Children of Heracles
Ιολαος
Ιο.
Ιο.
1Πάλαι ποτ’ἐστὶ τοῦτ’ἐμοὶ δεδογμένον ·
2ὁ μὲν δίκαιος τοῖς πέλας πέφυκ’ἀνήρ,
3ὃ δ’ἐς τὸ κέρδος λῆμ’ἔχων ἀνειμένον
4πόλειτ’ἄχρηστος καὶ συναλλάσσειν βαρύς,
5αὑτῷ δ’ἄριστος · οἶδα δ’οὐ λόγῳ μαθών.
6ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων,
7ἐξὸν κατ’Ἄργος ἡσύχως ναίειν, πόνων
8πλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει,
9ὅτ’ἦν μεθ’ἡμῶν · νῦν δ’, ἐπεὶ κατ’οὐρανὸν
10ναίει, τὰ κείνου τέκν’ἔχων ὑπὸ πτεροῖς
11σῴζω τάδ’αὐτὸς δεόμενος σωτηρίας.
12ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ,
13πρῶτον μὲν ἡμᾶς ἤθελ’Εὐρυσθεὺς κτανεῖν ·
14ἀλλ’ἐξέδραμεν · καὶ πόλις μὲν οἴχεται,
15ψυχὴ δ’ἐσώθη. φεύγομεν δ’ἀλώμενοι
16ἄλλην ἀπ’ἄλλης ἐξορίζοντες πόλιν.
17πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδ’Εὐρυσθεὺς κακοῖς
18ὕβρισμ’ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι ·
19πέμπων ὅπου γῆς πυνθάνοιθ’ἱδρυμένους
20κήρυκας ἐξαιτεῖτε κα- κἀξείργει χθονός,
21πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην
22ἐχθράντε θέσθαι, κα- χαὐτὸν εὐτυχοῦνθ’ἅμα.
23οἳ δ’ἀσθενῆ μὲν τα- τἀπ’ἐμοῦ δεδορκότες,
24σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους,
25τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς.
26ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις
27καὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς,
28ὀκνῶν προδοῦναι, μή τις ὧδ’εἴπῃ βροτῶν ·
29ἴδεσθ’, ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ,
30Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς.
31πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι,
32Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα
33ἱκέται καθεζόμεσθα βώμιοι θεῶν,
34προσωφελῆσαι · πεδία γὰρ τῆσδε χθονὸς
35δισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος,
36κλήρῳ λαχόντας ἐκ γένους Πανδίονος,
37τοῖσδ’ἐγγὺς ὄντας · ὧν ἕκατι τέρμονας
38κλεινῶν Ἀθηνῶν τόνδ’ἀφικόμεσθ’ὅρον.
39δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή ·
40ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις,
41ἣ δ’αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος
42ἔσωθε ναοῦ τοῦδ’ὑπηγκαλισμένη
43σῴζει · νέας γὰρ παρθένους αἰδούμεθα
44ὄχλῳ πελάζειν κα- κἀπιβωμιοστατεῖν.
45Ὕλλος δ’ἀδελφοίθ’οἷσι πρεσβεύει γένος
46ζητοῦσ’ὅπου γῆς πύργον οἰκιούμεθα,
47ἢν τῆσδ’ἀπωθώμεσθα πρὸς βίαν χθονός.
48ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθ’ἐμῶν
49πέπλων · ὁρῶ κήρυκα τόνδ’Εὐρυσθέως
50στείχοντ’ἐφ’ἡμᾶς, οὗ διωκόμεσθ’ὕπο
51πάσης ἀλῆται γῆς ἀπεστερημένοι.
52ὦ μῖσος, εἴθ’ὄλοιο κα- χὡ πέμψας σ’ἀνήρ ·
53ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίῳ πατρὶ
54ἐκ τοῦδε τα- ταὐτοῦ στόματος ἤγγειλας κακά.
Κηρυξ
Κη.
Κη.
55ἦ που καθῆσθαι τήνδ’ἕδραν καλὴν δοκεῖς
56πόλιντ’ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν ·
57οὐ γάρ τις ἔστιν ὃς πάροιθ’αἱρήσεται
58τὴν σὴν ἀχρεῖον δύναμιν ἀντ’Εὐρυσθέως.
59χώρει · τί μοχθεῖς ταῦτ’; ἀνίστασθαί σε χρὴ
60ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη.
Ιολαος
Ιο.
Ιο.
61οὐ δῆτ’, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ,
62ἐλευθέρατε γαῖ’ἐν ᾗ βεβήκαμεν.
Κηρυξ
Κη.
Κη.
63βούλῃ πόνον μοι τῇδε προσθεῖναι χερί;
Ιολαος
Ιο.
Ιο.
64οὔτοι βίᾳ γέ μ’οὐ δὲ τούσδ’ἄξεις λαβών.
Κηρυξ
Κη.
Κη.
65γνώσῃ σύ · μάντις δ’ἦσθ’ἄρ’οὐ καλὸς τάδε.
Ιολαος
Ιο.
Ιο.
66οὐκ ἂν γένοιτο τοῦτ’ἐμοῦ ζῶντός ποτε.
Κηρυξ
Κη.
Κη.
67ἄπαιρ’· ἐγὼ δὲ τούσδε, κα- κἂν σὺ μὴ θέλῃς,
68ἄξω νομίζων, οὗπέρ εἰσ’, Εὐρυσθέως.
Ιολαος
Ιο.
Ιο.
69ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον,
70ἀμύνεθ’· ἱκέται δ’ὄντες ἀγοραίου Διὸς
71βιαζόμεσθα καὶ στέφη μιαίνεται —
72πόλειτ’ὄνειδος καὶ θεῶν ἀτιμία.
Χορος
Χο.
Χο.
73— ἔα ἔα · τίς ἡ βοὴ βωμοῦ πέλας
74ἕστηκε; ποίαν συμφορὰν δείξει τάχα;
75— ἴδετε τὸν γέροντ’ἀμαλὸν ἐπὶ πέδῳ
76χύμενον · ὦ τάλας.
76a[…]
77— πρὸς τοῦ ποτ’ἐν γῇ πτῶμα δύστηνον πίτνεις;
Ιολαος
Ιο.
Ιο.
78ὅδ’, ὦ ξένοι, με σοὺς ἀτιμάζων θεοὺς
79ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων.
Χορος
Χο.
Χο.
80σὺ δ’ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν
81ξύνοικον ἦλθες λαόν; ἢ
82πέραθεν ἁλίῳ πλάτᾳ
83κατέχετ’ἐκλιπόντες Εὐβοῖδ’ἀκτάν;
Ιολαος
Ιο.
Ιο.
84οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον,
85ἀλλ’ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα.
Χορος
Χο.
Χο.
86ὄνομα τί σε, γέρον,
87Μυκηναῖος ὠνόμαζεν λεώς;
Ιολαος
Ιο.
Ιο.
88τὸν Ἡράκλειον ἴστε που παραστάτην
89Ἰόλαον · οὐ γὰρ σῶμ’ἀκήρυκτον τόδε.
Χορος
Χο.
Χο.
90οἶδ’εἰσακούσας καὶ πρίν · ἀλλὰ τοῦ ποτὲ
91ἐν χερὶ σᾷ κομίζεις κόρους
92νεοτρεφεῖς; φράσον.
Ιολαος
Ιο.
Ιο.
93Ἡρακλέους οἵδ’εἰσὶ παῖδες, ὦ ξένοι,
94ἱκέται σέθεντε καὶ πόλεως ἀφιγμένοι.
Χορος
Χο.
Χο.
95τί χρέος; ἢ λόγων πόλεος, ἔνεπέ μοι,
96μελόμενοι τυχεῖν;
Ιολαος
Ιο.
Ιο.
97μήτ’ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν
98τῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν.
Κηρυξ
Κη.
Κη.
99ἀλλ’οὔτι τοῖς σοῖς δεσπόταις τάδ’ἀρκέσει,
100οἳ σοῦ κρατοῦντες ἐνθάδ’εὑρίσκουσί σε.
Χορος
Χο.
Χο.
101εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε,
102καὶ μὴ βιαίῳ χερὶ δαιμόνων
103ἀπολείπειν ἕδη ·
104πότνια γὰρ Δίκα τάδ’οὐ πείσεται.
Κηρυξ
Κη.
Κη.
105ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως,
106κα- κοὐδὲν βιαίῳ τῇδε χρήσομαι χερί.
Χορος
Χο.
Χο.
107ἄθεον ἱκεσίαν
108μεθεῖναι πόλει ξένων προστροπάν.
Κηρυξ
Κη.
Κη.
109καλὸν δέ γ’ἔξω πραγμάτων ἔχειν πόδα,
110εὐβουλίας τυχόντα τῆς ἀμείνονος.
110a[…]
Χορος
Χο.
Χο.
111οὐκοῦν τυράννῳ τῆσδε γῆς φράσαντά σε
112χρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίᾳ ξένους
113θεῶν ἀφέλκειν, γῆν σέβοντ’ἐλευθέραν.
Κηρυξ
Κη.
Κη.
114τίς δ’ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ;
Χορος
Χο.
Χο.
115ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως.
Κηρυξ
Κη.
Κη.
116πρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγου
117μάλιστ’ἂν εἴη · τα- τἄλλα δ’εἴρηται μάτην.
Χορος
Χο.
Χο.
118καὶ μὴν ὅδ’αὐτὸς ἔρχεται σπουδὴν ἔχων
119Ἀκάμαςτ’ἀδελφός, τῶνδ’ἐπήκοοι λόγων.
Δημοφων
Δη.
Δη.
120ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους
121βοηδρομήσας τήνδ’ἐπ’ἐσχάραν Διός,
122λέξον, τίς ὄχλον τόνδ’ἀθροίζεται τύχη;
Χορος
Χο.
Χο.
123ἱκέται κάθηνται παῖδες οἵδ’Ἡρακλέους
124βωμὸν καταστέψαντες, ὡς ὁρᾷς, ἄναξ,
125πατρόςτε πιστὸς Ἰόλεως παραστάτης.
Δημοφων
Δη.
Δη.
126τί δῆτ’ἰυγμῶν ἥδ’ἐδεῖτο συμφορά;
Χορος
Χο.
Χο.
127βίᾳ νιν οὗτος τῆσδ’ἀπ’ἐσχάρας ἄγειν
128ζητῶν βοὴν ἔστησε κα- κἄσφηλεν γόνυ
129γέροντος, ὥστε μ’ἐκβαλεῖν οἴκτῳ δάκρυ.
Δημοφων
Δη.
Δη.
130καὶ μὴν στολήν γ’Ἕλληνα καὶ ῥυθμὸν πέπλων
131ἔχει, τὰ δ’ἔργα βαρβάρου χερὸς τάδε.
132σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειντ’, ἐμοὶ
133ποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών;
Κηρυξ
Κη.
Κη.
134Ἀργεῖός εἰμι · τοῦτο γὰρ θέλεις μαθεῖν ·
135ἐφ’οἷσι δ’ἥκω καὶ παρ’οὗ λέγειν θέλω.
136πέμπει Μυκηνῶν δεῦρό μ’Εὐρυσθεὺς ἄναξ
137ἄξοντα τούσδε · πολλὰ δ’ἦλθον, ὦ ξένε,
138δίκαι’ὁμαρτῇ δρᾶντε καὶ λέγειν ἔχων.
139Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω
140ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων,
141νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους
142θανεῖν · δίκαιοι δ’ἐσμὲν οἰκοῦντες πόλιν
143αὐτοὶ καθ’αὑτῶν κυρίους κραίνειν δίκας.
144πολλῶν δὲ κα- κἄλλων ἑστίας ἀφιγμένοι
145ἐν τοῖσιν αὐτοῖς τοισίδ’ἕσταμεν λόγοις,
146κα- κοὐδεὶς ἐτόλμησ’ἴδια προσθέσθαι κακά.
147ἀλλ’ἤ τιν’ἐς σὲ μωρίαν ἐσκεμμένοι
148δεῦρ’ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων
149ῥίπτοντες, εἴτ’οὖν εἴτε μὴ γενήσεται ·
150οὐ γὰρ φρενήρη γ’ὄντα σ’ἐλπίζουσί που
151μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος
152τὰς τῶνδ’ἀβούλους συμφορὰς κατοικτιεῖν.
153φέρ’ἀντίθες γάρ · τούσδετ’ἐς γαῖαν παρεὶς
154ἡμᾶςτ’ἐάσας ἐξάγειν, τί κερδανεῖς;
155τὰ μὲν παρ’ἡμῶν τοιάδ’ἔστι σοι λαβεῖν,
156Ἄργους τοσήνδε χεῖρα τήντ’Εὐρυσθέως
157ἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει.
158ἢν δ’ἐς λόγουςτε καὶ τὰ τῶνδ’οἰκτίσματα
159βλέψας πεπανθῇς, ἐς πάλην καθίσταται
160δορὸς τὸ πρᾶγμα · μὴ γὰρ ὡς μεθήσομεν
161δόξῃς ἀγῶνα τόνδ’ἄτερ χαλυβδικοῦ.
162τί δῆτα φήσεις, ποῖα πεδί’ἀφαιρεθείς,
163τί ῥυσιασθείς, πόλεμον Ἀργείοις ἔχειν;
164ποίοις δ’ἀμύνων συμμάχοις, τίνος δ’ὕπερ
165θάψεις νεκροὺς πεσόντας; ἦ κακὸν λόγον
166κτήσῃ πρὸς ἀστῶν, εἰ γέροντος οὕνεκα,
167τύμβου, τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος,
168παίδωντε τῶνδ’, ἐς ἄντλον ἐμβήσῃ πόδα.
169ἐρεῖς τὸ λῷστον ἐλπίδ’εὑρήσειν μόνον.
170καὶ τοῦτο πολλῷ τοῦ παρόντος ἐνδεές ·
171κακῶς γὰρ Ἀργείοισιν οἵδ’ὡπλισμένοις
172μάχοιντ’ἂν ἡβήσαντες, εἴ τι τοῦτό σε
173ψυχὴν ἐπαίρει · κα- χοὐν μέσῳ πολὺς χρόνος
174ἐν ᾧ διεργασθεῖτ’ἄν. ἀλλ’ἐμοὶ πιθοῦ ·
175δοὺς μηδέν, ἀλλὰ τα- τἄμ’ἐῶν ἄγειν ἐμὲ
176κτῆσαι Μυκήνας, μη δ’ὅπερ φιλεῖτε δρᾶν
177πάθῃς σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸν
178φίλους ἑλέσθαι, τοὺς κακίονας λάβῃς.
Χορος
Χο.
Χο.
179τίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον,
180πρὶν ἂν παρ’ἀμφοῖν μῦθον ἐκμάθῃ σαφῶς;
Ιολαος
Ιο.
Ιο.
181ἄναξ — ὑπάρχει μὲν τόδ’ἐν τῇ σῇ χθονί —
182εἰπεῖν ἀκοῦσαίτ’ἐν μέρει πάρεστί μοι,
183κα- κοὐδείς μ’ἀπώσει πρόσθεν, ὥσπερ ἄλλοθεν.
184ἡμῖν δὲ καὶ τῷδ’οὐδέν ἐστιν ἐν μέρει ·
185ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθ’ἡμῖν ἔτι,
186ψήφῳ δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν,
187πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοι
188ὧδ’ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός;
189ξένοι γάρ ἐσμεν. ἢ τὸν Ἑλλήνων ὅρον
190φεύγειν δικαιοῦθ’ὅστις ἂν τα- τἄργος φύγῃ;
191οὔκουν Ἀθήνας γ’· οὐ γὰρ Ἀργείων φόβῳ
192τοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς.
193οὐ γάρ τι Τραχίς ἐστιν οὐ δ’Ἀχαιικὸν
194πόλισμ’, ὅθεν σὺ τούσδε, τῇ δίκῃ μὲν οὔ,
195τὸ δ’Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις,
196ἤλαυνες ἱκέτας βωμίους καθημένους.
197εἰ γὰρ τόδ’ἔσται καὶ λόγους κρινοῦσι σούς,
198οὐκ οἶδ’Ἀθήνας τάσδ’ἐλευθέρας ἔτι.
199ἀλλ’οἶδ’ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν ·
200θνῄσκειν θελήσουσ’· ἡ γὰρ αἰσχύνη πάρος
201τοῦ ζῆν παρ’ἐσθλοῖς ἀνδράσιν νομίζεται.
202πόλιν μὲν ἀρκεῖ · καὶ γὰρ οὖν ἐπίφθονον
203λίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴ
204κα- καὐτὸς βαρυνθεὶς οἶδ’ἄγαν αἰνούμενος.
205σοὶ δ’ὡς ἀνάγκη τούσδε βούλομαι φράσαι
206σῴζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός.
207Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ Πιτθέως
208Αἴθρα, πατὴρ δ’ἐκ τῆσδε γεννᾶται σέθεν
209Θησεύς. πάλιν δὲ τῶνδ’ἄνειμί σοι γένος.
210Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνηςτε παῖς,
211κείνη δὲ Πέλοπος θυγατρός. αὐτανεψίων
212πατὴρ ἂν εἴη σόςτε κα- χὡ τούτων γεγώς.
213γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν ·
214ἃ δ’ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖ
215τεῖσαι λέγω σοι παισί · φημὶ γάρ ποτε
216σύμπλους γενέσθαι τῶνδ’ὑπασπίζων πατρὶ
217ζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα ·
218Ἅιδουτ’ἐρυμνῶν ἐξανήγαγεν μυχῶν
219πατέρα σόν · Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ.
220ὧν ἀντιδοῦναί σ’οἵδ’ἀπαιτοῦσιν χάριν,
221μήτ’ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν
222τῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός.
223σοὶ γὰρ τόδ’αἰσχρὸν † χωρίς, ἔντε πόλει κακόν †,
224ἱκέτας ἀλήτας συγγενεῖς, οἴμοι, κακῶς —
225βλέψον πρὸς αὐτοὺς βλέψον · — ἕλκεσθαι βίᾳ.
226ἀλλ’ἄντομαί σε καὶ καταστέφω χεροῖν,
227καὶ … πρὸς γενείου, μηδαμῶς ἀτιμάσῃς
228τοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβών ·
229γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλος
230πατὴρ ἀδελφὸς δεσπότης · ἅπαντα γὰρ
231ταῦτ’ἐστὶ κρείσσω πλὴν ὑπ’Ἀργείοις πεσεῖν.
Χορος
Χο.
Χο.
232ᾤκτιρ’ἀκούσας τούσδε συμφορᾶς, ἄναξ.
233τὴν δ’εὐγένειαν τῆς τύχης νικωμένην
234νῦν δὴ μάλιστ’ἐσεῖδον · οἵδε γὰρ πατρὸς
235ἐσθλοῦ γεγῶτες δυστυχοῦσ’ἀναξίως.
Δημοφων
Δη.
Δη.
236τρισσαί μ’ἀναγκάζουσι συμφορᾶς ὁδοί,
237Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι ξένους ·
238τὸ μὲν μέγιστον Ζεὺς ἐφ’οὗ σὺ βώμιος
239θακεῖς νεοσσῶν τήνδ’ἔχων πανήγυριν ·
240τὸ συγγενέςτε καὶ τὸ προυφείλειν καλῶς
241πράσσειν παρ’ἡμῶν τούσδε πατρῴαν χάριν ·
242τότ’αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι ·
243εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳ
244ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν
245οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δ’ὄκνῳ
246ἱκέτας προδοῦναι · καὶ τάδ’ἀγχόνης πέλας.
247ἀλλ’ὤφελες μὲν εὐτυχέστερος μολεῖν,
248ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τις
249σὺν παισὶ βωμοῦ τοῦδ’ἀποσπάσει βίᾳ.
250σὺ δ’Ἄργος ἐλθὼν ταῦτάτ’Εὐρυσθεῖ φράσον,
251πρὸς τοῖσδέτ’, εἴ τι τοισίδ’ἐγκαλεῖ ξένοις,
252δίκης κυρήσειν · τούσδε δ’οὐκ ἄξεις ποτέ.
Κηρυξ
Κη.
Κη.
253οὐκ ἢν δίκαιον ᾖ τι καὶ νικῶ λόγῳ;
Δημοφων
Δη.
Δη.
254καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίᾳ;
Κηρυξ
Κη.
Κη.
255οὐκ οὖν ἐμοὶ τόδ’αἰσχρόν, ἀλλ’οὐ σοὶ βλάβος;
Δημοφων
Δη.
Δη.
256ἐμοί γ’, ἐάν σοι τούσδ’ἐφέλκεσθαι μεθῶ.
Κηρυξ
Κη.
Κη.
257σὺ δ’ἐξόριζε, κα- κᾆτ’ἐκεῖθεν ἄξομεν.
Δημοφων
Δη.
Δη.
258σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν.
Κηρυξ
Κη.
Κη.
259δεῦρ’, ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον.
Δημοφων
Δη.
Δη.
260ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα.
Κηρυξ
Κη.
Κη.
261ταῦτ’οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως.
Δημοφων
Δη.
Δη.
262οὐκ οὖν ἐγὼ τῶν ἐνθάδ’εἰμὶ κύριος;
Κηρυξ
Κη.
Κη.
263βλάπτων γ’ἐκείνους μηδέν, ἢν σὺ σωφρονῇς.
Δημοφων
Δη.
Δη.
264βλάπτεσθ’, ἐμοῦ γε μὴ μιαίνοντος θεούς.
Κηρυξ
Κη.
Κη.
265οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν.
Δημοφων
Δη.
Δη.
266κα- κἀγὼ τοιοῦτος · τῶνδε δ’οὐ μεθήσομαι.
Κηρυξ
Κη.
Κη.
267ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.
Δημοφων
Δη.
Δη.
268οὐκ ἆρ’ἐς Ἄργος ῥᾳδίως ἄπει πάλιν.
Κηρυξ
Κη.
Κη.
269πειρώμενος δὴ τοῦτό γ’αὐτίκ’εἴσομαι.
Δημοφων
Δη.
Δη.
270κλαίων ἄρ’ἅψῃ τῶνδε κα- κοὐκ ἐς ἀμβολάς.
Χορος
Χο.
Χο.
271μὴ πρὸς θεῶν κήρυκα τολμήσῃς θενεῖν.
Δημοφων
Δη.
Δη.
272εἰ μή γ’ὁ κῆρυξ σωφρονεῖν μαθήσεται.
Χορος
Χο.
Χο.
273ἄπελθε · καὶ σὺ τοῦδε μὴ θίγῃς, ἄναξ.
Κηρυξ
Κη.
Κη.
274στείχω · μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.
275ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν
276πάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ με
277μένουσιν ἀσπιστῆρες Εὐρυσθεύςτ’ἄναξ
278αὐτὸς στρατηγῶν · Ἀλκάθου δ’ἐπ’ἐσχάτοις
279καραδοκῶν τα- τἀνθένδε τέρμασιν μένει.
280λαμπρὸς δ’ἀκούσας σὴν ὕβριν φανήσεται
281σοὶ καὶ πολίταις γῇτε τῇδε καὶ φυτοῖς ·
282μάτην γὰρ ἥβην ὧδέ γ’ἂν κεκτῄμεθα
283πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι.
Δημοφων
Δη.
Δη.
284φθείρου · τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικ’ἐγώ.
285ἐνθένδε δ’οὐκ ἔμελλες αἰσχύνας ἐμὲ
286ἄξειν βίᾳ τούσδ’· οὐ γὰρ Ἀργείων πόλει
287ὑπήκοον τήνδ’ἀλλ’ἐλευθέραν ἔχω.
Χορος
Χο.
Χο.
288ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι
289στρατὸν Ἀργείων ·
290μάλα δ’ὀξὺς Ἄρης ὁ Μυκηναίων,
291ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτ’ἢ πρίν.
292πᾶσι γὰρ οὗτος κήρυξι νόμος,
293δὶς τόσα πυργοῦν τῶν γιγνομένων
294πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς,
295ὡς δείν’ἔπαθεν καὶ παρὰ μικρὸν
296ψυχὴν ἦλθεν διακναῖσαι;
Ιολαος
Ιο.
Ιο.
297οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας,
298ἢ πατρὸς ἐσθλοῦ κα- κἀγαθοῦ πεφυκέναι
299300
301
302
τὸ δυστυχὲς γὰρ ηὑγένει’ἀμύνεται
303τῆς δυσγενείας μᾶλλον · ἡμεῖς γὰρ κακῶν
304ἐς το- τοὔσχατον πεσόντες ηὕρομεν φίλους
305καὶ ξυγγενεῖς τούσδ’, οἳ τοσῆσδ’οἰκουμένης
306Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.
307δότ’, ὦ τέκν’, αὐτοῖς χεῖρα δεξιάν, δότε ·
308ὑμεῖςτε παισί, καὶ πέλας προσέλθετε.
309ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων ·
310ἢν δ’οὖν ποθ’ὑμῖν νόστος ἐς πάτραν φανῇ
311καὶ δώματ’οἰκήσητε καὶ τιμὰς πατρός
311a[…]
312σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,
313καὶ μήποτ’ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ
314μέμνησθέ μοι τήνδ’, ἀλλὰ φιλτάτην πόλιν
315πασῶν νομίζετ’. ἄξιοι δ’ὑμῖν σέβειν
316οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν
317ἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν,
318πτωχοὺς ἀλήτας εἰσορῶντες · ἀλλ’ὅμως
319οὐκ ἐξέδωκαν οὐ δ’ἀπήλασαν χθονός.
320ἐγὼ δὲ καὶ ζῶν καὶ θανών, ὅταν θάνω,
321πολλῷ σ’ἐπαίνῳ Θησέως, ὦ τᾶν, πέλας
322ὑψηλὸν ἀρῶ καὶ λέγων τάδ’εὐφρανῶ
323ὡς εὖτ’ἐδέξω καὶ τέκνοισιν ἤρκεσας
324τοῖς Ἡρακλείοις, εὐγενὴς δ’ἀν’Ἑλλάδα
325σῴζεις πατρῴαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς
326οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός,
327παύρων μετ’ἄλλων · ἕνα γὰρ ἐν πολλοῖς ἴσως
328εὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός.
Χορος
Χο.
Χο.
329ἀεί ποθ’ἥδε γαῖα τοῖς ἀμηχάνοις
330σὺν τῷ δικαίῳ βούλεται προσωφελεῖν.
331τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλων
332ἤνεγκε, καὶ νῦν τόνδ’ἀγῶν’ὁρῶ πέλας.
Δημοφων
Δη.
Δη.
333σοίτ’εὖ λέλεκται, καὶ τὰ τῶνδ’αὐχῶ, γέρον,
334τοιαῦτ’ἔσεσθαι · μνημονεύσεται χάρις.
335κα- κἀγὼ μὲν ἀστῶν σύλλογον ποήσομαι,
336τάξω δ’, ὅπως ἂν τὸν Μυκηναίων στρατὸν
337πολλῇ δέχωμαι χειρί · πρῶτα μὲν σκοποὺς
338πέμψω πρὸς αὐτόν, μὴ λάθῃ με προσπεσών ·
339ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος ·
340μάντεις δ’ἀθροίσας θύσομαι. σὺ δ’ἐς δόμους
341σὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών.
342εἰσὶν γὰρ οἵ σου, κα- κἂν ἐγὼ θυραῖος ὦ,
343μέριμναν ἕξουσ’. ἀλλ’ἴθ’ἐς δόμους, γέρον.
Ιολαος
Ιο.
Ιο.
344οὐκ ἂν λίποιμι βωμόν · ἑζώμεσθα δὴ
345ἱκέται μένοντες ἐνθάδ’εὖ πρᾶξαι πόλιν ·
346ὅταν δ’ἀγῶνος τοῦδ’ἀπαλλαχθῇς καλῶς,
347ἴμεν πρὸς οἴκους. θεοῖσι δ’οὐ κακίοσιν
348χρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ ·
349τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ,
350ἡμῶν δ’Ἀθηνᾶ. φημὶ δ’εἰς εὐπραξίαν
351καὶ τοῦθ’ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν ·
352νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται.
Χορος
Χο.
Χο.
353εἰ σὺ μέγ’αὐχεῖς, ἕτεροι
354σοῦ πλέον οὐ μέλονται,
355ὦ ξεῖν’Ἀργόθεν ἐλθών,
356μεγαληγορίαισι δ’ἐμὰς
357φρένας οὐ φοβήσεις.
358μήπω ταῖς μεγάλαισιν
359οὕτω καὶ καλλιχόροις
360Ἀθήναις εἴη · σὺ δ’ἄφρων, ὅτ’
361Ἄργει Σθενέλου τύραννος.
362ὃς πόλιν ἐλθὼν ἑτέραν
363οὐδὲν ἐλάσσον’Ἄργους,
364θεῶν ἱκτῆρας ἀλάτας
365καὶ ἐμᾶς χθονὸς ἀντομένους
366ξένος ὢν βιαίως
367ἕλκεις, οὐ βασιλεῦσιν
368εἴξας, οὐκ ἄλλο δίκαιον
369εἰπών · ποῦ ταῦτα καλῶς ἂν
370εἴη παρά γ’εὖ φρονοῦσιν;
371Εἰρήνα μὲν ἐμοί γ’
372ἀρέσκει · σὺ δ’, ὦ κακόφρων ἄναξ,
373λέγω, εἰ πόλιν ἥξεις,
374οὐχ οὕτως ἃ δοκεῖς
375κυρήσεις · οὐ σοὶ μόνῳ ἔγχος οὐ δ’
376ἰτέα κατάχαλκός
377ἀλλ’οὐ, πολέμων ἐραστάς,
378μή μοι δορὶ συνταράξεις
379τὰν εὖ χαρίτων ἔχουσαν
380πόλιν, ἀλλ’ἀνάσχου.
Ιολαος
Ιο.
Ιο.
381ὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων
382ἥκεις; νέον τι πολεμίων λέξεις πέρι;
383μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνῃ;
384οὐ γάρ τι μὴ ψεύσῃς γε κήρυκος λόγους ·
385ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρὸς θεῶν
386εἶσιν, σάφ’οἶδα, καὶ μάλ’οὐ σμικρὸν φρονῶν,
387ἐς τὰς Ἀθήνας. ἀλλὰ τῶν φρονημάτων
388ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων.
Δημοφων
Δη.
Δη.
389ἥκει στράτευμ’Ἀργεῖον Εὐρυσθεύςτ’ἄναξ ·
390ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών,
391ὅστις στρατηγεῖν φησ’ἐπίστασθαι καλῶς,
392οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν.
393πεδία μὲν οὖν γῆς ἐς τάδ’οὐκ ἐφῆκέ πω
394στρατόν, λεπαίαν δ’ὀφρύην καθήμενος
395σκοπεῖ — δόκησιν δὴ τόδ’ἂν λέγοιμί σοι —
396† ποίᾳ προσάξει στρατόπεδον τὰ νῦν δορὸς
397ἐν ἀσφαλεῖτε τῆσδ’ἱδρύσεται χθονός †.
398καὶ τα- τἀμὰ μέντοι πάντ’ἄραρ’ἤδη καλῶς ·
399πόλιςτ’ἐν ὅπλοις, σφάγιάθ’ἡτοιμασμένα
400ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν,
402τροπαῖάτ’ἐχθρῶν καὶ πόλει σωτήρια,
401θυηπολεῖται δ’ἄστυ μάντεων ὕπο.
403χρησμῶν δ’ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας
404ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα
405λόγια παλαιά, τῇδε γῇ σωτήρια.
406καὶ τῶν μὲν ἄλλων διάφορ’ἐστὶ θεσφάτοις
407πόλλ’· ἓν δὲ πᾶσι γνῶμα τα- ταὐτὸν ἐμπρέπει ·
408σφάξαι κελεύουσίν με παρθένον Κόρῃ
409Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς.
410ἐγὼ δ’ἔχω μέν, ὡς ὁρᾷς, προθυμίαν
411τοσήνδ’ἐς ὑμᾶς · παῖδα δ’οὔτ’ἐμὴν κτενῶ
412οὔτ’ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω
413ἄκονθ’· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ,
414ὅστις τὰ φίλτατ’ἐκ χερῶν δώσει τέκνα;
415καὶ νῦν πικρὰς ἂν συστάσεις ἂν εἰσίδοις,
416τῶν μὲν λεγόντων ὡς δίκαιον ἦν ξένοις
417ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμὴν
418κατηγορούντων · εἰ δὲ δὴ δράσω τόδε,
419οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται.
420ταῦτ’οὖν ὅρα σὺ καὶ συνεξεύρισχ’ὅπως
421αὐτοίτε σωθήσεσθε καὶ πέδον τόδε,
422κα- κἀγὼ πολίταις μὴ διαβληθήσομαι.
423οὐ γὰρ τυραννίδ’ὥστε βαρβάρων ἔχω ·
424ἀλλ’, ἢν δίκαια δρῶ, δίκαια πείσομαι.
Χορος
Χο.
Χο.
425ἀλλ’ἦ πρόθυμον οὖσαν οὐκ ἐᾷ θεὸς
426ξένοις ἀρήγειν τήνδε χρῄζουσιν πόλιν;
Ιολαος
Ιο.
Ιο.
427ὦ τέκν’, ἔοιγμεν ναυτίλοισιν, οἵτινες
428χειμῶνος ἐκφυγόντες ἄγριον μένος
429ἐς χεῖρα γῇ συνῆψαν, εἶτα χερσόθεν
430πνοιαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν.
431οὕτω δὲ κα- χἡμεῖς τῆσδ’ἀπωθούμεσθα γῆς
432ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσῳσμένοι.
433οἴμοι · τί δῆτ’ἔτερψας ὦ τάλαινά με
434ἐλπὶς τότ’, οὐ μέλλουσα διατελεῖν χάριν;
435συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδ’, εἰ μὴ θέλει
436κτείνειν πολιτῶν παῖδας · αἰνέσαι δ’ἔχω
437καὶ τα- τἀνθάδ’· εἰ θεοῖσι δὴ δοκεῖ τάδε
438πράσσειν ἔμ’, οὔτοι σή γ’ἀπόλλυται χάρις.
439ὦ παῖδες, ὑμῖν δ’οὐκ ἔχω τί χρήσομαι.
440ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν;
441ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;
442ὀλούμεθ’, ὦ τέκν’· ἐκδοθησόμεσθα δή.
443κα- κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει,
444πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών ·
445ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα,
446καὶ τὴν γεραιὰν μητέρ’Ἀλκμήνην πατρός.
447ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν,
448τλήμων δὲ κα- κἀγὼ πολλὰ μοχθήσας μάτην.
449χρῆν χρῆν ἄρ’ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας
450πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον.
451ἀλλ’οἶσθ’ὅ μοι σύμπραξον; οὐχ ἅπασα γὰρ
452πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας ·
453ἔμ’ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδ’, ἄναξ,
454καὶ μήτε κινδύνευε, σωθήτωτέ μοι
455τέκν’· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν · ἴτω.
456μάλιστα δ’Εὐρυσθεύς με βούλοιτ’ἂν λαβὼν
457τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι ·
458σκαιὸς γὰρ ἁνήρ. τοῖς σοφοῖς δ’εὐκτὸν σοφῷ
459ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι ·
460πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι.
Χορος
Χο.
Χο.
461ὦ πρέσβυ, μή νυν τήνδ’ἐπαιτιῶ πόλιν ·
462τάχ’ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλ’ὅμως κακὸν
463γένοιτ’ὄνειδος ὡς ξένους προυδώκαμεν.
Δημοφων
Δη.
Δη.
464γενναῖα μὲν τάδ’εἶπας, ἀλλ’ἀμήχανα.
465οὐ σοῦ χατίζων δεῦρ’ἄναξ στρατηλατεῖ ·
466τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον
467θανόντος; ἀλλὰ τούσδε βούλεται κτανεῖν.
468δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς,
469νεανίαιτε καὶ πατρὸς μεμνημένοι
470λύμας · ἃ κεῖνον πάντα προσκοπεῖν χρεών.
471ἀλλ’, εἴ τιν’ἄλλην οἶσθα καιριωτέραν
472βουλήν, ἑτοίμαζ’, ὡς ἔγωγ’ἀμήχανος
473χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως.
Μακαρια
Μα.
Μα.
474ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖς
475προσθῆτε · πρῶτον γὰρ τόδ’ἐξαιτήσομαι ·
476γυναικὶ γὰρ σιγήτε καὶ τὸ σωφρονεῖν
477κάλλιστον, εἴσωθ’ἥσυχον μένειν δόμων.
478τῶν σῶν δ’ἀκούσασ’, Ἰόλεως, στεναγμάτων
479ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους.
480ἀλλ’, εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοι
481μάλιστ’ἀδελφῶν, τῶνδε κα- κἀμαυτῆς πέρι
482θέλω πυθέσθαι, μὴ ’πὶ τοῖς πάλαι κακοῖς
483προσκείμενόν τι πῆμα σὴν δάκνει φρένα.
Ιολαος
Ιο.
Ιο.
484ὦ παῖ, μάλιστα σ’οὐ νεωστὶ δὴ τέκνων
485τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω.
486ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος
487πάλιν μεθέστηκ’αὖθις ἐς τα- τἀμήχανον ·
488χρησμῶν γὰρ ᾠδούς φησι σημαίνειν ὅδε,
489οὐ ταῦρον οὐ δὲ μόσχον, ἀλλὰ παρθένον
490σφάξαι Κόρῃ Δήμητρος ἥτις εὐγενής,
491εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδ’εἶναι πόλιν.
492ταῦτ’οὖν ἀμηχανοῦμεν · οὔτε γὰρ τέκνα
493σφάξειν ὅδ’αὑτοῦ φησιν οὔτ’ἄλλου τινός.
494κα- κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως,
495εἰ μή τι τούτων ἐξαμηχανήσομεν,
496ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά,
497αὐτὸς δὲ σῶσαι τήνδε βούλεται χθόνα.
Μακαρια
Μα.
Μα.
498ἐν τῷδε κα- κἀχόμεσθα σωθῆναι λόγῳ;
Ιολαος
Ιο.
Ιο.
499ἐν τῷδε, τα- τἄλλα γ’εὐτυχῶς πεπραγότες.
Μακαρια
Μα.
Μα.
500μή νυν τρέσῃς ἔτ’ἐχθρὸν Ἀργεῖον δόρυ ·
501ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον,
502θνῄσκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῇ.
503τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ
504κίνδυνον ἡμῶν οὕνεκ’αἴρεσθαι μέγαν,
505αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους,
506παρόν σφε σῷσαι, φευξόμεσθα μὴ θανεῖν;
507οὐ δῆτ’, ἐπεί τοι καὶ γέλωτος ἄξια,
508στένειν μὲν ἱκέτας δαιμόνων καθημένους,
509πατρὸς δ’ἐκείνου φύντας οὗ πεφύκαμεν
510κακοὺς ὁρᾶσθαι · ποῦ τάδ’ἐν χρηστοῖς πρέπει;
511κάλλιον, οἶμαι, τῆσδ’— ἃ μὴ τύχοι ποτέ —
512πόλεως ἁλούσης, χεῖρας εἰς ἐχθρῶν πεσεῖν,
513† κα- κἄπειτα τινὰ † πατρὸς οὖσαν εὐγενοῦς
514παθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν.
515ἀλλ’ἐκπεσοῦσα τῆσδ’ἀλητεύσω χθονός;
516κα- κοὐκ αἰσχυνοῦμαι δῆτ’, ἐὰν δή τις λέγῃ ·
517τί δεῦρ’ἀφίκεσθ’ἱκεσίοισι σὺν κλάδοις
518αὐτοὶ φιλοψυχοῦντες; ἔξιτε χθονός ·
519κακοὺς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν.
520ἀλλ’οὐ δὲ μέντοι, τῶνδε μὲν τεθνηκότων,
521αὐτὴ δὲ σωθεῖσ’, ἐλπίδ’εὖ πράξειν ἔχω ·
522— πολλοὶ γὰρ ἤδη τῇδε προύδοσαν φίλους. —
523τίς γὰρ κόρην ἔρημον ἢ δάμαρτ’ἔχειν,
524ἢ παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται;
525οὐκ οὖν θανεῖν ἄμεινον ἢ τούτων τυχεῖν
526ἀναξίαν; ἄλλῃ δὲ κα- κἂν πρέποι τινὶ
527μᾶλλον τάδ’, ἥτις μὴ ’πίσημος ὡς ἐγώ.
528ἡγεῖσθ’ὅπου δεῖ σῶμα κατθανεῖν τόδε
529καὶ στεμματοῦτε καὶ κατάρχεσθ’, εἰ δοκεῖ ·
530νικᾶτε δ’ἐχθρούς · ἥδε γὰρ ψυχὴ πάρα
531ἑκοῦσα κα- κοὐκ ἄκουσα · κα- κἀξαγγέλλομαι
532θνῄσκειν ἀδελφῶν τῶνδε κα- κἀμαυτῆς ὕπερ.
533εὕρημα γάρ τοι μὴ φιλοψυχοῦσ’ἐγὼ
534κάλλιστον ηὕρηκ’, εὐκλεῶς λιπεῖν βίον.
Χορος
Χο.
Χο.
535φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον
536κλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν;
537τούτων τίς ἂν λέξειε γενναίους λόγους
538μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι;
Ιολαος
Ιο.
Ιο.
539ὦ τέκνον, οὐκ ἔστ’ἄλλοθεν τὸ σὸν κάρα,
540ἀλλ’ἐξ ἐκείνου σπέρμα τῆς θείας φρενὸς
541πέφυκας Ἡράκλειος · οὐ δ’αἰσχύνομαι
542τοῖς σοῖς λόγοισι, τῇ τύχῃ δ’ἀλγύνομαι.
543ἀλλ’ᾗ γένοιτ’ἂν ἐνδικωτέρως φράσω ·
544πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν,
545κα- κᾆθ’ἡ λαχοῦσα θνῃσκέτω γένους ὕπερ ·
546σὲ δ’οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.
Μακαρια
Μα.
Μα.
547οὐκ ἂν θάνοιμι τῇ τύχῃ λαχοῦσ’ἐγώ ·
548χάρις γὰρ οὐ πρόσεστι · μὴ λέξῃς, γέρον.
549ἀλλ’, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι
550χρῆσθαι προθύμως, τὴν ἐμὴν ψυχὴν ἐγὼ
551δίδωμ’ἑκοῦσα τοῖσδ’, ἀναγκασθεῖσα δ’οὔ.
Ιολαος
Ιο.
Ιο.
552φεῦ ·
553ὅδ’αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος ·
554κα- κἀκεῖνος ἦν ἄριστος · ἀλλ’ὑπερφέρεις
555τόλμῃτε τόλμαν καὶ λόγῳ χρηστῷ λόγον.
556οὐ μὴν κελεύω γ’οὐ δ’ἀπεννέπω, τέκνον,
557θνῄσκειν σ’· ἀδελφοὺς δ’ὠφελεῖς θανοῦσα σούς.
Μακαρια
Μα.
Μα.
558σοφῶς κελεύεις · μὴ τρέσῃς μιάσματος
559το- τοὐμοῦ μετασχεῖν, ἀλλ’ἐλευθέρως θάνω.
560ἕπου δέ, πρέσβυ · σῇ γὰρ ἐνθανεῖν χερὶ
561θέλω · πέπλοις δὲ σῶμ’ἐμὸν κρύψον παρών ·
562ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμ’ἐγώ,
563εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.
Ιολαος
Ιο.
Ιο.
564οὐκ ἂν δυναίμην σῷ παρεστάναι μόρῳ.
Μακαρια
Μα.
Μα.
565σὺ δ’ἀλλὰ τοῦδε χρῇζε, μή μ’ἐν ἀρσένων,
566ἀλλ’ἐν γυναικῶν, χερσὶν ἐκπνεῦσαι βίον.
Δημοφων
Δη.
Δη.
567ἔσται τάδ’, ὦ τάλαινα παρθένων, ἐπεὶ
568κα- κἀμοὶ τόδ’αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς,
569πολλῶν ἕκατι, τῆςτε σῆς εὐψυχίας
570καὶ τοῦ δικαίου · τλημονεστάτην δὲ σὲ
571πασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ.
572ἀλλ’, εἴ τι βούλῃ, τούσδε τὸν γέροντάτε
573χώρει προσειποῦσ’ὑστάτοις προσφθέγμασιν.
Μακαρια
Μα.
Μα.
574ὦ χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοι
575τοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφούς,
576ὥσπερ σύ, μηδὲν μᾶλλον · ἀρκέσουσι γάρ.
577πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν ·
578σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα.
579ὁρᾷς δὲ κα- κἀμὲ τὴν ἐμὴν ὥραν γάμου
580διδοῦσαν ἀντὶ τῶνδε κατθανουμένην.
581ὑμεῖςτ’, ἀδελφῶν ἡ παροῦσ’ὁμιλία,
582εὐδαιμονοῖτε, καὶ γένοιθ’ὑμῖν ὅσων
583ἡμὴ πάροιθε καρδία σφαγήσεται.
584καὶ τὸν γέροντα τήντ’ἔσω γραῖαν δόμων
585τιμᾶτε πατρὸς μητέρ’Ἀλκμήνην ἐμοῦ
586ξένουςτε τούσδε. κα- κἂν ἀπαλλαγὴ πόνων
587καὶ νόστος ὑμῖν εὑρεθῇ ποτ’ἐκ θεῶν,
588μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών.
589κάλλιστά τοι δίκαιον · οὐ γὰρ ἐνδεὴς
590ὑμῖν παρέστην, ἀλλὰ προύθανον γένους.
591τάδ’ἀντὶ παίδων ἐστί μοι κειμήλια
592καὶ παρθενείας, εἴ τι δὴ κάτω χθονός ·
593εἴη γε μέντοι μηδέν. εἰ γὰρ ἕξομεν
594κα- κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν,
595οὐκ οἶδ’ὅποι τις τρέψεται · τὸ γὰρ θανεῖν
596κακῶν μέγιστον φάρμακον νομίζεται.
Ιολαος
Ιο.
Ιο.
597ἀλλ’, ὦ μέγιστον ἐκπρέπουσ’εὐψυχίᾳ
598πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη
599καὶ ζῶσ’ὑφ’ἡμῶν καὶ θανοῦσ’ἔσῃ πολύ ·
600καὶ χαῖρε · δυσφημεῖν γὰρ ἅζομαι θεάν,
601ᾗ σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην.
602ὦ παῖδες, οἰχόμεσθα · λύεται μέλη
603λύπῃ · λάβεσθε κα- κεἰς ἕδραν μ’ἐρείσατε
604αὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες, τέκνα.
605ὡς οὔτε τούτοις ἥδόμαι πεπραγμένοις,
606χρησμοῦτε μὴ κρανθέντος οὐ βιώσιμον ·
607μείζων γὰρ ἄτη · συμφορὰ δὲ καὶ τάδε.
Χορος
Χο.
Χο.
608οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον,
609ἄνδρα γενέσθαι ·
610οὐ δὲ τὸν αὐτὸν ἀεὶ βεβάναι δόμον
611εὐτυχίᾳ · παρὰ δ’ἄλλαν ἄλλα
612μοῖρα διώκει.
613τὸν μὲν ἀφ’ὑψηλῶν βραχὺν ᾤκισε,
614τὸν δ’ἀλέταν εὐδαίμονα τεύχει.
615μόρσιμα δ’οὔτι φυγεῖν θέμις, οὐ
616σοφίᾳ τις ἀπώσεται, ἀλλὰ μάταν ὁ
617πρόθυμος ἀεὶ πόνον ἕξει.
618ἀλλὰ σὺ μὴ προπίτνων τὰ θεῶν φέρε, μη δ’ὑπεράλγει
620φροντίδα λύπᾳ ·
621εὐδόκιμον γὰρ ἔχει θανάτου μέρος
622ἁ μελέα πρότ’ἀδελφῶν καὶ γᾶς ·
623οὐ δ’ἀκλεής νιν
624δόξα πρὸς ἀνθρώπων ὑποδέξεται ·
625ἁ δ’ἀρετὰ βαίνει διὰ μόχθων.
626ἄξια μὲν πατρός, ἄξια δ’
627εὐγενίας τάδε γίγνεται · εἰ δὲ σέβεις
628θανάτους ἀγαθῶν, μετέχω σοι.
629[…]
629a[…]
629b[…]
629c[…]
Θεραπων
Θε.
Θε.
630ὦ τέκνα, χαίρετ’· Ἰόλεως δὲ ποῦ γέρων;
631μήτηρτε πατρὸς τῆσδ’ἕδρας ἀποστατεῖ;
Ιολαος
Ιο.
Ιο.
632πάρεσμεν, οἵα δή γ’ἐμοῦ παρουσία.
Θεραπων
Θε.
Θε.
633τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμ’ἔχεις;
Ιολαος
Ιο.
Ιο.
634φροντίς τις ἦλθ’οἰκεῖος, ᾗ συνειχόμην.
Θεραπων
Θε.
Θε.
635ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα.
Ιολαος
Ιο.
Ιο.
636γέροντές ἐσμεν κα- κοὐδαμῶς ἐρρώμεθα.
Θεραπων
Θε.
Θε.
637ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα.
Ιολαος
Ιο.
Ιο.
638τίς δ’εἶ σύ; ποῦ σοι συντυχὼν ἀμνημονῶ;
Θεραπων
Θε.
Θε.
639Ὕλλου πενέστης · οὔ με γιγνώσκεις ὁρῶν;
Ιολαος
Ιο.
Ιο.
640ὦ φίλταθ’, ἥκεις ἆρα σωτὴρ νῷν βλάβης;
Θεραπων
Θε.
Θε.
641μάλιστα · καὶ πρός γ’εὐτυχεῖς τὰ νῦν τάδε.
Ιολαος
Ιο.
Ιο.
642ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω,
643ἔξελθ’, ἄκουσον τοῦδε φιλτάτους λόγους.
644πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων
645ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται.
Αλκμηνη
Αλ.
Αλ.
646τί χρῆμ’ἀϋτῆς πᾶν τόδ’ἐπλήσθη στέγος
647Ἰόλαε; μῶν τίς σ’αὖ βιάζεται παρὼν
648κῆρυξ ἀπ’Ἄργους; ἀσθενὴς μὲν ἥ γ’ἐμὴ
649ῥώμη, τοσόνδε δ’εἰδέναι σ’ἐχρῆν, ξένε,
650οὐκ ἔστ’ἄγειν σε τούσδ’ἐμοῦ ζώσης ποτέ.
651ἦ τα- τἄρ’ἐκείνου μὴ νομιζοίμην ἐγὼ
652μήτηρ ἔτ’· εἰ δὲ τῶνδε προσθίξῃ χερί,
653δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῇ.
Ιολαος
Ιο.
Ιο.
654θάρσει, γεραιά, μὴ τρέσῃς · οὐκ Ἀργόθεν
655κῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων.
Αλκμηνη
Αλ.
Αλ.
656τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου;
Ιολαος
Ιο.
Ιο.
657σέ, πρόσθε ναοῦ τοῦδ’ὅπως βαίης πέλας.
Αλκμηνη
Αλ.
Αλ.
658οὐκ ἴσμεν ἡμεῖς ταῦτα · τίς γάρ ἐσθ’ὅδε;
Ιολαος
Ιο.
Ιο.
659ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.
Αλκμηνη
Αλ.
Αλ.
660ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν.
661ἀτὰρ τί χώρᾳ τῇδε προσβαλὼν πόδα
662ποῦ νῦν ἄπεστι; τίς νιν εἶργε συμφορὰ
663σὺν σοὶ φανέντα δεῦρ’ἐμὴν τέρψαι φρένα;
Θεραπων
Θε.
Θε.
664στρατὸν καθίζει τάσσεταίθ’ὃν ἦλθ’ἔχων.
Αλκμηνη
Αλ.
Αλ.
665τοῦδ’οὐκέθ’ἡμῖν τοῦ λόγου μέτεστι δή.
Ιολαος
Ιο.
Ιο.
666μέτεστιν · ἡμῶν δ’ἔργον ἱστορεῖν τάδε.
Θεραπων
Θε.
Θε.
667τί δῆτα βούλῃ τῶν πεπραγμένων μαθεῖν;
Ιολαος
Ιο.
Ιο.
668πόσον τι πλῆθος συμμάχων πάρεστ’ἔχων;
Θεραπων
Θε.
Θε.
669πολλούς · ἀριθμὸν δ’ἄλλον οὐκ ἔχω φράσαι.
Ιολαος
Ιο.
Ιο.
670ἴσασιν, οἶμαι, ταῦτ’· Ἀθηναίων πρόμοι;
Θεραπων
Θε.
Θε.
671ἴσασι · καὶ δὴ λαιὸν ἕστηκεν κέρας.
Ιολαος
Ιο.
Ιο.
672ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός;
Θεραπων
Θε.
Θε.
673καὶ δὴ παρῆκται σφάγια τάξεων ἑκάς.
Ιολαος
Ιο.
Ιο.
674πόσον τι δ’ἔστ’ἄπωθεν Ἀργεῖον δόρυ;
Θεραπων
Θε.
Θε.
675ὥστ’ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς.
Ιολαος
Ιο.
Ιο.
676τί δρῶντα; μῶν τάσσοντα πολεμίων στίχας;
Θεραπων
Θε.
Θε.
677ᾐκάζομεν ταῦτ’· οὐ γὰρ ἐξηκούομεν.
678ἀλλ’εἶμ’· ἐρήμους δεσπότας το- τοὐμὸν μέρος
679οὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν.
Ιολαος
Ιο.
Ιο.
680κα- κἄγωγε σὺν σοί · τα- ταὐτὰ γὰρ φροντίζομεν,
681φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν.
Θεραπων
Θε.
Θε.
682ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος.
Ιολαος
Ιο.
Ιο.
683καὶ μὴ μετασχεῖν γ’ἀλκίμου μάχης φίλοις.
Θεραπων
Θε.
Θε.
684οὐκ ἔστ’ἐν ὄψει τραῦμα μὴ δρώσης χερός.
Ιολαος
Ιο.
Ιο.
685τί δ’; οὐ σθένοιμι κα- κἂν ἐγὼ δι’ἀσπίδος;
Θεραπων
Θε.
Θε.
686σθένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις.
Ιολαος
Ιο.
Ιο.
687οὐδεὶς ἔμ’ἐχθρῶν προσβλέπων ἀνέξεται.
Θεραπων
Θε.
Θε.
688οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτ’ἦν ῥώμη σέθεν.
Ιολαος
Ιο.
Ιο.
689ἀλλ’οὖν μαχοῦνται γ’ἀριθμὸν οὐκ ἐλάσσοσι.
Θεραπων
Θε.
Θε.
690σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις.
Ιολαος
Ιο.
Ιο.
691μή τοί μ’ἔρυκε δρᾶν παρεσκευασμένον.
Θεραπων
Θε.
Θε.
692δρᾶν μὲν σύ γ’οὐχ οἷόςτε, βούλεσθαι δ’ἴσως.
Ιολαος
Ιο.
Ιο.
693ὡς μὴ μενοῦντα τα- τἄλλα σοι λέγειν πάρα.
Θεραπων
Θε.
Θε.
694πῶς οὖν ὁπλίταις τευχέων ἄτερ φανῇ;
Ιολαος
Ιο.
Ιο.
695ἔστ’ἐν δόμοισιν ἔνδον αἰχμάλωθ’ὅπλα,
696τοῖς δ’οὖσι χρησόμεσθα · κα- κἀποδώσομεν
697ζῶντες, θανόντας δ’οὐκ ἀπαιτήσει θεός.
698ἀλλ’εἴσιθ’εἴσω κα- κἀπὸ πασσάλων ἑλὼν
699ἔνεγχ’ὁπλίτην κόσμον ὡς τάχιστά μοι.
700αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε,
701τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίᾳ μένειν.
Χορος
Χο.
Χο.
702λῆμα μὲν οὔπω στόρνυσι χρόνος
703τὸ σόν, ἀλλ’ἡβᾷ, σῶμα δὲ φροῦδον.
704τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει,
705σμικρὰ δ’ὀνήσει πόλιν ἡμετέραν;
706χρὴ γνωσιμαχεῖν τὴν ἡλικίαν,
707τὰ δ’ἀμήχαν’ἐᾶν · οὐκ ἔστιν ὅπως
708ἥβην κτήσῃ πάλιν αὖθις.
Αλκμηνη
Αλ.
Αλ.
709τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν
710λιπεῖν μ’ἔρημον σὺν τέκνοις ἐμοῖς; …
Ιολαος
Ιο.
Ιο.
711ἀνδρῶν γὰρ ἀλκή · σοὶ δὲ χρῆν τούτων μέλειν.
Αλκμηνη
Αλ.
Αλ.
712τί δ’; ἢν θάνῃς σύ, πῶς ἐγὼ σωθήσομαι;
Ιολαος
Ιο.
Ιο.
713παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις.
Αλκμηνη
Αλ.
Αλ.
714ἢν δ’οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχῃ;
Ιολαος
Ιο.
Ιο.
715οἵδ’οὐ προδώσουσίν σε, μὴ τρέσῃς, ξένοι.
Αλκμηνη
Αλ.
Αλ.
716τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλ’ἔχω.
Ιολαος
Ιο.
Ιο.
717καὶ Ζηνὶ τῶν σῶν, οἶδ’ἐγώ, μέλει πόνων.
Αλκμηνη
Αλ.
Αλ.
718φεῦ ·
718aΖεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς ·
719εἰ δ’ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ.
Θεραπων
Θε.
Θε.
720ὅπλων μὲν ἤδη τήνδ’ὁρᾷς παντευχίαν,
721φθάνοις δ’ἂν οὐκ ἂν τοῖσδε συγκρύπτων δέμας ·
722ὡς ἐγγὺς ἁγών, καὶ μάλιστ’Ἄρης στυγεῖ
723μέλλοντας · εἰ δὲ τευχέων φοβῇ βάρος,
724νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν
725κόσμῳ πυκάζου τῷδ’· ἐγὼ δ’οἴσω τέως.
Ιολαος
Ιο.
Ιο.
726καλῶς ἔλεξας · ἀλλ’ἐμοὶ πρόχειρ’ἔχων
727τεύχη κόμιζε, χειρὶ δ’ἔνθες ὀξύην,
728λαιόντ’ἔπαιρε πῆχυν, εὐθύνων πόδα.
Θεραπων
Θε.
Θε.
729ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών;
Ιολαος
Ιο.
Ιο.
730ὄρνιθος οὕνεκ’ἀσφαλῶς πορευτέον.
Θεραπων
Θε.
Θε.
731εἴθ’ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ.
Ιολαος
Ιο.
Ιο.
732ἔπειγε · λειφθεὶς δεινὰ πείσομαι μάχης.
Θεραπων
Θε.
Θε.
733σύ τοι βραδύνεις, οὐκ ἐγὼ δοκῶ τι δρᾶν.
Ιολαος
Ιο.
Ιο.
734οὔκουν ὁρᾷς μου κῶλον ὡς ἐπείγεται;
Θεραπων
Θε.
Θε.
735ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε.
Ιολαος
Ιο.
Ιο.
736οὐ ταῦτα λέξεις, ἡνίκ’ἂν λεύσσῃς μ’ἐκεῖ.
Θεραπων
Θε.
Θε.
737τί δρῶντα; βουλοίμην δ’ἂν εὐτυχοῦντά γε.
Ιολαος
Ιο.
Ιο.
738δι’ἀσπίδος θείνοντα πολεμίων τινά.
Θεραπων
Θε.
Θε.
739εἰ δή ποθ’ἥξομέν γε · τοῦτο γὰρ φόβος.
Ιολαος
Ιο.
Ιο.
740φεῦ ·
740aεἴθ’, ὦ βραχίων, οἷον ἡβήσαντά σε
741μεμνήμεθ’ἡμεῖς, ἡνίκα ξὺν Ἡρακλεῖ
742Σπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοι
743τοιοῦτος · οἵαν ἂν τροπὴν Εὐρυσθέως
744θείμην · ἐπεί τοι καὶ κακὸς μένειν δόρυ.
745ἔστιν δ’ἐν ὄλβῳ καὶ τόδ’οὐκ ὀρθῶς ἔχον,
746εὐψυχίας δόκησις · οἰόμεσθα γὰρ
747τὸν εὐτυχοῦντα πάντ’ἐπίστασθαι καλῶς.
Χορος
Χο.
Χο.
748Γᾶ καὶ παννύχιος
749σελάνα καὶ λαμπρόταται θεοῦ
750φαεσίμβροτοι αὐγαί,
751ἀγγελίαν μοι ἐνέγκαιτ’·
752ἰαχήσατε δ’οὐρανῷ
753καὶ παρὰ θρόνον ἀρχέταν
754γλαυκᾶς ἐν Ἀθάνας.
755μέλλω τᾶς πατριώτιδος
756γᾶς, μέλλω καὶ ὑπὲρ δόμων
757ἱκέτας ὑποδεχθεὶς
758κίνδυνον πολιῷ τεμεῖν σιδάρῳ.
759δεινὸν μὲν πόλιν ὡς
760Μυκήνας εὐδαίμονα καὶ δορὸς
761πολυαίνετον ἀλκᾷ
762μῆνιν ἐμᾷ χθονὶ κεύθειν ·
763κακὸν δ’, ὦ πόλις, εἰ ξένους
764ἱκτῆρας παραδώσομεν
765κελεύμασιν Ἄργους.
766Ζεύς μοι σύμμαχος, οὐ
767φοβοῦμαι, Ζεύς μοι χάριν ἐνδίκως
768ἔχει · οὔποτε θνατῶν
769ἥσσους δαίμονες ἔκ γ’ἐμοῦ φανοῦνται.
770ἀλλ’, ὦ πότνια — σὸν γὰρ
771οὖδας, σὸν καὶ πόλις, ἇς σὺ
772μάτηρ δέσποινάτε καὶ φύλαξ —
773πόρευσον ἄλλᾳ τὸν οὐ δικαίως
774τᾷδ’ἐπάγοντα δορυσσοῦν
775στρατὸν Ἀργόθεν · οὐ γὰρ ἐμᾷ γ’ἀρετᾷ
776δίκαιός εἰμ’ἐκπεσεῖν μελάθρων.
777ἐπεί σοι πολύθυτος ἀεὶ
778τιμὰ κραίνεται, οὐ δὲ
779λάθει μηνῶν φθινὰς ἁμέρα,
780νέωντ’ἀοιδαὶ χορῶντε μολπαί.
781ἀνεμόεντι δ’ἐπ’ὄχθῳ
782ὀλολύγματα παννυχίοις ὑπὸ
783παρθένων ἰαχεῖ ποδῶν κρότοισιν.
Θεραπων
Θε.
Θε.
784δέσποινα, μύθους σοίτε συντομωτάτους
785† κλύειν ἐμοίτε τῷδε καλλίστους φέρω †.
786νικῶμεν ἐχθροὺς καὶ τροπαῖ’ἱδρύεται
787παντευχίαν ἔχοντα πολεμίων σέθεν.
Αλκμηνη
Αλ.
Αλ.
788ὦ φίλταθ’, ἥδε σ’ἡμέρα διήλασεν
789ἐλευθερῶσαι τοῖσδε τοῖς ἀγγέλμασιν.
790μιᾶς δ’ἔμ’οὔπω συμφορᾶς ἐλευθεροῖς ·
791φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω.
Θεραπων
Θε.
Θε.
792ζῶσιν μέγιστόν γ’εὐκλεεῖς κατὰ στρατόν.
Αλκμηνη
Αλ.
Αλ.
793ὁ μὲν γέρων οὐκ ἔστιν Ἰόλεως ὅδε;
Θεραπων
Θε.
Θε.
794μάλιστα, πράξας δ’ἐκ θεῶν κάλλιστα δή.
Αλκμηνη
Αλ.
Αλ.
795τί δ’ἔστι; μῶν τι κεδνὸν ἠγωνίζετο;
Θεραπων
Θε.
Θε.
796νέος μεθέστηκ’ἐκ γέροντος αὖθις αὖ.
Αλκμηνη
Αλ.
Αλ.
797θαυμάστ’ἔλεξας · ἀλλά σ’εὐτυχῆ φίλων
798μάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω.
Θεραπων
Θε.
Θε.
799εἷς μου λόγος σοι πάντα σημανεῖ τάδε.
800ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸν
801κατὰ στόμ’ἐκτείνοντες ἀντετάξαμεν,
802ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδα
803ἔστη μέσοισιν ἐν μεταιχμίοις δορός.
804κα- κἄπειτ’ἔλεξεν · Ὦ στρατήγ’ὃς Ἀργόθεν
805ἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμεν
805a[…]
805b[…]
806καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσῃ κακὸν
807ἀνδρὸς στερήσας · ἀλλ’ἐμοὶ μόνος μόνῳ
808μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν
809τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ
810τιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες.
811στρατὸς δ’ἐπῄνεσ’, ἔςτ’ἀπαλλαγὰς πόνων
812καλῶς λελέχθαι μῦθον ἔςτ’εὐψυχίαν.
813ὃ δ’οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων
814οὔτ’αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν
815ἐλθεῖν ἐτόλμησ’ἐγγὺς ἀλκίμου δορός,
816ἀλλ’ἦν κάκιστος · εἶτα τοιοῦτος γεγὼς
817τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους.
818Ὕλλος μὲν οὖν ἀπῴχετ’ἐς τάξιν πάλιν ·
819μάντεις δ’, ἐπειδὴ μονομάχου δι’ἀσπίδος
820διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας,
821ἔσφαζον, οὐκ ἔμελλον, ἀλλ’ἀφίεσαν
822λαιμῶν † βροτείων † εὐθὺς οὔριον φόνον.
823οἳ δ’ἅρματ’εἰσέβαινον, οἳ δ’ὑπ’ἀσπίδων
824πλευροῖς ἔκρυπτον πλεύρ’· Ἀθηναίων δ’ἄναξ
825στρατῷ παρήγγελλ’οἷα χρὴ τὸν εὐγενῆ ·
826Ὦ ξυμπολῖται, τῇτε βοσκούσῃ χθονὶ
827καὶ τῇ τεκούσῃ νῦν τιν’ἀρκέσαι χρεών.
828ὃ δ’αὖ τότ’Ἄργος μὴ καταισχῦναι θέλειν
829καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο.
830ἐπεὶ δ’ἐσήμην’ὄρθιον Τυρσηνικῇ
831σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην,
832πόσον τιν’αὐχεῖς πάταγον ἀσπίδων βρέμειν,
833πόσον τινὰ στεναγμὸν οἰμωγήνθ’ὁμοῦ;
834τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς
835ἐρρήξαθ’ἡμᾶς · εἶτ’ἐχώρησαν πάλιν.
836τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί,
837ἀνὴρ δ’ἐπ’ἀνδρὶ στάς, ἐκαρτέρει μάχη ·
838πολλοὶ δ’ἔπιπτον. ἦν δὲ τοῦ κελεύματος ·
839Ὦ τὰς Ἀθήνας — Ὦ τὸν Ἀργείων γύην
840σπείροντες — οὐκ ἀρήξετ’αἰσχύνην πόλει;
841μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων
842ἐτρεψάμεσθ’Ἀργεῖον ἐς φυγὴν δόρυ.
843κα- κἀνταῦθ’ὁ πρέσβυς Ὕλλον ἐξορμώμενον
844ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν
845Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον.
846λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως
847πώλοις ἐπεῖχε. τα- τἀπὸ τοῦδ’ἤδη κλύων
848λέγοιμ’ἂν ἄλλων, δεῦρο δ’αὐτὸς εἰσιδών.
849Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον
850δίας Ἀθάνας, ἅρμ’ἰδὼν Εὐρυσθέως,
851ἠράσαθ’Ἥβῃ Ζηνίθ’, ἡμέραν μίαν
852νέος γενέσθαι κα- κἀποτείσασθαι δίκην
853ἐχθρούς. κλύειν δὴ θαύματος πάρεστί σοι.
854δισσὼ γὰρ ἀστέρ’ἱππικοῖς ἐπὶ ζυγοῖς
855σταθέντ’ἔκρυψαν ἅρμα λυγαίῳ νέφει ·
856σὸν δὴ λέγουσι παῖδά γ’οἱ σοφώτεροι
857Ἥβηνθ’· ὃ δ’ὄρφνης ἐκ δυσαιθρίου νέων
858βραχιόνων ἔδειξεν ἡβητὴν τύπον.
859αἱρεῖ δ’ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέως
860τέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν,
861δεσμοῖςτε δήσας χεῖρας ἀκροθίνιον
862κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων
863τὸν ὄλβιον πάροιθε. τῇ δὲ νῦν τύχῃ
864βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν,
865τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν, πρὶν ἂν
866θανόντ’ἴδῃ τις · ὡς ἐφήμεροι τύχαι.
Χορος
Χο.
Χο.
867ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου
868ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.
Αλκμηνη
Αλ.
Αλ.
869ὦ Ζεῦ, χρόνῳ μὲν τα- τἄμ’ἐπεσκέψω κακά,
870χάριν δ’ὅμως σοι τῶν πεπραγμένων ἔχω ·
871καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσ’ἐγὼ
872θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς.
873ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων,
874ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου
875Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς
876ὄψεσθε, κλήρους δ’ἐμβατεύσετε χθονὸς
877καὶ θεοῖς πατρῴοις θύσεθ’, ὧν ἀπειργμένοι
878ξένοι πλανήτην εἴχετ’ἄθλιον βίον.
879ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε
880Εὐρυσθέως ἐφείσαθ’ὥστε μὴ κτανεῖν;
881λέξον · παρ’ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε,
882ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην.
Θεραπων
Θε.
Θε.
883τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις
884† κρατοῦντα † καὶ σῇ δεσποτούμενον χερί.
885οὐ μὴν ἑκόντα γ’αὐτόν, ἀλλὰ πρὸς βίαν
886ἔζευξ’ἀνάγκῃ · καὶ γὰρ οὐκ ἐβούλετο
887ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην.
888ἀλλ’, ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοι
889ὃ πρῶτον εἶπας, ἡνίκ’ἠρχόμην λόγου,
890ἐλευθερώσειν μ’· ἐν δὲ τοῖς τοιοῖσδε χρὴ
891ἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα.
Χορος
Χο.
Χο.
892ἐμοὶ χορὸς μὲν ἡδύς, εἰ λίγεια
893λωτοῦ χάρις † ἐνὶ δαΐ † ·
894εἴη δ’εὔχαρις
895Ἀφροδίτα · τερπνὸν δέ τι καὶ φίλων ἆρ’
896εὐτυχίαν ἰδέσθαι
897τῶν πάρος οὐ δοκούντων.
898πολλὰ γὰρ
899τίκτει Μοῖρα
900τελεσσιδώτειρ’Αἰώντε Χρόνου παῖς.
901ἔχεις ὁδόν τιν’, ὦ πόλις, δίκαιον — οὐ
902χρή ποτε τοῦδ’ἀφέσθαι, —
903τιμᾶν θεούς · ὁ δὲ μή σε
904φάσκων ἐγγὺς μανιῶν ἐλαύνει,
905δεικνυμένων ἐλέγχων
906τῶνδ’· ἐπίσημα γάρ τοι
907θεὸς
908παραγγέλλει, τῶν ἀδίκων
909παραιρῶν φρονήματος αἰεί.
910ἔστιν ἐν οὐρανῷ
911βεβακὼς τεὸς γόνος, ὦ
912γεραιά · φεύγει λόγον ὡς τὸν
913Ἅιδα δόμον κατέβα, πυρὸς
914δεινᾷ φλογὶ σῶμα δαισθείς ·
915Ἥβαςτ’ἐρατὸν χροΐζει
916λέχος χρυσέαν κατ’αὐλάν.
917ὦ Ὑμέναιε, δισσοὺς
918παῖδας Διὸς ἠξίωσας.
919συμφέρεται τὰ πολλὰ
920πολλοῖς · καὶ γὰρ πατρὶ τῶνδ’
921Ἀθάναν λέγουσ’ἐπίκουρον
922εἶναι, καὶ τούσδε θεᾶς πόλις
923καὶ λαὸς ἔσωσε κείνας ·
924ἔσχεν δ’ὕβριν ἀνδρὸς ᾧ
925θυμὸς ἦν πρὸ δίκας βίαιος.
926μήποτ’ἐμοὶ φρόνημα
927ψυχάτ’ἀκόρεστος εἴη.
Θεραπων
Θε.
Θε.
928δέσποιν’, ὁρᾷς μέν, ἀλλ’ὅμως εἰρήσεται,
929Εὐρυσθέα σοι τόνδ’ἄγοντες ἥκομεν,
930ἄελπτον ὄψιν, τῷδέτ’οὐχ ἧσσον τύχην ·
931οὐ γάρ ποτ’ηὔχει χεῖρας ἵξεσθαι σέθεν,
932ὅτ’ἐκ Μυκηνῶν πολυπόνῳ σὺν ἀσπίδι
933ἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλιν
934πέρσων Ἀθηνᾶς. ἀλλὰ τὴν ἐναντίαν
935δαίμων ἔθηκε, καὶ μετέστησεν τύχην.
936Ὕλλος μὲν οὖν ὅτ’ἐσθλὸς Ἰόλεως βρέτας
937Διὸς τροπαίου καλλίνικον ἵστασαν ·
938ἐμοὶ δὲ πρὸς σὲ τόνδ’ἐπιστέλλουσ’ἄγειν,
939τέρψαι θέλοντες σὴν φρέν’· ἐκ γὰρ εὐτυχοῦς
940ἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθ’ὁρᾶν.
Αλκμηνη
Αλ.
Αλ.
941ὦ μῖσος, ἥκεις; εἷλέ σ’ἡ Δίκη χρόνῳ;
942πρῶτον μὲν οὖν μοι δεῦρ’ἐπίστρεψον κάρα
943καὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίον
944ἐχθρούς · κρατῇ γὰρ νῦν γε κα- κοὐ κρατεῖς ἔτι.
945ἐκεῖνος εἶ σύ — βούλομαι γὰρ εἰδέναι —
946ὃς πολλὰ μὲν τὸν ὄνθ’ὅπου ’στὶ νῦν ἐμὸν
947παῖδ’ἠξίωσας, ὦ πανοῦργ’, ἐφυβρίσαι;
948τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι;
949ὃς καὶ παρ’Ἅιδην ζῶντά νιν κατήγαγες,
950ὕδρας λέοντάςτ’ἐξαπολλύναι λέγων
951ἔπεμπες. ἄλλα δ’οἷ’ἐμηχανῶ κακὰ
952σιγῶ · μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι.
953κα- κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον,
954ἀλλ’ἐξ ἁπάσης κα- κἀμὲ καὶ τέκν’Ἑλλάδος
955ἤλαυνες ἱκέτας δαιμόνων καθημένους,
956τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι.
957ἀλλ’ηὗρες ἄνδρας καὶ πόλισμ’ἐλεύθερον,
958οἵ σ’οὐκ ἔδεισαν. δεῖ σε κατθανεῖν κακῶς,
959καὶ κερδανεῖς ἅπαντα · χρῆν γὰρ οὐχ ἅπαξ
960θνῄσκειν σὲ πολλὰ πήματ’ἐξειργασμένον.
Χορος
Χο.
Χο.
961οὐκ ἔστ’ἀνυστὸν τόνδε σοι κατακτανεῖν.
Θεραπων
Θε.
Θε.
962ἄλλως ἄρ’αὐτὸν αἰχμάλωτον εἵλομεν;
Αλκμηνη
Αλ.
Αλ.
963εἴργει δὲ δὴ τίς τόνδε μὴ θνῄσκειν νόμος;
Χορος
Χο.
Χο.
964τοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ.
Αλκμηνη
Αλ.
Αλ.
965τί δὴ τόδ’; ἐχθροὺς τοισίδ’οὐ καλὸν κτανεῖν;
Χορος
Χο.
Χο.
966οὐχ ὅντιν’ἄν γε ζῶνθ’ἕλωσιν ἐν μάχῃ.
Αλκμηνη
Αλ.
Αλ.
967καὶ ταῦτα δόξανθ’Ὕλλος ἐξηνέσχετο;
Χορος
Χο.
Χο.
968χρῆν δ’αὐτόν, οἶμαι, τῇδ’ἀπιστῆσαι χθονί;
Αλκμηνη
Αλ.
Αλ.
969χρῆν τόνδε μὴ ζῆν μη δ’ὁρᾶν † φάος ἔτι †.
Χορος
Χο.
Χο.
970τότ’ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε.
Αλκμηνη
Αλ.
Αλ.
971οὐκ οὖν ἔτ’ἐστὶν ἐν καλῷ δοῦναι δίκην;
Χορος
Χο.
Χο.
972οὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι.
Αλκμηνη
Αλ.
Αλ.
973ἔγωγε · καίτοι φημὶ κα- κἄμ’εἶναί τινα.
Χορος
Χο.
Χο.
974πολλὴν ἄρ’ἕξεις μέμψιν, εἰ δράσεις τόδε.
Αλκμηνη
Αλ.
Αλ.
975φιλῶ πόλιν τήνδ’· οὐδὲν ἀντιλεκτέον.
976τοῦτον δ’, ἐπείπερ χεῖρας ἦλθεν εἰς ἐμάς,
977οὐκ ἔστι θνητῶν ὅστις ἐξαιρήσεται.
978πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέλῃ
979καὶ τὴν φρονοῦσαν μεῖζον ἢ γυναῖκα χρὴ
980λέξει · τὸ δ’ἔργον τοῦτ’ἐμοὶ πεπράξεται.
Χορος
Χο.
Χο.
981δεινόν τι καὶ συγγνωστόν, ὦ γύναι, σ’ἔχει
982νεῖκος πρὸς ἄνδρα τόνδε, γιγνώσκω καλῶς.
Αλκμηνη
Αλ.
Αλ.
983γύναι, σάφ’ἴσθι μή με θωπεύσοντά σε,
984μη δ’ἄλλο μηδὲν τῆς ἐμῆς ψυχῆς πέρι
985λέξονθ’ὅθεν χρὴ δειλίαν ὀφλεῖν τινα.
986ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδ’ἠράμην ·
987ᾔδη γε σοὶ μὲν αὐτανέψιος γεγώς,
988τῷ σῷ δὲ παιδὶ συγγενὴς Ἡρακλέει.
989ἀλλ’εἴτ’ἔχρῃζον εἴτε μή — θεὸς γὰρ ἦν —
990Ἥρα με κάμνειν τήνδ’ἔθηκε τὴν νόσον.
991ἐπεὶ δ’ἐκείνῳ δυσμένειαν ἠράμην
992κα- κἄγνων ἀγῶνα τόνδ’ἀγωνιούμενος,
993πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμην
994καὶ πόλλ’ἔτικτον νυκτὶ συνθακῶν ἀεί,
995ὅπως διώσας καὶ κατακτείνας ἐμοὺς
996ἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβῳ,
997εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλ’ἐτητύμως
998ἄνδρ’ὄντα τὸν σὸν παῖδα · καὶ γὰρ ἐχθρὸς ὢν
999ἀκούσεται ’μοί γ’ἐσθλὰ χρηστὸς ὢν ἀνήρ.
1000κείνου δ’ἀπαλλαχθέντος οὐκ ἐχρῆν μ’ἄρα
1001μισούμενον πρὸς τῶνδε καὶ ξυνειδότα
1002ἔχθραν πατρῴαν, πάντα κινῆσαι πέτρον,
1003κτείνοντα κα- κἀκβάλλοντα καὶ τεχνώμενον;
1004τοιαῦτα δρῶντι τα- τἄμ’ἐγίγνετ’ἀσφαλῆ.
1005οὔκουν σύ γ’ἀναλαβοῦσα τὰς ἐμὰς τύχας
1006ἐχθροῦ λέοντος δυσγενῆ βλαστήματα
1007ἤλαυνες ἂν κακοῖσιν, ἀλλὰ σωφρόνως
1008εἴασας οἰκεῖν Ἄργος; οὔτιν’ἂν πίθοις.
1009νῦν οὖν ἐπειδή μ’οὐ διώλεσαν τότε
1010πρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοις
1011οὐχ ἁγνός εἰμι τῷ κτανόντι κατθανών ·
1012πόλιςτ’ἀφῆκε σωφρονοῦσα, τὸν θεὸν
1013μεῖζον τίουσα τῆς ἐμῆς ἔχθρας πολύ.
1014προσεῖπας, ἀντήκουσας · ἐντεῦθεν δὲ χρὴ
1015τὸν προστρόπαιον τόντε γενναῖον καλεῖν.
1016οὕτω γε μέντοι τα- τἄμ’ἔχεις · θανεῖν μὲν οὐ
1017χρῄζω, λιπὼν δ’ἂν οὐδὲν ἀχθοίμην βίον.
1017a[…]
1017b[…]
1017c[…] —
1018παραινέσαι σοι σμικρόν, Ἀλκμήνη, θέλω,
1019τὸν ἄνδρ’ἀφεῖναι τόνδ’, ἐπεὶ δοκεῖ πόλει.
1020τί δ’, ἢν θάνῃτε καὶ πόλει πιθώμεθα; —
1021τὰ λῷστ’ἂν εἴη · πῶς τάδ’οὖν γενήσεται;
1022ἐγὼ διδάξω ῥᾳδίως · κτανοῦσα γὰρ
1023τόνδ’εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλων
1024δώσω · τὸ γὰρ σῶμ’οὐκ ἀπιστήσω χθονί,
1025οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί.
Ευρυσθευς
Ευ.
Ευ.
1026κτεῖν’, οὐ παραιτοῦμαί σε · τήνδε δὲ πτόλιν,
1027ἐπεί μ’ἀφῆκε καὶ κατῃδέσθη κτανεῖν,
1028χρησμῷ παλαιῷ Λοξίου δωρήσομαι,
1029ὃς ὠφελήσει μείζον’ἢ δοκεῖν χρόνῳ.
1030θανόντα γάρ με θάψεθ’οὗ τὸ μόρσιμον,
1031δίας πάροιθε παρθένου Παλληνίδος ·
1032καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριος
1033μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός,
1034τοῖς τῶνδε δ’ἐκγόνοισι πολεμιώτατος,
1035ὅταν μόλωσι δεῦρο σὺν πολλῇ χερὶ
1036χάριν προδόντες τήνδε. τοιούτων ξένων
1037προύστητε. πῶς οὖν ταῦτ’ἐγὼ πεπυσμένος
1038δεῦρ’ἦλθον, ἀλλ’οὐ χρησμὸν ἠρόμην θεοῦ;
1039Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺ
1040κα- κοὐκ ἂν προδοῦναί μ’. ἀλλὰ μήτε μοι χοὰς
1041μήθ’αἷμ’ἐάσῃς εἰς ἐμὸν στάξαι τόπον.
1042κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδ’ἐγὼ
1043δώσω · διπλοῦν δὲ κέρδος ἕξετ’ἐξ ἐμοῦ,
1044ὑμᾶςτ’ὀνήσω τούσδετε βλάψω θανών.
Αλκμηνη
Αλ.
Αλ.
1045τί δῆτα μέλλετ’, εἰ πόλει σωτηρίαν
1046κατεργάσασθαι τοῖσίτ’ἐξ ἡμῶν χρεών,
1047κτείνειν τὸν ἄνδρα τόνδ’, ἀκούοντες τάδε;
1048δείκνυσι γὰρ κέλευθον ἀσφαλεστάτην ·
1049ἐχθρὸς μὲν ἁνήρ, ὠφελεῖ δὲ κατθανών.
1050κομίζετ’αὐτόν, δμῶες · εἶτα χρὴ κυσὶν
1051δοῦναι κτανόντας · μὴ γὰρ ἐλπίσῃς ὅπως
1052αὖθις πατρῴας ζῶν ἔμ’ἐκβαλεῖς χθονός.
1052a[…]
1052b[…]
1052c[…]
1052d[…]
1052e[…]
Ημιχοριον
Ημ.
Ημ.
1053τα- ταὐτὰ δοκεῖ μοι. στείχετ’, ὀπαδοί.
1054τὰ γὰρ ἐξ ἡμῶν
1055καθαρῶς ἔσται βασιλεῦσιν.