Diogenes Laertius

Epigrams

7.1
καὶ τίς ἔφυ σοφὸς ὧδε; τίς ἔργον ἔρεξε τοσοῦτον,
7.2
ὅσσον ὁ παντοδαὴς ἤνυσε Δημόκριτος;
7.3
ὃς θάνατον παρεόντα τρί’ἤματα δώμασιν ἔσχεν,
7.4
καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν.
7.1
γυμνικὸν αὖ ποτ’ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ,
7.2
τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου.
7.3
αἰνέω ὅττι μιν ἐγγὺς ἀπήγαγες · ἦ γὰρ ὁ πρέσβυς
7.4
οὐκέθ’ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο.
7.1
σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ,
7.2
ὀστὰ δ’ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες ·
7.3
ψυχὴν δ’ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον εὖ γὰρ
7.4
θῆκε νόμοις ἀστοῖς ἄχθεα κουφότατα.
7.1
Φωσφόρε σοί Πολύδευκες ἔχω χάριν, οὕνεκεν υἱὸς
7.2
Χίλωνος πυγμῇ χλωρὸν ἕλεν κότινον
7.3
εἰ δ’ὁ πατὴρ στεφανοῦχον ἰδὼν τέκνον ἤμυσεν ἡσθείς,
7.4
οὐ νεμεσητὸν ἐμοὶ τοῖος ἴτω θάνατος.
7.1
τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς
7.2
εἰς Ἀίδην, πολιῷ γήραϊ νιφόμενον
7.3
εἶπε γάρ, εἶπε δίκην Βίαντα τινός · εἶτ’ἀποκλινθεὶς
7.4
παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον.
7.1
ἐς Σκυθίην Ἀνάχαρσις ὅτ’ἤλυθε πολλὰ μογήσας,
7.2
πάντας ἔπειθε βιοῦν ἤθεσιν Ἑλλαδικοῖς ·
7.3
τὸν δ’ἔτι μῦθον ἄκραντον ἐνὶ στομάτεσσιν ἔχοντα
7.4
πτηνὸς ἐς ἀθανάτους ἥρπασεν ὦκα δόναξ.
7.1
ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν,
7.2
καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας ·
7.3
ἀλλ’ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον · ὁ δ’αὑτὸν
7.4
ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης.
7.1
πῖνέ νυν ἐν Διὸς ὤν, ὦ Σώκρατες · ἦ σε γὰρ ὄντως
7.2
καὶ σοφὸν εἶπε θεὸς, καὶ θεὸς ἡ Σοφία.
7.3
πρὸς γὰρ Ἀθηναίων κώνειον ἁπλῶς σὺ ἐδέξω,
7.4
αὐτοὶ δ’ἐξέπιον τοῦτο τεῷ στόματι.
7.1
οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον,
7.2
ἀλλ’ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι ·
7.3
παιδείης γὰρ ἑῆς Ἑλληνικὰ πράγματα δείξας,
7.4
ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος.
7.1
εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπόςτε πολῖται
7.2
φεύγειν κατέγνων τοῦ φίλου χάριν Κύρου,
7.3
ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶν
7.4
οὕτως ἀρέσκῃ κεῖθι καὶ μένειν ἔγνως.
7.1
ἀλλ’εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι,
7.2
οὐκ ἂν ἔπεισὲ μέ τις τόδε λέξαι,
7.3
ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος · οὐ γὰρ ἀθυμῶν
7.4
κάτθανεν ἂν διά τι σφόδρα μικρόν.
7.1
χαλκῇ προσκόψας λεκάνῃ ποτέ, καὶ τὸ μέτωπον
7.2
“πλήξας, ἴαχεν ὤ σύντονον, εἶτ’ἔθανεν,
7.3
ὁ πάντα πάντη Ξενοκράτης ἀνὴρ γεγώς”.
7.1
Ἀρκεσίλαε, τί μοι τί τοσοῦτον ἄκρητον ἀφειδῶς
7.2
ἔσπασας, ἔσπασας φρενῶν ἐκτὸς ὄλισθες ἑῶν;
7.3
οἰκτείρω σ’οὐ τόσσον ἐπεὶ θάνες, ἀλλ’ὅτι Μούσας
7.4
ὕβρισας, οὐ μετρίῃ χρησάμενος κύλικι.
7.1
καί σέο, Λακύδη, φάτιν ἔκλυον, ὡς ἄρα καί σε
7.2
Βάκχος ἑλὼν ἀίδην ποσσὶν ἔσυρεν ἄκροις.
7.3
ἦ σαφὲς ἦν Διόνυσος ὅτ’ἂν πολὺς ἐς δέμας ἔλθῃ,
7.4
λῦσε μέλη · διὸ δὴ μήτι Λυαῖος ἔφυ;
7.1
“χαίρετε καὶ μέμνησθε τὰ δόγματα” · τοῦτ’Ἐπίκουρος
7.2
ὕστατον εἶπε φίλοις οἷσιν ἀποφθίμενος ·
7.3
θερμὴν ἐς πύελον γὰρ ἐσήλυθε, καὶ τὸν ἄκρητον
7.4
ἔσπασεν, εἶτ’ἀίδην ψυχρὸν ἐπεσπάσατο.
7.1
μέλλων Εὐρυμέδων ποτ’Ἀριστοτέλην ἀσεβείας
7.2
γράψασθαι, Δηοῦς μύστιδος ὢν πρόπολος,
7.3
ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε · τοῦτ’ἀκονιτὶ
7.4
ἦν ἄρα νικῆσαι συκοφάσεις ἀδίκους.
7.1
καὶ πῶς εἰ μὴ Φοῖβος ἀν’Ἑλλάδα φύσε Πλάτωνα,
7.2
ψυχὰς ἀνθρώπων γράμμασιν ἠκέσατο;
7.3
καὶ γὰρ ὁ τοῦδε γεγὼς Ἀσκληπιός ἐστιν ἰητὴρ
7.4
σώματος, ὡς ψυχῆς ἀθανάτοιο Πλάτων.
7.1
Φοῖβος ἔφυσε βροτοῖς Ἀσκληπιὸν ἠδὲ Πλάτωνα,
7.2
τὸν μὲν ἵνα ψυχήν, τὸν δ’ἵνα σῶμα σάοι
7.3
δαισάμενος δὲ γάμον, πόλιν ἤλυθεν ἥν ποθ’ἑαυτῷ
7.4
ἔκτισε, καὶ δαπέδῳ Ζηνὸς ἐνιδρύσατο.
7.1
οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη,
7.2
ῥήγνυσθαι σοφίης τόξον ἀνιέμενον
7.3
δὴ γὰρ καὶ Θεόφραστος ἕως ἐπόνει μὲν ἄπηρος
7.4
ἦν δέμας, εἶτ’ἀνεθεὶς κάτθανε πηρομελής.
7.1
λεπτὸς ἀνὴρ δέμας ἦν — εἰ μὴ προσέχῃς, ἀπόχρη μοι ·
7.2
Στράτωνα τοῦτ’οὖν φημί γε,
7.3
Λάμψακος ὃν ποτ’ἔφυσεν ἀεὶ δὲ νόσοισι παλαίων
7.4
θνῄσκει λαθὼν, οὐ δ’ᾔσθετο.
7.1
οὐ μὰ τόν, οὐ δὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς
7.2
κάτθανε · θαυμάζω τοῦτο μάλιστα δ’ἐγώ,
7.3
τὴν οὕτως Ἀίδαο μακρὴν ὁδὸν εἰ πρὶν ὁ ποσσὶν
7.4
ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ.
7.1
ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον
7.2
ἰὸν ἔχουσα πολὺν
7.3
ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπ’ὀμμάτων,
7.4
ἀλλ’ἀίδην μέλανα.
7.1
ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη,
7.2
ὥς ῥα θανὼν ἐγένου ζωὸς ἅπασι δράκων
7.3
ἀλλὰ διεψεύσθης σεσοφισμένε · δὴ γὰρ ὁ μὲν θὴρ
7.4
ἦε δράκων, σὺ δὲ θήρ, οὐ σοφὸς ὢν, ἑάλως.
7.1
τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκώς,
7.2
ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν.
7.3
ἀλλ’ἔθανες φθισικός, τάχ’ἐρεῖ τις ἴσως · τί δὲ τοῦτο;
7.4
“πάντως εἰς ἀίδην δεῖ τιν’ὁδηγὸν ἔχειν”.
7.1
Διόγενες, ἄγε λέγε, τίς ἔλαβέ σε μόρος
7.2
ἐς Ἄϊδος; ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.
7.1
τὸν Κιτιέα Ζήνωνα θανεῖν λόγος ὡς ὑπὸ γήρως
7.2
πολλὰ καμὼν ἐλύθη μένων ἄσιτος
7.3
οἱ δ’ὅτι προσκόψας ποτ’ἔφη χερὶ γᾶν ἀλοήσας,
7.4
“ἔρχομαι αὐτόματος · τί δὴ καλεῖς με”;
7.1
οὐ μόνος ἐμψύχων ἄπεχες χέρας, ἀλλὰ καὶ ἡμεῖς ·
7.2
τίς γὰρ ὃς ἐμψύχων ἥψατο, Πυθαγόρη;
7.3
ἀλλ’ὅταν ἑψηθῇ τι καὶ ὀπτηθῇ καὶ ἁλισθῇ
7.4
δὴ τότε καὶ ψυχὴν οὐκ ἔχον ἐσθίομεν.
7.1
αἰαῖ, Πυθαγόρης τί τόσον κυάμους ἐσεβάσθη,
7.2
καὶ θάνε φοιτηταῖς ἄμμιγα τοῖς ἰδίοις;
7.3
χωρίον ἦν κυάμων ἵνα μὴ τούτους δὲ πατήσῃ
7.4
ἐξ Ἀκραγαντίνων κάτθαν’ἐνὶ τριόδῳ.
7.1
καὶ σὺ ποτ’, Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας
7.2
πῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθάνατον
7.3
οὐκ ἐρέω δ’ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης,
7.4
ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων.
7.1
ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος ὥς ποτ’ἀμάξης
7.2
ἔκπεσε, καὶ μηρὸν κλάσσατο δεξιτερὸν
7.3
εἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν,
7.4
πῶς ἂν ἔτ’ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος;
7.1
τὴν ὑπόνοιαν πᾶσι μάλιστα λέγω θεραπεύειν
7.2
εἰ γὰρ καὶ μὴ δρᾷς, ἀλλὰ δοκεῖς, ἀτυχεῖς.
7.3
οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη,
7.4
ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν.
7.1
πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν
7.2
ὧδε διαντλήσας δύσμορος, εἶτ’ἔθανεν
7.3
σῶμα γὰρ ἀρδεύουσα κακὴ νόσος ὕδατι, φέγγος
7.4
ἔσβεσεν ἐκ βλεφάρων καὶ σκότον ἠγάγετο.
7.1
ἤθελες, ὦ Ζήνων, καλὸν ἤθελες, ἄνδρα τύραννον
7.2
κτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέαν
7.3
ἀλλ’ἐδάμης · δὴ γάρ σε λαβὼν ὁ τύραννος ἐν ὅλμῳ
7.4
κόψε · τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ.
7.1
καὶ σεῦ, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρ’Ἀθηνῶν
7.2
ἔκ ποτ’ἰὼν καθ’ὁδὸν πρέσβυς ἐὼν ἔθανες ·
7.3
εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις · ἀλλὰ σὺ
7.4
μέν που
7.5
Παλλάδος ἄστυ φύγες, Πλουτέα δ’οὐκ ἔφυγες.
7.1
πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα, θύλακός ἐστι ·
7.2
πτίσσετ’, Ἀνάξαρχος δ’ἐν Διός ἐστι πάλαι ·
7.3
καὶ σὲ διαστείλασα γνάφοις ὀλίγον τάδε λέξει
7.4
ῥήματα Περσεφόνη · “ἔρρε μυλωθρὲ κακέ”.
7.1
μήποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος, ἀλλὰ
7.2
τέρπεο πᾶσιν ὁμῶς οἷσι δίδωσι θεός ·
7.3
καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη,
7.4
οὕνεκεν οὐκ ἔτυχεν πρήξιος ἧς ἔθελεν.
7.1
ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸν
7.2
Χρύσιππος, οὐ δ’ἐφείσατο
7.3
οὐ τῆς στοᾶς, οὐχ ἧς πάτρας, οὐ τῆς ψυχῆς,
7.4
ἀλλ’ἦλθε δῶμ’ἐς Ἀίδεω.
7.1
ἐν Μέμφει λόγος ἐστὶ μαθεῖν ἰδίην ποτε μοίρην
7.2
εὔδοξόν παρὰ τοῦ καλλίκερω ταύρου ·
7.3
κοὐδὲν ἔλεξε · πόθεν; βοῒ γὰρ λόγον οὐ πόρε φύτλη,
7.4
οὐ δὲ λάλον μόσχῳ Ἄπιδι στόμα ·
7.5
ἀλλὰ παρ’αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στόλον,
7.6
προφανῶς τοῦτο διδάσκων “ἀποδύσῃ βιοτὴν
7.7
ὅσσον οὔπω”. διὸ καὶ οἱ ταχέως ἦλθε μόρος, δεκάκις
7.8
πέντε καὶ τρεῖς εἰσιδόντα ποίας.