Theocritus

Epigrams

6.1
τὰ ῥόδα τὰ δροσόεντα, καὶ ἁ κατάπυκνος ἐκείνα
6.2
ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσιν
6.3
ταὶ δὲ μελάμφυλλοι δάφναι τίν, Πύθιε Παιάν,
6.4
δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάϊσεν.
6.5
βωμὸν δ’αἱμάξει κεραὸς τράγος οὗτος ὁ μᾶλος,
6.6
τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.
6.1
ἦλθε καὶ ἐς Μίλατον ὁ τῶ Παιήονος υἱός,
6.2
ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος,
6.3
Νικίᾳ, ὅς μιν ἐπ’ἆμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται,
6.4
καὶ τόδ’ἀπ’εὐώδους γλύψατ’ἄγαλμα κέδρου,
6.5
Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς
6.6
μισθὸν ὁ δ’εἰς ἔργον πᾶσαν ἀφῆκε τέχναν.
6.1
ὑμῖν τοῦτο, θεαί, κεχαρισμένον ἄνθετο πάσαις
6.2
τὤγαλμα Ξενοκλῆς τοῦτο τὸ μαρμάρινον,
6.3
μουσικός · οὐχ ἑτέρως τις ἐρεῖ · σοφίᾳ δ’ἐπὶ τᾷδε
6.4
αἶνον ἔχων, Μουσέων οὐκ ἐπιλανθάνεται.
6.1
Δαμομένης ὁ χοραγός, ὁ τὸν τρίποδ’ὦ Διόνυσε,
6.2
καὶ σὲ τὸν ἅδιστον θεῶν μακάρων ἀναθείς,
6.3
μέτριος ἦν ἐν πᾶσι, χορῷ δ’ἐκτήσατο νίκαν
6.4
ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.
6.1
ἁ Κύπρις οὐ πάνδαμος · ἱλάσκεο τὰν θεόν, εἰπὼν
6.2
Οὐρανίαν, ἁγνᾶς ἄνθεμα Χρυσογόνας
6.3
οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα, καὶ βίον ἔσχε
6.4
ξυνόν, ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν
6.5
ἐκ σέθεν ἀρχομένοις, ὦ πότνια · κηδόμενοι γὰρ
6.6
ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.
7.1
αὐδήσει τὸ γράμμα τί σᾶμάτε καί τίς ὑπ’αὐτῷ.
7.2
“Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης”.
9.1
εὕδεις φυλλοστρῶτι πέδῳ, Δάφνι, σῶμα κεκμακὸς
9.2
ἀμπαύων στάλικες δ’ἀρτιπαγεῖς ἀν’ὄρη.
9.3
ἀγρεύει δέ τυ Πάν, καὶ ὁ τὸν κροκόεντα Πρίηπος
9.4
κισσὸν ἐφ’ἱμερτῷ κρατὶ καθαπτόμενος,
9.5
ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε,
9.6
φεῦγε, μεθεὶς ὕπνου κῶμα καταρχόμενον.
9.1
ὦ δείλαιε τὺ Θύρσι, τί τοι πλέον, εἰ καταταξεῖς
9.2
δάκρυσι διγλήνως ὦπας ὀδυρόμενος;
9.3
οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετ’ἐς ᾅδαν ·
9.4
τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος ·
9.5
αἱ δὲ κύνες κλαγγεῦντι. τί τοι πλέον, ἁνίκα τήνας
9.6
ὀστίον οὐ δὲ τέφρα λείπετ’ἀποιχομένας;
9.1
λῆς, ποτὶ τᾶν Μοισᾶν, διδύμοις αὐλοῖσιν ἀεῖσαι
9.2
ἁδὺ τί μοι; κἠγὼ πακτίδ’ἀειράμενος
9.3
ἀρξεῦμαί τι κρέκειν · ὁ δὲ βωκόλος ἐγγύθεν ᾀσεῖ
9.4
Δάφνις, κηροδέτῳ πνεύματι μελπόμενος.
9.5
ἐγγὺς δὲ στάντες λασιαύχενος ἔνδοθεν ἄντρου
9.6
Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.
9.1
ἄλλος ὁ Χῖος · ἐγὼ δὲ Θεόκριτος, ὃς τάδ’ἔγραψα,
9.2
εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων,
9.3
υἱὸς Πραξαγόραο περικλειτῆςτε Φιλίννης ·
9.4
μοῦσαν δ’ὀθνείαν οὔ τιν’ἐφελκυσάμαν.
9.1
ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἅδε τράπεζα ·
9.2
θεὶς ἀνελεῦ, ψήφου πρὸς λόγον ἐρχομένης.
9.3
ἄλλος τις πρόφασιν λεγέτω · τὰ δ’ὀθνεῖα Κάικος
9.4
χρήματα, καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ.
9.1
τήναν τὰν λαύραν, ὅθι ταὶ δρύες, αἰπόλε, κάμψας,
9.2
σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον,
9.3
τρισκελές, αὐτόφλοιον, ἀνούατον · ἀλλὰ φάλητι
9.4
παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.
9.5
ἕρκος δ’εὐίερον περιδέδρομεν ἀέναον δὲ
9.6
ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει
9.7
δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ,
9.8
ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι
9.9
ἄμπελος · εἰαρινοὶ δὲ λίγγυφθόγγοισιν ἀοιδαῖς
9.10
κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη ·
9.11
ξουθαὶ δ’ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσαι
9.12
μέλπουσι στόμασιν τὰν μελίγηρυν ὄπα.
9.13
ἕζεο δὴ τηνεὶ, καὶ τῷ χαρίεντι Πριάπῳ
9.14
εὔχου ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,
9.15
κεὐθὺς ἀπορρέξαι χίμαρον καλόν. ἢν δ’ἀνανεύῃ,
9.16
τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι ·
9.17
ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω
9.18
σακίταν νεύοι δ’εὐμενέως ὁ θεός.
9.1
τὸν τῶ Ζανὸς ὅδ’ὗμιν υἱὸν ὡνήρ,
9.2
τὸν λειοντομάχαν, τὸν ὀξύχειρα,
9.3
πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν
9.4
Πείσανδρος συνέγραψεν οὑκ Καμείρου,
9.5
χὄσσους ἐξεπόνασεν εἶπ’ἀέθλους ·
9.6
τοῦτον δ’αὐτὸν ὁ δᾶμος, ὡς σάφ’εἰδῇς,
9.7
ἔστασ’ἐνθάδε χάλκεον ποήσας,
9.8
πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς.
9.1
θᾶσαι τὸν ἀνδριάντα τοῦτον, ὦ ξένε,
9.2
σπουδᾷ, καὶ λέγ’, ἐπὰν ἐς οἶκον ἔνθῃς,
9.3
“Ἀνακρέοντος εἰκόν’εἶδον ἐν Τέῳ,
9.4
τῶν πρόσθ’εἴ τι περισσὸν ᾠδοποιοῦ”.
9.5
προσθεὶς δὲ χὤτι τοῖς νέοισιν ἅδετο,
9.6
ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.
9.1
ἅτε φωνὰ Δώριος, χὠνὴρ ὁ τὰν κωμῳδίαν
9.2
εὑρὼν Ἐπίχαρμος.
9.3
ὦ Βάκχε, χάλκεόν νιν ἀντ’ἀλαθινοῦ
9.4
τὶν ὧδ’ἀνέθηκαν
9.5
τοὶ Συρακόσσαις ἐνίδρυνται, πελωρίστᾳ πόλει,
9.6
οἷ’ἀνδρὶ πολίτᾳ ·
9.7
σοφῶν ἔοικε ῥημάτων μεμναμένους
9.8
τελεῖν ἐπίχειρα ·
9.9
πολλὰ γὰρ ποττὰν ζόαν τοῖς παισὶν εἶπε χρήσιμα ·
9.10
μεγάλα χάρις αὐτῷ.
13.1
ὁ μουσοποιὸς ἐνθάδ’Ἱππῶναξ κεῖται.
13.2
εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ ·
13.3
εἰ δ’ἐσσὶ κρήγυόςτε καὶ παρὰ χρηστῶν,
13.4
θαρσέων καθίζευ, κἢν θέλῃς, ἀπόβριξον.
15.1
οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ,
15.2
μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα,
15.3
οὐχὶ Κεράσταν, ὅν ποτ’ἐθρέψατο ταυροπάτωρ,
15.4
ἀλλ’οὗ πιλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους,
15.5
οὔνομ’ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθον
15.6
κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος ·
15.7
ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ,
15.8
ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγω ·
15.9
ὃς σβέσεν ἀνορέαν ἰσαυδέα
15.10
παπποφίνου Τυρίαντ’[…],
15.11
ᾧ τόδε τυφλοφόρων ἐρατὸν
15.12
πᾶμα Πάρις θέτο Σιμιχίδας.
15.13
ψυχάν, ᾇ βοτοβάμων,
15.14
στήτας οἶστρε Σαέττας,
15.15
κλωποπάτωρ, ἀπάτωρ,
15.16
λαρνακόγυιε, χαρεὶς
15.17
ἁδὺ μελίσδοις
15.18
ἔλλοπι κούρᾳ,
15.19
Καλλιόπᾳ,
15.20
νηλεύστῳ.