’ὑμῶν, οὓς σέβω, διόλλυμαι;
1062οὐ δῆτα · πάντως οὐ πίθοιμ’ἂν οὕς με δεῖ,
1063μάτην δ’ἂν ὅρκους συγχέαιμ’οὓς ὤμοσα.
Θησευς
Θη.
Θη.
1064οἴμοι, τὸ σεμνὸν ὥς μ’ἀποκτενεῖ τὸ σόν.
1065οὐκ εἶ πατρῴας ἐκτὸς ὡς τάχιστα γῆς;
Ιππολυτος
Ιπ.
Ιπ.
1066ποῖ δῆθ’ὁ τλήμων τρέψομαι; τίνος ξένων
1067δόμους ἔσειμι, τῇδ’ἐπ’αἰτίᾳ φυγών;
Θησευς
Θη.
Θη.
1068ὅστις γυναικῶν λυμεῶνας ἥδεται
1069ξένους κομίζων καὶ ξυνοικούρους κακῶν.
Ιππολυτος
Ιπ.
Ιπ.
1070αἰαῖ, πρὸς ἧπαρ · δακρύων ἐγγὺς τόδε,
1071εἰ δὴ κακός γε φαίνομαι, δοκῶτέ σοι.
Θησευς
Θη.
Θη.
1072τότε στενάζειν καὶ προγιγνώσκειν σ’ἐχρῆν
1073ὅτ’ἐς πατρῴαν ἄλοχον ὑβρίζειν ἔτλης.
Ιππολυτος
Ιπ.
Ιπ.
1074ὦ δώματ’, εἴθε φθέγμα γηρύσαισθέ μοι
1075καὶ μαρτυρήσαιτ’εἰ κακὸς πέφυκ’ἀνήρ.
Θησευς
Θη.
Θη.
1076ἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς ·
1077τὸ δ’ἔργον οὐ λέγον σε μηνύει κακόν.
Ιππολυτος
Ιπ.
Ιπ.
1078φεῦ ·
1078aεἴθ’ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίον
1079στάνθ’, ὡς ἐδάκρυσ’οἷα πάσχομεν κακά.
Θησευς
Θη.
Θη.
1080πολλῷ γε μᾶλλον σαυτὸν ἤσκησας σέβειν
1081ἢ τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν.
Ιππολυτος
Ιπ.
Ιπ.
1082ὦ δυστάλαινα μῆτερ, ὦ πικραὶ γοναί ·
1083μηδείς ποτ’εἴη τῶν ἐμῶν φίλων νόθος.
Θησευς
Θη.
Θη.
1084οὐχ ἕλξετ’αὐτόν, δμῶες; οὐκ ἀκούετε
1085πάλαι ξενοῦσθαι τόνδε προυννέποντά με;
Ιππολυτος
Ιπ.
Ιπ.
1086κλαίων τις αὐτῶν ἆρ’ἐμοῦ τεθίξεται ·
1087σὺ δ’αὐτός, εἴ σοι θυμός, ἐξώθει χθονός.
Θησευς
Θη.
Θη.
1088δράσω τάδ’, εἰ μὴ τοῖς ἐμοῖς πείσῃ λόγοις ·
1089οὐ γάρ τις οἶκτος σῆς μ’ὑπέρχεται φυγῆς.
Ιππολυτος
Ιπ.
Ιπ.
1090ἄραρεν, ὡς ἔοικεν · ὦ τάλας ἐγώ ·
1091ὡς οἶδα μὲν ταῦτ’, οἶδα δ’οὐχ ὅπως φράσω.
1092ὦ φιλτάτη μοι δαιμόνων Λητοῦς κόρη,
1093σύνθακε, συγκύναγε, φευξόμεσθα δὴ
1094κλεινὰς Ἀθήνας. ἀλλὰ χαιρέτω πόλις
1095καὶ γαῖ’Ἐρεχθέως · ὦ πέδον Τροζήνιον,
1096ὡς ἐγκαθηβᾶν πόλλ’ἔχεις εὐδαίμονα,
1097χαῖρ’· ὕστατον γάρ σ’εἰσορῶν προσφθέγγομαι.
1098ἴτ’ὦ νέοι μοι τῆσδε γῆς ὁμήλικες,
1099προσείπαθ’ἡμᾶς καὶ προπέμψατε χθονός ·
1100ὡς οὔποτ’ἄλλον ἄνδρα σωφρονέστερον
1101ὄψεσθε, κα- κεἰ μὴ ταῦτ’ἐμῷ δοκεῖ πατρί.
Χορος Κυνηγων
Χο.
Χο.
1102ἦ μέγα μοι τὰ θεῶν μελεδήμαθ’, ὅταν φρένας ἔλθῃ,
1103λύπας παραιρεῖ · ξύνεσιν δέ τιν’ἐλπίδι κεύθων
1104λείπομαι ἔντε τύχαις θνατῶν καὶ ἐν ἔργμασι λεύσσων ·
1105ἄλλα γὰρ ἄλλοθεν ἀμείβεται, μετὰ δ’ἵσταται ἀνδράσιν
1106αἰὼν
1107πολυπλάνητος αἰεί.
Χορος
Χο.
Χο.
1111εἴθε μοι εὐξαμένᾳ θεόθεν τάδε μοῖρα παράσχοι,
1112τύχαν μετ’ὄλβου καὶ ἀκήρατον ἄλγεσι θυμόν ·
1115δόξα δὲ μήτ’ἀτρεκὴς μήτ’αὖ παράσημος ἐνείη ·
1116ῥᾴδια δ’ἤθεα τὸν αὔριον μεταβαλλομένα χρόνον αἰεὶ
1118βίον συνευτυχοίην.
Χορος Κυνηγων
Χο.
Χο.
1120οὐκέτι γὰρ καθαρὰν φρέν’ἔχω τὰ παρ’ἐλπίδα
1120aλεύσσων,
1121ἐπεὶ τὸν Ἑλλανίας
1122φανερώτατον ἀστέρ’Ἀθήνας
1123εἴδομεν εἴδομεν ἐκ πατρὸς ὀργᾶς
1125ἄλλαν ἐπ’αἶαν ἱέμενον.
1126ὦ ψάμαθοι πολιήτιδος ἀκτᾶς,
1128ὦ δρυμὸς ὄρειος, ὅθι κυνῶν
1129ὠκυπόδων μέτα θῆρας ἔναιρεν
1130Δίκτυνναν ἀμφὶ σεμνάν.
Χορος
Χο.
Χο.
1131οὐκέτι συζυγίαν πώλων Ἐνετᾶν ἐπιβάσῃ
1132τὸν ἀμφὶ Λίμνας τρόχον
1133κατέχων ποδὶ γυμνάδος ἵππου.
1134μοῦσα δ’ἄυπνος ὑπ’ἄντυγι χορδᾶν
1135λήξει πατρῷον ἀνὰ δόμον ·
1136ἀστέφανοι δὲ κόρας ἀνάπαυλαι
1137Λατοῦς βαθεῖαν ἀνὰ χλόαν ·
1138νυμφιδία δ’ἀπόλωλε φυγᾷ σᾷ
1139λέκτρων ἅμιλλα κούραις.
1142— ἐγὼ δὲ σᾷ δυστυχίᾳ
1143δάκρυσι διοίσω πότμον
1144ἄποτμον · ὦ τάλαινα
1145μᾶτερ, ἔτεκες ἀνόνατα · φεῦ ·
1146μανίω θεοῖσιν ·
1147ἰὼ ἰώ ·
1148συζύγιαι Χάριτες, τί τὸν τάλαν’ἐκ πατρίας γᾶς
1149οὐδὲν ἄτας αἴτιον
1150πέμπετε τῶνδ’ἀπ’οἴκων;
1151— καὶ μὴν ὀπαδὸν Ἱππολύτου τόνδ’εἰσορῶ
1152σπουδῇ σκυθρωπὸν πρὸς δόμους ὁρμώμενον.
Αγγελος
Αγ.
Αγ.
1153ποῖ γῆς ἄνακτα τῆσδε Θησέα μολὼν
1154εὕροιμ’ἄν, ὦ γυναῖκες; εἴπερ ἴστε μοι
1155σημήνατ’· ἆρα τῶνδε δωμάτων ἔσω;
Χορος
Χο.
Χο.
1156ὅδ’αὐτὸς ἔξω δωμάτων πορεύεται.
Αγγελος
Αγ.
Αγ.
1157Θησεῦ, μερίμνης ἄξιον φέρω λόγον
1158σοὶ καὶ πολίταις οἵτ’Ἀθηναίων πόλιν
1159ναίουσι καὶ γῆς τέρμονας Τροζηνίας.
Θησευς
Θη.
Θη.
1160τί δ’ἔστι; μῶν τις συμφορὰ νεωτέρα
1161δισσὰς κατείληφ’ἀστυγείτονας πόλεις;
Αγγελος
Αγ.
Αγ.
1162Ἱππόλυτος οὐκέτ’ἔστιν, ὡς εἰπεῖν ἔπος ·
1163δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.
Θησευς
Θη.
Θη.
1164πρὸς τοῦ; δι’ἔχθρας μῶν τις ἦν ἀφιγμένος,
1165ὅτου κατῄσχυν’ἄλοχον ὡς πατρὸς βίᾳ;
Αγγελος
Αγ.
Αγ.
1166οἰκεῖος αὐτὸν ὤλεσ’ἁρμάτων ὄχος
1167ἀραίτε τοῦ σοῦ στόματος, ἃς σὺ σῷ πατρὶ
1168πόντου κρέοντι παιδὸς ἠράσω πέρι.
Θησευς
Θη.
Θη.
1169ὦ θεοὶ Πόσειδόνθ’, ὡς ἄρ’ἦσθ’ἐμὸς πατὴρ
1170ὀρθῶς, ἀκούσας τῶν ἐμῶν κατευγμάτων.
1171πῶς καὶ διώλετ’; εἰπέ · τῷ τρόπῳ Δίκης
1172ἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντ’ἐμέ;
Αγγελος
Αγ.
Αγ.
1173ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλας
1174ψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχας
1175κλαίοντες · ἦλθε γάρ τις ἄγγελος λέγων
1176ὡς οὐκέτ’ἐν γῇ τῇδ’ἀναστρέψοι πόδα
1177Ἱππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων.
1178ὃ δ’ἦλθε τα- ταὐτὸν δακρύων ἔχων μέλος
1179ἡμῖν ἐπ’ἀκτάς · μυρία δ’ὀπισθόπους
1180φίλων ἅμ’ἔστειχ’ἡλίκωνθ’ὁμήγυρις.
1181χρόνῳ δὲ δήποτ’εἶπ’ἀπαλλαχθεὶς γόων ·
1182Τί ταῦτ’ἀλύω; πειστέον πατρὸς λόγοις.
1183ἐντύναθ’ἵππους ἅρμασι ζυγηφόρους,
1184δμῶες · πόλις γὰρ οὐκέτ’ἔστιν ἥδε μοι.
1185το- τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο,
1186καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμένας
1187πώλους παρ’αὐτὸν δεσπότην ἐστήσαμεν.
1188μάρπτει δὲ χερσὶν ἡνίας ἀπ’ἄντυγος,
1189αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα.
1190καὶ πρῶτα μὲν θεοῖς εἶπ’ἀναπτύξας χέρας ·
1191Ζεῦ, μηκέτ’εἴην, εἰ κακὸς πέφυκ’ἀνήρ ·
1192αἴσθοιτο δ’ἡμᾶς ὡς ἀτιμάζει πατὴρ
1193ἤτοι θανόντας ἢ φάος δεδορκότας.
1194κα- κἀν τῷδ’ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼν
1195πώλοις ὁμαρτῇ · πρόσπολοι δ’ὑφ’ἅρματος
1196πέλας χαλινῶν εἱπόμεσθα δεσπότῃ
1197τὴν εὐθὺς Ἄργους κα- κἀπιδαυρίας ὁδόν.
1198ἐπεὶ δ’ἔρημον χῶρον εἰσεβάλλομεν,
1199ἀκτή τις ἔστι το- τοὐπέκεινα τῆσδε γῆς
1200πρὸς πόντον ἤδη κειμένη Σαρωνικόν.
1201ἔνθεν τις ἠχὼ χθόνιος ὡς βροντὴ Διὸς
1202βαρὺν βρόμον μεθῆκε, φρικώδη κλύειν ·
1203ὀρθὸν δὲ κρᾶτ’ἔστησαν οὖςτ’ἐς οὐρανὸν
1204ἵπποι · παρ’ἡμῖν δ’ἦν φόβος νεανικὸς
1205πόθεν ποτ’εἴη φθόγγος. ἐς δ’ἁλιρρόθους
1206ἀκτὰς ἀποβλέψαντες ἱερὸν εἴδομεν
1207κῦμ’οὐρανῷ στηρίζον, ὥστ’ἀφῃρέθη
1208Σκίρωνος ἀκτὰς ὄμμα το- τοὐμὸν εἰσορᾶν ·
1209ἔκρυπτε δ’Ἰσθμὸν καὶ πέτραν Ἀσκληπιοῦ.
1210κα- κἄπειτ’ἀνοιδῆσάντε καὶ πέριξ ἀφρὸν
1211πολὺν καχλάζον ποντίῳ φυσήματι
1212χωρεῖ πρὸς ἀκτὰς οὗ τέθριππος ἦν ὄχος.
1213αὐτῷ δὲ σὺν κλύδωνι καὶ τρικυμίᾳ
1214κῦμ’ἐξέθηκε ταῦρον, ἄγριον τέρας ·
1215οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη
1216φρικῶδες ἀντεφθέγγετ’, εἰσορῶσι δὲ
1217κρεῖσσον θέαμα δεργμάτων ἐφαίνετο.
1218εὐθὺς δὲ πώλοις δεινὸς ἐμπίπτει φόβος ·
1219καὶ δεσπότης μὲν ἱππικοῖσιν ἤθεσιν
1220πολὺς ξυνοικῶν ἥρπασ’ἡνίας χεροῖν,
1221ἕλκει δὲ κώπην ὥστε ναυβάτης ἀνὴρ
1222ἱμᾶσιν ἐς το- τοὔπισθεν ἀρτήσας δέμας ·
1223αἳ δ’ἐνδακοῦσαι στόμια πυριγενῆ γναθμοῖς
1224βίᾳ φέρουσιν, οὔτε ναυκλήρου χερὸς
1225οὔθ’ἱπποδέσμων οὔτε κολλητῶν ὄχων
1226μεταστρέφουσαι. κα- κεἰ μὲν ἐς τὰ μαλθακὰ
1227γαίας ἔχων οἴακας εὐθύνοι δρόμον,
1228προυφαίνετ’ἐς τὸ πρόσθεν, ὥστ’ἀναστρέφειν,
1229ταῦρος, φόβῳ τέτρωρον ἐκμαίνων ὄχον ·
1230εἰ δ’ἐς πέτρας φέροιντο μαργῶσαι φρένας,
1231σιγῇ πελάζων ἄντυγι ξυνείπετο
1232ἐς τοῦθ’ἕως ἔσφηλε κα- κἀνεχαίτισεν,
1233ἁψῖδα πέτρῳ προσβαλὼν ὀχήματος.
1234σύμφυρτα δ’ἦν ἅπαντα · σύριγγέςτ’ἄνω
1235τροχῶν ἐπήδων ἀξόνωντ’ἐνήλατα.
1236αὐτὸς δ’ὁ τλήμων ἡνίαισιν ἐμπλακεὶς
1237δεσμὸν δυσεξήνυστον ἕλκεται δεθείς,
1238σποδούμενος μὲν πρὸς πέτραις φίλον κάρα
1239θραύωντε σάρκας, δεινὰ δ’ἐξαυδῶν κλύειν ·
1240στῆτ’, ὦ φάτναισι ταῖς ἐμαῖς τεθραμμέναι,
1241μή μ’ἐξαλείψητ’· ὦ πατρὸς τάλαιν’ἀρά.
1242τίς ἄνδρ’ἄριστον βούλεται σῶσαι παρών;
1243πολλοὶ δὲ βουληθέντες ὑστέρῳ ποδὶ
1244ἐλειπόμεσθα. κα- χὣ μὲν ἐκ δεσμῶν λυθεὶς
1245τμητῶν ἱμάντων οὐ κάτοιδ’ὅτῳ τρόπῳ
1246πίπτει, βραχὺν δὴ βίοτον ἐμπνέων ἔτι ·
1247ἵπποι δ’ἔκρυφθεν καὶ τὸ δύστηνον τέρας
1248ταύρου λεπαίας οὐ κάτοιδ’ὅποι χθονός.
1249δοῦλος μὲν οὖν ἔγωγε σῶν δόμων, ἄναξ,
1250ἀτὰρ τοσοῦτόν γ’οὐ δυνήσομαί ποτε,
1251τὸν σὸν πιθέσθαι παῖδ’ὅπως ἐστὶν κακός ·
1252οὐ δ’εἰ γυναικῶν πᾶν κρεμασθείη γένος,
1253καὶ τὴν ἐν Ἴδῃ γραμμάτων πλήσειέ τις
1254πεύκην, ἐπεί νιν ἐσθλὸν ὄντ’ἐπίσταμαι.
Χορος
Χο.
Χο.
1255αἰαῖ · κέκρανται συμφορὰ νέων κακῶν,
1256οὐ δ’ἔστι μοίρας τοῦ χρεώντ’ἀπαλλαγή.
Θησευς
Θη.
Θη.
1257μίσει μὲν ἀνδρὸς τοῦ πεπονθότος τάδε
1258λόγοισιν ἥσθην τοῖσδε · νῦν δ’αἰδούμενος
1259θεούςτ’ἐκεῖνόνθ’, οὕνεκ’ἐστὶν ἐξ ἐμοῦ,
1260οὔθ’ἥδομαι τοῖσδ’οὔτ’ἐπάχθομαι κακοῖς.
Αγγελος
Αγ.
Αγ.
1261πῶς οὖν; κομίζειν, ἢ τί χρὴ τὸν ἄθλιον
1262δράσαντας ἡμᾶς σῇ χαρίζεσθαι φρενί;
1263φρόντιζ’· ἐμοῖς δὲ χρώμενος βουλεύμασιν
1264οὐκ ὠμὸς ἐς σὸν παῖδα δυστυχοῦντ’ἔσῃ.
Θησευς
Θη.
Θη.
1265κομίζετ’αὐτόν, ὡς ἰδὼν ἐν ὄμμασιν
1266τὸν τα- τἄμ’ἀπαρνηθέντα μὴ χρᾶναι λέχη
1267λόγοιςτ’ἐλέγξω δαιμόνωντε συμφοραῖς.
Χορος
Χο.
Χο.
1268σὺ τὰν θεῶν ἄκαμπτον φρένα καὶ βροτῶν
1269ἄγεις, Κύπρι, σὺν δ’
1270ὁ ποικιλόπτερος ἀμφιβαλὼν
1271ὠκυτάτῳ πτερῷ.
1272ποτᾶται δὲ γαῖαν εὐάχητόνθ’
1273ἁλμυρὸν ἐπὶ πόντον.
1274θέλγει δ’Ἔρως, ᾧ μαινομένᾳ κραδίᾳ
1275πτανὸς ἐφορμάσῃ χρυσοφαής,
1276φύσιν ὀρεσκόων σκυλάκων πελαγίωνθ’
1277ὅσατε γᾶ τρέφει
1278τάτ’ἀέλιος αἰθόμενα δέρκεται,
1280ἄνδραςτε · συμπάντων βασιληίδα τιμάν,
1281Κύπρι, τῶνδε μόνα κρατύνεις.
Αρτεμις
Αρ.
Αρ.
1283σὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαι
1284παῖδ’ἐπακοῦσαι ·
1285Λητοῦς δὲ κόρη σ’Ἄρτεμις αὐδῶ.
1286Θησεῦ, τί τάλας τοῖσδε συνήδῃ,
1287παῖδ’οὐχ ὁσίως σὸν ἀποκτείνας,
1288ψευδέσι μύθοις ἀλόχου πεισθεὶς
1289ἀφανῆ; φανερὰν δ’ἔσχεθες ἄτην.
1290πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτεις
1291δέμας αἰσχυνθείς,
1292ἢ πτηνὸς ἄνω μεταβὰς βίοτον
1293πήματος ἔξω πόδα τοῦδ’ἀνέχεις;
1294ὡς ἔν γ’ἀγαθοῖς ἀνδράσιν οὔ σοι
1295κτητὸν βιότου μέρος ἐστίν.
1296ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν ·
1297καίτοι προκόψω γ’οὐδέν, ἀλγυνῶ δέ σε.
1298ἀλλ’ἐς τόδ’ἦλθον, παιδὸς ἐκδεῖξαι φρένα
1299τοῦ σοῦ δικαίαν, ὡς ὑπ’εὐκλείας θάνῃ,
1300καὶ σῆς γυναικὸς οἶστρον ἢ τρόπον τινὰ
1301γενναιότητα · τῆς γὰρ ἐχθίστης θεῶν
1302ἡμῖν, ὅσαισι παρθένειος ἡδονή,
1303δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν.
1304γνώμῃ δὲ νικᾶν τὴν Κύπριν πειρωμένη
1305τροφοῦ διώλετ’οὐχ ἑκοῦσα μηχαναῖς,
1306ἣ σῷ δι’ὅρκων παιδὶ σημαίνει νόσον.
1307ὃ δ’, ὥσπερ ὢν δίκαιος, οὐκ ἐφέσπετο
1308λόγοισιν, οὐ δ’αὖ πρὸς σέθεν κακούμενος
1309ὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς.
1310ἣ δ’εἰς ἔλεγχον μὴ πέσῃ φοβουμένη
1311ψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσεν
1312δόλοισι σὸν παῖδ’· ἀλλ’ὅμως ἔπεισέ σε.
Θησευς
Θη.
Θη.
1313οἴμοι.
Αρτεμις
Αρ.
Αρ.
1313aδάκνει σε, Θησεῦ, μῦθος; ἀλλ’ἔχ’ἥσυχος,
1314το- τοὐνθένδ’ἀκούσας ὡς ἂν οἰμώξῃς πλέον.
1315ἆρ’οἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς;
1316ὧν τὴν μίαν παρεῖλες, ὦ κάκιστε σύ,
1317ἐς παῖδα τὸν σόν, ἐξὸν εἰς ἐχθρόν τινα.
1318πατὴρ μὲν οὖν σοι πόντιος φρονῶν καλῶς
1319ἔδωχ’ὅσονπερ χρῆν, ἐπείπερ ᾔνεσεν ·
1320σὺ δ’ἔντ’ἐκείνῳ κα- κἀν ἐμοὶ φαίνῃ κακός,
1321ὃς οὔτε πίστιν οὔτε μάντεων ὄπα
1322ἔμεινας, οὐκ ἤλεγξας, οὐ χρόνῳ μακρῷ
1323σκέψιν παρέσχες, ἀλλὰ θᾶσσον ἤ σ’ἐχρῆν
1324ἀρὰς ἀφῆκας παιδὶ καὶ κατέκτανες.
Θησευς
Θη.
Θη.
1325δέσποιν’, ὀλοίμην.
Αρτεμις
Αρ.
Αρ.
1325bδείν’ἔπραξας, ἀλλ’ὅμως
1326ἔτ’ἔστι καί σοι τῶνδε συγγνώμης τυχεῖν ·
1327Κύπρις γὰρ ἤθελ’ὥστε γίγνεσθαι τόδε,
1328πληροῦσα θυμόν. θεοῖσι δ’ὧδ’ἔχει νόμος ·
1329οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίᾳ
1330τῇ τοῦ θέλοντος, ἀλλ’ἀφιστάμεσθ’ἀεί.
1331ἐπεί, σάφ’ἴσθι, Ζῆνα μὴ φοβουμένη
1332οὐκ ἄν ποτ’ἦλθον ἐς τόδ’αἰσχύνης ἐγὼ
1333ὥστ’ἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶ
1334θανεῖν ἐᾶσαι. τὴν δὲ σὴν ἁμαρτίαν
1335τὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης ·
1336ἔπειτα δ’ἡ θανοῦσ’ἀνήλωσεν γυνὴ
1337λόγων ἐλέγχους ὥστε σὴν πεῖσαι φρένα.
1338μάλιστα μέν νυν σοὶ τάδ’ἔρρωγεν κακά,
1339λύπη δὲ κα- κἀμοί · τοὺς γὰρ εὐσεβεῖς θεοὶ
1340θνῄσκοντας οὐ χαίρουσι · τούς γε μὴν κακοὺς
1341αὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν.
Χορος
Χο.
Χο.
1342καὶ μὴν ὁ τάλας ὅδε δὴ στείχει,
1343σάρκας νεαρὰς ξανθόντε κάρα
1344διαλυμανθείς. ὦ πόνος οἴκων,
1345οἷον ἐκράνθη δίδυμον μελάθροις
1346πένθος θεόθεν καταληπτόν.
Ιππολυτος
Ιπ.
Ιπ.
1347αἰαῖ αἰαῖ ·
1348δύστηνος ἐγώ, πατρὸς ἐξ ἀδίκου
1349χρησμοῖς ἀδίκοις διελυμάνθην.
1350ἀπόλωλα τάλας, οἴμοι μοι.
1351διά μου κεφαλῆς ᾄσσουσ’ὀδύναι,
1352κατὰ δ’ἐγκέφαλον πηδᾷ σφάκελος.
1353σχές, ἀπειρηκὸς σῶμ’ἀναπαύσω.
13541355
ὦ στυγνὸν ὄχημ’ἵππειον, ἐμῆς
1356βόσκημα χερός,
1357διά μ’ἔφθειρας, κατὰ δ’ἔκτεινας.
1358φεῦ φεῦ · πρὸς θεῶν, ἀτρέμας, δμῶες,
1359χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν.
1360τίς ἐφέστηκεν δεξιὰ πλευροῖς;
1361πρόσφορά μ’αἴρετε, σύντονα δ’ἕλκετε
1362τὸν κακοδαίμονα καὶ κατάρατον
1363πατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδ’ὁρᾷς;
1364ὅδ’ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ,
1365ὅδ’ὁ σωφροσύνῃ πάντας ὑπερσχὼν
1366προῦπτον ἐς Ἅιδην στείχω κατ’ἄκρας
1367ὀλέσας βίοτον · μόχθους δ’ἄλλως
1368τῆς εὐσεβίας
1369εἰς ἀνθρώπους ἐπόνησα.
1370αἰαῖ αἰαῖ ·
1371καὶ νῦν ὀδύνα μ’ὀδύνα βαίνει —
1372μέθετέ με, τάλανες —
1373καί μοι θάνατος Παιὰν ἔλθοι.
1374προσαπόλλυτ’ἀπόλλυτε τὸν
1375δυσδαίμονά μ’· ἀμφιτόμου λόγχας ἔραμαι,
1376διαμοιρᾶσαι
1377διάτ’εὐνᾶσαι τὸν ἐμὸν βίοτον.
1378ὦ πατρὸς ἐμοῦ δύστηνος ἀρά ·
1379μιαιφόνων συγγόνων παλαιῶν
1380προγεννητόρων ἐξορίζεται
1381κακόν, † οὐ δὲ μέλλει †,
1382ἔμολέτ’ἐπ’ἐμὲ τί ποτε τὸν
1383οὐδὲν ὄντ’ἐπαίτιον κακῶν;
1384ἰώ μοί μοι ·
1385— τί φῶ; πῶς ἀπαλλάξω βιοτὰν ἐμὰν τάνδ’
1386ἀναλγήτου πάθους; εἴθε με
1387κοιμάσειε τὸν δυσδαίμον’
1388Ἅιδου μέλαινα νύκτερόςτ’ἀνάγκα.
Αρτεμις
Αρ.
Αρ.
1389ὦ τλῆμον, οἵᾳ συμφορᾷ συνεζύγης ·
1390τὸ δ’εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν.
Ιππολυτος
Ιπ.
Ιπ.
1391ἔα ·
1391aὦ θεῖον ὀδμῆς πνεῦμα · καὶ γὰρ ἐν κακοῖς
1392ὢν ᾐσθόμην σου κα- κἀνεκουφίσθην δέμας ·
1393ἔστ’ἐν τόποισι τοισίδ’Ἄρτεμις θεά.
Αρτεμις
Αρ.
Αρ.
1394ὦ τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν.
Ιππολυτος
Ιπ.
Ιπ.
1395ὁρᾷς με, δέσποιν’, ὡς ἔχω, τὸν ἄθλιον;
Αρτεμις
Αρ.
Αρ.
1396ὁρῶ · κατ’ὄσσων δ’οὐ θέμις βαλεῖν δάκρυ.
Ιππολυτος
Ιπ.
Ιπ.
1397οὐκ ἔστι σοι κυναγὸς οὐ δ’ὑπηρέτης,
Αρτεμις
Αρ.
Αρ.
1398οὐ δῆτ’· ἀτάρ μοι προσφιλής γ’ἀπόλλυσαι.
Ιππολυτος
Ιπ.
Ιπ.
1399οὐ δ’ἱππονώμας οὐ δ’ἀγαλμάτων φύλαξ.
Αρτεμις
Αρ.
Αρ.
1400Κύπρις γὰρ ἡ πανοῦργος ὧδ’ἐμήσατο.
Ιππολυτος
Ιπ.
Ιπ.
1401ὤμοι · φρονῶ δὴ δαίμον’ἥ μ’ἀπώλεσεν.
Αρτεμις
Αρ.
Αρ.
1402τιμῆς ἐμέμφθη σωφρονοῦντι δ’ἤχθετο.
Ιππολυτος
Ιπ.
Ιπ.
1403τρεῖς ὄντας ἡμᾶς ὤλεσ’, ᾔσθημαι, Κύπρις.
Αρτεμις
Αρ.
Αρ.
1404πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.
Ιππολυτος
Ιπ.
Ιπ.
1405ᾤμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας.
Αρτεμις
Αρ.
Αρ.
1406ἐξηπατήθη δαίμονος βουλεύμασιν.
Ιππολυτος
Ιπ.
Ιπ.
1407ὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.
Θησευς
Θη.
Θη.
1408ὄλωλα, τέκνον, οὐ δέ μοι χάρις βίου.
Ιππολυτος
Ιπ.
Ιπ.
1409στένω σὲ μᾶλλον ἢ ’μὲ τῆς ἁμαρτίας.
Θησευς
Θη.
Θη.
1410εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός.
Ιππολυτος
Ιπ.
Ιπ.
1411ὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.
Θησευς
Θη.
Θη.
1412ὡς μήποτ’ἐλθεῖν ὤφελ’ἐς το- τοὐμὸν στόμα.
Ιππολυτος
Ιπ.
Ιπ.
1413τί δ’; ἔκτανές τα- τἄν μ’, ὡς τότ’ἦσθ’ὠργισμένος.
Θησευς
Θη.
Θη.
1414δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.
Ιππολυτος
Ιπ.
Ιπ.
1415φεῦ ·
1415aεἴθ’ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος.
Αρτεμις
Αρ.
Αρ.
1416ἔασον · οὐ γὰρ οὐ δὲ γῆς ὑπὸ ζόφον
1417θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας
1418ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας
1419σῆς εὐσεβείας κα- κἀγαθῆς φρενὸς χάριν.
1420ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς
1421ὃς ἂν μάλιστα φίλτατος κυρῇ βροτῶν
1422τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.
1423σοὶ δ’, ὦ ταλαίπωρ’, ἀντὶ τῶνδε τῶν κακῶν
1424τιμὰς μεγίστας ἐν πόλει Τροζηνίᾳ
1425δώσω · κόραι γὰρ ἄζυγες γάμων πάρος
1426κόμας κεροῦνταί σοι, δι’αἰῶνος μακροῦ
1427πένθη μέγιστα δακρύων καρπουμένῳ.
1428ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων
1429ἔσται μέριμνα, κα- κοὐκ ἀνώνυμος πεσὼν
1430ἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται.
1431σὺ δ’, ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲ
1432σὸν παῖδ’ἐν ἀγκάλαισι καὶ προσέλκυσαι ·
1433ἄκων γὰρ ὤλεσάς νιν · ἀνθρώποισι δὲ
1434θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν.
1435καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν,
1436Ἱππόλυτ’· ἔχεις γὰρ μοῖραν ᾗ διεφθάρης.
1437καὶ χαῖρ’· ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν
1438οὐ δ’ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς ·
1439ὁρῶ δέ σ’ἤδη τοῦδε πλησίον κακοῦ.
Ιππολυτος
Ιπ.
Ιπ.
1440χαίρουσα καὶ σὺ στεῖχε, παρθέν’ὀλβία ·
1441μακρὰν δὲ λείπεις ῥᾳδίως ὁμιλίαν.
1442λύω δὲ νεῖκος πατρὶ χρῃζούσης σέθεν ·
1443καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις.
1444αἰαῖ, κατ’ὄσσων κιγχάνει μ’ἤδη σκότος ·
1445λαβοῦ, πάτερ, μου καὶ κατόρθωσον δέμας.
Θησευς
Θη.
Θη.
1446οἴμοι, τέκνον, τί δρᾷς με τὸν δυσδαίμονα;
Ιππολυτος
Ιπ.
Ιπ.
1447ὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας.
Θησευς
Θη.
Θη.
1448ἦ τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα;
Ιππολυτος
Ιπ.
Ιπ.
1449οὐ δῆτ’, ἐπεί σε τοῦδ’ἐλευθερῶ φόνου.
Θησευς
Θη.
Θη.
1450τί φῄς; ἀφίης αἵματός μ’ἐλεύθερον;
Ιππολυτος
Ιπ.
Ιπ.
1451τὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι.
Θησευς
Θη.
Θη.
1452ὦ φίλταθ’, ὡς γενναῖος ἐκφαίνῃ πατρί.
Ιππολυτος
Ιπ.
Ιπ.
1455τοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν.
Θησευς
Θη.
Θη.
1454οἴμοι φρενὸς σῆς εὐσεβοῦςτε κα- κἀγαθῆς.
Ιππολυτος
Ιπ.
Ιπ.
1453ὦ χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ.
Θησευς
Θη.
Θη.
1456μή νυν προδῷς με, τέκνον, ἀλλὰ καρτέρει.
Ιππολυτος
Ιπ.
Ιπ.
1457κεκαρτέρηται τα- τἄμ’· ὄλωλα γάρ, πάτερ.
1458κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις.
Θησευς
Θη.
Θη.
1459ὦ κλείν’† Ἀθῆναι Παλλάδοςθ’ὁρίσματα †,
1460οἵου στερήσεσθ’ἀνδρός. ὦ τλήμων ἐγώ ·
1461ὡς πολλά, Κύπρι, σῶν κακῶν μεμνήσομαι.
Χορος
Χο.
Χο.
1462κοινὸν τόδ’ἄχος πᾶσι πολίταις
1463ἦλθεν ἀέλπτως.
1464πολλῶν δακρύων ἔσται πίτυλος ·
1465τῶν γὰρ μεγάλων ἀξιοπενθεῖς
1466φῆμαι μᾶλλον κατέχουσιν.