Euripides

Alcestis

Απολλων
Απ.
Απ.
1
δώματ’Ἀδμήτει’, ἐν οἷς ἔτλην ἐγὼ
2
θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν.
3
Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος
4
Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα ·
5
οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς
6
κτείνω Κύκλωπας · καί με θητεύειν πατὴρ
7
θνητῷ παρ’ἀνδρὶ τῶνδ’ἄποιν’ἠνάγκασεν.
8
ἐλθὼν δὲ γαῖαν τήνδ’ἐβουφόρβουν ξένῳ,
9
καὶ τόνδ’ἔσῳζον οἶκον ἐς τόδ’ἡμέρας.
10
ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον
11
παιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην,
12
Μοίρας δολώσας · ᾔνεσαν δέ μοι θεαὶ
13
Ἄδμητον ᾅδην τὸν παραυτίκ’ἐκφυγεῖν,
14
ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν.
15
πάντας δ’ἐλέγξας καὶ διεξελθὼν φίλους,
16
πατέρα γεραιάνθ’ σφ’ἔτικτε μητέρα,
17
οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελε
18
θανὼν πρὸ κείνου μηκέτ’εἰσορᾶν φάος ·
19
νῦν κατ’οἴκους ἐν χεροῖν βαστάζεται
20
ψυχορραγοῦσα · τῇδε γάρ σφ’ἐν ἡμέρᾳ
21
θανεῖν πέπρωται καὶ μεταστῆναι βίου.
22
ἐγὼ δέ, μὴ μίασμά μ’ἐν δόμοις κίχῃ,
23
λείπω μελάθρων τῶνδε φιλτάτην στέγην.
24
ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας,
25
ἱερῆ θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους
26
μέλλει κατάξειν · συμμέτρως δ’ἀφίκετο,
27
φρουρῶν τόδ’ἦμαρ θανεῖν αὐτὴν χρεών.
Θανατος
Θα.
Θα.
28
·
29
τί σὺ πρὸς μελάθροις; τί σὺ τῇδε πολεῖς,
30
Φοῖβ’; ἀδικεῖς αὖ τιμὰς ἐνέρων
31
ἀφοριζόμενος καὶ καταπαύων;
32
οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτου
33
διακωλῦσαι, Μοίρας δολίῳ
34
σφήλαντι τέχνῃ; νῦν δ’ἐπὶ τῇδ’αὖ
35
χέρα τοξήρη φρουρεῖς ὁπλίσας,
36
τόδ’ὑπέστη πόσιν ἐκλύσασ’
37
αὐτὴ προθανεῖν Πελίου παῖς.
Απολλων
Απ.
Απ.
38
θάρσει · δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.
Θανατος
Θα.
Θα.
39
τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις;
Απολλων
Απ.
Απ.
40
σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί.
Θανατος
Θα.
Θα.
41
καὶ τοῖσδέ γ’οἴκοις ἐκδίκως προσωφελεῖν.
Απολλων
Απ.
Απ.
42
φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.
Θανατος
Θα.
Θα.
43
καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;
Απολλων
Απ.
Απ.
44
ἀλλ’οὐ δ’ἐκεῖνον πρὸς βίαν σ’ἀφειλόμην.
Θανατος
Θα.
Θα.
45
πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός;
Απολλων
Απ.
Απ.
46
δάμαρτ’ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα.
Θανατος
Θα.
Θα.
47
κἀπάξομαί γε νερτέρων ὑπὸ χθόνα.
Απολλων
Απ.
Απ.
48
λαβὼν ἴθ’· οὐ γὰρ οἶδ’ἂν εἰ πείσαιμί σε.
Θανατος
Θα.
Θα.
49
κτείνειν γ’ὃν ἂν χρῇ; τοῦτο γὰρ τετάγμεθα.
Απολλων
Απ.
Απ.
50
οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἐμβαλεῖν.
Θανατος
Θα.
Θα.
51
ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.
Απολλων
Απ.
Απ.
52
ἔστ’οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;
Θανατος
Θα.
Θα.
53
οὐκ ἔστι · τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.
Απολλων
Απ.
Απ.
54
οὔτοι πλέον γ’ἂν μίαν ψυχὴν λάβοις.
Θανατος
Θα.
Θα.
55
νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας.
Απολλων
Απ.
Απ.
56
κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.
Θανατος
Θα.
Θα.
57
πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.
Απολλων
Απ.
Απ.
58
πῶς εἶπας; ἀλλ’ καὶ σοφὸς λέληθας ὤν;
Θανατος
Θα.
Θα.
59
ὠνοῖντ’ἂν οἷς πάρεστι γηραιοὺς θανεῖν.
Απολλων
Απ.
Απ.
60
οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν;
Θανατος
Θα.
Θα.
61
οὐ δῆτ’· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.
Απολλων
Απ.
Απ.
62
ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.
Θανατος
Θα.
Θα.
63
οὐκ ἂν δύναιο πάντ’ἔχειν μή σε δεῖ.
Απολλων
Απ.
Απ.
64
μὴν σὺ παύσῃ καίπερ ὠμὸς ὢν ἄγαν ·
65
τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνήρ,
66
Εὐρυσθέως πέμψαντος ἵππειον μέτα
67
ὄχημα Θρῄκης ἐκ τόπων δυσχειμέρων,
68
ὃς δὴ ξενωθεὶς τοῖσδ’ἐν Ἀδμήτου δόμοις
69
βίᾳ γυναῖκα τήνδε σ’ἐξαιρήσεται.
70
κοὔθ’ παρ’ἡμῶν σοι γενήσεται χάρις
71
δράσειςθ’ὁμοίως ταῦτ’, ἀπεχθήσῃτ’ἐμοί.
Θανατος
Θα.
Θα.
72
πόλλ’ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις ·
73
δ’οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους.
74
στείχω δ’ἐπ’αὐτήν, ὡς κατάρξωμαι ξίφει ·
75
ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν
76
ὅτου τόδ’ἔγχος κρατὸς ἁγνίσῃ τρίχα.
Χορος
Χο.
Χο.
77
τί ποθ’ἡσυχία πρόσθεν μελάθρων;
78
τί σεσίγηται δόμος Ἀδμήτου;
79
ἀλλ’οὐ δὲ φίλων πέλας οὐδείς,
80
ὅστις ἂν εἴποι πότερον φθιμένην
81
βασίλειαν πενθεῖν χρή μ’, ζῶσ’ἔτι
82
φῶς τόδε λεύσσει Πελίου παῖς
83
Ἄλκηστις, ἐμοὶ πᾶσίτ’ἀρίστη
84
δόξασα γυνὴ
85
πόσιν εἰς αὑτῆς γεγενῆσθαι.
86
κλύει τις στεναγμὸν
87
χειρῶν κτύπον κατὰ στέγας
88
γόον ὡς πεπραγμένων;
89
οὐ μὰν οὐ δέ τις ἀμφιπόλων
90
στατίζεται ἀμφὶ πύλας. εἰ
91
γὰρ μετακύμιος ἄτας,
92
Παιάν, φανείης.
93
οὔ τἂν φθιμένης γ’ἐσιώπων.
94
νέκυς ἤδη.
94a
οὐ δὴ φροῦδός γ’ἐξ οἴκων.
95
πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει;
96
πῶς ἂν ἔρημον τάφον Ἄδμητος
96a
[…]
97
κεδνῆς ἂν ἔπραξε γυναικός;
98
πυλῶν πάροιθε δ’οὐχ ὁρῶ
99
πηγαῖον ὡς νομίζεται
100
χέρνιβ’ἐπὶ φθιτῶν πύλαις.
101
χαίτατ’οὔτις ἐπὶ προθύροις
102
τομαῖος, δὴ νεκύων
103
πένθει πίτνει · οὐ νεολαία
104
δουπεῖ χεὶρ γυναικῶν.
105
καὶ μὴν τόδε κύριον ἦμαρ […]
106
τί τόδ’αὐδᾷς;
107
χρή σφε μολεῖν κατὰ γαίας.
108
ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν.
109
χρὴ τῶν ἀγαθῶν διακναιομένων
110
πενθεῖν ὅστις
111
χρηστὸς ἀπ’ἀρχῆς νενόμισται.
112
ἀλλ’οὐ δὲ ναυκληρίαν
113
ἔσθ’ὅποι τις αἴας
114
στείλας, Λυκίαν
115
εἴτ’ἐπὶ τὰς ἀνύδρους
116
Ἀμμωνιάδας,
117
δυστάνου παραλύσαι
118
ψυχάν · μόρος γὰρ ἀπότομος
119
πλάθει · θεῶν δ’ἐπ’ἐσχάραις
120
οὐκ ἔχω ἐπὶ τίνα
121
μηλοθύταν πορευθῶ.
122
μόνος δ’ἄν, εἰ φῶς τόδ’ἦν
123
ὄμμασιν δεδορκὼς
124
Φοίβου παῖς, προλιποῦσ’
125
ἦλθεν ἕδρας σκοτίους
126
Ἅιδατε πύλας ·
127
δμαθέντας γὰρ ἀνίστη,
128
πρὶν αὐτὸν εἷλε διόβολον
129
πλῆκτρον πυρὸς κεραυνίου.
130
νῦν δὲ τίν’ἔτι βίου
131
ἐλπίδα προσδέχωμαι;
132
πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσι,
133
πάντων δὲ θεῶν ἐπὶ βωμοῖς
134
αἱμόρραντοι θυσίαι πλήρεις ·
135
οὐ δ’ἔστι κακῶν ἄκος οὐδέν.
136
ἀλλ’ἥδ’ὀπαδῶν ἐκ δόμων τις ἔρχεται
137
δακρυρροοῦσα, τίνα τύχην ἀκούσομαι;
138
πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει,
139
συγγνωστόν · εἰ δ’ἔτ’ἐστὶν ἔμψυχος γυνὴ
140
εἴτ’οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ’ἄν.
Θεραπαινα
Θε.
Θε.
141
καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι.
Χορος
Χο.
Χο.
142
καὶ πῶς ἂν αὑτὸς κατθάνοιτε καὶ βλέποι;
Θεραπαινα
Θε.
Θε.
143
ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ.
Χορος
Χο.
Χο.
144
τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις.
Θεραπαινα
Θε.
Θε.
145
οὔπω τόδ’οἶδε δεσπότης, πρὶν ἂν πάθῃ.
Χορος
Χο.
Χο.
146
ἐλπὶς μὲν οὐκέτ’ἐστὶ σῴζεσθαι βίον;
Θεραπαινα
Θε.
Θε.
147
πεπρωμένη γὰρ ἡμέρα βιάζεται.
Χορος
Χο.
Χο.
148
οὔκουν ἐπ’αὐτῇ πράσσεται τὰ πρόσφορα;
Θεραπαινα
Θε.
Θε.
149
κόσμος γ’ἕτοιμος, σφε συνθάψει πόσις.
Χορος
Χο.
Χο.
150
ἴστω νυν εὐκλεής γε κατθανουμένη
151
γυνήτ’ἀρίστη τῶν ὑφ’ἡλίῳ, μακρῷ.
Θεραπαινα
Θε.
Θε.
152
πῶς δ’οὐκ ἀρίστη; τίς δ’ἐναντιώσεται;
153
τί χρὴ γενέσθαι τὴν ὑπερβεβλημένην
154
γυναῖκα; πῶς δ’ἂν μᾶλλον ἐνδείξαιτό τις
155
πόσιν προτιμῶσ’ θέλουσ’ὑπερθανεῖν;
156
καὶ ταῦτα μὲν δὴ πᾶσ’ἐπίσταται πόλις ·
157
δ’ἐν δόμοις ἔδρασε θαυμάσῃ κλύων.
158
ἐπεὶ γὰρ ᾔσθεθ’ἡμέραν τὴν κυρίαν
159
ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα
160
ἐλούσατ’, ἐκ δ’ἑλοῦσα κεδρίνων δόμων
161
ἐσθῆτα κόσμοντ’εὐπρεπῶς ἠσκήσατο,
162
καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο ·
163
Δέσποιν’, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,
164
πανύστατόν σε προσπίτνουσ’αἰτήσομαι,
165
τέκν’ὀρφανεῦσαι τἀμά · καὶ τῷ μὲν φίλην
166
σύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν.
167
μη δ’ὥσπερ αὐτῶν τεκοῦσ’ἀπόλλυμαι
168
θανεῖν ἀώρους παῖδας, ἀλλ’εὐδαίμονας
169
ἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον.
170
πάντας δὲ βωμούς, οἳ κατ’Ἀδμήτου δόμους,
171
προσῆλθε κἀξέστεψε καὶ προσηύξατο,
172
πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,
173
ἄκλαυτος ἀστένακτος, οὐ δὲ τοὐπιὸν
174
κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.
175
κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος,
176
ἐνταῦθα δὴ ’δάκρυσε καὶ λέγει τάδε ·
177
λέκτρον, ἔνθα παρθένει’ἔλυσ’ἐγὼ
178
κορεύματ’ἐκ τοῦδ’ἀνδρός, οὗ θνῄσκω πέρι,
179
χαῖρ’· οὐ γὰρ ἐχθαίρω σ’· ἀπώλεσας δ’ἐμὲ
180
μόνην · προδοῦναι γάρ σ’ὀκνοῦσα καὶ πόσιν
181
θνῄσκω. σὲ δ’ἄλλη τις γυνὴ κεκτήσεται,
182
σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ἴσως.
183
κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον
184
ὀφθαλμοτέγκτῳ δεύεται πλημμυρίδι.
185
ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον,
186
στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,
187
καὶ πολλὰ θαλάμων ἐξιοῦσ’ἐπεστράφη
188
κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.
189
παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι
190
ἔκλαιον · δὲ λαμβάνουσ’ἐς ἀγκάλας
191
ἠσπάζετ’ἄλλοτ’ἄλλον, ὡς θανουμένη.
192
πάντες δ’ἔκλαιον οἰκέται κατὰ στέγας
193
δέσποιναν οἰκτίροντες. δὲ δεξιὰν
194
προύτειν’ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸς
195
ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν.
196
τοιαῦτ’ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.
197
καὶ κατθανών τἂν ὤλετ’, ἐκφυγών δ’ἔχει
198
τοσοῦτον ἄλγος, οὗ ποτ’ οὐ λελήσεται.
Χορος
Χο.
Χο.
199
που στενάζει τοισίδ’Ἄδμητος κακοῖς,
200
ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;
Θεραπαινα
Θε.
Θε.
201
κλαίει γ’ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων,
202
καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα
203
ζητῶν · φθίνει γὰρ καὶ μαραίνεται νόσῳ.
204
παρειμένη δέ, χειρὸς ἄθλιον βάρος
204a
[…]
205
ὅμως δὲ καίπερ σμικρὸν ἐμπνέουσ’ἔτι
206
βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου
207
ὡς οὔποτ’αὖθις, ἀλλὰ νῦν πανύστατον.
208
209
ἀλλ’εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν ·
210
οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις,
211
ὥστ’ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι ·
212
σὺ δ’εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος.
Χορος
Χο.
Χο.
213
ἰὼ Ζεῦ, τίς ἂν πᾷ πόρος κακῶν
214
γένοιτο καὶ λύσις τύχας
214a
πάρεστι κοιράνοις;
215
αἰαῖ · εἶσί τις; τέμω τρίχα,
216
καὶ μέλανα στολμὸν πέπλων
217
ἀμφιβαλώμεθ’ἤδη;
218
δῆλα μέν, φίλοι, δῆλά γ’, ἀλλ’ὅμως
219
θεοῖσιν εὐχώμεσθα · θεῶν
219a
γὰρ δύναμις μεγίστα.
220
ὦναξ Παιάν,
221
ἔξευρε μηχανάν τιν’Ἀδμήτῳ κακῶν.
222
πόριζε δὴ πόριζε · καὶ πάρος γὰρ
223
τοῦδ’ἐφεῦρες , καὶ νῦν
224
λυτήριος ἐκ θανάτου γενοῦ,
225
φόνιον δ’ἀπόπαυσον Ἅιδαν.
226
παπαῖ […]
226a
παῖ Φέρητος, οἷ’
227
ἔπραξας δάμαρτος σᾶς στερείς.
228
αἰαῖ · ἄξια καὶ σφαγᾶς τάδε,
229
καὶ πλέον βρόχῳ δέρην
230
οὐρανίῳ πελάσσαι;
231
τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάταν
232
γυναῖκα κατθανοῦσαν ἐν
233
ἄματι τῷδ’ἐπόψῃ.
234
ἰδοὺ ἰδού,
234a
ἥδ’ἐκ δόμων δὴ καὶ πόσις πορεύεται.
235
βόασον , στέναξον, Φεραία
235a
χθών, τὰν ἀρίσταν
236
γυναῖκα μαραινομέναν νόσῳ
237
κατὰ γᾶς χθόνιον παρ’Ἅιδαν.
238
οὔποτε φήσω γάμον εὐφραίνειν
239
πλέον λυπεῖν, τοῖςτε πάροιθεν
240
τεκμαιρόμενος καὶ τάσδε τύχας
241
λεύσσων βασιλέως, ὅστις ἀρίστης
242
ἀπλακὼν ἀλόχου τῆσδ’ἀβίωτον
243
τὸν ἔπειτα χρόνον βιοτεύσει.
Αλκηστις
Αλ.
Αλ.
244
Ἅλιε καὶ φάος ἁμέρας,
245
οὐράνιαίτε δῖναι νεφέλας δρομαίου.
Αδμητος
Αδ.
Αδ.
246
ὁρᾷ σὲ κἀμέ, δύο κακῶς πεπραγότας,
247
οὐδὲν θεοὺς δράσαντας ἀνθ’ὅτου θανῇ.
Αλκηστις
Αλ.
Αλ.
248
γαῖάτε καὶ μελάθρων στέγαι
249
νυμφίδιοίτε κοῖται πατρίας Ἰωλκοῦ.
Αδμητος
Αδ.
Αδ.
250
ἔπαιρε σαυτήν, τάλαινα, μὴ προδῷς ·
251
λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς.
Αλκηστις
Αλ.
Αλ.
252
ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν λίμνᾳ ·
253
νεκύων δὲ πορθμεὺς
254
ἔχων χέρ’ἐπὶ κοντῷ Χάρων
255
μ’ἤδη καλεῖ · τί μέλλεις;
256
ἐπείγου · σὺ κατείργεις. τάδε τοί με
256a
σπερχόμενος ταχύνει.
Αδμητος
Αδ.
Αδ.
257
οἴμοι, πικράν γε τήνδε μοι ναυκληρίαν
258
ἔλεξας. δύσδαιμον, οἷα πάσχομεν.
Αλκηστις
Αλ.
Αλ.
259
ἄγει μ’ἄγει τις · ἄγει μέ τις οὐχ ὁρᾷς;
260
νεκύων ἐς αὐλάν,
261
ὑπ’ὀφρύσι κυαναυγέσι
262
βλέπων πτερωτός Ἃιδας .
263
τί ῥέξεις; ἄφες. οἵαν ὁδὸν
263a
δειλαιότατα προβαίνω.
Αδμητος
Αδ.
Αδ.
264
οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ’ἐμοὶ
265
καὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῷ τόδε.
Αλκηστις
Αλ.
Αλ.
266
μέθετε μέθετέ μ’ἤδη.
267
κλίνατ’, οὐ σθένω ποσίν ·
268
πλησίον Ἅιδας.
269
σκοτία δ’ἐπ’ὄσσοισι νὺξ ἐφέρπει.
270
τέκνα, τέκν’, οὐκέτι δὴ
271
οὐκέτι μάτηρ σφῷν ἔστιν.
272
χαίροντες, τέκνα, τόδε φάος ὁρῷτον.
Αδμητος
Αδ.
Αδ.
273
οἴμοι · τόδ’ἔπος λυπρὸν ἀκούω
274
καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον.
275
μὴ πρός σε θεῶν τλῇς με προδοῦναι,
276
μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς,
277
ἀλλ’ἄνα, τόλμα ·
277a
σοῦ γὰρ φθιμένης οὐκέτ’ἂν εἴην ·
278
ἐν σοὶ δ’ἐσμὲν καὶ ζῆν καὶ μή ·
279
σὴν γὰρ φιλίαν σεβόμεσθα.
Αλκηστις
Αλ.
Αλ.
280
Ἄδμηθ’, ὁρᾷς γὰρ τἀμὰ πράγμαθ’ὡς ἔχει,
281
λέξαι θέλω σοι πρὶν θανεῖν βούλομαι.
282
ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς
283
ψυχῆς καταστήσασα φῶς τόδ’εἰσορᾶν,
284
θνῄσκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν,
285
ἀλλ’ἄνδρατε σχεῖν Θεσσαλῶν ὃν ἤθελον,
286
καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.
287
οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσά σου
288
σὺν παισὶν ὀρφανοῖσιν, οὐ δ’ἐφεισάμην
289
ἥβης, ἔχουσ’ἐν οἷς ἐτερπόμην ἐγώ.
290
καίτοι σ’ φύσας χἠ τεκοῦσα προύδοσαν,
291
καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου,
292
καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.
293
μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν
294
σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.
295
κἀγώτ’ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον,
296
κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες
297
καὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν
298
θεῶν τις ἐξέπραξεν ὥσθ’οὕτως ἔχειν.
299
εἶεν · σὺ νῦν μοι τῶνδ’ἀπόμνησαι χάριν ·
300
αἰτήσομαι γάρ σ’ ἀξίαν μὲν οὔποτε ·
301
ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον
302
δίκαια δ’, ὡς φήσεις σύ · τούσδε γὰρ φιλεῖς
303
οὐχ ἧσσον ’γὼ παῖδας, εἴπερ εὖ φρονεῖς ·
304
τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων,
305
καὶ μὴ ’πιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις,
306
ἥτις κακίων οὖσ’ἐμοῦ γυνὴ φθόνῳ
307
τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.
308
μὴ δῆτα δράσῃς ταῦτά γ’, αἰτοῦμαί σ’ἐγώ.
309
ἐχθρὰ γὰρ ’πιοῦσα μητρυιὰ τέκνοις
310
τοῖς πρόσθ’, ἐχίδνης οὐδὲν ἠπιωτέρα.
311
καὶ παῖς μὲν ἄρσην πατέρ’ἔχει πύργον μέγαν,
312
313
σὺ δ’, τέκνον μοι, πῶς κορευθήσῃ καλῶς;
314
ποίας τυχοῦσα συζύγου τῷ σῷ πατρί;
315
μή σοί τιν’αἰσχρὰν προσβαλοῦσα κληδόνα
316
ἥβης ἐν ἀκμῇ σοὺς διαφθείρῃ γάμους.
317
οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ
318
οὔτ’ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον,
319
παροῦσ’, ἵν’οὐδὲν μητρὸς εὐμενέστερον.
320
δεῖ γὰρ θανεῖν με · καὶ τόδ’οὐκ ἐς αὔριον
321
οὐ δ’ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν,
322
ἀλλ’αὐτίκ’ἐν τοῖς οὐκέτ’οὖσι λέξομαι.
323
χαίροντες εὐφραίνοισθε · καὶ σοὶ μέν, πόσι,
324
γυναῖκ’ἀρίστην ἔστι κομπάσαι λαβεῖν,
325
ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι.
Χορος
Χο.
Χο.
326
θάρσει · πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι ·
327
δράσει τάδ’, εἴπερ μὴ φρενῶν ἁμαρτάνει.
Αδμητος
Αδ.
Αδ.
328
ἔσται τάδ’ἔσται, μὴ τρέσῃς · ἐπεὶ σ’ἐγὼ
329
καὶ ζῶσαν εἶχον καὶ θανοῦσ’ἐμὴ γυνὴ
330
μόνη κεκλήσῃ, κοὔτις ἀντὶ σοῦ ποτε
331
τόνδ’ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται.
332
οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς
333
οὔτ’εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή.
334
ἅλις δὲ παίδων · τῶνδ’ὄνησιν εὔχομαι
335
θεοῖς γενέσθαι · σοῦ γὰρ οὐκ ὠνήμεθα.
336
οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σόν,
337
ἀλλ’ἔστ’ἂν αἰὼν οὑμὸς ἀντέχῃ, γύναι,
338
στυγῶν μὲν μ’ἔτικτεν, ἐχθαίρων δ’ἐμὸν
339
πατέρα · λόγῳ γὰρ ἦσαν οὐκ ἔργῳ φίλοι.
340
σὺ δ’ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα
341
ψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρα
342
τοιᾶσδ’ἁμαρτάνοντι συζύγου σέθεν;
343
παύσω δὲ κώμους συμποτῶνθ’ὁμιλίας
344
στεφάνουςτε μοῦσάνθ’ κατεῖχ’ἐμοὺς δόμους.
345
οὐ γάρ ποτ’οὔτ’ἂν βαρβίτου θίγοιμ’ἔτι
346
οὔτ’ἂν φρέν’ἐξαίροιμι πρὸς Λίβυν λακεῖν
347
αὐλόν · σὺ γάρ μου τέρψιν ἐξείλου βίου.
348
σοφῇ δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν
349
εἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται,
350
προσπεσοῦμαι καὶ περιπτύσσων χέρας
351
ὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις
352
δόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν ·
353
ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ’ὅμως βάρος
354
ψυχῆς ἀπαντλοίην ἄν. ἐν δ’ὀνείρασι
355
φοιτῶσά μ’εὐφραίνοις ἄν · ἡδὺ γὰρ φίλους
356
κἀν νυκτὶ λεύσσειν, ὅντιν’ἂν παρῇ χρόνον.
357
εἰ δ’Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν,
358
ὥστ’ κόρην Δήμητρος κείνης πόσιν
359
ὕμνοισι κηλήσαντά σ’ἐξ Ἅιδου λαβεῖν,
360
κατῆλθον ἄν, καί μ’οὔθ’ Πλούτωνος κύων
361
οὔθ’οὑπὶ κώπῃ ψυχοπομπὸς ἂν Χάρων
362
ἔσχον, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον.
363
ἀλλ’οὖν ἐκεῖσε προσδόκα μ’, ὅταν θάνω,
364
καὶ δῶμ’ἑτοίμαζ’, ὡς συνοικήσουσά μοι.
365
ἐν ταῖσιν αὐταῖς γάρ μ’ἐπισκήψω κέδροις
366
σοὶ τούσδε θεῖναι πλευράτ’ἐκτεῖναι πέλας
367
πλευροῖσι τοῖς σοῖς · μη δὲ γὰρ θανών ποτε
368
σοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί.
Χορος
Χο.
Χο.
369
καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλῳ
370
λυπρὸν συνοίσω τῆσδε · καὶ γὰρ ἀξία.
Αλκηστις
Αλ.
Αλ.
371
παῖδες, αὐτοὶ δὴ τάδ’εἰσηκούσατε
372
πατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ
373
γυναῖκ’ἐφ’ὑμῖν μη δ’ἀτιμάσειν ἐμέ.
Αδμητος
Αδ.
Αδ.
374
καὶ νῦν γέ φημι, καὶ τελευτήσω τάδε.
Αλκηστις
Αλ.
Αλ.
375
ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου.
Αδμητος
Αδ.
Αδ.
376
δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός.
Αλκηστις
Αλ.
Αλ.
377
σὺ νῦν γενοῦ τοῖσδ’ἀντ’ἐμοῦ μήτηρ τέκνοις.
Αδμητος
Αδ.
Αδ.
378
πολλή μ’ἀνάγκη, σοῦ γ’ἀπεστερημένοις.
Αλκηστις
Αλ.
Αλ.
379
τέκν’, ὅτε ζῆν χρῆν μ’, ἀπέρχομαι κάτω.
Αδμητος
Αδ.
Αδ.
380
οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος;
Αλκηστις
Αλ.
Αλ.
381
χρόνος μαλάξει σ’· οὐδέν ἐσθ’ κατθανών.
Αδμητος
Αδ.
Αδ.
382
ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω.
Αλκηστις
Αλ.
Αλ.
383
ἀρκοῦμεν ἡμεῖς οἱ προθνῄσκοντες σέθεν.
Αδμητος
Αδ.
Αδ.
384
δαῖμον, οἵας συζύγου μ’ἀποστερεῖς.
Αλκηστις
Αλ.
Αλ.
385
καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται.
Αδμητος
Αδ.
Αδ.
386
ἀπωλόμην ἄρ’, εἴ με δὴ λείψεις, γύναι.
Αλκηστις
Αλ.
Αλ.
387
ὡς οὐκέτ’οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ.
Αδμητος
Αδ.
Αδ.
388
ὄρθου πρόσωπον, μὴ λίπῃς παῖδας σέθεν.
Αλκηστις
Αλ.
Αλ.
389
οὐ δῆθ’ἑκοῦσά γ’, ἀλλὰ χαίρετ’, τέκνα.
Αδμητος
Αδ.
Αδ.
390
βλέψον πρὸς αὐτοὺς βλέψον.
Αλκηστις
Αλ.
Αλ.
390b
οὐδέν εἰμ’ἔτι.
Αδμητος
Αδ.
Αδ.
391
τί δρᾷς; προλείπεις;
Αλκηστις
Αλ.
Αλ.
391b
χαῖρ’.
Αδμητος
Αδ.
Αδ.
391c
ἀπωλόμην τάλας.
Χορος
Χο.
Χο.
392
βέβηκεν, οὐκέτ’ἔστιν Ἀδμήτου γυνή.
Παις
Πα.
Πα.
393
ἰώ μοι τύχας. μαῖα δὴ κάτω
394
βέβακεν, οὐκέτ’ἔστιν,
395
πάτερ, ὑφ’ἁλίῳ.
396
προλιποῦσα δ’ἀμὸν
397
βίον ὠρφάνισσε τλάμων.
398
ἴδε γὰρ ἴδε βλέφαρον καὶ παρατόνους χέρας.
400
ὑπάκουσον ἄκουσον, μᾶτερ, ἀντιάζω.
401
ἐγώ σ’ἐγώ, μᾶτερ,
402
καλοῦμαί σ’ σὸς ποτὶ σοῖσι πίτνων
403
καλοῦμαι στόμασιν νεοσσός.
Αδμητος
Αδ.
Αδ.
404
τὴν οὐ κλύουσαν οὐ δ’ὁρῶσαν · ὥστ’ἐγὼ
405
καὶ σφὼ βαρείᾳ συμφορᾷ πεπλήγμεθα.
Παις
Πα.
Πα.
406
νέος ἐγώ, πάτερ, λείπομαι φίλας
407
μονόστολόςτε ματρός ·
408
σχέτλια δὴ παθὼν
409
ἐγὼ ἔργα […],
410
σύτέ μοι σύγκασι κούρα
411
συνέτλας · […] πάτερ,
412
ἀνόνατ’ἀνόνατ’ἐνύμφευσας, οὐ δὲ γήρως
413
ἔβας τέλος σὺν τᾷδ’·
414
ἔφθιτο γὰρ πάρος · οἰχομένας δὲ σοῦ,
415
μᾶτερ, ὄλωλεν οἶκος.
Χορος
Χο.
Χο.
416
Ἄδμητ’, ἀνάγκη τάσδε συμφορὰς φέρειν ·
417
οὐ γάρ τι πρῶτος οὐ δὲ λοίσθιος βροτῶν
418
γυναικὸς ἐσθλῆς ἤμπλακες · γίγνωσκε δὲ
419
ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται.
Αδμητος
Αδ.
Αδ.
420
ἐπίσταμαί γε, κοὐκ ἄφνω κακὸν τόδε
421
προσέπτατ’· εἰδὼς δ’αὔτ’ἐτειρόμην πάλαι.
422
ἀλλ’, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ,
423
πάρεστε καὶ μένοντες ἀντηχήσατε
424
παιᾶνα τῷ κάτωθεν ἀσπόνδῳ θεῷ.
425
πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ
426
πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω
427
κουρᾷ ξυρήκει καὶ μελαμπέπλῳ στολῇ ·
428
τέθριππάθ’οἳ ζεύγνυσθε καὶ μονάμπυκας
429
πώλους, σιδήρῳ τέμνετ’αὐχένων φόβην.
430
αὐλῶν δὲ μὴ κατ’ἄστυ, μὴ λύρας κτύπος
431
ἔστω σελήνας δώδεκ’ἐκπληρουμένας ·
432
οὐ γάρ τιν’ἄλλον φίλτερον θάψω νεκρὸν
433
τοῦδ’οὐ δ’ἀμείνον’εἰς ἔμ’· ἀξία δέ μοι
434
τιμῆς, ἐπεὶ τέθνηκεν ἀντ’ἐμοῦ μόνη.
Χορος
Χο.
Χο.
435
Πελίου θύγατερ,
436
χαίρουσά μοι εἰν Ἀίδαο δόμοις
437
τὸν ἀνάλιον οἶκον οἰκετεύοις.
438
ἴστω δ’Ἀίδας μελαγχαίτας θεὸς ὅςτ’ἐπὶ κώπᾳ
440
πηδαλίῳτε γέρων
441
νεκροπομπὸς ἵζει,
442
πολὺ δὴ πολὺ δὴ γυναῖκ’ἀρίσταν
443
λίμναν Ἀχεροντίαν
444
πορεύσας ἐλάτᾳ δικώπῳ.
445
πολλά σε μουσοπόλοι
446
μέλψουσι καθ’ἑπτάτονόντ’ὀρείαν
447
χέλυν ἔντ’ἀλύροις κλέοντες ὕμνοις,
448
Σπάρτᾳ κύκλος ἁνίκα Καρνείου περινίσσεται ὥρας
450
μηνός, ἀειρομένας
451
παννύχου σελάνας,
452
λιπαραῖσίτ’ἐν ὀλβίαις Ἀθάναις.
453
τοίαν ἔλιπες θανοῦσα
454
μολπὰν μελέων ἀοιδοῖς.
455
εἴθ’ἐπ’ἐμοὶ μὲν εἴη,
456
δυναίμαν δέ σε πέμψαι
457
φάος ἐξ Ἀίδα τεράμνων
458
καὶ Κωκυτοῖο ῥεέθρων
459
ποταμίᾳ νερτέρᾳτε κώπᾳ.
460
σὺ γὰρ , μόνα, φίλα γυναικῶν,
461
σὺ τὸν αὑτᾶς
462
ἔτλας πόσιν ἀντὶ σᾶς ἀμεῖψαι
462a
ψυχᾶς ἐξ Ἅιδα. κούφα σοι
463
χθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τι
464
καινὸν ἕλοιτο πόσις λέχος, μάλ’ἂν ἔμοιγ’ἂν εἴη
465
στυγηθεὶς τέκνοιςτε τοῖς σοῖς.
466
ματέρος οὐ θελούσας
467
πρὸ παιδὸς χθονὶ κρύψαι
468
δέμας, οὐ δὲ πατρὸς γεραιοῦ,
468a
[…]
469
ὃν ἔτεκον δ’, οὐκ ἔτλαν ῥύεσθαι,
470
σχετλίω, πολιὰν ἔχοντε χαίταν.
470a
σὺ δ’ἐν ἥβᾳ
471
νέᾳ προθανοῦσα φωτὸς οἴχῃ.
472
τοιαύτας εἴη μοι κῦρσαι
473
συνδυάδος φιλίας · τοῦτο γὰρ
474
ἐν βιότῳ σπάνιον μέρος · γὰρ ἂν ἔμοιγ’ἄλυπος
475
δι’αἰῶνος ἂν ξυνείη.
Ηρακλης
Ηρ.
Ηρ.
476
ξένοι, Φεραίας τῆσδε κωμῆται χθονός,
477
Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω;
Χορος
Χο.
Χο.
478
ἔστ’ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις.
479
ἀλλ’εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα
480
πέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε.
Ηρακλης
Ηρ.
Ηρ.
481
Τιρυνθίῳ πράσσω τιν’Εὐρυσθεῖ πόνον.
Χορος
Χο.
Χο.
482
καὶ ποῖ πορεύῃ; τῷ προσέζευξαι πλάνῳ;
Ηρακλης
Ηρ.
Ηρ.
483
Θρῃκὸς τέτρωρον ἅρμα Διομήδους μέτα.
Χορος
Χο.
Χο.
484
πῶς οὖν δυνήσῃ; μῶν ἄπειρος εἶ ξένου;
Ηρακλης
Ηρ.
Ηρ.
485
ἄπειρος · οὔπω Βιστόνων ἦλθον χθόνα.
Χορος
Χο.
Χο.
486
οὐκ ἔστιν ἵππων δεσπόσαι σ’ἄνευ μάχης.
Ηρακλης
Ηρ.
Ηρ.
487
ἀλλ’οὐ δ’ἀπειπεῖν μὴν πόνους οἷόντ’ἐμοί.
Χορος
Χο.
Χο.
488
κτανὼν ἄρ’ἥξεις θανὼν αὐτοῦ μενεῖς.
Ηρακλης
Ηρ.
Ηρ.
489
οὐ τόνδ’ἀγῶνα πρῶτον ἂν δράμοιμ’ἐγώ.
Χορος
Χο.
Χο.
490
τί δ’ἂν κρατήσας δεσπότην πλέον λάβοις;
Ηρακλης
Ηρ.
Ηρ.
491
πώλους ἀπάξω κοιράνῳ Τιρυνθίῳ.
Χορος
Χο.
Χο.
492
οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις.
Ηρακλης
Ηρ.
Ηρ.
493
εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο.
Χορος
Χο.
Χο.
494
ἀλλ’ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις.
Ηρακλης
Ηρ.
Ηρ.
495
θηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις.
Χορος
Χο.
Χο.
496
φάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας.
Ηρακλης
Ηρ.
Ηρ.
497
τίνος δ’ θρέψας παῖς πατρὸς κομπάζεται;
Χορος
Χο.
Χο.
498
Ἄρεος, ζαχρύσου Θρῃκίας πέλτης ἄναξ.
Ηρακλης
Ηρ.
Ηρ.
499
καὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις ·
500
σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται ·
501
εἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατο
502
μάχην συνάψαι, πρῶτα μὲν Λυκάονι,
503
αὖθις δὲ Κύκνῳ, τόνδε δ’ἔρχομαι τρίτον
504
ἀγῶνα πώλοις δεσπότῃτε συμβαλῶν.
505
ἀλλ’οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνον
506
τρέσαντα χεῖρα πολεμίαν ποτ’ὄψεται.
Χορος
Χο.
Χο.
507
καὶ μὴν ὅδ’αὐτὸς τῆσδε κοίρανος χθονὸς
508
Ἄδμητος ἔξω δωμάτων πορεύεται.
Αδμητος
Αδ.
Αδ.
509
χαῖρ’, Διὸς παῖ Περσέωςτ’ἀφ’αἵματος.
Ηρακλης
Ηρ.
Ηρ.
510
Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ.
Αδμητος
Αδ.
Αδ.
511
θέλοιμ’ἄν · εὔνουν δ’ὄντα σ’ἐξεπίσταμαι.
Ηρακλης
Ηρ.
Ηρ.
512
τί χρῆμα κουρᾷ τῇδε πενθίμῳ πρέπεις;
Αδμητος
Αδ.
Αδ.
513
θάπτειν τιν’ἐν τῇδ’ἡμέρᾳ μέλλω νεκρόν.
Ηρακλης
Ηρ.
Ηρ.
514
ἀπ’οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.
Αδμητος
Αδ.
Αδ.
515
ζῶσιν κατ’οἴκους παῖδες οὓς ἔφυσ’ἐγώ.
Ηρακλης
Ηρ.
Ηρ.
516
πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται.
Αδμητος
Αδ.
Αδ.
517
κἀκεῖνος ἔστι χἡ τεκοῦσά μ’, Ἡράκλεις.
Ηρακλης
Ηρ.
Ηρ.
518
οὐ μὴν γυνή γ’ὄλωλεν Ἄλκηστις σέθεν;
Αδμητος
Αδ.
Αδ.
519
διπλοῦς ἐπ’αὐτῇ μῦθος ἔστι μοι λέγειν.
Ηρακλης
Ηρ.
Ηρ.
520
πότερα θανούσης εἶπας ζώσης ἔτι;
Αδμητος
Αδ.
Αδ.
521
ἔστιντε κοὐκέτ’ἔστιν, ἀλγύνει δ’ἐμέ.
Ηρακλης
Ηρ.
Ηρ.
522
οὐδέν τι μᾶλλον οἶδ’· ἄσημα γὰρ λέγεις.
Αδμητος
Αδ.
Αδ.
523
οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών;
Ηρακλης
Ηρ.
Ηρ.
524
οἶδ’, ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.
Αδμητος
Αδ.
Αδ.
525
πῶς οὖν ἔτ’ἔστιν, εἴπερ ᾔνεσεν τάδε;
Ηρακλης
Ηρ.
Ηρ.
526
, μὴ πρόκλαι’ἄκοιτιν, ἐς τότ’ἀμβαλοῦ.
Αδμητος
Αδ.
Αδ.
527
τέθνηχ’ μέλλων, κοὐκέτ’ἔσθ’ κατθανών.
Ηρακλης
Ηρ.
Ηρ.
528
χωρὶς τότ’εἶναι καὶ τὸ μὴ νομίζεται.
Αδμητος
Αδ.
Αδ.
529
σὺ τῇδε κρίνεις, Ἡράκλεις, κείνῃ δ’ἐγώ.
Ηρακλης
Ηρ.
Ηρ.
530
τί δῆτα κλαίεις; τίς φίλων κατθανών;
Αδμητος
Αδ.
Αδ.
531
γυνή · γυναικὸς ἀρτίως μεμνήμεθα.
Ηρακλης
Ηρ.
Ηρ.
532
ὀθνεῖος σοὶ συγγενὴς γεγῶσά τις;
Αδμητος
Αδ.
Αδ.
533
ὀθνεῖος, ἄλλως δ’ἦν ἀναγκαία δόμοις.
Ηρακλης
Ηρ.
Ηρ.
534
πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;
Αδμητος
Αδ.
Αδ.
535
πατρὸς θανόντος ἐνθάδ’ὠρφανεύετο.
Ηρακλης
Ηρ.
Ηρ.
536
φεῦ.
536a
εἴθ’ηὕρομέν σ’, Ἄδμητε, μὴ λυπούμενον.
Αδμητος
Αδ.
Αδ.
537
ὡς δὴ τί δράσων τόνδ’ὑπορράπτεις λόγον;
Ηρακλης
Ηρ.
Ηρ.
538
ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.
Αδμητος
Αδ.
Αδ.
539
οὐκ ἔστιν, ὦναξ · μὴ τοσόνδ’ἔλθοι κακόν.
Ηρακλης
Ηρ.
Ηρ.
540
λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος.
Αδμητος
Αδ.
Αδ.
541
τεθνᾶσιν οἱ θανόντες · ἀλλ’ἴθ’ἐς δόμους.
Ηρακλης
Ηρ.
Ηρ.
542
αἰσχρὸν παρὰ κλαίουσι θοινᾶσθαι ξένους.
Αδμητος
Αδ.
Αδ.
543
χωρὶς ξενῶνές εἰσιν οἷ σ’ἐσάξομεν.
Ηρακλης
Ηρ.
Ηρ.
544
μέθες με, καί σοι μυρίαν ἕξω χάριν.
Αδμητος
Αδ.
Αδ.
545
οὐκ ἔστιν ἄλλου σ’ἀνδρὸς ἑστίαν μολεῖν.
546
ἡγοῦ σὺ τῷδε δωμάτων ἐξωπίους
547
ξενῶνας οἴξας, τοῖςτ’ἐφεστῶσιν φράσον
548
σίτων παρεῖναι πλῆθος · εὖ δὲ κλῄσατε
549
θύρας μεσαύλους · οὐ πρέπει θοινωμένους
550
κλύειν στεναγμῶν οὐ δὲ λυπεῖσθαι ξένους.
Χορος
Χο.
Χο.
551
τί δρᾷς; τοιαύτης συμφορᾶς προκειμένης,
552
Ἄδμητε, τολμᾷς ξενοδοκεῖν; τί μῶρος εἶ;
Αδμητος
Αδ.
Αδ.
553
ἀλλ’εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα
554
ξένον μολόντα, μᾶλλον ἄν μ’ἐπῄνεσας;
555
οὐ δῆτ’, ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν
556
μείων ἐγίγνετ’, ἀξενώτερος δ’ἐγώ.
557
καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ’ἂν ἦν κακόν,
558
δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους.
559
αὐτὸς δ’ἀρίστου τοῦδε τυγχάνω ξένου,
560
ὅταν ποτ’Ἄργους διψίαν ἔλθω χθόνα.
Χορος
Χο.
Χο.
561
πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα,
562
φίλου μολόντος ἀνδρός, ὡς αὐτὸς λέγεις;
Αδμητος
Αδ.
Αδ.
563
οὐκ ἄν ποτ’ἠθέλησεν εἰσελθεῖν δόμους,
564
εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισε.
565
καὶ τῷ μέν, οἶμαι, δρῶν τάδ’οὐ φρονεῖν δοκῶ,
566
οὐ δ’αἰνέσει με · τἀμὰ δ’οὐκ ἐπίσταται
567
μέλαθρ’ἀπωθεῖν οὐ δ’ἀτιμάζειν ξένους.
Χορος
Χο.
Χο.
568
πολύξεινος καὶ ἐλεύθερος ἀνδρὸς ἀεί ποτ’οἶκος,
570
σέ τοι καὶ Πύθιος εὐλύρας Ἀπόλλων
571
ἠξίωσε ναίειν,
572
ἔτλα δὲ σοῖσι μηλονόμας
573
ἐν δόμοις γενέσθαι,
575
δοχμιᾶν διὰ κλιτύων
576
βοσκήμασι σοῖσι συρίζων
577
ποιμνίτας ὑμεναίους.
578
σὺν δ’ἐποιμαίνοντο χαρᾷ μελέων βαλιαίτε λύγκες,
580
ἔβα δὲ λιποῦσ’Ὄθρυος νάπαν λεόντων
581
δαφοινὸς ἴλα ·
582
χόρευσε δ’ἀμφὶ σὰν κιθάραν,
583
Φοῖβε, ποικιλόθριξ
585
νεβρὸς ὑψικόμων πέραν
586
βαίνουσ’ἐλατᾶν σφυρῷ κούφῳ,
587
χαίρουσ’εὔφρονι μολπᾷ.
588
τοιγὰρ πολυμηλοτάταν
589
ἑστίαν οἰκεῖς παρὰ καλλίναον
590
Βοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶν
591
καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν
592
ἀελίου κνεφαίαν
593
ἱππόστασιν αἰθέρα τὰν Μολοσσῶν […] τίθεται,
595
πόντιον δ’Αἰγαίων’ἐπ’ἀκτὰν
596
ἀλίμενον Πηλίου κρατύνει.
597
καὶ νῦν δόμον ἀμπετάσας
598
δέξατο ξεῖνον νοτερῷ βλεφάρῳ,
599
τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν
600
δώμασιν ἀρτιθανῆ · τὸ γὰρ εὐγενὲς
601
ἐκφέρεται πρὸς αἰδῶ.
602
ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ’ἔνεστιν σοφίας. ἄγαμαι ·
603
πρὸς δ’ἐμᾷ ψυχᾷ θάρσος ἧσται
605
θεοσεβῆ φῶτα κεδνὰ πράξειν.
Αδμητος
Αδ.
Αδ.
606
ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία,
607
νέκυν μὲν ἤδη πάντ’ἔχοντα πρόσπολοι
608
φέρουσιν ἄρδην πρὸς τάφοντε καὶ πυράν ·
609
ὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται,
610
προσείπατ’ἐξιοῦσαν ὑστάτην ὁδόν.
Χορος
Χο.
Χο.
611
καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῷ ποδὶ
612
στείχοντ’, ὀπαδούςτ’ἐν χεροῖν δάμαρτι σῇ
613
κόσμον φέροντας, νερτέρων ἀγάλματα.
Φερης
Φε.
Φε.
614
ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον ·
615
ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος
616
γυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν
617
φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα.
618
δέχου δὲ κόσμον τόνδε, καὶ κατὰ χθονὸς
619
ἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών,
620
ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον,
621
καί μ’οὐκ ἄπαιδ’ἔθηκεν οὐ δ’εἴασε σοῦ
622
στερέντα γήρᾳ πενθίμῳ καταφθίνειν,
623
πάσαις δ’ἔθηκεν εὐκλεέστερον βίον
624
γυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.
625
τόνδε μὲν σώσασ’, ἀναστήσασα δὲ
626
ἡμᾶς πίτνοντας, χαῖρε, κἀν Ἅιδου δόμοις
627
εὖ σοι γένοιτο. φημὶ τοιούτους γάμους
628
λύειν βροτοῖσιν, γαμεῖν οὐκ ἄξιον.
Αδμητος
Αδ.
Αδ.
629
οὔτ’ἦλθες ἐς τόνδ’ἐξ ἐμοῦ κληθεὶς τάφον,
630
οὔτ’ἐν φίλοισι σὴν παρουσίαν λέγω.
631
κόσμον δὲ τὸν σὸν οὔποθ’ἥδ’ἐνδύσεται.
632
οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.
633
τότε ξυναλγεῖν χρῆν σ’ὅτ’ὠλλύμην ἐγώ.
634
σὺ δ’ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλῳ θανεῖν
635
νέῳ γέρων ὤν, τόνδ’ἀποιμώξῃ νεκρόν;
636
οὐκ ἦσθ’ἄρ’ὀρθῶς τοῦδε σώματος πατήρ;
637
οὐ δ’ τεκεῖν φάσκουσα καὶ κεκλημένη
638
μήτηρ μ’ἔτικτε; δουλίου δ’ἀφ’αἵματος
639
μαστῷ γυναικὸς σῆς ὑπεβλήθην λάθρᾳ;
640
ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ,
641
καί μ’οὐ νομίζω παῖδα σὸν πεφυκέναι.
642
τἄρα πάντων διαπρέπεις ἀψυχίᾳ,
643
ὃς τηλικόσδ’ὢν κἀπὶ τέρμ’ἥκων βίου
644
οὐκ ἠθέλησας οὐ δ’ἐτόλμησας θανεῖν
645
τοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ’εἰάσατε
646
γυναῖκ’ὀθνείαν, ἣν ἐγὼ καὶ μητέρα
647
πατέρατέ γ’ἐνδίκως ἂν ἡγοίμην μόνην.
648
καίτοι καλόν γ’ἂν τόνδ’ἀγῶν’ἠγωνίσω,
649
τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοι
650
πάντως λοιπὸς ἦν βιώσιμος χρόνος.
651
652
653
καὶ μὴν ὅσ’ἄνδρα χρὴ παθεῖν εὐδαίμονα
654
πέπονθας · ἥβησας μὲν ἐν τυραννίδι,
655
παῖς δ’ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων,
656
ὥστ’οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον
657
λείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι.
658
οὐ μὴν ἐρεῖς γέ μ’ὡς ἀτιμάζοντα σὸν
659
γῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρων
660
πρὸς σ’ μάλιστα · κἀντὶ τῶνδέ μοι χάριν
661
τοιάνδε καὶ σὺ χἡ τεκοῦσ’ἠλλαξάτην.
662
τοιγὰρ φυτεύων παῖδας οὐκέτ’ἂν φθάνοις,
663
οἳ γηροβοσκήσουσι καὶ θανόντα σε
664
περιστελοῦσι καὶ προθήσονται νεκρόν.
665
οὐ γάρ σ’ἔγωγε τῇδ’ἐμῇ θάψω χερί ·
666
τέθνηκα γὰρ δὴ τοὐπὶ σέ · εἰ δ’ἄλλου τυχὼν
667
σωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγω
668
καὶ παῖδά μ’εἶναι καὶ φίλον γηροτρόφον.
669
μάτην ἄρ’οἱ γέροντες εὔχονται θανεῖν,
670
γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου ·
671
ἢν δ’ἐγγὺς ἔλθῃ θάνατος, οὐδεὶς βούλεται
672
θνῄσκειν, τὸ γῆρας δ’οὐκέτ’ἔστ’αὐτοῖς βαρύ.
Χορος
Χο.
Χο.
673
παύσασθ’· ἅλις γὰρ παροῦσα συμφορά ·
674
παῖ, πατρὸς δὲ μὴ παροξύνῃς φρένας.
Φερης
Φε.
Φε.
675
παῖ, τίν’αὐχεῖς, πότερα Λυδὸν Φρύγα
676
κακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν;
677
οὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦ
678
πατρὸς γεγῶτα γνησίως ἐλεύθερον;
679
ἄγαν ὑβρίζεις, καὶ νεανίας λόγους
680
ῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει.
681
ἐγὼ δέ σ’οἴκων δεσπότην ἐγεινάμην
682
κἄθρεψ’, ὀφείλω δ’οὐχ ὑπερθνῄσκειν σέθεν ·
683
οὐ γὰρ πατρῷον τόνδ’ἐδεξάμην νόμον,
684
παίδων προθνῄσκειν πατέρας, οὐ δ’Ἑλληνικόν.
685
σαυτῷ γὰρ εἴτε δυστυχὴς εἴτ’εὐτυχὴς
686
ἔφυς · δ’ἡμῶν χρῆν σε τυγχάνειν, ἔχεις.
687
πολλῶν μὲν ἄρχεις, πολυπλέθρους δέ σοι γύας
688
λείψω · πατρὸς γὰρ ταὔτ’ἐδεξάμην πάρα.
689
τί δῆτά σ’ἠδίκηκα; τοῦ σ’ἀποστερῶ;
690
μὴ θνῇσχ’ὑπὲρ τοῦδ’ἀνδρός, οὐ δ’ἐγὼ πρὸ σοῦ.
691
χαίρεις ὁρῶν φῶς · πατέρα δ’οὐ χαίρειν δοκεῖς;
692
μὴν πολύν γε τὸν κάτω λογίζομαι
693
χρόνον, τὸ δὲ ζῆν μικρόν, ἀλλ’ὅμως γλυκύ.
694
σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν,
695
καὶ ζῇς παρελθὼν τὴν πεπρωμένην τύχην,
696
ταύτην κατακτάς · εἶτ’ἐμὴν ἀψυχίαν
697
λέγεις, γυναικός, κάκισθ’, ἡσσημένος,
698
τοῦ καλοῦ σοῦ προύθανεν νεανίου;
699
σοφῶς δ’ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε,
700
εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶ
701
γυναῖχ’ὑπὲρ σοῦ · κᾆτ’ὀνειδίζεις φίλοις
702
τοῖς μὴ θέλουσι δρᾶν τάδ’, αὐτὸς ὢν κακός;
703
σίγα · νόμιζε δ’, εἰ σὺ τὴν σαυτοῦ φιλεῖς
704
ψυχήν, φιλεῖν ἅπαντας · εἰ δ’ἡμᾶς κακῶς
705
ἐρεῖς, ἀκούσῃ πολλὰ κοὐ ψευδῆ κακά.
Χορος
Χο.
Χο.
706
πλείω λέλεκται νῦντε καὶ τὰ πρὶν κακά ·
707
παῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν.
Αδμητος
Αδ.
Αδ.
708
λέγ’, ὡς ἐμοῦ λέξαντος · εἰ δ’ἀλγεῖς κλύων
709
τἀληθές, οὐ χρῆν σ’εἰς ἔμ’ἐξαμαρτάνειν.
Φερης
Φε.
Φε.
710
σοῦ δ’ἂν προθνῄσκων μᾶλλον ἐξημάρτανον.
Αδμητος
Αδ.
Αδ.
711
ταὐτὸν γὰρ ἡβῶντ’ἄνδρα καὶ πρέσβυν θανεῖν;
Φερης
Φε.
Φε.
712
ψυχῇ μιᾷ ζῆν, οὐ δυοῖν, ὀφείλομεν.
Αδμητος
Αδ.
Αδ.
713
καὶ μὴν Διός γε μείζονα ζῴης χρόνον.
Φερης
Φε.
Φε.
714
ἀρᾷ γονεῦσιν οὐδὲν ἔκδικον παθών;
Αδμητος
Αδ.
Αδ.
715
μακροῦ βίου γὰρ ᾐσθόμην ἐρῶντά σε.
Φερης
Φε.
Φε.
716
ἀλλ’οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ’ἐκφέρεις;
Αδμητος
Αδ.
Αδ.
717
σημεῖα τῆς σῆς, κάκιστ’, ἀψυχίας.
Φερης
Φε.
Φε.
718
οὔτοι πρὸς ἡμῶν γ’ὤλετ’· οὐκ ἐρεῖς τόδε.
Αδμητος
Αδ.
Αδ.
719
φεῦ · εἴθ’ἀνδρὸς ἔλθοις τοῦδέ γ’ἐς χρείαν ποτέ.
Φερης
Φε.
Φε.
720
μνήστευε πολλάς, ὡς θάνωσι πλείονες.
Αδμητος
Αδ.
Αδ.
721
σοὶ τοῦτ’ὄνειδος · οὐ γὰρ ἤθελες θανεῖν.
Φερης
Φε.
Φε.
722
φίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ, φίλον.
Αδμητος
Αδ.
Αδ.
723
κακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν.
Φερης
Φε.
Φε.
724
οὐκ ἐγγελᾷς γέροντα βαστάζων νεκρόν.
Αδμητος
Αδ.
Αδ.
725
θανῇ γε μέντοι δυσκλεής, ὅταν θάνῃς.
Φερης
Φε.
Φε.
726
κακῶς ἀκούειν οὐ μέλει θανόντι μοι.
Αδμητος
Αδ.
Αδ.
727
φεῦ φεῦ · τὸ γῆρας ὡς ἀναιδείας πλέων.
Φερης
Φε.
Φε.
728
ἥδ’οὐκ ἀναιδής · τήνδ’ἐφηῦρες ἄφρονα.
Αδμητος
Αδ.
Αδ.
729
ἄπελθε κἀμὲ τόνδ’ἔα θάψαι νεκρόν.
Φερης
Φε.
Φε.
730
ἄπειμι · θάψεις δ’αὐτὸς ὢν αὐτῆς φονεύς,
731
δίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι.
732
τἄρ’Ἄκαστος οὐκέτ’ἔστ’ἐν ἀνδράσιν,
733
εἰ μή σ’ἀδελφῆς αἷμα τιμωρήσεται.
Αδμητος
Αδ.
Αδ.
734
ἔρρων νυν, αὐτὸς χἡ ξυνοικήσασά σοι,
735
ἄπαιδε παιδὸς ὄντος, ὥσπερ ἄξιοι,
736
γηράσκετ’· οὐ γὰρ τῷδ’ἔτ’ἐς ταὐτὸν στέγος
737
νεῖσθ’· εἰ δ’ἀπειπεῖν χρῆν με κηρύκων ὕπο
738
τὴν σὴν πατρῴαν ἑστίαν, ἀπεῖπον ἄν.
739
ἡμεῖς δέ τοὐν ποσὶν γὰρ οἰστέον κακόν
740
ὡς ἂν ἐν πυρᾷ θῶμεν νεκρόν.
Χορος
Χο.
Χο.
741
ἰὼ ἰώ. σχετλία τόλμης,
742
γενναία καὶ μέγ’ἀρίστη,
743
χαῖρε · πρόφρων σὲ χθόνιόςθ’Ἑρμῆς
744
Ἅιδηςτε δέχοιτ’. εἰ δέ τι κἀκεῖ
745
πλέον ἔστ’ἀγαθοῖς, τούτων μετέχουσ’
746
Ἅιδου νύμφῃ παρεδρεύοις.
Θεραπων
Θε.
Θε.
747
πολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸς
748
ξένους μολόντας οἶδ’ἐς Ἀδμήτου δόμους,
749
οἷς δεῖπνα προύθηκ’· ἀλλὰ τοῦδ’οὔπω ξένου
750
κακίον’ἐς τήνδ’ἑστίαν ἐδεξάμην.
751
ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶν
752
ἐσῆλθε κἀτόλμησ’ἀμείψασθαι πύλας.
753
ἔπειτα δ’οὔτι σωφρόνως ἐδέξατο
754
τὰ προστυχόντα ξένια, συμφορὰν μαθών,
755
ἀλλ’, εἴ τι μὴ φέροιμεν, ὤτρυνεν φέρειν.
756
ποτῆρα δ’ἐν χείρεσσι κίσσινον λαβὼν
757
πίνει μελαίνης μητρὸς εὔζωρον μέθυ,
758
ἕως ἐθέρμην’αὐτὸν ἀμφιβᾶσα φλὸξ
759
οἴνου · στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις
760
ἄμουσ’ὑλακτῶν · δισσὰ δ’ἦν μέλη κλύειν ·
761
μὲν γὰρ ᾖδε, τῶν ἐν Ἀδμήτου κακῶν
762
οὐδὲν προτιμῶν, οἰκέται δ’ἐκλαίομεν
763
δέσποιναν · ὄμμα δ’οὐκ ἐδείκνυμεν ξένῳ
764
τέγγοντες · Ἄδμητος γὰρ ὧδ’ἐφίετο.
765
καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ
766
ξένον, πανοῦργον κλῶπα καὶ λῃστήν τινα,
767
δ’ἐκ δόμων βέβηκεν, οὐ δ’ἐφεσπόμην
768
οὐ δ’ἐξέτεινα χεῖρ’, ἀποιμώζων ἐμὴν
769
δέσποιναν, ’μοὶ πᾶσίτ’οἰκέταισιν ἦν
770
μήτηρ · κακῶν γὰρ μυρίων ἐρρύετο,
771
ὀργὰς μαλάσσουσ’ἀνδρός. ἆρα τὸν ξένον
772
στυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον;
Ηρακλης
Ηρ.
Ηρ.
773
οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις;
774
οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον
775
εἶναι, δέχεσθαι δ’εὐπροσηγόρῳ φρενί.
776
σὺ δ’ἄνδρ’ἑταῖρον δεσπότου παρόνθ’ὁρῶν,
777
στυγνῷ προσώπῳ καὶ συνωφρυωμένῳ
778
δέχῃ, θυραίου πήματος σπουδὴν ἔχων.
779
δεῦρ’ἔλθ’, ὅπως ἂν καὶ σοφώτερος γένῃ.
780
τὰ θνητὰ πράγματ’οἶδας ἣν ἔχει φύσιν;
781
οἶμαι μὲν οὔ · πόθεν γάρ; ἀλλ’ἄκουέ μου.
782
βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,
783
κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται
784
τὴν αὔριον μέλλουσαν εἰ βιώσεται ·
785
τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται,
786
κἄστ’οὐ διδακτὸν οὐ δ’ἁλίσκεται τέχνῃ.
787
ταῦτ’οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα,
788
εὔφραινε σαυτόν, πῖνε, τὸν καθ’ἡμέραν
789
βίον λογίζου σόν, τὰ δ’ἄλλα τῆς τύχης.
790
τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν
791
Κύπριν βροτοῖσιν · εὐμενὴς γὰρ θεός.
792
τὰ δ’ἄλλ’ἔασον ταῦτα καὶ πιθοῦ λόγοις
793
ἐμοῖσιν εἴπερ ὀρθά σοι δοκῶ λέγειν;
794
οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς
795
πίῃ μεθ’ἡμῶν τάσδ’ὑπερβαλὼν τύχας,
796
στεφάνοις πυκασθείς; καὶ σάφ’οἶδ’ὁθούνεκα
797
τοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν
798
μεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου.
799
ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών ·
800
ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις
801
ἅπασίν ἐστιν, ὥς γ’ἐμοὶ χρῆσθαι κριτῇ,
802
οὐ βίος ἀληθῶς βίος, ἀλλὰ συμφορά.
Θεραπων
Θε.
Θε.
803
ἐπιστάμεσθα ταῦτα · νῦν δὲ πράσσομεν
804
οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.
Ηρακλης
Ηρ.
Ηρ.
805
γυνὴ θυραῖος θανοῦσα · μὴ λίαν
806
πένθει · δόμων γὰρ ζῶσι τῶνδε δεσπόται.
Θεραπων
Θε.
Θε.
807
τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά;
Ηρακλης
Ηρ.
Ηρ.
808
εἰ μή τι σός με δεσπότης ἐψεύσατο.
Θεραπων
Θε.
Θε.
809
ἄγαν ἐκεῖνός ἐστ’ἄγαν φιλόξενος.
Ηρακλης
Ηρ.
Ηρ.
810
οὐ χρῆν μ’ὀθνείου γ’οὕνεκ’εὖ πάσχειν νεκροῦ;
Θεραπων
Θε.
Θε.
811
κάρτα μέντοι καὶ λίαν θυραῖος ἦν.
Ηρακλης
Ηρ.
Ηρ.
812
μῶν ξυμφοράν τιν’οὖσαν οὐκ ἔφραζέ μοι;
Θεραπων
Θε.
Θε.
813
χαίρων ἴθ’· ἡμῖν δεσποτῶν μέλει κακά.
Ηρακλης
Ηρ.
Ηρ.
814
ὅδ’οὐ θυραίων πημάτων ἄρχει λόγος.
Θεραπων
Θε.
Θε.
815
οὐ γάρ τι κωμάζοντ’ἂν ἠχθόμην σ’ὁρῶν.
Ηρακλης
Ηρ.
Ηρ.
816
ἀλλ’ πέπονθα δείν’ὑπὸ ξένων ἐμῶν;
Θεραπων
Θε.
Θε.
817
οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις.
818
πένθος γὰρ ἡμῖν ἐστι · καὶ στολμοὺς βλέπεις
819
μελαμπέπλους κουράντε.
Ηρακλης
Ηρ.
Ηρ.
819b
τίς δ’ κατθανών;
820
μῶν τέκνων τι φροῦδον γέρων πατήρ;
Θεραπων
Θε.
Θε.
821
γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε.
Ηρακλης
Ηρ.
Ηρ.
822
τί φῄς; ἔπειτα δῆτά μ’ἐξενίζετε;
Θεραπων
Θε.
Θε.
823
ᾐδεῖτο γάρ σε τῶνδ’ἀπώσασθαι δόμων.
Ηρακλης
Ηρ.
Ηρ.
824
σχέτλι’, οἵας ἤμπλακες ξυναόρου.
Θεραπων
Θε.
Θε.
825
ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη.
Ηρακλης
Ηρ.
Ηρ.
826
ἀλλ’ᾐσθόμην μὲν ὄμμ’ἰδὼν δακρυρροοῦν
827
κουράντε καὶ πρόσωπον · ἀλλ’ἔπειθέ με
828
λέγων θυραῖον κῆδος ἐς τάφον φέρειν.
829
βίᾳ δὲ θυμοῦ τάσδ’ὑπερβαλὼν πύλας
830
ἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις,
831
πράσσοντος οὕτω. κᾆτ’ἐκώμαζον κάρα
832
στεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι,
833
κακοῦ τοσούτου δώμασιν προκειμένου.
834
ποῦ καί σφε θάπτει; ποῦ νιν εὑρήσω μολών;
Θεραπων
Θε.
Θε.
835
ὀρθὴν παρ’οἶμον, ’πὶ Λάρισαν φέρει,
836
τύμβον κατόψῃ ξεστὸν ἐκ προαστίου.
Ηρακλης
Ηρ.
Ηρ.
837
πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή,
838
νῦν δεῖξον οἷον παῖδά σ’ Τιρυνθία
839
Ἠλεκτρύωνος γείνατ’Ἀλκμήνη Διί.
840
δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως
841
γυναῖκα κἀς τόνδ’αὖθις ἱδρῦσαι δόμον
842
Ἄλκηστιν, Ἀδμήτῳθ’ὑπουργῆσαι χάριν.
843
ἐλθὼν δ’ἄνακτα τὸν μελάμπεπλον νεκρῶν
844
Θάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ
845
πίνοντα τύμβου πλησίον προσφαγμάτων.
846
κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς
847
μάρψω, κύκλον δὲ περιβάλω χεροῖν ἐμαῖν,
848
οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται
849
μογοῦντα πλευρά, πρὶν γυναῖκ’ἐμοὶ μεθῇ.
850
ἢν δ’οὖν ἁμάρτω τῆσδ’ἄγρας, καὶ μὴ μόλῃ
851
πρὸς αἱματηρὸν πέλανον, εἶμι τῶν κάτω
852
Κόρης Ἄνακτόςτ’εἰς ἀνηλίους δόμους
853
αἰτήσομαίτε · καὶ πέποιθ’ἄξειν ἄνω
854
Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου,
855
ὅς μ’ἐς δόμους ἐδέξατ’οὐ δ’ἀπήλασε,
856
καίπερ βαρείᾳ συμφορᾷ πεπληγμένος,
857
ἔκρυπτε δ’ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ.
858
τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος,
859
τίς Ἑλλάδ’οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν
860
εὐεργετῆσαι φῶτα γενναῖος γεγώς.
Αδμητος
Αδ.
Αδ.
861
ἰώ, στυγναὶ
861a
πρόσοδοι, στυγναὶ δ’ὄψεις χήρων
862
μελάθρων. ἰώ μοί μοι. αἶ αἶ.
863
ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή;
864
πῶς ἂν ὀλοίμαν;
865
βαρυδαίμονα μήτηρ μ’ἔτεκεν.
866
ζηλῶ φθιμένους, κείνων ἔραμαι,
867
κεῖν’ἐπιθυμῶ δώματα ναίειν.
868
οὔτε γὰρ αὐγὰς χαίρω προσορῶν
869
οὔτ’ἐπὶ γαίας πόδα πεζεύων ·
870
τοῖον ὅμηρόν μ’ἀποσυλήσας
871
Ἅιδῃ Θάνατος παρέδωκεν.
Χορος
Χο.
Χο.
872
πρόβα, πρόβα · βᾶθι κεῦθος οἴκων.
Αδμητος
Αδ.
Αδ.
872b
αἰαῖ.
Χορος
Χο.
Χο.
873
πέπονθας ἄξι’αἰαγμάτων.
Αδμητος
Αδ.
Αδ.
873b
.
Χορος
Χο.
Χο.
874
δι’ὀδύνας ἔβας, σάφ’οἶδα […]
Αδμητος
Αδ.
Αδ.
874b
φεῦ φεῦ.
Χορος
Χο.
Χο.
875
τὰν νέρθε δ’οὐδὲν ὠφελεῖς.
Αδμητος
Αδ.
Αδ.
875b
ἰώ μοί μοι.
Χορος
Χο.
Χο.
876
τὸ μήποτ’εἰσιδεῖν φιλίας ἀλόχου
877
πρόσωπόν ἄντα λυπρόν.
Αδμητος
Αδ.
Αδ.
878
ἔμνησας μου φρένας ἥλκωσεν ·
879
τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν
880
πιστῆς ἀλόχου; μή ποτε γήμας
881
ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους.
882
ζηλῶ δ’ἀγάμους ἀτέκνουςτε βροτῶν ·
883
μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν
884
μέτριον ἄχθος ·
885
παίδων δὲ νόσους καὶ νυμφιδίους
886
εὐνὰς θανάτοις κεραϊζομένας
887
οὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνους
888
ἀγάμουςτ’εἶναι διὰ παντός.
Χορος
Χο.
Χο.
889
τύχα τύχα δυσπάλαιστος ἥκει ·
Αδμητος
Αδ.
Αδ.
889b
αἰαῖ.
Χορος
Χο.
Χο.
890
πέρας δέ γ’οὐδὲν ἀλγέων τίθης.
Αδμητος
Αδ.
Αδ.
890b
.
Χορος
Χο.
Χο.
891
βαρέα μὲν φέρειν, ὅμως δὲ […]
Αδμητος
Αδ.
Αδ.
891b
φεῦ φεῦ.
Χορος
Χο.
Χο.
892
τλᾶθ’· οὐ σὺ πρῶτος ὤλεσας […]
Αδμητος
Αδ.
Αδ.
892b
ἰώ μοί μοι.
Χορος
Χο.
Χο.
893
γυναῖκα · συμφορὰ δ’ἑτέρους ἑτέρα
894
πιέζει φανεῖσα θνατῶν.
Αδμητος
Αδ.
Αδ.
895
μακρὰ πένθη λῦπαίτε φίλων
896
τῶν ὑπὸ γαῖαν.
897
τί μ’ἐκώλυσας ῥῖψαι τύμβου
898
τάφρον ἐς κοίλην καὶ μετ’ἐκείνης
899
τῆς μέγ’ἀρίστης κεῖσθαι φθίμενον;
900
δύο δ’ἀντὶ μιᾶς Ἅιδης ψυχὰς
901
τὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦ
902
χθονίαν λίμνην διαβάντε.
Χορος
Χο.
Χο.
903
ἐμοί τις ἦν
904
ἐν γένει, κόρος ἀξιόθρηνος
905
ὤλετ’ἐν δόμοισιν
906
μονόπαις · ἀλλ’ἔμπας
907
ἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν,
908
πολιὰς ἐπὶ χαίτας
909
ἤδη προπετὴς ὢν
910
βιότουτε πόρσω.
Αδμητος
Αδ.
Αδ.
912
σχῆμα δόμων, πῶς εἰσέλθω;
913
πῶς δ’οἰκήσω μεταπίπτοντος
914
δαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον ·
915
τότε μὲν πεύκαις σὺν Πηλιάσιν
916
σύνθ’ὑμεναίοις ἔστειχον ἔσω,
917
φιλίας ἀλόχου χέρα βαστάζων,
918
πολυάχητος δ’εἵπετο κῶμος,
919
τήντε θανοῦσαν κἄμ’ὀλβίζων,
920
ὡς εὐπατρίδαι καὶ ἀπ’ἀμφοτέρων
921
ὄντες ἀρίστων σύζυγες εἶμεν ·
922
νῦν δ’ὑμεναίων γόος ἀντίπαλος
923
λευκῶντε πέπλων μέλανες στολμοὶ
924
πέμπουσί μ’ἔσω
925
λέκτρων κοίτας ἐς ἐρήμους.
Χορος
Χο.
Χο.
926
παρ’εὐτυχῆ
927
σοὶ πότμον ἦλθεν ἀπειροκάκῳ τόδ’
928
ἄλγος · ἀλλ’ἔσωσας
929
βίοτον καὶ ψυχάν.
930
ἔθανε δάμαρ, ἔλιπε φιλίαν ·
931
τί νέον τόδε; πολλοῖς
932
ἤδη παρέλυσεν
933
θάνατος δάμαρτας.
Αδμητος
Αδ.
Αδ.
935
φίλοι, γυναικὸς δαίμον’εὐτυχέστερον
936
τοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ’ὅμως ·
937
τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε,
938
πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο.
939
ἐγὼ δ’, ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμον
940
λυπρὸν διάξω βίοτον · ἄρτι μανθάνω.
941
πῶς γὰρ δόμων τῶνδ’εἰσόδους ἀνέξομαι;
942
τίν’ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο,
943
τερπνῆς τύχοιμ’ἂν ἐξόδου; ποῖ τρέψομαι;
944
μὲν γὰρ ἔνδον ἐξελᾷ μ’ἐρημία,
945
γυναικὸς εὐνὰς εὖτ’ἂν εἰσίδω κενὰς
946
θρόνουςτ’ἐν οἷσιν ἷζε, καὶ κατὰ στέγας
947
αὐχμηρὸν οὖδας, τέκνα δ’ἀμφὶ γούνασι
948
πίπτοντα κλαίῃ μητέρ’, οἳ δὲ δεσπότιν
949
στένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν.
950
τὰ μὲν κατ’οἴκους τοιάδ’· ἔξωθεν δέ με
951
γάμοιτ’ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοι
952
γυναικοπληθεῖς · οὐ γὰρ ἐξανέξομαι
953
λεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας.
954
ἐρεῖ δέ μ’ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε ·
955
ἰδοῦ τὸν αἰσχρῶς ζῶνθ’, ὃς οὐκ ἔτλη θανεῖν,
956
ἀλλ’ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίᾳ
957
πέφευγεν Ἅιδην · εἶτ’ἀνὴρ εἶναι δοκεῖ;
958
στυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλων
959
θανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόνα
960
ἕξω. τί μοι ζῆν δῆτα κέρδιον, φίλοι,
961
κακῶς κλύοντι καὶ κακῶς πεπραγότι;
Χορος
Χο.
Χο.
962
ἐγὼ καὶ διὰ μούσας
963
καὶ μετάρσιος ᾖξα, καὶ
964
πλείστων ἁψάμενος λόγων
965
κρεῖσσον οὐδὲν Ἀνάγκας
966
ηὗρον, οὐ δέ τι φάρμακον
967
Θρῄσσαις ἐν σανίσιν, τὰς
968
Ὀρφεία κατέγραψεν
970
γῆρυς, οὐ δ’ὅσα Φοῖβος Ἀσκληπιάδαις ἔδωκε
971
φάρμακα πολυπόνοις ἀντιτεμὼν βροτοῖσιν.
973
μόνας δ’οὔτ’ἐπὶ βωμοὺς
974
ἔστιν οὔτε βρέτας θεᾶς
975
ἐλθεῖν, οὐ σφαγίων κλύει.
976
μή μοι, πότνια, μείζων
977
ἔλθοις τὸ πρὶν ἐν βίῳ.
978
καὶ γὰρ Ζεὺς τι νεύσῃ,
979
σὺν σοὶ τοῦτο τελευτᾷ.
980
καὶ τὸν ἐν Χαλύβοις δαμάζεις σὺ βίᾳ σίδαρον,
981
οὐ δέ τις ἀποτόμου λήματός ἐστιν αἰδώς.
984
καὶ σ’ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς.
985
τόλμα δ’· οὐ γὰρ ἀνάξεις ποτ’ἔνερθεν
986
κλαίων τοὺς φθιμένους ἄνω.
987
καὶ θεῶν σκότιοι φθίνουσι
990
παῖδες ἐν θανάτῳ.
991
φίλα μὲν ὅτ’ἦν μεθ’ἡμῶν,
992
φίλα δὲ καὶ θανοῦσ’ἔσται ,
994
γενναιοτάταν δὲ πασᾶν ἐζεύξω κλισίαις ἄκοιτιν.
995
μη δὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω
996
τύμβος σᾶς ἀλόχου, θεοῖσι δ’ὁμοίως
997
τιμάσθω, σέβας ἐμπόρων.
1000
καί τις δοχμίαν κέλευθον
1001
ἐκβαίνων τόδ’ἐρεῖ ·
1002
αὕτα ποτὲ προύθαν’ἀνδρός,
1003
νῦν δ’ἐστὶ μάκαιρα δαίμων ·
1004
χαῖρ’, πότνι’, εὖ δὲ δοίης. τοῖαί νιν προσεροῦσι
1005
φῆμαι.
1006
καὶ μὴν ὅδ’, ὡς ἔοικεν, Ἀλκμήνης γόνος,
1007
Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται.
Ηρακλης
Ηρ.
Ηρ.
1008
φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως,
1009
Ἄδμητε, μομφὰς δ’οὐχ ὑπὸ σπλάγχνοις ἔχειν
1010
σιγῶντ’. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν
1011
ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος ·
1012
σὺ δ’οὐκ ἔφραζες σῆς προκείμενον νέκυν
1013
γυναικός, ἀλλά μ’ἐξένιζες ἐν δόμοις.
1014
ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων.
1015
κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην
1016
σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς.
1017
καὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε,
1018
οὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι.
1019
ὧν δ’οὕνεχ’ἥκω δεῦρ’ὑποστρέψας πάλιν
1020
λέξω. γυναῖκα τήνδε μοι σῷσον λαβών,
1021
ἕως ἂν ἵππους δεῦρο Θρῃκίας ἄγων
1022
ἔλθω, τύραννον Βιστόνων κατακτανών.
1023
πράξας δ’ μὴ τύχοιμι νοστήσαιμι γάρ
1024
τήνδε σοῖσι προσπολεῖν δόμοις.
1025
πολλῷ δὲ μόχθῳ χεῖρας ἦλθεν εἰς ἐμάς ·
1026
ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς
1027
τιθέντας, ἀθληταῖσιν ἄξιον πόνον,
1028
ὅθεν κομίζω τήνδε νικητήρια
1029
λαβών · τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν
1030
ἵππους ἄγεσθαι, τοῖσι δ’αὖ τὰ μείζονα
1031
νικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια ·
1032
γυνὴ δ’ἐπ’αὐτοῖς εἵπετ’· ἐντυχόντι δὲ
1033
αἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ’εὐκλεές.
1034
ἀλλ’, ὥσπερ εἶπον, σοὶ μέλειν γυναῖκα χρή ·
1035
οὐ γὰρ κλοπαίαν, ἀλλὰ σὺν πόνῳ λαβὼν
1036
ἥκω · χρόνῳ δὲ καὶ σύ μ’αἰνέσεις ἴσως.
Αδμητος
Αδ.
Αδ.
1037
οὔτοι σ’ἀτίζων οὐ δ’ἐν αἰσχροῖσιν τιθεὶς
1038
ἔκρυψ’ἐμῆς γυναικὸς ἀθλίου τύχας ·
1039
ἀλλ’ἄλγος ἄλγει τοῦτ’ἂν ἦν προσκείμενον,
1040
εἴ του πρὸς ἄλλου δώμαθ’ὡρμήθης ξένου ·
1041
ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν.
1042
γυναῖκα δ’, εἴ πως ἔστιν, αἰτοῦμαί σ’, ἄναξ,
1043
ἄλλον τιν’ὅστις μὴ πέπονθεν οἷ’ἐγὼ
1044
σῴζειν ἄνωχθι Θεσσαλῶν · πολλοὶ δέ σοι
1045
ξένοι Φεραίων · μή μ’ἀναμνήσῃς κακῶν.
1046
οὐκ ἂν δυναίμην τήνδ’ὁρῶν ἐν δώμασιν
1047
ἄδακρυς εἶναι · μὴ νοσοῦντί μοι νόσον
1048
προσθῇς · ἅλις γὰρ συμφορᾷ βαρύνομαι.
1049
ποῦ καὶ τρέφοιτ’ἂν δωμάτων νέα γυνή;
1050
νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει.
1051
πότερα κατ’ἀνδρῶν δῆτ’ἐνοικήσει στέγην;
1052
καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη
1053
ἔσται; τὸν ἡβῶνθ’, Ἡράκλεις, οὐ ῥᾴδιον
1054
εἴργειν · ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω.
1055
τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω;
1056
καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει;
1057
διπλῆν φοβοῦμαι μέμψιν, ἔκτε δημοτῶν,
1058
μή τίς μ’ἐλέγξῃ τὴν ἐμὴν εὐεργέτιν
1059
προδόντ’ἐν ἄλλης δεμνίοις πίτνειν νέας,
1060
καὶ τῆς θανούσης · ἀξία δέ μοι σέβειν ·
1061
πολλὴν πρόνοιαν δεῖ μ’ἔχειν. σὺ δ’, γύναι,
1062
ἥτις ποτ’εἶ σύ, ταὔτ’ἔχουσ’Ἀλκήστιδι
1063
μορφῆς μέτρ’ἴσθι · καὶ προσήιξαι δέμας.
1064
οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων
1065
γυναῖκα τήνδε, μή μ’ἕλῃς ᾑρημένον.
1066
δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ’ὁρᾶν
1067
ἐμήν · θολοῖ δὲ καρδίαν, ἐκ δ’ὀμμάτων
1068
πηγαὶ κατερρώγασιν · τλήμων ἐγώ,
1069
ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.
Χορος
Χο.
Χο.
1070
ἐγὼ μὲν οὐκ ἔχοιμ’ἂν εὖ λέγειν τύχην ·
1071
χρὴ δ’, ὅστις εἶ σύ, καρτερεῖν θεοῦ δόσιν.
Ηρακλης
Ηρ.
Ηρ.
1072
εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν
1073
ἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων
1074
γυναῖκα καί σοι τήνδε πορσῦναι χάριν.
Αδμητος
Αδ.
Αδ.
1075
σάφ’οἶδα βούλεσθαί σ’ἄν. ἀλλὰ ποῦ τόδε;
1076
οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν.
Ηρακλης
Ηρ.
Ηρ.
1077
μή νυν ὑπέρβαλλ’, ἀλλ’ἐναισίμως φέρε.
Αδμητος
Αδ.
Αδ.
1078
ῥᾷον παραινεῖν παθόντα καρτερεῖν.
Ηρακλης
Ηρ.
Ηρ.
1079
τί δ’ἂν προκόπτοις, εἰ θέλοις ἀεὶ στένειν;
Αδμητος
Αδ.
Αδ.
1080
ἔγνωκα καὐτός, ἀλλ’ἔρως τις ἐξάγει.
Ηρακλης
Ηρ.
Ηρ.
1081
τὸ γὰρ φιλῆσαι τὸν θανόντ’ἄγει δάκρυ.
Αδμητος
Αδ.
Αδ.
1082
ἀπώλεσέν με, κἄτι μᾶλλον λέγω.
Ηρακλης
Ηρ.
Ηρ.
1083
γυναικὸς ἐσθλῆς ἤμπλακες · τίς ἀντερεῖ;
Αδμητος
Αδ.
Αδ.
1084
ὥστ’ἄνδρα τόνδε μηκέθ’ἥδεσθαι βίῳ.
Ηρακλης
Ηρ.
Ηρ.
1085
χρόνος μαλάξει, νῦν δ’ἔθ’ἡβάσκει κακόν.
Αδμητος
Αδ.
Αδ.
1086
χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν.
Ηρακλης
Ηρ.
Ηρ.
1087
γυνή σε παύσει καὶ νέου γάμου πόθοι.
Αδμητος
Αδ.
Αδ.
1088
σίγησον · οἷον εἶπας. οὐκ ἂν ᾠόμην.
Ηρακλης
Ηρ.
Ηρ.
1089
τί δ’; οὐ γαμεῖς γάρ, ἀλλὰ χηρεύσῃ λέχος;
Αδμητος
Αδ.
Αδ.
1090
οὐκ ἔστιν ἥτις τῷδε συγκλιθήσεται.
Ηρακλης
Ηρ.
Ηρ.
1091
μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾷς;
Αδμητος
Αδ.
Αδ.
1092
κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών.
Ηρακλης
Ηρ.
Ηρ.
1093
αἰνῶ μὲν αἰνῶ · μωρίαν δ’ὀφλισκάνεις.
Αδμητος
Αδ.
Αδ.
1094
ὡς μήποτ’ἄνδρα τόνδε νυμφίον καλῶν.
Ηρακλης
Ηρ.
Ηρ.
1095
ἐπῄνεσ’ἀλόχῳ πιστὸς οὕνεκ’εἶ φίλος.
Αδμητος
Αδ.
Αδ.
1096
θάνοιμ’ἐκείνην καίπερ οὐκ οὖσαν προδούς.
Ηρακλης
Ηρ.
Ηρ.
1097
δέχου νυν εἴσω τήνδε γενναίων δόμων.
Αδμητος
Αδ.
Αδ.
1098
μή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός.
Ηρακλης
Ηρ.
Ηρ.
1099
καὶ μὴν ἁμαρτήσῃ γε μὴ δράσας τάδε.
Αδμητος
Αδ.
Αδ.
1100
καὶ δρῶν γε λύπῃ καρδίαν δηχθήσομαι.
Ηρακλης
Ηρ.
Ηρ.
1101
πιθοῦ · τάχ’ἂν γὰρ ἐς δέον πέσοι χάρις.
Αδμητος
Αδ.
Αδ.
1102
φεῦ.
1102a
εἴθ’ἐξ ἀγῶνος τήνδε μὴ ῎λαβές ποτε.
Ηρακλης
Ηρ.
Ηρ.
1103
νικῶντι μέντοι καὶ σὺ συννικᾷς ἐμοί.
Αδμητος
Αδ.
Αδ.
1104
καλῶς ἔλεξας · γυνὴ δ’ἀπελθέτω.
Ηρακλης
Ηρ.
Ηρ.
1105
ἄπεισιν, εἰ χρή · πρῶτα δ’εἰ χρεὼν ἄθρει.
Αδμητος
Αδ.
Αδ.
1106
χρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί.
Ηρακλης
Ηρ.
Ηρ.
1107
εἰδώς τι κἀγὼ τήνδ’ἔχω προθυμίαν.
Αδμητος
Αδ.
Αδ.
1108
νίκα νυν. οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς.
Ηρακλης
Ηρ.
Ηρ.
1109
ἀλλ’ἔσθ’ὅθ’ἡμᾶς αἰνέσεις · πιθοῦ μόνον.
Αδμητος
Αδ.
Αδ.
1110
κομίζετ’, εἰ χρὴ τήνδε δέξασθαι δόμοις.
Ηρακλης
Ηρ.
Ηρ.
1111
οὐκ ἂν μεθείην τὴν γυναῖκα προσπόλοις.
Αδμητος
Αδ.
Αδ.
1112
σὺ δ’αὐτὸς αὐτὴν εἴσαγ’, εἰ βούλῃ, δόμους.
Ηρακλης
Ηρ.
Ηρ.
1113
ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας.
Αδμητος
Αδ.
Αδ.
1114
οὐκ ἂν θίγοιμι · δῶμα δ’εἰσελθεῖν πάρα.
Ηρακλης
Ηρ.
Ηρ.
1115
τῇ σῇ πέποιθα χειρὶ δεξιᾷ μόνῃ.
Αδμητος
Αδ.
Αδ.
1116
ἄναξ, βιάζῃ μ’οὐ θέλοντα δρᾶν τάδε.
Ηρακλης
Ηρ.
Ηρ.
1117
τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης.
Αδμητος
Αδ.
Αδ.
1118
καὶ δὴ προτείνω, Γοργόν’ὡς καρατομῶν.
Ηρακλης
Ηρ.
Ηρ.
1119
ἔχεις;
Αδμητος
Αδ.
Αδ.
1119b
ἔχω; ναί.
Ηρακλης
Ηρ.
Ηρ.
1119c
σῷζέ νυν, καὶ τὸν Διὸς
1120
φήσεις ποτ’εἶναι παῖδα γενναῖον ξένον.
1121
βλέψον πρὸς αὐτήν, εἴ τι σῇ δοκεῖ πρέπειν
1122
γυναικί · λύπης δ’εὐτυχῶν μεθίστασο.
Αδμητος
Αδ.
Αδ.
1123
θεοί, τί λέξω θαῦμ’ἀνέλπιστον τόδε
1124
γυναῖκα λεύσσων τήνδ’; ἐμὴν ἐτητύμως;
1125
κέρτομός με θεοῦ τις ἐκπλήσσει χαρά;
Ηρακλης
Ηρ.
Ηρ.
1126
οὐκ ἔστιν, ἀλλὰ τήνδ’ὁρᾷς δάμαρτα σήν.
Αδμητος
Αδ.
Αδ.
1127
ὅρα γε μή τι φάσμα νερτέρων τόδ’.
Ηρακλης
Ηρ.
Ηρ.
1128
οὐ ψυχαγωγὸν τόνδ’ἐποιήσω ξένον.
Αδμητος
Αδ.
Αδ.
1129
ἀλλ’ἣν ἔθαπτον εἰσορῶ δάμαρτ’ἐμήν;
Ηρακλης
Ηρ.
Ηρ.
1130
σάφ’ἴσθ’. ἀπιστεῖν δ’οὔ σε θαυμάζω τύχην.
Αδμητος
Αδ.
Αδ.
1131
θίγω, προσείπω ζῶσαν ὡς δάμαρτ’ἐμήν;
Ηρακλης
Ηρ.
Ηρ.
1132
πρόσειπ’. ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες.
Αδμητος
Αδ.
Αδ.
1133
φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας,
1134
ἔχω σ’ἀέλπτως, οὔποτ’ὄψεσθαι δοκῶν.
Ηρακλης
Ηρ.
Ηρ.
1135
ἔχεις · φθόνος δὲ μὴ γένοιτό τις θεῶν.
Αδμητος
Αδ.
Αδ.
1136
τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον,
1137
εὐδαιμονοίης, καί σ’ φιτύσας πατὴρ
1138
σῴζοι · σὺ γὰρ δὴ τἄμ’ἀνώρθωσας μόνος.
1139
πῶς τήνδ’ἔπεμψας νέρθεν ἐς φάος τόδε;
Ηρακλης
Ηρ.
Ηρ.
1140
μάχην συνάψας δαιμόνων τῷ κυρίῳ.
Αδμητος
Αδ.
Αδ.
1141
ποῦ τόνδε Θανάτῳ φῂς ἀγῶνα συμβαλεῖν;
Ηρακλης
Ηρ.
Ηρ.
1142
τύμβον παρ’αὐτὸν ἐκ λόχου μάρψας χεροῖν.
Αδμητος
Αδ.
Αδ.
1143
τί γάρ ποθ’ἥδ’ἄναυδος ἕστηκεν γυνή;
Ηρακλης
Ηρ.
Ηρ.
1144
οὔπω θέμις σοι τῆσδε προσφωνημάτων
1145
κλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροις
1146
ἀφαγνίσηται καὶ τρίτον μόλῃ φάος.
1147
ἀλλ’εἴσαγ’εἴσω τήνδε · καὶ δίκαιος ὢν
1148
τὸ λοιπόν, Ἄδμητ’, εὐσέβει περὶ ξένους.
1149
καὶ χαῖρ’· ἐγὼ δὲ τὸν προκείμενον πόνον
1150
Σθενέλου τυράννῳ παιδὶ πορσυνῶ μολών.
Αδμητος
Αδ.
Αδ.
1151
μεῖνον παρ’ἡμῖν καὶ ξυνέστιος γενοῦ.
Ηρακλης
Ηρ.
Ηρ.
1152
αὖθις τόδ’ἔσται, νῦν δ’ἐπείγεσθαί με δεῖ.
Αδμητος
Αδ.
Αδ.
1153
ἀλλ’εὐτυχοίης, νόστιμον δ’ἔλθοις δόμον .
1154
ἀστοῖς δὲ πάσῃτ’ἐννέπω τετραρχίᾳ,
1155
χοροὺς ἐπ’ἐσθλαῖς συμφοραῖσιν ἱστάναι
1156
βωμούςτε κνισᾶν βουθύτοισι προστροπαῖς.
1157
νῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίον
1158
τοῦ πρόσθεν · οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι.
Χορος
Χο.
Χο.
1159
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
1160
πολλὰ δ’ἀέλπτως κραίνουσι θεοί ·
1161
καὶ τὰ δοκηθέντ’οὐκ ἐτελέσθη,
1162
τῶν δ’ἀδοκήτων πόρον ηὗρε θεός.
1163
τοιόνδ’ἀπέβη τόδε πρᾶγμα.