Euripides

Medea

Τροφος
Τρ.
Τρ.
1
εἴθ’ὤφελ’Ἀργοῦς μὴ διαπτάσθαι σκάφος
2
Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας,
3
μη δ’ἐν νάπαισι Πηλίου πεσεῖν ποτε
4
τμηθεῖσα πεύκη, μη δ’ἐρετμῶσαι χέρας
5
ἀνδρῶν ἀριστέων οἳ τὸ πάγχρυσον δέρος
6
Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν’ἐμὴ
7
Μήδεια πύργους γῆς ἔπλευσ’Ἰωλκίας
8
ἔρωτι θυμὸν ἐκπλαγεῖσ’Ἰάσονος ·
9
οὐ δ’ἂν κτανεῖν πείσασα Πελιάδας κόρας
10
πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν
10b
φίλωντε τῶν πρὶν ἀμπλακοῦσα καὶ πάτρας.
10c
καὶ πρὶν μὲν εἶχε κἀνθάδ’οὐ μεμπτὸν βίον
11
ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν
12
φυγὰς πολίταις ὧν ἀφίκετο χθόνα
13
αὐτῷτε πάντα ξυμφέρουσ’Ἰάσονι ·
14
ἥπερ μεγίστη γίγνεται σωτηρία,
15
ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ.
16
νῦν δ’ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα.
17
προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιντ’ἐμὴν
18
γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται,
19
γήμας Κρέοντος παῖδ’, ὃς αἰσυμνᾷ χθονός.
20
Μήδεια δ’ δύστηνος ἠτιμασμένη
21
βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιᾶς
22
πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται
23
οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ.
24
κεῖται δ’ἄσιτος, σῶμ’ὑφεῖσ’ἀλγηδόσιν,
25
τὸν πάντα συντήκουσα δακρύοις χρόνον
26
ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ’ἠδικημένη,
27
οὔτ’ὄμμ’ἐπαίρουσ’οὔτ’ἀπαλλάσσουσα γῆς
28
πρόσωπον · ὡς δὲ πέτρος θαλάσσιος
29
κλύδων ἀκούει νουθετουμένη φίλων,
30
ἢν μή ποτε στρέψασα πάλλευκον δέρην
31
αὐτὴ πρὸς αὑτὴν πατέρ’ἀποιμώξῃ φίλον
32
καὶ γαῖαν οἴκουςθ’, οὓς προδοῦσ’ἀφίκετο
33
μετ’ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει.
34
ἔγνωκε δ’ τάλαινα συμφορᾶς ὕπο
35
οἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός.
36
στυγεῖ δὲ παῖδας οὐ δ’ὁρῶσ’εὐφραίνεται.
37
δέδοικα δ’αὐτὴν μή τι βουλεύσῃ νέον ·
38
βαρεῖα γὰρ φρήν, οὐ δ’ἀνέξεται κακῶς
39
πάσχουσ’( ἐγᾦδα τήνδε) δειμαίνωτέ νιν
40
μὴ θηκτὸν ὤσῃ φάσγανον δι’ἥπατος
41
σιγῇ δόμους εἰσβᾶσ’, ἵν’ἔστρωται λέχος,
42
καὶ τυράννους τόντε γήμαντα κτάνῃ
43
κἄπειτα μείζω συμφορὰν λάβῃ τινά.
44
δεινὴ γάρ · οὔτοι ῥᾳδίως γε συμβαλὼν
45
ἔχθραν τις αὐτῇ καλλίνικος ᾁσεται.
46
ἀλλ’οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι
47
στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι
48
κακῶν · νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.
Παιδαγωγος
Πα.
Πα.
49
παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς,
50
τί πρὸς πύλαισι τήνδ’ἄγουσ’ἐρημίαν
51
ἕστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά;
52
πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;
Τροφος
Τρ.
Τρ.
53
τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος,
54
χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν
55
κακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται.
56
ἐγὼ γὰρ ἐς τοῦτ’ἐκβέβηκ’ἀλγηδόνος
57
ὥσθ’ἵμερός μ’ὑπῆλθε γῇτε κοὐρανῷ
58
λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.
Παιδαγωγος
Πα.
Πα.
59
οὔπω γὰρ τάλαινα παύεται γόων;
Τροφος
Τρ.
Τρ.
60
ζηλῶ σ’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ.
Παιδαγωγος
Πα.
Πα.
61
μῶρος, εἰ χρὴ δεσπότας εἰπεῖν τόδε ·
62
ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν.
Τροφος
Τρ.
Τρ.
63
τί δ’ἔστιν, γεραιέ; μὴ φθόνει φράσαι.
Παιδαγωγος
Πα.
Πα.
64
οὐδέν · μετέγνων καὶ τὰ πρόσθ’εἰρημένα.
Τροφος
Τρ.
Τρ.
65
μή, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν ·
66
σιγὴν γάρ, εἰ χρή, τῶνδε θήσομαι πέρι.
Παιδαγωγος
Πα.
Πα.
67
ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν,
68
πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτεροι
69
θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ,
70
ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας
71
σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς
72
Κρέων. μέντοι μῦθος εἰ σαφὴς ὅδε
73
οὐκ οἶδα · βουλοίμην δ’ἂν οὐκ εἶναι τόδε.
Τροφος
Τρ.
Τρ.
74
καὶ ταῦτ’Ἰάσων παῖδας ἐξανέξεται
75
πάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει;
Παιδαγωγος
Πα.
Πα.
76
παλαιὰ καινῶν λείπεται κηδευμάτων,
77
κοὐκ ἔστ’ἐκεῖνος τοῖσδε δώμασιν φίλος.
Τροφος
Τρ.
Τρ.
78
ἀπωλόμεσθ’ἄρ’, εἰ κακὸν προσοίσομεν
79
νέον παλαιῷ, πρὶν τόδ’ἐξηντληκέναι.
Παιδαγωγος
Πα.
Πα.
80
ἀτὰρ σύ γ’, οὐ γὰρ καιρὸς εἰδέναι τόδε
81
δέσποιναν, ἡσύχαζε καὶ σίγα λόγον.
Τροφος
Τρ.
Τρ.
82
τέκν’, ἀκούεθ’οἷος εἰς ὑμᾶς πατήρ;
83
ὄλοιτο μὲν μή · δεσπότης γάρ ἐστ’ἐμός ·
84
ἀτὰρ κακός γ’ὢν ἐς φίλους ἁλίσκεται.
Παιδαγωγος
Πα.
Πα.
85
τίς δ’οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε,
86
ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ,
87
οἱ μὲν δικαίως, οἱ δὲ καὶ κέρδους χάριν
88
εἰ τούσδε γ’εὐνῆς οὕνεκ’οὐ στέργει πατήρ;
Τροφος
Τρ.
Τρ.
89
ἴτ’, εὖ γὰρ ἔσται, δωμάτων ἔσω, τέκνα.
90
σὺ δ’ὡς μάλιστα τούσδ’ἐρημώσας ἔχε
91
καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ.
92
ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην
93
τοῖσδ’, ὥς τι δρασείουσαν · οὐ δὲ παύσεται
94
χόλου, σάφ’οἶδα, πρὶν κατασκῆψαί τινι.
95
ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι.
Μηδεια
Μη.
Μη.
96
ἰώ,
97
δύστανος ἐγὼ μελέατε πόνων,
98
ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν;
Τροφος
Τρ.
Τρ.
99
τόδ’ἐκεῖνο, φίλοι παῖδες · μήτηρ
100
κινεῖ κραδίαν, κινεῖ δὲ χόλον. σπεύδετε θᾶσσον δώματος εἴσω
101
καὶ μὴ πελάσητ’ὄμματος ἐγγὺς
102
μη δὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθ’
103
ἄγριον ἦθος στυγεράντε φύσιν
104
φρενὸς αὐθάδους.
105
ἴτε νυν, χωρεῖθ’ὡς τάχος εἴσω ·
106
δῆλον ἀπ’ἀρχῆς ἐξαιρόμενον
107
νέφος οἰμωγῆς ὡς τάχ’ἀνάψει
108
μείζονι θυμῷ · τί ποτ’ἐργάσεται
109
μεγαλόσπλαγχνος δυσκατάπαυστος
110
ψυχὴ δηχθεῖσα κακοῖσιν;
Μηδεια
Μη.
Μη.
111
αἰαῖ,
112
ἔπαθον τλάμων ἔπαθον μεγάλων
113
ἄξι’ὀδυρμῶν. κατάρατοι
114
παῖδες ὄλοισθε στυγερᾶς ματρὸς
115
σὺν πατρί, καὶ πᾶς δόμος ἔρροι.
Τροφος
Τρ.
Τρ.
115
ἰώ μοί μοι, ἰὼ τλήμων.
116
τί δέ σοι παῖδες πατρὸς ἀμπλακίας
117
μετέχουσι; τί τούσδ’ἔχθεις; οἴμοι,
118
τέκνα, μή τι πάθηθ’ὡς ὑπεραλγῶ.
119
δεινὰ τυράννων λήματα καί πως
120
ὀλίγ’ἀρχόμενοι, πολλὰ κρατοῦντες
121
χαλεπῶς ὀργὰς μεταβάλλουσιν.
122
τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ’ἴσοισιν
123
κρεῖσσον · ἐμοὶ γοῦν ἐπὶ μὴ μεγάλοις
124
ὀχυρῶςτ’εἴη καταγηράσκειν.
125
τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν
126
τοὔνομα νικᾷ, χρῆσθαίτε μακρῷ
127
λῷστα βροτοῖσιν · τὰ δ’ὑπερβάλλοντ’
128
οὐδένα καιρὸν δύναται θνητοῖς,
129
μείζους δ’ἄτας, ὅταν ὀργισθῇ
130
δαίμων οἴκοις, ἀπέδωκεν.
Χορος
Χο.
Χο.
131
ἔκλυον φωνάν, ἔκλυον δὲ βοὰν
132
τᾶς δυστάνου
133
Κολχίδος · οὐδέπω ἤπιος;
134
ἀλλ’ γεραιά, λέξον. ἀπ’ἀμφιπόλου
135
γὰρ ἔσω μελάθρου βοᾶν
136
ἔκλυον, οὐ δὲ συνήδομαι, γύναι, ἄλγεσι
137
δώματος, ἐπεί μοι φιλία κέκραται.
Τροφος
Τρ.
Τρ.
138
οὐκ εἰσὶ δόμοι · φροῦδα τάδ’ἤδη.
140
τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων,
141
δ’ἐν θαλάμοις τήκει βιοτὴν
142
δέσποινα, φίλων οὐδενὸς οὐδὲν
143
παραθαλπομένη φρένα μύθοις.
Μηδεια
Μη.
Μη.
144
αἰαῖ,
145
διά μου κεφαλᾶς φλὸξ οὐρανία βαίη · τί δέ μοι ζῆν ἔτι κέρδος;
146
φεῦ φεῦ · θανάτῳ καταλυσαίμαν
147
βιοτὰν στυγερὰν προλιποῦσα.
Χορος
Χο.
Χο.
148
ἄιες, Ζεῦ καὶ γᾶ καὶ φῶς,
149
ἀχὰν οἵαν δύστανος
150
μέλπει νύμφα;
151
τίς σοί ποτε τᾶς
152
ἀπλάτου κοίτας ἔρος, ματαία;
153
σπεύσει θανάτου
154
τελευτά · μηδὲν τόδε λίσσου.
155
εἰ δὲ σὸς πόσις
156
καινὰ λέχη
157
σεβίζει, κείνῳ τόδε μὴ χαράσσου ·
158
Ζεύς σοι τάδε συνδικήσει.
159
μὴ λίαν
160
τάκου δυρομένα σὸν εὐνάταν.
Μηδεια
Μη.
Μη.
160
μεγάλα Θέμι καὶ πότνι’Ἄρτεμι,
161
λεύσσεθ’ πάσχω, μεγάλοις ὅρκοις
162
ἐνδησαμένα τὸν κατάρατον
163
πόσιν; ὅν ποτ’ἐγὼ νύμφαντ’ἐσίδοιμ’
164
αὐτοῖς μελάθροις διακναιομένους,
165
οἷ’ἐμὲ πρόσθεν τολμῶσ’ἀδικεῖν.
166
πάτερ, πόλις, ὧν κάσιν αἰσχρῶς
167
τὸν ἐμὸν κτείνασ’ἀπενάσθην.
Τροφος
Τρ.
Τρ.
168
κλύεθ’οἷα λέγει κἀπιβοᾶται
169
Θέμιν εὐκταίαν Ζηνός, ὃς ὅρκων
170
θνητοῖς ταμίας νενόμισται;
171
οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷ
172
δέσποινα χόλον καταπαύσει.
Χορος
Χο.
Χο.
173
πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν
174
ἔλθοι μύθωντ’αὐδαθέντων
175
δέξαιτ’ὀμφάν,
176
εἴ πως βαρύθυμον
177
ὀργὰν καὶ λῆμα φρενῶν μεθείη;
178
μήτοι τό γ’ἐμὸν
179
πρόθυμον φίλοισιν ἀπέστω.
180
ἀλλὰ βᾶσά νιν
180b
δεῦρο πόρευσον
181
οἴκων ἔξω · φίλα καὶ τάδ’αὔδα,
182
σπεύσασά τι πρὶν κακῶσαι
182b
τοὺς ἔσω ·
183
πένθος γὰρ μεγάλως τόδ’ὁρμᾶται.
Τροφος
Τρ.
Τρ.
184
δράσω τάδ’· ἀτὰρ φόβος εἰ πείσω
185
δέσποιναν ἐμήν ·
186
μόχθου δὲ χάριν τήνδ’ἐπιδώσω.
187
καίτοι τοκάδος δέργμα λεαίνης
188
ἀποταυροῦται δμωσίν, ὅταν τις
189
μῦθον προφέρων πέλας ὁρμηθῇ.
190
σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺς
191
τοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις,
192
οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαις
193
ἐπίτ’εἰλαπίναις καὶ παρὰ δείπνοις
194
ηὕροντο βίῳ τερπνὰς ἀκοάς ·
195
στυγίους δὲ βροτῶν οὐδεὶς λύπας
196
ηὕρετο μούσῃ καὶ πολυχόρδοις
197
ᾠδαῖς παύειν, ἐξ ὧν θάνατοι
198
δειναίτε τύχαι σφάλλουσι δόμους.
199
καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι
200
μολπαῖσι βροτούς · ἵνα δ’εὔδειπνοι
201
δαῖτες, τί μάτην τείνουσι βοήν;
202
τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ’αὑτοῦ
203
δαιτὸς πλήρωμα βροτοῖσιν.
Χορος
Χο.
Χο.
205
ἰαχὰν ἄιον πολύστονον
206
γόων, λιγυρὰ δ’ἄχεα μογερὰ
207
βοᾷ τὸν ἐν λέχει προδόταν κακόνυμφον ·
208
θεοκλυτεῖ δ’ἄδικα πάθη
209
παθοῦσα τὰν Ζηνὸς
210
ὁρκίαν Θέμιν, νιν ἔβασεν Ἑλλάδ’ἐς ἀντίπορον
211
δι’ἅλα νύχιον ἐφ’ἁλμυρὰν
212
Πόντου κλῇδ’ἀπέρατον.
Μηδεια
Μη.
Μη.
213
Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων
215
μή μοί τι μέμψησθ’· οἶδα γὰρ πολλοὺς βροτῶν
216
σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο,
217
τοὺς δ’ἐν θυραίοις · οἱ δ’ἀφ’ἡσύχου ποδὸς
218
δύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν.
219
δίκη γὰρ οὐκ ἔνεστ’ἐν ὀφθαλμοῖς βροτῶν,
220
ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς
221
στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος.
222
χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει ·
223
οὐ δ’ἀστὸν ᾔνεσ’ὅστις αὐθάδης γεγὼς
224
πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο.
225
ἐμοὶ δ’ἄελπτον πρᾶγμα προσπεσὸν τόδε
226
ψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίου
227
χάριν μεθεῖσα κατθανεῖν χρῄζω, φίλαι.
228
ἐν γὰρ ἦν μοι πάντα, γιγνώσκω καλῶς,
229
κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις.
230
πάντων δ’ὅσ’ἔστ’ἔμψυχα καὶ γνώμην ἔχει
231
γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν ·
232
ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ
233
πόσιν πρίασθαι, δεσπότηντε σώματος
234
λαβεῖν · κακοῦ γὰρ τοῦτ’ἔτ’ἄλγιον κακόν.
235
κἀν τῷδ’ἀγὼν μέγιστος, κακὸν λαβεῖν
236
χρηστόν · οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ
237
γυναιξὶν οὐ δ’οἷόντ’ἀνήνασθαι πόσιν.
238
ἐς καινὰ δ’ἤθη καὶ νόμους ἀφιγμένην
239
δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν,
240
ὅπως ἄριστα χρήσεται ξυνευνέτῃ.
241
κἂν μὲν τάδ’ἡμῖν ἐκπονουμέναισιν εὖ
242
πόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν,
243
ζηλωτὸς αἰών · εἰ δὲ μή, θανεῖν χρεών.
244
ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών,
245
ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης
246
πρὸς φίλον τιν’ πρὸς ἥλικα τραπείς ·
247
ἡμῖν δ’ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν.
248
λέγουσι δ’ἡμᾶς ὡς ἀκίνδυνον βίον
249
ζῶμεν κατ’οἴκους, οἱ δὲ μάρνανται δορί,
250
κακῶς φρονοῦντες · ὡς τρὶς ἂν παρ’ἀσπίδα
251
στῆναι θέλοιμ’ἂν μᾶλλον τεκεῖν ἅπαξ.
252
ἀλλ’οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ἥκει λόγος ·
253
σοὶ μὲν πόλιςθ’ἥδ’ἐστὶ καὶ πατρὸς δόμοι
254
βίουτ’ὄνησις καὶ φίλων συνουσία,
255
ἐγὼ δ’ἔρημος ἄπολις οὖσ’ὑβρίζομαι
256
πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη,
257
οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ
258
μεθορμίσασθαι τῆσδ’ἔχουσα συμφορᾶς.
259
τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι,
260
ἤν μοι πόρος τις μηχανήτ’ἐξευρεθῇ
261
πόσιν δίκην τῶνδ’ἀντιτείσασθαι κακῶν
262
τὸν δόντατ’αὐτῷ θυγατέρ’τ’ἐγήματο,
263
σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα
264
κακήτ’ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν ·
265
ὅταν δ’ἐς εὐνὴν ἠδικημένη κυρῇ,
266
οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα.
Χορος
Χο.
Χο.
267
δράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν,
268
Μήδεια. πενθεῖν δ’οὔ σε θαυμάζω τύχας.
269
ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ἄνακτα γῆς,
270
στείχοντα, καινῶν ἄγγελον βουλευμάτων.
Κρεων
Κρ.
Κρ.
271
σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην,
272
Μήδει’, ἀνεῖπον τῆσδε γῆς ἔξω περᾶν
273
φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα,
274
καὶ μή τι μέλλειν · ὡς ἐγὼ βραβεὺς λόγου
275
τοῦδ’εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν
276
πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω.
Μηδεια
Μη.
Μη.
277
αἰαῖ · πανώλης τάλαιν’ἀπόλλυμαι ·
278
ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων,
279
κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις.
280
ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ’ὅμως ·
281
τίνος μ’ἕκατι γῆς ἀποστέλλεις, Κρέον;
Κρεων
Κρ.
Κρ.
282
δέδοικά σ’(οὐδὲν δεῖ παραμπίσχειν λόγους)
283
μή μοί τι δράσῃς παῖδ’ἀνήκεστον κακόν.
284
συμβάλλεται δὲ πολλὰ τοῦδε δείγματα ·
285
σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις,
286
λυπῇ δὲ λέκτρων ἀνδρὸς ἐστερημένη.
287
κλύω δ’ἀπειλεῖν σ’, ὡς ἀπαγγέλλουσί μοι,
288
τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην
289
δράσειν τι. ταῦτ’οὖν πρὶν παθεῖν φυλάξομαι.
290
κρεῖσσον δέ μοι νῦν πρός σ’ἀπεχθέσθαι, γύναι,
291
μαλθακισθένθ’ὕστερον μεταστένειν.
Μηδεια
Μη.
Μη.
292
φεῦ φεῦ.
293
οὐ νῦν με πρῶτον ἀλλὰ πολλάκις, Κρέον,
294
ἔβλαψε δόξα μεγάλατ’εἴργασται κακά.
295
χρὴ δ’οὔποθ’ὅστις ἀρτίφρων πέφυκ’ἀνὴρ παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς ·
296
χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας
297
φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ.
298
σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ
299
δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι ·
300
τῶν δ’αὖ δοκούντων εἰδέναι τι ποικίλον
301
κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ.
302
ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης ·
303
σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ἐπίφθονος,
304
τοῖς δ’ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου,
305
τοῖς δ’αὖ προσάντης · εἰμὶ δ’οὐκ ἄγαν σοφή,
306
σὺ δ’αὖ φοβῇ με · μὴ τί πλημμελὲς πάθῃς;
307
οὐχ ὧδ’ἔχει μοι, μὴ τρέσῃς ἡμᾶς, Κρέον,
308
ὥστ’ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν.
309
σὺ γὰρ τί μ’ἠδίκηκας; ἐξέδου κόρην
310
ὅτῳ σε θυμὸς ἦγεν. ἀλλ’ἐμὸν πόσιν
311
μισῶ · σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε.
312
καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν ·
313
νυμφεύετ’, εὖ πράσσοιτε · τήνδε δὲ χθόνα
314
ἐᾶτέ μ’οἰκεῖν. καὶ γὰρ ἠδικημένοι
315
σιγησόμεσθα, κρεισσόνων νικώμενοι.
Κρεων
Κρ.
Κρ.
316
λέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ἔσω φρενῶν
317
ὀρρωδία μοι μή τι βουλεύσῃς κακόν,
318
τοσῷδε δ’ἧσσον πάρος πέποιθά σοι ·
319
γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’αὔτως ἀνήρ,
320
ῥᾴων φυλάσσειν σιωπηλὸς σοφή.
321
ἀλλ’ἔξιθ’ὡς τάχιστα, μὴ λόγους λέγε ·
322
ὡς ταῦτ’ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπως
323
μενεῖς παρ’ἡμῖν οὖσα δυσμενὴς ἐμοί.
Μηδεια
Μη.
Μη.
324
μή, πρός σε γονάτων τῆςτε νεογάμου κόρης.
Κρεων
Κρ.
Κρ.
325
λόγους ἀναλοῖς · οὐ γὰρ ἂν πείσαις ποτέ.
Μηδεια
Μη.
Μη.
326
ἀλλ’ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς;
Κρεων
Κρ.
Κρ.
327
φιλῶ γὰρ οὐ σὲ μᾶλλον δόμους ἐμούς.
Μηδεια
Μη.
Μη.
328
πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω.
Κρεων
Κρ.
Κρ.
329
πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ.
Μηδεια
Μη.
Μη.
330
φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα.
Κρεων
Κρ.
Κρ.
331
ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι.
Μηδεια
Μη.
Μη.
332
Ζεῦ, μὴ λάθοι σε τῶνδ’ὃς αἴτιος κακῶν.
Κρεων
Κρ.
Κρ.
333
ἕρπ’, ματαία, καί μ’ἀπάλλαξον πόνων.
Μηδεια
Μη.
Μη.
334
πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα.
Κρεων
Κρ.
Κρ.
335
τάχ’ἐξ ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ.
Μηδεια
Μη.
Μη.
336
μὴ δῆτα τοῦτό γ’, ἀλλά σ’ἄντομαι, Κρέον.
Κρεων
Κρ.
Κρ.
337
ὄχλον παρέξεις, ὡς ἔοικας, γύναι.
Μηδεια
Μη.
Μη.
338
φευξούμεθ’· οὐ τοῦθ’ἱκέτευσα σοῦ τυχεῖν.
Κρεων
Κρ.
Κρ.
339
τί δαὶ βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός;
Μηδεια
Μη.
Μη.
340
μίαν με μεῖναι τήνδ’ἔασον ἡμέραν
341
καὶ ξυμπερᾶναι φροντίδ’ φευξούμεθα,
342
παισίντ’ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ
343
οὐδὲν προτιμᾷ, μηχανήσασθαί τινα.
344
οἴκτιρε δ’αὐτούς · καὶ σύ τοι παίδων πατὴρ
345
πέφυκας · εἰκὸς δέ σφιν εὔνοιάν σ’ἔχειν.
346
τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα,
347
κείνους δὲ κλαίω συμφορᾷ κεχρημένους.
Κρεων
Κρ.
Κρ.
348
ἥκιστα τοὐμὸν λῆμ’ἔφυ τυραννικόν,
349
αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα ·
350
καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι,
351
ὅμως δὲ τεύξῃ τοῦδε. προυννέπω δέ σοι,
352
εἴ σ’ ’πιοῦσα λαμπὰς ὄψεται θεοῦ
353
καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός,
354
θανῇ · λέλεκται μῦθος ἀψευδὴς ὅδε.
355
νῦν δ’, εἰ μένειν δεῖ, μίμν’ἐφ’ἡμέραν μίαν ·
356
οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ’ἔχει.
Χορος
Χο.
Χο.
357
δύστανε γύναι,
358
φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων.
359
ποῖ ποτε τρέψῃ; τίνα προξενίαν
360
δόμον χθόνα σωτῆρα κακῶν
361
ἐξευρήσεις; ὡς εἰς ἄπορόν σε κλύδωνα θεός,
362
Μήδεια, κακῶν ἐπόρευσεν.
Μηδεια
Μη.
Μη.
363
κακῶς πέπρακται πανταχῇ · τίς ἀντερεῖ;
365
ἀλλ’οὔτι ταύτῃ ταῦτα, μὴ δοκεῖτέ πω,
366
μέλλει τελευτᾶν εἴ τι τῇ τέχνῃ σθένω.
367
ἔτ’εἴσ’ἀγῶνες τοῖς νεωστὶ νυμφίοις
368
καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι.
369
δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε
370
εἰ μή τι κερδαίνουσαν τεχνωμένην; οὐ δ’ἂν προσεῖπον οὐ δ’ἂν ἡψάμην χεροῖν.
371
δ’ἐς τοσοῦτον μωρίας ἀφίκετο,
372
ὥστ’, ἐξὸν αὐτῷ τἄμ’ἑλεῖν βουλεύματα
373
γῆς ἐκβαλόντι, τήνδ’ἐφῆκεν ἡμέραν
374
μεῖναί μ’, ἐν τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς
375
θήσω, πατέρατε καὶ κόρην πόσιντ’ἐμόν.
376
πολλὰς δ’ἔχουσα θανασίμους αὐτοῖς ὁδούς,
377
οὐκ οἶδ’ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι ·
378
πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί,
379
θηκτὸν ὤσω φάσγανον δι’ἥπατος,
380
σιγῇ δόμους ἐσβᾶσ’, ἵν’ἔστρωται λέχος;
381
ἀλλ’ἕν τί μοι πρόσαντες · εἰ ληφθήσομαι
382
δόμους ὑπερβαίνουσα καὶ τεχνωμένη,
383
θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων.
384
κράτιστα τὴν εὐθεῖαν, πεφύκαμεν
385
σοφοὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν.
386
εἶεν · καὶ δὴ τεθνᾶσι · τίς με δέξεται πόλις;
387
τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους
388
ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας;
389
οὐκ ἔστι. μείνασ’οὖν ἔτι σμικρὸν χρόνον,
390
ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ,
391
δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον ·
392
ἢν δ’ἐξελαύνῃ ξυμφορά μ’ἀμήχανος,
393
αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν,
394
κτενῶ σφε, τόλμης δ’εἶμι πρὸς τὸ καρτερόν.
395
οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω
396
μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην,
397
Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς,
398
χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.
399
πικροὺς δ’ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους,
400
πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός.
401
ἀλλ’εἶα φείδου μηδὲν ὧν ἐπίστασαι,
402
Μήδεια, βουλεύουσα καὶ τεχνωμένη ·
403
ἕρπ’ἐς τὸ δεινόν · νῦν ἀγὼν εὐψυχίας.
404
ὁρᾷς πάσχεις; οὐ γέλωτα δεῖ σ’ὀφλεῖν
405
τοῖς Σισυφείοις τοῖσδ’Ἰάσονος γάμοις,
406
γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίουτ’ἄπο.
407
ἐπίστασαι δέ · πρὸς δὲ καὶ πεφύκαμεν
408
γυναῖκες, ἐς μὲν ἔσθλ’ἀμηχανώταται,
409
κακῶν δὲ πάντων τέκτονες σοφώταται.
Χορος
Χο.
Χο.
410
ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί,
411
καὶ δίκα καὶ πάντα πάλιν στρέφεται ·
412
ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ’
413
οὐκέτι πίστις ἄραρεν.
415
τὰν δ’ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι ·
416
ἔρχεται τιμὰ γυναικείῳ γένει ·
417
οὐκέτι δυσκέλαδος
420
φάμα γυναῖκας ἕξει.
421
μοῦσαι δὲ παλαιγενέων λήξουσ’ἀοιδῶν
422
τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν.
423
οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ λύρας
425
ὤπασε θέσπιν ἀοιδὰν
426
Φοῖβος ἁγήτωρ μελέων · ἐπεὶ ἀντάχησ’ἂν ὕμνον
427
ἀρσένων γέννᾳ. μακρὸς δ’αἰὼν ἔχει
428
πολλὰ μὲν ἁμετέραν
430
ἀνδρῶντε μοῖραν εἰπεῖν.
431
σὺ δ’ἐκ μὲν οἴκων πατρίων ἔπλευσας
432
μαινομένᾳ κραδίᾳ διδύμους ὁρίσασα
435
Πόντου πέτρας · ἐπὶ δὲ ξένᾳ
436
ναίεις χθονί, τᾶς
437
ἀνάνδρου κοίτας ὀλέσασα λέκτρον,
438
τάλαινα, φυγὰς δὲ
438b
χώρας ἄτιμος ἐλαύνῃ.
439
βέβακε δ’ὅρκων χάρις, οὐ δ’ἔτ’αἰδὼς
440
Ἑλλάδι τᾷ μεγάλᾳ μένει, αἰθερία δ’
441
ἀνέπτα. σοὶ δ’οὔτε πατρὸς δόμοι,
442
δύστανε,
443
μεθορμίσασθαι μόχθων πάρα, σῶντε λέκτρων
444
ἄλλα βασίλεια
445
κρείσσων δόμοισιν ἐπέστα.
Ιασων
Ια.
Ια.
446
οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις
447
τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν.
448
σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν
449
κούφως φερούσῃ κρεισσόνων βουλεύματα,
450
λόγων ματαίων οὕνεκ’ἐκπεσῇ χθονός.
451
κἀμοὶ μὲν οὐδὲν πρᾶγμα · μὴ παύσῃ ποτὲ
452
λέγουσ’Ἰάσον’ὡς κάκιστός ἐστ’ἀνήρ.
453
δ’ἐς τυράννους ἐστί σοι λελεγμένα,
454
πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ.
455
κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων
456
ὀργὰς ἀφῄρουν καί σ’ἐβουλόμην μένειν ·
457
σὺ δ’οὐκ ἀνίεις μωρίας, λέγουσ’ἀεὶ
458
κακῶς τυράννους · τοιγὰρ ἐκπεσῇ χθονός.
459
ὅμως δὲ κἀκ τῶνδ’οὐκ ἀπειρηκὼς φίλοις
460
ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι,
461
ὡς μήτ’ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃς
462
μήτ’ἐνδεής του · πόλλ’ἐφέλκεται φυγὴ
463
κακὰ ξὺν αὑτῇ. καὶ γὰρ εἰ σύ με στυγεῖς,
464
οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε.
Μηδεια
Μη.
Μη.
465
παγκάκιστε, τοῦτο γάρ σ’εἰπεῖν ἔχω
466
γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν,
467
ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς
468
θεοῖςτε κἀμοὶ παντίτ’ἀνθρώπων γένει;
469
οὔτοι θράσος τόδ’ἐστὶν οὐ δ’εὐτολμία,
470
φίλους κακῶς δράσαντ’ἐναντίον βλέπειν,
471
ἀλλ’ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων
472
πασῶν, ἀναίδει’. εὖ δ’ἐποίησας μολών ·
473
ἐγώτε γὰρ λέξασα κουφισθήσομαι
474
ψυχὴν κακῶς σὲ καὶ σὺ λυπήσῃ κλύων.
475
ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν ·
476
ἔσωσά σ’, ὡς ἴσασιν Ἑλλήνων ὅσοι
477
ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος,
478
πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην
479
ζεύγλαισι καὶ σπεροῦντα θανάσιμον γύην ·
480
δράκοντάθ’, ὃς πάγχρυσον ἀμπέχων δέρος
481
σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν,
482
κτείνασ’ἀνέσχον σοὶ φάος σωτήριον.
483
αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ’ἐμοὺς
484
τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην
485
σὺν σοί, πρόθυμος μᾶλλον σοφωτέρα ·
486
Πελίαντ’ἀπέκτειν’, ὥσπερ ἄλγιστον θανεῖν,
487
παίδων ὕπ’αὐτοῦ, πάντατ’ἐξεῖλον δόμον.
488
καὶ ταῦθ’ὑφ’ἡμῶν, κάκιστ’ἀνδρῶν, παθὼν
489
προύδωκας ἡμᾶς, καινὰ δ’ἐκτήσω λέχη,
490
παίδων γεγώτων · εἰ γὰρ ἦσθ’ἄπαις ἔτι,
491
συγγνώστ’ἂν ἦν σοι τοῦδ’ἐρασθῆναι λέχους.
492
ὅρκων δὲ φρούδη πίστις, οὐ δ’ἔχω μαθεῖν
493
εἰ θεοὺς νομίζεις τοὺς τότ’οὐκ ἄρχειν ἔτι
494
καινὰ κεῖσθαι θέσμι’ἀνθρώποις τὰ νῦν,
495
ἐπεὶ σύνοισθά γ’εἰς ἔμ’οὐκ εὔορκος ὤν.
496
φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ’ἐλαμβάνου
497
καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρῴσμεθα
498
κακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ’ἡμάρτομεν.
499
ἄγ’, ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσομαι
500
(δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς;
501
ὅμως δ’, ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ) ·
502
νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους,
503
οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην;
504
πρὸς ταλαίνας Πελιάδας; καλῶς γ’ἂν οὖν
505
δέξαιντό μ’οἴκοις ὧν πατέρα κατέκτανον.
506
ἔχει γὰρ οὕτω · τοῖς μὲν οἴκοθεν φίλοις
507
ἐχθρὰ καθέστηχ’, οὓς δέ μ’οὐκ ἐχρῆν κακῶς
508
δρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω.
509
τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων
510
ἔθηκας ἀντὶ τῶνδε · θαυμαστὸν δέ σε
511
ἔχω πόσιν καὶ πιστὸν τάλαιν’ἐγώ,
512
εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη,
513
φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις ·
514
καλόν γ’ὄνειδος τῷ νεωστὶ νυμφίῳ,
515
πτωχοὺς ἀλᾶσθαι παῖδας τ’ἔσωσά σε.
516
Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος
517
τεκμήρι’ἀνθρώποισιν ὤπασας σαφῆ,
518
ἀνδρῶν δ’ὅτῳ χρὴ τὸν κακὸν διειδέναι
519
οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι;
Χορος
Χο.
Χο.
520
δεινή τις ὀργὴ καὶ δυσίατος πέλει,
521
ὅταν φίλοι φίλοισι συμβάλωσ’ἔριν.
Ιασων
Ια.
Ια.
522
δεῖ μ’, ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν,
523
ἀλλ’ὥστε ναὸς κεδνὸν οἰακοστρόφον
524
ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν
525
τὴν σὴν στόμαργον, γύναι, γλωσσαλγίαν.
526
ἐγὼ δ’, ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν,
527
Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας
528
σώτειραν εἶναι θεῶντε κἀνθρώπων μόνην.
529
σοὶ δ’ἔστι μὲν νοῦς λεπτός ἀλλ’ἐπίφθονος
530
λόγος διελθεῖν, ὡς Ἔρως σ’ἠνάγκασεν
531
τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῶσαι δέμας.
532
ἀλλ’οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν ·
533
ὅπῃ γὰρ οὖν ὤνησας οὐ κακῶς ἔχει.
534
μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας
535
εἴληφας δέδωκας, ὡς ἐγὼ φράσω.
536
πρῶτον μὲν Ἑλλάδ’ἀντὶ βαρβάρου χθονὸς
537
γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι
538
νόμοιςτε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν ·
539
πάντες δέ σ’ᾔσθοντ’οὖσαν Ἕλληνες σοφὴν
540
καὶ δόξαν ἔσχες · εἰ δὲ γῆς ἐπ’ἐσχάτοις
541
ὅροισιν ᾤκεις, οὐκ ἂν ἦν λόγος σέθεν.
542
εἴη δ’ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις
543
μήτ’Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος,
544
εἰ μὴ ’πίσημος τύχη γένοιτό μοι.
545
τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι
546
ἔλεξ’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
547
δ’ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας,
548
ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς,
549
ἔπειτα σώφρων, εἶτα σοὶ μέγας φίλος
550
καὶ παισὶ τοῖς ἐμοῖσιν ἀλλ’ἔχ’ἥσυχος.
551
ἐπεὶ μετέστην δεῦρ’Ἰωλκίας χθονὸς
552
πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους,
553
τί τοῦδ’ἂν εὕρημ’ηὗρον εὐτυχέστερον
554
παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς;
555
οὐχ, σὺ κνίζῃ, σὸν μὲν ἐχθαίρων λέχος
556
καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος
557
οὐ δ’εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων ·
558
ἅλις γὰρ οἱ γεγῶτες οὐ δὲ μέμφομαι ·
559
ἀλλ’ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς
560
καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτι
561
πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλον,
562
παῖδας δὲ θρέψαιμ’ἀξίως δόμων ἐμῶν
563
σπείραςτ’ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις
564
ἐς ταὐτὸ θείην, καὶ ξυναρτήσας γένος
565
εὐδαιμονοίην. σοίτε γὰρ παίδων τί δεῖ;
566
ἐμοίτε λύει τοῖσι μέλλουσιν τέκνοις
567
τὰ ζῶντ’ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς;
568
οὐ δ’ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος.
569
ἀλλ’ἐς τοσοῦτον ἥκεθ’ὥστ’ὀρθουμένης
570
εὐνῆς γυναῖκες πάντ’ἔχειν νομίζετε,
571
ἢν δ’αὖ γένηται ξυμφορά τις ἐς λέχος,
572
τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα
573
τίθεσθε. χρῆν τἄρ’ἄλλοθέν ποθεν βροτοὺς
574
παῖδας τεκνοῦσθαι, θῆλυ δ’οὐκ εἶναι γένος ·
575
χοὔτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν.
Χορος
Χο.
Χο.
576
Ἰᾶσον, εὖ μὲν τούσδ’ἐκόσμησας λόγους ·
577
ὅμως δ’ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ,
578
δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν.
Μηδεια
Μη.
Μη.
579
πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν ·
580
ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν
581
πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει ·
582
γλώσσῃ γὰρ αὐχῶν τἄδικ’εὖ περιστελεῖν
583
τολμᾷ πανουργεῖν · ἔστι δ’οὐκ ἄγαν σοφός.
584
ὡς καὶ σύ · μή νυν εἰς ἔμ’εὐσχήμων γένῃ
585
λέγειντε δεινός. ἓν γὰρ ἐκτενεῖ σ’ἔπος ·
586
χρῆν σ’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά με
587
γαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῇ φίλων.
Ιασων
Ια.
Ια.
588
καλῶς γ’ἄν, οἶμαι, τῷδ’ὑπηρέτεις λόγῳ,
589
εἴ σοι γάμον κατεῖπον, ἥτις οὐ δὲ νῦν
590
τολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον.
Μηδεια
Μη.
Μη.
591
οὐ τοῦτό σ’εἶχεν, ἀλλὰ βάρβαρον λέχος
592
πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι.
Ιασων
Ια.
Ια.
593
εὖ νυν τόδ’ἴσθι, μὴ γυναικὸς οὕνεκα
594
γῆμαί με λέκτρα βασιλέων νῦν ἔχω,
595
ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῶσαι θέλων
596
σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους
597
φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασιν.
Μηδεια
Μη.
Μη.
598
μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος
599
μη δ’ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα.
Ιασων
Ια.
Ια.
600
οἶσθ’ὡς μετεύξῃ καὶ σοφωτέρα φανῇ;
601
τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαί ποτε,
602
μη δ’εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν.
Μηδεια
Μη.
Μη.
603
ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ἀποστροφή,
604
ἐγὼ δ’ἔρημος τήνδε φευξοῦμαι χθόνα.
Ιασων
Ια.
Ια.
605
αὐτὴ τάδ’εἵλου · μηδέν’ἄλλον αἰτιῶ.
Μηδεια
Μη.
Μη.
606
τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε;
Ιασων
Ια.
Ια.
607
ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη.
Μηδεια
Μη.
Μη.
608
καὶ σοῖς ἀραία γ’οὖσα τυγχάνω δόμοις.
Ιασων
Ια.
Ια.
609
ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα.
610
ἀλλ’, εἴ τι βούλῃ παισὶν σαυτῇ φυγῆς
611
προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν,
612
λέγ’· ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶ
613
ξένοιςτε πέμπειν σύμβολ’, οἳ δράσουσί σ’εὖ.
614
καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι ·
615
λήξασα δ’ὀργῆς κερδανεῖς ἀμείνονα.
Μηδεια
Μη.
Μη.
616
οὔτ’ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ’ἂν
617
οὔτ’ἄν τι δεξαίμεσθα, μη δ’ἡμῖν δίδου ·
618
κακοῦ γὰρ ἀνδρὸς δῶρ’ὄνησιν οὐκ ἔχει.
Ιασων
Ια.
Ια.
619
ἀλλ’οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι
620
ὡς πάνθ’ὑπουργεῖν σοίτε καὶ τέκνοις θέλω ·
621
σοὶ δ’οὐκ ἀρέσκει τἀγάθ’, ἀλλ’αὐθαδίᾳ
622
φίλους ἀπωθῇ · τοιγὰρ ἀλγυνῇ πλέον.
Μηδεια
Μη.
Μη.
623
χώρει · πόθῳ γὰρ τῆς νεοδμήτου κόρης
624
αἱρῇ χρονίζων δωμάτων ἐξώπιος.
625
νύμφευ’· ἴσως γάρ σὺν θεῷ δ’εἰρήσεται
626
γαμεῖς τοιοῦτον ὥστε θρηνεῖσθαι γάμον.
Χορος
Χο.
Χο.
627
ἔρωτες ὑπὲρ μὲν ἄγαν ἐλθόντες οὐκ εὐδοξίαν
630
οὐ δ’ἀρετὰν παρέδωκαν ἀνδράσιν · εἰ δ’ἅλις ἔλθοι
631
Κύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτως.
632
μήποτ’, δέσποιν’, ἐπ’ἐμοὶ χρυσέων
633
τόξων ἀφείης ἱμέρῳ
635
χρίσασ’ἄφυκτον οἰστόν.
636
στέργοι δέ με σωφροσύνα, δώρημα κάλλιστον θεῶν ·
637
μη δέ ποτ’ἀμφιλόγους ὀργὰς ἀκόρεστάτε νείκη
640
θυμὸν ἐκπλήξασ’ἑτέροις ἐπὶ λέκτροις
641
προσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ’
642
εὐνὰς σεβίζουσ’ὀξύφρων
643
κρίνοι λέχη γυναικῶν.
645
πατρίς, δώματα, μὴ
646
δῆτ’ἄπολις γενοίμαν
647
τὸν ἀμηχανίας ἔχουσα
648
δυσπέρατον αἰῶ,
649
οἰκτρότατόν γ’ἀχέων.
650
θανάτῳ θανάτῳ πάρος δαμείην
651
ἁμέραν τάνδ’ἐξανύσασα ·
652
μόχθων δ’οὐκ ἄλλος ὕπερθεν
653
γᾶς πατρίας στέρεσθαι.
654
εἴδομεν, οὐκ ἐξ ἑτέρων
655
μῦθον ἔχω φράσασθαι ·
656
σὲ γὰρ οὐ πόλις, οὐ φίλων τις
657
οἰκτιρεῖ παθοῦσαν
658
δεινότατον παθέων.
659
ἀχάριστος ὄλοιθ’ὅτῳ πάρεστιν
660
μὴ φίλους τιμᾶν καθαρᾶν
661
ἀνοίξαντα κλῇδα φρενῶν · ἐμοὶ
662
μὲν φίλος οὔποτ’ἔσται.
Αιγευς
Αι.
Αι.
663
Μήδεια, χαῖρε · τοῦδε γὰρ προοίμιον
664
κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους.
Μηδεια
Μη.
Μη.
665
χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος,
666
Αἰγεῦ. πόθεν γῆς τῆσδ’ἐπιστρωφᾷ πέδον;
Αιγευς
Αι.
Αι.
667
Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον.
Μηδεια
Μη.
Μη.
668
τί δ’ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης;
Αιγευς
Αι.
Αι.
669
παίδων ἐρευνῶν σπέρμ’ὅπως γένοιτό μοι.
Μηδεια
Μη.
Μη.
670
πρὸς θεῶν, ἄπαις γὰρ δεῦρ’ἀεὶ τείνεις βίον;
Αιγευς
Αι.
Αι.
671
ἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ.
Μηδεια
Μη.
Μη.
672
δάμαρτος οὔσης λέχους ἄπειρος ὤν;
Αιγευς
Αι.
Αι.
673
οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου.
Μηδεια
Μη.
Μη.
674
τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι;
Αιγευς
Αι.
Αι.
675
σοφώτερ’ κατ’ἄνδρα συμβαλεῖν ἔπη.
Μηδεια
Μη.
Μη.
676
θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ;
Αιγευς
Αι.
Αι.
677
μάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός.
Μηδεια
Μη.
Μη.
678
τί δῆτ’ἔχρησε; λέξον, εἰ θέμις κλύειν.
Αιγευς
Αι.
Αι.
679
ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα […]
Μηδεια
Μη.
Μη.
680
πρὶν ἂν τί δράσῃς τίν’ἐξίκῃ χθόνα;
Αιγευς
Αι.
Αι.
681
πρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω.
Μηδεια
Μη.
Μη.
682
σὺ δ’ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα;
Αιγευς
Αι.
Αι.
683
Πιτθεύς τις ἔστι, γῆς ἄναξ Τροζηνίας.
Μηδεια
Μη.
Μη.
684
παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος.
Αιγευς
Αι.
Αι.
685
τούτῳ θεοῦ μάντευμα κοινῶσαι θέλω.
Μηδεια
Μη.
Μη.
686
σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε.
Αιγευς
Αι.
Αι.
687
κἀμοί γε πάντων φίλτατος δορυξένων.
Μηδεια
Μη.
Μη.
688
ἀλλ’εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾷς.
Αιγευς
Αι.
Αι.
689
τί γὰρ σὸν ὄμμα χρώςτε συντέτηχ’ὅδε;
Μηδεια
Μη.
Μη.
690
Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις.
Αιγευς
Αι.
Αι.
691
τί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας.
Μηδεια
Μη.
Μη.
692
ἀδικεῖ μ’Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.
Αιγευς
Αι.
Αι.
693
τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
Μηδεια
Μη.
Μη.
694
γυναῖκ’ἐφ’ἡμῖν δεσπότιν δόμων ἔχει.
Αιγευς
Αι.
Αι.
695
οὔ που τετόλμηκ’ἔργον αἴσχιστον τόδε;
Μηδεια
Μη.
Μη.
696
σάφ’ἴσθ’· ἄτιμοι δ’ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.
Αιγευς
Αι.
Αι.
697
πότερον ἐρασθεὶς σὸν ἐχθαίρων λέχος;
Μηδεια
Μη.
Μη.
698
μέγαν γ’ἔρωτα · πιστὸς οὐκ ἔφυ φίλοις.
Αιγευς
Αι.
Αι.
699
ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός.
Μηδεια
Μη.
Μη.
700
ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν.
Αιγευς
Αι.
Αι.
701
δίδωσι δ’αὐτῷ τίς; πέραινέ μοι λόγον.
Μηδεια
Μη.
Μη.
702
Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.
Αιγευς
Αι.
Αι.
703
συγγνωστὰ μέντἄρ’ἦν σε λυπεῖσθαι, γύναι.
Μηδεια
Μη.
Μη.
704
ὄλωλα · καὶ πρός γ’ἐξελαύνομαι χθονός.
Αιγευς
Αι.
Αι.
705
πρὸς τοῦ; τόδ’ἄλλο καινὸν αὖ λέγεις κακόν.
Μηδεια
Μη.
Μη.
706
Κρέων μ’ἐλαύνει φυγάδα γῆς Κορινθίας.
Αιγευς
Αι.
Αι.
707
ἐᾷ δ’Ἰάσων; οὐ δὲ ταῦτ’ἐπῄνεσα.
Μηδεια
Μη.
Μη.
708
λόγῳ μὲν οὐχί, καρτερεῖν δὲ βούλεται.
709
ἀλλ’ἄντομαί σε τῆσδε πρὸς γενειάδος
710
γονάτωντε τῶν σῶν ἱκεσίατε γίγνομαι,
711
οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα
712
καὶ μή μ’ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς,
713
δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον.
714
οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόρος
715
γένοιτο παίδων καὐτὸς ὄλβιος θάνοις.
716
εὕρημα δ’οὐκ οἶσθ’οἷον ηὕρηκας τόδε ·
717
παύσω γέ σ’ὄντ’ἄπαιδα καὶ παίδων γονὰς
718
σπεῖραί σε θήσω · τοιάδ’οἶδα φάρμακα.
Αιγευς
Αι.
Αι.
719
πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν,
720
γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν,
721
ἔπειτα παίδων ὧν ἐπαγγέλλῃ γονάς ·
722
ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ.
723
οὕτω δ’ἔχει μοι · σοῦ μὲν ἐλθούσης χθόνα,
724
πειράσομαί σου προξενεῖν δίκαιος ὤν.
725
τοσόνδε μέντοι σοι προσημαίνω, γύναι ·
726
ἐκ τῆσδε μὲν γῆς οὔ σ’ἄγειν βουλήσομαι,
727
αὐτὴ δ’ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους,
728
μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι.
729
ἐκ τῆσδε δ’αὐτὴ γῆς ἀπαλλάσσου πόδα ·
730
ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω.
Μηδεια
Μη.
Μη.
731
ἔσται τάδ’· ἀλλὰ πίστις εἰ γένοιτό μοι
732
τούτων, ἔχοιμ’ἂν πάντα πρὸς σέθεν καλῶς.
Αιγευς
Αι.
Αι.
733
μῶν οὐ πέποιθας; τί σοι τὸ δυσχερές;
Μηδεια
Μη.
Μη.
734
πέποιθα · Πελίου δ’ἐχθρός ἐστί μοι δόμος
735
Κρέωντε. τούτοις δ’ὁρκίοισι μὲν ζυγεὶς
736
ἄγουσιν οὐ μεθεῖ’ἂν ἐκ γαίας ἐμέ ·
737
λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος
738
φίλος γένοι’ἂν κἀπικηρυκεύμασιν
739
τάχ’ἂν πίθοιο · τἀμὰ μὲν γὰρ ἀσθενῆ,
740
τοῖς δ’ὄλβος ἐστὶ καὶ δόμος τυραννικός.
Αιγευς
Αι.
Αι.
741
πολλὴν ἔδειξας ἐν λόγοις προμηθίαν ·
742
ἀλλ’, εἰ δοκεῖ σοι, δρᾶν τάδ’οὐκ ἀφίσταμαι.
743
ἐμοίτε γὰρ τάδ’ἐστὶν ἀσφαλέστερα,
744
σκῆψίν τιν’ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι,
745
τὸ σόντ’ἄραρε μᾶλλον · ἐξηγοῦ θεούς.
Μηδεια
Μη.
Μη.
746
ὄμνυ πέδον Γῆς πατέραθ’Ἥλιον πατρὸς
747
τοὐμοῦ θεῶντε συντιθεὶς ἅπαν γένος.
Αιγευς
Αι.
Αι.
748
τί χρῆμα δράσειν τί μὴ δράσειν; λέγε.
Μηδεια
Μη.
Μη.
749
μήτ’αὐτὸς ἐκ γῆς σῆς ἔμ’ἐκβαλεῖν ποτε,
750
μήτ’, ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν
751
χρῄζῃ, μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ.
Αιγευς
Αι.
Αι.
752
ὄμνυμι Γαῖαν Ἡλίουθ’ἁγνὸν σέλας
753
θεούςτε πάντας ἐμμενεῖν σου κλύω.
Μηδεια
Μη.
Μη.
754
ἀρκεῖ · τί δ’ὅρκῳ τῷδε μὴ ’μμένων πάθοις;
Αιγευς
Αι.
Αι.
755
τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν.
Μηδεια
Μη.
Μη.
756
χαίρων πορεύου · πάντα γὰρ καλῶς ἔχει.
757
κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ἀφίξομαι,
758
πράξασ’ μέλλω καὶ τυχοῦσ’ βούλομαι.
Χορος
Χο.
Χο.
759
ἀλλά σ’ Μαίας πομπαῖος ἄναξ
760
πελάσειε δόμοις ὧντ’ἐπίνοιαν
761
σπεύδεις κατέχων πράξειας, ἐπεὶ
762
γενναῖος ἀνήρ,
763
Αἰγεῦ, παρ’ἐμοὶ δεδόκησαι.
Μηδεια
Μη.
Μη.
764
Ζεῦ Δίκητε Ζηνὸς Ἡλίουτε φῶς,
765
νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι,
766
γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν,
767
νῦν ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην.
768
οὗτος γὰρ ἁνὴρ μάλιστ’ἐκάμνομεν
769
λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων ·
770
ἐκ τοῦδ’ἀναψόμεσθα πρυμνήτην κάλων,
771
μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος.
772
ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα
773
λέξω · δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους.
774
πέμψασ’ἐμῶν τιν’οἰκετῶν Ἰάσονα
775
ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι.
776
μολόντι δ’αὐτῷ μαλθακοὺς λέξω λόγους,
777
ὡς καὶ δοκεῖ μοι ταὐτὰ καὶ καλῶς γαμεῖ
778
γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει,
779
καὶ ξύμφορ’εἶναι καὶ καλῶς ἐγνωσμένα.
780
παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι,
781
οὐχ ὡς λιποῦσ’ἂν πολεμίας ἐπὶ χθονὸς
782
ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι,
783
ἀλλ’ὡς δόλοισι παῖδα βασιλέως κτάνω.
784
πέμψω γὰρ αὐτοὺς δῶρ’ἔχοντας ἐν χεροῖν,
785
νύμφῃ φέροντας, τήνδε μὴ φυγεῖν χθόνα,
786
λεπτόντε πέπλον καὶ πλόκον χρυσήλατον ·
787
κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ,
788
κακῶς ὀλεῖται πᾶςθ’ὃς ἂν θίγῃ κόρης ·
789
τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα.
790
ἐνταῦθα μέντοι τόνδ’ἀπαλλάσσω λόγον.
791
ᾤμωξα δ’οἷον ἔργον ἔστ’ἐργαστέον
792
τοὐντεῦθεν ἡμῖν · τέκνα γὰρ κατακτενῶ
793
τἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται ·
794
δόμοντε πάντα συγχέασ’Ἰάσονος
795
ἔξειμι γαίας, φιλτάτων παίδων φόνον
796
φεύγουσα καὶ τλᾶσ’ἔργον ἀνοσιώτατον.
797
οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι.
798
ἴτω · τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς
799
οὔτ’οἶκος ἔστιν οὔτ’ἀποστροφὴ κακῶν.
800
ἡμάρτανον τόθ’ἡνίκ’ἐξελίμπανον
801
δόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις
802
πεισθεῖσ’, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην.
803
οὔτ’ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε
804
ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου
805
νύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακὴν κακῶς
806
θανεῖν σφ’ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις.
807
μηδείς με φαύλην κἀσθενῆ νομιζέτω
808
μη δ’ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου,
809
βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ ·
810
τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος.
Χορος
Χο.
Χο.
811
ἐπείπερ ἡμῖν τόνδ’ἐκοίνωσας λόγον,
812
σέτ’ὠφελεῖν θέλουσα καὶ νόμοις βροτῶν
813
ξυλλαμβάνουσα δρᾶν σ’ἀπεννέπω τάδε.
Μηδεια
Μη.
Μη.
814
οὐκ ἔστιν ἄλλως · σοὶ δὲ συγγνώμη λέγειν
815
τάδ’ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς.
Χορος
Χο.
Χο.
816
ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι;
Μηδεια
Μη.
Μη.
817
οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις.
Χορος
Χο.
Χο.
818
σὺ δ’ἂν γένοιό γ’ἀθλιωτάτη γυνή.
Μηδεια
Μη.
Μη.
819
ἴτω · περισσοὶ πάντες οὑν μέσῳ λόγοι.
820
ἀλλ’εἶα χώρει καὶ κόμιζ’Ἰάσονα
821
(ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα)
822
λέξῃς δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων,
823
εἴπερ φρονεῖς εὖ δεσπόταις γυνήτ’ἔφυς.
Χορος
Χο.
Χο.
824
Ἐρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοι
825
καὶ θεῶν παῖδες μακάρων, ἱερᾶς
826
χώρας ἀπορθήτουτ’ἄπο, φερβόμενοι
827
κλεινοτάταν σοφίαν, αἰεὶ διὰ λαμπροτάτου
830
βαίνοντες ἁβρῶς αἰθέρος, ἔνθα ποθ’ἁγνὰς
831
ἐννέα Πιερίδας Μούσας λέγουσι
832
ξανθὰν Ἁρμονίαν φυτεῦσαι ·
835
τοῦ καλλινάουτ’ἐπὶ Κηφισοῦ ῥοαῖς
836
τὰν Κύπριν κλῄζουσιν ἀφυσσαμέναν
837
χώρας καταπνεῦσαι μετρίους ἀνέμων
840
ἀέρας ἡδυπνόους · αἰεὶ δ’ἐπιβαλλομέναν
841
χαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέων
842
τᾷ Σοφίᾳ παρέδρους πέμπειν Ἔρωτας,
845
παντοίας ἀρετᾶς ξυνεργούς.
846
πῶς οὖν ἱερῶν ποταμῶν
847
πόλις θεῶν
848
πόμπιμός σε χώρα
849
τὰν παιδολέτειραν
850
ἕξει, τὰν οὐχ ὁσίαν, μετ’ἀστῶν;
851
σκέψαι τεκέων
852
πλαγάν, σκέψαι φόνον οἷον αἴρῃ.
853
μή, πρὸς γονάτων σε
854
πάντᾳ πάντως ἱκετεύομεν,
855
τέκνα φονεύσῃς.
856
πόθεν θράσος φρενὸς
857
χειρὶ τέκνων σέθεν
858
καρδίᾳτε λήψῃ
859
δεινὰν προσάγουσα
860
τόλμαν; πῶς δ’ὄμματα προσβαλοῦσα
861
τέκνοις ἄδακρυν
862
μοῖραν σχήσεις φόνου; οὐ δυνάσῃ,
863
παίδων ἱκετᾶν
864
πιτνόντων, τέγξαι χέρα φοινίαν
865
τλάμονι θυμῷ.
Ιασων
Ια.
Ια.
866
ἥκω κελευσθείς · καὶ γὰρ οὖσα δυσμενὴς
867
οὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ἀκούσομαι ·
868
τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι;
Μηδεια
Μη.
Μη.
869
Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων
870
συγγνώμον’εἶναι · τὰς δ’ἐμὰς ὀργὰς φέρειν
871
εἰκός σ’, ἐπεὶ νῷν πόλλ’ὑπείργασται φίλα.
872
ἐγὼ δ’ἐμαυτῇ διὰ λόγων ἀφικόμην
873
κἀλοιδόρησα · σχετλία, τί μαίνομαι
874
καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,
875
ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι
876
πόσειθ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα,
877
γήμας τύραννον καὶ κασιγνήτους τέκνοις
878
ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι
879
θυμοῦ τί πάσχω; θεῶν ποριζόντων καλῶς;
880
οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα
881
φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;
882
ταῦτ’ἐννοηθεῖσ’ᾐσθόμην ἀβουλίαν
883
πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.
884
νῦν οὖν ἐπαινῶ σωφρονεῖντέ μοι δοκεῖς
885
κῆδος τόδ’ἡμῖν προσλαβών, ἐγὼ δ’ἄφρων,
886
χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων
887
καὶ ξυμπεραίνειν καὶ παρεστάναι λέχει
888
νύμφῃτε κηδεύουσαν ἥδεσθαι σέθεν.
889
ἀλλ’ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν,
890
γυναῖκες · οὔκουν χρῆν σ’ὁμοιοῦσθαι φύσιν,
891
οὐ δ’ἀντιτείνειν νήπι’ἀντὶ νηπίων.
892
παριέμεσθα, καί φαμεν κακῶς φρονεῖν
893
τότ’, ἀλλ’ἄμεινον νῦν βεβούλευμαι τάδε.
894
τέκνα τέκνα, δεῦρο, λείπετε στέγας,
895
ἐξέλθετ’, ἀσπάσασθε καὶ προσείπατε
896
πατέρα μεθ’ἡμῶν καὶ διαλλάχθηθ’ἅμα
897
τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα ·
898
σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος.
899
λάβεσθε χειρὸς δεξιᾶς · οἴμοι, κακῶν
900
ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων.
901
ἆρ’, τέκν’, οὕτω καὶ πολὺν ζῶντες χρόνον
902
φίλην ὀρέξετ’ὠλένην; τάλαιν’ἐγώ,
903
ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.
904
χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένη
905
ὄψιν τέρειναν τήνδ’ἔπλησα δακρύων.
Χορος
Χο.
Χο.
906
κἀμοὶ κατ’ὄσσων χλωρὸν ὡρμήθη δάκρυ ·
907
καὶ μὴ προβαίη μεῖζον τὸ νῦν κακόν.
Ιασων
Ια.
Ια.
908
αἰνῶ, γύναι, τάδ’, οὐ δ’ἐκεῖνα μέμφομαι ·
909
εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος
910
γάμου παρεμπολῶντος ἀλλοίου πόσει.
911
ἀλλ’ἐς τὸ λῷον σὸν μεθέστηκεν κέαρ,
912
ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῷ χρόνῳ,
913
βουλήν · γυναικὸς ἔργα ταῦτα σώφρονος.
914
ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ
915
πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν ·
916
οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας
917
τὰ πρῶτ’ἔσεσθαι σὺν κασιγνήτοις ἔτι.
918
ἀλλ’αὐξάνεσθε · τἄλλα δ’ἐξεργάζεται
919
πατήρτε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής.
920
ἴδοιμι δ’ὑμᾶς εὐτραφεῖς ἥβης τέλος
921
μολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους.
922
αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας,
923
στρέψασα λευκὴν ἔμπαλιν παρηίδα;
924
κοὐκ ἀσμένη τόνδ’ἐξ ἐμοῦ δέχῃ λόγον;
Μηδεια
Μη.
Μη.
925
οὐδέν. τέκνων τῶνδ’ἐννοουμένη πέρι.
Ιασων
Ια.
Ια.
929
τί δή, τάλαινα, τοῖσδ’ἐπιστένεις τέκνοις;
Μηδεια
Μη.
Μη.
930
ἔτικτον αὐτούς · ζῆν δ’ὅτ’ἐξηύχου τέκνα,
931
ἐσῆλθέ μ’οἶκτος εἰ γενήσεται τάδε.
Ιασων
Ια.
Ια.
926
θάρσει νυν · εὖ γὰρ τῶνδε θήσομαι πέρι.
Μηδεια
Μη.
Μη.
927
δράσω τάδ’· οὔτοι σοῖς ἀπιστήσω λόγοις ·
928
γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ.
932
ἀλλ’ὧνπερ οὕνεκ’εἰς ἐμοὺς ἥκεις λόγους,
933
τὰ μὲν λέλεκται, τῶν δ’ἐγὼ μνησθήσομαι.
934
ἐπεὶ τυράννοις γῆς μ’ἀποστεῖλαι δοκεῖ
935
( κἀμοὶ τάδ’ἐστὶ λῷστα, γιγνώσκω καλῶς,
936
μήτ’ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸς
937
ναίειν · δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις)
938
ἡμεῖς μὲν ἐκ γῆς τῆσδ’ἀπαροῦμεν φυγῇ,
939
παῖδες δ’ὅπως ἂν ἐκτραφῶσι σῇ χερί,
940
αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα.
Ιασων
Ια.
Ια.
941
οὐκ οἶδ’ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή.
Μηδεια
Μη.
Μη.
942
σὺ δ’ἀλλὰ σὴν κέλευσον ἄντεσθαι πατρὸς
943
γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα.
Ιασων
Ια.
Ια.
944
μάλιστα, καὶ πείσειν γε δοξάζω σφ’ἐγώ.
Μηδεια
Μη.
Μη.
945
εἴπερ γυναικῶν γ’ἐστι τῶν ἄλλων μία.
946
συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου ·
947
πέμψω γὰρ αὐτῇ δῶρ’ καλλιστεύεται
948
τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ἐγώ, πολὺ
949
λεπτόντε πέπλον καὶ πλόκον χρυσήλατον
950
παῖδας φέροντας. ἀλλ’ὅσον τάχος χρεὼν
951
κόσμον κομίζειν δεῦρο προσπόλων τινά.
952
εὐδαιμονήσει δ’οὐχ ἕν, ἀλλὰ μυρία,
953
ἀνδρόςτ’ἀρίστου σοῦ τυχοῦσ’ὁμευνέτου
954
κεκτημένητε κόσμον ὅν ποθ’Ἥλιος
955
πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.
956
λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας
957
καὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότε
958
φέροντες · οὔτοι δῶρα μεμπτὰ δέξεται.
Ιασων
Ια.
Ια.
959
τί δ’, ματαία, τῶνδε σὰς κενοῖς χέρας;
960
δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων,
961
δοκεῖς δὲ χρυσοῦ; σῷζε, μὴ δίδου τάδε.
962
εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς
963
γυνή, προθήσει χρημάτων, σάφ’οἶδ’ἐγώ.
Μηδεια
Μη.
Μη.
964
μή μοι σύ · πείθειν δῶρα καὶ θεοὺς λόγος ·
965
χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς.
966
κείνης δαίμων κεῖνα νῦν αὔξει θεός,
967
νέα τυραννεῖ · τῶν δ’ἐμῶν παίδων φυγὰς
968
ψυχῆς ἂν ἀλλαξαίμεθ’, οὐ χρυσοῦ μόνον.
969
ἀλλ’, τέκν’, εἰσελθόντε πλουσίους δόμους
970
πατρὸς νέαν γυναῖκα, δεσπότιν δ’ἐμήν,
971
ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα,
972
κόσμον διδόντες · τοῦδε γὰρ μάλιστα δεῖ,
973
ἐς χεῖρ’ἐκείνην δῶρα δέξασθαι τάδε.
974
ἴθ’ὡς τάχιστα · μητρὶ δ’ὧν ἐρᾷ τυχεῖν
975
εὐάγγελοι γένοισθε πράξαντες καλῶς.
Χορος
Χο.
Χο.
976
νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας,
977
οὐκέτι · στείχουσι γὰρ ἐς φόνον ἤδη.
978
δέξεται νύμφα χρυσέων ἀναδεσμᾶν
979
δέξεται δύστανος ἄταν ·
980
ξανθᾷ δ’ἀμφὶ κόμᾳ θήσει τὸν Ἅιδα
981
κόσμον αὐτὰ χεροῖν.
982
πείσει χάρις ἀμβρόσιόςτ’αὐγὰ πέπλον
983
χρυσότευκτόντε στέφανον περιθέσθαι ·
985
νερτέροις δ’ἤδη πάρα νυμφοκομήσει.
986
τοῖον εἰς ἕρκος πεσεῖται
987
καὶ μοῖραν θανάτου δύστανος · ἄταν δ’
988
οὐχ ὑπεκφεύξεται.
990
σὺ δ’, τάλαν, κακόνυμφε
991
κηδεμὼν τυράννων,
992
παισὶν οὐ κατειδὼς
993
ὄλεθρον βιοτᾷ προσάγεις ἀλόχῳτε
994
σᾷ στυγερὸν θάνατον.
995
δύστανε, μοίρας ὅσον παροίχῃ.
996
μεταστένομαι δὲ σὸν ἄλγος,
997
τάλαινα παίδων
998
μᾶτερ, φονεύσεις
999
τέκνα νυμφιδίων ἕνεκεν λεχέων,
1000
σοι προλιπὼν ἀνόμως
1001
ἄλλᾳ ξυνοικεῖ πόσις συνεύνῳ.
Παιδαγωγος
Πα.
Πα.
1002
δέσποιν’, ἀφεῖνται παῖδες οἵδε σοι φυγῆς,
1003
καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν
1004
ἐδέξατ’· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις.
1005
ἔα · τί συγχυθεῖσ’ἕστηκας ἡνίκ’εὐτυχεῖς;
1006
τί σὴν ἔστρεψας ἔμπαλιν παρηίδα
1007
κοὐκ ἀσμένη τόνδ’ἐξ ἐμοῦ δέχῃ λόγον;
Μηδεια
Μη.
Μη.
1008
αἰαῖ.
Παιδαγωγος
Πα.
Πα.
1008a
τάδ’οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις.
Μηδεια
Μη.
Μη.
1009
αἰαῖ μάλ’αὖθις.
Παιδαγωγος
Πα.
Πα.
1009b
μῶν τιν’ἀγγέλλων τύχην
1010
οὐκ οἶδα, δόξης δ’ἐσφάλην εὐαγγέλου;
Μηδεια
Μη.
Μη.
1011
ἤγγειλας οἷ’ἤγγειλας · οὐ σὲ μέμφομαι.
Παιδαγωγος
Πα.
Πα.
1012
τί δαὶ κατηφὲς ὄμμα καὶ δακρυρροεῖς;
Μηδεια
Μη.
Μη.
1013
πολλή μ’ἀνάγκη, πρέσβυ · ταῦτα γὰρ θεοὶ
1014
κἀγὼ κακῶς φρονοῦσ’ἐμηχανησάμην.
Παιδαγωγος
Πα.
Πα.
1015
θάρσει · κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι.
Μηδεια
Μη.
Μη.
1016
ἄλλους κατάξω πρόσθεν τάλαιν’ἐγώ.
Παιδαγωγος
Πα.
Πα.
1017
οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων ·
1018
κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς.
Μηδεια
Μη.
Μη.
1019
δράσω τάδ’. ἀλλὰ βαῖνε δωμάτων ἔσω
1020
καὶ παισὶ πόρσυν’οἷα χρὴ καθ’ἡμέραν.
1021
τέκνα τέκνα, σφῷν μὲν ἔστι δὴ πόλις
1022
καὶ δῶμ’, ἐν λιπόντες ἀθλίαν ἐμὲ
1023
οἰκήσετ’αἰεὶ μητρὸς ἐστερημένοι ·
1024
ἐγὼ δ’ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς,
1025
πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας,
1026
πρὶν λουτρὰ καὶ γυναῖκα καὶ γαμηλίους
1027
εὐνὰς ἀγῆλαι λαμπάδαςτ’ἀνασχεθεῖν.
1028
δυστάλαινα τῆς ἐμῆς αὐθαδίας.
1029
ἄλλως ἄρ’ὑμᾶς, τέκν’, ἐξεθρεψάμην,
1030
ἄλλως δ’ἐμόχθουν καὶ κατεξάνθην πόνοις,
1031
στερρὰς ἐνεγκοῦσ’ἐν τόκοις ἀλγηδόνας.
1032
μήν ποθ’ δύστηνος εἶχον ἐλπίδας
1033
πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειντ’ἐμὲ
1034
καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν,
1035
ζηλωτὸν ἀνθρώποισι · νῦν δ’ὄλωλε δὴ
1036
γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη
1037
λυπρὸν διάξω βίοτον ἀλγεινόντ’ἐμόν.
1038
ὑμεῖς δὲ μητέρ’οὐκέτ’ὄμμασιν φίλοις
1039
ὄψεσθ’, ἐς ἄλλο σχῆμ’ἀποστάντες βίου.
1040
φεῦ φεῦ · τί προσδέρκεσθέ μ’ὄμμασιν, τέκνα;
1041
τί προσγελᾶτε τὸν πανύστατον γέλων;
1042
αἰαῖ · τί δράσω; καρδία γὰρ οἴχεται,
1043
γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων.
1044
οὐκ ἂν δυναίμην · χαιρέτω βουλεύματα
1045
τὰ πρόσθεν · ἄξω παῖδας ἐκ γαίας ἐμούς.
1046
τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς
1047
λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά;
1048
οὐ δῆτ’ἔγωγε · χαιρέτω βουλεύματα.
1049
καίτοι τί πάσχω; βούλομαι γέλωτ’ὀφλεῖν
1050
ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους;
1051
τολμητέον τάδ’; ἀλλὰ τῆς ἐμῆς κάκης
1052
τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί.
1053
χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴ
1054
θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν,
1055
αὐτῷ μελήσει · χεῖρα δ’οὐ διαφθερῶ.
1056
.
1057
μὴ δῆτα, θυμέ, μὴ σύ γ’ἐργάσῃ τάδε ·
1058
ἔασον αὐτούς, τάλαν, φεῖσαι τέκνων ·
1059
ἐκεῖ μεθ’ἡμῶν ζῶντες εὐφρανοῦσί σε.
1060
μὰ τοὺς παρ’Ἅιδῃ νερτέρους ἀλάστορας, οὔτοι ποτ’ἔσται τοῦθ’ὅπως ἐχθροῖς ἐγὼ
1061
παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι.
1062
πάντως σφ’ἀνάγκη κατθανεῖν · ἐπεὶ δὲ χρή,
1063
ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.
1064
πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται.
1065
καὶ δὴ ’πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ
1066
νύμφη τύραννος ὄλλυται, σάφ’οἶδ’ἐγώ.
1067
ἀλλ’, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδὸν
1068
καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι,
1069
παῖδας προσειπεῖν βούλομαι · δότ’, τέκνα,
1070
δότ’ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.
1071
φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα
1072
καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων,
1073
εὐδαιμονοῖτον, ἀλλ’ἐκεῖ · τὰ δ’ἐνθάδε
1074
πατὴρ ἀφείλετ’. γλυκεῖα προσβολή,
1075
μαλθακὸς χρὼς πνεῦμάθ’ἥδιστον τέκνων.
1076
χωρεῖτε χωρεῖτ’· οὐκέτ’εἰμὶ προσβλέπειν
1077
οἵατε πρὸς ὑμᾶς ἀλλὰ νικῶμαι κακοῖς.
1078
καὶ μανθάνω μὲν οἷα τολμήσω κακά,
1079
θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων,
1080
ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς.
Χορος
Χο.
Χο.
1081
πολλάκις ἤδη διὰ λεπτοτέρων
1082
μύθων ἔμολον καὶ πρὸς ἁμίλλας
1083
ἦλθον μείζους χρὴ γενεὰν
1084
θῆλυν ἐρευνᾶν ·
1085
ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν,
1086
προσομιλεῖ σοφίας ἕνεκεν,
1087
πάσαισι μὲν οὔ, παῦρον δὲ γένος,
1088
μίαν ἐν πολλαῖς, εὕροις ἂν ἴσως
1089
οὐκ ἀπόμουσον τὸ γυναικῶν.
1090
καί φημι βροτῶν οἵτινές εἰσιν
1091
πάμπαν ἄπειροι μη δ’ἐφύτευσαν
1092
παῖδας προφέρειν εἰς εὐτυχίαν
1093
τῶν γειναμένων.
1094
οἱ μὲν ἄτεκνοι δι’ἀπειροσύνην
1095
εἴθ’ἡδὺ βροτοῖς εἴτ’ἀνιαρὸν
1096
παῖδες τελέθουσ’οὐχὶ τυχόντες
1097
πολλῶν μόχθων ἀπέχονται ·
1098
οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις
1099
γλυκερὸν βλάστημ’, ἐσορῶ μελέτῃ
1100
κατατρυχομένους τὸν ἅπαντα χρόνον,
1101
πρῶτον μὲν ὅπως θρέψουσι καλῶς
1102
βίοτόνθ’ὁπόθεν λείψουσι τέκνοις ·
1103
ἔτι δ’ἐκ τούτων εἴτ’ἐπὶ φλαύροις
1104
εἴτ’ἐπὶ χρηστοῖς
1105
μοχθοῦσι, τόδ’ἐστὶν ἄδηλον. ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη
1106
πᾶσιν κατερῶ θνητοῖσι κακόν ·
1107
καὶ δὴ γὰρ ἅλις βίοτόνθ’ηὗρον
1108
σῶμάτ’ἐς ἥβην ἤλυθε τέκνων
1109
χρηστοίτ’ἐγένοντ’· εἰ δὲ κυρήσαι
1110
δαίμων οὕτως, φροῦδος ἐς Ἅιδου
1111
θάνατος προφέρων σώματα τέκνων.
1112
πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις
1113
τήνδ’ἔτι λύπην ἀνιαροτάτην
1114
παίδων ἕνεκεν
1115
θνητοῖσι θεοὺς ἐπιβάλλειν;
Μηδεια
Μη.
Μη.
1116
φίλαι, πάλαι τοι προσμένουσα τὴν τύχην
1117
καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται.
1118
καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος
1119
στείχοντ’ὀπαδῶν · πνεῦμα δ’ἠρεθισμένον
1120
δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν.
Αγγελος
Αγ.
Αγ.
1121
δεινὸν ἔργον παρανόμως εἰργασμένη,
1122
Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν
1123
λιποῦσ’ἀπήνην μήτ’ὄχον πεδοστιβῆ.
Μηδεια
Μη.
Μη.
1124
τί δ’ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς;
Αγγελος
Αγ.
Αγ.
1125
ὄλωλεν τύραννος ἀρτίως κόρη
1126
Κρέωνθ’ φύσας φαρμάκων τῶν σῶν ὕπο.
Μηδεια
Μη.
Μη.
1127
κάλλιστον εἶπας μῦθον, ἐν δ’εὐεργέταις
1128
τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ.
Αγγελος
Αγ.
Αγ.
1129
τί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ, γύναι,
1130
ἥτις, τυράννων ἑστίαν ᾐκισμένη,
1131
χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε;
Μηδεια
Μη.
Μη.
1132
ἔχω τι κἀγὼ τοῖσι σοῖς ἐναντίον
1133
λόγοισιν εἰπεῖν · ἀλλὰ μὴ σπέρχου, φίλος,
1134
λέξον δέ · πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν
1135
τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως.
Αγγελος
Αγ.
Αγ.
1136
ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ
1137
σὺν πατρί, καὶ παρῆλθε νυμφικοὺς δόμους,
1138
ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς
1139
δμῶες · δι’ὤτων δ’εὐθὺς ἦν πολὺς λόγος
1140
σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν.
1141
κυνεῖ δ’ μέν τις χεῖρ’, δὲ ξανθὸν κάρα
1142
παίδων · ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο
1143
στέγας γυναικῶν σὺν τέκνοις ἅμ’ἑσπόμην.
1144
δέσποινα δ’ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν,
1145
πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα,
1146
πρόθυμον εἶχ’ὀφθαλμὸν εἰς Ἰάσονα ·
1147
ἔπειτα μέντοι προυκαλύψατ’ὄμματα
1148
λευκήντ’ἀπέστρεψ’ἔμπαλιν παρηίδα,
1149
παίδων μυσαχθεῖσ’εἰσόδους. πόσις δὲ σὸς
1150
ὀργάςτ’ἀφῄρει καὶ χόλον νεάνιδος,
1151
λέγων τάδ’· οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις,
1152
παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα,
1153
φίλους νομίζουσ’οὕσπερ ἂν πόσις σέθεν,
1154
δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸς
1155
φυγὰς ἀφεῖναι παισὶ τοῖσδ’ἐμὴν χάριν;
1156
δ’, ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο,
1157
ἀλλ’ᾔνεσ’ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων
1158
μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας σέθεν
1159
λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο,
1160
χρυσοῦντε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις
1161
λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην,
1162
ἄψυχον εἰκὼ προσγελῶσα σώματος.
1163
κἄπειτ’ἀναστᾶσ’ἐκ θρόνων διέρχεται
1164
στέγας, ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί,
1165
δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις
1166
τένοντ’ἐς ὀρθὸν ὄμμασι σκοπουμένη.
1167
τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ’ἰδεῖν ·
1168
χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν
1169
χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει
1170
θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν.
1171
καί τις γεραιὰ προσπόλων, δόξασά που
1172
Πανὸς ὀργὰς τινος θεῶν μολεῖν,
1173
ἀνωλόλυξε, πρίν γ’ὁρᾷ διὰ στόμα
1174
χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτωντ’ἄπο
1175
κόρας στρέφουσαν, αἷμάτ’οὐκ ἐνὸν χροΐ ·
1176
εἶτ’ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν
1177
κωκυτόν. εὐθὺς δ’ μὲν ἐς πατρὸς δόμους
1178
ὥρμησεν, δὲ πρὸς τὸν ἀρτίως πόσιν,
1179
φράσουσα νύμφης συμφοράν · ἅπασα δὲ
1180
στέγη πυκνοῖσιν ἐκτύπει δραμήμασιν.
1181
ἤδη δ’ἑλίσσων κῶλον ἑκπλέθρου δρόμου
1182
ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο,
1183
ὅτ’ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος
1184
δεινὸν στενάξασ’ τάλαιν’ἠγείρετο.
1185
διπλοῦν γὰρ αὐτῇ πῆμ’ἐπεστρατεύετο ·
1186
χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος
1187
θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός,
1188
πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα,
1189
λευκὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.
1190
φεύγει δ’ἀναστᾶσ’ἐκ θρόνων πυρουμένη,
1191
σείουσα χαίτην κρᾶτάτ’ἄλλοτ’ἄλλοσε,
1192
ῥῖψαι θέλουσα στέφανον · ἀλλ’ἀραρότως
1193
σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμην
1194
ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.
1195
πίτνει δ’ἐς οὖδας συμφορᾷ νικωμένη,
1196
πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν ·
1197
οὔτ’ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις
1198
οὔτ’εὐφυὲς πρόσωπον, αἷμα δ’ἐξ ἄκρου
1199
ἔσταζε κρατὸς συμπεφυρμένον πυρί,
1200
σάρκες δ’ἀπ’ὀστέων ὥστε πεύκινον δάκρυ
1201
γνάθοις ἀδήλοις φαρμάκων ἀπέρρεον,
1202
δεινὸν θέαμα · πᾶσι δ’ἦν φόβος θιγεῖν
1203
νεκροῦ · τύχην γὰρ εἴχομεν διδάσκαλον.
1204
πατὴρ δ’ τλήμων συμφορᾶς ἀγνωσίᾳ
1205
ἄφνω παρελθὼν δῶμα προσπίτνει νεκρῷ.
1206
ᾤμωξε δ’εὐθὺς καὶ περιπτύξας χέρας
1207
κυνεῖ προσαυδῶν τοιάδ’· δύστηνε παῖ,
1208
τίς σ’ὧδ’ἀτίμως δαιμόνων ἀπώλεσεν;
1209
τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν
1210
τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον.
1211
ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,
1212
χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας
1213
προσείχεθ’ὥστε κισσὸς ἔρνεσιν δάφνης
1214
λεπτοῖσι πέπλοις, δεινὰ δ’ἦν παλαίσματα ·
1215
μὲν γὰρ ἤθελ’ἐξαναστῆσαι γόνυ,
1216
δ’ἀντελάζυτ’· εἰ δὲ πρὸς βίαν ἄγοι,
1217
σάρκας γεραιὰς ἐσπάρασσ’ἀπ’ὀστέων.
1218
χρόνῳ δ’ἀπέστη καὶ μεθῆχ’ δύσμορος
1219
ψυχήν · κακοῦ γὰρ οὐκέτ’ἦν ὑπέρτερος.
1220
κεῖνται δὲ νεκροὶ παῖςτε καὶ γέρων πατὴρ
1221
πέλας, ποθεινὴ δακρύοισι συμφορά.
1222
καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου ·
1223
γνώσῃ γὰρ αὐτὴ ζημίας ἐπιστροφήν.
1224
τὰ θνητὰ δ’οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,
1225
οὐ δ’ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν
1226
δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων
1227
τούτους μεγίστην μωρίαν ὀφλισκάνειν.
1228
θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ ·
1229
ὄλβου δ’ἐπιρρυέντος εὐτυχέστερος
1230
ἄλλου γένοιτ’ἂν ἄλλος, εὐδαίμων δ’ἂν οὔ.
Χορος
Χο.
Χο.
1231
ἔοιχ’ δαίμων πολλὰ τῇδ’ἐν ἡμέρᾳ
1232
κακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι.
1233
τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν,
1234
κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμους
1235
οἴχῃ γάμων ἕκατι τῶν Ἰάσονος.
Μηδεια
Μη.
Μη.
1236
φίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοι
1237
παῖδας κτανούσῃ τῆσδ’ἀφορμᾶσθαι χθονός,
1238
καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκνα
1239
ἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ χερί.
1240
πάντως σφ’ἀνάγκη κατθανεῖν · ἐπεὶ δὲ χρή,
1241
ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν.
1242
ἀλλ’εἶ’ὁπλίζου, καρδία · τί μέλλομεν
1243
τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά;
1244
ἄγ’, τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος,
1245
λάβ’, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου,
1246
καὶ μὴ κακισθῇς μη δ’ἀναμνησθῇς τέκνων,
1247
ὡς φίλταθ’, ὡς ἔτικτες, ἀλλὰ τήνδε γε
1248
λαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν
1249
κἄπειτα θρήνει · καὶ γὰρ εἰ κτενεῖς σφ’, ὅμως
1250
φίλοι γ’ἔφυσαν · δυστυχὴς δ’ἐγὼ γυνή.
Χορος
Χο.
Χο.
1251
ἰὼ Γᾶτε καὶ παμφαὴς
1252
ἀκτὶς Ἁλίου, κατίδετ’ἴδετε τὰν
1253
ὀλομέναν γυναῖκα, πρὶν φοινίαν
1254
τέκνοις προσβαλεῖν χέρ’αὐτοκτόνον ·
1255
σᾶς γὰρ χρυσέας ἀπὸ γονᾶς
1256
ἔβλαστεν, θεοῦ δ’αἷμα χαμαὶ πίτνειν
1257
φόβος ὑπ’ἀνέρων.
1258
ἀλλά νιν, φάος διογενές,
1259
κάτειργε κατάπαυσον, ἔξελ’οἴκων
1260
τάλαιναν φονίαντ’Ἐρινὺν ὑπ’ἀλαστόρων.
1261
μάταν μόχθος ἔρρει τέκνων,
1262
μάταν ἄρα γένος φίλιον ἔτεκες,
1263
κυανεᾶν λιποῦσα Συμπληγάδων
1264
πετρᾶν ἀξενωτάταν ἐσβολάν.
1265
δειλαία, τί σοι φρενοβαρὴς
1266
χόλος προσπίτνει καὶ ζαμενὴς φόνου
1267
φόνος ἀμείβεται;
1268
χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ
1269
μιάσματ’, ἕπεται δ’ἅμ’αὐτοφόνταις
1270
ξυνῳδὰ θεόθεν πίτνοντ’ἐπὶ δόμοις ἄχη.
<Παις>
<Π.
<Π.
1270a
ἰώ μοι.
Χορος
Χο.
Χο.
1273
ἀκούεις βοὰν ἀκούεις τέκνων;
1274
ἰὼ τλᾶμον, κακοτυχὲς γύναι.
Παις α
Πα.
Πα.
1271
οἴμοι, τί δράσω; ποῖ φύγω μητρὸς χέρας;
παις β
πα.
πα.
1272
οὐκ οἶδ’, ἄδελφε φίλτατ’· ὀλλύμεσθα γάρ.
Χορος
Χο.
Χο.
1275
παρέλθω δόμους; ἀρῆξαι φόνον δοκεῖ μοι τέκνοις.
Παις α
Πα.
Πα.
1277
ναί, πρὸς θεῶν, ἀρήξατ’· ἐν δέοντι γάρ.
Παις β
Πα.
Πα.
1278
ὡς ἐγγὺς ἤδη γ’ἐσμὲν ἀρκύων ξίφους.
Χορος
Χο.
Χο.
1280
τάλαιν’, ὡς ἄρ’ἦσθα πέτρος σίδαρος, ἅτις τέκνων
1281
ὃν ἔτεκες ἄροτον αὐτόχειρι μοίρᾳ κτενεῖς.
1282
μίαν δὴ κλύω μίαν τῶν πάρος
1283
γυναῖκ’ἐν φίλοις χέρα βαλεῖν τέκνοις,
1284
Ἰνὼ μανεῖσαν ἐκ θεῶν, ὅθ’ Διὸς
1285
δάμαρ νιν ἐξέπεμψε δωμάτων ἄλαις ·
1286
πίτνει δ’ τάλαιν’ἐς ἅλμαν φόνῳ τέκνων δυσσεβεῖ,
1287
ἀκτῆς ὑπερτείνασα ποντίας πόδα,
1288
δυοῖντε παίδοιν συνθανοῦσ’ἀπόλλυται.
1290
τί δῆτ’οὐ γένοιτ’ἂν ἔτι δεινόν; γυναικῶν λέχος
1291
πολύπονον, ὅσα βροτοῖς ἔρεξας ἤδη κακά.
Ιασων
Ια.
Ια.
1292
γυναῖκες, αἳ τῆσδ’ἐγγὺς ἕστατε στέγης,
1293
ἆρ’ἐν δόμοισιν τὰ δείν’εἰργασμένη
1295
Μήδεια τοισίδ’ μεθέστηκεν φυγῇ;
1296
δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω
1297
πτηνὸν ἆραι σῶμ’ἐς αἰθέρος βάθος,
1298
εἰ μὴ τυράννων δώμασιν δώσει δίκην.
1299
πέποιθ’ἀποκτείνασα κοιράνους χθονὸς
1300
ἀθῷος αὐτὴ τῶνδε φεύξεσθαι δόμων;
1301
ἀλλ’οὐ γὰρ αὐτῆς φροντίδ’ὡς τέκνων ἔχω ·
1302
κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς,
1303
ἐμῶν δὲ παίδων ἦλθον ἐκσώσων βίον,
1304
μή μοί τι δράσωσ’οἱ προσήκοντες γένει,
1305
μητρῷον ἐκπράσσοντες ἀνόσιον φόνον.
Χορος
Χο.
Χο.
1306
τλῆμον, οὐκ οἶσθ’οἷ κακῶν ἐλήλυθας,
1307
Ἰᾶσον · οὐ γὰρ τούσδ’ἂν ἐφθέγξω λόγους.
Ιασων
Ια.
Ια.
1308
τί δ’ἔστιν; οὔ που κἄμ’ἀποκτεῖναι θέλει;
Χορος
Χο.
Χο.
1309
παῖδες τεθνᾶσι χειρὶ μητρῴᾳ σέθεν.
Ιασων
Ια.
Ια.
1310
οἴμοι, τί λέξεις; ὥς μ’ἀπώλεσας, γύναι.
Χορος
Χο.
Χο.
1311
ὡς οὐκέτ’ὄντων σῶν τέκνων φρόντιζε δή.
Ιασων
Ια.
Ια.
1312
ποῦ γάρ νιν ἔκτειν’; ἐντὸς ’ξωθεν δόμων;
Χορος
Χο.
Χο.
1313
πύλας ἀνοίξας σῶν τέκνων ὄψῃ φόνον.
Ιασων
Ια.
Ια.
1314
χαλᾶτε κλῇδας ὡς τάχιστα, πρόσπολοι,
1315
ἐκλύεθ’ἁρμούς, ὡς ἴδω διπλοῦν κακόν,
1316
τοὺς μὲν θανόντας, τὴν δὲ δράσασαν τάδε,
1316a
φόνουτε παίδων τῶνδε τείσωμαι δίκην.
Μηδεια
Μη.
Μη.
1317
τί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας,
1318
νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην;
1319
παῦσαι πόνου τοῦδ’. εἰ δ’ἐμοῦ χρείαν ἔχεις,
1320
λέγ’εἴ τι βούλῃ, χειρὶ δ’οὐ ψαύσεις ποτέ ·
1321
τοιόνδ’ὄχημα πατρὸς Ἥλιος πατὴρ
1322
δίδωσιν ἡμῖν, ἔρυμα πολεμίας χερός.
Ιασων
Ια.
Ια.
1323
μῖσος, μέγιστον ἐχθίστη γύναι
1324
θεοῖςτε κἀμοὶ παντίτ’ἀνθρώπων γένει,
1325
ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφος
1326
ἔτλης τεκοῦσα κἄμ’ἄπαιδ’ἀπώλεσας.
1327
καὶ ταῦτα δράσασ’ἥλιόντε προσβλέπεις
1328
καὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον;
1329
ὄλοι’. ἐγὼ δὲ νῦν φρονῶ, τότ’οὐ φρονῶν,
1330
ὅτ’ἐκ δόμων σε βαρβάρουτ’ἀπὸ χθονὸς
1331
Ἕλλην’ἐς οἶκον ἠγόμην, κακὸν μέγα,
1332
πατρόςτε καὶ γῆς προδότιν σ’ἐθρέψατο.
1333
τὸν σὸν δ’ἀλάστορ’εἰς ἔμ’ἔσκηψαν θεοί ·
1334
κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον
1335
τὸ καλλίπρῳρον εἰσέβης Ἀργοῦς σκάφος.
1336
ἤρξω μὲν ἐκ τοιῶνδε · νυμφευθεῖσα δὲ
1337
παρ’ἀνδρὶ τῷδε καὶ τεκοῦσά μοι τέκνα,
1338
εὐνῆς ἕκατι καὶ λέχους σφ’ἀπώλεσας.
1339
οὐκ ἔστιν ἥτις τοῦτ’ἂν Ἑλληνὶς γυνὴ
1340
ἔτλη ποθ’, ὧν γε πρόσθεν ἠξίουν ἐγὼ
1341
γῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόντ’ἐμοί,
1342
λέαιναν, οὐ γυναῖκα, τῆς Τυρσηνίδος
1343
Σκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν.
1344
ἀλλ’οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσιν
1345
δάκοιμι · τοιόνδ’ἐμπέφυκέ σοι θράσος ·
1346
ἔρρ’, αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε.
1347
ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον’αἰάζειν πάρα,
1348
ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι,
1349
οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμην
1350
ἕξω προσειπεῖν ζῶντας ἀλλ’ἀπώλεσα.
Μηδεια
Μη.
Μη.
1351
μακρὰν ἂν ἐξέτεινα τοῖσδ’ἐναντίον
1352
λόγοισιν, εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατο
1353
οἷ’ἐξ ἐμοῦ πέπονθας οἷάτ’εἰργάσω ·
1354
σὺ δ’οὐκ ἔμελλες τἄμ’ἀτιμάσας λέχη
1355
τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοὶ
1356
οὐ δ’ τύραννος, οὐ δ’ σοι προσθεὶς γάμους
1357
Κρέων ἀνατεὶ τῆσδέ μ’ἐκβαλεῖν χθονός.
1358
πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούλῃ, κάλει
1359
καὶ Σκύλλαν Τυρσηνὸν ᾤκησεν πέτραν ·
1360
τῆς σῆς γὰρ ὡς χρῆν καρδίας ἀνθηψάμην.
Ιασων
Ια.
Ια.
1361
καὐτή γε λυπῇ καὶ κακῶν κοινωνὸς εἶ.
Μηδεια
Μη.
Μη.
1362
σάφ’ἴσθι · λύει δ’ἄλγος, ἢν σὺ μὴ ’γγελᾷς.
Ιασων
Ια.
Ια.
1363
τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε.
Μηδεια
Μη.
Μη.
1364
παῖδες, ὡς ὤλεσθε πατρῴᾳ νόσῳ.
Ιασων
Ια.
Ια.
1365
οὔτοι νιν ἡμὴ δεξιά γ’ἀπώλεσεν.
Μηδεια
Μη.
Μη.
1366
ἀλλ’ὕβρις οἵτε σοὶ νεοδμῆτες γάμοι.
Ιασων
Ια.
Ια.
1367
λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν;
Μηδεια
Μη.
Μη.
1368
σμικρὸν γυναικὶ πῆμα τοῦτ’εἶναι δοκεῖς;
Ιασων
Ια.
Ια.
1369
ἥτις γε σώφρων · σοὶ δὲ πάντ’ἐστὶν κακά.
Μηδεια
Μη.
Μη.
1370
οἵδ’οὐκέτ’εἰσί · τοῦτο γάρ σε δήξεται.
Ιασων
Ια.
Ια.
1371
οἵδ’εἰσίν, οἴμοι, σῷ κάρᾳ μιάστορες.
Μηδεια
Μη.
Μη.
1372
ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί.
Ιασων
Ια.
Ια.
1373
ἴσασι δῆτα σήν γ’ἀπόπτυστον φρένα.
Μηδεια
Μη.
Μη.
1374
στύγει · πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν.
Ιασων
Ια.
Ια.
1375
καὶ μὴν ἐγὼ σήν · ῥᾴδιοι δ’ἀπαλλαγαί.
Μηδεια
Μη.
Μη.
1376
πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω.
Ιασων
Ια.
Ια.
1377
θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες.
Μηδεια
Μη.
Μη.
1378
οὐ δῆτ’, ἐπεί σφας τῇδ’ἐγὼ θάψω χερί,
1379
φέρουσ’ἐς Ἥρας τέμενος Ἀκραίας θεοῦ,
1380
ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσῃ
1381
τύμβους ἀνασπῶν · γῇ δὲ τῇδε Σισύφου
1382
σεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεν
1383
τὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου.
1384
αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως,
1385
Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος.
1386
σὺ δ’, ὥσπερ εἰκός, κατθανῇ κακὸς κακῶς,
1387
Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος,
1388
πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών.
Ιασων
Ια.
Ια.
1389
ἀλλά σ’Ἐρινὺς ὀλέσειε τέκνων
1390
φονίατε Δίκη.
Μηδεια
Μη.
Μη.
1391
τίς δὲ κλύει σοῦ θεὸς δαίμων,
1392
τοῦ ψευδόρκου καὶ ξειναπάτου;
Ιασων
Ια.
Ια.
1393
φεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ.
Μηδεια
Μη.
Μη.
1394
στεῖχε πρὸς οἴκους καὶ θάπτ’ἄλοχον.
Ιασων
Ια.
Ια.
1395
στείχω, δισσῶν γ’ἄμορος τέκνων.
Μηδεια
Μη.
Μη.
1396
οὔπω θρηνεῖς · μένε καὶ γῆρας.
Ιασων
Ια.
Ια.
1397
τέκνα φίλτατα.
Μηδεια
Μη.
Μη.
1397b
μητρί γε, σοὶ δ’οὔ.
Ιασων
Ια.
Ια.
1398
κἄπειτ’ἔκανες;
Μηδεια
Μη.
Μη.
1398b
σέ γε πημαίνουσ’.
Ιασων
Ια.
Ια.
1399
ὤμοι, φιλίου χρῄζω στόματος
1400
παίδων τάλας προσπτύξασθαι.
Μηδεια
Μη.
Μη.
1401
νῦν σφε προσαυδᾷς, νῦν ἀσπάζῃ,
1402
τότ’ἀπωσάμενος.
Ιασων
Ια.
Ια.
1402b
δός μοι πρὸς θεῶν
1403
μαλακοῦ χρωτὸς ψαῦσαι τέκνων.
Μηδεια
Μη.
Μη.
1404
οὐκ ἔστι · μάτην ἔπος ἔρριπται.
Ιασων
Ια.
Ια.
1405
Ζεῦ, τάδ’ἀκούεις ὡς ἀπελαυνόμεθ’
1406
οἷάτε πάσχομεν ἐκ τῆς μυσαρᾶς
1407
καὶ παιδοφόνου τῆσδε λεαίνης;
1408
ἀλλ’ὁπόσον γοῦν πάρα καὶ δύναμαι
1409
τάδε καὶ θρηνῶ κἀπιθεάζω,
1410
μαρτυρόμενος δαίμονας ὥς μοι
1411
τέκνα κτείνασ’ἀποκωλύεις
1412
ψαῦσαίτε χεροῖν θάψαιτε νεκρούς,
1413
οὓς μήποτ’ἐγὼ φύσας ὄφελον
1414
πρὸς σοῦ φθιμένους ἐπιδέσθαι.
Χορος
Χο.
Χο.
1415
πολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπῳ,
1416
πολλὰ δ’ἀέλπτως κραίνουσι θεοί ·
1417
καὶ τὰ δοκηθέντ’οὐκ ἐτελέσθη,
1418
τῶν δ’ἀδοκήτων πόρον ηὗρε θεός.
1419
τοιόνδ’ἀπέβη τόδε πρᾶγμα.