Theocritus

Idylls

1
ἁδύ τι τὸ ψιθύρισμα καὶ πίτυς αἰπόλε τήνα,
2
ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἁδὺ δὲ καὶ τὺ
3
συρίσδες · μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ.
4
αἴκα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ.
5
αἴκα δ’αἶγα λάβῃ τῆνος γέρας, ἐςτὲ καταρρεῖ
6
χίμαρος · χιμάρῳ δὲ καλὸν κρέας, ἕστέ κ’ἀμέλξῃς.
7
ἅδιον ποιμὴν τὸ τεὸν μέλος τὸ καταχὲς
8
τῆν’ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ.
9
αἴκα ταὶ Μοῖσαι τὰν οἰίδα δῶρον ἄγωνται,
10
ἄρνα τὺ σακίταν λαψῇ γέρας · αἰ δέ κ’ἀρέσκῃ
11
τήναις ἄρνα λαβεῖν, τὺ δὲ τὰν ὄιν ὕστερον ἀξῇ.
12
λῇς ποτὶ τᾶν Νυμφᾶν, λῇς αἰπόλε τεῖδε καθίξας,
13
ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵτε μυρῖκαι,
14
συρίσδεν; τὰς δ’αἶγας ἐγὼν ἐν τῷδε νομευσῶ.
15
οὐ θέμις ποιμὴν τὸ μεσαμβρινόν, οὐ θέμις ἄμμιν
16
συρίσδεν. τὸν Πᾶνα δεδοίκαμες · γὰρ ἀπ’ἄγρας
17
τανίκα κεκμακὼς ἀμπαύεται · ἔστι δὲ πικρός,
18
καί οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται.
19
ἀλλὰ τὺ γὰρ δὴ Θύρσι τὰ Δάφνιδος ἄλγε’ἀείδες
20
καὶ τᾶς βουκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο μοίσας,
21
δεῦρ’ὑπὸ τὰν πτελέαν ἑσδώμεθα, τῶτε Πριήπω
22
καὶ τᾶν Κραναιᾶν κατεναντίον, ᾇπερ θῶκος
23
τῆνος ποιμενικὸς καὶ ταὶ δρύες. αἰ δέ κ’ἀείσῃς
24
ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν ᾆσας ἐρίσδων,
25
αἶγα δέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι,
26
δύ’ἔχοισ’ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας,
27
καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέι κηρῷ,
28
ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον.
29
τῶ περὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός,
30
κισσὸς ἑλιχρύσῳ κεκονιμένος · δὲ κατ’αὐτὸν
31
καρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι.
32
ἔντοσθεν δὲ γυνά, τί θεῶν δαίδαλμα τέτυκται,
33
ἀσκητὰ πέπλῳτε καὶ ἄμπυκι. πὰρ δέ οἱ ἄνδρες
34
καλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος
35
νεικείουσ’ἐπέεσσι. τὰ δ’οὐ φρενὸς ἅπτεται αὐτᾶς ·
36
ἀλλ’ὁκὰ μὲν τῆνον ποτιδέρκεται ἄνδρα γελᾶσα,
37
ἄλλοκα δ’αὖ ποτὶ τὸν ῥιπτεῖ νόον. οἱ δ’ὑπ’ἔρωτος
38
δηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι.
39
τοῖς δὲ μετὰ γριπεύςτε γέρων πέτρατε τέτυκται
40
λεπράς, ἐφ’ σπεύδων μέγα δίκτυον ἐς βόλον ἕλκει
41
πρέσβυς, κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς.
42
φαίης κεν γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν ·
43
ὧδέ οἱ ᾠδήκαντι κατ’αὐχένα πάντοθεν ἶνες
44
καὶ πολιῷ περ ἐόντι, τὸ δὲ σθένος ἄξιον ἅβας.
45
τυτθὸν δ’ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντος
46
πυρναίαις σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά,
47
τὰν ὀλίγος τις κῶρος ἐφ’αἱμασιαῖσι φυλάσσει
48
ἥμενος · ἀμφὶ δέ νιν δύ’ἀλώπεκες μὲν ἀν’ὄρχως
49
φοιτῇ σινομένα τὰν τρώξιμον, δ’ἐπὶ πήρᾳ
50
πάντα δόλον κεύθοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖν
51
φατὶ πρὶν ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ.
52
αὐτὰρ ὅγ’ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν
53
σχοίνῳ ἐφαρμόσδων · μέλεται δέ οἱ οὔτέ τι πήρας
54
οὔτε φυτῶν τοσσῆνον, ὅσον περὶ πλέγματι γαθεῖ.
55
παντᾷ δ’ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος ·
56
αἰολικόν τι θέαμα, τέρας κέ τυ θυμὸν ἀτύξαι.
57
τῶ μὲν ἐγὼ πορθμεῖ Καλυδωνίῳ αἶγάτ’ἔδωκα
58
ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος ·
59
οὐ δέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλ’ἔτι κεῖται
60
ἄχραντον. τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν,
61
αἴκά μοι τὺ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς.
62
κοὔτί τυ κερτομέω. πόταγ’ ὦγαθέ · τὰν γὰρ ἀοιδὰν
63
οὔτί πᾳ εἰς Ἀίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς.
64
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ’ἀοιδᾶς.
65
Θύρσις ὅδ’ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά.
66
πᾷ ποκ’ἄρ’ἦσθ’, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα Νύμφαι;
67
κατὰ Πηνειῶ καλὰ τέμπεα; κατὰ Πίνδω;
68
οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετ’Ἀνάπω,
69
οὐ δ’Αἴτνας σκοπιάν, οὐ δ’Ἄκιδος ἱερὸν ὕδωρ.
70
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ’ἀοιδᾶς.
71
τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο,
72
τῆνον χὡκ δρυμοῖο λέων ἔκλαυσε θανόντα.
73
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ’ἀοιδᾶς.
74
πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέτε ταῦροι,
75
πολλαὶ δ’αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο.
76
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ’ἀοιδᾶς.
77
ἦνθ’Ἑρμῆς πράτιστος ἀπ’ὤρεος, εἶπε δέ · Δάφνι,
78
τίς τυ κατατρύχει; τίνος ὦγαθὲ τόσσον ἐρᾶσαι;
79
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ’ἀοιδᾶς.
80
ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον ·
81
πάντες ἀνηρώτευν, τί πάθοι κακόν. ἦνθ’ Πρίηπος
82
κἤφα · Δάφνι τάλαν, τί τὺ τάκεαι, δέτε κώρα
83
πάσας ἀνὰ κράνας, πάντ’ἄλσεα ποσσὶ φορεῖται
84
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ’ἀοιδᾶς
85
ζάτεισ’; δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί.
86
βούτας μὰν ἐλέγευ, νῦν δ’αἰπόλῳ ἀνδρὶ ἔοικας.
87
ᾡπόλος ὅκκ’ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται,
88
τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο.
89
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ’ἀοιδᾶς.
90
καὶ τὺ δ’ἐπεί κ’ἐσορῇς τὰς παρθένος οἶα γελᾶντι,
91
τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις.
92
τὼς δ’οὐδὲν ποτελέξαθ’ βουκόλος, ἀλλὰ τὸν αὐτῶ
93
ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας ·
94
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ’ἀοιδᾶς.
95
ἦνθέ γε μὰν ἁδεῖα καὶ Κύπρις γελάοισα,
96
λάθρια μὲν γελάοισα, βαρὺν δ’ἀνὰ θυμὸν ἔχοισα,
97
κεἶπε · τύ θην τὸν Ἔρωτα κατεύχεο Δάφνι λυγιξεῖν ·
98
ῥ’οὐκ αὐτὸς Ἔρωτος ὑπ’ἀργαλέω ἐλυγίχθης;
99
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ’ἀοιδᾶς.
100
τὰν δ’ἄρα χὡ Δάφνις ποταμείβετο · Κύπρι βαρεῖα,
101
Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής ·
102
ἤδη γὰρ φράσδῃ πάνθ’ἅλιον ἄμμι δεδύκειν ·
103
Δάφνις κἠν Ἀίδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι.
104
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ’ἀοιδᾶς.
105
λέγεται τὰν Κύπριν βουκόλος ἕρπε ποτ’Ἴδαν,
106
ἕρπε ποτ’Ἀγχίσην. τηνεῖ δρύες, ἔνθα κύπειρος ·
107
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ’ἀοιδᾶς.
108
ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μᾶλα νομεύει.
110
καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει.
111
ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ’ἀοιδᾶς.
112
αὖθις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα,
113
καὶ λέγε · τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι.
114
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ’ἀοιδᾶς.
115
λύκοι, θῶες, ἀν’ὤρεα φωλάδες ἄρκτοι,
116
χαίρεθ’. βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτ’ἀν’ὕλαν,
117
οὐκέτ’ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρ’Ἀρέθοισα,
118
καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θύμβριδος ὕδωρ.
119
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ’ἀοιδᾶς.
120
Δάφνις ἐγὼν ὅδε τῆνος τὰς βόας ὧδε νομεύων,
121
Δάφνις τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων.
122
ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ’ἀοιδᾶς.
123
Πὰν Πάν, εἴτ’ἐσσὶ κατ’ὤρεα μακρὰ Λυκαίω,
124
εἴτε τύ γ’ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθ’ἐπὶ νᾶσον
125
τὰν Σικελάν, Ἑλίκας δὲ λίπ’ἠρίον αἰπύτε σᾶμα
126
τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν.
127
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ’ἀοιδᾶς.
128
ἔνθ’ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν
129
ἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν.
130
γὰρ ἐγὼν ὑπ’ἔρωτος ἐς Ἅιδαν ἕλκομαι ἤδη.
131
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ’ἀοιδᾶς.
132
νῦν δ’ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δ’ἄκανθαι,
133
δὲ καλὰ νάρκισσος ἐπ’ἀρκεύθοισι κομάσαι ·
134
135
Δάφνις ἐπεὶ θνάσκει · καὶ τὼς κύνας ὥλαφος ἕλκοι,
136
κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο.
137
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ’ἀοιδᾶς.
138
χὡ μὲν τόσσ’εἰπὼν ἀπεπαύσατο · τὸν δ’Ἀφροδίτα
139
ἤθελ’ἀνορθῶσαι · τά γε μὰν λίνα πάντα λελοίπει
140
ἐκ Μοιρᾶν, χὡ Δάφνις ἔβα ῥόον. ἔκλυσε δίνα
141
τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ.
142
λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ’ἀοιδᾶς.
143
καὶ τὺ δίδου τὰν αἶγα τότε σκύφος, ὥς κεν ἀμέλξας
144
σπείσω ταῖς Μοίσαις. χαίρετε πολλάκι Μοῖσαι,
145
χαίρετ’· ἐγὼ δ’ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ.
146
πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο,
147
πλῆρές τοι σχαδόνων, καὶ ἀπ’Αἰγίλω ἰσχάδα τρώγοις
148
ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾁδεις.
149
ἠνίδε τοι τὸ δέπας · θᾶσαι φίλος, ὡς καλὸν ὄσδει ·
150
Ὡρᾶν πεπλύσθαί νιν ἐπὶ κράναισι δοκησεῖς.
151
ὧδ’ἴθι Κισσαίθα, τὺ δ’ἄμελγέ νιν. αἱ δὲ χίμαιραι,
152
οὐ μὴ σκιρτασεῖτε, μὴ τράγος ὔμμιν ἀναστῇ.
1
πᾷ μοι ταὶ δάφναι; φέρε Θεστυλί · πᾷ δὲ τὰ φίλτρα;
2
στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ,
3
ὡς τὸν ἐμὸν βαρὺν εὖντα φίλον καταθύσομαι ἄνδρα,
4
ὅς μοι δωδεκαταῖος ἀφ’ τάλας οὐδέποθ’ἵκει,
5
οὐ δ’ἔγνω πότερον τεθνάκαμες ζοοὶ εἰμές.
6
οὐ δὲ θύρας ἄραξεν ἀνάρσιος. ῥά οἱ ἀλλᾷ
7
ᾤχετ’ἔχων τ’Ἔρως ταχινὰς φρένας τ’Ἀφροδίτα;
8
βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν
9
αὔριον, ὥς νιν ἴδω, καὶ μέμψομαι οἷά με ποιεῖ.
10
νῦν δέ νιν ἐκ θυέων καταθύσομαι. ἀλλὰ Σελάνα,
11
φαῖνε καλόν · τὶν γὰρ ποταείσομαι ἅσυχα, δαῖμον,
12
τᾷ χθονίᾳθ’Ἑκάτα, τὰν καὶ σκύλακες τρομέοντι
13
ἐρχομέναν νεκύων ἀνάτ’ἠρία καὶ μέλαν αἷμα.
14
χαῖρ’Ἑκάτα δασπλῆτι, καὶ ἐς τέλος ἄμμιν ὀπάδει.
15
φάρμακα ταῦτ’ἔρδοισα χερείονα μήτέ τι Κίρκης
16
μήτέ τι Μηδείας μήτε ξανθᾶς Περιμήδας.
17
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
18
ἄλφιτά τοι πρᾶτον πυρὶ τάκεται · ἀλλ’ἐπίπασσε
19
Θεστυλί. δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι;
20
ῥά γε τρισμυσαρὰ καὶ τὶν ἐπίχαρμα τέτυγμαι;
21
πάσσ’ἅμα καὶ λέγε ταῦτα · τὰ Δέλφιδος ὀστία πάσσω.
22
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
23
Δέλφις ἔμ’ἀνίασεν · ἐγὼ δ’ἐπὶ Δέλφιδι δάφναν
24
αἴθω · χὡς αὕτα λακεῖ μέγα καππυρίσασα
25
κἠξαπίνας ἅφθη, κοὐ δὲ σποδὸν εἴδομες αὐτᾶς,
26
οὕτω τοι καὶ Δέλφις ἐνὶ φλογὶ σάρκ’ἀμαθύνοι.
27
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
28
ὡς τοῦτον τὸν κηρὸν ἐγὼ σὺν δαίμονι τάκω,
29
ὣς τάκοιθ’ὑπ’ἔρωτος Μύνδιος αὐτίκα Δέλφις.
30
χὡς δινεῖθ’ὅδε ῥόμβος χάλκεος ἐξ Ἀφροδίτας,
31
ὣς τῆνος δινοῖτο ποθ’ἁμετέραισι θύραισιν.
32
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
33
νῦν θυσῶ τὰ πίτυρα. τὺ δ’Ἄρτεμι καὶ τὸν ἐν Ἅιδα
34
κινήσαις ἀδάμαντα καὶ εἴ τί περ ἀσφαλὲς ἄλλο.
35
Θεστυλί, ταὶ κύνες ἄμμιν ἀνὰ πτόλιν ὠρύονται.
36
θεὸς ἐν τριόδοισι · τὸ χαλκίον ὡς τάχος ἄχει.
37
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
38
ἠνίδε σιγῇ μὲν πόντος, σιγῶντι δ’ἀῆται ·
39
δ’ἐμὰ οὐ σιγῇ στέρνων ἔντοσθεν ἀνία,
40
ἀλλ’ἐπὶ τήνῳ πᾶσα καταίθομαι, ὅς με τάλαιναν
41
ἀντὶ γυναικὸς ἔθηκε κακὰν καὶ ἀπάρθενον ἦμεν.
42
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
43
ἐς τρὶς ἀποσπένδω καὶ τρὶς τάδε πότνια φωνέω ·
44
εἴτε γυνὰ τήνῳ παρακέκλιται εἴτε καὶ ἀνήρ,
45
τόσσον ἔχοι λάθας, ὅσσόν ποκα Θησέα φαντὶ
46
ἐν Δίᾳ λασθῆμεν ἐυπλοκάμω Ἀριάδνας.
47
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
48
ἱππομανὲς φυτόν ἐστι παρ’Ἀρκάσι · τῷ δ’ἐπὶ πᾶσαι
49
καὶ πῶλοι μαίνονται ἀν’ὤρεα καὶ θοαὶ ἵπποι.
50
ὣς καὶ Δέλφιν ἴδοιμι, καὶ ἐς τόδε δῶμα περάσαι
51
μαινομένῳ ἴκελος λιπαρᾶς ἔκτοσθε παλαίστρας.
52
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
53
τοῦτ’ἀπὸ τᾶς χλαίνας τὸ κράσπεδον ὤλεσε Δέλφις,
54
ὡγὼ νῦν τίλλοισα κατ’ἀγρίῳ ἐν πυρὶ βάλλω.
55
αἰαῖ Ἔρως ἀνιηρέ, τί μευ μέλαν ἐκ χροὸς αἷμα
56
ἐμφὺς ὡς λιμνᾶτις ἅπαν ἐκ βδέλλα πέπωκας;
57
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
58
σαύραν τοι τρίψασα ποτὸν κακὸν αὔριον οἰσῶ.
59
Θεστυλί, νῦν δὲ λαβοῖσα τὺ τὰ θρόνα ταῦθ’ὑπόμαξον
60
τᾶς τήνω φλιᾶς καθ’ὑπέρτερον, ἇς ἔτι καὶ νύξ,
61
καὶ λέγ’ἐπιφθύζοισα · τὰ Δέλφιδος ὀστία μάσσω.
62
ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα.
63
νῦν δὴ μώνα ἐοῖσα πόθεν τὸν ἔρωτα δακρύσω;
65
ἐκ τίνος ἄρξωμαι; τίς μοι κακὸν ἄγαγε τοῦτο;
66
ἦνθ’ τωὐβούλοιο κανηφόρος ἄμμιν Ἀναξὼ
67
ἄλσος ἐς Ἀρτέμιδος, τᾷ δὴ τόκα πολλὰ μὲν ἄλλα
68
θηρία πομπεύεσκε περισταδόν, ἐν δὲ λέαινα.
69
φράζεό μευ τὸν ἔρωθ’ὅθεν ἵκετο, πότνα Σελάνα.
70
καί μ’ Θευχαρίδα Θρᾷσσα τροφὸς μακαρῖτις
71
ἀγχίθυρος ναίοισα κατεύξατο καὶ λιτάνευσε
72
τὰν πομπὰν θάσασθαι · ἐγὼ δέ οἱ μεγάλοιτος
73
ὡμάρτευν βύσσοιο καλὸν σύροισα χιτῶνα,
74
κἀμφιστειλαμένα τὰν ξυστίδα τὰν Κλεαρίστας.
75
φράζεό μευ τὸν ἔρωθ’ὅθεν ἵκετο, πότνα Σελάνα.
76
ἤδη δ’εὖσα μέσον κατ’ἀμαξιτόν, τὰ Λύκωνος,
77
εἶδον ὁμοῦ Δέλφιντε καὶ Εὐδάμιππον ἰόντας.
78
τοῖς δ’ἦν ξανθοτέρα μὲν ἑλιχρύσοιο γενειάς,
79
στήθεα δὲ στίλβοντα πολὺ πλέον τὺ Σελάνα,
80
ὡς ἀπὸ γυμνασίοιο καλὸν πόνον ἄρτι λιπόντων.
81
φράζεό μευ τὸν ἔρωθ’ὅθεν ἵκετο, πότνα Σελάνα.
82
χὡς ἴδον, ὡς ἐμάνην, ὥς μευ πέρι θυμὸς ἰάφθη
83
δειλαίας · τὸ δὲ κάλλος ἐτάκετο, κοὔτέ τι πομπᾶς
84
τήνας ἐφρασάμαν, οὐ δ’ὡς πάλιν οἴκαδ’ἀπῆνθον
85
ἔγνων · ἀλλά μέ τις καπυρὰ νόσος ἐξεσάλαξε,
86
κείμαν δ’ἐν κλιντῆρι δέκ’ἄματα καὶ δέκα νύκτας.
87
φράζεό μευ τὸν ἔρωθ’ὅθεν ἵκετο, πότνα Σελάνα.
88
καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψῳ,
89
ἔρρευν δ’ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπὰ
90
ὀστί’ἔτ’ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασα
91
ποίας ἔλιπον γραίας δόμον, ἅτις ἐπᾷδεν;
92
ἀλλ’ἦς οὐδὲν ἐλαφρόν · δέ χρόνος ἄνυτο φεύγων.
93
φράζεό μευ τὸν ἔρωθ’ὅθεν ἵκετο, πότνα Σελάνα.
94
χοὕτω τᾷ δούλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα ·
95
εἰ δ’ἄγε Θεστυλί μοι χαλεπᾶς νόσω εὑρέ τι μῆχος.
96
πᾶσαν ἔχει με τάλαιναν Μύνδιος · ἀλλὰ μολοῖσα
97
τήρησον ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν ·
98
τηνεῖ γὰρ φοιτῇ, τηνεῖ δέ οἱ ἁδὺ καθῆσθαι.
99
φράζεό μευ τὸν ἔρωθ’ὅθεν ἵκετο, πότνα Σελάνα.
100
κἠπεί κά νιν ἐόντα μάθῃς μόνον, ἅσυχα νεῦσον,
101
κεἴφ’ὅτι Σιμαίθα τυ καλεῖ, καὶ ὑφαγέο τᾷδε.
102
ὣς ἐφάμαν · δ’ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρων
103
εἰς ἐμὰ δώματα Δέλφιν · ἐγὼ δέ νιν ὡς ἐνόησα
104
ἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ
105
φράζεό μευ τὸν ἔρωθ’ὅθεν ἵκετο, πότνα Σελάνα
106
πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐν δὲ μετώπῳ
107
ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις,
108
οὐ δέ τι φωνᾶσαι δυνάμαν, οὐ δ’ὅσσον ἐν ὕπνῳ
109
κνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα ·
110
ἀλλ’ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα.
111
φράζεό μευ τὸν ἔρωθ’ὅθεν ἵκετο, πότνα Σελάνα.
112
καί μ’ἐσιδὼν ὥστοργος, ἐπὶ χθονὸς ὄμματα πήξας
113
ἕξετ’ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον ·
114
ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην
115
πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον,
116
ἐς τὸ τεὸν καλέσασα τόδε στέγος με παρῆμεν.
117
φράζεό μευ τὸν ἔρωθ’ὅθεν ἵκετο, πότνα Σελάνα.
118
ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα,
119
τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός,
120
μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων,
121
κρατὶ δ’ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος,
122
πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν.
123
φράζεό μευ τὸν ἔρωθ’ὅθεν ἵκετο, πότνα Σελάνα.
124
καί μ’εἰ μέν κ’ἐδέχεσθε, τάδ’ἦς φίλα · καὶ γὰρ ἐλαφρὸς
125
καὶ καλὸς πάντεσσι μετ’ἠιθέοισι καλεῦμαι ·
126
εὗδόντ’, εἴ κε μόνον τὸ καλὸν στόμα τεῦς ἐφίλασα ·
127
εἰ δ’ἀλλᾷ μ’ὠθεῖτε καὶ θύρα εἴχετο μοχλῷ,
128
πάντως καὶ πελέκεις καὶ λαμπάδες ἦνθον ἐφ’ὑμέας.
129
φράζεό μευ τὸν ἔρωθ’ὅθεν ἵκετο, πότνα Σελάνα.
130
νῦν δὲ χάριν μὲν ἔφαν τᾷ Κύπριδι πρᾶτον ὀφείλειν,
131
καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευ
132
γύναι ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθρον
133
αὔτως ἡμίφλεκτον · Ἔρως δ’ἄρα καὶ Λιπαραίω
134
πολλάκις Ἡφαίστοιο σέλας φλογερώτερον αἴθει.
135
φράζεό μευ τὸν ἔρωθ’ὅθεν ἵκετο, πότνα Σελάνα.
136
σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιο
137
καὶ νύμφαν ἐφόβησ’ἔτι δέμνια θερμὰ λιποῖσαν
138
ἀνέρος. ὣς μὲν εἶπεν · ἐγὼ δέ οἱ ταχυπειθὴς
139
χειρὸς ἐφαψαμένα μαλακῶν ἔκλιν’ἐπὶ λέκτρων.
140
καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπα
141
θερμότερ’ἦς πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ ·
142
χὥς κά τοι μὴ μακρὰ φίλα θρυλέοιμι Σελάνα,
143
ἐπράχθη τὰ μέγιστα, καὶ ἐς πόθον ἤνθομες ἄμφω.
144
κοὔτέ τι τῆνος ἐμὶν ἐπεμέμψατο μέσφα τό γ’ἐχθές,
145
οὔτ’ἐγὼ αὖ τήνῳ. ἀλλ’ἦνθέ μοι τε Φιλίστας
146
μάτηρ τᾶς ἀλαᾶς αὐλητρίδος τε Μελιξοῦς
147
σάμερον, ἁνίκα πέρτε ποτ’ὠρανὸν ἔτρεχον ἵπποι
148
Ἀῶ τὰν ῥοδόπαχυν ἀπ’Ὠκεανοῖο φέροισαι.
149
κεἶπέ μοι ἄλλάτε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἐρᾶται,
150
κεἴτέ νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός,
151
οὐκ ἔφατ’ἀτρεκὲς ἴδμεν, ἀτὰρ τόσον · αἰὲν Ἔρωτος
152
ἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ᾤχετο φεύγων,
153
καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκάσδειν.
154
ταῦτά μοι ξείνα μυθήσατο · ἔστι δ’ἀλαθής ·
155
γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκ’ἐφοίτη,
156
καὶ παρ’ἐμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν ·
157
νῦν δέτε δωδεκαταῖος ἀφ’ὧτέ νιν οὐ δὲ ποτεῖδον.
158
ῥ’οὐκ ἄλλό τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται;
159
νῦν μὲν τοῖς φίλτροις καταθύσομαι · αἰ δ’ἔτι κἠμὲ
160
λυπῇ, τὰν Ἀίδαο πύλαν ναὶ Μοίρας ἀραξεῖ.
161
τοῖά οἱ ἐν κίστᾳ κακὰ φάρμακα φαμὶ φυλάσσειν,
162
Ἀσσυρίω δέσποινα παρὰ ξείνοιο μαθοῖσα.
163
ἀλλὰ τὺ μὲν χαίροισα ποτ’Ὠκεανὸν τρέπε πώλους,
164
πότνι’· ἐγὼ δ’οἰσῶ τὸν ἐμὸν πόνον ὥσπερ ὑπέσταν.
165
χαῖρε Σελαναία λιπαρόχροε, χαίρετε δ’ἄλλοι
166
ἀστέρες, εὐκήλοιο κατ’ἄντυγα Νυκτὸς ὀπαδοί.
1
κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγες
2
βόσκονται κατ’ὄρος, καὶ Τίτυρος αὐτὰς ἐλαύνει.
3
Τίτυρ’ἐμὶν τὸ καλὸν πεφιλαμένε, βόσκε τὰς αἶγας,
4
καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαν
5
τὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τι κορύψῃ.
6
χαρίεσσ’Ἀμαρυλλί, τί μ’οὐκέτι τοῦτο κατ’ἄντρον
7
παρκύπτοισα καλεῖς τὸν ἐρωτύλον; ῥά με μισεῖς;
8
ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν,
9
νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς.
10
ἠνίδε τοι δέκα μᾶλα φέρω · τηνῶθε καθεῖλον,
11
μ’ἐκέλευ καθελεῖν τύ · καὶ αὔριον ἄλλά τοι οἰσῶ.
12
θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος · αἴθε γενοίμαν
13
βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν
14
τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν, τὺ πυκάσδῃ.
15
νῦν ἔγνων τὸν Ἔρωτα · βαρὺς θεός · ῥα λεαίνας
16
μαζὸν ἐθήλαζε, δρυμῷτέ νιν ἔτρεφε μάτηρ,
17
ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει.
18
τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος · κυάνοφρυ
19
νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλάσω.
20
ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.
21
τὸν στέφανον τῖλαί με κατ’αὐτίκα λεπτὰ ποησεῖς,
22
τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσω
23
ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.
24
ὤμοι ἐγώ, τί πάθω; τί δύσσοος; οὐχ ὑπακούεις;
25
τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,
26
ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις γριπεύς ·
27
καἴκα δἠποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται.
28
ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω, εἰ φιλέεις με,
29
οὐ δὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα,
30
ἀλλ’αὔτως ἁπαλῷ ποτὶ πάχεος ἐξεμαράνθη.
31
εἶπε καὶ ἀγροιῶτις ἀλαθέα κοσκινόμαντις,
32
πρᾶν ποιολογεῦσα Παραιβάτις, οὕνεκ’ἐγὼ μὲν
33
τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.
34
μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω,
35
τάν με καὶ Μέρμνωνος ἐριθακὶς μελανόχρως
36
αἰτεῖ, καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ.
37
ἅλλεται ὀφθαλμός μευ δεξιός · ῥά γ’ἰδησῶ
38
αὐτάν; ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδ’ἀποκλινθείς,
39
καί κέ μ’ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.
40
Ἱππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι,
41
μᾶλ’ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν · δ’Ἀταλάντα
42
ὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατ’ἔρωτα.
43
τὰν ἀγέλαν χὡ μάντις ἀπ’Ὄθρυος ἆγε Μελάμπους
44
ἐς Πύλον · δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη,
45
μάτηρ χαρίεσσα περίφρονος Ἀλφεσιβοίης.
46
τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μᾶλα νομεύων
47
οὐχ οὑτῶς ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας,
48
ὥστ’οὐ δὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι;
49
ζαλωτὸς μὲν ἐμὶν τὸν ἄτροπον ὕπνον ἰαύων
50
Ἐνδυμίων, ζαλῶ δὲ φίλα γύναι Ἰασίωνα,
51
ὃς τοσσῆν’ἐκύρησεν, ὅσ’οὐ πευσεῖσθε βέβαλοι.
52
ἀλγέω τὰν κεφαλάν, τὶν δ’οὐ μέλει. οὐκέτ’ἀείδω,
53
κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὧδέ μ’ἔδονται.
54
ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.
1
εἰπέ μοι Κορύδων, τίνος αἱ βόες; ῥα Φιλώνδα;
2
οὔκ, ἀλλ’Αἴγωνος · βόσκειν δέ μοι αὐτὰς ἔδωκεν.
3
πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις;
4
ἀλλ’ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει.
5
αὐτὸς δ’ἐς τίν’ἄφαντος βουκόλος ᾤχετο χώραν;
6
οὐκ ἄκουσας; ἄγων νιν ἐπ’Ἀλφεὸν ᾤχετο Μίλων.
7
καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει;
8
φαντί νιν Ἡρακλῆι βίην καὶ κάρτος ἐρίσδειν.
9
κἤμ’ἔφαθ’ μάτηρ Πολυδεύκεος εἶμεν ἀμείνω.
10
κᾤχετ’ἔχων σκαπάναντε καὶ εἴκατι τουτόθε μᾶλα.
11
πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν.
12
ταὶ δαμάλαι δ’αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι.
13
δειλαῖαί γ’αὗται · τὸν βουκόλον ὡς κακὸν εὗρον.
14
μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι.
15
τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται
16
τὠστία. μὴ πρῶκας σιτίζεται ὥσπερ τέττιξ;
17
οὐ Δᾶν, ἀλλ’ὁκὰ μέν νιν ἐπ’Αἰσάροιο νομεύω
18
καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι,
19
ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον.
20
λεπτὸς μὰν χὡ ταῦρος πυρρίχος. εἴθε λάχοιεν
21
τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται, ὅκκα θύωντι
22
τᾷ Ἥρᾳ, τοιόνδε · κακοχράσμων γὰρ δᾶμος.
23
καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνεται ἔςτε τὰ Φύσκω,
24
καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι,
25
αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια.
26
φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες τάλαν Αἴγων
27
εἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας,
28
χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκ’ἐπάξα.
29
οὐ τήνα γ’, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων
30
δῶρον ἐμοί νιν ἔλειπεν · ἐγὼ δέ τις εἰμὶ μελικτάς,
31
κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω.
32
αἰνέω τάντε Κρότωνα καλὰ πόλις, τε Ζάκυνθος
33
καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ πύκτας
34
Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας.
35
τηνεῖ καὶ τὸν ταῦρον ἀπ’ὤρεος ἆγε πιάξας
36
τᾶς ὁπλᾶς κἤδωκ’Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες
37
μακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν.
38
χαρίεσσ’Ἀμαρυλλί, μόνας σέθεν οὐ δὲ θανοίσας
39
λασεύμεσθ’· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης.
40
αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει.
41
θαρσεῖν χρὴ φίλε Βάττε · τάχ’αὔριον ἔσσετ’ἄμεινον.
42
ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες.
43
χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δ’ὕει.
44
θαρσέω. βάλλε κάτωθε τὰ μοσχία · τᾶς γὰρ ἐλαίας
45
τὸν θαλλὸν τρώγοντι τὰ δύσσοα. σίτθ’ λέπαργος.
46
σίτθ’ Κυμαίθα ποτὶ τὸν λόφον. οὐκ ἐσακούεις;
47
ἡξῶ ναὶ τὸν Πᾶνα κακὸν τέλος αὐτίκα δωσῶν,
48
εἰ μὴ ἄπει τουτῶθεν. ἴδ’αὖ πάλιν ἅδε ποθέρπει.
49
εἴθ’ἦν μοι ῥοικὸν τὸ λαγωβόλον, ὥς τυ πάταξα.
50
θᾶσαί μ’ Κορύδων πὸτ τῶ Διός · γὰρ ἄκανθα
51
ἀρμοῖ μ’ὧδ’ἐπάταξ’ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαι
52
τἀτρακτυλλίδες ἐντί. κακῶς πόρτις ὄλοιτο ·
53
ἐς ταύταν ἐτύπην χασμεύμενος. ῥά γε λεύσσεις;
54
ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχωτέ νιν · ἅδε καὶ αὐτά.
55
ὁσσίχον ἐστὶ τὸ τύμμα καὶ ἁλίκον ἄνδρα δαμάζει.
56
εἰς ὄρος ὅκχ’ἕρπῃς, μὴ νήλιπος ἔρχεο Βάττε.
57
ἐν γὰρ ὄρει ῥάμνοίτε καὶ ἀσπάλαθοι κομέονται.
58
εἴπ’ἄγε μ’ Κορύδων, τὸ γερόντιον ῥα διώκει,
59
τήναν τὰν κυάνοφρυν ἐρωτίδα, τᾶς ποκ’ἐκνίσθη;
60
ἀκμάν γ’ δειλαῖε · πρόαν γε μὲν αὐτὸς ἐπενθὼν
61
καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει.
62
εὖ γ’ ὤνθρωπε φιλοῖφα. τό τοι γένος Σατυρίσκοις
63
ἐγγύθεν Πάνεσσι κακοκνάμοισιν ἐρίσδεις.
1
αἶγες ἐμαί, τῆνον τὸν ποιμένα τόνδε Σιβύρτα
2
φεύγετε τὸν Λάκωνα · τό μευ νάκος ἐχθὲς ἔκλεψεν.
3
οὐκ ἀπὸ τᾶς κράνας; σίττ’ἀμνίδες. οὐκ ἐσορῆτε
4
τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν;
5
τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα δῶλε Σιβύρτα
6
ἐκτάσα σύριγγα; τί δ’οὐκέτι σὺν Κορύδωνι
7
ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι;
8
τάν μοι ἔδωκε Λύκων ὦλεύθερε. τὶν δὲ τὸ ποῖον
9
Λάκων ἀγκλέψας πόκ’ἔβα νάκος; εἰπὲ Κομάτα ·
10
οὐ δὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν.
11
τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκ’ἔθυσε
12
ταῖς Νύμφαις τὰν αἶγα · τὺ δ’ κακὲ καὶ τόκ’ἐτάκευ
13
βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας.
14
οὐκ αὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐτέ γε Λάκων
15
τὰν βαίταν ἀπέδυσ’ Καλαιθίδος, κατὰ τήνας
16
τᾶς πέτρας ὤνθρωπε μανεὶς ἐς Κρᾶθιν ἁλοίμαν.
17
οὐ μὰν οὐκ αὐτὰς τὰς λιμνάδας ὦγαθὲ Νύμφας,
18
αἵτέ μοι ἵλαοίτε καὶ εὐμενέες τελέθοιεν,
19
οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας.
20
αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγε’ἀροίμαν.
21
ἀλλ’ὦν αἴκα λῇς ἔριφον θέμεν ἔστι μὲν οὐδὲν
22
ἱερόν ἀλλά γε τοι διαείσομαι, ἕστέ κ’ἀπείπῃς.
23
ὗς ποτ’Ἀθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖται
24
ὥριφος · ἀλλά γε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν ἔρισδε.
25
καὶ πῶς κίναδος τὺ τάδ’ἔσσεται ἐξ ἴσω ἁμίν;
26
τίς τρίχας ἀντ’ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσας
27
αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετ’ἀμέλγειν;
28
ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις,
29
σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔ τοι
30
ὥριφος ἰσοπαλής, τυῖδ’ τράγος οὗτος. ἔρισδε.
31
μὴ σπεῦδ’· οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ᾀσῇ
32
τεῖδ’ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας.
33
ψυχρὸν ὕδωρ τουτεῖ καταλείβεται · ὧδε πεφύκει
34
ποία χἁ στιβὰς ἅδε, καὶ ἀκρίδες ὧδε λαλεῦντι.
35
ἀλλ’οὔ τι σπεύδω · μέγα δ’ἄχθομαι, εἰ τύ με τολμῇς
36
ὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκ’ἐόντα
37
παῖδ’ἔτ’ἐγὼν ἐδίδασκον. ἴδ’ χάρις ἐς τί ποθ’ἕρπει.
38
θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι.
39
καὶ πόκ’ἐγὼ παρὰ τεῦς τι μαθὼν καλὸν καὶ ἀκούσας
40
μέμναμ’; φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως.
41
[…]
42
ἀλλὰ γὰρ ἕρφ’ὦδ’, ἕρπε, καὶ ὕστατα βουκολιαξῇ.
45
οὐχ ἑρψῶ τηνεῖ · τουτεῖ δρύες, ὧδε κύπειρος,
46
ὧδε καλὸν βομβεῦντι ποτὶ σμήνεσσι μέλισσαι ·
47
ἔνθ’ὕδατος ψυχρῶ κρᾶναι δύο · ταὶ δ’ἐπὶ δένδρει
48
ὄρνιχες λαλαγεῦντι · καὶ σκιὰ οὐδὲν ὁμοία
49
τᾷ παρὰ τίν · βάλλει δὲ καὶ πίτυς ὑψόθε κώνοις.
50
μὰν ἀρνακίδαςτε καὶ εἴρια τεῖδε πατησεῖς,
51
αἴκ’ἔνθῃς, ὕπνω μαλακώτερα · ταὶ δὲ τραγεῖαι
52
ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον τύ περ ὄσδεις.
53
στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος
54
ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω.
55
αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς
56
καὶ γλάχων’ἀνθεῦσαν · ὑπεσσεῖται δὲ χιμαιρᾶν
57
δέρματα τῶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν.
58
στασῶ δ’ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος,
59
ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρί’ἐχοίσας.
60
αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ ·
61
τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμε
62
τίς κρινεῖ; αἴθ’ἔνθοι πόθ’ βουκόλος ὧδ’ Λυκώπας.
63
οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι · ἀλλὰ τὸν ἄνδρα,
64
αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρείκας
65
τήνας τὰς παρὰ τὶν ξυλοχίζεται · ἔστι δὲ Μόρσων.
66
βωστρέωμες. τὺ κάλει νιν. ἴθ’ ξένε μικκὸν ἄκουσον
67
τεῖδ’ἐνθών · ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων
68
βουκολιαστάς ἐστι. τὺ δ’ φίλε μήτ’ἐμὲ Μόρσων
69
ἐν χάριτι κρίνῃς, μήτ’ὦν τύγα τοῦτον ὀνάσῃς.
70
ναὶ ποτὶ τᾶν Νυμφᾶν Μόρσων φίλε μήτε Κομάτᾳ
71
τὸ πλέον ἰθύνῃς, μήτ’ὦν τύγα τῷδε χαρίξῃ.
72
ἅδέ τοι ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα,
73
Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς φίλε τῶ Συβαρίτα.
74
μή τύ τις ἠρώτη πὸτ τῶ Διός, αἴτε Σιβύρτα
75
αἴτ’ἐμόν ἐστι κάκιστε τὸ ποίμνιον; ὡς λάλος ἐσσί.
76
βέντισθ’οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντ’ἀγορεύω
77
κοὐδὲν καυχέομαι · τὺ δ’ἄγαν φιλοκέρτομος ἐσσί.
78
εἶα λέγ’εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις
79
ζῶντ’ἄφες · Παιάν, στωμύλος ἦσθα Κομάτα.
80
ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον τὸν ἀοιδὸν
81
Δάφνιν · ἐγὼ δ’αὐταῖς χιμάρως δύο πρᾶν ποκ’ἔθυσα.
82
καὶ γὰρ ἔμ’ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ
83
κριὸν ἐγὼ βόσκω. τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει.
84
πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω,
85
καί μ’ παῖς ποθορεῦσα τάλαν λέγει αὐτὸς ἀμέλγεις;
86
φεῦ φεῦ Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ
87
τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει.
88
βάλλει καὶ μάλοισι τὸν αἰπόλον Κλεαρίστα
89
τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει.
90
κἠμὲ γὰρ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν
91
ἐκμαίνει · λιπαρὰ δὲ παρ’αὐχένα σείετ’ἔθειρα.
92
ἀλλ’οὐ σύμβλητ’ἐστὶ κυνόσβατος οὐ δ’ἀνεμώνα
93
πρὸς ῥόδα, τῶν ἄνδηρα παρ’αἱμασιαῖσι πεφύκει.
94
οὐ δὲ γὰρ οὐ δ’ἀκύλοις ὁμομαλίδες · αἱ μὲν ἔχοντι
95
λυπρὸν ἀπὸ πρίνοιο λεπύριον, αἱ δὲ μελιχραί.
96
κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν
97
ἐκ τᾶς ἀρκεύθω καθελών · τηνεῖ γὰρ ἐφίσδει.
98
ἀλλ’ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξω
99
τὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός.
100
σίττ’ἀπὸ τᾶς κοτίνω ταὶ μηκάδες · ὧδε νέμεσθε,
101
ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵτε μυρῖκαι.
102
οὐκ ἀπὸ τᾶς δρυὸς οὗτος Κώναρος τε Κιναίθα;
103
τουτεῖ βοσκησεῖσθε ποτ’ἀντολάς, ὡς Φάλαρος.
104
ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ,
105
ἔργον Πραξιτέλευς · τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω.
106
χἁμῖν ἐστι κύων φιλοποίμνιος, ὃς λύκος ἄγχει,
107
ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν.
108
ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν,
109
μή μευ λωβασεῖσθε τὰς ἀμπέλος · ἐντὶ γὰρ ἇβαι.
110
τοὶ τέττιγες, ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω ·
111
οὑτῶς χὑμές θην ἐρεθίζετε τὼς καλαμευτάς.
112
μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος
113
αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι.
114
καὶ γὰρ ἐγὼ μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα
115
σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται.
116
οὐ μέμνᾳ, ὅκ’ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρὼς
117
εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας;
118
τοῦτο μὲν οὐ μέμναμ’· ὅκα μάν ποκα τεῖδέ τυ δήσας
119
Εὐμάρας ἐκάθηρε καλῶς μάλα, τοῦτό γ’ἴσαμι.
120
δή τις Μόρσων πικραίνεται · οὐχὶ παρῄσθευ;
121
σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν.
122
κἠγὼ μὰν κνίζω Μόρσων τινά · καὶ τὺ δὲ λεύσσεις.
123
ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἄλεντα.
124
Ἱμέρα ἀνθ’ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ Κράθι
125
οἴνῳ πορφύροις, τὰ δέτ’οἴσυα καρπὸν ἐνείκαι.
126
ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον
127
παῖς ἀνθ’ὕδατος τᾷ κάλπιδι κηρία βάψαι.
128
ταὶ μὲν ἐμαὶ κύτισόντε καὶ αἴγιλον αἶγες ἔδοντι,
129
καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέχυνται.
130
ταῖσι δ’ἐμαῖς ὀίεσσι πάρεστι μὲν μελίτεια
131
φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ.
132
οὐκ ἔραμ’Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλασε
133
τῶν ὤτων καθελοῖσ’, ὅκά οἱ τὰν φάσσαν ἔδωκα.
134
ἀλλ’ἐγὼ Εὐμήδευς ἔραμαι μέγα · καὶ γὰρ ὅκ’αὐτῷ
135
τὰν σύριγγ’ὤρεξα, καλόν τί με κάρτ’ἐφίλασεν.
136
οὐ θεμιτὸν Λάκων ποτ’ἀηδόνα κίσσας ἐρίσδειν,
137
οὐ δ’ἔποπας κύκνοισι · τὺ δ’ τάλαν ἐσσὶ φιλεχθής.
138
παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομάτα
139
δωρεῖται Μόρσων τὰν ἀμνίδα · καὶ τὺ δὲ θύσας
140
ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον.
141
πεμψῶ ναὶ τὸν Πᾶνα. φριμάσσεο πᾶσα τραγίσκων
142
νῦν ἀγέλα · κἠγὼ γὰρ ἴδ’ὡς μέγα τοῦτο καχαξῶ
143
κὰτ τῶ Λάκωνος τῶ ποιμένος, ὅττι πόκ’ἤδη
144
ἀνυσάμαν τὰν ἀμνόν · ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι.
145
αἶγες ἐμαὶ θαρσεῖτε κερούτιδες · αὔριον ὔμμε
146
πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας.
147
οὗτος Λευκίτας κορυπτίλος, εἴ τιν’ὀχευσεῖς
148
τᾶν αἰγῶν, φλασσῶ τυ πρὶν γ’ἐμὲ καλλιερῆσαι
149
ταῖς Νύμφαις τὰν ἀμνόν. δ’αὖ πάλιν. ἀλλὰ γενοίμαν,
150
αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα.
1
Δαμοίτας χὡ Δάφνις βουκόλος εἰς ἕνα χῶρον
2
τὰν ἀγέλαν πόκ’Ἄρατε συνάγαγον · ἦς δ’ μὲν αὐτῶν
3
πυρρός, δ’ἡμιγένειος · ἐπὶ κράναν δέ τιν’ἄμφω
4
ἑζόμενοι θέρεος μέσῳ ἄματι τοιάδ’ἄειδον.
5
πρᾶτος δ’ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδε.
6
βάλλει τοι Πολύφαμε τὸ ποίμνιον Γαλάτεια
7
μάλοισιν, δυσέρωτα τὸν αἰπόλον ἄνδρα καλεῦσα ·
8
καὶ τύ νιν οὐ ποθόρησθα τάλαν τάλαν, ἀλλὰ κάθησαι
9
ἁδέα συρίσδων. πάλιν ἅδ’ἴδε τὰν κύνα βάλλει,
10
τοι τᾶν ὀίων ἕπεται σκοπός · δὲ βαΰσδει
11
εἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνει
12
ἅσυχα καχλάζοντα ἐπ’αἰγιαλοῖο θέοισαν.
13
φράζεο μὴ τᾶς παιδὸς ἐπὶ κνάμαισιν ὀρούσῃ
14
ἐξ ἁλὸς ἐρχομένας, κατὰ δὲ χρόα καλὸν ἀμύξῃ.
15
δὲ καὶ αὐτόθε τοι διαθρύπτεται, ὡς ἀπ’ἀκάνθας
16
ταὶ καπυραὶ χαῖται, τὸ καλὸν θέρος ἁνίκα φρύγει ·
17
καὶ φεύγει φιλέοντα καὶ οὐ φιλέοντα διώκει,
18
καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον · γὰρ ἔρωτι
19
πολλάκις Πολύφαμε τὰ μὴ καλὰ καλὰ πέφανται.
20
τῷ δ’ἐπὶ Δαμοίτας ἀνεβάλλετο καὶ τάδ’ἄειδεν.
21
εἶδον ναὶ τὸν Πᾶνα, τὸ ποίμνιον ἁνίκ’ἔβαλλε,
22
κοὔ μ’ἔλαθ’, οὔ, τὸν ἐμὸν ἕνα τὸν γλυκύν, ᾧπερ ὅρημι
23
ἐς τέλος · αὐτὰρ μάντις Τήλεμος ἔχθρ’ἀγορεύων
24
ἐχθρὰ φέροι ποτὶ οἶκον, ὅπως τεκέεσσι φυλάσσοι.
25
ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζων πάλιν οὐ ποθόρημι,
26
ἀλλ’ἄλλαν τινὰ φαμὶ γυναῖκ’ἔχεν · δ’ἀίοισα
27
ζαλοῖ μ’ Παιὰν καὶ τάκεται, ἐκ δὲ θαλάσσας
28
οἰστρεῖ παπταίνοισα ποτ’ἄντράτε καὶ ποτὶ ποίμνας.
29
σίξα δ’ὑλακτεῖν νιν καὶ τᾷ κυνί · καὶ γὰρ ὅκ’ἤρων
30
αὐτᾶς, ἐκνυζεῖτο ποτ’ἰσχία ῥύγχος ἔχοισα.
31
ταῦτα δ’ἴσως ἐσορεῦσα ποεῦντά με πολλάκι πεμψεῖ
32
ἄγγελον. αὐτὰρ ἐγὼ κλᾳξῶ θύρας, ἕστέ κ’ὀμόσσῃ
33
αὐτά μοι στορεσεῖν καλὰ δέμνια τᾶσδ’ἐπὶ νάσω.
34
καὶ γάρ θην οὐ δ’εἶδος ἔχω κακόν, ὥς με λέγοντι.
35
γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα,
36
καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ μία κώρα,
37
ὡς παρ’ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέτ’ὀδόντων
38
λευκοτέραν αὐγὰν Παρίας ὑπέφαινε λίθοιο.
39
ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον ·
40
ταῦτα γὰρ γραία με Κοτυταρὶς ἐξεδίδαξε.
41
42
τόσσ’εἰπὼν τὸν Δάφνιν Δαμοίτας ἐφίλησε,
43
χὡ μὲν τῷ σύριγγ’, δὲ τῷ καλὸν αὐλὸν ἔδωκεν.
44
αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις βούτας,
45
ὠρχεῦντ’ἐν μαλακᾷ ταὶ πόρτιες αὐτίκα ποίᾳ.
46
νίκη μὰν οὐδάλλος, ἀνήσσατοι δ’ἐγένοντο.
1
ἦς χρόνος ἁνίκ’ἐγώτε καὶ Εὔκριτος ἐς τὸν Ἅλεντα
2
εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας ·
3
τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος
4
κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν
5
χᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίαςτε καὶ αὐτῶ
6
Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράναν
7
εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ · ταὶ δὲ παρ’αὐτὰν
8
αἴγειροι πτελέαιτε ἐύσκιον ἄλσος ὕφαινον,
9
χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι.
10
κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐ δὲ τὸ σᾶμα
11
ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καὶ τὸν ὁδίταν
12
ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα,
13
οὔνομα μὲν Λυκίδαν, ἦς δ’αἰπόλος, οὐ δέ κέ τίς νιν
14
ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχ’ἐῴκει.
15
ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο
16
κνακὸν δέρμ’ὤμοισι νέας ταμίσοιο ποτόσδον,
17
ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος
18
ζωστῆρι πλακερῷ, ῥοικὰν δ’ἔχεν ἀγριελαίω
19
δεξιτερᾷ κορύναν. καί μ’ἀτρέμας εἶπε σεσαρὼς
20
ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς ·
21
Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις,
22
ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει,
23
οὐ δ’ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι;
24
μετὰ δαῖτα κλητὸς ἐπείγεαι; τινος ἀστῶν
25
λανὸν ἔπι θρώσκεις; ὥς τοι ποσὶ νισσομένοιο
26
πᾶσα λίθος πταίοισα ποτ’ἀρβυλίδεσσιν ἀείδει.
27
τὸν δ’ἐγὼ ἀμείφθην · Λυκίδα φίλε, φαντί τυ πάντες
28
συριγκτὰν ἔμεναι μέγ’ὑπείροχον ἔντε νομεῦσιν
29
ἔντ’ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει
30
ἁμέτερον · καί τοι κατ’ἐμὸν νόον ἰσοφαρίζειν
31
ἔλπομαι. δ’ὁδὸς ἅδε θαλυσιάς · γὰρ ἑταῖροι
32
ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι
33
ὄλβω ἀπαρχόμενοι · μάλα γάρ σφισι πίονι μέτρῳ
34
δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.
35
ἀλλ’ἄγε δή ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς
36
βουκολιασδώμεσθα · τάχ’ὥτερος ἄλλον ὀνασεῖ.
37
καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι
38
πάντες ἀοιδὸν ἄριστον · ἐγὼ δέ τις οὐ ταχυπειθής,
39
οὐ Δᾶν · οὐ γάρ πω κατ’ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν
40
Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν
41
ἀείδων, βάτραχος δὲ ποτ’ἀκρίδας ὥς τις ἐρίσδω.
42
ὣς ἐφάμαν ἐπίταδες · δ’αἰπόλος ἁδὺ γελάσσας,
43
τάν τοι ἔφα κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ
44
πᾶν ἐπ’ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος.
45
ὥς μοι καὶ τέκτων μέγ’ἀπέχθεται, ὅστις ἐρευνῇ
46
ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος,
47
καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸν
48
ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι.
49
ἀλλ’ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθ’ἀοιδᾶς,
50
Σιμιχίδα · κἠγὼ μέν ὅρη φίλος, εἴ τοι ἀρέσκει
51
τοῦθ’ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα.
52
ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν,
53
χὥταν ἐφ’ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃ
54
κύματα, χὡρίων ὅτ’ἐπ’ὠκεανῷ πόδας ἴσχῃ,
55
αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας
56
ῥύσηται · θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει.
57
χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάντε θάλασσαν
58
τόντε νότον τόντ’εὖρον, ὃς ἔσχατα φυκία κινεῖ ·
59
ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταίτε μάλιστα
60
ὀρνίχων ἐφίλαθεν, ὅσαιςτέ περ ἐξ ἁλὸς ἄγρα.
61
Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν
62
ὥρια πάντα γένοιτο, καὶ εὔπλοξν ὅρμον ἵκοιτο.
63
κἠγὼ τῆνο κατ’ἆμαρ ἀνήτινον ῥοδόεντα
64
καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων
65
τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ
66
πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ.
67
χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστ’ἐπὶ πᾶχυν
68
κνύζᾳτ’ἀσφοδέλῳτε πολυγνάμπτῳτε σελίνῳ.
69
καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτος
70
αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων.
71
αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς,
72
εἷς δὲ Λυκωπίτας · δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ,
73
ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις βούτας,
74
χὡς ὄρος ἀμφ’ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν,
75
Ἱμέρα αἵτε φύοντι παρ’ὄχθῃσιν ποταμοῖο,
76
εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφ’Αἷμον
77
Ἄθω Ῥοδόπαν Καύκασον ἐσχατόωντα.
78
ᾀσεῖ δ’ὥς ποκ’ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ
79
ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος,
80
ὥςτέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι
81
κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι,
82
οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ.
83
μακαριστὲ Κομάτα, τύ θην τάδε τερπνὰ πεπόνθεις,
84
καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν
85
κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας.
86
αἴθ’ἐπ’ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν,
87
ὥς τοι ἐγὼν ἐνόμευον ἀν’ὤρεα τὰς καλὰς αἶγας
88
φωνᾶς εἰσαΐων, τὺ δ’ὑπὸ δρυσὶν ὑπὸ πεύκαις
89
ἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα.
90
χὡ μὲν τόσσ’εἰπὼν ἀπεπαύσατο · τὸν δὲ μετ’αὖθις
91
κἠγὼ τοῖ’ἐφάμαν · Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα
92
νύμφαι κἠμὲ δίδαξαν ἀν’ὤρεα βουκολέοντα
93
ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα ·
94
ἀλλὰ τόγ’ἐκ πάντων μέγ’ὑπείροχον, τυ γεραίρειν
95
ἀρξεῦμ’· ἀλλ’ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις.
96
Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον · γὰρ δειλὸς
97
τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἐρᾶντι.
98
ὥρατος δ’ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ
99
παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν Ἄριστις,
100
ἐσθλὸς ἀνήρ, μέγ’ἄριστος, ὃν οὐ δέ κεν αὐτὸς ἀείδειν
101
Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι,
102
ὡς ἐκ παιδὸς Ἄρατος ὑπ’ὀστέον αἴθετ’ἔρωτι.
103
τόν μοι Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας,
104
ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις,
105
εἴτ’ἐστ’ἆρα Φιλῖνος μαλθακὸς εἴτέ τις ἄλλος.
106
κἢν μὲν ταῦτ’ἔρδῃς Πὰν φίλε, μή τί τυ παῖδες
107
Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράςτε καὶ ὤμους
108
τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη ·
109
εἰ δ’ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντ’ὀνύχεσσι
110
δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις,
111
εἴης δ’Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ
112
Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω,
113
ἐν δὲ θέρει πυμάτοισι παρ’Αἰθιόπεσσι νομεύοις
114
πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός.
115
ὔμμες δ’Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες
116
νᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας,
117
μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι,
118
βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον,
119
βάλλετ’, ἐπεὶ τὸν ξεῖνον δύσμορος οὐκ ἐλεεῖ μευ.
120
καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες
121
αἰαῖ φαντὶ Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ.
122
μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν Ἄρατε,
123
μη δὲ πόδας τρίβωμες · δ’ὄρθριος ἄλλον ἀλέκτωρ
124
κοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη,
125
εἷς δ’ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας,
126
ἄμμιν δ’ἁσυχίατε μέλοι γραίατε παρείη,
127
ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι.
128
τόσσ’ἐφάμαν · δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας
129
ὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν.
130
χὡ μὲν ἀποκλίνας ἐπ’ἀριστερὰ τὰν ἐπὶ Πύξας
131
εἷρφ’ὁδόν, αὐτὰρ ἐγώτε καὶ Εὔκριτος ἐς Φρασιδάυω
132
στραφθέντες χὡ καλὸς Ἀμύντιχος ἔντε βαθείαις
133
ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες
134
ἔντε νεοτμάτοισι γεγαθότες οἰναρέοισι.
135
πολλαὶ δ’ἁμὶν ὕπερθε κατὰ κρατὸς δονέοντο
136
αἴγειροι πτελέαιτε · τὸ δ’ἐγγύθεν ἱερὸν ὕδωρ
137
Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε.
138
τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες
139
τέττιγες λαλαγεῦντες ἔχον πόνον · δ’ὀλολυγὼν
140
τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις.
141
ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών,
142
πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι.
143
πάντ’ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δ’ὀπώρας.
144
ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα
145
δαψιλέως ἁμῖν ἐκυλίνδετο · τοὶ δ’ἐκέχυντο
146
ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε ·
147
τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ.
148
νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι,
149
ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάινον ἄντρον
150
κρατῆρ’Ἡρακλῆι γέρων ἐστήσατο Χείρων;
151
ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτ’Ἀνάπῳ,
152
τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε,
153
τοῖον νέκταρ ἔπεισε κατ’αὐλία ποσσὶ χορεῦσαι,
154
οἷον δὴ τόκα πῶμα διεκρανάσατε Νύμφαι
155
βωμῷ πὰρ Δάματρος ἀλῳάδος; ἇς ἐπὶ σωρῷ
156
αὖθις ἐγὼ πάξαιμι μέγα πτύον, δὲ γελάσσαι
157
δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα.
1
Δάφνιδι τῷ χαρίεντι συνήντετο βουκολέοντι
2
μᾶλα νέμων, ὡς φαντί, κατ’ὤρεα μακρὰ Μενάλκας.
3
ἄμφω τώγ’ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω,
4
ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν.
5
πρᾶτος δ’ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας ·
6
μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι;
7
φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων.
8
τὸν δ’ἄρα χὡ Δάφνις τοιῷδ’ἀπαμείβετο μύθῳ ·
9
ποιμὴν εἰροπόκων ὀίων συριγκτὰ Μενάλκα,
10
οὔποτε νικασεῖς μ’, οὐ δ’εἴ τι πάθοις τύγ’ἀείδων.
11
χρῄσδεις ὧν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον;
12
χρῄσδω τοῦτ’ἐσιδεῖν, χρῄσδω καταθεῖναι ἄεθλον.
13
καὶ τίνα θησεύμεσθ’, ὅτις ἁμῖν ἄρκιος εἴη;
14
μόσχον ἐγὼ θησῶ · τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν.
15
οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς πατήρ μευ
16
χἁ μάτηρ, τὰ δὲ μᾶλα ποθέσπερα πάντ’ἀριθμεῦντι.
17
ἀλλὰ τί μὰν θησεῖς; τί δὲ τὸ πλέον ἑξεῖ νικῶν;
18
σύριγγ’ἃν ἐπόησα καλὰν ἐγὼ ἐννεάφωνον,
19
λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν,
20
ταύταν κατθείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ.
21
μάν τοι κἠγὼ σύριγγ’ἔχω ἐννεάφωνον.
22
λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν.
23
πρώαν νιν συνέπαξ’· ἔτι καὶ τὸν δάκτυλον ἀλγέω
24
τοῦτον, ἐπεὶ κάλαμός με διασχισθεὶς διέτμαξεν.
25
ἀλλὰ τίς ἄμμε κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων;
26
τῆνον πῶς ἐνταῦθα τὸν αἰπόλον ἢν καλέσωμες;
27
ποτὶ ταῖς ἐρίφοις κύων φάλαρος ὑλακτεῖ.
28
χοἱ μὲν παῖδες ἄυσαν, δ’αἰπόλος ἦνθ’ἐπακοῦσαι.
29
χοἱ μὲν παῖδες ἄειδον, δ’αἰπόλος ἤθελε κρίνειν.
30
πρᾶτος δ’ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας,
31
εἶτα δ’ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν.
32
33
ἄγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκας
34
πήποχ’ συριγκτὰς προσφιλὲς ᾆσε μέλος,
35
βόσκοιτ’ἐκ ψυχᾶς τὰς ἀμνάδας · ἢν δέ ποκ’ἔνθῃ
36
Δάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι.
37
κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον
38
μουσίσδει Δάφνις ταῖσιν ἀηδονίσι,
39
τοῦτο τὸ βουκόλιον πιαίνετε · κἤν τι Μενάλκας
40
τεῖδ’ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι.
41
ἔνθ’ὄις, ἔνθ’αἶγες διδυματόκοι, ἔνθα μέλισσαι
42
σμήνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι,
43
ἔνθ’ καλὸς Μίλων βαίνει ποσίν · αἰ δ’ἂν ἀφέρπῃ,
44
χὡ ποιμὴν ξηρὸς τηνόθι χαἰ βοτάναι.
45
παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος
46
οὔθατα πλήθουσιν, καὶ τὰ νέα τρέφεται,
47
ἐνθ’ καλὰ παῖς ἐπινίσσεται · αἰ δ’ἂν ἀφέρπῃ,
48
χὡ τὰς βῶς βόσκων χαἰ βόες αὐότεραι.
49
τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, βάθος ὕλας
50
μυρίον, ( σιμαὶ δεῦτ’ἐφ’ὕδωρ ἔριφοι) ·
51
ἐν τήνῳ γὰρ τῆνος · ἴθ’ κόλε καὶ λέγε · Μίλων,
52
Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε.
53
μή μοι γᾶν Πέλοπος, μή μοι χρύσεια τάλαντα
54
εἴη ἔχειν, μη δὲ πρόσθε θέειν ἀνέμων ·
55
ἀλλ’ὑπὸ τᾷ πέτρᾳ τᾷδ’ᾁσομαι, ἀγκὰς ἔχων τυ,
56
σύννομα μᾶλ’ἐσορῶν, τὰν Σικελὰν ἐς ἅλα.
57
δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δ’αὐχμός,
58
ὄρνισιν δ’ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα,
59
ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. πάτερ Ζεῦ,
60
οὐ μόνος ἠράσθην · καὶ τὺ γυναικοφίλας.
61
ταῦτα μὲν ὦν δι’ἀμοιβαίων οἱ παῖδες ἄεισαν ·
62
τὰν πυμάταν δ’ᾠδὰν οὑτῶς ἐξᾶρχε Μενάλκας.
63
φείδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ,
64
μη δ’ἀδίκει μ’, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω.
65
Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ;
66
οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα.
67
ταὶ δ’ὄιες, μη δ’ὔμμες ὀκνεῖθ’ἁπαλᾶς κορέσασθαι
68
ποίας · οὔτι καμεῖσθ’, ὅκκ’αὖ πάλιν ἅδε φύηται.
69
σίττα νέμεσθε νέμεσθε, τὰ δ’οὔθατα πλήσατε πᾶσαι,
70
ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δ’ἐς ταλάρως ἀποθῶμαι.
71
δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετ’ἀείδειν ·
72
κἠμὲ γὰρ ἐκ τὤντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα
73
τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν ·
74
οὐ μὰν οὐ δὲ λόγον ἐκρίθην ἄπο, τὤμπικρον αὐτᾷ,
75
ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον.
76
ἁδεῖ’ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα ·
77
78
ἁδὺ δὲ τῶ θέρεος παρ’ὕδωρ ῥέον αἰθριοκοιτεῖν.
79
τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα,
80
τᾷ βοῒ δ’ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί.
81
ὣς οἱ παῖδες ἄεισαν, δ’αἰπόλος ὧδ’ἀγόρευεν ·
82
ἁδύ τι τὸ στόμα τευ καὶ ἐφίμερος Δάφνι φωνά.
83
κρέσσον μελπομένω τευ ἀκουέμεν μέλι λείχειν.
84
λάζεο τὰς σύριγγας · ἐνίκασας γὰρ ἀείδων.
85
αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμ’αἰπολέοντα διδάξαι,
86
τήναν τὰν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αἶγα,
87
ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ.
88
ὡς μὲν παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε
89
νικάσας, οὑτῶς ἐπὶ ματέρι νεβρὸς ἅλοιτο.
90
ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ
91
ὥτερος, οὕτω καὶ νύμφα γαμεθεῖσ’ἀκάχοιτο.
92
κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο,
93
καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν.
1
2
3
4
5
6
7
ἁδὺ μὲν μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βοῦς,
8
ἁδὺ δὲ χἁ σῦριγξ χὡ βουκόλος, ἁδὺ δὲ κἠγών.
9
ἔστι δέ μοι παρ’ὕδωρ ψυχρὸν στιβάς, ἐν δὲ νένασται
10
λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας
11
λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε.
12
τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω,
13
ὅσσον ἐρῶντε πατρὸς μύθων καὶ ματρὸς ἀκούειν.
14
οὑτῶς Δάφνις ἄεισεν ἐμίν, οὑτῶς δὲ Μενάλκας.
15
Αἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω
16
κοίλαις ἐν πέτραισιν · ἔχω δέ τοι ὅσσ’ἐν ὀνείρῳ
17
φαίνονται, πολλὰς μὲν ὄις, πολλὰς δὲ χιμαίρας,
18
ὧν μοι πρὸς κεφαλᾷ καὶ πρὸς ποσὶ κώεα κεῖται.
19
ἐν πυρὶ δὲ δρυίνῳ χόρια ζεῖ, ἐν πυρὶ δ’αὖαι
20
φαγοὶ χειμαίνοντος · ἔχω δέ τοι οὐ δ’ὅσον ὤραν
21
χείματος νωδὸς καρύων ἀμύλοιο παρόντος.
22
τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα,
23
Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτρεφεν ἀγρός,
24
αὐτοφυῆ, τὰν οὐ δ’ἂν ἴσως μωμάσατο τέκτων,
25
τήνῳ δὲ στρόμβω καλὸν ὄστρακον, κρέας αὐτὸς
26
σιτήθην πέτραισιν ἐν Ἰκαρίαισι δοκεύσας,
27
πέντε ταμὼν πέντ’οὖσιν · δ’ἐγκαναχήσατο κόχλῳ.
28
βουκολικαὶ Μοῖσαι μάλα χαίρετε, φαίνετε δ’ᾠδάς,
29
τάς ποκ’ἐγὼ τήνοισι παρὼν ἄεισα νομεῦσι,
30
μηκέτ’ἐπὶ γλώσσας ἄκρας ὀλοφυγγόνα φύσω.
31
τέττιξ μὲν τέττιγι φίλος, μύρμακι δὲ μύρμαξ,
32
ἴρηκες δ’ἴρηξιν, ἐμὶν δέτε μοῖσα καὶ ᾠδά.
33
τᾶς μοι πᾶς εἴη πλεῖος δόμος. οὔτε γὰρ ὕπνος
34
οὔτ’ἔαρ ἐξαπίνας γλυκερώτερον, οὔτε μελίσσαις
35
ἄνθεα · τόσσον ἐμὶν Μοῖσαι φίλαι. οὓς μὲν ὁρεῦντι
36
γαθεῦσαι, τοὺς δ’οὔτι ποτῷ δαλήσατο Κίρκη.
1
ἐργατίνα βουκαῖε, τί νῦν ᾠζυρὲ πεπόνθεις;
2
οὔθ’ἑὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες,
3
οὔθ’ἅμα λᾳοτομεῖς τῷ πλατίον, ἀλλ’ἀπολείπῃ
4
ὥσπερ ὄις ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψε.
5
ποῖός τις δείλαν τυ καὶ ἐκ μέσω ἄματος ἐσσῇ,
6
ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις;
7
Μίλων ὀψαμάτα, πέτρας ἀπόκομμ’ἀτεράμνω,
8
οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων;
9
οὐδαμά. τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί;
10
οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι δι’ἔρωτα;
11
μη δέ γε συμβαίη · χαλεπὸν χορίω κύνα γεῦσαι.
12
ἀλλ’ἐγὼ Μίλων ἔραμαι σχεδὸν ἑνδεκαταῖος.
13
ἐκ πίθω ἀντλεῖς δῆλον · ἐγὼ δ’ἔχω οὐ δ’ἅλις ὄξος.
14
τοιγάρτοι πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα.
15
τίς δέ τυ τᾶν παίδων λυμαίνεται;
16
Πολυβώτα,
17
πρᾶν ἀμάντεσσι παρ’Ἱπποκίωνι ποταύλει.
18
εὗρε θεὸς τὸν ἀλιτρόν · ἔχεις πάλαι ὧν ἐπεθύμεις.
19
μάντίς τοι τὰν νύκτα χροϊξεῖθ’ καλαμαία.
20
μωμᾶσθαί μ’ἄρχῃ τύ · τυφλὸς δ’οὐκ αὐτὸς Πλοῦτος, ἀλλὰ καὶ ὡφρόντιστος Ἔρως. μὴ δὴ μέγα μυθεῦ.
21
οὐ μέγα μυθεῦμαι · τὺ μόνον κατάβαλλε τὸ λᾷον,
22
καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. ἅδιον οὑτῶς
23
ἐργαξῇ · καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα.
24
Μοῖσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοι
25
παῖδ’· ὧν γάρ χ’ἅψησθε θεαί, καλὰ πάντα ποεῖτε.
26
Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες,
27
ἰσχνὰν ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον.
28
καὶ τὸ ἴον μέλαν ἐστὶ καὶ γραπτὰ ὑάκινθος,
29
ἀλλ’ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται.
30
αἲξ τὰν κύτισον, λύκος τὰν αἶγα διώκει,
31
γέρανος τὤροτρον, ἐγὼ δ’ἐπὶ τὶν μεμάνημαι.
32
αἴθέ μοι ἦς, ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι,
33
χρύσεοι ἀμφότεροί κ’ἀνεκείμεθα τᾷ Ἀφροδίτᾳ,
34
τὼς αὐλὼς μὲν ἔχοισα καὶ ῥόδον μᾶλον τύ,
35
σχῆμα δ’ἐγὼ καὶ καινὰς ἐπ’ἀμφοτέροισιν ἀμύκλας.
36
Βομβύκα χαρίεσσ’, οἱ μὲν πόδες ἀστράγαλοί τευς,
37
φωνὰ δὲ τρύχνος · τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν.
38
καλὰς ἄμμι ποέων ἐλελήθει βοῦκος ἀοιδάς.
39
ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν.
40
ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα.
41
θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα.
42
Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷον
43
εὔεργόντ’εἴη καὶ κάρπιμον ὅττι μάλιστα.
44
σφίγγετ’ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τις
45
εἴποι · σύκινοι ἄνδρες, ἀπώλετο χοὖτος μισθός.
46
ἐς βορέην ἄνεμον τᾶς κόρθυος τομὰ ὔμμιν
47
ζέφυρον βλεπέτω · πιαίνεται στάχυς οὑτῶς.
48
σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον ·
49
ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα.
50
ἄρχεσθαι δ’ἀμῶντας ἐγειρομένω κορυδαλλῶ,
51
καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα.
52
εὐκτὸς τῶ βατράχω παῖδες βίος · οὐ μελεδαίνει
53
τὸν προπιεῖν ἐγχεῦντα · πάρεστι γὰρ ἄφθονον αὐτῷ.
54
κάλλιον ὦπιμελητὰ φιλάργυρε τὸν φακὸν ἕψειν ·
55
μή τι τάμῃς τὰν χεῖρα καταπρίων τὸ κύμινον.
56
ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν,
57
τὸν δὲ τεὸν βουκαῖε πρέπει λιμηρὸν ἔρωτα
58
μυθίσδεν τᾷ ματρὶ κατ’εὐνὰν ὀρθρευοίσᾳ.
1
οὐδὲν πὸτ τὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο
2
Νικία οὔτ’ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτ’ἐπίπαστον,
3
ταὶ Πιερίδες · κοῦφον δέ τι τοῦτο καὶ ἁδὺ
4
γίνετ’ἐπ’ἀνθρώποις, εὑρεῖν δ’οὐ ῥᾴδιόν ἐστι.
5
γινώσκειν δ’οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα
6
καὶ ταῖς ἐννέα δὴ πεφιλάμενον ἔξοχα Μοίσαις.
7
οὕτω γοῦν ῥάιστα διᾶγ’ Κύκλωψ παρ’ἁμῖν,
8
ὡρχαῖος Πολύφαμος, ὅκ’ἤρατο τᾶς Γαλατείας,
9
ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφωςτε.
10
ἤρατο δ’οὐ μάλοις οὐ δὲ ῥόδῳ οὐ δὲ κικίννοις,
11
ἀλλ’ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα.
12
πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον
13
χλωρᾶς ἐκ βοτάνας · δὲ τὰν Γαλάτειαν ἀείδων
14
αὐτόθ’ἐπ’ἀιόνος κατετάκετο φυκιοέσσας
15
ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος
16
Κύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον.
17
ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δ’ἐπὶ πέτρας
18
ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα.
19
λευκὰ Γαλάτεια, τί τὸν φιλέοντ’ἀποβάλλῃ;
20
λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός,
21
μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς.
22
φοιτῇς δ’αὖθ’οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με,
23
οἴχῃ δ’εὐθὺς ἰοῖσ’, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με,
24
φεύγεις δ’ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα.
25
ἠράσθην μὲν ἔγωγα τεοῦς κόρα, ἁνίκα πρᾶτον
26
ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισ’ὑακίνθινα φύλλα
27
ἐξ ὄρεος δρέψασθαι, ἐγὼ δ’ὁδὸν ἁγεμόνευον.
28
παύσασθαι δ’ἐσιδών τυ καὶ ὕστερον οὐ δέ τί πᾳ νῦν
29
ἐκ τήνω δύναμαι · τὶν δ’οὐ μέλει, οὐ μὰ Δί’οὐδέν.
30
γινώσκω χαρίεσσα κόρα, τίνος ὥνεκα φεύγεις ·
31
ὥνεκά μοι λασία μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ
32
ἐξ ὠτὸς τέταται ποτὶ θὤτερον ὦς μία μακρά,
33
εἷς δ’ὀφθαλμὸς ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει.
34
ἀλλ’οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω,
35
κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω ·
36
τυρὸς δ’οὐ λείπει μ’οὔτ’ἐν θέρει οὔτ’ἐν ὀπώρᾳ,
37
οὐ χειμῶνος ἄκρω · ταρσοὶ δ’ὑπεραχθέες αἰεί.
38
συρίσδεν δ’ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων,
39
τὶν τὸ φίλον γλυκύμαλον ἁμᾷ κἠμαυτὸν ἀείδων
40
πολλάκι νυκτὸς ἀωρί. τρέφω δέ τοι ἕνδεκα νεβρὼς
41
πάσας μηνοφόρως καὶ σκύμνως τέσσαρας ἄρκτων.
42
ἀλλ’ἀφίκευσο ποθ’ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον,
43
τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν.
44
ἅδιον ἐν τὤντρῳ παρ’ἐμὶν τὰν νύκτα διαξεῖς.
45
ἐντὶ δάφναι τηνεῖ, ἐντὶ ῥαδιναὶ κυπάρισσοι,
46
ἔστι μέλας κισσός, ἔστ’ἄμπελος γλυκύκαρπος,
47
ἔστι ψυχρὸν ὕδωρ, τό μοι πολυδένδρεος Αἴτνα
48
λευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προΐητι.
49
τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθ’ἕλοιτο;
50
αἰ δέ τοι αὐτὸς ἐγὼ δοκέω λασιώτερος ἦμεν,
51
ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ.
52
καιόμενος δ’ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν
53
καὶ τὸν ἕν’ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν.
54
ὤμοι, τ’οὐκ ἔτεκέν μ’ μάτηρ βραγχί’ἔχοντα,
55
ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τευς ἐφίλασα,
56
αἰ μὴ τὸ στόμα λῇς, ἔφερον δέ τοι κρίνα λευκὰ
57
μάκων’ἁπαλὰν ἐρυθρὰ πλαταγώνι’ἔχοισαν.
58
ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,
59
ὥστ’οὐκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντ’ἐδυνάθην.
60
νῦν μὰν κόριον, νῦν αὐτόγα νεῖν κε μάθοιμι,
61
αἴκά τις σὺν ναῒ πλέων ξένος ὧδ’ἀφίκηται,
62
ὡς εἰδῶ, τί ποθ’ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν.
63
ἐξένθοις Γαλάτεια καὶ ἐξενθοῖσα λάθοιο
64
ὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος οἴκαδ’ἀπενθεῖν.
65
ποιμαίνειν δ’ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλ’ἀμέλγειν
66
καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα.
67
μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτᾷ ·
68
οὐδὲν πήποχ’ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ,
69
καὶ ταῦτ’ἆμαρ ἐπ’ἆμαρ ὁρεῦσά με λεπτὸν ἐόντα.
70
φασῶ τὰν κεφαλὰν καὶ τὼς πόδας ἀμφοτέρως μευ
71
σφύζειν, ὡς ἀνιαθῇ, ἐπεὶ κἠγὼν ἀνιῶμαι.
72
Κύκλωψ Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι;
73
αἴκ’ἐνθὼν θαλάρωςτε πλέκοις καὶ θαλλὸν ἀμάσας
74
ταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν.
75
τὰν παρεοῖσαν ἄμελγε. τί τὸν φεύγοντα διώκεις;
76
εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίον’ἄλλαν.
77
πολλαὶ συμπαίσδέν με κόραι τὰν νύκτα κέλονται,
78
κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κ’αὐταῖς ὑπακούσω
79
δῆλον τ’ἐν τᾷ γᾷ κἠγώ τις φαίνομαι ἦμεν.
80
οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα
81
μουσίσδων, ῥᾷον δὲ διᾶγ’ εἰ χρυσὸν ἔδωκεν.
1
ἤλυθες φίλε κοῦρε τρίτῃ σὺν νυκτὶ καὶ ἀοῖ;
2
ἤλυθες · οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν.
3
ὅσσον ἔαρ χειμῶνος, ὅσον μᾶλον βραβίλοιο
4
ἅδιον, ὅσσον ὄις σφετέρας λασιωτέρα ἀρνός,
5
ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός,
6
ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδὼν
7
συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν,
8
τόσσον ἔμ’εὔφρανας τὺ φανείς, σκιερὰν δ’ὑπὸ φαγὸν
9
ἀελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις.
10
εἴθ’ὁμαλοὶ πνεύσειαν ἐπ’ἀμφοτέροισιν Ἔρωτες
11
νῶιν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδά.
12
θείω δή τινε τώδε μετὰ προτέροισι γενέσθην
13
φῶθ’, μὲν εἴσπνηλος, φαίη χ’ ὡμυκλαϊάσδων,
14
τὸν δ’ἕτερον πάλιν ὥς κεν Θεσσαλὸς εἴποι ἀίταν.
15
ἀλλήλους δ’ἐφίλησαν ἴσῳ ζυγῷ. ῥα τότ’ἦσαν
16
χρύσειοι πάλιν ἄνδρες, κἀντεφίλησ’ φιληθείς.
17
εἰ γὰρ τοῦτο πάτερ Κρονίδα πέλοι, εἰ γὰρ ἀγήρῳ
18
ἀθάνατοι, γενεαῖς δὲ διηκοσίαισιν ἔπειτα
19
ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς Ἀχέροντα ·
20
σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεω
21
πᾶσι διὰ στόματος, μετὰ δ’ἠιθέοισι μάλιστα.
22
ἀλλ’ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες
23
ἔσσονθ’ὡς ἐθέλοντι. ἐγὼ δέ σε τὸν καλὸν αἰνέων
24
ψεύδεα ῥινὸς ὕπερθεν ἀραιᾶς οὐκ ἀναφύσω.
25
ἢν γὰρ καί τι δάκῃς, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας,
26
διπλάσιον δ’ὤνασας, ἔχων δ’ἐπίμετρον ἀπῆνθον.
27
Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς,
28
ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλα
29
ξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα.
30
αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πράτῳ
31
κοῦροι ἐριδμαίνοντι φιλήματος ἄκρα φέρεσθαι.
32
ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη,
33
βριθόμενος στεφάνοισιν ἑὰν ἐς μητέρ’ἀπῆνθεν.
34
ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ.
35
που τὸν χαροπὸν Γανυμήδεα πόλλ’ἐπιβωτᾷ
36
Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ
37
πεύθονται μὴ φαῦλος ἐτήτυμον ἀργυραμοιβοί.
1
οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχ’, ὡς ἐδοκεῦμες,
2
Νικία, τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο.
3
οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν,
4
οἳ θνατοὶ πελόμεσθα, τὸ δ’αὔριον οὐκ ἐσορῶμες ·
5
ἀλλὰ καὶ ὡμφιτρύωνος χαλκεοκάρδιος υἱός,
6
ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός,
7
τῶ χαρίεντος Ὕλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος,
8
καί νιν πάντ’ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα,
9
ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο ·
10
χωρὶς δ’οὐδέποκ’ἦς, οὔτ’εἰ μέσον ἆμαρ ὄροιτο,
11
οὔτ’ἄρ’ὅχ’ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς,
12
οὐ δ’ὁπόκ’ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν,
13
σεισαμένας πτερὰ ματρὸς ἐπ’αἰθαλόεντι πετεύρῳ,
14
ὡς αὐτῷ κατὰ θυμὸν παῖς πεποναμένος εἴη,
15
αὐτῷ δ’εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρ’ἀποβαίη.
16
ἀλλ’ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας Ἰήσων
17
Αἰσονίδας, οἱ δ’αὐτῷ ἀριστῆες συνέποντο
18
πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι,
19
ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν Ἰωλκόν,
20
Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης,
21
σὺν δ’αὐτῷ κατέβαινεν Ὕλας εὔεδρον ἐς Ἀργώ,
22
ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς,
23
ἀλλὰ διεξάιξε βαθὺν δ’εἰσέδραμε Φᾶσιν
24
αἰετὸς ἐς μέγα λαῖτμα · ἀφ’οὗ τότε χοιράδες ἔσταν.
25
ἆμος δ’ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ
26
ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,
27
τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος
28
ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς Ἀργὼ
29
Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι,
30
εἴσω δ’ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν
31
αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.
32
ἐκβάντες δ’ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο
33
δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.
34
λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ,
35
ἔνθεν βούτομον ὀξὺ βαθύντ’ἐτάμοντο κύπειρον.
36
κᾤχεθ’Ὕλας ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶν
37
αὐτῷθ’Ἡρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι,
38
οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν,
39
χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν
40
ἡμένῳ ἐν χώρῳ · περὶ δὲ θρύα πολλὰ πεφύκει,
41
κυάνεόντε χελιδόνιον χλωρόντ’ἀδίαντον
42
καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.
43
ὕδατι δ’ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο,
44
νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις,
45
Εὐνείκα καὶ Μαλὶς ἔαρθ’ὁρόωσα Νύχεια,
46
ἤτοι κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸν
47
βάψαι ἐπειγόμενος, ταὶ δ’ἐν χερὶ πᾶσαι ἔφυσαν ·
48
πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν
49
Ἀργείῳ ἐπὶ παιδί · κατήριπε δ’ἐς μέλαν ὕδωρ
50
ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπ’οὐρανοῦ ἤριπεν ἀστὴρ
51
ἀθρόος, ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις ·
52
κουφότερ’ παῖδες ποιεῖσθ’ὅπλα · πνευστικὸς οὖρος.
53
νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι
54
δακρυόεντ’ἀγανοῖσι παρεψύχοντ’ἐπέεσσιν.
55
Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ
56
ᾤχετο, μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα
57
καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὴ χείρ.
58
τρὶς μὲν Ὕλαν ἄυσεν, ὅσον βαρὺς ἤρυγε λαιμός ·
59
τρὶς δ’ἄρ’ παῖς ὑπάκουσεν, ἀραιὰ δ’ἵκετο φωνὰ
60
ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω.
61
ὡς δ’ὁπότ’ἠυγένειος ἀπόπροθι λῖς ἐσακούσας ,
62
νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λῖς
63
ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα ·
64
Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις
65
παῖδα ποθῶν δεδόνητο, πολὺν δ’ἐπελάμβανε χῶρον.
66
σχέτλιοι οἱ φιλέοντες · ἀλώμενος ὅσσ’ἐμόγησεν
67
οὔρεα καὶ δρυμούς, τὰ δ’Ἰήσονος ὕστερα πάντ’ἦς.
68
ναῦς γέμεν ἄρμεν’ἔχοισα μετάρσια τῶν παρεόντων,
69
ἱστία δ’ἡμίθεοι μεσονύκτιον ἐξεκάθαιρον
70
Ἡρακλῆα μένοντες. δ’ πόδες ἆγον ἐχώρει
71
μαινόμενος · χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν.
72
οὕτω μὲν κάλλιστος Ὕλας μακάρων ἀμιθρεῖται ·
73
Ἡρακλέην δ’ἥρωες ἐκερτόμεον λιποναύταν,
74
οὕνεκεν ἠρώησε τριακοντάζυγον Ἀργώ,
75
πεζᾷ δ’ἐς Κόλχουςτε καὶ ἄξενον ἵκετο Φᾶσιν.
1
χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον. ἀλλὰ τὺ ταὐτά,
2
Αἰσχίνα. ὡς χρόνιος. χρόνιος; τί δέ τοι τὸ μέλημα;
3
πράσσομες οὐχ ὡς λῷστα Θυώνιχε. ταῦτ’ἄρα λεπτός,
4
χὡ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι.
5
τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς,
6
ὠχρὸς κἀνυπόδητος · Ἀθηναῖος δ’ἔφατ’ἦμεν.
7
ἤρατο μὰν καὶ τῆνος, ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω.
8
παίσδεις ὦγάθ’ἔχων · ἐμὲ δ’ χαρίεσσα Κυνίσκα
9
ὑβρίσδει · λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον.
10
τοιοῦτος μὲν ἀεὶ τὺ φίλ’Αἰσχίνα, ἁσυχᾷ ὀξύς,
11
πάντ’ἐθέλων κατὰ καιρόν · ὅμως δ’εἶπον, τί τὸ καινόν.
12
ὡργεῖος κἠγὼ καὶ Θεσσαλὸς ἱπποδιώκτας
13
Ἆπις καὶ Κλεύνικος ἐπίνομες στρατιώτας
14
ἐν χώρῳ παρ’ἐμίν. δύο μὲν κατέκοψα νεοσσὼς
15
θηλάζοντάτε χοῖρον, ἀνῷξα δὲ βίβλινον αὐτοῖς
16
εὐώδη, τετόρων ἐτέων, σχεδὸν ὡς ἀπὸ λανῶ.
17
βολβὸς κτεὶς κοχλίας ἐξῃρέθη. ἦς πότος ἁδύς.
18
ἤδη δὲ προϊόντος, ἔδοξ’ἐπιχεῖσθαι ἄκρατον
19
ὧτινος ἤθελ’ἕκαστος · ἔδει μόνον ὧτινος εἰπεῖν.
20
ἄμμες μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο ·
21
δ’οὐδὲν παρεόντος ἐμεῦ. τίν’ἔχειν με δοκεῖς νοῦν;
22
οὐ φθεγξῇ; λύκον εἶδες · ἔπαιξέ τις. ὡς σοφός εἶπε,
23
κἠφᾶπτ’· εὐμαρέως κεν ἀπ’αὐτᾶς καὶ λύχνον ἇψας.
24
ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός,
25
εὐμάκης ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν.
26
τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα.
27
χἁμῖν τοῦτο δι’ὠτὸς ἔγεντό ποθ’ἁσυχᾷ οὑτῶς ·
28
οὐ μὰν ἐξήταξα μάταν εἰς ἄνδρα γενειῶν.
29
ἤδη δ’ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες,
30
χὡ Λαρισαῖος τὸν ἐμὸν Λύκον ᾆδεν ἀπ’ἀρχᾶς,
31
Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες · δὲ Κυνίσκα
32
ἔκλαι’ἐξαπίνας θαλερώτερον παρὰ ματρὶ
33
παρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα.
34
τᾶμος ἐγώ, τὸν ἴσαις τὺ Θυώνιχε, πὺξ ἐπὶ κόρρας
35
ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσσασα δὲ πέπλως
36
ἔξω ἀπῴχετο θᾶσσον. ἐμὸν κακόν, οὔ τοι ἀρέσκω;
37
ἄλλός τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσα
38
θάλπε φίλον. τήνῳ τὰ σὰ δάκρυα μᾶλα ῥέοντι.
39
μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδὼν
40
ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν ·
41
ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔδραμε τήνα
42
ἰθὺ δι’ἀμφιθύρω καὶ δικλίδος, πόδες ἆγον.
43
αἶνός θην λέγεταί τις · ἔβα τάχα ταῦρος ἀν’ὕλαν.
44
εἴκατι · ταὶ δ’ὀκτώ, ταὶ δ’ἐννέα, ταὶ δὲ δέκ’ἄλλαι,
45
σάμερον ἑνδεκάτα, ποτίθει δύο, καὶ δύο μῆνες,
46
ἐξ ἀπ’ἀλλάλων. οὐ δ’εἰ Θρᾳκιστὶ κέκαρμαι,
47
οἶδε. λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται.
48
ἄμμες δ’οὔτε λόγω τινὸς ἄξιοι οὔτ’ἀριθμητοί,
49
δύστηνοι Μεγαρῆες ἀτιμοτάτῃ ἐνὶ μοίρῃ.
50
κεἰ μὲν ἀποστέρξαιμι, τὰ πάντά κεν εἰς δέον ἕρποι.
51
νῦν δὲ πόθεν; μῦς, φαντὶ Θυώνιχε, γεύμεθα πίσσας.
52
χὥτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος,
53
οὐκ οἶδα. πλὰν Σῖμος τᾶς Ἐπιχάλκω ἐρασθεὶς
54
ἐκπλεύσας ὑγιὴς ἐπανῆλθ’, ἐμὸς ἁλικιώτας.
55
πλευσοῦμαι κἠγὼ διαπόντιος, οὔτε κάκιστος
56
οὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις στρατιώτας.
57
ὤφελε μὰν χωρεῖν κατὰ νοῦν τεόν, ὧν ἐπεθύμεις
58
Αἰσχίνα. εἰ δ’οὑτῶς ἄρα τοι δοκεῖ ὥστ’ἀποδαμεῖν,
59
μισθοδότας Πτολεμαῖος ἐλευθέρῳ οἷος ἄριστος,
60
τἄλλα δ’ἀνὴρ ποῖός τις ἐλευθέρῳ οἷος ἄριστος;
61
εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς,
62
εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντ’ἔτι μᾶλλον,
63
πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων
64
οἷα χρὴ βασιλῆ’· αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντὶ
65
Αἰσχίνα. ὥστ’εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκει
66
λῶπος ἄκρον περονᾶσθαι, ἐπ’ἀμφοτέροις δὲ βεβακὼς
67
τολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν,
68
τάχος εἰς Αἴγυπτον. ἀπὸ κροτάφων πελόμεσθα
69
πάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπει
70
λευκαίνων χρόνος · ποιεῖν τι δεῖ, ἇς γόνυ χλωρόν.
1
ἔνδοι Πραξινόα; Γοργοῖ φίλα, ὡς χρόνῳ. ἔνδοι.
2
θαῦμ’ὅτι καὶ νῦν ἦνθες. ὅρη δίφρον Εὐνόα αὐτῇ.
3
ἔμβαλε καὶ ποτίκρανον. ἔχει κάλλιστα. καθίζευ.
4
τᾶς ἀλεμάτω ψυχᾶς · μόλις ὔμμιν ἐσώθην
5
Πραξινόα πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων.
6
παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες ·
7
δ’ὁδὸς ἄτρυτος · τὺ δ’ἑκαστάτω ὅσσον ἀποικεῖς.
8
ταῦθ’ πάραρος τῆνος ἐπ’ἔσχατα γᾶς ἔλαβ’ἐνθὼν
9
ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες
10
ἀλλάλαις, ποτ’ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος.
11
μὴ λέγε τὸν τεὸν ἄνδρα φίλα Δίκωνα τοιαῦτα,
12
τῶ μικκῶ παρεόντος · ὅρη γύναι, ὡς ποθορῇ τυ.
13
θάρσει Ζωπυρίων, γλυκερὸν τέκος · οὐ λέγει ἀπφῦν.
14
αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν.
15
καλὸς ἀπφῦς. ἀπφῦς μὰν τῆνος τὰ πρόαν (λέγομες δὲ πρόαν θην
16
πάντα) νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδων
17
ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς.
18
χὡμὸς ταὐτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας ·
19
ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν,
20
πέντε πόκως ἔλαβ’ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπ’ἔργῳ.
21
ἀλλ’ἴθι τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ.
22
βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω
23
θασόμεναι τὸν Ἄδωνιν · ἀκούω χρῆμα καλόν τι
24
κοσμεῖν τὰν βασίλισσαν.
25
ἐν ὀλβίω ὄλβια πάντα. ὧν ἴδες, ὧν εἶπες καὶ ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι.
26
ἕρπειν ὥρα κ’εἴη.
27
ἀεργοῖς αἰὲν ἑορτά.
28
Εὐνόα, αἶρε τὸ νῆμα καὶ ἐς μέσον αἰνόθρυπτε
29
θὲς πάλιν. αἱ γαλέαι μαλακῶς χρῄζοντι καθεύδειν ·
30
κινεῦ δή, φέρε θᾶσσον ὕδωρ. ὕδατος πρότερον δεῖ.
31
δὲ σμᾶμα φέρει. δὸς ὅμως. μὴ δὴ πολὺ ἄπληστε. ἔγχει ὕδωρ. δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις;
32
παῦε. ὁκοῖα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι.
33
κλᾲξ τᾶς μεγάλας πᾷ λάρνακος; ὧδε φέρ’αὐτάν.
34
Πραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα
35
τοῦτο πρέπει · λέγε μοι, πόσσω κατέβα τοι ἀφ’ἱστῶ;
36
μὴ μνάσῃς Γοργοῖ · πλέον ἀργυρίω καθαρῶ μνᾶν
37
δύο · τοῖς δ’ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα.
38
ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι.
39
τοῦτο κάλ’εἶπες.
40
τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμον
41
ἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον. μορμώ, δάκνει ἵππος. δάκρυ’, ὅσσα θέλεις, χωλὸν δ’οὐ δεῖ τυ γενέσθαι.
42
ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα,
43
τὰν κύν’ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον.
44
θεοί, ὅσσος ὄχλος. πῶς καὶ πόκα τοῦτο περᾶσαι
45
χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι.
46
πολλά τοι Πτολεμαῖε πεποίηται καλὰ ἔργα,
47
ἐξ ἐν ἀθανάτοις τεκν · οὐδεὶς κακοεργὸς
48
δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί,
49
οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον,
50
ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί.
51
ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταὶ
52
ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς.
53
ὀρθὸς ἀνέστα πυρρός · ἴδ’ὡς ἄγριος. κυνοθαρσὴς
54
Εὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα.
55
ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον.
56
θάρσει Πραξινόα · καὶ δὴ γεγενήμεθ’ὄπισθεν,
57
τοὶ δ’ἔβαν ἐς χώραν. καὐτὰ συναγείρομαι ἤδη.
58
ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω
59
ἐκ παιδός. σπεύδωμες · ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ.
60
ἐξ αὐλᾶς μᾶτερ; ἐγὼν τέκνα. παρενθεῖν
61
εὐμαρές; ἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί,
62
καλλίστα παίδων · πείρᾳ θην πάντα τελεῖται.
63
χρησμὼς πρεσβῦτις ἀπῴχετο θεσπίξασα.
64
πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἠγάγεθ’Ἥρην.
65
θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος.
66
θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι · λάβε καὶ τὺ
67
Εὐνόα Εὐτυχίδος · πότεχ’αὐτᾷ, μή τι πλαναθῇς.
68
πᾶσαι ἅμ’εἰσένθωμες · ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν.
69
οἴμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδη
70
ἔσχισται Γοργοῖ. πὸτ τῶ Διός, εἴτι γένοιο
71
εὐδαίμων ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ.
72
οὐκ ἐπ’ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι · ὄχλος ἄθρως.
73
ὠθεῦνθ’ὥσπερ ὕες. θάρσει γύναι · ἐν καλῷ εἰμές.
74
κεἰς ὥρας κἤπειτα φίλ’ἀνδρῶν ἐν καλῷ εἴης
75
ἄμμε περιστέλλων. χρηστῶ κᾠκτίρμονος ἀνδρός.
76
φλίβεται Εὐνόα ἇμιν · ἄγ’ δειλὰ τὺ βιάζευ.
77
κάλλιστ’· ἔνδοι πᾶσαι, τὰν νυὸν εἶπ’ἀποκλᾴξας.
78
Πραξινόα, πόταγ’ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον,
79
λεπτὰ καὶ ὡς χαρίεντα · θεῶν περονάματα φασεῖς.
80
πότνι’Ἀθαναία, ποῖαί σφ’ἐπόνασαν ἔριθοι,
81
ποῖοι ζῳογράφοι τἀκριβέα γράμματ’ἔγραψαν.
82
ὡς ἔτυμ’ἑστάκαντι, καὶ ὡς ἔτυμ’ἐνδινεῦντι,
83
ἔμψυχ’, οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμ’ὥνθρωπος.
84
αὐτὸς δ’ὡς θαητὸς ἐπ’ἀργυρέας κατάκειται
85
κλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων,
86
τριφίλητος Ἄδωνις, κἠν Ἀχέροντι φιλεῖται.
87
παύσασθ’ δύστανοι, ἀνάνυτα κωτίλλοισαι
88
τρυγόνες. ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα.
89
μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές;
90
πασάμενος ἐπίτασσε. Συρακοσίαις ἐπιτάσσεις;
91
ὡς δ’εἰδῇς καὶ τοῦτο · Κορίνθιαι εἰμὲς ἄνωθεν,
92
ὡς καὶ Βελλεροφῶν · Πελοποννασιστὶ λαλεῦμες ·
93
δωρίσδεν δ’ἔξεστι δοκῶ τοῖς Δωριέεσσι.
94
μὴ φύη Μελιτῶδες ὃς ἁμῶν καρτερὸς εἴη,
95
πλὰν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς.
96
σιγᾷ Πραξινόα · μέλλει τὸν Ἄδωνιν ἀείδειν
97
τᾶς Ἀργείας θυγάτηρ πολύιδρις ἀοιδός,
98
ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε.
99
φθεγξεῖταί τι σάφ’οἶδα καλόν · διαθρύπτεται ἤδη.
100
δέσποιν’, Γολγώςτε καὶ Ἰδάλιον ἐφίλασας
101
αἰπεινάντ’Ἐρύκαν, χρυσῷ παίζοισ’Ἀφροδίτα ·
102
οἷόν τοι τὸν Ἄδωνιν ἀπ’ἀενάω Ἀχέροντος
103
μηνὶ δυωδεκάτῳ μαλακαὶ πόδας ἄγαγον Ὧραι.
104
βάρδισται μακάρων Ὧραι φίλαι, ἀλλὰ ποθειναὶ
105
ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φορεῦσαι.
106
Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς,
107
ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν,
108
ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός ·
109
τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε,
110
Βερενικεία θυγάτηρ Ἑλένᾳ εἰκυῖα
111
Ἀρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν.
112
πὰρ μέν οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέρονται,
113
πὰρ δ’ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις
114
ἀργυρέοις, Συρίω δὲ μύρω χρύσει’ἀλάβαστρα.
115
εἴδατα δ’ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται,
116
ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ,
117
ὅσσάτ’ἀπὸ γλυκερῶ μέλιτος τάτ’ἐν ὑγρῷ ἐλαίῳ,
118
πάντ’αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι.
119
χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοντι ἀνήθῳ
120
δέδμανθ’· οἱ δέτε κῶροι ὑπερπωτῶνται Ἔρωτες,
121
οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρων
122
πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπ’ὄζω.
123
ἔβενος, χρυσός, ἐκ λευκῶ ἐλέφαντος
124
αἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες.
125
πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω,
126
Μίλατος ἐρεῖ χὡ τὰν Σαμίαν κάτα βόσκων ·
127
ἔστρωται κλίνα τῷ Ἀδώνιδι τῷ καλῷ ἄλλα.
128
τὰν μὲν Κύπρις ἔχει, τὰν δ’ ῥοδόπαχυς Ἄδωνις
129
ὀκτωκαιδεκέτης ἐννεακαίδεχ’ γαμβρός.
130
οὐ κεντεῖ τὸ φίλαμ’, ἔτι οἱ περὶ χείλεα πυρρά.
131
νῦν μὰν Κύπρις ἔχοισα τὸν αὐτᾶς χαιρέτω ἄνδρα ·
132
ἀῶθεν δ’ἁμές νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω
133
οἰσεῦμες ποτὶ κύματ’ἐπ’ἀιόνι πτύοντα,
134
λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι
135
στήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθ’ἀοιδᾶς ·
136
ἕρπεις φίλ’Ἄδωνι καὶ ἐνθάδε κεἰς Ἀχέροντα
137
ἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτ’Ἀγαμέμνων
138
τοῦτ’ἔπαθ’, οὔτ’Αἴας μέγας βαρυμάνιος ἥρως,
139
οὔθ’Ἕκτωρ Ἑκάβας γεραίτερος εἴκατι παίδων,
140
οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανελθών,
141
οὔθ’οἱ ἔτι πρότερον Λαπίθαι καὶ Δευκαλίωνες,
142
οὐ Πελοπηιάδαιτε καὶ Ἄργεος ἄκρα Πελασγοί ·
143
ἵλαθι νῦν φίλ’Ἄδωνι, καὶ ἐς νέωτ’εὐθυμήσαις.
144
καὶ νῦν ἦνθες Ἄδωνι, καὶ ὅκκ’ἀφίκῃ, φίλος ἡξεῖς.
145
Πραξινόα, τὸ χρῆμα σοφώτερον θήλεια.
146
ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ.
147
ὥρα ὅμως κεἰς οἶκον. ἀνάριστος Διοκλείδας.
148
χὡνὴρ ὄξος ἅπαν, πεινᾶντι δὲ μη δὲ ποτένθῃς.
149
χαῖρε Ἄδων ἀγαπητέ · καὶ ἐς χαίροντας ἀφίκευ.
1
αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς,
2
ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν.
3
Μοῦσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι ·
4
ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν.
5
τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπ’ἀῶ
6
ἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳ
7
ἀσπασίως, οὐ δ’αὖθις ἀδωρήτους ἀποπέμψει;
8
αἱ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδ’ἴασι,
9
πολλά με τωθάζοισαι, τ’ἀλιθίαν ὁδὸν ἦνθον,
10
ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦ
11
ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι,
12
ἔνθ’αἰεί σφισιν ἕδρα, ἐπὴν ἄπρηκτοι ἵκωνται.
13
τίς τῶν νῦν τοιόσδε; τίς εὖ εἰπόντα φιλήσει;
14
οὐκ οἶδ’· οὐ γὰρ ἔτ’ἄνδρες ἐπ’ἔργμασιν ὡς πάρος ἐσθλοῖς
15
αἰνεῖσθαι σπεύδοντι, νενίκηνται δ’ὑπὸ κερδέων.
16
πᾶς δ’ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ
17
ἄργυρον, οὐ δέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη,
18
ἀλλ’εὐθὺς μυθεῖται · ἀπωτέρω γόνυ κνάμα ·
19
αὐτῷ μοί τι γένοιτο · θεοὶ τιμῶσιν ἀοιδούς.
20
τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν Ὅμηρος.
21
οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν.
22
δαιμόνιοι, τί δὲ κέρδος μυρίος ἔνδοθι χρυσὸς
23
κείμενος; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις,
24
ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δὲ καί τινι δοῦναι ἀοιδῶν ·
25
πολλοὺς δ’εὖ ἔρξαι παῶν, πολλοὺς δὲ καὶ ἄλλων
26
ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν,
27
μη δὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζῃ
28
μειλίξαντ’ἀποπέμψαι, ἐπὴν ἐθέλωντι νέεσθαι,
29
Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας,
30
ὄφρα καὶ εἰν Ἀίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς,
31
μη δ’ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος,
32
ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας
33
ἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων.
34
πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύα
35
ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται ·
36
πολλοὶ δὲ Σκοπάδῃσιν ἐλαυνόμενοι ποτὶ σακοὺς
37
μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι,
38
μυρία δ’ἀμπεδίον Κραννώνιον ἐνδιάασκον
39
ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις ·
40
ἀλλ’οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν
41
θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῦ Ἀχέροντος,
42
ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες
43
δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,
44
εἰ μὴ κεῖνος ἀοιδὸς Κήιος αἰόλα φωνέων
45
βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκ’ὀνομαστοὺς
46
ὁπλοτέροις, τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,
47
οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων.
48
τίς δ’ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας
49
Πριαμίδας θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω,
50
εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί;
51
οὐ δ’Ὀδυσεὺς ἑκατόντε καὶ εἴκοσι μῆνας ἀλαθεὶς
52
πάντας ἐπ’ἀνθρώπους, Ἀίδαντ’εἰς ἔσχατον ἐλθὼν
53
ζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος,
54
δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δ’ἂν ὑφορβὸς
55
Εὔμαιος, καὶ βουσὶ Φιλοίτιος ἀμφ’ἀγελαίαις
56
ἔργον ἔχων, αὐτόςτε περίσπλαγχνος Λαέρτης,
57
εἰ μή σφεας ὤνασαν Ἰάονος ἀνδρὸς ἀοιδαί.
58
ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι,
59
χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων.
60
ἀλλ’ἶσος γὰρ μόχθος ἐπ’ᾀόνι κύματα μετρεῖν,
61
ὅσσ’ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ,
62
ὕδατι νίζειν θολερὰν διαειδέι πλίνθον,
63
καὶ φιλοκερδείᾳ βεβλαμμένον ἄνδρα παρελθεῖν.
64
χαιρέτω ὃς τοιοῦτος, ἀνάριθμος δέ οἱ εἰη
65
ἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν.
66
αὐτὰρ ἐγὼ τιμήντε καὶ ἀνθρώπων φιλότητα
67
πολλῶν ἡμιόνωντε καὶ ἵππων πρόσθεν ἑλοίμαν.
68
δίζημαι δ’, ὅτινι θνατῶν κεχαρισμένος ἔνθω
69
σὺν Μοίσαις · χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς
70
κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος.
71
οὔπω μῆνας ἄγων ἔκαμ’οὐρανὸς οὐ δ’ἐνιαυτούς ·
72
πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅρματος ἵπποι ·
73
ἔσσεται οὗτος ἀνήρ, ὃς ἐμεῦ κεχρήσετ’ἀοιδοῦ,
74
ῥέξας Ἀχιλεὺς ὅσσον μέγας βαρὺς Αἴας
75
ἐν πεδίῳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον Ἴλου.
76
ἤδη νῦν Φοίνικες ὑπ’ἠελίῳ δύνοντι
77
οἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν.
78
ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦρα
79
ἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν ·
80
ἐν δ’αὐτοῖς Ἱέρων προτέροις ἴσος ἡρώεσσι
81
ζώννυται, ἵππειαι δὲ κόρυν σκεπάουσιν ἔθειραι.
82
αἰ γὰρ Ζεῦ κύδιστε πάτερ καὶ πότνι’Ἀθάνα
83
κούρηθ’, σὺν ματρὶ πολυκλήρων Ἐφυραίων
84
εἴληχας μέγα ἄστυ παρ’ὕδασι Λυσιμελείας,
85
ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκα
86
Σαρδόνιον κατὰ κῦμα, φίλων μόρον ἀγγέλλοντας
87
τέκνοις ἠδ’ἀλόχοισιν, ἀριθμητοὺς ἀπὸ πολλῶν ·
88
ἄστεάτε προτέροισι πάλιν ναίοιτο πολίταις,
89
δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατάκρας ·
90
ἀγροὺς δ’ἐργάζοιντο τεθαλότας · αἱ δ’ἀνάριθμοι
91
μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι
92
ἀμπεδίον βληχοῖντο, βόες δ’ἀγελαδὸν ἐς αὖλιν
93
ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν ·
94
νειοὶ δ’ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ
95
ποιμένας ἐνδίους πεφυλαγμένος ἔνδοθι δένδρων
96
ἀχεῖ ἐν ἀκρεμόνεσσιν · ἀράχνια δ’εἰς ὅπλ’ἀράχναι
97
λεπτὰ διαστήσαιντο, βοᾶς δ’ἔτι μη δ’ὄνομ’εἴη.
98
ὑψηλὸν δ’Ἱέρωνι κλέος φορέοιεν ἀοιδοὶ
99
καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος
100
ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν.
101
εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους
102
θυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὰν Ἀρέθοισαν
103
ὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὰν Ἱέρωνα.
104
Ἐτεόκλειοι θύγατρες θεαί, Μινύειον
105
Ὀρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις,
106
ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντων
107
θαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἱκοίμαν.
108
καλλείψω δ’οὐ δ’ὔμμε · τί γὰρ Χαρίτων ἀγαπητὸν
109
ἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμ’εἴην.
1
ἐκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε Μοῖσαι,
2
ἀθανάτων τὸν ἄριστον ἐπὴν αὐδῶμεν ἀοιδαῖς ·
3
ἀνδρῶν δ’αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω
4
καὶ πύματος καὶ μέσσος · γὰρ προφερέστατος ἄλλων.
5
ἥρωες, τοὶ πρόσθεν ἀφ’ἡμιθέων ἐγένοντο,
6
ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν ·
7
αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖν
8
ὑμνήσαιμ’· ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν.
9
Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθὼν
10
παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου.
11
τί πρῶτον καταλέξω; ἐπεὶ πάρα μυρία εἰπεῖν,
12
οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων.
13
ἐκ πατέρων οἷος μὲν ἔην τελέσαι μέγα ἔργον
14
Λαγείδας Πτολεμαῖος, ὅτε φρεσὶν ἐγκατάθοιτο
15
βουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷόςτε νοῆσαι.
16
τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν
17
ἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳ
18
δέδμηται · παρὰ δ’αὐτὸν Ἀλέξανδρος φίλα εἰδὼς
19
ἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας.
20
ἀντία δ’Ἡρακλῆος ἕδρα κενταυροφόνοιο
21
ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος ·
22
ἔνθα σὺν ἄλλοισιν θαλίας ἔχει οὐρανίδαισι,
23
χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν,
24
ὅττί σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας,
25
ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες.
26
ἄμφω γὰρ πρόγονός σφιν καρτερὸς Ἡρακλείδας,
27
ἀμφότεροι δ’ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα.
28
τῷ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη
29
νέκταρος εὐόδμοιο φίλας ἐς δῶμ’ἀλόχοιο,
30
τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόντε φαρέτραν,
31
τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις.
32
οἱ δ’εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβης
33
ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν.
34
οἵα δ’ἐν πινυταῖσι περικλειτὰ Βερενίκα
35
ἔπρεπε θηλυτέραις, ὄφελος μέγα γειναμένοισι.
36
τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα
37
κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας.
38
τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν,
39
ὅσσόν περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν.
40
μὰν ἀντεφιλεῖτο πολὺ πλέον · ὧδέ κε παισὶ
41
θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα,
42
ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης.
43
ἀστόργου δὲ γυναικὸς ἐπ’ἀλλοτρίῳ νόος αἰεί,
44
ῥηίδιοι δὲ γοναί, τέκνα δ’οὐ ποτεοικότα πατρί.
45
κάλλει ἀριστεύουσα θεάων πότν’Ἀφροδίτα,
46
σοὶ τήνα μεμέλητο · σέθεν δ’ἕνεκεν Βερενίκα
47
εὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν,
48
ἀλλά μιν ἁρπάξασα, πάροιθ’ἐπὶ νῆα κατελθεῖν
49
κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων,
50
ἐς ναὸν κατέθηκας, ἑᾶς δ’ἀπεδάσσαο τιμᾶς.
51
πᾶσιν δ’ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας
52
προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.
53
Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα
54
μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα,
55
ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα
56
Αἰακίδᾳ Πηλῆι, σὲ δ’αἰχμητὰ Πτολεμαῖε
57
αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα.
58
καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα,
59
δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ.
60
ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον
61
Ἀντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν ·
62
δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δ’ἄρα πάντων
63
νωδυνίαν κατέχευε μελῶν · δὲ πατρὶ ἐοικὼς
64
παῖς ἀγαπητὸς ἔγεντο. Κόως δ’ὀλόλυξεν ἰδοῖσα,
65
φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν ·
66
ὄλβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ
67
Δᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος Ἀπόλλων ·
68
ἐν δὲ μιᾷ τιμᾷ Τρίοπον καταθεῖο κολώναν,
69
ἶσον Δωριέεεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν.
70
ἶσον καὶ Ῥήναιαν ἄναξ ἐφίλησεν Ἀπόλλων.
71
ὣς ἄρα νᾶσος ἔειπεν · δ’ὑψόθεν ἔκλαγε φωνᾷ
72
ἐς τρὶς ἀπὸ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις.
73
Ζηνός που τόδε σᾶμα. Διὶ Κρονίωνι μέλοντι
74
αἰδοῖοι βασιλῆες · δ’ἔξοχος, ὅν κε φιλήσῃ
75
γεινόμενον τὰ πρῶτα · πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ,
76
πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας.
77
μυρίαι ἄπειροίτε καὶ ἔθνεα μυρία φωτῶν
78
λήιον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ ·
79
ἀλλ’οὔτις τόσα φύει, ὅσα χθαμαλὰ Αἴγυπτος,
80
Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει.
81
οὐ δέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων.
82
τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται,
83
τρεῖς δ’ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι,
84
δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς ·
85
τῶν πάντων Πτολεμαῖος ἀλήνωρ ἐμβασιλεύει.
86
καὶ μὴν Φοινίκας ἀποτέμνεται Ἀρραβίαςτε
87
καὶ Συρίας Λιβύαςτε κελαινῶντ’Αἰθιοπήων.
88
Παμφύλοισίτε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι
89
σαμαίνει, Λυκίοιςτε φιλοπτολέμοισίτε Καρσί,
90
καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται
91
πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶα
92
καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ.
93
πολλοὶ δ’ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται.
94
χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται.
95
ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας ·
96
τόσσον ἐπ’ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον
97
πάντοθε. λαοὶ δ’ἔργα περιστέλλουσιν ἕκηλοι.
98
οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς
99
πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις,
100
οὐ δέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς
101
θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι ·
102
τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι
103
ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν,
104
ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσειν
105
οἷ’ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός.
106
οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸς
107
μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων ·
108
ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι,
109
αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι,
110
πολλὸν δ’ἰφθίμοισι δεδώρηται βασιλεῦσι,
111
πολλὸν δὲ πτολίεσσι, πολὺν δ’ἀγαθοῖσιν ἑταίροις.
112
οὐ δὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατ’ἀγῶνας
113
ἵκετ’ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν,
114
οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας.
115
Μουσάων δ’ὑποφῆται ἀείδοντι Πτολεμαῖον
116
ἀντ’εὐεργεσίας. τί δὲ κάλλιον ἀνδρί κεν εἴη
117
ὀλβίῳ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι;
118
τοῦτο καὶ Ἀτρείδαισι μένει · τὰ δὲ μυρία τῆνα,
119
ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες,
120
ἀέρι πᾳ κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος ·
121
μοῦνος δὲ προτέρωντε καὶ ὧν ἔτι θερμὰ κονία
122
στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη,
123
ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναούς ·
124
ἐν δ’αὐτοὺς χρυσῷ περικαλλέας ἠδ’ἐλέφαντι
125
ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς.
126
πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει
127
μησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν,
128
αὐτόςτ’ἰφθίματ’ἄλοχος, τᾶς οὔτις ἀρείων
129
νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετ’ἀγοστῷ,
130
ἐκ θυμοῦ στέργοισα κασίγνητόντε πόσιντε.
131
ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη,
132
οὓς τέκετο κρείουσα Ῥέα βασιλῆας Ὀλύμπου ·
133
ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἥρῃ
134
χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις.
135
χαῖρε ἄναξ Πτολεμαῖε · σέθεν δ’ἐγὼ ἶσα καὶ ἄλλων
136
μνάσομαι ἡμιθέων, δοκέω δ’ἔπος οὐκ ἀπόβλητον
137
φθέγξομαι ἐσσομένοις · ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ.
1
ἔν ποκ’ἄρα Σπάρτᾳ ξανθότριχι πὰρ Μενελάῳ
2
παρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαι
3
πρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο,
4
δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν,
5
ἁνίκα Τυνδαριδᾶν κατεδέξατο τὰν ἀγαπητὰν
6
μναστεύσας Ἑλέναν νεώτερος Ἀτρέος υἱός.
7
ἄειδον δ’ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι
8
ποσσὶ περιπλέκτοις, ὑπὸ δ’ἴαχε δῶμ’ὑμεναίῳ.
9
οὕτω δὴ πρωιζὲ κατέδραθες φίλε γαμβρέ;
10
ῥά τις ἐσσὶ λίαν βαρυγούνατος; ῥα φίλυπνος;
11
ῥα πολύν τιν’ἔπινες, ὅτ’εἰς εὐνὰν κατεβάλλευ;
12
εὕδειν μὰν σπεύδοντα καθ’ὥραν αὐτὸν ἐχρῆν τυ,
13
παῖδα δ’ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρὶ
14
παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ
15
κεἰς ἔτος ἐξ ἔτεος Μενέλαε τεὰ νυὸς ἅδε.
16
ὄλβιε γάμβρ’, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι
17
ἐς Σπάρταν, ἅπερ ὥλλοι ἀριστέες, ὡς ἀνύσαιο.
18
μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς.
19
Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν,
20
οἵα Ἀχαιιάδων γαῖαν πατεῖ οὐ δὲ μί’ἄλλα.
21
μέγα κέν τι τέκοιτ’, εἰ ματέρι τίκτοι ὁμοῖον.
22
ἄμμες δ’αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτός
23
χρισαμέναις ἀνδριστὶ παρ’Εὐρώταο λοετροῖς,
24
τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία,
25
τᾶν οὐδέν τις ἄμωμος, ἐπεί χ’Ἑλένᾳ παρισωθῇ.
26
ἀὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον,
27
πότνια νὺξ τότε λευκὸν ἔαρ χειμῶνος ἀνέντος ·
28
ὧδε καὶ χρυσέα Ἑλένα διαφαίνετ’ἐν ἁμῖν.
29
πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ
30
κάπῳ κυπάρισσος ἅρματι Θεσσαλὸς ἵππος ·
31
ὧδε καὶ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος.
32
οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα,
33
οὔτ’ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ
34
κερκίδι συμπλέξασα μακρῶν ἔταμ’ἐκ κελεόντων.
35
οὐ μὰν οὐ δὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι
36
Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν,
37
ὡς Ἑλένα, τᾶς πάντες ἐπ’ὄμμασιν ἵμεροι ἐντί.
38
καλὰ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη,
39
ἄμμες δ’ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα
40
ἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας,
41
πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναὶ
42
ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι.
43
πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο
44
πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον,
45
πρᾶται δ’ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ
46
λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον ·
47
γράμματα δ’ἐν φλοιῷ γεγράψεται, (ὡς παριών τις
48
ἀννείμῃ,) δωριστί · σέβου μ’· Ἑλένας φυτὸν εἰμί.
49
χαίροις νύμφα, χαίροις εὐπένθερε γαμβρέ.
50
Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμιν
51
εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι
52
ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον,
53
ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ.
54
εὕδετ’ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες
55
καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε.
56
νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸς
57
ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.
58
ὑμὴν Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.
1
τὸν κλέπταν πότ’Ἔρωτα κακὰ κέντασε μέλισσα
2
κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν
3
δάκτυλα πάνθ’ὑπένυξεν. δ’ἄλγεε καὶ χέρ’ἐφύση
4
καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δ’Ἀφροδίτᾳ
5
δεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, ὅττί γε τυτθὸν
6
θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ.
7
χἁ μάτηρ γελάσασα · τί δ’; οὐκ ἴσος ἐσσὶ μελίσσαις;
8
ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς.
1
Εὐνείκα μ’ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι,
2
καί μ’ἐπικερτομέοισα τάδ’ἔννεπεν · ἔρρ’ἀπ’ἐμεῖο.
3
βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα
4
ἀγροίκως φιλέειν, ἀλλ’ἀστικὰ χείλεα θλίβειν.
5
μή τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα μη δ’ἐν ὀνείροις.
6
οἷα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις,
7
ὡς τρυφέρ’αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις ·
8
ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν.
9
χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι,
10
καὶ κακὸν ἐξόσδεις. ἀπ’ἐμεῦ φύγε, μή με μολύνῃς.
11
τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον,
12
καί μ’ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε
13
χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα,
14
καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς
15
καὶ σοβαρόν μ’ἐγέλαξεν. ἐμοὶ δ’ἄφαρ ἔζεσεν αἷμα,
16
καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ.
17
χἁ μὲν ἔβα με λιποῖσα · φέρω δ’ὑποκάρδιον ὀργάν,
18
ὅττί με τὸν χαρίεντα κακὰ μωμήσαθ’ἑταίρα.
19
ποιμένες, εἴπατέ μοι τὸ κρήγυον · οὐ καλὸς ἐμμί;
20
ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε;
21
καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος
22
ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δ’ἐπύκαζεν ὑπήναν,
23
χαῖται δ’οἷα σέλινα περὶ κροτάφοισι κέχυντο,
24
καὶ λευκὸν τὸ μέτωπον ἐπ’ὀφρύσι λάμπε μελαίναις ·
25
ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν Ἀθάνας,
26
καὶ στόμα δ’αὖ πακτᾶς γλυκερώτερον, ἐκ στομάτων δὲ
27
ἔρρεέ μοι φωνὰ γλυκερωτέρα μέλι κηρῶ.
28
ἁδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω,
29
κἢν αὐλῷ δονέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ.
30
καὶ πᾶσαι καλόν με κατ’ὤρεα φαντὶ γυναῖκες,
31
καὶ πᾶσαί με φιλεῦντι · τὰ δ’ἀστικά μ’οὐκ ἐφίλασεν,
32
ἀλλ’ὅτι βουκόλος ἐμμὶ παρέδραμε κοὔποτ’ἀκούει,
33
ὡς καλὸς Διόνυσος ἐν ἄγκεσι πόρτιν ἔλαυνεν ·
34
οὐκ ἔγνω δ’, ὅτι Κύπρις ἐπ’ἀνέρι μήνατο βούτᾳ
35
καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι καὶ τὸν Ἄδωνιν
36
ἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν.
37
Ἐνδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάνα
38
βουκολέοντα φίλασεν, ἀπ’Οὐλύμπω δὲ μολοῖσα
39
λάθριον ἀν νάπος ἦλθε καὶ εἰς ἕνα παιδὶ κάθευδε.
40
καὶ τὺ Ῥέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τὺ
41
Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης;
42
Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν,
43
Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας.
44
μηκέτι μη δὲ σὺ Κύπρι τὸν ἁδέα μήτε κατ’ἄστυ
45
μήτ’ἐν ὄρει φιλέοις, μούνη δ’ἀνὰ νύκτα καθεύδοις.
1
πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει,
2
αὐτὰ τῶ μόχθοιο διδάσκαλος · οὐ δὲ γὰρ εὕδειν
3
ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι.
4
κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνον
5
αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι.
6
ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες,
7
στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι,
8
κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ · ἐγγύθι δ’αὐτοῖν
9
κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι,
10
τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέλητα
11
ὁρμιαὶ κύρτοιτε καὶ ἐκ σχοίνων λαβύρινθοι,
12
μήρινθοι κώπατε γέρωντ’ἐπ’ἐρείσμασι λέμβος ·
13
νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμάτ’ἐπί σφι
14
οὗτος τοῖς ἁλιεῦσιν πᾶς πόρος, οὗτος πλοῦτος.
15
οὐδεὶς δ’οὐ σισύραν εἶχ’οὐ λίνα · πάντα περισσά,
16
πάντ’ἐδόκει τήνοις · γὰρ πενία σφας ἔτειρε
17
οὐδεὶς δ’ἐν μέσσῳ γείτων · πενίᾳ δὲ παρ’αὐτὰν
18
θλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα.
19
κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας,
20
τοὺς δ’ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲ
21
ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν.
22
ψεύδοντ’ φίλε πάντες, ὅσοι τὰς νύκτας ἔφασκον
23
τῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρει Ζεύς.
24
ἤδη μυρί’ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς.
25
μὴ λαθόμην; τί τὸ χρῆμα; χρόνον δ’αἱ νύκτες ἔχοντι.
26
Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος; οὐ γὰρ καιρὸς
27
αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον · ἀλλὰ τὸν ὕπνον
28
φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι.
29
ἆρ’ἔμαθες κρίνειν πόκ’ἐνύπνια; χρηστὰ γὰρ εἶδον.
30
οὔ δε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον.
31
ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ.
32
ὃς γὰρ ἂν εἰκάξῃ κατὰ τὸν νόον οὗτος ἄριστος
33
ἐστὶν ὀνειροκρίτας, διδάσκαλός ἐστι παρ’ νοῦς.
34
ἄλλως καὶ σχολά ἐστι · τί γὰρ ποιεῖν ἂν ἔχοι τις
35
κείμενος ἐν φύλλοις ποτὶ κύματι μη δὲ καθεύδων,
36
ἀλλ’ὄνος ἐν ῥάμνῳ τότε λύχνιον ἐν πρυτανείῳ ·
37
φαντὶ γὰρ ἀγρυπνίαν τόδ’ἔχειν.
38
λέγε μοί ποτε νυκτὸς
39
ὄψιν, ἐπεὶ τά τις οἶδε λέγει μανύεν ἑταίρῳ.
40
δειλινὸν ὡς κατέδαρθον ἐν εἰναλίοισι πόνοισιν (οὐ μὰν ἦν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ,
41
εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθ’), εἶδον ἐμαυτὸν
42
ἐν πέτρᾳ μεμαῶτα, καθεζόμενος δ’ἐδόκευον
43
ἰχθύας, ἐκ καλάμων δὲ πλάνον κατέσειον ἐδωδάν.
44
καί τις τῶν τραφερῶν ὠρέξατο · καὶ γὰρ ἐν ὕπνοις
45
πᾶσα κύων ἄρκτον μαντεύεται, ἰχθύα κἠγών.
46
χὡ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα,
47
τὸν κάλαμον δ’ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον
48
τὼ χέρε τεινόμενον περικλώμενον, εὐρὺν ἀγῶνα,
49
πῶς νιν ἕλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις.
50
εἶθ’ὑπομιμνάσκων τῶ τρώματος ἠρέμ’ἔνυξα,
51
καὶ νύξας ἐχάλαξα, καὶ οὐ φεύγοντος ἔτεινα.
52
ἤνυσα δ’ὦν τὸν ἄεθλον, ἀνείλκυσα χρύσεον ἰχθύν,
53
παντᾷ τοι χρυσῷ πεπυκασμένον · εἶχε δὲ δεῖμα,
54
μήτι Ποσειδάωνι πέλοι πεφιλημένος ἰχθὺς
55
τάχα τᾶς γλαυκᾶς κειμήλιον Ἀμφιτρίτης.
56
ἠρέμα δ’αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα,
57
μή ποτε τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν.
58
καὶ τὸν μὲν πίστευσα καλεῖν τὸν ἐπήρατον ἰχθύν,
59
ὤμοσα δ’οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι,
60
ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῷ χρυσῷ βασιλεύσειν.
61
ταῦτά με κἀξήγειρε, τὺ δ’ ξένε λοιπὸν ἔρειδε
62
τὰν γνώμαν · ὅρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ.
63
καὶ σύγε τί τρέσσεις; οὐκ ὤμοσας · οὐ δὲ γὰρ ἰχθὺν
64
χρύσεον ὡς ἴδες εὗρες, ἴσα δ’ἦν ψεύδεσιν ὄψις,
65
ἐλπὶς τῶν ὕπνων. ζάτει τὸν σάρκινον ἰχθύν, εἰ γάρ πᾳ κνώσσων ἔτ’ἐτώσια ταῦτα ματεύσεις,
66
μὴ σὺ θάνῃς λιμῷ καίτοι χρυσοῖσιν ὀνείροις.
1
ὑμνέομεν Λήδαςτε καὶ αἰγιόχου Διὸς υἱώ,
2
Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζειν
3
χεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν.
4
ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα
5
κούρης Θεστιάδος, Λακεδαιμονίους δύ’ἀδελφούς,
6
ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων,
7
ἵππωνθ’αἱματόεντα ταρασσομένων καθ’ὅμιλον,
8
νηῶνθ’, αἳ δύνοντα καὶ οὐρανὸν ἐξανύοντα
9
ἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις.
10
οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα,
11
ἠὲ καὶ ἐκ πρῴρηθεν, ὅππῃ θυμὸς ἑκάστου,
12
ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δ’ἄρα τοίχους
13
ἀμφοτέρους · κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάντα
14
εἰκῇ ἀποκλασθέντα · πολὺς δ’ἐξ οὐρανοῦ ὄμβρος
15
νυκτὸς ἐφερπούσης · παταγεῖ δ’εὐρεῖα θάλασσα,
16
κοπτομένη πνοιαῖςτε καὶ ἀρρήκτοισι χαλάζαις.
17
ἀλλ’ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας
18
αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι ·
19
αἶψα δ’ἀπολήγοντ’ἄνεμοι, λιπαρὴ δὲ γαλάνη
20
ἀμπέλαγος · νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι ·
21
ἐκ δ’ἄρκτοιτ’ἐφάνησαν, ὄνωντ’ἀνὰ μέσσον ἀμαυρὴ
22
φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα.
23
ἄμφω θνητοῖσι βοηθόοι, φίλοι ἄμφω,
24
ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί ·
25
Κάστορος πρώτου Πολυδεύκεος ἄρξομ’ἀείδειν;
26
ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω.
27
μὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας
28
Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου
29
Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα.
30
ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ
31
τοίχων ἄνδρες ἔβαινον Ἰησονίης ἀπὸ νηός.
32
ἐκβάντες δ’ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν
33
εὐνάςτ’ἐστόρνυντο πυρεῖάτε χερσὶν ἐνώμων.
34
Κάστωρ δ’αἰολόπωλος τ’οἰνωπὸς Πολυδεύκης
35
ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων,
36
παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην.
37
εὗρον δ’ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ
38
ὕδατι πεπληθυῖαν ἀκηράτῳ · αἱ δ’ὑπένερθεν
39
λάλλαι κρυστάλλῳ ἠδ’ἀργύρῳ ἰνδάλλοντο
40
ἐκ βυθοῦ · ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι
41
λεῦκαίτε πλάτανοίτε καὶ ἀκρόκομοι κυπάρισσοι,
42
ἄνθεάτ’εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις,
43
ὅσσ’ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας.
44
ἔνθα δ’ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε,
45
δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς ·
46
στήθεα δ’ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον
47
σαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός.
48
ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπ’ὦμον
49
ἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων
50
χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις ·
51
αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο
52
ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων.
53
τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης.
54
χαῖρε ξεῖν’, ὅτις ἐσσί. τίνες βροτοί, ὧν ὅδε χῶρος;
55
χαίρω πῶς, ὅτετ’ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα;
56
θάρσει. μήτ’ἀδίκους μήτ’ἐξ ἀδίκων φάθι λεύσσειν.
57
θαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδ’ἔοικεν.
58
ἄγριος εἶ, πρὸς πάντα παλίγκοτος, ὑπερόπτης;
59
τοιόσδ’οἷον ὁρᾷς · τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω.
60
π. ἔλθοις, καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδ’ἱκάνοις.
61
μήτε σύ με ξείνιζε, τάτ’ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ.
62
δαιμόνι’, οὐ δ’ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης;
63
γνώσεαι, εἴ σευ δῖψος ἀνειμένα χείλεα τέρσει.
64
ἄργυρος τίς μισθός, ἐρεῖς, κέν σε πίθοιμεν;
65
α. εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς.
66
πυγμάχος, καὶ ποσσὶ θενὼν σκέλος;
67
………ὄμματά γ’ὀρθὸς
68
πὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης.
69
τίς γάρ, ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας;
70
ἐγγὺς ὁρᾷς · οὐ γύννις ἐὼν κεκλήσεθ’ πύκτης. π. καὶ ἄεθλον ἑτοῖμον, ἐφ’ δηρισόμεθ’ἄμφω
71
σὸς μὲν ἐγώ, σὺ δ’ἐμὸς κεκλήσεαι, αἴκε κρατήσω.
72
ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί.
73
εἴτ’οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσι
74
γινόμεθ’, οὐκ ἄλλῳ γε μαχεσσαίμεσθ’ἐπ’ἀέθλῳ.
75
ῥ’Ἄμυκος, καὶ κόχλον ἑλὼν μυκήσατοκοίλην.
76
οἱ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστους
77
κόχλου φυσηθέντος ἀεὶ Βέβρυκες κομόωντες.
78
ὣς δ’αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάντας
79
Μαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ.
80
οἱ δ’ἐπεὶ οὖν σπείρῃσιν ἐκαρτύναντο βοείαις
81
χεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας,
82
ἐς μέσσον σύναγον φόνον ἀλλήλοισι πνέοντες.
83
ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη,
84
ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο ·
85
ἰδρείῃ μέγαν ἄνδρα παρήλυθες Πολύδευκες,
86
βάλλετο δ’ἀκτίνεσσιν ἅπαν Ἀμύκοιο πρόσωπον.
87
αὐτὰρ ὅγ’ἐν θυμῷ κεχολωμένος ἵετο πρόσσω,
88
χερσὶ τιτυσκόμενος. τοῦ δ’ἄκρον τύψε γένειον
89
Τυνδαρίδης ἐπιόντος · ὀρίνθη δὲ πλέον πρίν,
90
σὺν δὲ μάχην ἐτάραξε, πολὺς δ’ἐπέκειτο νενευκὼς
91
ἐς γαῖαν. Βέβρυκες δ’ἐπαΰτεον, οἱ δ’ἑτέρωθεν
92
ἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον,
93
δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειε
94
χώρῳ ἐνὶ στεινῷ Τιτυῷ ἐναλίγκιος ἀνήρ.
95
ἤτοι ὅγ’ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸς
96
ἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δ’ὁρμῆς
97
παῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα.
98
ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δ’ἔπτυσεν αἷμα
99
φοίνιον · οἱ δ’ἅμα πάντες ἀριστῆες κελάδησαν,
100
ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόματε γναθμούςτε ·
101
ὄμματα δ’οἰδήσαντος ἀπεστείνωτο προσώπου.
102
τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνὺς
103
πάντοθεν · ἀλλ’ὅτε δή μιν ἀμηχανέοντ’ἐνόησε,
104
μέσσης ῥινὸς ὕπερθε κατ’ὀφρύος ἤλασε πυγμῇ,
105
πᾶν δ’ἀπέσυρε μέτωπον ἐς ὀστέον. αὐτὰρ πληγεὶς
106
ὕπτιος ἐν φύλλοισι τεθηλόσιν ἐξετανύσθη.
107
ἔνθα μάχη δριμεῖα πάλιν γένετ’ὀρθωθέντος ·
108
ἀλλήλους δ’ὄλεκον στερεοῖς θείνοντες ἱμᾶσιν.
109
ἀλλ’ μὲν ἐς στῆθόςτε καὶ ἔξω χεῖρας ἐνώμα
110
αὐχένος ἀρχηγὸς Βεβρύκων · δ’ἀεικέσι πληγαῖς
111
πᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης.
112
σάρκες δ’αἱ μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δὲ
113
αἶψ’ὀλίγος γένετ’ἀνδρός · δ’αἰεὶ πάσσονα γυῖα
114
ἁπτομένου φορέεσκε πόνου καὶ χροιῇ ἀμείνων.
115
πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν;
116
εἰπὲ θεά, σὺ γὰρ οἶσθα · ἐγὼ δ’ἑτέρων ὑποφήτης
117
φθέγξομαι, ὡς ἐθέλεις σύ, καὶ ὅππως τοι φίλον αὐτῇ.
118
ἤτοι ὅγε ῥέξαί τι λιλαιόμενος μέγα ἔργον
119
σκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα,
120
δοχμὸς ἀπὸ προβολῆς κλινθείς, ἑτέρῃ δ’ἐπιβαίνων
121
δεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον.
122
καί κε τυχὼν ἔβλαψεν Ἀμυκλαίων βασιλῆα.
123
ἀλλ’ὅγ’ὑπεξανέδυ κεφαλῇ, στιβαρῇ δ’ἅμα χειρὶ
124
πλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ ·
125
ἐκ δ’ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος ·
126
λαιῇ δὲ στόμα κόψε, πυκνοὶ δ’ἀράβησαν ὀδόντες ·
127
αἰεὶ δ’ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον,
128
μέχρι συνηλοίησε παρήια. πᾶς δ’ἐπὶ γαίῃ
129
κεῖτ’ἀλλοφρονέων, καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν
130
ἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν.
131
τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας,
132
πύκτη Πολύδευκες · ὄμοσσε δέ τοι μέγαν ὅρκον,
133
ὃν πατέρ’ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων,
134
μήποτ’ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι.
135
καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ. σὲ δὲ Κάστορ ἀείσω,
136
Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ.
137
τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ
138
δοιὰς Λευκίπποιο κόρας · δοιὼ δ’ἄρα τώγε
139
ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷ’Ἀφαρῆος,
140
γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ καρτερὸς Ἴδας.
141
ἀλλ’ὅτε τύμβον ἵκανον ἀποφθιμένου Ἀφαρῆος,
142
ἐκ δίφρων ἅμα πάντες ἐπ’ἀλλήλοισιν ὄρουσαν,
143
ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι.
144
Λυγκεὺς δ’αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγ’ἀύσας ·
145
δαιμόνιοι, τί μάχης ἱμείρετε; πῶς δ’ἐπὶ νύμφαις
146
ἀλλοτρίαις χαλεποί, γυμναὶ δ’ἐν χερσὶ μάχαιραι;
147
ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατρας
148
τάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ ·
149
ὑμεῖς δ’οὐ κατὰ κόσμον ἐπ’ἀλλοτρίοις λεχέεσσιν
150
βουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσιν
151
ἄνδρα παρετρέψασθε, γάμον δ’ἐκλέπτετε δώροις.
152
μὰν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιν
153
αὐτὸς ἐγὼ τάδ’ἔειπα καὶ οὐ πολύμυθος ἐών περ ·
154
οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικε
155
μνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι.
156
πολλή τοι Σπάρτη, πολλὴ δ’ἱππήλατος Ἦλις,
157
Ἀρκαδίητ’εὔμηλος Ἀχαιῶντε πτολίεθρα,
158
Μεσσήνητε καὶ Ἄργος ἅπασάτε Σισυφὶς ἀκτή ·
159
ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται
160
μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο.
161
τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κ’ἐθέλητε ·
162
ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι ·
163
ὑμεῖς δ’ἐν πάντεσσι διάκριτοι ἡρώεσσι,
164
καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα.
165
ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖν
166
ἄμμι γάμον · σφῷν δ’ἄλλον ἐπιφραζώμεθα πάντες.
167
ἴσκον τοιάδε πολλά, τὰ δ’εἰς ὑγρὸν ᾤχετο κῦμα
168
πνοιὴ ἔχουσ’ἀνέμοιο, χάρις δ’οὐχ ἕσπετο μύθοις.
169
σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες. ἀλλ’ἔτι καὶ νῦν
170
πείθεσθ’· ἄμφω δ’ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν.
171
εἰ δ’ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴ
172
νεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι,
173
Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης,
174
χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης,
175
νῶι δ’, ἐγὼ Κάστωρτε, διακρινώμεθ’ἄρηι
176
ὁπλοτέρω γεγαῶτε. γονεῦσι δὲ μὴ πολὺ πένθος
177
ἡμετέροισι λίπωμεν. ἅλις νέκυς ἐξ ἑνὸς οἴκου
178
εἶς · ἀτὰρ ὥλλοι πάντες ἐυφρανέουσιν ἑταίρους
179
νυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούρας
180
τάσδ’· ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν.
181
εἶπε, τὰ δ’οὐκ ἄρ’ἔμελλε θεὸς μεταμώνια θήσειν.
182
τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπ’ὤμων τεύχε’ἔθεντο,
183
γενεῇ προφέρεσκον · δ’ἐς μέσον ἤλυθε Λυγκεύς,
184
σείων καρτερὸν ἔγχος ὑπ’ἀσπίδος ἄντυγα πρώτην ·
185
ὣς δ’αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμὰς
186
Κάστωρ · ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι.
187
ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχον
188
ἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν.
189
ἀλλ’ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαι
190
δοῦρ’ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα.
191
τὼ δ’ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτις
192
τεῦχον ἐπ’ἀλλήλοισι · μάχης δ’οὐ γίνετ’ἐρωή.
193
πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειαν
194
Κάστωρ, πολλὰ δ’ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺς
195
τοῖο σάκος, φοίνικα δ’ὅσον λόφον ἵκετ’ἀκωκή.
196
τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖρα
197
φάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρ
198
σκαιῷ · δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγειν
199
ὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς Ἴδας
200
κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν.
201
ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸ
202
Τυνδαρίδης λαγόνοςτε καὶ ὀμφαλοῦ · ἔγκατα δ’εἴσω
203
χαλκὸς ἄφαρ διέχευεν · δ’ἐς στόμα κεῖτο νενευκὼς
204
Λυγκεύς, κὰδ δ’ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος.
205
οὐ μὰν οὐ δὲ τὸν ἄλλον ἐφ’ἑστίῃ εἶδε πατρῴῃ
206
παίδων Λαοκόωσσα φίλον γάμον ἐκτελέσαντα.
207
γὰρ ὅγε στήλην Ἀφαρηίου ἐξανέχουσαν
208
τύμβου ἀναρρήξας ταχέως Μεσσήνιος Ἴδας
209
μέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα ·
210
ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτὴν
211
μάρμαρον, αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ.
212
οὕτως Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ.
213
αὐτοίτε κρατέοντε καὶ ἐκ κρατέοντος ἔφυσαν.
214
χαίρετε Λήδας τέκνα, καὶ ἡμετέροις κλέος ὕμνοις
215
ἐσθλὸν ἀεὶ πέμποιτε · φίλοι δέτε πάντες ἀοιδοὶ
216
Τυνδαρίδαις Ἑλένῃτε καὶ ἄλλοις ἡρώεσσιν,
217
Ἴλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάῳ.
218
ὑμῖν κῦδος ἄνακτες ἐμήσατο Χῖος ἀοιδός,
219
ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας Ἀχαιῶν
220
Ἰλιάδαςτε μάχας Ἀχιλῆάτε πύργον ἀυτῆς ·
221
ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων,
222
οἷ’αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει,
223
τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί.
1
ἀνήρ τις πολύφιλτρος ἀπηνέος ἤρατ’ἐφάβω,
2
τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθ’ὁμοίω.
3
μίσει τὸν φιλέοντα καὶ οὐ δὲ ἓν ἅμερον εἶχε,
4
κοὐκ ᾔδει τὸν Ἔρωτα, τίς ἦν θεός, ἡλίκα τόξα
5
χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει ·
6
πάντα δὲ κἠν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής.
7
οὐ δέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα
8
χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον,
9
οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα.
10
οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς,
11
οὕτως πάντ’ἐποίει ποτὶ τὸν φίλον · ἄγρια δ’αὐτῷ
12
χείλεα καὶ κῶραι δεινὸν βλέπος · εἶχε γὰρ ὄγκον ·
13
τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δ’ἀπὸ χρὼς
14
ὕβριν τᾶς ὀργᾶς περικείμενος. ἀλλὰ καὶ οὕτως
15
ἦν καλός · ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς.
16
λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας,
17
ἀλλ’ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις,
18
καὶ κύσε τὰν φλιάν, οὕτω δ’ἀνενείκατο φωνάν ·
19
ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας,
20
λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον
21
λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον · οὐκέτι πὰρ σὲ
22
κῶρ’ἐθέλω λύπης κεχολωμένος, ἀλλὰ βαδίζω,
23
ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν
24
ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λᾶθος.
25
ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω,
26
οὐ δ’οὕτως σβέσσω τὸν ἐμὸν χόλον. ἄρτι δὲ χαίρειν
27
τοῖσι τεοῖς προθύροις ἐπιτέλλομαι. οἶδα τὸ μέλλον.
28
καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ χρόνος αὐτὸ μαραίνει ·
29
καὶ τὸ ἴον καλόν ἐστιν ἐν εἴαρι, καὶ ταχὺ γηρᾷ ·
30
λευκὸν τὸ κρίνον ἐστί, μαραίνεται ἁνίκα πίπτῃ ·
31
δὲ χιὼν λευκά, καὶ τάκεται ἁνίκα πασθῇ.
32
καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλ’ὀλίγον ζῇ.
33
ἥξει καιρὸς ἐκεῖνος, ὁπανίκα καὶ τὺ φιλάσεις,
34
ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσῃ.
35
ἀλλὰ τὺ παῖ καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον ·
36
ὁππόταν ἐξενθὼν ἠρτημένον ἐν προθύροισι
37
τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς,
38
στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ
39
λῦσον τῶ σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν
40
εἵματα καὶ κρύψόν με, τὸ δ’αὖ πύματόν με φίλασον,
41
κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα. μή με φοβαθῇς ·
42
οὐ δύναμαι λυπεῖν σε, διαλλάξεις με φιλάσας.
43
χῶμα δέ μοι χῶσόν τι μευ κρύψει τὸν ἔρωτα.
44
κἂν ἀπίῃς, τόδε μοι τρὶς ἐπαίασον · φίλε κεῖσαι.
45
ἢν δὲ θέλῃς, καὶ τοῦτο · καλὸς δέ μοι ὤλεθ’ἑταῖρος.
46
γράψον καὶ τόδε γράμμα, τὸ σοῖς τοίχοισι χαράξω ·
47
τοῦτον ἔρως ἔκτεινεν. ὁδοιπόρε, μὴ παροδεύσῃς,
48
ἀλλὰ στὰς τόδε λέξον · ἀπηνέα εἶχεν ἑταῖρον .
49
ὧδ’εἰπὼν λίθον εἷλκεν, ἐρεισάμενος δ’ἐπὶ τοίχω
50
ἄχρι μέσων οὐδῶν φοβερὸν λίθον ἅπτετ’ἀπ’αὐτῶν,
51
τὰν λεπτὰν σχοινῖδα, βρόχον δ’ἐνέβαλλε τραχήλῳ,
52
τὰν ἕδραν δ’ἐκύλισεν ὑπὲκ ποδός, ἠδ’ἐκρεμάσθη
53
νεκρός. δ’αὖτ’ὤιξε θύρας καὶ τὸν νεκρὸν εἶδεν
54
αὐλᾶς ἐξ ἰδίας ἠρτημένον, οὐ δ’ἐλυγίχθη
55
τὰν ψυχάν, οὐ κλαῦσε νέον φόνον, ἀλλ’ἐπὶ νεκρῷ
56
εἵματα πάντ’ἐμίανεν, ἐφαβικὰ βαῖνε δ’ἐς ἄθλα
57
γυμναστῶν, καὶ τῆλε φίλων ἐπεμαίετο λουτρῶν,
58
καὶ ποτὶ τὸν θεὸν ἦλθε, τὸν ὕβρισε · λαϊνέας δὲ
59
ἵστατ’ἀπὸ κρηπῖδος ἐς ὕδατα · τῷ δ’ἐφύπερθεν
60
ἅλατο καὶ τὤγαλμα, κακὸν δ’ἔκτεινεν ἔφαβον ·
61
νᾶμα δ’ἐφοινίχθη · παιδὸς δ’ἐπενάχετο σῶμα.
62
χαίρετε τοὶ φιλέοντες · γὰρ μισῶν ἐφονεύθη.
63
στέργετε δ’οἱ μισεῦντες · γὰρ θεὸς οἶδε δικάζειν.
1
Ἡρακλέα δεκάμηνον ἐόντα πόχ’ Μιδεᾶτις
2
Ἀλκμήνα καὶ νυκτὶ νεώτερον Ἰφικλῆα,
3
ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος,
4
χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου
5
Ἀμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος.
6
ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων ·
7
εὕδετ’ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον,
8
εὕδετ’ἐμὰ ψυχά, δύ’ἀδελφεώ, εὔσοα τέκνα ·
9
ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε.
10
ὣς φαμένα δίνασε σάκος μέγα · τοὺς δ’ἔλαβ’ὕπνος.
11
ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτος
12
Ὠρίωνα κατ’αὐτόν, δ’ἀμφαίνει μέγαν ὦμον,
13
τᾶμος ἄρ’αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρη
14
κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας
15
ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων
16
εἶκεν, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα.
17
τὼ δ’ἐξειληθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω
18
αἱμοβόρους ἐκύλιον · ἀπ’ὀφθαλμῶν δὲ κακὸν πῦρ
19
ἐρχομένοις λάμπεσκε, βαρὺν δ’ἐξέπτυον ἰόν.
20
ἀλλ’ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον,
21
καὶ τότ’ἄρ’ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα,
22
Ἀλκμήνας φίλα τέκνα, φάος δ’ἀνὰ οἶκον ἐτύχθη.
23
ἤτοι ὅγ’εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρί’ἀνέγνω
24
κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας,
25
Ἰφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν,
26
φευγέμεν ὁρμαίνων · δ’ἐναντίος εἴχετο χερσὶν
27
Ἡρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ,
28
δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ κέκρυπται
29
οὐλομένοις ὀφίεσσιν, καὶ θεοὶ ἐχθαίροντι.
30
τὼ δ’αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα
31
ὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν ·
32
ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας,
33
δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν.
34
Ἀλκμήνα δ’ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα ·
35
ἄνσταθ’Ἀμφιτρύων · ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν ·
36
ἄνστα, μη δὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείῃς.
37
οὐκ ἀίεις, παίδων νεώτερος ὅσσον ἀυτεῖ;
38
οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέτε τοῖχοι
39
πάντες ἀριφραδέες, καθαρᾶς ἅπερ ἠριγενείας;
40
ἔστί τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλ’ἀνδρῶν.
41
ὣς φάθ’. δ’ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας ·
42
δαιδάλεον δ’ὥρμασε μετὰ ξίφος, οἱ ὕπερθεν
43
κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο.
44
ἤτοι ὅγ’ὠριγνᾶτο νεοκλώστου τελαμῶνος,
45
κουφίζων ἑτέρᾳ κολεὸν μέγα, λώτινον ἔργον.
46
ἀμφιλαφὴς δ’ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας ·
47
δμῶας δὴ τότ’ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας ·
48
οἴσετε πῦρ ὅτι θᾶσσον ἀπ’ἐσχαρεῶνος ἑλόντες,
49
δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατ’ὀχῆας.
50
ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀυτεῖ.
51
ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα.
52
οἱ δ’αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι
53
δμῶες · ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου.
54
ἤτοι ἄρ’ὡς εἴδοντ’ἐπιτίτθιον Ἡρακλῆα
55
θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα,
56
συμπλήγδην ἰάχησαν · δ’ἐς πατέρ’Ἀμφιτρύωνα
57
ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δ’ὑψόθι χαίρων
58
κουροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν
59
πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα.
60
Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον
61
ξηρὸν ὑπαὶ δείους ἀκρόχλοον Ἰφικλῆα ·
62
Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπ’ἀμνείαν θέτο χλαῖναν
63
παῖδα, πάλιν δ’ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου.
64
ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον ·
65
Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα
66
Ἀλκμήνα καλέσασα τέρας κατέλεξε νεοχμόν,
67
καί νιν ὑποκρίνεσθαι, ὅπως τελέεσθαι ἔμελλεν,
68
ἠνώγει. μη δ’εἴ τι θεοὶ νοέοντι πονηρόν,
69
αἰδόμενος σύ με κρύπτε · καὶ ὣς οὐκ ἔστιν ἀλύξαι
70
ἀνθρώποις τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει.
71
ἀλλ’Εὐηρείδα μάλα σε φρονέοντα διδάσκω.
72
τόσσ’ἔλεγεν βασίλεια · δ’ἀνταμείβετο τοίως ·
73
θάρσει ἀριστοτόκεια γύναι, Περσήιον αἷμα.
74
θάρσει · μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ θέσθαι.
75
ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων,
76
πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα
77
χειρὶ κατατρίψοντι ἀκρέσπερον ἀείδοισαι
78
Ἀλκμήναν ὀνομαστί, σέβας δ’ἔσῃ Ἀργείαισι.
79
τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα
80
ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως,
81
οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι.
82
δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖν
83
μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἑξεῖ.
84
γαμβρὸς δ’ἀθανάτων κεκλήσεται, οἳ τάδ’ἐπῶρσαν
85
κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι.
86
ἔσται δὴ τοῦτ’ἆμαρ, ὁπηνίκα νεβρὸν ἐν εὐνᾷ
87
καρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει.
88
ἀλλὰ γύναι πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω,
89
κάγκανα δ’ἀσπαλάθου ξύλ’ἑτοιμάσατ’ παλιούρου
90
βάτου ἀνέμῳ δεδονημένον αὖον ἄχερδον ·
91
καῖε δὲ τώδ’ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε
92
νυκτὶ μέσᾳ, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί.
93
ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις
94
ῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα
95
ῥωγάδας ἐς πέτρας ὑπερούριον, ἂψ δὲ νέεσθαι
96
ἄστρεπτος · καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ
97
πρᾶτον, ἔπειτα δ’ἅλεσσι μεμιγμένον, ὡς νενόμισται,
98
θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ ·
99
Ζηνὶ δ’ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον,
100
δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε.
101
φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον
102
Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς.
103
Ἡρακλέης δ’ὑπὸ ματρὶ νέον φυτὸν ὣς ἐν ἀλωᾷ
104
ἐτρέφετ’Ἀργείου κεκλημένος Ἀμφιτρύωνος.
105
γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν,
106
υἱὸς Ἀπόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως,
107
τόξον δ’ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστῶν
108
Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις.
109
αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσε
110
πυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας εὔμολπος.
111
ὅσσα δ’ἀπὸ σκελέων ἑδροστρόφοι Ἀργόθεν ἄνδρες
112
ἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσάτε πύκται
113
δεινοὶ ἐν ἱμάντεσσιν, τ’ἐς γαῖαν προπεσόντες
114
πάμμαχοι ἐξεύροντο σοφίσματα σύμφορα τέχνᾳ,
115
πάντ’ἔμαθ’Ἑρμείαο διδασκόμενος παρὰ παιδὶ
116
Ἁρπαλύκῳ Φανοτῆι, τὸν οὐ δ’ἂν τηλόθι λεύσσων
117
θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντ’ἐν ἀγῶνι ·
118
τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ.
119
ἵππους δ’ἐξελάσασθαι ὑφ’ἅρματι, καὶ περὶ νύσσαν
120
ἀσφαλέως κάμπτοντα τροχῷ σύριγγα φυλάξαι,
121
Ἀμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεν
122
αὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξήρατ’ἀγώνων
123
Ἄργει ἐν ἱπποβότῳ κειμήλια, καί οἱ ἀαγεῖς
124
δίφροι, ἐφ’ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας.
125
δούρατι δὲ προβολαίῳ ὑπ’ἀσπίδι ὦμον ἔχοντα
126
ἀνδρὸς ὀρέξασθαι ξιφέωντ’ἀνέχεσθαι ἀμυχμόν,
127
κοσμῆσαίτε φάλαγγα λόχοντ’ἀναμετρήσασθαι
128
δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι
129
Κάστωρ Ἱππαλίδας δέδαεν, φυγὰς Ἄργεος ἐνθών,
130
ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺς
131
ναῖε παρ’Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος.
132
Κάστορι δ’οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστὴς
133
ἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα.
134
ὧδε μὲν Ἡρακλῆα φίλα παιδεύσατο μάτηρ.
135
εὐνὰ δ’ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸς
136
δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ,
137
δεῖπνον δὲ κρέατ’ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτος
138
Δωρικός · ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι.
139
αὐτὰρ ἐπ’ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον.
140
εἵματα δ’οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας.
1
τὸν δ’ γέρων προσέειπε φυτῶν ἐπίουρος ἀροτρεὺς
2
παυσάμενος ἔργοιο, τό οἱ μετὰ χερσὶν ἔκειτο ·
3
ἔκ τοι ξεῖνε πρόφρων μυθήσομαι ὅσσ’ἐρεείνεις,
4
Ἑρμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο ·
5
τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι,
6
εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην.
7
ποῖμναι μὲν βασιλῆος εὔτριχες Αὐγείαο
8
οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐ δ’ἕνα χῶρον ·
9
ἀλλ’αἱ μέν ῥα νάοντος ἐπ’ὄχθαις ἀμφ’Ἐλισοῦντος,
10
αἱ δ’ἱερὸν θείοιο παρὰ ῥόον Ἀλφειοῖο,
11
αἱ δ’ἐπὶ Βουπρασίου πολυβότρυος, αἱ δὲ καὶ ὧδε.
12
χωρὶς δὴ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις.
13
αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης
14
πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι,
15
Μηνίου ἀμμέγα τῖφος, ἐπεὶ πολυειδέα ποίην
16
λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναίτε
17
εἰς ἅλις, ῥα βόεσσι μένος κεραῇσιν ἀέξει.
18
αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς
19
φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος,
20
κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι
21
χλωρήτ’ἀγριέλαιος, Ἀπόλλωνος νομίοιο
22
ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο.
23
εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις
24
δέδμηνθ’, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον
25
ῥυόμεθ’ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν
26
ἔσθ’ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως.
27
οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι,
28
ἐς ληνοὺς δ’ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ.
29
πᾶν γὰρ δὴ πεδίον τόδ’ἐπίφρονος Αὐγείαο,
30
πυροφόροιτε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι,
31
μέχρις ἐπ’ἐσχατιὰς πολυπίδακος ἀκρωρείης,
32
ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ,
33
δίκη οἰκήων, οἷσιν βίος ἔπλετ’ἐπ’ἀγροῦ.
34
ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷ
35
ἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας,
36
ἠὲ σύγ’Αὐγείην καὶ δμώων τινὰ κείνου
37
δίζεαι, οἵ οἱ ἔασιν. ἐγὼ δέ κέ τοι σάφα εἰδὼς
38
ἀτρεκέως εἴποιμ’, ἐπεὶ οὐ σέγε φημὶ κακῶν ἒξ
39
ἔμμεναι οὐ δὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν,
40
οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ῥά νυ παῖδες
41
ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι.
42
τὸν δ’ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός.
43
ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶν
44
εἰσιδέειν · τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ.
45
εἰ δ’ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις
46
δήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας,
47
δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας,
48
ὅστις ἐπ’ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης,
49
κε τὸ μὲν εἴποιμι, τὸ δ’ἐκ φαμένοιο πυθοίμην.
50
ἄλλου δ’ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν.
51
τὸν δ’ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς ·
52
ἀθανάτων ξεῖνε φραδῇ τινος ἐνθάδ’ἱκάνεις,
53
ὥς τοι πᾶν θέλεις αἶψα χρέος ἐκτετέλεσται.
54
ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος Ἠελίοιο,
55
σφωιτέρῳ σὺν παιδί, βίῃ Φυλῆος ἀγαυοῦ,
56
χθιζός γ’εἰλήλουθεν ἀπ’ἄστεος, ἤμασι πολλοῖς
57
κτῆσιν ἐποψόμενος, οἱ νήριθμος ἐπ’ἀγρῶν ·
58
ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιν
59
αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος.
60
ἀλλ’ἴομεν μάλα πρός μιν · ἐγὼ δέ τοι ἡγεμονεύσω
61
αὖλιν ἐφ’ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα.
62
ὣς εἰπὼν ἡγεῖτο, νόῳ δ’ἔτι πόλλ’ἐμενοίνα,
63
δέρμάτε θηρὸς ὁρῶν χειροπληθῆτε κορύνην,
64
ὁππόθεν ξεῖνος · μέμονεν δέ μιν αἰὲν ἔρεσθαι ·
65
ἂψ δ’ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα,
66
μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο,
67
σπερχομένου · χαλεπὸν δ’ἑτέρου νόον ἴδμεναι ἀνδρός.
68
τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψ’ἐνόησαν,
69
ἀμφότερον ὀσμῇτε χροὸς δούπῳτε ποδοῖιν.
70
θεσπέσιον δ’ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος
71
Ἀμφιτρυωνιάδῃ Ἡρακλέι · τὸν δὲ γέροντα
72
ἀχρεῖον κλάζοντε περίσσαινον ἑτέρωθεν.
73
τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθόνος ὅσσον ἀείρων
74
φευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῇ
75
ἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δ’ὑλαγμοῦ,
76
χαίρων ἐν φρεσὶν ᾗσιν, ὁθούνεκεν αὖλιν ἔρυντο
77
αὐτοῦ γ’οὐ παρεόντος · ἔπος δ’ὅγε τοῖον ἔειπεν ·
78
πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτες
79
θηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιμηθές.
80
εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν,
81
ᾔδει δ’, τε χρὴ χαλεπαινέμεν τε καὶ οὐκί,
82
οὐκ ἄν οἱ θηρῶν τις ἐδήρισεν περὶ τιμῆς ·
83
νῦν δὲ λίην ζάκοτόντε καὶ ἀρρηνὲς γένετ’αὔτως.
84
ῥα, καὶ ἐσσυμένως ποτὶ ταὐλίον ἷξον ἰόντες.
85
Ἠέλιος μὲν ἔπειτα ποτὶ ζόφον ἔτραπεν ἵππους
86
δείελον ἦμαρ ἄγων · τὰ δ’ἐπήλυθε πίονα μῆλα
87
ἐκ βοτάνης ἀνιόντα μετ’αὐλίατε σηκούςτε.
88
αὐτὰρ ἔπειτα βόες μάλα μυρίαι ἄλλαι ἐπ’ἄλλαις
89
ἐρχόμεναι φαίνονθ’ὡσεὶ νέφη ὑδατόεντα,
90
ἅσσάτ’ἐν οὐρανῷ εἶσιν ἐλαυνόμενα προτέρωσε
91
ἠὲ νότοιο βίῃ ἠὲ Θρῃκὸς βορέαο ·
92
τῶν μέντ’οὔτις ἀριθμὸς ἐν ἠέρι γίνετ’ἰόντων,
93
οὐ δ’ἄνυσις · τόσα γάρτε μετὰ προτέροισι κυλίνδει
94
ἲς ἀνέμου, τὰ δέτ’ἄλλα κορύσσεται αὖτις ἐπ’ἄλλοις ·
95
τόσσ’αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλι’ᾔει.
96
πᾶν δ’ἄρ’ἐνεπλήσθη πεδίον, πᾶσαι δὲ κέλευθοι
97
ληίδος ἐρχομένης (στείνοντο δὲ πίονες ἀγροί),
98
μυκηθμῷ · σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησαν
99
εἰλιπόδων, ὄιες δὲ κατ’αὐλὰς ηὐλίζοντο.
100
ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντων
101
εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου ·
102
ἀλλ’ μὲν ἀμφὶ πόδεσσιν ἐυτμήτοισιν ἱμᾶσι
103
κωλοπέδας ἀράρισκε περισταδὸν ἐγγὺς ἀμέλγειν ·
104
ἄλλος δ’αὖ φίλα τέκνα φίλαις ὑπὸ μητράσιν ἵει
105
πινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος,
106
ἄλλος ἀμόλγιον εἶχ’, ἄλλος τρέφε πίονα τυρόν,
107
ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων.
108
Αὐγείης δ’ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους
109
ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες,
110
σὺν δ’υἱόςτε βίητε βαρύφρονος Ἡρακλῆος
111
ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον.
112
ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμὸν
113
Ἀμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶ
114
ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον
115
εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐ δὲ ἐώλπει
116
ἀνδρὸς ληίδ’ἑνὸς τόσσην ἔμεν οὐ δὲ δέκ’ἄλλων,
117
οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων.
118
Ἠέλιος δ’ παιδὶ τόγ’ἔξοχον ὤπασε δῶρον,
119
ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν,
120
καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα
121
ἐς τέλος · οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου
122
βουκολίοις, αἵτ’ἔργα καταφθείρουσι νομήων,
123
αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους
124
ἐξ ἔτεος γίνοντο μάλ’εἰς ἔτος · γὰρ ἅπασαι
125
ζωοτόκοιτ’ἦσαν περιώσια θηλυτόκοιτε.
126
ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμ’ἐστιχόωντο
127
κνήμαργοίθ’ἕλικέςτε, διηκόσιοί γε μὲν ἄλλοι
128
φοίνικες · πάντες δ’ἐπιβήτορες οἵγ’ἔσαν ἤδη.
129
ἄλλοι δ’αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο
130
ἱεροὶ Ἠελίοιο · χρόην δ’ἔσαν ἠύτε κύκνοι
131
ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν
132
οἳ καὶ ἀτιμαγέλαι βόσκοντ’ἐριθηλέα ποίην
133
ἐν νομῷ · ὧδ’ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο.
134
καί ῥ’ὁπότ’ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες
135
ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκ’ἀγροτεράων,
136
πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ᾔεσαν ὀσμήν,
137
δεινὸν δ’ἐβρυχῶντο φόνον λεύσσοντε προσώπῳ.
138
τῶν μέντε προφέρεσκε βίηφίτε καὶ σφένεϊ
139
ἠδ’ὑπεροπλίῃ Φαέθων μέγας, ὅν ῥα βοτῆρες
140
ἀστέρι πάντες ἔισκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις
141
βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δ’ἐτέτυκτο.
142
ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος
143
αὐτῷ ἔπειτ’ἐπόρουσεν ἐυσκόπῳ Ἡρακλῆι
144
χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόντε μέτωπον.
145
τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃ
146
σκαιοῦ ἄφαρ κέραος, κατὰ δ’αὐχένα νέρθ’ἐπὶ γαίης
147
κλάσσε βαρύν περ ἐόντα, πάλιν δέ μιν ὦσεν ὀπίσσω
148
ὤμῳ ἐπιβρίσας · δέ οἱ περὶ νεῦρα τανυσθεὶς
149
μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη.
150
θαύμαζεν δ’αὐτόςτε ἄναξ υἱόςτε δαΐφρων
151
Φυλεὺς οἵτ’ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες,
152
Ἀμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες.
153
τὼ δ’εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγροὺς
154
ἐστιχέτην, Φυλεύςτε βίηθ’Ἡρακληείη.
155
λαοφόρου δ’ἐπέβησαν ὅθι πρώτιστα κελεύθου,
156
λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες,
157
ῥα δι’ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο
158
οὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρὰ θέουσα,
159
τῇ μιν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο
160
Αὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα,
161
ἦκα παρακλίνας κεφαλὴν κατὰ δεξιὸν ὦμον ·
162
ξεῖνε, πάλαι τινὰ πάγχυ σέθεν πέρι μῦθον ἀκούσας
163
ὡσεί περ σφετέρῃσιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι.
164
ἤλυθε γὰρ στείχων τις ἀπ’Ἄργεος ὡς μέσος ἀκμῆς
165
ἐνθάδ’Ἀχαιὸς ἀνὴρ Ἑλίκης ἐξ ἀγχιάλοιο ·
166
ὃς δή τοι μυθεῖτο καὶ ἐν πλεόνεσσιν Ἐπειῶν,
167
οὕνεκεν Ἀργείων τις ἕθεν παρεόντος ὄλεσσε
168
θηρίον, αἰνολέοντα, κακὸν τέρας ἀγροιώταις,
169
κοίλην αὖλιν ἔχοντα Διὸς Νεμέοιο παρ’ἄλσος,
170
οὐκ οἶδ’ἀτρεκέως Ἄργεος ἐξ ἱεροῖο
171
αὐτόθεν Τίρυνθα νέμων πόλιν ἠὲ Μυκήνην.
172
ὣς κεῖνος ἀγόρευε · γένος δέ μιν εἶναι ἔφασκεν,
173
εἰ ἐτεόν περ ἐγὼ μιμνήσκομαι, ἐκ Περσῆος.
174
ἔλπομαι οὐχ ἕτερον τόδε τλήμεναι Αἰγιαλήων
175
ἠὲ σέ · δέρμα δὲ θηρὸς ἀριφραδέως ἀγορεύει
176
χειρῶν καρτερὸν ἔργον, τοι περὶ πλευρὰ καλύπτει.
177
εἴπ’ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν,
178
ἥρως, εἴτ’ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί,
179
εἰ σύγ’ἐκεῖνος, ὃν ἧμιν ἀκουόντεσσιν ἔειπεν
180
οὑξ Ἑλίκηθεν Ἀχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς.
181
εἰπὲ δ’ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες,
182
ὅππωςτ’εὔυδρον Νεμέης εἰσήλυθε χῶρον ·
183
οὐ μὲν γάρ κε τοσόνδε κατ’Ἀπίδα κνώδαλον εὕροις
184
ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει,
185
ἀλλ’ἄρκτουςτε σύαςτε λύκωντ’ὀλοφώιον ἔρνος.
186
τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον ·
187
οἱ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρ’ἔφαντο
188
γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν.
189
ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου
190
Φυλεύς, ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη,
191
καί ῥάτε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος,
192
ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ ·
193
Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ,
194
αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας.
195
ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου
196
ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν,
197
νόσφίν γ’ ὅθεν ἦλθε · τὸ γὰρ πολέων περ ἐόντων
198
Ἀργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι ·
199
οἶον δ’ἀθανάτων τίν’ἐίσκομεν ἀνδράσι πῆμα
200
ἱρῶν μηνίσαντα Φορωνείδῃσιν ἐφεῖναι.
201
πάντας γὰρ πισῆας ἐπικλύζων ποταμὸς ὣς
202
λῖς ἄμοτον κεράιζε, μάλιστα δὲ Βεμβιναίους,
203
οἵ ἑθεν ἀγχόμοροι ναῖον πασχόντες ἄτλητα.
204
τὸν μὲν ἐμοὶ πρώτιστα τελεῖν ἐπέταξεν ἄεθλον
205
Εὐρυσθεύς, κτεῖναι δέ μ’ἐφίετο θηρίον αἰνόν.
206
αὐτὰρ ἐγὼ κέρας ὑγρὸν ἑλὼν κοίληντε φαρέτρην
207
ἰῶν ἐμπλείην νεόμην, ἑτέρηφι δὲ βάκτρον
208
εὐπαγὲς αὐτόφλοιον ἐπηρεφέος κοτίνοιο
209
ἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέῳ Ἑλικῶνι
210
εὑρὼν σὺν πυκινῇσιν ὁλοσχερὲς ἔσπασα ῥίζαις.
211
αὐτὰρ ἐπεὶ τὸν χῶρον, ὅθι λῖς ἦεν, ἵκανον,
212
δὴ τότε τόξον ἑλὼν στρεπτὴν ἐπέλασσα κορώνῃ
213
νευρειήν, περὶ δ’ἰὸν ἐχέστονον εἶθαρ ἔβησα.
214
πάντῃ δ’ὄσσε φέρων ὀλοὸν τέρας ἐσκοπίαζον,
215
εἴ μιν ἐσαθρήσαιμι, πάρος γ’ἐμὲ κεῖνον ἰδέσθαι.
216
ἤματος ἦν τὸ μεσηγύ, καὶ οὐ δέ πῃ ἴχνια τοῖο
217
φρασθῆναι δυνάμην οὐ δ’ὠρυγμοῖο πυθέσθαι.
218
οὐ δὲ μὲν ἀνθρώπων τις ἔην ἐπὶ βουσὶ καὶ ἔργοις
219
φαινόμενος σπορίμοιο δι’αὔλακος, ὅντιν’ἐροίμην ·
220
ἀλλὰ κατὰ σταθμοὺς χλωρὸν δέος εἶχεν ἕκαστον.
221
οὐ μὴν πρὶν πόδας ἔσχον ὄρος τανύφυλλον ἐρευνῶν,
222
πρὶν ἰδέειν ἀλκῆςτε παραυτίκα πειρηθῆναι.
223
ἤτοι μὲν σήραγγα προδείελος ἔστιχεν εἰς ἥν,
224
βεβρωκὼς κρειῶντε καὶ αἵματος, ἀμφὶ δὲ χαίτας
225
αὐχμηρὰς πεπάλακτο φόνῳ χαροπόντε πρόσωπον
226
στήθεάτε, γλώσσῃ δὲ περιλιχμᾶτο γένειον.
227
αὐτὰρ ἐγὼ θάμνοισιν ἄφαρ σκιεροῖσιν ἐκρύφθην
228
ἐν ῥίῳ ὑλήεντι δεδεγμένος ὁππόθ’ἵκοιτο,
229
καὶ βάλον ἆσσον ἰόντος ἀριστερὸν ἐς κενεῶνα
230
τηϋσίως · οὐ γάρ τι βέλος διὰ σαρκὸς ὄλισθεν
231
ὀκριόεν, χλωρῇ δὲ παλίσσυτον ἔμπεσε ποίῃ.
232
αὐτὰρ κρᾶτα δαφοινὸν ἀπὸ χθονὸς ὦκ’ἐπάειρε
233
θαμβήσας, πάντῃ δὲ διέδρακεν ὀφθαλμοῖσι
234
σκεπτόμενος, λαμυροὺς δὲ χανὼν ὑπ’ὀδόντας ἔφηνε.
235
τῷ δ’ἐγὼ ἄλλον ὀιστὸν ἀπὸ νευρῆς προΐαλλον
236
ἀσχαλόων, μοι πρὶν ἐτώσιος ἔκφυγε χειρός ·
237
μεσσηγὺς δ’ἔβαλον στηθέων, ὅθι πνεύμονος ἕδρη.
238
ἀλλ’οὐ δ’ὣς ὑπὸ βύρσαν ἔδυ πολυώδυνος ἰός,
239
ἀλλ’ἔπεσε προπάροιθε ποδῶν ἀνεμώλιος αὔτως.
240
τὸ τρίτον αὖ μέλλεσκον ἀσώμενος ἐν φρεσὶν αἰνῶς
241
αὐερύειν · δέ μ’εἶδε περιγληνώμενος ὄσσοις
242
θὴρ ἄμοτος, μακρὴν δὲ περ’ἰγνύῃσιν ἕλιξε
243
κέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο · πᾶς δέ οἱ αὐχὴν
244
θυμοῦ ἐνεπλήσθη, πυρσαὶ δ’ἔφριξαν ἔθειραι
245
σκυζομένῳ, κυρτὴ δὲ ῥάχις γένετ’ἠύτε τόξον,
246
πάντοθεν εἰληθέντος ὑπὸ λαγόναςτε καὶ ἰξύν.
247
ὡς δ’ὅτ’ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων
248
ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο,
249
θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ ·
250
τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς
251
καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ ·
252
ὣς ἐπ’ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο
253
μαιμώων χροὸς ἆσαι · ἐγὼ δ’ἑτέρηφι βέλεμνα
254
χειρὶ προεσχεθόμην καὶ ἀπ’ὤμων δίπλακα λώπην,
255
τῇ δ’ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας
256
ἤλασα κὰκ κεφαλῆς, διὰ δ’ἄνδιχα τρηχὺν ἔαξα
257
αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον
258
θηρὸς ἀμαιμακέτοιο · πέσεν δ’ὅγε πρὶν ἔμ’ἱκέσθαι
259
ὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη
260
νευστάζων κεφαλῇ · περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφω
261
ἦλθε, βίῃ σεισθέντος ἐν ὀστέῳ ἐγκεφάλοιο.
262
τὸν μὲν ἐγὼν ὀδύνῃσι παραφρονέοντα βαρείαις
263
νωσάμενος, πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι,
264
αὐχένος ἀρρήκτοιο παρ’ἰνίον ἤλασα προφθάς,
265
ῥίψας τόξον ἔραζε πολύρραπτόντε φαρέτρην ·
266
ἦγχον δ’ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσας
267
ἐξόπιθεν, μὴ σάρκας ὑποδρύψῃ ὀνύχεσσι,
268
πρὸς δ’οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζον
269
οὐραίους ἐπιβάς, μηροῖσίτε πλεύρ’ἐφύλασσον,
270
μέχρί οἱ ἐξετάνυσσα βραχίονας ὀρθὸν ἀείρας
271
ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν Ἅιδης.
272
καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν
273
θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην,
274
ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳ
275
τμητὴ οὐ δὲ λίθοις πειρωμένῳ, οὐ δὲ μὲν ἄλλῃ
276
ἔνθά μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι
277
αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι.
278
τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν
279
ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο.
280
οὗτός τοι Νεμέου γένετ’ φίλε θηρὸς ὄλεθρος,
281
πολλὰ πάρος μήλοιςτε καὶ ἀνδράσι κήδεα θέντος.
1
Ἰνὼ καὐτονόα χἁ μαλοπάραυος Ἀγαύα
2
τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι.
3
χαἰ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα
4
κισσόντε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς
5
ἐν καθαρῷ λειμῶνι κάμον δυοκαίδεκα βωμούς,
6
τὼς τρεῖς τᾷ Σεμέλᾳ, τὼς ἐννέα τῷ Διονύσῳ.
7
ἱερὰ δ’ἐκ κίστας ποπανεύματα χερσὶν ἑλοῖσαι
8
εὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν,
9
ὡς ἐδίδασχ’, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος.
10
Πενθεὺς δ’ἀλιβάτου πέτρας ἄπο πάντ’ἐθεώρει,
11
σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος.
12
Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα,
13
σὺν δ’ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχου,
14
ἐξαπίνας ἐπιοῖσα, τὰ δ’οὐχ ὁρέοντι βέβηλοι.
15
μαίνετο μένθ’αὕτα, μαίνοντο δ’ἄρ’εὐθὺ καὶ ἄλλαι.
16
Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἱ δ’ἐδίωκον,
17
πέπλως ἐκ ζωστῆρος ἐπ’ἰγνύαν ἐρύσαισαι.
18
Πενθεὺς μὲν τόδ’ἔειπε · τίνος κέχρησθε γυναῖκες;
19
Αὐτονόα τόδ’ἔειπε τάχα γνώσῃ πρὶν ἀκοῦσαι.
20
μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα,
21
ὅσσόν περ τοκάδος τελέθει μύκημα λεαίνας ·
22
Ἰνὼ δ’ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμον
23
λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός ·
24
αἱ δ’ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες.
25
ἐς Θήβας δ’ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι,
26
ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι.
27
οὐκ ἀλέγω · μη δ’ἄλλος ἀπεχθομένω Διονύσῳ
28
φροντίζοι, μη δ’εἰ χαλεπώτερα τῶνδ’ἐμόγησεν,
29
εἴη δ’ἐνναέτης καὶ δεκάτω ἐπιβαίνοι ·
30
αὐτὸς δ’εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι.
31
ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος.
32
εὐσεβέων παίδεσσι τὰ λώια, δυσσεβέων δ’οὔ.
33
χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντι
34
Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας ·
35
χαίροι δ’εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶς
36
Καδμεῖαι πολλαῖς μεμελημέναι ἡρωίναις,
37
αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσου
38
οὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο.
1
τὰν πινυτὰν Ἑλέναν Πάρις ἥρπασε βουκόλος ἄλλος.
2
μᾶλλον ἑκοῖσ’Ἑλένα τὸν βουκόλον ἔσχε φιλεῦσα.
3
μὴ καυχῶ σατυρίσκε · κενὸν τὸ φίλαμα λέγουσιν.
4
ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.
5
τὸ στόμα μευ πλύνω καὶ ἀποπτύω τὸ φίλαμα.
6
πλύνεις χείλεα σεῖο; δίδου πάλιν ὄφρα φιλάσω.
7
καλόν σοι δαμάλας φιλέειν, οὐκ ἄζυγα κώραν.
8
μὴ καυχῶ · τάχα γάρ σε παρέρχεται ὡς ὄναρ ἥβη.
9
ἢν δέ τι γηράσκω, τόδε που μέλι καὶ γάλα πίνω.
10
[…] σταφυλὶς σταφίς ἐστι καὶ οὐ ῥόδον αὖον ὀλεῖται. δεῦρ’ὑπὸ τὰς κοτίνους, ἵνα σοί τινα μῦθον ἐνίψω.
11
οὐκ ἐθέλω · καὶ πρίν με παρήπαφες ἁδέι μύθῳ.
12
δεῦρ’ὑπὸ τὰς πτελέας, ἵν’ἐμᾶς σύριγγος ἀκούσῃς.
13
τὴν σαυτοῦ φρένα τέρψον · ὀιζύον οὐδὲν ἀρέσκει.
14
φεῦ φεῦ τᾶς Παφίας χόλον ἅζεο καὶ σύγε κώρα.
15
χαιρέτω Παφία · μόνον ἵλαος Ἄρτεμις εἴη.
16
μὴ λέγε, μὴ βάλλῃ σε καὶ ἐς λίνον ἄκριτον ἔνθῃς.
17
βαλλέτω ὡς ἐθέλει · πάλιν Ἄρτεμις ἄμμιν ἀρήγει.
18
19
οὐ φεύγεις τὸν Ἔρωτα, τὸν οὐ φύγε παρθένος ἄλλη.
20
φεύγω ναὶ τὸν Πᾶνα · σὺ δὲ ζυγὸν αἰὲν ἀείρεις.
21
δειμαίνω, μὴ δή σε κακωτέρῳ ἀνέρι δώσει.
22
πολλοί μ’ἐμνώοντο, νόμον δ’ἐμὸν οὔτις ἀείδει.
23
εἶς καὶ ἐγὼ πολλῶν μνηστὴρ τεὸς ἐνθάδ’ἱκάνω.
24
καὶ τί φίλος ῥέξαιμι; γάμοι πλήθουσιν ἀνίας.
25
οὐκ ὀδύνην, οὐκ ἄλγος ἔχει γάμος, ἀλλὰ χορείην.
26
ναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας.
27
μᾶλλον ἀεὶ κρατέουσι · τίνα τρομέουσι γυναῖκες;
28
ὠδίνειν τρομέω · χαλεπὸν βέλος Εἰλειθυίης.
29
ἀλλὰ τεὴ βασίλεια μογοστόκος Ἄρτεμίς ἐστιν.
30
ἀλλὰ τεκεῖν τρομέω, μὴ καὶ χρόα καλὸν ὀλέσσω.
31
ἢν δὲ τέκῃς φίλα τέκνα, νέον φάος ὄψεαι υἷας.
32
καὶ τί μοι ἕδνον ἄγεις γάμου ἄξιον, ἢν ἐπινεύσω;
33
πᾶσαν τὰν ἀγέλαν, πάντ’ἄλσεα καὶ νομὸν ἕξεις.
34
ὄμνυε μὴ μετὰ λέκτρα λιπὼν ἀέκουσαν ἀπενθεῖν.
35
οὐκ αὐτὸν τὸν Πᾶνα, καὶ ἢν ἐθέλῃς με διῶξαι.
36
τεύχεις μοι θαλάμους, τεύχεις καὶ δῶμα καὶ αὐλάς;
37
τεύχω σοι θαλάμους · τὰ δὲ πώεα καλὰ νομεύω.
38
πατρὶ δὲ γηραλέῳ τίνα μάν, τίνα μῦθον ἐνίψω;
39
αἰνήσει σέο λέκτρον, ἐπὴν ἐμὸν οὔνομ’ἀκούσῃ.
40
οὔνομα σὸν λέγε τῆνο · καὶ οὔνομα πολλάκι τέρπει.
41
Δάφνις ἐγώ, Λυκίδαςτε πατήρ, μήτηρ δὲ Νομαία.
42
ἐξ εὐηγενέων · ἀλλ’οὐ σέθεν εἰμὶ χερείων.
43
οἶδ’, ἄκρα τιμίη ἐσσί · πατὴρ δέ τοί ἐστι Μενάλκας.
44
[…]
1
Γλαύκας φιλέριθ’ἀλακάτα δῶρον Ἀθανάας
2
γύναιξιν, νόος οἰκωφελίας αἷσιν ἐπάβολος,
3
θέρσεισ’ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεος ἀγλάαν,
4
ὅπᾳ Κύπριδος ἶρον καλάμω χλῶρον ὑπαπάλω.
5
τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Δίος,
6
ὅπως ξέννον ἔμον τέρψομ’ἴδων κἀντιφιλήσομεν,
7
Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον,
8
καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν
9
δῶρον Νικιάας εἰς ὀλόχω χέρρας ὀπάσσομεν,
10
σὺν τᾷ πόλλα μὲν ἔργ’ἐκτελέσεις ἀνδρεΐοις πέπλοις,
11
πόλλα δ’οἷα γύναικες φορέοισ’ὐδάτινα βράκη.
12
δὶς γὰρ μάτερες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοις
13
πέξαιντ’αὐτοένει, Θευγένιδός γ’ἔνεκ’ἐυσφύρω ·
14
οὕτως ἀνυσίεργος, φιλέει δ’ὅσσα σαόφρονες.
15
οὐ γὰρ εἰς ἀκίρας οὐ δ’ἐς ἀέργω κεν ἐβολλόμαν
16
ὀπάσσαι σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθόνος.
17
καὶ γάρ τοι πάτρις, ἃν ὡξ Ἐφύρας κτίσσέ ποτ’Ἀρχίας
18
νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν.
19
νῦν μὰν οἶκον ἔχοισ’ἄνερος, ὃς πόλλ’ἐδάη σόφα
20
ἀθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλαλκέμεν,
21
οἰκήσεις κατὰ Μίλλατον ἐράνναν πεδ’Ἰαόνων,
22
ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλῃ,
23
καί οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχῃς ξένω.
24
κῆνο γάρ τις ἔρει τὤπος ἴδων σ’· μεγάλα χάρις
25
δώρῳ σὺν ὀλίγῳ · πάντα δὲ τίματα τὰ πὰρ φίλων.
1
οἶνος φίλε παῖ λέγεται καὶ ἀλάθεα ·
2
κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι.
3
κἤγω μὲν τὰ φρενῶν ἐρέω κέατ’ἐν μυχῷ.
4
οὐκ ὄλας φιλέειν μ’ἐθέλησθ’ἀπὸ καρδίας.
5
γινώσκω · τὸ γὰρ ἅμισυ τᾶς ζοΐας ἔχω
6
ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοιπὸν ἀπώλετο.
7
χὥτα μὲν σὺ θέλῃς, μακάρεσσιν ἴσαν ἄγω
8
ἁμέραν · ὅτα δ’οὐκ ἐθέλῃς τύ, μάλ’ἐν σκότῳ.
9
πῶς ταῦτ’ἄρμενα, τὸν φιλέοντ’ἀνίαις δίδων;
10
ἀλλ’εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ,
11
τῷ κε λώιον αὔτος ἔχων ἔμ’ἐπαινέσαις,
12
ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ,
13
ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον.
14
νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχης κλάδον,
15
ἄλλον δ’αὔριον, ἐξ ἑτέρω δ’ἕτερον μάτης ·
16
καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι,
17
τῷ δ’εὔθυς πλέον τριέτης ἐγένευ φίλος,
18
τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο.
19
ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν.
20
φίλη δ’, ἇς κ’ἔτ’ἔῃς, τὸν ὕμοιον ἔχην ἄει.
21
αἰ γὰρ ὧδε πόῃς, ἄγαθος μὲν ἀκούσεαι
22
ἐξ ἄστων · δέ τοί κ’Ἔρος οὐ χαλέπως ἔχοι,
23
ὃς ἄνδρων φρένας εὐμαρέως ὑποδάμναται,
24
κἤμε μάλθακον ἐξ ἐπόησε σιδαρίω.
25
ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαι
26
ὀμνάσθην, ὅτι πέρυσιν ἦσθα νεώτερος,
27
χὥτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαι
28
καὶ ῥύσοι, νεότατα δ’ἔχην παλινάγρετον
29
οὐκ ἔστι · πτέρυγας γὰρ ἐπομμαδίαις φόρη,
30
κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην.
31
ταῦτα χρὴ νοέοντα πέλην ποτιμώτερον,
32
καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν,
33
ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεΐαν ἔχῃς,
34
ἀλλάλοισι πελώμεθ’Ἀχιλλέϊοι φίλοι.
35
αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρόπῃς,
36
ἐν θύμῳ δὲ λέγῃς τί με δαιμόνι’ἐνόχλης;
37
νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλ’ἔνεκεν σέθεν
38
βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον,
39
τότα δ’οὐ δὲ καλεῦντος ἐπ’αὐλεΐαις θύραις
40
προμόλοιμί κε παυσάμενος χαλέπω πόθω.
1
ὤιαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος ·
2
τετορταῖος ἔχει, παιδὸς ἔρως, μῆνά με δεύτερον,
3
μᾶκος μὲν μετρίω γ’, ἀλλ’ὁπόσον τῶ πέδα περρέχε
4
τᾶς γᾶς τοῦτο χάρις · ταῖς δὲ παραύαις γλυκὺ μειδίαι.
5
καὶ νῦν μὲν τὸ κακὸν ταῖς μὲν ἔχει, ταῖσι δέ μ’οὐκέτι,
6
τάχα δ’οὐ δ’ὅσον ὕπνω ’πιτύχην ἔσσετ’ἐρωία ·
7
ἐχθὲς γὰρ παριὼν ἔδρακε λέπτ’ἄμμε δι’ὀφρύγων
8
αἰδεσθεὶς ποτίδην ἀντίος, ἠρεύθετο δὲ χρόα.
9
ἔμεθεν δὲ πλέον τᾶς κραδίας ὥ’ρος ἐδράξατο,
10
εἰς οἶκον δ’ἀπέβαν ἕλκος ἔχων καὶ τὸ κέαρ δακών.
11
πολλὰ δ’εἰσκαλέσας θυμὸν ἐμαυτοῦ διελεξάμαν ·
12
τί δὴ ταῦτα ποίης; ἀλοσύνας τί ἔσχατον ἔσσεται;
13
λεύκας οὐκετ’ἴσησθ’ὅττι φορῇς ἐν κροτάφοις τρίχας;
14
ὧρά τοι φρονέειν μὴ οὔτι νέος τὰν ἰδέαν πέλῃ.
15
πάντ’ἔρδης ἅπερ οἱ τῶν ἐτέων ἄρτι γεγευμένοι.
16
καὶ μὰν ἄλλο δε λάθει · τόδ’ἄρ’ἦς λώιον, ἔμμεναι
17
ξέννον τῶν χαλεπῶν παιδὸς ἐράννω παράπαν πόθων
18
τῷ μὲν γὰρ βίος ἕρπει προγόνοις ἶσ’ἐλάφω θοᾶς,
19
χαλάσει δ’ἑτέρᾳ ποντοπόρην αὔριον ἄρμενα.
20
οὐ δ’αὐτῷ γλυκερᾶς ἄνθεμον ἅβας πεδ’ὐμαλίκων
21
μένει · τῷ δ’ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίει
22
ὀμμιμνασκομένῳ · πολλὰ δ’ὄρη νυκτὸς ἐνύπνια,
23
παύσασθαι δ’ἐνιαυτὸς χαλεπᾶς οὐκ ἰκανὸς νόσω.
24
ταῦτα χἅτερα πολλὰ προτ’ἐμὸν θυμὸν ἐμεμψάμαν.
25
δὲ τοῦτ’ἔφατ’· ὄττις δοκίμοι τὸν δολομάχανον
26
νικάσειν Ἔρον, οὗτος δοκίμοι τοὶς ὑπὲρ ἄμμεων
27
εὑρεῖν βραϊδίως ἀστέρας ὁπποσσάκιν ἐννέα.
28
καὶ νῦν, εἴτ’ἐθέλω, χρή με μακρὸν σχόντα τὸν ἄμφενα
29
ἕλκειν τὸν ζυγόν, εἴτ’οὐκ ἐθέλω · ταῦτα γὰρ ὦγαθὲ
30
βούλεται θέος, ὃς καὶ Διὸς ἔσφαλε μέγαν νόον
31
καὔτας Κυπρογενήας · ἔμε μάν, φύλλον ἐπάμερον,
32
σμίκρας δεύμενον αὔρας ὀνέμων κε θέλῃ φόρη.