Epigrams
τὰ ῥόδα τὰ δροσόεντα καὶ ἁ κατάπυκνος ἐκείνα
2ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσι,
3ταὶ δὲ μελάμφυλλοι δάφναι τὶν Πύθιε Παιάν,
4δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάισε.
5βωμὸν δ’αἱμαξεῖ κεραὸς τράγος οὗτος ὁ μαλός,
6τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.
1Δάφνις ὁ λευκόχρως, ὁ καλᾷ σύριγγι μελίσδων
2βουκολικοὺς ὕμνους, ἄνθετο Πανὶ τάδε,
3τοὺς τρητοὺς δόνακας, τὸ λαγωβόλον, ὀξὺν ἄκοντα,
4νεβρίδα, τὰν πήραν, ᾇ ποκ’ἐμαλοφόρει.
1εὕδεις φυλλοστρῶτι πέδῳ Δάφνι σῶμα κεκμακὸς
2ἀμπαύων · στάλικες δ’ἀρτιπαγεῖς ἀν’ὄρη.
3ἀγρεύει δέ τυ Πὰν καὶ ὁ τὸν κροκόεντα Πρίηπος
4κισσὸν ἐφ’ἱμερτῷ κρατὶ καθαπτόμενος,
5ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε,
6φεῦγε μεθεὶς ὕπνου κῶμα καταγρόμενον.
1τήναν τὰν λαύραν τάςτε δρύας αἰπόλε κάμψας
2σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον,
3τρισκελὲς αὐτόφλοιον ἀνούατον, ἀλλὰ φάλητι
4παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.
5σακός οἱ ἱερὸς περιδέδρομεν, ἀέναον δὲ
6ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει
7δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ.
8ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι
9ἄμπελος, εἰαρινοὶ δὲ λιγυφθόγγοισιν ἀοιδαῖς
10κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη.
11ξουθαὶ δ’ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσι
12μέλπουσαι στόμασιν τὰν μελίγαρυν ὄπα.
13ἕζεο δὴ τηνεῖ καὶ τῷ χαρίεντι Πριήπῳ
14εὔχε’ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,
15κα- κεὐθὺς ἐπιρρέξειν χίμαρον καλόν. ἢν δ’ἀνανεύσῃ,
16τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι ·
17ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω
18σακίταν. ἀίοι δ’εὐμενέως ὁ θεός.
1λῇς ποτὶ τᾶν Νυμφᾶν διδύμοις αὐλοῖσιν ἀεῖσαι
2ἁδύ τί μοι; κα- κἠγὼ πακτίδ’ἀειράμενος
3ἀρξεῦμαί τι κρέκειν, ὁ δὲ βουκόλος ἄμμιγα θελξεῖ
4Δάφνις, κηροδέτῳ πνεύματι μελπόμενος.
5ἐγγὺς δὲ στάντες λασίας δρυὸς ἄντρου ὄπισθεν
6Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου.
1ἆ δειλαῖε τὺ Θύρσι, τί τὸ πλέον, εἰ καταταξεῖς
2δάκρυσι διγλήνους ὦπας ὀδυρόμενος;
3οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετ’ἐς Ἅιδαν ·
4τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος.
5αἱ δὲ κύνες κλαγγεῦντι · τί τὸ πλέον, ἁνίκα τήνας
6ὀστίον οὐ δὲ τέφρα λείπεται οἰχομένας;
1νήπιον υἱὸν ἔλειπες, ἐν ἁλικίᾳ δὲ καὶ αὐτός,
2Εὐρύμεδον τύμβου τοῦδε θανὼν ἔτυχες.
3σοὶ μὲν ἕδρα θείοισι μετ’ἀνδράσι · τὸν δὲ πολῖται
4τιμασεῦντι, πατρὸς μνώμενοι ὡς ἀγαθοῦ.
1ἦλθε καὶ ἐς Μίλητον ὁ τοῦ Παιήονος υἱός,
2ἰητῆρι νόσων ἀνδρὶ συνοισόμενος
3Νικίᾳ, ὅς μιν ἐπ’ἦμαρ ἀεὶ θυέεσσιν ἱκνεῖται,
4καὶ τόδ’ἀπ’εὐώδους γλύψατ’ἄγαλμα κέδρου,
5Ἠετίωνι χάριν γλαφυρᾶς χερὸς ἄκρον ὑποστὰς
6μισθόν · ὁ δ’εἰς ἔργον πᾶσαν ἀφῆκε τέχνην.
1ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδ’ἐφίεται Ὄρθων ·
2χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴοις.
3καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω πότμον · ἀντὶ δὲ πολλᾶς
4πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.
1ὑμῖν τοῦτο θεαὶ κεχαρισμένον ἐννέα πάσαις
2τω- τὤγαλμα Ξενοκλῆς θῆκε τὸ μαρμάρινον,
3μουσικός · οὐχ ἑτέρως τις ἐρεῖ. σοφίῃ δ’ἐπὶ τῇδε
4αἶνον ἔχων Μουσέων οὐκ ἐπιλανθάνεται.
1Εὐσθένεος τὸ μνῆμα · φυσιγνώμων ὁ σοφιστής,
2δεινὸς ἀπ’ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν.
3εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα ·
4κα- χὑμνοθέτης αὐτοῖς δαιμονίως φίλος ἦν.
5πάντων ὧν ἐπέοικεν ἔχειν τεθνεὼς ὁ σοφιστὴς
6καίπερ ἄκικυς ἐὼν εἶχ’ἄρα κηδεμόνας.
1Δημομέλης ὁ χορηγός, ὁ τὸν τρίποδ’ὦ Διόνυσε
2καὶ σὲ τὸν ἥδιστον θεῶν μακάρων ἀναθείς,
3μέτριος ἦν ἐν πᾶσι, χορῷ δ’ἐκτήσατο νίκην
4ἀνδρῶν, καὶ τὸ καλὸν καὶ τὸ προσῆκον ὁρῶν.
1ἡ Κύπρις οὐ πάνδημος. ἱλάσκεο τὴν θεὸν εἰπὼν
2οὐρανίην, ἁγνῆς ἄνθεμα Χρυσογόνης
3οἴκῳ ἐν Ἀμφικλέους, ᾧ καὶ τέκνα καὶ βίον εἶχε
4ξυνόν. ἀεὶ δέ σφιν λώιον εἰς ἔτος ἦν
5ἐκ σέθεν ἀρχομένοις ὦ πότνια · κηδόμενοι γὰρ
6ἀθανάτων αὐτοὶ πλεῖον ἔχουσι βροτοί.
1ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἥδε τράπεζα ·
2θεὶς ἀνελοῦ ψήφου πρὸς λόγον ἐρχομένης.
3ἄλλός τις πρόφασιν λεγέτω · τὰ δ’ὀθνεῖα Κάικος
4χρήματα καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ.
1γνώσομαι, εἴ τι νέμεις ἀγαθοῖς πλέον, ἢ καὶ ὁ δειλὸς
2ἐκ σέθεν ὡσαύτως ἶσον ὁδοιπόρ’ἔχει.
3“χαιρέτω οὗτος ὁ τύμβος” ἐρεῖς “ἐπεὶ Εὐρυμέδοντος
4κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς”.
1ἡ παῖς ᾤχετ’ἄωρος ἐν ἑβδόμῳ ἥδ’ἐνιαυτῷ
2εἰς Ἀίδην πολλοῖς ἡλικίης προτέρη,
3δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφόν,
4νήπιον ἀστόργου γευσάμενον θανάτου.
5αἰαῖ ἐλεινὰ παθοῦσα Περιστερί, ὡς ἐν ἑτοίμῳ
6ἀνθρώποις δαίμων θῆκε τὰ λυγρότατα.
1θᾶσαι τὸν ἀνδριάντα τοῦτον ὦ ξένε
2σπουδᾷ, καὶ λέγ’ἐπὴν ἐς οἶκον ἔνθῃς ·
3“Ἀνακρέοντος εἰκόν’εἶδον ἐν Τέῳ
4τῶν πρόσθ’εἴ τι περισσὸν ᾠδοποιοῦ”.
5προσθεὶς δὲ κα- χὥτι τοῖς νέοισιν ἅδετο,
6ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα.
1ἅτε φωνὰ Δώριος κα- χὡνὴρ ὁ τὰν κωμῳδίαν εὑρὼν Ἐπίχαρμος.
2ὦ Βάκχε, χάλκεόν νιν ἀντ’ἀλαθινοῦ τὶν ὧδ’ἀνέθηκαν
5τοὶ Συρακόσσαις ἐνίδρυνται πεδωρισταὶ πόλει, οἷ’ἀνδρὶ πολίτᾳ ·
6σωρὸν γὰρ εἶχε ῥημάτων μεμναμένοις τελεῖν ἐπίχειρα.
7πολλὰ γὰρ πὸτ τὰν ζόαν τοῖς πᾶσιν εἶπε χρήσιμα. μεγάλα χάρις αὐτῷ.
1ὁ μουσοποιὸς ἐνθάδ’Ἱππῶναξ κεῖται.
2εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ ·
3εἰ δ’ἐσσὶ κρήγυόςτε καὶ παρὰ χρηστῶν,
4θαρσέων καθίζευ, κα- κἢν θέλῃς ἀπόβριξον.
1ὁ μικκὸς τόδ’ἔτευξε τᾷ Θραΐσσᾳ
2Μήδειος τὸ μνᾶμ’ἐπὶ τᾷ ὁδῷ κα- κἠπέγραψε Κλείτας.
3ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντὶ τήνων,
4ὧν τὸν κοῦρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα καλεῖται.
1Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν
2τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος
3διῆλθε κα- κἠπὶ νύκτα καὶ πρὸς ἀῶ.
4ἦ ῥά νιν αἱ Μοῖσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων,
5ὡς ἐμμελήςτ’ἔγεντο κα- κἠπιδέξιος
6ἔπεάτε ποιεῖν πρὸς λύραντ’ἀείδειν.
1τὸν τοῦ Ζανὸς ὅδ’ὗμιν υἱὸν ὁ- ὡνὴρ
2τὸν λεοντομάχαν, τὸν ὀξύχειρα,
3πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν
4Πείσανδρος συνέγραψεν ὡκ Καμίρου
5κα- χὥσους ἐξεπόνασεν εἶπ’ἀέθλους.
6τοῦτον δ’αὐτὸν ὁ δᾶμος, ὡς σάφ’εἰδῇς,
7ἔστασ’ἐνθάδε χάλκεον ποιήσας
8πολλοῖς μησὶν ὄπισθε κα- κἠνιαυτοῖς.
1κα- καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνηντε καὶ ὄλβον,
2ἐξ ἁλὸς ᾧ ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα,
3σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν,
4ὃν λεῦκον καλέουσιν, ὁ γὰρ φιερώτατος ἄλλων,
5καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης
6ἔμπλεα.
1“μῆτερ ἐμή, τίφθ’ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις
2ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτ’ἔρευθος
3σώζετ’ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;
4ἦ ῥ’ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς
5ἀνδρὸς ὑπ’οὐτιδανοῖο, λέων ὡσείθ’ὑπὸ νεβροῦ;
6ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν
7ἀθάνατοι; τί νύ μ’ὧδε κακῇ γονέες τέκον αἴσῃ;
8δύσμορος, ἥτ’ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,
9τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν
10ἠδ’ἔτι νῦν σέβομαίτε καὶ αἰδέομαι κατὰ θυμόν ·
11τοῦ δ’οὔτις γένετ’ἄλλος ἀποτμότερος ζωόντων,
12οὐ δὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.
13σχέτλιος, ὃς τόξοισιν, ἅ οἱ πόρεν αὐτὸς Ἀπόλλων
14ἠέ τινος Κηρῶν ἢ Ἐριννύος αἰνὰ βέλεμνα,
15παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸν
16μαινόμενος κατὰ οἶκον, ὁ δ’ἔμπλεος ἔσκε φόνοιο.
17τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι
18βαλλομένους ὑπὸ πατρί · τὸ δ’οὐ δ’ὄναρ ἤλυθεν ἄλλῳ ·
19οὐ δέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι
20μητέρ’ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.
21ὡς δ’ὄρνις ὀδύρηται ἐπὶ σφετέροισι νεοσσοῖς
22ὀλλυμένοις, οὕστ’αἰνὸς ὄφις ἔτι νηπιάχοντας
23θάμνοις ἐν πυκινοῖσι κατεσθίει · ἡ δὲ κατ’αὐτοὺς
24πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,
25οὐ δ’ἄρ’ἔχει τέκνοισιν ἐπαρκέσαι · ἦ ῥά οἱ αὐτῇ
26ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου ·
27ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα
28μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
29ὥς γ’ὄφελον μετὰ παισὶν ἅμα θνήσκουσα καὶ αὐτὴ
30κεῖσθαι φαρμακόεντα δι’ἥπατος ἰὸν ἔχουσα,
24.30aἢ καὶ σοῖς ἀγανοῖσιν ὑπαὶ βελέεσσι δαμῆναι
31Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.
32τῷ χ’ἡμᾶς κλαύσαντε φίλῃς ἐπὶ χερσὶ τοκῆες
33πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,
34καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων
35λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.
36νῦν δ’οἱ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν
37Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες ·
38αὐτὰρ ἐγὼ Τίρυνθα κατὰ κραναὴν πόλιν Ἥρης
39πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ
40αἰεὶ ὁμῶς · δακρύων δὲ πάρεστί μοι οὐ δ’ἴ’ἐρωή.
41ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσιν
42οἴκῳ ἐν ἡμετέρῳ · πολέων δὲ οἱ ἔργον ἑτοῖμον
43μόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσαν
44μοχθίζει πέτρης ὅγ’ἔχων νόον ἠὲ σιδήρου
45καρτερὸν ἐν στήθεσσι · σὺ δ’ἠύτε λείβεται ὕδωρ,
46νύκταςτε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθ’ὁπόσσα.
47ἄλλος μὰν οὐκ ἄν τις ἐυφρήναι με παραστὰς
48κηδεμόνων · οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει.
49καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦ
50ναίουσ’, οὐ δέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα
51οα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ,
52νόσφι γε δὴ Πύρρης συνομαίμονος · ἡ δὲ καὶ αὐτὴ
53ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι,
54σῷ υἱεῖ · πάντων γὰρ ὀϊζυρώτατα τέκνα
55γείνασθαί σε θεῷτε καὶ ἀνέρι θνητῷ ἔολπα”.
56ὣς ἄρ’ἔφη · τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλων
57κόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο,
58μνησαμένῃ τέκνωντε καὶ ὧν μετέπειτα τοκήων.
59ὡς δ’αὔτως δακρύοισι παρήια λεύκ’ἐδίαινεν
60Ἀλκμήνη · βαρὺ δ’ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα
61μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα ·
62“δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτο
63πευκαλίμῃς; πῶς ἄμμ’ἐθέλεις ὀροθυνέμεν ἄμφω
64κήδε’ἄλαστα λέγουσα; τὰ δ’οὐ νῦν πρῶτα κέκλαυται.
65ἢ οὐχ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰεὶ ἐπ’ἦμαρ
66γινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,
67ὅστις ἀριθμήσειεν………
24.67a……ἐφ’ἡμετέροις ἀχέεσσι
68θάρσει. οὐ τοιῆσδ’ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.
69καὶ δ’αὐτὴν ὁρόω δε, φίλον τέκος, ἀτρύτοισιν
70ἄλγεσι μοχθίζουσαν. ἐπιγνώμων δέ τοί εἰμι
71ἀσχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί.
72καί σε μάλ’ἐκπάγλως ὀλοφύρομαι ἠδ’ἐλεαίρω,
73οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,
74ὅσθ’ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.
75ἴστω γὰρ Κούρητε καὶ εὐέανος Δημήτηρ,
76ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσῃ
77δυσμενέων, μηδέν δε χερειότερον φρεσὶν ᾗσι
78στέργειν ἢ εἴ πέρ μοι ὑπὲκ νηδυίοφιν ἦλθες
79καί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα.
80οὐ δ’αὐτήν γέ νυ πάμπαν ἔολπά δε τοῦτό γε λήθειν.
81τῷ μη δ’ἐξείπῃς πότ’, ἐμὸν θάλος, ὥς σευ ἀκηδέω,
82μη δ’εἴ κ’ἠυκόμου Νιόβης πυκινώτερα κλαίω.
83οὐδὲν γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαι
84μητέρι δυσπαθέοντος · ἐπεὶ δέκα μῆνας ἔκαμνον
85πρὶν ἤπερτ’ἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατ’ἔχουσα,
86καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος ·
87ὧδέ ἑ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην.
88νῦν δέ μοι οἴχεται υἱὸς ἐπ’ἀλλοτρίης νέον ἆθλον
89ἐκτελέων · οὐ δ’οἶδα δυσάμμορος, εἴτε μιν αὐτὸν
90ἐνθάδε νοστήσανθ’ὑποδέξομαι, εἴτε καὶ οὐκί.
91πρὸς δ’ἔτι μ’ἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειρος
92ὕπνον · δειμαίνω δὲ παλίγκοτον ὄψιν ἰδοῦσα
93ἐκπάγλως, μή μοί τι τέκνοις ἀποθύμιον ἔρδοι.
94εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσὶ
95παῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη ·
96τῇ μεγάλην ἐλάχαινε δεδεγμένος ὡς ἐπὶ μισθῷ
97τάφρον τηλεθάοντος ἐπ’ἐσχατιῇ τινος ἀγροῦ,
98γυμνὸς ἄτερ χλαίνηςτε καὶ εὐμίτροιο χιτῶνος.
99αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργου
100καρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς,
101ἤτοι ὁ λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσας
102ἀνδήρου καταδῦναι ἃ καὶ πάρος εἵματα ἕστο ·
103ἐξαπίνης δ’ἀνέλαμψεν ὑπὲρ καπέτοιο βαθείης
104πῦρ ἄμοτον, περὶ δ’αὐτὸν ἀθέσφατος εἱλεῖτο φλόξ.
105αὐτὰρ ὅγ’αἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν,
106ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο ·
107αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠύτε γέρρον
108νώμασκεν μακέλην · περὶ δ’ὄμμασιν ἔνθα καὶ ἔνθα
109πάπταινεν, μὴ δή μιν ἐπιφλέξῃ δήιον πῦρ.
110τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔικτο,
111Ἰφικλέης μεγάθυμος ἐπ’οὔδεϊ κάππεσ’ὀλισθὼν
112πρὶν ἐλθεῖν, οὐ δ’ὀρθὸς ἀναστῆναι δύνατ’αὖτις,
113ἀλλ’ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτ’ἀμενηνός,
114ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲς
115καππεσέειν, κεῖται δ’ὅγ’ἐπὶ χθονὸς ἔμπεδον αὐτοῦ
116εἰς ὅ κε τις χειρός μιν ἀνειρύσσῃ παριόντων
117αἰδεσθεὶς ὄπιδα τρομερὴν πολιοῖο γενείου.
118ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης.
119αὐτὰρ ἐγὼ κλαίεσκον ἀμηχανέοντας ὁρῶσα
120παῖδας ἐμούς, μέχρι δή μοι ἀπέσσυτο νήδυμος ὕπνος
121ὀφθαλμῶν, ἠὼς δὲ παραυτίκα φαινόλις ἦλθε.
122τοῖα, φίλη, μοι ὄνειρα διὰ φρένας ἐπτοίησαν
123παννυχίῃ · τὰ δὲ πάντα πρὸς Εὐρυσθῆα τρέποιτο
124οἴκου ἀφ’ἡμετέροιο, γένοιτο δὲ μάντις ἐκείνῳ
125θυμὸς ἐμός, μη δ’ἄλλο παρὲκ τελέσειέ τι δαίμων”.