Euripides

Cyclops

Σιληνος
Σι.
Σι.
1
Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνους
2
νῦν χὥτ’ἐν ἥβῃ τοὐμὸν εὐσθένει δέμας ·
3
πρῶτον μέν, ἡνίκ’ἐμμανὴς Ἥρας ὕπο
4
Νύμφας ὀρείας ἐκλιπὼν ᾤχου τροφούς ·
5
ἔπειτά γ’ἀμφὶ γηγενῆ μάχην δορὸς
6
ἐνδέξιος σῷ ποδὶ παρασπιστὴς γεγὼς
7
Ἐγκέλαδον ἰτέαν εἰς μέσην θενὼν δορὶ
8
ἔκτεινα φέρ’ἴδω, τοῦτ’ἰδὼν ὄναρ λέγω;
9
οὐ μὰ Δί’, ἐπεὶ καὶ σκῦλ’ἔδειξα βακχίῳ.
10
καὶ νῦν ἐκείνων μείζον’ἐξαντλῶ πόνον.
11
ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸν
12
λῃστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν,
13
ἐγὼ πυθόμενος σὺν τέκνοισι ναυστολῶ
14
σέθεν κατὰ ζήτησιν. ἐν πρύμνῃ δ’ἄκρᾳ
15
αὐτὸς λαβὼν ηὔθυνον ἀμφῆρες δόρυ,
16
παῖδες δ’ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλα
17
ῥοθίοισι λευκαίνοντες ἐζήτουν σ’, ἄναξ.
18
ἤδη δὲ Μαλέας πλησίον πεπλευκότας
19
ἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ
20
ἐξέβαλεν ἡμᾶς τήνδ’ἐς Αἰτναίαν πέτραν,
21
ἵν’οἱ μονῶπες ποντίου παῖδες θεοῦ
22
Κύκλωπες οἰκοῦσ’ἄντρ’ἔρημ’ἀνδροκτόνοι.
23
τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοις
24
δοῦλοι · καλοῦσι δ’αὐτὸν λατρεύομεν
25
Πολύφημον · ἀντὶ δ’εὐίων βακχευμάτων
26
ποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν.
27
παῖδες μὲν οὖν μοι κλιτύων ἐν ἐσχάτοις
28
νέμουσι μῆλα νέα νέοι πεφυκότες,
29
ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγας
30
μένων τέταγμαι τάσδε, τῷδε δυσσεβεῖ
31
Κύκλωπι δείπνων ἀνοσίων διάκονος.
32
καὶ νῦν, τὰ προσταχθέντ’, ἀναγκαίως ἔχει
33
σαίρειν σιδηρᾷ τῇδέ μ’ἁρπάγῃ δόμους,
34
ὡς τόντ’ἀπόντα δεσπότην Κύκλωπ’ἐμὸν
35
καθαροῖσιν ἄντροις μῆλάτ’ἐσδεχώμεθα.
36
ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶ
37
ποίμνας. τί ταῦτα; μῶν κρότος σικινίδων
38
ὁμοῖος ὑμῖν νῦντε χὥτε βακχίῳ
39
κῶμοι συνασπίζοντες Ἀλθαίας δόμους
40
προσῇτ’ἀοιδαῖς βαρβίτων σαυλούμενοι;
Χορος
Χο.
Χο.
41
παῖ γενναίων μὲν πατέρων
42
γενναίωντ’ἐκ τοκάδων,
43
πᾷ δή μοι νίσῃ σκοπέλους;
44
οὐ τᾷδ’ὑπήνεμος αὔρα
45
καὶ ποιηρὰ βοτάνα;
46
δινᾶένθ’ὕδωρ ποταμῶν
47
ἐν πίστραις κεῖται πέλας
48
ἄντρων; οὔ σοι βλαχαὶ τεκέων;
49
ψύττ’· οὐ τᾷδ’οὔ; οὐ τᾷδε νεμῇ
50
κλιτὺν δροσεράν;
51
ὠή, ῥίψω πέτρον τάχα σου
52
ὕπαγ’ ὕπαγ’ κεράστα
53
μηλοβότα στασιωρὸν
54
Κύκλωπος ἀγροβάτα.
55
σπαργῶντας μαστοὺς χάλασον ·
56
δέξαι θηλαῖσι σπορὰς
57
ἃς λείπεις ἀρνῶν θαλάμοις.
58
ποθοῦσί σ’ἁμερόκοιτοι
59
βλαχαὶ σμικρῶν τεκέων.
60
εἰς αὐλὰν πότ’ἀμφιβαλεῖς
61
ποιηροὺς λείπουσα νομοὺς
62
Αἰτναίων εἴσω σκοπέλων;
62a
νύττ’· οὐ τᾷδ’οὔ; οὐ τᾷδε νεμῇ
62b
κλιτὺν δροσεράν ;
62c
ὠή, ῥίψω πέτρον τάχα σου
62d
ὕπαγ’ ὕπαγ’ κεράστα
62e
μηλοβότα στασιωρὸν
62f
Κύκλωπος ἀγροβάτα .
63
οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ
64
Βάκχαιτε θυρσοφόροι,
65
οὐ τυμπάνων ἀλαλαγμοὶ
66
κρήναις παρ’ὑδροχύτοις,
67
οὐκ οἴνου χλωραὶ σταγόνες ·
68
οὐ δ’ἐν Νύσᾳ μετὰ Νυμφᾶν
69
ἴακχον ἴακχον ᾠδὰν
70
μέλπω πρὸς τὰν Ἀφροδίταν,
71
ἃν θηρεύων πετόμαν
72
Βάκχαις σὺν λευκόποσιν
73
φίλος ·
74
φίλε Βακχεῖε, ποῖ οἰοπολεῖς;
75
ποῖ ξανθὰν χαίταν σείεις;
76
ἐγὼ δ’ σὸς πρόπολος
77
θητεύω Κύκλωπι
78
τῷ μονοδέρκτᾳ δοῦλος ἀλαίνων
80
σὺν τᾷδε τράγου χλαίνᾳ μελέᾳ
81
σᾶς χωρὶς φιλίας.
Σιληνος
Σι.
Σι.
82
σιγήσατ’, τέκν’, ἄντρα δ’ἐς πετρηρεφῆ
83
ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε.
Χορος
Χο.
Χο.
84
χωρεῖτ’· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;
Σιληνος
Σι.
Σι.
85
ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος
86
κώπηςτ’ἄνακτας σὺν στρατηλάτῃ τινὶ
87
στείχοντας ἐς τόδ’ἄντρον · ἀμφὶ δ’αὐχέσι
88
τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι,
89
κρωσσούςθ’ὑδρηλούς. ταλαίπωροι ξένοι,
90
τίνες ποτ’εἰσίν; οὐκ ἴσασι δεσπότην
91
Πολύφημον οἷός ἐστιν, ἄξενον στέγην
92
τήνδ’ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον
93
τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.
94
ἀλλ’ἥσυχοι γίγνεσθ’, ἵν’ἐκπυθώμεθα
95
πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον.
Οδυσσευς
Οδ.
Οδ.
96
ξένοι, φράσαιτ’ἂν νᾶμα ποτάμιον πόθεν
97
δίψης ἄκος λάβοιμεν, εἴτέ τις θέλει
98
βορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις;
99
τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν ·
100
Σατύρων πρὸς ἄντροις τόνδ’ὅμιλον εἰσορῶ.
101
χαίρειν προσεῖπα πρῶτα τὸν γεραίτατον.
Σιληνος
Σι.
Σι.
102
χαῖρ’, ξέν’, ὅστις δ’εἶ φράσον πάτραντε σήν.
Οδυσσευς
Οδ.
Οδ.
103
Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.
Σιληνος
Σι.
Σι.
104
οἶδ’ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος.
Οδυσσευς
Οδ.
Οδ.
105
ἐκεῖνος οὗτός εἰμι · λοιδόρει δὲ μή ·
Σιληνος
Σι.
Σι.
106
πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;
Οδυσσευς
Οδ.
Οδ.
107
ἐξ Ἰλίου γε κἀπὸ Τρωικῶν πόνων.
Σιληνος
Σι.
Σι.
108
πῶς; πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός;
Οδυσσευς
Οδ.
Οδ.
109
ἀνέμων θύελλαι δεῦρό μ’ἥρπασαν βίᾳ.
Σιληνος
Σι.
Σι.
110
παπαῖ · τὸν αὐτὸν δαίμον’ἐξαντλεῖς ἐμοί.
Οδυσσευς
Οδ.
Οδ.
111
καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;
Σιληνος
Σι.
Σι.
112
λῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.
Οδυσσευς
Οδ.
Οδ.
113
τίς δ’ἥδε χώρα καὶ τίνες ναίουσί νιν;
Σιληνος
Σι.
Σι.
114
Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος.
Οδυσσευς
Οδ.
Οδ.
115
τείχη δὲ ποῦ ’στι καὶ πόλεως πυργώματα;
Σιληνος
Σι.
Σι.
116
οὐκ εἴσ’· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.
Οδυσσευς
Οδ.
Οδ.
117
τίνες δ’ἔχουσι γαῖαν; θηρῶν γένος;
Σιληνος
Σι.
Σι.
118
Κύκλωπες, ἄντρ’ἔχοντες, οὐ στέγας δόμων.
Οδυσσευς
Οδ.
Οδ.
119
τίνος κλύοντες; δεδήμευται κράτος;
Σιληνος
Σι.
Σι.
120
νομάδες · ἀκούει δ’οὐδὲν οὐδεὶς οὐδενός.
Οδυσσευς
Οδ.
Οδ.
121
σπείρουσι δ’ τῷ ζῶσι; Δήμητρος στάχυν;
Σιληνος
Σι.
Σι.
122
γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ.
Οδυσσευς
Οδ.
Οδ.
123
Βρομίου δὲ πῶμ’ἔχουσιν, ἀμπέλου ῥοαῖς;
Σιληνος
Σι.
Σι.
124
ἥκιστα · τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα.
Οδυσσευς
Οδ.
Οδ.
125
φιλόξενοι δὲ χὥσιοι περὶ ξένους;
Σιληνος
Σι.
Σι.
126
γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν.
Οδυσσευς
Οδ.
Οδ.
127
τί φῄς; βορᾷ χαίρουσιν ἀνθρωποκτόνῳ;
Σιληνος
Σι.
Σι.
128
οὐδεὶς μολὼν δεῦρ’ὅστις οὐ κατεσφάγη.
Οδυσσευς
Οδ.
Οδ.
129
αὐτὸς δὲ Κύκλωψ ποῦ ’στιν; δόμων ἔσω;
Σιληνος
Σι.
Σι.
130
φροῦδος πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν.
Οδυσσευς
Οδ.
Οδ.
131
οἶσθ’οὖν δρᾶσον, ὡς ἀπαίρωμεν χθονός;
Σιληνος
Σι.
Σι.
132
οὐκ οἶδ’, Ὀδυσσεῦ · πᾶν δέ σοι δρῴημεν ἄν.
Οδυσσευς
Οδ.
Οδ.
133
ὅδησον ἡμῖν σῖτον, οὗ σπανίζομεν.
Σιληνος
Σι.
Σι.
134
οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας.
Οδυσσευς
Οδ.
Οδ.
135
ἀλλ’ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον.
Σιληνος
Σι.
Σι.
136
καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα.
Οδυσσευς
Οδ.
Οδ.
137
ἐκφέρετε · φῶς γὰρ ἐμπολήμασιν πρέπει.
Σιληνος
Σι.
Σι.
138
σὺ δ’ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον;
Οδυσσευς
Οδ.
Οδ.
139
οὐ χρυσόν, ἀλλὰ πῶμα Διονύσου φέρω.
Σιληνος
Σι.
Σι.
140
φίλτατ’εἰπών, οὗ σπανίζομεν πάλαι.
Οδυσσευς
Οδ.
Οδ.
141
καὶ μὴν Μάρων μοι πῶμ’ἔδωκε, παῖς θεοῦ.
Σιληνος
Σι.
Σι.
142
ὃν ἐξέθρεψα ταῖσδ’ἐγώ ποτ’ἀγκάλαις;
Οδυσσευς
Οδ.
Οδ.
143
Βακχίου παῖς, ὡς σαφέστερον μάθῃς.
Σιληνος
Σι.
Σι.
144
ἐν σέλμασιν νεώς ἐστιν, φέρεις σύ νιν;
Οδυσσευς
Οδ.
Οδ.
145
ὅδ’ἁσκὸς ὃς κεύθει νιν · ὡς ὁρᾷς, γέρον.
Σιληνος
Σι.
Σι.
146
οὗτος μὲν οὐ δ’ἂν τὴν γνάθον πλήσειέ μου.
Οδυσσευς
Οδ.
Οδ.
147
ναί ·
147a
δὶς γὰρ τόσον πῶμ’ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῇ.
Σιληνος
Σι.
Σι.
148
καλήν γε κρήνην εἶπας ἡδεῖάντ’ἐμοί.
Οδυσσευς
Οδ.
Οδ.
149
βούλῃ σε γεύσω πρῶτον ἄκρατον μέθυ;
Σιληνος
Σι.
Σι.
150
δίκαιον · γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ.
Οδυσσευς
Οδ.
Οδ.
151
καὶ μὴν ἐφέλκω καὶ ποτῆρ’ἀσκοῦ μέτα.
Σιληνος
Σι.
Σι.
152
φέρ’ἐκπάταξον, ὡς ἀναμνησθῶ πιών.
Οδυσσευς
Οδ.
Οδ.
153
ἰδού.
Σιληνος
Σι.
Σι.
153b
παπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει.
Οδυσσευς
Οδ.
Οδ.
154
εἶδες γὰρ αὐτήν;
Σιληνος
Σι.
Σι.
154b
οὐ μὰ Δί’, ἀλλ’ὀσφραίνομαι.
Οδυσσευς
Οδ.
Οδ.
155
γεῦσαί νυν, ὡς ἂν μὴ λόγῳ ’παινῇς μόνον.
Σιληνος
Σι.
Σι.
156
βαβαί · χορεῦσαι παρακαλεῖ μ’ Βάκχιος.
157
.
Οδυσσευς
Οδ.
Οδ.
158
μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς;
Σιληνος
Σι.
Σι.
159
ὥστ’εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο.
Οδυσσευς
Οδ.
Οδ.
160
πρὸς τῷδε μέντοι καὶ νόμισμα δώσομεν.
Σιληνος
Σι.
Σι.
161
χάλα τὸν ἀσκὸν μόνον · ἔα τὸ χρυσίον.
Οδυσσευς
Οδ.
Οδ.
162
ἐκφέρετέ νυν τυρεύματ’ μήλων τόκον.
Σιληνος
Σι.
Σι.
163
δράσω τάδ’, ὀλίγον φροντίσας γε δεσποτῶν.
164
ὡς ἐκπιεῖν γ’ἂν κύλικα μαινοίμην μίαν,
165
πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα,
166
ῥῖψαιτ’ἐς ἅλμην Λευκάδος πέτρας ἄπο,
167
ἅπαξ μεθυσθεὶς καταβαλώντε τὰς ὀφρῦς.
168
ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται ·
169
ἵν’ἔστι τουτίτ’ὀρθὸν ἐξανιστάναι
170
μαστοῦτε δραγμὸς καὶ παρεσκευασμένου
171
ψαῦσαι χεροῖν λειμῶνος, ὀρχηστύςθ’ἅμα
172
κακῶντε λῆστις. εἶτ’ἐγὼ οὐ κυνήσομαι
173
τοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίαν
174
κλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον;
Χορος
Χο.
Χο.
175
ἄκου’, Ὀδυσσεῦ · διαλαλήσωμέν τί σοι.
Οδυσσευς
Οδ.
Οδ.
176
καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον.
Χορος
Χο.
Χο.
177
ἐλάβετε Τροίαν τὴν Ἑλένηντε χειρίαν;
Οδυσσευς
Οδ.
Οδ.
178
καὶ πάντα γ’οἶκον Πριαμιδῶν ἐπέρσαμεν.
Χορος
Χο.
Χο.
179
οὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε,
180
ἅπαντες αὐτὴν διεκροτήσατ’ἐν μέρει,
181
ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη;
182
τὴν προδότιν, τοὺς θυλάκους τοὺς ποικίλους
183
περὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεον
184
κλῳὸν φοροῦντα περὶ μέσον τὸν αὐχένα
185
ἐξεπτοήθη, Μενέλεων, ἀνθρώπιον
186
λῷστον, λιποῦσα. μηδαμοῦ γένος ποτὲ
187
φῦναι γυναικῶν ὤφελ’ εἰ μὴ ’μοὶ μόνῳ.
Σιληνος
Σι.
Σι.
188
ἰδοὺ τάδ’ὑμῖν ποιμένων βοσκήματα,
189
ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί,
190
πηκτοῦ γάλακτόςτ’οὐ σπάνια τυρεύματα.
191
φέρεσθε · χωρεῖθ’ὡς τάχιστ’ἄντρων ἄπο,
192
βότρυος ἐμοὶ πῶμ’ἀντιδόντες εὐίου.
193
οἴμοι · Κύκλωψ ὅδ’ἔρχεται · τί δράσομεν;
Οδυσσευς
Οδ.
Οδ.
194
ἀπολώλαμεν γάρ, γέρον · ποῖ χρὴ φυγεῖν;
Σιληνος
Σι.
Σι.
195
ἔσω πέτρας τῆσδ’, οὗπερ ἂν λάθοιτέ γε.
Οδυσσευς
Οδ.
Οδ.
196
δεινὸν τόδ’εἶπας, ἀρκύων μολεῖν ἔσω.
Σιληνος
Σι.
Σι.
197
οὐ δεινόν · εἰσὶ καταφυγαὶ πολλαὶ πέτρας.
Οδυσσευς
Οδ.
Οδ.
198
οὐ δῆτ’· ἐπεί τἂν μεγάλα γ’ Τροία στένοι,
199
εἰ φευξόμεσθ’ἕν’ἄνδρα, μυρίον δ’ὄχλον
200
Φρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι.
201
ἀλλ’, εἰ θανεῖν δεῖ, κατθανούμεθ’εὐγενῶς,
202
ζῶντες αἶνον τὸν πάρος συσσώσομεν.
Κυκλωψ
Κυ.
Κυ.
203
ἄνεχε · πάρεχε · τί τάδε · τίς ῥᾳθυμία;
204
τί βακχιάζετ’; οὐχὶ Διόνυσος τάδε,
205
οὐ κρόταλα χαλκοῦ τυμπάνωντ’ἀράγματα.
206
πῶς μοι κατ’ἄντρα νεόγονα βλαστήματα;
207
πρός γε μαστοῖς εἰσι χὐπὸ μητέρων
208
πλευρὰς τρέχουσι, σχοινίνοιςτ’ἐν τεύχεσιν
209
πλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον;
210
τί φατε; τί λέγετε; τάχα τις ὑμῶν τῷ ξύλῳ
211
δάκρυα μεθήσει · βλέπετ’ἄνω καὶ μὴ κάτω.
Χορος
Χο.
Χο.
212
ἰδού, πρὸς αὐτὸν τὸν Δί’ἀνακεκύφαμεν,
213
καὶ τἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι.
Κυκλωψ
Κυ.
Κυ.
214
ἄριστόν ἐστιν εὖ παρεσκευασμένον;
Χορος
Χο.
Χο.
215
πάρεστιν. φάρυγξ εὐτρεπὴς ἔστω μόνον.
Κυκλωψ
Κυ.
Κυ.
216
καὶ γάλακτός εἰσι κρατῆρες πλέῳ;
Χορος
Χο.
Χο.
217
ὥστ’ἐκπιεῖν γέ σ’, ἢν θέλῃς, ὅλον πίθον.
Κυκλωψ
Κυ.
Κυ.
218
μήλειον βόειον μεμιγμένον;
Χορος
Χο.
Χο.
219
ὧν ἂν θέλῃς σύ, μὴ ’μὲ καταπίῃς μόνον.
Κυκλωψ
Κυ.
Κυ.
220
ἥκιστ’· ἐπεί μ’ἂν ἐν μέσῃ τῇ γαστέρι
221
πηδῶντες ἀπολέσαιτ’ἂν ὑπὸ τῶν σχημάτων.
222
ἔα · τίν’ὄχλον τόνδ’ὁρῶ πρὸς αὐλίοις;
223
λῃσταί τινες κατέσχον κλῶπες χθόνα;
224
ὁρῶ γέ τοι τούσδ’ἄρνας ἐξ ἄντρων ἐμῶν
225
στρεπταῖς λύγοισι σῶμα συμπεπλεγμένους,
226
τεύχητε τυρῶν συμμιγῆ, γέροντάτε
227
πληγαῖς πρόσωπον φαλακρὸν ἐξῳδηκότα.
Σιληνος
Σι.
Σι.
228
ὤμοι, πυρέσσω συγκεκομμένος τάλας.
Κυκλωψ
Κυ.
Κυ.
229
ὑπὸ τοῦ; τίς ἐς σὸν κρᾶτ’ἐπύκτευσεν, γέρον;
Σιληνος
Σι.
Σι.
230
ὑπὸ τῶνδε, Κύκλωψ, ὅτι τὰ σ’οὐκ εἴων φέρειν.
Κυκλωψ
Κυ.
Κυ.
231
οὐκ ᾖσαν ὄντα θεόν με καὶ θεῶν ἄπο;
Σιληνος
Σι.
Σι.
232
ἔλεγον ἐγὼ τάδ’· οἳ δ’ἐφόρουν τὰ χρήματα ·
233
καὶ τόν γε τυρὸν οὐκ ἐῶντος ἤσθιον
234
τούςτ’ἄρνας ἐξεφοροῦντο · δήσαντες δὲ σὲ
235
κλῳῷ τριπήχει, κᾆτα τὸν ὀφθαλμὸν μέσον
235a
[…]
236
τὰ σπλάγχν’ἔφασκον ἐξαμήσεσθαι βίᾳ,
237
μάστιγίτ’εὖ τὸ νῶτον ἀποθλίψειν σέθεν,
238
κἄπειτα συνδήσαντες ἐς θἀδώλια
239
τῆς νηὸς ἐμβαλόντες ἀποδώσειν τινὶ
240
πέτρους μοχλεύειν, ’ς μυλῶνα καταβαλεῖν.
Κυκλωψ
Κυ.
Κυ.
241
ἄληθες; οὔκουν κοπίδας ὡς τάχιστ’ἰὼν
242
θήξεις μαχαίρας καὶ μέγαν φάκελον ξύλων
243
ἐπιθεὶς ἀνάψεις; ὡς σφαγέντες αὐτίκα
244
πλήσουσι νηδὺν τὴν ἐμὴν ἀπ’ἄνθρακος
245
θερμὴν ἔδοντος δαῖτα τῷ κρεανόμῳ,
246
τὰ δ’ἐκ λέβητος ἑφθὰ καὶ τετηκότα.
247
ὡς ἔκπλεώς γε δαιτός εἰμ’ὀρεσκόου ·
248
ἅλις λεόντων ἐστί μοι θοινωμένῳ
249
ἐλάφωντε, χρόνιος δ’εἴμ’ἀπ’ἀνθρώπων βορᾶς.
Σιληνος
Σι.
Σι.
250
τὰ καινά γ’ἐκ τῶν ἠθάδων, δέσποτα,
251
ἡδίον’ἐστίν. οὐ γὰρ αὖ νεωστί γε
252
ἄλλοι πρὸς ἄντρα σοι ἐσαφίκοντο ξένοι.
Οδυσσευς
Οδ.
Οδ.
253
Κύκλωψ, ἄκουσον ἐν μέρει καὶ τῶν ξένων.
254
ἡμεῖς βορᾶς χρῄζοντες ἐμπολὴν λαβεῖν
255
σῶν ἆσσον ἄντρων ἤλθομεν νεὼς ἄπο.
256
τοὺς δ’ἄρνας ἡμῖν οὗτος ἀντ’οἴνου σκύφου
257
ἀπημπόλατε κἀδίδου πιεῖν λαβὼν
258
ἑκὼν ἑκοῦσι, κοὐδὲν ἦν τούτων βίᾳ.
259
ἀλλ’οὗτος ὑγιὲς οὐδὲν ὧν φησιν λέγει,
260
ἐπεὶ κατελήφθη σοῦ λάθρᾳ πωλῶν τὰ σά.
Σιληνος
Σι.
Σι.
261
ἐγώ; κακῶς γὰρ ἐξόλοι’.
Οδυσσευς
Οδ.
Οδ.
261b
εἰ ψεύδομαι.
Σιληνος
Σι.
Σι.
262
μὰ τὸν Ποσειδῶ τὸν τεκόντα σ’, Κύκλωψ,
263
μὰ τὸν μέγαν Τρίτωνα καὶ τὸν Νηρέα,
264
μὰ τὴν Καλυψὼ τάςτε Νηρέως κόρας,
265
τάθ’ἱερὰ κύματ’ἰχθύωντε πᾶν γένος,
266
ἀπώμοσ’, κάλλιστον Κυκλώπιον,
267
δεσποτίσκε, μὴ τὰ σ’ἐξοδᾶν ἐγὼ
268
ξένοισι χρήματ’. κακῶς οὗτοι κακοὶ
269
οἱ παῖδες ἀπόλοινθ’, οὓς μάλιστ’ἐγὼ φιλῶ.
Χορος
Χο.
Χο.
270
αὐτὸς ἔχ’. ἔγωγε τοῖς ξένοις τὰ χρήματα
271
περνάντα σ’εἶδον · εἰ δ’ἐγὼ ψευδῆ λέγω,
272
ἀπόλοιθ’ πατήρ μου · τοὺς ξένους δὲ μὴ ἀδίκει.
Κυκλωψ
Κυ.
Κυ.
273
ψεύδεσθ’· ἔγωγε τῷδε τοῦ Ῥαδαμάνθυος
274
μᾶλλον πέποιθα καὶ δικαιότερον λέγω.
275
θέλω δ’ἐρέσθαι · πόθεν ἐπλεύσατ’, ξένοι;
276
ποδαποί; τίς ὑμᾶς ἐξεπαίδευσεν πόλις;
Οδυσσευς
Οδ.
Οδ.
277
Ἰθακήσιοι μὲν τὸ γένος, Ἰλίου δ’ἄπο,
278
πέρσαντες ἄστυ, πνεύμασιν θαλασσίοις
279
σὴν γαῖαν ἐξωσθέντες ἥκομεν, Κύκλωψ.
Κυκλωψ
Κυ.
Κυ.
280
τῆς κακίστης οἳ μετήλθεθ’ἁρπαγὰς
281
Ἑλένης Σκαμάνδρου γείτον’Ἰλίου πόλιν;
Οδυσσευς
Οδ.
Οδ.
282
οὗτοι, πόνον τὸν δεινὸν ἐξηντληκότες.
Κυκλωψ
Κυ.
Κυ.
283
αἰσχρὸν στράτευμά γ’, οἵτινες μιᾶς χάριν
284
γυναικὸς ἐξεπλεύσατ’ἐς γαῖαν Φρυγῶν.
Οδυσσευς
Οδ.
Οδ.
285
θεοῦ τὸ πρᾶγμα · μηδέν’αἰτιῶ βροτῶν.
286
ἡμεῖς δέ σ’, θεοῦ ποντίου γενναῖε παῖ,
287
ἱκετεύομέντε καὶ λέγομεν ἐλευθέρως ·
288
μὴ τλῇς πρὸς ἄντρα σοι ἐσαφιγμένους φίλους
289
κτανεῖν βοράντε δυσσεβῆ θέσθαι γνάθοις ·
290
οἳ τὸν σόν, ὦναξ, πατέρ’ἔχειν νεῶν ἕδρας
291
ἐρρυσάμεσθα γῆς ἐν Ἑλλάδος μυχοῖς.
292
ἱερεύςτ’ἄθραυστος Ταινάρου μένει λιμὴν
293
Μαλέαςτ’ἄκροι κευθμῶνες τε Σουνίου
294
δίας Ἀθάνας σῶς ὑπάργυρος πέτρα
295
Γεραίστιοίτε καταφυγαί · τὰθ’Ἑλλάδος
296
δύσφρον’ὀνείδη Φρυξὶν οὐκ ἐδώκαμεν ·
297
ὧν καὶ σὺ κοινοῖ · γῆς γὰρ Ἑλλάδος μυχοὺς
298
οἰκεῖς ὑπ’Αἴτνῃ, τῇ πυριστάκτῳ πέτρᾳ.
299
νόμος δὲ θνητοῖς, εἰ λόγους ἀποστρέφῃ,
300
ἱκέτας δέχεσθαι ποντίους ἐφθαρμένους
301
ξένιάτε δοῦναι καὶ πέπλοις ἐπαρκέσαι,
302
οὐκ ἀμφὶ βουπόροισι πηχθέντας μέλη
303
ὀβελοῖσι νηδὺν καὶ γνάθον πλῆσαι σέθεν.
304
ἅλις δὲ Πριάμου γαῖ’ἐχήρωσ’Ἑλλάδα,
305
πολλῶν νεκρῶν πιοῦσα δοριπετῆ φόνον,
306
ἀλόχουςτ’ἀνάνδρους γραῦςτ’ἄπαιδας ὤλεσεν
307
πολιούςτε πατέρας. εἰ δὲ τοὺς λελειμμένους
308
σὺ συμπυρώσας δαῖτ’ἀναλώσεις πικράν,
309
ποῖ τρέψεταί τις; ἀλλ’ἐμοὶ πιθοῦ, Κύκλωψ ·
310
πάρες τὸ μάργον σῆς γνάθου, τὸ δ’εὐσεβὲς
311
τῆς δυσσεβείας ἀνθελοῦ · πολλοῖσι γὰρ
312
κέρδη πονηρὰ ζημίαν ἠμείψατο.
Σιληνος
Σι.
Σι.
313
παραινέσαι σοι βούλομαι · τῶν γὰρ κρεῶν
314
μηδὲν λίπῃς τοῦδ’, ἤντε τὴν γλῶσσαν δάκῃς,
315
κομψὸς γενήσῃ καὶ λαλίστατος, Κύκλωψ.
Κυκλωψ
Κυ.
Κυ.
316
πλοῦτος, ἀνθρωπίσκε, τοῖς σοφοῖς θεός,
317
τὰ δ’ἄλλα κόμποι καὶ λόγων εὐμορφίαι.
318
ἄκρας δ’ἐναλίας ἃς καθίδρυται πατὴρ
319
χαίρειν κελεύω · τί τάδε προυστήσω λόγῳ;
320
Ζηνὸς δ’ἐγὼ κεραυνὸν οὐ φρίσσω, ξένε,
321
οὐ δ’οἶδ’ τι Ζεύς ἐστ’ἐμοῦ κρείσσων θεός.
322
οὔ μοι μέλει τὸ λοιπόν · ὡς δ’οὔ μοι μέλει,
323
ἄκουσον. ὅταν ἄνωθεν ὄμβρον ἐκχέῃ,
324
ἐν τῇδε πέτρᾳ στέγν’ἔχων σκηνώματα,
325
μόσχον ὀπτὸν τι θήρειον δάκος
326
δαινύμενος, εὖ τέγγωντε γαστέρ’ὑπτίαν,
327
ἐπεκπιὼν γάλακτος ἀμφορέα, πέπλον
328
κρούω, Διὸς βρονταῖσιν εἰς ἔριν κτυπῶν.
329
ὅταν δὲ βορέας χιόνα Θρῄκιος χέῃ,
330
δοραῖσι θηρῶν σῶμα περιβαλὼν ἐμὸν
331
καὶ πῦρ ἀναίθων χιόνος οὐδέν μοι μέλει.
332
γῆ δ’ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ,
333
τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά.
334
ἁγὼ οὔτινι θύω πλὴν ἐμοί, θεοῖσι δ’οὔ,
335
καὶ τῇ μεγίστῃ, γαστρὶ τῇδε, δαιμόνων.
336
ὡς τοὐμπιεῖν γε κἀμφαγεῖν τοὐφ’ἡμέραν
337
Ζεὺς οὗτος ἀνθρώποισι τοῖσι σώφροσιν,
338
λυπεῖν δὲ μηδὲν αὑτόν. οἳ δὲ τοὺς νόμους
339
ἔθεντο ποικίλλοντες ἀνθρώπων βίον,
340
κλαίειν ἄνωγα · τὴν δ’ἐμὴν ψυχὴν ἐγὼ
341
οὐ παύσομαι δρῶν εὖ κατεσθίωντε σέ.
342
ξένιάτε λήψῃ τοιάδ’, ὡς ἄμεμπτος ,
343
πῦρ καὶ πατρῷον τόνδε λέβητά γ’, ὃς ζέσας
344
σὴν σάρκα διαφόρητον ἀμφέξει καλῶς.
345
ἀλλ’ἕρπετ’εἴσω, τῷ κατ’αὔλιον θεῷ
346
ἵν’ἀμφὶ βωμὸν στάντες εὐωχῆτέ με.
Οδυσσευς
Οδ.
Οδ.
347
αἰαῖ, πόνους μὲν Τρωικοὺς ὑπεξέδυν
348
θαλασσίουςτε, νῦν δ’ἐς ἀνδρὸς ἀνοσίου
349
γνώμην κατέσχον ἀλίμενόντε καρδίαν.
350
Παλλάς, δέσποινα Διογενὲς θεά,
351
νῦν νῦν ἄρηξον · κρείσσονας γὰρ Ἰλίου
352
πόνους ἀφῖγμαι κἀπὶ κινδύνου βάθρα.
353
σύτ’, φαεννῶν ἀστέρων οἰκῶν ἕδρας
354
Ζεῦ ξένι’, ὅρα τάδ’· εἰ γὰρ αὐτὰ μὴ βλέπεις,
355
ἄλλως νομίζῃ Ζεὺς τὸ μηδὲν ὢν θεός.
Χορος
Χο.
Χο.
356
εὐρείας φάρυγγος, Κύκλωψ,
357
ἀναστόμου τὸ χεῖλος · ὡς ἕτοιμά σοι
358
ἑφθὰ καὶ ὀπτὰ καὶ ἀνθρακιᾶς ἄπο […]
359
χναύειν, βρύκειν,
359a
κρεοκοπεῖν μέλη ξένων,
360
δασυμάλλῳ ἐν αἰγίδι κλινομένῳ.
361
μή μοι μὴ προσδίδου ·
362
μόνος μόνῳ γέμιζε πορθμίδος σκάφος.
363
χαιρέτω μὲν αὖλις ἅδε,
364
χαιρέτω δὲ θυμάτων
365
ἀποβώμιος ἃν ἔχει θυσίαν
366
Κύκλωψ Αἰτναῖος ξενικῶν
367
κρεῶν κεχαρμένος βορᾷ.
369
νηλής, τλᾶμον, ὅστις
370
ἐφεστίους ἱκτῆρας ἐκθύει δόμων,
373
ἑφθάτε δαινύμενος, μυσαροῖσίτ’ὀδοῦσιν
372
κόπτων βρύκων
374
θέρμ’ἀπ’ἀνθράκων κρέα,
374a
[…]
374b
μή μοι μὴ προσδίδου ·
374c
μόνος μόνῳ γέμιζε πορθμίδος σκάφος.
374d
χαιρέτω μὲν αὖλις ἅδε,
374e
χαιρέτω δὲ θυμάτων
374f
ἀποβώμιος ἃν ἔχει θυσίαν
374g
Κύκλωψ Αἰτναῖος ξενικῶν
374h
κρεῶν κεχαρμένος βορᾷ.
Οδυσσευς
Οδ.
Οδ.
375
Ζεῦ, τί λέξω, δείν’ἰδὼν ἄντρων ἔσω
376
κοὐ πιστά, μύθοις εἰκότ’, οὐ δ’ἔργοις βροτῶν;
Χορος
Χο.
Χο.
377
τί δ’ἔστ’, Ὀδυσσεῦ; μῶν τεθοίναται σέθεν
378
φίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ;
Οδυσσευς
Οδ.
Οδ.
379
δισσούς γ’ἀθρήσας κἀπιβαστάσας χεροῖν,
380
οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος.
Χορος
Χο.
Χο.
381
πῶς, ταλαίπωρ’, ἦτε πάσχοντες τάδε;
Οδυσσευς
Οδ.
Οδ.
382
ἐπεὶ πετραίαν τήνδ’ ἐσήλθομεν χθόνα ,
383
ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸς
384
κορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι,
385
τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος.
386
ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆ
387
ἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί.
388
κρατῆρα δ’ἐξέπλησεν ὡς δεκάμφορον,
389
μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα.
390
σκύφοςτε κισσοῦ παρέθετ’εἰς εὖρος τριῶν
391
πήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο.
392
καὶ χάλκεον λέβητ’ἐπέζεσεν πυρί,
393
ὀβελούςτ’, ἄκρους μὲν ἐγκεκαυμένους πυρί,
394
ξεστοὺς δὲ δρεπάνῳ τἄλλα, παλιούρου κλάδων,
395
Αἰτναῖάτε σφαγεῖα πελέκεων γνάθοις .
396
ὡς δ’ἦν ἕτοιμα πάντα τῷ θεοστυγεῖ
397
Ἅιδου μαγείρῳ, φῶτε συμμάρψας δύο
398
ἔσφαζ’ἑταίρων τῶν ἐμῶν, ῥυθμῷθ’ἐνὶ
399
τὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον,
400
τὸν δ’αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός,
401
παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου,
402
ἐγκέφαλον ἐξέρρανε, καὶ καθαρπάσας
403
λάβρῳ μαχαίρᾳ σάρκας ἐξώπτα πυρί
404
τὰ δ’ἐς λέβητ’ἐφῆκεν ἕψεσθαι μέλη
405
ἐγὼ δ’ τλήμων δάκρυ’ἀπ’ὀφθαλμῶν χέων
406
ἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν ·
407
ἅλλοι δ’ὅπως ὄρνιθες ἐν μυχοῖς πέτρας
408
πτήξαντες εἶχον, αἷμα δ’οὐκ ἐνῆν χροΐ.
409
ἐπεὶ δ’ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶς
410
ἀνέπεσε, φάρυγος αἰθέρ’ἐξιεὶς βαρύν,
411
ἐσῆλθέ μοί τι θεῖον · ἐμπλήσας σκύφος
412
Μάρωνος αὐτῷ τοῦδε προσφέρω πιεῖν,
413
λέγων τάδ’· τοῦ ποντίου θεοῦ Κύκλωψ,
414
σκέψαι τόδ’οἷον Ἑλλὰς ἀμπέλων ἄπο
415
θεῖον κομίζει πῶμα, Διονύσου γάνος.
416
δ’ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶς
417
ἐδέξατ’ἔσπασέντ’ἄμυστιν ἑλκύσας
418
κἀπῄνεσ’ἄρας χεῖρα · φίλτατε ξένων,
419
καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῇ δίδως.
420
ἡσθέντα δ’αὐτὸν ὡς ἐπῃσθόμην ἐγώ,
421
ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτι
422
τρώσει νιν οἶνος καὶ δίκην δώσει τάχα.
423
καὶ δὴ πρὸς ᾠδὰς εἷρπ’. ἐγὼ δ’ἐπεγχέων
424
ἄλλην ἐπ’ἄλλῃ σπλάγχν’ἐθέρμαινον ποτῷ.
425
ᾄδεῖ δὲ παρὰ κλαίουσι συνναύταις ἐμοῖς
426
ἄμουσ’, ἐπηχεῖ δ’ἄντρον. ἐξελθὼν δ’ἐγὼ
427
σιγῇ. σὲ σῶσαι κἄμ’, ἐὰν βούλῃ, θέλω.
428
ἀλλ’εἴπατ’εἴτε χρῄζετ’εἴτ’οὐ χρῄζετε
429
φεύγειν ἄμεικτον ἄνδρα καὶ τὰ Βακχίου
430
ναίειν μέλαθρα Δαναΐδων νυμφῶν μέτα.
431
μὲν γὰρ ἔνδον σὸς πατὴρ τάδ’ᾔνεσεν.
432
ἀλλ’ἀσθενὴς γὰρ κἀποκερδαίνων ποτοῦ,
433
ὥσπερ πρὸς ἰξῷ τῇ κύλικι λελημμένος
434
πτέρυγας ἀλύει · σὺ δέ νεανίας γὰρ εἶ
435
σώθητι μετ’ἐμοῦ καὶ τὸν ἀρχαῖον φίλον
436
Διόνυσον ἀνάλαβ’, οὐ Κύκλωπι προσφερῆ.
Χορος
Χο.
Χο.
437
φίλτατ’, εἰ γὰρ τήνδ’ἴδοιμεν ἡμέραν,
438
Κύκλωπος ἐκφυγόντες ἀνόσιον κάρα.
439
ὡς διὰ μακροῦ γε τὸν σίφωνα τὸν φίλον
440
χηρεύομεν. τὸν δ’οὐκ ἔχομεν κατ’αὗ φαγεῖν .
Οδυσσευς
Οδ.
Οδ.
441
ἄκουε δή νυν ἣν ἔχω τιμωρίαν
442
θηρὸς πανούργου σῆςτε δουλείας φυγήν.
Χορος
Χο.
Χο.
443
λέγ’, ὡς Ἀσιάδος οὐκ ἂν ἥδιον ψόφον
444
κιθάρας κλύοιμεν Κύκλωπ’ὀλωλότα.
Οδυσσευς
Οδ.
Οδ.
445
ἐπὶ κῶμον ἕρπειν πρὸς κασιγνήτους θέλει
446
Κύκλωπας ἡσθεὶς τῷδε Βακχίου ποτῷ.
Χορος
Χο.
Χο.
447
ξυνῆκ’· ἔρημον ξυλλαβὼν δρυμοῖσί νιν
448
σφάξαι μενοινᾷς, πετρῶν ὦσαι κάτω.
Οδυσσευς
Οδ.
Οδ.
449
οὐδὲν τοιοῦτον · δόλιος ’πιθυμία.
Χορος
Χο.
Χο.
450
πῶς δαί; σοφόν τοί σ’ὄντ’ἀκούομεν πάλαι.
Οδυσσευς
Οδ.
Οδ.
451
κώμου μὲν αὐτὸν τοῦδ’ἀπαλλάξαι, λέγων
452
ὡς οὐ Κύκλωψι πῶμα χρὴ δοῦναι τόδε,
453
μόνον δ’ἔχοντα βίοτον ἡδέως ἄγειν.
454
ὅταν δ’ὑπνώσσῃ Βακχίου νικώμενος
455
ἀκρεμὼν ἐλαίας ἔστιν ἐν δόμοισί τις,
456
ὃν φασγάνῳ ’γὼ τῷδ’ἀποξύνας ἄκρον,
457
ἐς πῦρ καθήσω · κᾆθ’, ὅταν κεκαυμένον
458
ἴδω νιν, ἄρας θερμὸν ἐς μέσην βαλῶ
459
Κύκλωπος ὄψιν, ὄμματ’ἐκτήξω πυρί.
460
ναυπηγίαν δ’ὡσεί τις ἁρμόζων ἀνὴρ
461
διπλοῖν χαλινοῖν τρύπανον κωπηλατεῖ,
462
οὕτω κυκλώσω δαλὸν ἐν φαεσφόρῳ
463
Κύκλωπος ὄψει καὶ συναυανῶ κόρας.
Χορος
Χο.
Χο.
464
ἰοὺ ἰού,
465
γέγηθα, μαινόμεσθα τοῖς εὑρήμασιν.
Οδυσσευς
Οδ.
Οδ.
466
κἄπειτα καὶ σὲ καὶ φίλους γέροντάτε
467
νεὼς μελαίνης κοῖλον ἐμβήσας σκάφος
468
διπλαῖσι κώπαις τῆσδ’ἀποστελῶ χθονός.
Χορος
Χο.
Χο.
469
ἔστ’οὖν ὅπως ἂν ὡσπερεὶ σπονδῆς θεοῦ
470
κἀγὼ λαβοίμην τοῦ τυφλοῦντος ὄμματα
471
δαλοῦ; φόνου γὰρ τοῦδε κοινωνεῖν θέλω.
Οδυσσευς
Οδ.
Οδ.
472
δεῖ γοῦν · μέγας γὰρ δαλός · οὗ ξυλληπτέον.
Χορος
Χο.
Χο.
473
ὡς κἂν ἁμαξῶν ἑκατὸν ἀραίμην βάρος,
474
εἰ τοῦ Κύκλωπος τοῦ κακῶς ὀλουμένου
475
ὀφθαλμὸν ὥσπερ σφηκιὰν ἐκθύψομεν.
Οδυσσευς
Οδ.
Οδ.
476
σιγᾶτε νῦν · δόλον γὰρ ἐξεπίστασαι ·
477
χὥταν κελεύω, τοῖσιν ἀρχιτέκτοσι
478
πείθεσθ’. ἐγὼ γὰρ ἄνδρας ἀπολιπὼν φίλους
479
τοὺς ἔνδον ὄντας οὐ μόνος σωθήσομαι.
480
καίτοι φύγοιμ’ἄν, κἀκβέβηκ’ἄντρου μυχῶν ·
481
ἀλλ’οὐ δίκαιον ἀπολιπόντ’ἐμοὺς φίλους,
482
ξὺν οἷσπερ ἦλθον δεῦρο, σωθῆναι μόνον.
Χορος
Χο.
Χο.
483
ἄγε, τίς πρῶτος, τίς δ’ἐπὶ πρώτῳ
484
ταχθεὶς δαλοῦ κώπην ὀχμάσας
485
Κύκλωπος ἔσω βλεφάρων ὤσας
486
λαμπρὰν ὄψιν διακναίσει;
487
σίγα σίγα. καὶ δὴ μεθύων
488
ἄχαριν κέλαδον μουσιζόμενος
490
σκαιὸς ἀπῳδὸς καὶ κλαυσόμενος
491
χωρεῖ πετρίνων ἔξω μελάθρων
492
φέρε νιν κώμοις παιδεύσωμεν
493
τὸν ἀπαίδευτον ·
494
πάντως μέλλει τυφλὸς εἶναι.
495
μάκαρ ὅστις εὐιάζει
496
βοτρύων φίλαισι πηγαῖς
497
ἐπὶ κῶμον ἐκπετασθείς,
498
φίλον ἄνδρ’ὑπαγκαλίζων
499
ἐπὶ δεμνίοιςτε ξανθὸν
500
χλιδανῆς ἔχων ἑταίρας
501
μυρόχριστος λιπαρὸν
502
βόστρυχον, αὐδᾷ δέ · θύραν τίς οἴξει μοι;
Κυκλωψ
Κυ.
Κυ.
503
παπαπᾶ · πλέως μὲν οἴνου,
504
γάνυμαι δὲ δαιτὸς ἥβῃ,
505
σκάφος ὁλκὰς ὣς γεμισθεὶς
506
ποτὶ σέλμα γαστρὸς ἄκρας.
507
ὑπάγει μ’ χόρτος εὔφρων
508
ἐπὶ κῶμον ἦρος ὥραις
509
ἐπὶ Κύκλωπας ἀδελφούς.
510
φέρε μοι, ξεῖνε, φέρ’, ἀσκὸν ἔνδος μοι.
Χορος
Χο.
Χο.
511
καλὸν ὄμμασιν δεδορκὼς
512
καλὸς ἐκπερᾷ μελάθρων.
513
παπαπᾶ · φιλεῖ τις ἡμᾶς.
514
–λύχνα δ’ ἀμμένον δαΐα σὸν
515
χρόα χὠς τέρεινα νύμφα
516
δροσερῶν ἔσωθεν ἄντρων.
517
στεφάνων δ’οὐ μία χροιὰ
518
περὶ σὸν κρᾶτα τάχ’ἐξομιλήσει.
Οδυσσευς
Οδ.
Οδ.
519
Κύκλωψ, ἄκουσον · ὡς ἐγὼ τοῦ Βακχίου
520
τούτου τρίβων εἴμ’, ὃν πιεῖν ἔδωκά σοι.
Κυκλωψ
Κυ.
Κυ.
521
Βάκχιος δὲ τίς θεὸς νομίζεται;
Οδυσσευς
Οδ.
Οδ.
522
μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.
Κυκλωψ
Κυ.
Κυ.
523
ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.
Οδυσσευς
Οδ.
Οδ.
524
τοιόσδ’ δαίμων · οὐδένα βλάπτει βροτῶν.
Κυκλωψ
Κυ.
Κυ.
525
θεὸς δ’ἐν ἀσκῷ πῶς γέγηθ’οἴκους ἔχων;
Οδυσσευς
Οδ.
Οδ.
526
ὅπου τιθῇ τις, ἐνθάδ’ἐστὶν εὐπετής.
Κυκλωψ
Κυ.
Κυ.
527
οὐ τοὺς θεοὺς χρὴ σῶμ’ἔχειν ἐν δέρμασιν.
Οδυσσευς
Οδ.
Οδ.
528
τί δ’, εἴ σε τέρπει γ’; τὸ δέρμα σοι πικρόν;
Κυκλωψ
Κυ.
Κυ.
529
μισῶ τὸν ἀσκόν · τὸ δὲ ποτὸν φιλῶ τόδε.
Οδυσσευς
Οδ.
Οδ.
530
μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ.
Κυκλωψ
Κυ.
Κυ.
531
οὐ χρή μ’ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ;
Οδυσσευς
Οδ.
Οδ.
532
ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῇ.
Κυκλωψ
Κυ.
Κυ.
533
διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος.
Οδυσσευς
Οδ.
Οδ.
534
πυγμὰς κῶμος λοίδορόντ’ἔριν φιλεῖ.
Κυκλωψ
Κυ.
Κυ.
535
μεθύω μέν, ἔμπας δ’οὔτις ἂν ψαύσειέ μου.
Οδυσσευς
Οδ.
Οδ.
536
τᾶν, πεπωκότ’ἐν δόμοισι χρὴ μένειν.
Κυκλωψ
Κυ.
Κυ.
537
ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ.
Οδυσσευς
Οδ.
Οδ.
538
ὃς δ’ἂν μεθυσθείς γ’ἐν δόμοις μείνῃ, σοφός.
Κυκλωψ
Κυ.
Κυ.
539
τί δρῶμεν, Σιληνέ; σοὶ μένειν δοκεῖ;
Σιληνος
Σι.
Σι.
540
δοκεῖ. τί γὰρ δεῖ συμποτῶν ἄλλων, Κύκλωψ;
Κυκλωψ
Κυ.
Κυ.
541
καὶ μὴν λαχνῶδέςτ’οὖδας ἀνθηρᾶς χλόης […]
Σιληνος
Σι.
Σι.
542
καὶ πρός γε θάλπος ἡλίου πίνειν καλόν.
543
κλίθητί νύν μοι πλευρὰ θεὶς ἐπὶ χθονός.
Κυκλωψ
Κυ.
Κυ.
544
ἰδού.
545
τί δῆτα τὸν κρατῆρ’ὄπισθέ μου τίθης;
Σιληνος
Σι.
Σι.
546
ὡς μὴ παριών τις καταβάλῃ.
Κυκλωψ
Κυ.
Κυ.
546b
πίνειν μὲν οὖν
547
κλέπτων σὺ βούλῃ · κάτθες αὐτὸν ἐς μέσον.
548
σὺ δ’, ξέν’, εἰπὲ τοὔνομ’ τι σε χρὴ καλεῖν.
Οδυσσευς
Οδ.
Οδ.
549
Οὖτιν · χάριν δὲ τίνα λαβών σ’ἐπαινέσω;
Κυκλωψ
Κυ.
Κυ.
550
πάντων σ’ἑταίρων ὕστερον θοινάσομαι.
Σιληνος
Σι.
Σι.
551
καλόν γε τὸ γέρας τῷ ξένῳ δίδως, Κύκλωψ.
Κυκλωψ
Κυ.
Κυ.
552
οὗτος, τί δρᾷς; τὸν οἶνον ἐκπίνεις λάθρᾳ;
Σιληνος
Σι.
Σι.
553
οὔκ, ἀλλ’ἔμ’οὗτος ἔκυσεν, ὅτι καλὸν βλέπω.
Κυκλωψ
Κυ.
Κυ.
554
κλαύσῃ, φιλῶν τὸν οἶνον οὐ φιλοῦντά σε.
Σιληνος
Σι.
Σι.
555
ναὶ μὰ Δί’, ἐπεί μού φησ’ἐρᾶν ὄντος καλοῦ.
Κυκλωψ
Κυ.
Κυ.
556
ἔγχει, πλέων δὲ τὸν σκύφον. δίδου μόνον.
Σιληνος
Σι.
Σι.
557
πῶς οὖν κέκραται; φέρε διασκεψώμεθα.
Κυκλωψ
Κυ.
Κυ.
558
ἀπολεῖς · δὸς οὕτως.
Σιληνος
Σι.
Σι.
558b
ναὶ μὰ Δί’οὐ πρὶν ἄν γέ σε
559
στέφανον ἴδω λαβόντα γεύσωμαίτ’ἔτι […]
Κυκλωψ
Κυ.
Κυ.
560
οἰνοχόος ἄδικος.
Σιληνος
Σι.
Σι.
560b
οὐ μὰ Δί’, ἀλλ’ οἶνος γλυκύς.
561
ἀπομυκτέον δέ σοί ἐστιν ὡς λήψῃ πιεῖν.
Κυκλωψ
Κυ.
Κυ.
562
ἰδού, καθαρὸν τὸ χεῖλος αἱ τρίχεςτέ μου.
Σιληνος
Σι.
Σι.
563
θές νυν τὸν ἀγκῶν’εὐρύθμως, κᾆτ’ἔκπιε,
564
ὥσπερ μ’ὁρᾷς πίνοντα χὥσπερ οὐκ ἐμέ.
Κυκλωψ
Κυ.
Κυ.
565
, τί δράσεις;
Σιληνος
Σι.
Σι.
565b
ἡδέως ἠμύστισα.
Κυκλωψ
Κυ.
Κυ.
566
λάβ’, ξέν’, αὐτὸς οἰνοχόοςτέ μοι γενοῦ.
Οδυσσευς
Οδ.
Οδ.
567
γιγνώσκεται γοῦν ἄμπελος τἠμῇ χερί.
Κυκλωψ
Κυ.
Κυ.
568
φέρ’ἔγχεόν νυν.
Οδυσσευς
Οδ.
Οδ.
568b
ἐγχέω, σίγα μόνον.
Κυκλωψ
Κυ.
Κυ.
569
χαλεπὸν τόδ’εἶπας, ὅστις ἂν πίνῃ πολύν.
Οδυσσευς
Οδ.
Οδ.
570
ἰδοὺ λαβὼν ἔκπιθι καὶ μηδὲν λίπῃς.
571
συνεκθανεῖν δὲ σπῶντα χρὴ τῷ πώματι.
Κυκλωψ
Κυ.
Κυ.
572
παπαῖ, σοφόν γε τὸ ξύλον τῆς ἀμπέλου.
Οδυσσευς
Οδ.
Οδ.
573
κἂν μὲν σπάσῃς γε δαιτὶ πρὸς πολλῇ πολύν,
574
τέγξας ἄδιψον νηδύν, εἰς ὕπνον βαλεῖ,
575
ἢν δ’ἐλλίπῃς τι, ξηρανεῖ σ’ Βάκχιος.
Κυκλωψ
Κυ.
Κυ.
576
ἰοὺ ἰού,
577
ὡς ἐξένευσα μόγις · ἄκρατος χάρις.
578
δ’οὐρανός μοι συμμεμιγμένος δοκεῖ
579
τῇ γῇ φέρεσθαι, τοῦ Διόςτε τὸν θρόνον
580
λεύσσω, τὸ πᾶντε δαιμόνων ἁγνὸν σέβας.
581
οὐκ ἂν φιλήσαιμ’· αἱ Χάριτες πειρῶσί με.
582
ἅλις Γανυμήδην τόνδ’ἔχων ἀναπαύσομαι.
583
κάλλιστα, νὴ τὰς Χάριτας. ἥδομαι δέ πως
584
τοῖς παιδικοῖσι μᾶλλον τοῖς θήλεσιν.
Σιληνος
Σι.
Σι.
585
ἐγὼ γὰρ Διός εἰμι Γανυμήδης, Κύκλωψ;
Κυκλωψ
Κυ.
Κυ.
586
ναὶ μὰ Δί’, ὃν ἁρπάζω γ’ἐγὼ ’κ τοῦ Δαρδάνου.
Σιληνος
Σι.
Σι.
587
ἀπόλωλα, παῖδες · σχέτλια πείσομαι κακά.
Κυκλωψ
Κυ.
Κυ.
588
μέμφῃ τὸν ἐραστὴν κἀντρυφᾷς πεπωκότι;
Σιληνος
Σι.
Σι.
589
οἴμοι · πικρότατον οἶνον ὄψομαι τάχα.
Οδυσσευς
Οδ.
Οδ.
590
ἄγε δή, Διονύσου παῖδες, εὐγενῆ τέκνα,
591
ἔνδον μὲν ἁνήρ · τῷ δ’ὕπνῳ παρειμένος
592
τάχ’ἐξ ἀναιδοῦς φάρυγος ὠθήσει κρέα.
593
δαλὸς δ’ἔσωθεν αὐλίων ὠθεῖ καπνὸν
594
παρευτρέπισται · κοὐδὲν ἄλλο πλὴν πυροῦν
595
Κύκλωπος ὄψιν · ἀλλ’ὅπως ἀνὴρ ἔσῃ.
Χορος
Χο.
Χο.
596
πέτρας τὸ λῆμα κἀδάμαντος ἕξομεν.
597
χώρει δ’ἐς οἴκους, πρίν τι τὸν πατέρα παθεῖν
598
ἀπάλαμνον · ὥς σοι τἀνθάδ’ἐστὶν εὐτρεπῆ.
Οδυσσευς
Οδ.
Οδ.
599
Ἥφαιστ’, ἄναξ Αἰτναῖε, γείτονος κακοῦ
600
λαμπρὸν πυρώσας ὄμμ’ἀπαλλάχθηθ’ἅπαξ,
601
σύτ’, μελαίνης Νυκτὸς ἐκπαίδευμ’, Ὕπνε,
602
ἄκρατος ἐλθὲ θηρὶ τῷ θεοστυγεῖ,
603
καὶ μὴ ’πὶ καλλίστοισι Τρωικοῖς πόνοις
604
αὐτόντε ναύταςτ’ἀπολέσητ’Ὀδυσσέα
605
ὑπ’ἀνδρός, θεῶν οὐδὲν βροτῶν μέλει.
606
τὴν τύχην μὲν δαίμον’ἡγεῖσθαι χρεών,
607
τὰ δαιμόνων δὲ τῆς τύχης ἐλάσσονα.
Χορος
Χο.
Χο.
608
λήψεται τὸν τράχηλον
609
ἐντόνως καρκίνος
610
τοῦ ξενοδαιτυμόνος · πυρὶ γὰρ τάχα
611
φωσφόρους ὀλεῖ κόρας.
612
ἤδη
613
δαλὸς ἠνθρακωμένος
615
κρύπτεται ἐς σποδιάν, δρυὸς ἄσπετον
616
ἔρνος · ἀλλ’ἴτω Μάρων ·
616a
πρασσέτω ·
617
μαινομένου ’ξελέτω βλέφαρον
618
Κύκλωπος, ὡς πίῃ κακῶς.
619
κἀγὼ
620
τὸν φιλοκισσοφόρον Βρόμιον
621
ποθεινὸν εἰσιδεῖν θέλω,
622a
Κύκλωπος λιπὼν ἐρημίαν ·
623
ἆρ’ἐς τοσόνδ’ἀφίξομαι;
Οδυσσευς
Οδ.
Οδ.
624
σιγᾶτε πρὸς θεῶν, θῆρες, ἡσυχάζετε,
625
συνθέντες ἄρθρα στόματος · οὐ δὲ πνεῖν ἐῶ,
626
οὐ σκαρδαμύσσειν οὐ δὲ χρέμπτεσθαί τινα,
627
ὡς μὴ ’ξεγερθῇ τὸ κακόν, ἔστ’ἂν ὄμματος
628
ὄψις Κύκλωπος ἐξαμιλληθῇ πυρί.
Χορος
Χο.
Χο.
629
σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις.
Οδυσσευς
Οδ.
Οδ.
630
ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖν
631
ἔσω μολόντες · διάπυρος δ’ἐστὶν καλῶς.
Χορος
Χο.
Χο.
632
οὐκοῦν σὺ τάξεις οὕστινας πρώτους χρεὼν
633
καυτὸν μοχλὸν λαβόντας ἐκκάειν τὸ φῶς
634
Κύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα;
Χορος α
Χο.
Χο.
635
ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶν
636
ἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ.
Χορος β
Χο.
Χο.
637
ἡμεῖς δὲ χωλοί γ’ἀρτίως γεγενήμεθα.
Χορος γ
Χο.
Χο.
638
ταὐτὸν πεπόνθατ’ἆρ’ἐμοί · τοὺς γὰρ πόδας
639
ἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ’ἐξ ὅτου.
Οδυσσευς
Οδ.
Οδ.
640
ἑστῶτες ἐσπάσθητε;
Χορος δ
Χο.
Χο.
640b
καὶ τά γ’ὄμματα
641
μέστ’ἐστὶν ἡμῖν κόνεος τέφρας ποθέν.
Οδυσσευς
Οδ.
Οδ.
642
ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι.
Χορος
Χο.
Χο.
643
ὁτιὴ τὸ νῶτον τὴν ῥάχιντ’οἰκτίρομεν
644
καὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι
645
τυπτόμενος, αὕτη γίγνεται πονηρία;
646
ἀλλ’οἶδ’ἐπῳδὴν Ὀρφέως ἀγαθὴν πάνυ,
647
ὡς αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον
648
στείχονθ’ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.
Οδυσσευς
Οδ.
Οδ.
649
πάλαι μὲν ᾔδη σ’ὄντα τοιοῦτον φύσει,
650
νῦν δ’οἶδ’ἄμεινον. τοῖσι δ’οἰκείοις φίλοις
651
χρῆσθαί μ’ἀνάγκη. χειρὶ δ’εἰ μηδὲν σθένεις,
652
ἀλλ’οὖν ἐπεγκέλευέ γ’, ὡς εὐψυχίαν
653
φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.
Χορος
Χο.
Χο.
654
δράσω τάδ’. ἐν τῷ Καρὶ κινδυνεύσομεν.
655
κελευσμάτων δ’ἕκατι τυφέσθω Κύκλωψ.
656
ἰὼ ἰώ · γενναιότατ’
657
ὠθεῖτε σπεύδετ’. ἐκκαίετε τὰν ὀφρὺν
658
θηρὸς τοῦ ξενοδαίτα
659
τυφέτω, καιέτω
660
τὸν Αἴτνας μηλονόμον.
661
τόρνευ’, ἕλκε, μή σ’ἐξοδυνηθεὶς
662
δράσῃ τι μάταιον.
Κυκλωψ
Κυ.
Κυ.
663
ὤμοι, κατηνθρακώμεθ’ὀφθαλμοῦ σέλας.
Χορος
Χο.
Χο.
664
καλός γ’ παιάν · μέλπε μοι τόνδ’, Κύκλωψ.
Κυκλωψ
Κυ.
Κυ.
665
ὤμοι μάλ’, ὡς ὑβρίσμεθ’, ὡς ὀλώλαμεν.
666
ἀλλ’οὔτι μὴ φύγητε τῆσδ’ἔξω πέτρας
667
χαίροντες, οὐδὲν ὄντες · ἐν πύλαισι γὰρ
668
σταθεὶς φάραγγος τάσδ’ἐναρμόσω χέρας.
Χορος
Χο.
Χο.
669
τί χρῆμ’ἀυτεῖς, Κύκλωψ;
Κυκλωψ
Κυ.
Κυ.
669b
ἀπωλόμην.
Χορος
Χο.
Χο.
670
αἰσχρός γε φαίνῃ.
Κυκλωψ
Κυ.
Κυ.
670b
κἀπὶ τοῖσδέ γ’ἄθλιος.
Χορος
Χο.
Χο.
671
μεθύων κατέπεσες ἐς μέσους τοὺς ἄνθρακας;
Κυκλωψ
Κυ.
Κυ.
672
Οὖτίς μ’ἀπώλεσ’.
Χορος
Χο.
Χο.
672b
οὐκ ἄρ’οὐδεὶς ἠδίκει.
Κυκλωψ
Κυ.
Κυ.
673
Οὖτίς με τυφλοῖ βλέφαρον.
Χορος
Χο.
Χο.
673b
οὐκ ἄρ’εἶ τυφλός.
Κυκλωψ
Κυ.
Κυ.
674
ὡς δὴ σύ
Χορος
Χο.
Χο.
674b
καὶ πῶς σ’οὔτις ἂν θείη τυφλόν;
Κυκλωψ
Κυ.
Κυ.
675
σκώπτεις. δ’Οὖτις ποῦ ’στιν;
Χορος
Χο.
Χο.
675b
οὐδαμοῦ, Κύκλωψ.
Κυκλωψ
Κυ.
Κυ.
676
ξένος, ἵν’ὀρθῶς ἐκμάθῃς, μ’ἀπώλεσεν,
677
μιαρός, ὅς μοι δοὺς τὸ πῶμα κατέκλυσεν.
Χορος
Χο.
Χο.
678
δεινὸς γὰρ οἶνος καὶ παλαίεσθαι βαρύς.
Κυκλωψ
Κυ.
Κυ.
679
πρὸς θεῶν, πεφεύγασ’ μένουσ’ἔσω δόμων;
Χορος
Χο.
Χο.
680
οὗτοι σιωπῇ τὴν πέτραν ἐπήλυγα
681
λαβόντες ἑστήκασι.
Κυκλωψ
Κυ.
Κυ.
681b
ποτέρας τῆς χερός;
Χορος
Χο.
Χο.
682
ἐν δεξιᾷ σου.
Κυκλωψ
Κυ.
Κυ.
682b
ποῦ;
Χορος
Χο.
Χο.
682c
πρὸς αὐτῇ τῇ πέτρᾳ.
683
ἔχεις;
Κυκλωψ
Κυ.
Κυ.
683b
κακόν γε πρὸς κακῷ · τὸ κρανίον
684
παίσας κατέαγα.
Χορος
Χο.
Χο.
684b
καί σε διαφεύγουσί γε.
Κυκλωψ
Κυ.
Κυ.
685
οὐ τῇδ’· ἐπεὶ τῇδ’εἶπας;
Χορος
Χο.
Χο.
685b
οὔ · ταύτῃ λέγω.
Κυκλωψ
Κυ.
Κυ.
686
πῇ γάρ;
Χορος
Χο.
Χο.
686b
περιάγου, κεῖσε, πρὸς τἀριστερά.
Κυκλωψ
Κυ.
Κυ.
687
οἴμοι γελῶμαι · κερτομεῖτέ μ’ἐν κακοῖς.
Χορος
Χο.
Χο.
688
ἀλλ’οὐκέτ’, ἀλλὰ πρόσθεν οὗτός ἐστί σου.
Κυκλωψ
Κυ.
Κυ.
689
παγκάκιστε, ποῦ ποτ’εἶ;
Οδυσσευς
Οδ.
Οδ.
689b
τηλοῦ σέθεν
690
φυλακαῖσι φρουρῶ σῶμ’Ὀδυσσέως τόδε.
Κυκλωψ
Κυ.
Κυ.
691
πῶς εἶπας; ὄνομα μεταβαλὼν καινὸν λέγεις.
Οδυσσευς
Οδ.
Οδ.
692
ὅπερ γ’ φύσας ὠνόμαζ’Ὀδυσσέα.
693
δώσειν δ’ἔμελλες ἀνοσίου δαιτὸς δίκας ·
694
κακῶς γὰρ ἂν Τροίαν γε διεπυρωσάμην
695
εἰ μή σ’ἑταίρων φόνον ἐτιμωρησάμην.
Κυκλωψ
Κυ.
Κυ.
696
αἰαῖ · παλαιὸς χρησμὸς ἐκπεραίνεται.
697
τυφλὴν γὰρ ὄψιν ἐκ σέθεν σχήσειν μ’ἔφη
698
Τροίας ἀφορμηθέντος. ἀλλὰ καὶ σέ τοι
699
δίκας ὑφέξειν ἀντὶ τῶνδ’ἐθέσπισεν,
700
πολὺν θαλάσσῃ χρόνον ἐναιωρούμενον.
Οδυσσευς
Οδ.
Οδ.
701
κλαίειν σ’ἄνωγα · καὶ δέδραχ’ὅπερ λέγεις.
702
ἐγὼ δ’ἐπ’ἀκτὰς εἶμι καὶ νεὼς σκάφος
703
ἥσω ’πὶ πόντον Σικελὸν ἔςτ’ἐμὴν πάτραν.
Κυκλωψ
Κυ.
Κυ.
704
οὐ δῆτ’, ἐπεί σε τῆσδ’ἀπορρήξας πέτρας
705
αὐτοῖσι συνναύταισι συντρίψω βαλών.
706
ἄνω δ’ἐπ’ὄχθον εἶμι, καίπερ ὢν τυφλός,
707
δι’ἀμφιτρῆτος τῆσδε προσβαίνων ποδί .
Χορος
Χο.
Χο.
708
ἡμεῖς δὲ συνναῦταί γε τοῦδ’Ὀδυσσέως
709
ὄντες τὸ λοιπὸν Βακχίῳ δουλεύσομεν.