1
μουσάων Ἑλικωνιάδων αρχώμεθ᾽ αείδειν ,
2αἵθ᾽ Ἑλικῶνος έχουσιν όρος μέγα τε ζάθεόν τε
3καί τε περὶ κρήνην ιοειδέα πόσσ᾽ ἁπαλοῖσιν
4ορχεῦνται καὶ βωμὸν ερισθενέος Κρονίωνος
5καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο
6ὴ Ἵππου κρήνης ὴ Ολμειοῦ ζαθέοιο
7ακροτάτῳ Ἑλικῶνι χοροὺς ενεποιήσαντο
8καλούς , ἱμερόεντας
επερρώσαντο δὲ ποσσίν
9ένθεν απορνύμεναι , κεκαλυμμέναι ηέρι πολλῇ ,
10εννύχιαι στεῖχον περικαλλέα όσσαν ἱεῖσαι ,
11ὑμνεῦσαι Δία τ᾽ αιγίοχον καὶ πότνιαν Ἥρην
12Αργεΐην , χρυσέοισι πεδίλοις εμβεβαυῖαν ,
13κούρην τ᾽ αιγιόχοιο Διὸς γλαυκῶπιν Αθήνην
14Φοῖβόν τ᾽ Απόλλωνα καὶ Άρτεμιν ιοχέαιραν
15ηδὲ Ποσειδάωνα γεήοχον , εννοσίγαιον ,
16καὶ Θέμιν αιδοίην ἑλικοβλέφαρόν τ᾽ Αφροδίτην
17Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην
18Λητώ τ᾽ Ιαπετόν τε ιδὲ Κρόνον αγκυλομήτην
19Ηῶ τ᾽ Ηέλιόν τε μέγαν λαμπράν τε Σελήνην
20Γαῖάν τ᾽ Ωκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν
21άλλων τ᾽ αθανάτων ἱερὸν γένος αιὲν εόντων .
22αἵ νύ ποθ᾽ Ἡσίοδον καλὴν εδίδαξαν αοιδήν ,
23άρνας ποιμαίνονθ᾽ Ἑλικῶνος ὕπο ζαθέοιο
24τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον έειπον ,
25Μοῦσαι Ολυμπιάδες , κοῦραι Διὸς αιγιόχοιο
26ποιμένες άγραυλοι , κάκ᾽ ελέγχεα , γαστέρες οῖον ,
27ίδμεν ψεύδεα πολλὰ λέγειν ετύμοισιν ὁμοῖα ,
28ίδμεν δ᾽ , εῦτ᾽ εθέλωμεν , αληθέα γηρύσασθαι
29ὣς έφασαν κοῦραι μεγάλου Διὸς αρτιέπειαι
30καί μοι σκῆπτρον έδον δάφνης εριθηλέος όζον
31δρέψασαι , θηητόν
ενέπνευσαν δέ μοι αυδὴν
32θέσπιν , ἵνα κλείοιμι τά τ᾽ εσσόμενα πρό τ᾽ εόντα
33καί μ᾽ εκέλονθ᾽ ὑμνεῖν μακάρων γένος αιὲν εόντων ,
34σφᾶς δ᾽ αυτὰς πρῶτόν τε καὶ ὕστατον αιὲν αείδειν .
35αλλὰ τί ῆ μοι ταῦτα περὶ δρῦν ὴ περὶ πέτρην ;
36τύνη , Μουσάων αρχώμεθα , ταὶ Διὶ πατρὶ
37ὑμνεῦσαι τέρπουσι μέγαν νόον εντὸς Ολύμπου ,
38ειρεῦσαι τά τ᾽ εόντα τά τ᾽ εσσόμενα πρό τ᾽ εόντα ,
39φωνῇ ὁμηρεῦσαι
τῶν δ᾽ ακάματος ῥέει αυδὴ
40εκ στομάτων ἡδεῖα
γελᾷ δέ τε δώματα πατρὸς
41Ζηνὸς εριγδούποιο θεᾶν οπὶ λειριοέσσῃ
42σκιδναμένῃ
ηχεῖ δὲ κάρη νιφόεντος Ολύμπου
43δώματά τ᾽ αθανάτων
αἳ δ᾽ άμβροτον όσσαν ἱεῖσαι
44θεῶν γένος αιδοῖον πρῶτον κλείουσιν αοιδῇ
45εξ αρχῆς , οὓς Γαῖα καὶ Ουρανὸς ευρὺς έτικτεν ,
46οἵ τ᾽ εκ τῶν εγένοντο θεοί , δωτῆρες εάων
47δεύτερον αῦτε Ζῆνα , θεῶν πατέρ᾽ ηδὲ καὶ ανδρῶν ,
48αρχόμεναί θ᾽ ὑμνεῦσι καὶ εκλήγουσαι αοιδῆς ,
49ὅσσον φέρτατός εστι θεῶν κράτεί τε μέγιστος
50αῦτις δ᾽ ανθρώπων τε γένος κρατερῶν τε Γιγάντων
51ὑμνεῦσαι τέρπουσι Διὸς νόον εντὸς Ολύμπου
52Μοῦσαι Ολυμπιάδες , κοῦραι Διὸς αιγιόχοιο
53τὰς εν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα
54Μνημοσύνη , γουνοῖσιν Ελευθῆρος μεδέουσα ,
55λησμοσύνην τε κακῶν άμπαυμά τε μερμηράων
56εννέα γάρ οἱ νυκτὸς εμίσγετο μητίετα Ζεὺς
57νόσφιν απ᾽ αθανάτων ἱερὸν λέχος εισαναβαίνων
58αλλ᾽ ὅτε δή ῥ᾽ ενιαυτὸς έην , περὶ δ᾽ έτραπον ὧραι
59μηνῶν φθινόντων , περὶ δ᾽ ήματα πόλλ᾽ ετελέσθη ,
60ἣ δ᾽ έτεκ᾽ εννέα κούρας ὁμόφρονας , ᾗσιν αοιδὴ
61μέμβλεται εν στήθεσσιν , ακηδέα θυμὸν εχούσαις ,
62τυτθὸν απ᾽ ακροτάτης κορυφῆς νιφόεντος Ολύμπου
63ένθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά .
64πὰρ δ᾽ αυτῇς Χάριτές τε καὶ Ἵμερος οικί᾽ έχουσιν
65εν θαλίῃς
ερατὴν δὲ διὰ στόμα όσσαν ἱεῖσαι
66μέλπονται πάντων τε νόμους καὶ ήθεα κεδνὰ
67αθανάτων κλείουσιν , επήρατον όσσαν ἱεῖσαι
68αἳ τότ᾽ ίσαν πρὸς Όλυμπον αγαλλόμεναι οπὶ καλῇ ,
69αμβροσίῃ μολπῇ
περὶ δ᾽ ίαχε γαῖα μέλαινα
70ὑμνεύσαις , ερατὸς δὲ ποδῶν ὕπο δοῦπος ορώρει
71νισσομένων πατέρ᾽ εις ὅν
ὃ δ᾽ ουρανῷ εμβασιλεύει ,
72αυτὸς έχων βροντὴν ηδ᾽ αιθαλόεντα κεραυνόν ,
73κάρτει νικήσας πατέρα Κρόνον :
εῦ δὲ ἕκαστα
74αθανάτοις διέταξεν ὁμῶς καὶ επέφραδε τιμάς
75ταῦτ᾽ άρα Μοῦσαι άειδον , Ολύμπια δώματ᾽ έχουσαι ,
76εννέα θυγατέρες μεγάλου Διὸς εκγεγαυῖαι ,
77Κλειώ τ᾽ Ευτέρπη τε Θάλειά τε Μελπομέενη τε
78Τερψιχόρη τ᾽ Ερατώ τε Πολύμνιά τ᾽ Ουρανίη τε
79Καλλιόπη θ᾽
ἣ δὲ προφερεστάτη εστὶν ἁπασέων
80ἣ γὰρ καὶ βασιλεῦσιν ἅμ᾽ αιδοίοισιν οπηδεῖ
81ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο
82γεινόμενόν τε ίδωσι διοτρεφέων βασιλήων ,
83τῷ μὲν επὶ γλώσσῃ γλυκερὴν χείουσιν εέρσην ,
84τοῦ δ᾽ έπε᾽ εκ στόματος ῥεῖ μείλιχα
οἱ δέ τε λαοὶ
85πάντες ες αυτὸν ὁρῶσι διακρίνοντα θέμιστας
86ιθείῃσι δίκῃσιν
ὃ δ᾽ ασφαλέως αγορεύων
87αῖψά κε καὶ μέγα νεῖκος επισταμένως κατέπαυσεν
88τοὔνεκα γὰρ βασιλῆες εχέφρονες , οὕνεκα λαοῖς
89βλαπτομένοις αγορῆφι μετάτροπα έργα τελεῦσι
90ῥηιδίως , μαλακοῖσι παραιφάμενοι επέεσσιν .
91ερχόμενον δ᾽ αν᾽ αγῶνα θεὸν ὣς ἱλάσκονται
92αιδοῖ μειλιχίῃ , μετὰ δὲ πρέπει αγρομένοισιν :
93τοίη Μουσάων ἱερὴ δόσις ανθρώποισιν .
94εκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Απόλλωνος
95άνδρες αοιδοὶ έασιν επὶ χθόνα καὶ κιθαρισταί ,
96εκ δὲ Διὸς βασιλῆες :
ὃ δ᾽ όλβιος , ὅν τινα Μοῦσαι
97φίλωνται :
γλυκερή οἱ απὸ στόματος ῥέει αυδή
98ει γάρ τις καὶ πένθος έχων νεοκηδέι θυμῷ
99άζηται κραδίην ακαχήμενος , αυτὰρ αοιδὸς
100Μουσάων θεράπων κλέεα προτέρων ανθρώπων
101ὑμνήσῃ μάκαράς τε θεούς , οἳ Όλυμπον έχουσιν ,
102αῖψ᾽ ὅ γε δυσφροσυνέων επιλήθεται ου δέ τι κηδέων
103μέμνηται :
ταχέως δὲ παρέτραπε δῶρα θεάων
104χαίρετε , τέκνα Διός , δότε δ᾽ ἱμερόεσσαν αοιδήν
105κλείετε δ᾽ αθανάτων ἱερὸν γένος αιὲν εόντων ,
106οἳ Γῆς τ᾽ εξεγένοντο καὶ Ουρανοῦ αστερόεντος ,
107Νυκτός τε δνοφερῆς , οὕς θ᾽ ἁλμυρὸς έτρεφε Πόντος
108είπατε δ᾽ , ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο
109καὶ ποταμοὶ καὶ πόντος απείριτος , οίδματι θυίων ,
110άστρα τε λαμπετόωντα καὶ ουρανὸς ευρὺς ὕπερθεν
111[οἵ τ᾽ εκ τῶν εγένοντο θεοί , δωτῆρες εάων ]
112ὥς τ᾽ άφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο
113ηδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον έσχον Όλυμπον
114ταῦτά μοι έσπετε Μοῦσαι , Ολύμπια δώματ᾽ έχουσαι
115εξ αρχῆς , καὶ είπαθ᾽ , ὅ τι πρῶτον γένετ᾽ αυτῶν
116ῆ τοι μὲν πρώτιστα Χάος γένετ᾽ , αυτὰρ έπειτα
117Γαῖ᾽ ευρύστερνος , πάντων ἕδος ασφαλὲς αιεὶ
118[ἀθανάτων , οἳ έχουσι κάρη νιφόεντος Ολύμπου , ]
119Τάρταρά τ᾽ ηερόεντα μυχῷ χθονὸς ευρυοδείης ,
120ηδ᾽ Έρος , ὃς κάλλιστος εν αθανάτοισι θεοῖσι ,
121λυσιμελής , πάντων δὲ θεῶν πάντων τ᾽ ανθρώπων
122δάμναται εν στήθεσσι νόον καὶ επίφρονα βουλήν .
123εκ Χάεος δ᾽ Έρεβός τε μέλαινά τε Νὺξ εγένοντο
124Νυκτὸς δ᾽ αῦτ᾽ Αιθήρ τε καὶ Ἡμέρη εξεγένοντο ,
125οὓς τέκε κυσαμένη Ερέβει φιλότητι μιγεῖσα
126Γαῖα δέ τοι πρῶτον μὲν εγείνατο ῖσον ἑαυτῇ
127Ουρανὸν αστερόενθ᾽ , ἵνα μιν περὶ πάντα καλύπτοι ,
128όφρ᾽ είη μακάρεσσι θεοῖς ἕδος ασφαλὲς αιεί
129γείνατο δ᾽ Ούρεα μακρά , θεῶν χαρίεντας εναύλους ,
130Νυμφέων , αἳ ναίουσιν αν᾽ ούρεα βησσήεντα
131ἣ δὲ καὶ ατρύγετον πέλαγος τέκεν , οίδματι θυῖον ,
132Πόντον , άτερ φιλότητος εφιμέρου
αυτὰρ έπειτα
133Ουρανῷ ευνηθεῖσα τέκ᾽ Ωκεανὸν βαθυδίνην ,
134Κοῖόν τε Κρῖόν θ᾽ Ὑπερίονά τ᾽ Ιαπετόν τε
135Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε
136Φοίβην τε χρυσοστέφανον Τηθύν τ᾽ ερατεινήν
137τοὺς δὲ μέθ᾽ ὁπλότατος γένετο Κρόνος αγκυλομήτης ,
138δεινότατος παίδων
θαλερὸν δ᾽ ήχθηρε τοκῆα
139γείνατο δ᾽ αῦ Κύκλωπας ὑπέρβιον ῆτορ έχοντας ,
140Βρόντην τε Στερόπην τε καὶ Άργην οβριμόθυμον ,
141οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν
142οἳ δή τοι τὰ μὲν άλλα θεοῖς εναλίγκιοι ῆσαν ,
143μοῦνος δ᾽ οφθαλμὸς μέσσῳ ενέκειτο μετώπῳ
144Κύκλωπες δ᾽ όνομ᾽ ῆσαν επώνυμον , οὕνεκ᾽ άρα σφέων
145κυκλοτερὴς οφθαλμὸς ἕεις ενέκειτο μετώπῳ
146ισχὺς δ᾽ ηδὲ βίη καὶ μηχαναὶ ῆσαν επ᾽ έργοις
147άλλοι δ᾽ αῦ Γαίης τε καὶ Ουρανοῦ εξεγένοντο
148τρεῖς παῖδες μεγάλοι τε καὶ όβριμοι , ουκ ονομαστοί ,
149Κόττος τε Βριάρεώς τε Γύης θ᾽ , ὑπερήφανα τέκνα
150τῶν ἑκατὸν μὲν χεῖρες απ᾽ ώμων αίσσοντο ,
151άπλαστοι , κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
152εξ ώμων επέφυκον επὶ στιβαροῖσι μέλεσσιν
153ισχὺς δ᾽ άπλητος κρατερὴ μεγάλῳ επὶ είδει .
154ὅσσοι γὰρ Γαίης τε καὶ Ουρανοῦ εξεγένοντο ,
155δεινότατοι παίδων , σφετέρῳ δ᾽ ήχθοντο τοκῆι
156εξ αρχῆς :
καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο ,
157πάντας αποκρύπτασκε , καὶ ες φάος ουκ ανίεσκε ,
158Γαίης εν κευθμῶνι , κακῷ δ᾽ επετέρπετο έργῳ
159Ουρανός
ἣ δ᾽ εντὸς στοναχίζετο Γαῖα πελώρη
160στεινομένη
δολίην δὲ κακήν τ᾽ εφράσσατο τέχνην
161αῖψα δὲ ποιήσασα γένος πολιοῦ αδάμαντος
162τεῦξε μέγα δρέπανον καὶ επέφραδε παισὶ φίλοισιν
163εῖπε δὲ θαρσύνουσα , φίλον τετιημένη ῆτορ
164παῖδες εμοὶ καὶ πατρὸς ατασθάλου , αί κ᾽ εθέλητε
165πείθεσθαι , πατρός κε κακὴν τισαίμεθα λώβην
166ὑμετέρου
πρότερος γὰρ αεικέα μήσατο έργα
167ὣς φάτο
τοὺς δ᾽ άρα πάντας ἕλεν δέος , ου δέ τις αυτῶν
168φθέγξατο
θαρσήσας δὲ μέγας Κρόνος αγκυλομήτης
169ὰψ αῦτις μύθοισι προσηύδα μητέρα κεδνήν
170μῆτερ , εγώ κεν τοῦτό γ᾽ ὑποσχόμενος τελέσαιμι
171έργον , επεὶ πατρός γε δυσωνύμου ουκ αλεγίζω
172ἡμετέρου
πρότερος γὰρ αεικέα μήσατο έργα
173ὣς φάτο
γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη
174εἷσε δέ μιν κρύψασα λόχῳ
ενέθηκε δὲ χερσὶν
175ἅρπην καρχαρόδοντα
δόλον δ᾽ ὑπεθήκατο πάντα
176ῆλθε δὲ νύκτ᾽ επάγων μέγας Ουρανός , αμφὶ δὲ Γαίῃ
177ἱμείρων φιλότητος επέσχετο καί ῥ᾽ ετανύσθη
178πάντη
ὃ δ᾽ εκ λοχέοιο πάις ωρέξατο χειρὶ
179σκαιῇ , δεξιτερῇ δὲ πελώριον έλλαβεν ἅρπην
180μακρὴν καρχαρόδοντα , φίλου δ᾽ απὸ μήδεα πατρὸς
181εσσυμένως ήμησε , πάλιν δ᾽ έρριψε φέρεσθαι
182εξοπίσω
τὰ μὲν ού τι ετώσια έκφυγε χειρός
183ὅσσαι γὰρ ῥαθάμιγγες απέσσυθεν αἱματόεσσαι ,
184πάσας δέξατο Γαῖα
περιπλομένων δ᾽ ενιαυτῶν
185γείνατ᾽ Ερινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας ,
186τεύχεσι λαμπομένους , δολίχ᾽ έγχεα χερσὶν έχοντας ,
187Νύμφας θ᾽ ἃς Μελίας καλέουσ᾽ επ᾽ απείρονα γαῖαν
188μήδεα δ᾽ ὡς τὸ πρῶτον αποτμήξας αδάμαντι
189κάββαλ᾽ απ᾽ ηπείροιο πολυκλύστῳ ενὶ πόντῳ ,
190ὣς φέρετ᾽ ὰμ πέλαγος πουλὺν χρόνον , αμφὶ δὲ λευκὸς
191αφρὸς απ᾽ αθανάτου χροὸς ώρνυτο
τῷ δ᾽ ένι κούρη
192εθρέφθη
πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν
193έπλητ᾽ , ένθεν έπειτα περίρρυτον ἵκετο Κύπρον
194εκ δ᾽ έβη αιδοίη καλὴ θεός , αμφὶ δὲ ποίη
195ποσσὶν ὕπο ῥαδινοῖσιν αέξετο
τὴν δ᾽ Αφροδίτην
196[ἀφρογενέα τε θεὰν καὶ ευστέφανον Κυθέρειαν ]
197κικλῄσκουσι θεοί τε καὶ ανέρες , οὕνεκ᾽ εν αφρῷ
198θρέφθη
ατὰρ Κυθέρειαν , ὅτι προσέκυρσε Κυθήροις :
199Κυπρογενέα δ᾽ , ὅτι γέντο πολυκλύστῳ ενὶ Κύπρῳ :
200ηδὲ φιλομμηδέα , ὅτι μηδέων εξεφαάνθη .
201τῇ δ᾽ Έρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς
202γεινομένῃ τὰ πρῶτα θεῶν τ᾽ ες φῦλον ιούσῃ
203ταύτην δ᾽ εξ αρχῆς τιμὴν έχει ηδὲ λέλογχε
204μοῖραν εν ανθρώποισι καὶ αθανάτοισι θεοῖσι ,
205παρθενίους τ᾽ οάρους μειδήματά τ᾽ εξαπάτας τε
206τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε
207τοὺς δὲ πατὴρ Τιτῆνας επίκλησιν καλέεσκε
208παῖδας νεικείων μέγας Ουρανός , οὓς τέκεν αυτός :
209φάσκε δὲ τιταίνοντας ατασθαλίῃ μέγα ῥέξαι
210έργον , τοῖο δ᾽ έπειτα τίσιν μετόπισθεν έσεσθαι .
211νὺξ δ᾽ έτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν
212καὶ Θάνατον , τέκε δ᾽ Ὕπνον , έτικτε δὲ φῦλον Ονείρων
213δεύτερον αῦ Μῶμον καὶ Οιζὺν αλγινόεσσαν ού τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ερεβεννή ,
214Ἑσπερίδας θ᾽ , ᾗς μῆλα πέρην κλυτοῦ Ωκεανοῖο
216χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν
217καὶ Μοίρας καὶ Κῆρας εγείνατο νηλεοποίνους ,
218Κλωθώ τε Λάχεσίν τε καὶ Άτροπον , αἵτε βροτοῖσι
219γεινομένοισι διδοῦσιν έχειν αγαθόν τε κακόν τε ,
220αἵτ᾽ ανδρῶν τε θεῶν τε παραιβασίας εφέπουσιν
221ου δέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο ,
222πρίν γ᾽ απὸ τῷ δώωσι κακὴν όπιν , ὅς τις ἁμάρτῃ
223τίκτε δὲ καὶ Νέμεσιν , πῆμα θνητοῖσι βροτοῖσι ,
224Νὺξ ολοή
μετὰ τὴν δ᾽ Απάτην τέκε καὶ Φιλότητα
225Γῆράς τ᾽ ουλόμενον , καὶ Έριν τέκε καρτερόθυμον
226αυτὰρ Έρις στυγερὴ τέκε μὲν Πόνον αλγινόεντα
227Λήθην τε Λιμόν τε καὶ Άλγεα δακρυόεντα
228Ὑσμίνας τε Μάχας τε Φόνους τ᾽ Ανδροκτασίας τε
229Νείκεά τε ψευδέας τε Λόγους Αμφιλλογίας τε
230Δυσνομίην τ᾽ Άτην τε , συνήθεας αλλήλῃσιν ,
231Ὅρκον θ᾽ , ὃς δὴ πλεῖστον επιχθονίους ανθρώπους
232πημαίνει , ὅτε κέν τις ἑκὼν επίορκον ομόσσῃ
233Νηρέα δ᾽ αψευδέα καὶ αληθέα γείνατο Πόντος ,
234πρεσβύτατον παίδων
αυτὰρ καλέουσι γέροντα ,
235οὕνεκα νημερτής τε καὶ ήπιος , ου δὲ θεμιστέων
236λήθεται , αλλὰ δίκαια καὶ ήπια δήνεα οῖδεν :
237αῦτις δ᾽ αῦ Θαύμαντα μέγαν καὶ αγήνορα Φόρκυν
238Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον
239Ευρυβίην τ᾽ αδάμαντος ενὶ φρεσὶ θυμὸν έχουσαν .
240Νηρῆος δ᾽ εγένοντο μεγήρατα τέκνα θεάων
241πόντῳ εν ατρυγέτῳ καὶ Δωρίδος ηυκόμοιο ,
242κούρης Ωκεανοῖο , τελήεντος ποταμοῖο ,
243Πλωτώ τ᾽ Ευκράντη τε Σαώ τ᾽ Αμφιτρίτη τε
244Ευδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε
245Κυμοθόη Σπειώ τε Θόη θ᾽ Αλίη τ᾽ ερόεσσα
246Πασιθέη τ᾽ Ερατώ τε καὶ Ευνίκη ῥοδόπηχυς
247καὶ Μελίτη χαρίεσσα καὶ Ευλιμένη καὶ Αγαυὴ
248Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
249Νησαίη τε καὶ Ακταίη καὶ Πρωτομέδεια
250Δωρὶς καὶ Πανόπεια καὶ ευειδὴς Γαλάτεια
251Ἱπποθόη τ᾽ ερόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς
252Κυμοδόκη θ᾽ , ἣ κύματ᾽ εν ηεροειδέι πόντῳ
253πνοιάς τε ζαέων ανέμων σὺν Κυματολήγῃ
254ῥεῖα πρηΰνει καὶ ευσφύρῳ Αμφιτρίτῃ ,
255Κυμώ τ᾽ Ηιόνη τε ευστέφανός θ᾽ Ἁλιμήδη
256Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια
257Ληαγόρη τε καὶ Ευαγόρη καὶ Λαομέδεια
258Πουλυνόη τε καὶ Αυτονόη καὶ Λυσιάνασσα
259Ευάρνη τε φυήν τ᾽ ερατὴ καὶ εῖδος άμωμος
260καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη
261Νησώ τ᾽ Ευπόμπη τε Θεμιστώ τε Προνόη τε
262Νημερτής θ᾽ , ἣ πατρὸς έχει νόον αθανάτοιο
263αὗται μὲν Νηρῆος αμύμονος εξεγένοντο
264κοῦραι πεντήκοντα , αμύμονα έργα ιδυῖαι
265Θαύμας δ᾽ Ωκεανοῖο βαθυρρείταο θύγατρα
266ηγάγετ᾽ Ηλέκτρην :
ἣ δ᾽ ωκεῖαν τέκεν Ι͂ριν
267ηυκόμους θ᾽ Ἁρπυίας Αελλώ τ᾽ Ωκυπέτην τε ,
268αἵ ῥ᾽ ανέμων πνοιῇσι καὶ οιωνοῖς ἅμ᾽ ἕπονται
269ωκείῃς πτερύγεσσι
μεταχρόνιαι γὰρ ίαλλον
270Φόρκυϊ δ᾽ αῦ Κητὼ Γραίας τέκε καλλιπαρῄους
271εκ γενετῆς πολιάς , τὰς δὴ Γραίας καλέουσιν
272αθάνατοί τε θεοὶ χαμαὶ ερχόμενοί τ᾽ άνθρωποι ,
273Πεμφρηδώ τ᾽ εύπεπλον Ενυώ τε κροκόπεπλον ,
274Γοργούς θ᾽ , αἳ ναίουσι πέρην κλυτοῦ Ωκεανοῖο
275εσχατιῇ πρὸς Νυκτός , ἵν᾽ Ἑσπερίδες λιγύφωνοι ,
276Σθεννώ τ᾽ Ευρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα .
277ἣ μὲν έην θνητή , αἳ δ᾽ αθάνατοι καὶ αγήρῳ ,
278αἱ δύο :
τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης
279εν μαλακῷ λειμῶνι καὶ άνθεσιν ειαρινοῖσιν
280τῆς δ᾽ ὅτε δὴ Περσεὺς κεφαλὴν απεδειροτόμησεν ,
281έκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος
282τῷ μὲν επώνυμον ῆεν , ὅτ᾽ Ωκεανοῦ περὶ πηγὰς
283γένθ᾽ , ὃ δ᾽ άορ χρύσειον έχων μετὰ χερσὶ φίλῃσιν .
284χὠ μὲν αποπτάμενος προλιπὼν χθόνα , μητέρα μήλων ,
285ἵκετ᾽ ες αθανάτους
Ζηνὸς δ᾽ εν δώμασι ναίει
286βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι
287Χρυσάωρ δ᾽ έτεκεν τρικέφαλον Γηρυονῆα
288μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ωκεανοῖο .
289τὸν μὲν άρ᾽ εξενάριξε βίη Ἡρακληείη
290βουσὶ παρ᾽ ειλιπόδεσσι περιρρύτῳ ειν Ερυθείῃ
291ήματι τῷ ὅτε περ βοῦς ήλασεν ευρυμετώπους
292Τίρυνθ᾽ εις ἱερὴν διαβὰς πόρον Ωκεανοῖο
293Όρθον τε κτείνας καὶ βουκόλον Ευρυτίωνα
294σταθμῷ εν ηερόεντι πέρην κλυτοῦ Ωκεανοῖο
295ἣ δ᾽ έτεκ᾽ άλλο πέλωρον αμήχανον , ουδὲν εοικὸς
296θνητοῖς ανθρώποις ου δ᾽ αθανάτοισι θεοῖσιν ,
297σπῆι ένι γλαφυρῷ θείην κρατερόφρον᾽ Έχιδναν ,
298ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον ,
299ἥμισυ δ᾽ αῦτε πέλωρον όφιν δεινόν τε μέγαν τε
300αιόλον ωμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης
301ένθα δέ οἱ σπέος εστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ
302τηλοῦ απ᾽ αθανάτων τε θεῶν θνητῶν τ᾽ ανθρώπων
303ένθ᾽ άρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν
304ἣ δ᾽ έρυτ᾽ ειν Αρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Έχιδνα ,
305αθάνατος νύμφη καὶ αγήραος ήματα πάντα
306τῇ δὲ Τυφάονά φασι μιγήμεναι εν φιλότητι
307δεινόν θ᾽ ὑβριστήν τ᾽ άνομόν θ᾽ ἑλικώπιδι κούρῃ :
308ἣ δ᾽ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα
309Όρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι :
310δεύτερον αῦτις έτικτεν αμήχανον , ού τι φατειὸν
311Κέρβερον ωμηστήν , Αίδεω κύνα χαλκεόφωνον ,
312πεντηκοντακέφαλον , αναιδέα τε κρατερόν τε
313τὸ τρίτον Ὕδρην αῦτις εγείνατο λυγρὰ ιδυῖαν
314Λερναίην , ἣν θρέψε θεὰ λευκώλενος Ἥρη
315άπλητον κοτέουσα βίῃ Ἡρακληείῃ .
316καὶ τὴν μὲν Διὸς υἱὸς ενήρατο νηλέι χαλκῷ
317Αμφιτρυωνιάδης σὺν αρηιφίλῳ Ιολάῳ
318Ηρακλέης βουλῇσιν Αθηναίης αγελείης .
319ἣ δὲ Χίμαιραν έτικτε πνέουσαν αμαιμάκετον πῦρ ,
320δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε
321τῆς δ᾽ ῆν τρεῖς κεφαλαί
μία μὲν χαροποῖο λέοντος ,
322ἣ δὲ χιμαίρης , ἣ δ᾽ όφιος , κρατεροῖο δράκοντος ,
323[πρόσθε λέων , όπιθεν δὲ δράκων , μέσση δὲ χίμαιρα ,
324δεινὸν αποπνείουσα πυρὸς μένος αιθομένοιο .
]
325τὴν μὲν Πήγασος εἷλε καὶ εσθλὸς Βελλεροφόντης
326ἣ δ᾽ άρα Φῖκ᾽ ολοὴν τέκε Καδμείοισιν όλεθρον
327Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα ,
328τόν ῥ᾽ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις
329γουνοῖσιν κατένασσε Νεμείης , πῆμ᾽ ανθρώποις .
330ένθ᾽ άρ᾽ ὃ οικείων ελεφαίρετο φῦλ᾽ ανθρώπων ,
331κοιρανέων Τρητοῖο Νεμείης ηδ᾽ Απέσαντος
332αλλά ἑ ὶς εδάμασσε βίης Ἡρακληείης
333Κητὼ δ᾽ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα
334γείνατο δεινὸν όφιν , ὃς ερεμνῆς κεύθεσι γαίης
335πείρασιν εν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει .
336τοῦτο μὲν εκ Κητοῦς καὶ Φόρκυνος γένος εστίν
337Τηθὺς δ᾽ Ωκεανῷ Ποταμοὺς τέκε δινήεντας ,
338Νεῖλόν τ᾽ Αλφειόν τε καὶ Ηριδανὸν βαθυδίνην
339Στρυμόνα Μαίανδρόν τε καὶ Ίστρον καλλιρέεθρον
340Φᾶσίν τε Ῥῆσόν τ᾽ Αχελώιόν τ᾽ αργυροδίνην
341Νέσσον τε Ῥοδίον θ᾽ Ἁλιάκμονά θ᾽ Ἑπτάπορόν τε
342Γρήνικόν τε καὶ Αίσηπον θεῖόν τε Σιμοῦντα
343Πηνειόν τε καὶ Ἕρμον ευρρείτην τε Κάικον
344Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε
345Εύηνόν τε καὶ Άρδησκον θεῖόν τε Σκάμανδρον
346τίκτε δὲ θυγατέρων ἱερὸν γένος , αἳ κατὰ γαῖαν
347άνδρας κουρίζουσι σὺν Απόλλωνι άνακτι
348καὶ Ποταμοῖς , ταύτην δὲ Διὸς πάρα μοῖραν έχουσι ,
349Πειθώ τ᾽ Αδμήτη τε Ιάνθη τ᾽ Ηλέκτρη τε
350Δωρίς τε Πρυμνώ τε καὶ Ουρανίη θεοειδὴς
351Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε
352Ζευξώ τε Κλυτίη τε Ιδυῖά τε Πασιθόη τε
353Πληξαύρη τε Γαλαξαύρη τ᾽ ερατή τε Διώνη
354Μηλόβοσίς τε Φόη τε καὶ ευειδὴς Πολυδώρη
355Κερκηίς τε φυὴν ερατὴ Πλουτώ τε βοῶπις
356Περσηίς τ᾽ Ιάνειρά τ᾽ Ακάστη τε Ξάνθη τε
357Πετραίη τ᾽ ερόεσσα Μενεσθώ τ᾽ Ευρώπη τε
358Μῆτίς τ᾽ Ευρυνόμη τε Τελεστώ τε Κροκοπεπλος
359Χρυσηίς τ᾽ Ασίη τε καὶ ἱμερόεσσα Καλυψὼ
360Ευδώρη τε Τύχη τε καὶ Αμφιρὼ Ωκυρόη τε
361καὶ Στύξ , ἣ δή σφεων προφερεστάτη εστὶν ἁπασέων
362αὗται δ᾽ Ωκεανοῦ καὶ Τηθύος εξεγένοντο
363πρεσβύταται κοῦραι
πολλαί γε μέν εισι καὶ άλλαι
364τρὶς γὰρ χίλιαί εισι τανύσφυροι Ωκεανῖναι ,
365αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης
366πάντη ὁμῶς εφέπουσι , θεάων αγλαὰ τέκνα
367τόσσοι δ᾽ αῦθ᾽ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες ,
368υἱέες Ωκεανοῦ , τοὺς γείνατο πότνια Τηθύς :
369τῶν όνομ᾽ αργαλέον πάντων βροτὸν ανέρ᾽ ενισπεῖν ,
370οἳ δὲ ἕκαστοι ίσασιν , ὅσοι περιναιετάωσιν .
371θεία δ᾽ Ηέλιόν τε μέγαν λαμπράν τε Σελήνην
372Ηῶ θ᾽ , ἣ πάντεσσιν επιχθονίοισι φαείνει
373αθανάτοις τε θεοῖσι , τοὶ ουρανὸν ευρὺν έχουσι ,
374γείναθ᾽ ὑποδμηθεῖσ᾽ Ὑπερίονος εν φιλότητι
375Κρίῳ δ᾽ Ευρυβίν τέκεν εν φιλότητι μιγεῖσα
376Αστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων
377Πέρσην θ᾽ , ὃς καὶ πᾶσι μετέπρεπεν ιδμοσύνῃσιν
378Αστραίῳ δ᾽ Ηὼς ανέμους τέκε καρτεροθύμους ,
379αργέστην Ζέφυρον Βορέην τ᾽ αιψηροκέλευθον
380καὶ Νότον , εν φιλότητι θεὰ θεῷ ευνηθεῖσα
381τοὺς δὲ μέτ᾽ αστέρα τίκτεν Ἑωσφόρον Ηριγένεια
382άστρα τε λαμπετόωντα , τά τ᾽ ουρανὸς εστεφάνωται .
383Στὺξ δ᾽ έτεκ᾽ Ωκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα
384Ζῆλον καὶ Νίκην καλλίσφυρον εν μεγάροισιν :
385καὶ Κράτος ηδὲ Βίην αριδείκετα γείνατο τέκνα ,
386τῶν ουκ έστ᾽ απάνευθε Διὸς δόμος , ου δέ τις ἕδρη , ου δ᾽
387ὁδός , ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ ,
388αλλ᾽ αιεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται .
389ὣς γὰρ εβούλευσεν Στὺξ άφθιτος Ωκεανίνη
390ήματι τῷ , ὅτε πάντας Ολύμπιος αστεροπητὴς
391αθανάτους εκάλεσσε θεοὺς ες μακρὸν Όλυμπον ,
392εῖπε δ᾽ , ὃς ὰν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο ,
393μή τιν᾽ απορραίσειν γεράων , τιμὴν δὲ ἕκαστον
394ἑξέμεν , ἣν τὸ πάρος γε μετ᾽ αθανάτοισι θεοῖσιν
395τὸν δ᾽ έφαθ᾽ , ὅστις άτιμος ὑπὸ Κρόνου ηδ᾽ αγέραστος ,
396τιμῆς καὶ γεράων επιβησέμεν , ἧ θέμις εστίν .
397ῆλθε δ᾽ άρα πρώτη Στὺξ άφθιτος Ούλυμπόνδε
398σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός
399τὴν δὲ Ζεὺς τίμησε , περισσὰ δὲ δῶρα δέδωκεν
400αυτὴν μὲν γὰρ έθηκε θεῶν μέγαν έμμεναι ὅρκον ,
401παῖδας δ᾽ ήματα πάντα ἑοῦ μεταναιέτας εῖναι .
402ὣς δ᾽ αύτως πάντεσσι διαμπερές , ὥς περ ὑπέστη ,
403εξετέλεσσ᾽
αυτὸς δὲ μέγα κρατεῖ ηδὲ ανάσσει
404φοίβη δ᾽ αῦ Κοίου πολυήρατον ῆλθεν ες ευνήν
405κυσαμένη δὴ έπειτα θεὰ θεοῦ εν φιλότητι
406Δητὼ κυανόπεπλον εγείνατο , μείλιχον αιεί ,
407ήπιον ανθρώποισι καὶ αθανάτοισι θεοῖσιν ,
408μείλιχον εξ αρχῆς , αγανώτατον εντὸς Ολύμπου
409γείνατο δ᾽ Αστερίην ευώνυμον , ἥν ποτε Πέρσης
410ηγάγετ᾽ ες μέγα δῶμα φίλην κεκλῆσθαι άκοιτιν
411ὴ δ᾽ ὑποκυσαμένη Ἑκάτην τέκε , τὴν περὶ πάντων
412Ζεὺς Κρονίδης τίμησε
πόρεν δέ οἱ αγλαὰ δῶρα ,
413μοῖραν έχειν γαίης τε καὶ ατρυγέτοιο θαλάσσης
414ἣ δὲ καὶ αστερόεντος απ᾽ ουρανοῦ έμμορε τιμῆς
415αθανάτοις τε θεοῖσι τετιμένη εστὶ μάλιστα
416καὶ γὰρ νῦν , ὅτε πού τις επιχθονίων ανθρώπων
417έρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται ,
418κικλῄσκει Ἑκάτην
πολλή τέ οἱ ἕσπετο τιμὴ
419ῥεῖα μάλ᾽ , ᾧ πρόφρων γε θεὰ ὑποδέξεται ευχάς ,
420καί τέ οἱ όλβον οπάζει , επεὶ δύναμίς γε πάρεστιν
421ὅσσοι γὰρ Γαίης τε καὶ Ουρανοῦ εξεγένοντο
422καὶ τιμὴν έλαχον , τούτων έχει αῖσαν ἁπάντων
423ου δέ τί μιν Κρονίδης εβιήσατο ου δέ τ᾽ απηύρα ,
424ὅσσ᾽ έλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν ,
425αλλ᾽ έχει , ὡς τὸ πρῶτον απ᾽ αρχῆς έπλετο δασμός ,
426καὶ γέρας εν γαίῃ τε καὶ ουρανῷ ηδὲ θαλάσσῃ :
ου δ᾽ , ὅτι μουνογενής , ἧσσον θεὰ έμμορε τιμῆς ,
427αλλ᾽ έτι καὶ πολὺ μᾶλλον , επεὶ Ζεὺς τίεται αυτήν .
429ᾧ δ᾽ εθέλει , μεγάλως παραγίγνεται ηδ᾽ ονίνησιν :
430έν τε δίκῃ βασιλεῦσι παρ᾽ αιδοίοισι καθίζει , έν τ᾽ αγορῇ λαοῖσι μεταπρέπει , ὅν κ᾽ εθέλῃσιν :
431ηδ᾽ ὁπότ᾽ ες πόλεμον φθεισήνορα θωρήσσωνται
432ανέρες , ένθα θεὰ παραγίγνεται , οἷς κ᾽ εθέλῃσι
433νίκην προφρονέως οπάσαι καὶ κῦδος ορέξαι
434εσθλὴ δ᾽ αῦθ᾽ ὁπότ᾽ άνδρες αεθλεύωσιν αγῶνι ,
436ένθα θεὰ καὶ τοῖς παραγίγνεται ηδ᾽ ονίνησιν
437νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν άεθλον
438ῥεῖα φέρει χαίρων τε , τοκεῦσι δὲ κῦδος οπάζει
439εσθλὴ δ᾽ ἱππήεσσι παρεστάμεν , οἷς κ᾽ εθέλῃσιν .
440καὶ τοῖς , οἳ γλαυκὴν δυσπέμφελον εργάζονται ,
441εύχονται δ᾽ Ἑκάτῃ καὶ ερικτύπῳ Εννοσιγαίῳ ,
442ῥηιδίως άγρην κυδρὴ θεὸς ώπασε πολλήν ,
443ῥεῖα δ᾽ αφείλετο φαινομένην , εθέλουσά γε θυμῷ
444εσθλὴ δ᾽ εν σταθμοῖσι σὺν Ἑρμῇ ληίδ᾽ αέξειν :
445βουκολίας δ᾽ αγέλας τε καὶ αιπόλια πλατέ᾽ αιγῶν
446ποίμνας τ᾽ ειροπόκων οίων , θυμῷ γ᾽ εθέλουσα ,
447εξ ολίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν .
448οὕτω τοι καὶ μουνογενὴς εκ μητρὸς εοῦσα
449πᾶσι μετ᾽ αθανάτοισι τετίμηται γεράεσσιν
450θῆκε δέ μιν Κρονίδης κουροτρόφον , οἳ μετ᾽ εκείνην
451οφθαλμοῖσιν ίδοντο φάος πολυδερκέος Ηοῦς
452οὕτως εξ αρχῆς κουροτρόφος , αἳ δέ τε τιμαί .
453Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα ,
454Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον
455ίφθιμόν τ᾽ Αίδην , ὃς ὑπὸ χθονὶ δώματα ναίει
456νηλεὲς ῆτορ έχων , καὶ ερίκτυπον Εννοσίγαιον
457Ζῆνά τε μητιόεντα , θεῶν πατέρ᾽ ηδὲ καὶ ανδρῶν ,
458τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται ευρεῖα χθών
459καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος , ὥς τις ἕκαστος
460νηδύος εξ ἱερῆς μητρὸς πρὸς γούναθ᾽ ἵκοιτο ,
461τὰ φρονέων , ἵνα μή τις αγαυῶν Ουρανιώνων
462άλλος εν αθανάτοισιν έχοι βασιληίδα τιμήν
463πεύθετο γὰρ Γαίης τε καὶ Ουρανοῦ αστερόεντος ,
464οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι
465καὶ κρατερῷ περ εόντι , Διὸς μεγάλου διὰ βουλάς
466τῷ ὅ γ᾽ άρ᾽ ουκ αλαὸς σκοπιὴν έχεν , αλλὰ δοκεύων
467παῖδας ἑοὺς κατέπινε
Ῥέην δ᾽ έχε πένθος άλαστον
468αλλ᾽ ὅτε δὴ Δί᾽ έμελλε θεῶν πατέρ᾽ ηδὲ καὶ ανδρῶν
469τέξεσθαι , τότ᾽ έπειτα φίλους λιτάνευε τοκῆας
470τοὺς αυτῆς , Γαῖάν τε καὶ Ουρανὸν αστερόεντα ,
471μῆτιν συμφράσσασθαι , ὅπως λελάθοιτο τεκοῦσα
472παῖδα φίλον , τίσαιτο δ᾽ ερινῦς πατρὸς ἑοῖο
473παίδων θ᾽ , οὓς κατέπινε μέγας Κρόνος αγκυλομήτης
474οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ηδ᾽ επίθοντο ,
475καί οἱ πεφραδέτην , ὅσα περ πέπρωτο γενέσθαι
476αμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ
477πέμψαν δ᾽ ες Λύκτον , Κρήτης ες πίονα δῆμον ,
478ὁππότ᾽ άρ᾽ ὁπλότατον παίδων τέξεσθαι έμελλε ,
479Ζῆνα μέγαν
τὸν μέν οἱ εδέξατο Γαῖα πελώρη
480Κρήτῃ εν ευρείῃ τραφέμεν ατιταλλέμεναί τε
481ένθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν
482πρώτην ες Λύκτον
κρύψεν δέ ἑ χερσὶ λαβοῦσα
483άντρῳ εν ηλιβάτῳ , ζαθέης ὑπὸ κεύθεσι γαίης ,
484Αιγαίῳ εν όρει πεπυκασμένῳ ὑλήεντι
485τῷ δὲ σπαργανίσασα μέγαν λίθον εγγυάλιξεν
486Ουρανίδῃ μέγ᾽ άνακτι , θεῶν προτέρῳ βασιλῆι
487τὸν τόθ᾽ ἑλὼν χείρεσσιν ἑὴν εσκάτθετο νηδὺν
488σχέτλιος
ου δ᾽ ενόησε μετὰ φρεσίν , ὥς οἱ οπίσσω
489αντὶ λίθου ἑὸς υἱὸς ανίκητος καὶ ακηδὴς
490λείπεθ᾽ , ὅ μιν τάχ᾽ έμελλε βίῃ καὶ χερσὶ δαμάσσας
491τιμῆς εξελάειν , ὃ δ᾽ εν αθανάτοισι ανάξειν .
492καρπαλίμως δ᾽ άρ᾽ έπειτα μένος καὶ φαίδιμα γυῖα
493ηύξετο τοῖο άνακτος
επιπλομένων δ᾽ ενιαυτῶν
494Γαίης εννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
495ὃν γόνον άψ ανέηκε μέγας Κρόνος αγκυλομήτης
496[νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο
]
497πρῶτον δ᾽ εξέμεσεν λίθον , ὃν πύματον κατέπινεν
498τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς ευρυοδείης
499Πυθοῖ εν ηγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
500σῆμ᾽ έμεν εξοπίσω , θαῦμα θνητοῖσι βροτοῖσιν
501λῦσε δὲ πατροκασιγνήτους ολοῶν ὑπὸ δεσμῶν
502Ουρανίδας , οὓς δῆσε πατὴρ αεσιφροσύνῃσιν :
503οἳ οἱ απεμνήσαντο χάριν ευεργεσιάων ,
504δῶκαν δὲ βροντὴν ηδ᾽ αιθαλόεντα κεραυνὸν
505καὶ στεροπήν
τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει
506τοῖς πίσυνος θνητοῖσι καὶ αθανάτοισιν ανάσσει
507κούρην δ᾽ Ιαπετὸς καλλίσφυρον Ωκεανίνην
508ηγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εισανέβαινεν .
509ἣ δέ οἱ Άτλαντα κρατερόφρονα γείνατο παῖδα :
510τίκτε δ᾽ ὑπερκύδαντα Μενοίτιον ηδὲ Προμηθέα
511ποικίλον αιολόμητιν , ἁμαρτίνοόν τ᾽ Επιμηθέα
512ὃς κακὸν εξ αρχῆς γένετ᾽ ανδράσιν αλφηστῇσιν
513πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα
514παρθένον
ὑβριστὴν δὲ Μενοίτιον ευρύοπα Ζεὺς
515εις Έρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ
516εἵνεκ᾽ ατασθαλίης τε καὶ ηνορέης ὑπερόπλου
517Άτλας δ᾽ ουρανὸν ευρὺν έχει κρατερῆς ὑπ᾽ ανάγκης
518πείρασιν εν γαίης , πρόπαρ Εσπερίδων λιγυφώνων ,
519ἑστηὼς κεφαλῇ τε καὶ ακαμάτῃσι χέρεσσιν
520ταύτην γάρ οἱ μοῖραν εδάσσατο μητίετα Ζεύς
521δῆσε δ᾽ αλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον
522δεσμοῖς αργαλέοισι μέσον διὰ κίον᾽ ελάσσας :
523καί οἱ επ᾽ αιετὸν ῶρσε τανύπτερον
αυτὰρ ὅ γ᾽ ἧπαρ
524ήσθιεν αθάνατον , τὸ δ᾽ αέξετο ῖσον ἁπάντη
525νυκτός ὅσον πρόπαν ῆμαρ έδοι τανυσίπτερος όρνις
526τὸν μὲν άρ᾽ Αλκμήνης καλλισφύρου άλκιμος υἱὸς
527Ἡρακλέης έκτεινε , κακὴν δ᾽ απὸ νοῦσον άλαλκεν
528Ιαπετιονίδῃ καὶ ελύσατο δυσφροσυνάων
529ουκ αέκητι Ζηνὸς Ολυμπίου ὑψιμέδοντος ,
530όφρ᾽ Ἡρακλῆος Θηβαγενέος κλέος είη
531πλεῖον έτ᾽ ὴ τὸ πάροιθεν επὶ χθόνα πουλυβότειραν .
532ταῦτ᾽ άρα ἁζόμενος τίμα αριδείκετον υἱόν
533καί περ χωόμενος παύθη χόλου , ὃν πρὶν έχεσκεν ,
534οὕνεκ᾽ ερίζετο βουλὰς ὑπερμενέι Κρονίωνι
535καὶ γὰρ ὅτ᾽ εκρίνοντο θεοὶ θνητοί τ᾽ άνθρωποι
536Μηκώνῃ , τότ᾽ έπειτα μέγαν βοῦν πρόφρονι θυμῷ
537δασσάμενος προέθηκε , Διὸς νόον εξαπαφίσκων
538τοῖς μὲν γὰρ σάρκας τε καὶ έγκατα πίονα δημῷ
539εν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ ,
540τῷ δ᾽ αῦτ᾽ οστέα λευκὰ βοὸς δολίῃ επὶ τέχνῃ
541ευθετίσας κατέθηκε καλύψας αργέτι δημῷ
542δὴ τότε μιν προσέειπε πατὴρ ανδρῶν τε θεῶν τε
543Ιαπετιονίδη , πάντων αριδείκετ᾽ ανάκτων ,
544ῶ πέπον , ὡς ἑτεροζήλως διεδάσσαο μοίρας
545ὣς φάτο κερτομέων Ζεὺς άφθιτα μήδεα ειδώς
546τὸν δ᾽ αῦτε προσέειπε Προμηθεὺς αγκυλομήτης
547ῆκ᾽ επιμειδήσας , δολίης δ᾽ ου λήθετο τέχνης
548ζεῦ κύδιστε μέγιστε θεῶν αιειγενετάων ,
549τῶν δ᾽ ἕλε᾽ , ὁπποτέρην σε ενὶ φρεσὶ θυμὸς ανώγει .
550Φῆ ῥα δολοφρονέων
Ζεὺς δ᾽ άφθιτα μήδεα ειδὼς
551γνῶ ῥ᾽ ου δ᾽ ηγνοίησε δόλον
κακὰ δ᾽ όσσετο θυμῷ
552θνητοῖς ανθρώποισι , τὰ καὶ τελέεσθαι έμελλεν
553χερσὶ δ᾽ ὅ γ᾽ αμφοτέρῃσιν ανείλετο λευκὸν άλειφαρ
554χώσατο δὲ φρένας αμφί , χόλος δέ μιν ἵκετο θυμόν ,
555ὡς ίδεν οστέα λευκὰ βοὸς δολίῃ επὶ τέχνῃ
556εκ τοῦ δ᾽ αθανάτοισιν επὶ χθονὶ φῦλ᾽ ανθρώπων
557καίουσ᾽ οστέα λευκὰ θυηέντων επὶ βωμῶν
558τὸν δὲ μέγ᾽ οχθήσας προσέφη νεφεληγερέτα Ζεύς
559Ιαπετιονίδη , πάντων πέρι μήδεα ειδώς ,
560ῶ πέπον , ουκ άρα πω δολίης επιλήθεο τέχνης
561ὣς φάτο χωόμενος Ζεὺς άφθιτα μήδεα ειδώς
562εκ τούτου δὴ έπειτα δόλου μεμνημένος αιεὶ
563ουκ εδίδου Μελίῃσι πυρὸς μένος ακαμάτοιο
564θνητοῖς ανθρώποις , οἳ επὶ χθονὶ ναιετάουσιν
565αλλά μιν εξαπάτησεν εὺς πάις Ιαπετοῖο
566κλέψας ακαμάτοιο πυρὸς τηλέσκοπον .
αυγὴν
567εν κοΐλῳ νάρθηκι :
δάκεν δέ ἑ νειόθι θυμόν ,
568Ζῆν᾽ ὑψιβρεμέτην , εχόλωσε δέ μιν φίλον ῆτορ ,
569ὡς ίδ᾽ εν ανθρώποισι πυρὸς τηλέσκοπον αυγήν
570αυτίκα δ᾽ αντὶ πυρὸς τεῦξεν κακὸν ανθρώποισιν
571γαίης γὰρ σύμπλασσε περικλυτὸς Αμφιγυήεις
572παρθένῳ αιδοίῃ ίκελον Κρονίδεω διὰ βουλάς
573ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Αθήνη
574αργυφέη εσθῆτι :
κατὰ κρῆθεν δὲ καλύπτρην
575δαιδαλέην χείρεσσι κατέσχεθε , θαῦμα ιδέσθαι
]
576αμφὶ δέ οἱ
577στεφάνην χρυσέην κεφαλῆφιν έθηκε ,
579τὴν αυτὸς ποίησε περικλυτὸς Αμφιγυήεις
580ασκήσας παλάμῃσι , χαριζόμενος Διὶ πατρί
581τῇ δ᾽ ενὶ δαίδαλα πολλὰ τετεύχατο , θαῦμα ιδέσθαι ,
582κνώδαλ᾽ , ὅσ᾽ ήπειρος πολλὰ τρέφει ηδὲ θάλασσα ,
583τῶν ὅ γε πόλλ᾽ ενέθηκε , - χάρις δ᾽ απελάμπετο πολλή , -
584θαυμάσια , ζῴοισιν εοικότα φωνήεσσιν
585αυτὰρ επεὶ δὴ τεῦξε καλὸν κακὸν αντ᾽ αγαθοῖο .
586εξάγαγ᾽ , ένθα περ άλλοι έσαν θεοὶ ηδ᾽ άνθρωποι ,
587κόσμῳ αγαλλομένην γλαυκώπιδος οβριμοπάτρης
588θαῦμα δ᾽ έχ᾽ αθανάτους τε θεοὺς θνητούς τ᾽ ανθρώπους ,
589ὡς εῖδον δόλον αιπύν , αμήχανον ανθρώποισιν
590εκ τῆς γὰρ γένος εστὶ γυναικῶν θηλυτεράων ,
591[τῆς γὰρ ολώιόν εστι γένος καὶ φῦλα γυναικῶν , ]
592πῆμα μέγ᾽ αἳ θνητοῖσι μετ᾽ ανδράσι ναιετάουσιν
593ουλομένης πενίης ου σύμφοροι , αλλὰ κόροιο .
594ὡς δ᾽ ὁπότ᾽ εν σμήνεσσι κατηρεφέεσσι μέλισσαι
595κηφῆνας βόσκωσι , κακῶν ξυνήονας έργων -
596αἳ μέν τε πρόπαν ῆμαρ ες ηέλιον καταδύντα
597ημάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά ,
598οἳ δ᾽ έντοσθε μένοντες επηρεφέας κατὰ σίμβλους
599αλλότριον κάματον σφετέρην ες γαστέρ᾽ αμῶνται -
600ὣς δ᾽ αύτως άνδρεσσι κακὸν θνητοῖσι γυναῖκας
601Ζεὺς ὑψιβρεμέτης θῆκεν , ξυνήονας έργων
602αργαλέων
ἕτερον δὲ πόρεν κακὸν αντ᾽ αγαθοῖο
603ὅς κε γάμον φεύγων καὶ μέρμερα έργα γυναικῶν
604μὴ γῆμαι εθέλῃ , ολοὸν δ᾽ επὶ γῆρας ἵκοιτο
605χήτεϊ γηροκόμοιο
ὅ γ᾽ ου βιότου επιδευὴς
606ζώει , αποφθιμένου δὲ διὰ κτῆσιν δατέονται
607χηρωσταί
ᾧ δ᾽ αῦτε γάμου μετὰ μοῖρα γένηται ,
608κεδνὴν δ᾽ έσχεν άκοιτιν αρηρυῖαν πραπίδεσσι ,
609τῷ δέ τ᾽ απ᾽ αιῶνος κακὸν εσθλῷ αντιφερίζει
610εμμενές
ὃς δέ κε τέτμῃ αταρτηροῖο γενέθλης ,
611ζώει ενὶ στήθεσσιν έχων αλίαστον ανίην
612θυμῷ καὶ κραδίῃ , καὶ ανήκεστον κακόν εστιν
613ὣς ουκ έστι Διὸς κλέψαι νόον ου δὲ παρελθεῖν .
ου δὲ
614γὰρ Ιαπετιονίδης ακάκητα Προμηθεὺς
615τοῖό γ᾽ ὑπεξήλυξε βαρὺν χόλον , αλλ᾽ ὑπ᾽ ανάγκης
616καὶ πολύιδριν εόντα μέγας κατὰ δεσμὸς ερύκει .
617Βριάρεῳ δ᾽ ὡς πρῶτα πατὴρ ωδύσσατο θυμῷ
618Κόττῳ τ᾽ ηδὲ Γύῃ , δῆσεν κρατερῷ ενὶ δεσμῷ
619ηνορέην ὑπέροπλον αγώμενος ηδὲ καὶ εῖδος
620καὶ μέγεθος
κατένασσε δ᾽ ὑπὸ χθονὸς ευρυοδείης
621ένθ᾽ οἵ γ᾽ άλγε᾽ έχοντες ὑπὸ χθονὶ ναιετάοντες
622εἵατ᾽ επ᾽ εσχατιῇ , μεγάλης εν πείρασι γαίης ,
623δηθὰ μάλ᾽ αχνύμενοι , κραδίῃ μέγα πένθος έχοντες
624αλλά σφεας Κρονίδης τε καὶ αθάνατοι θεοὶ άλλοι ,
625οὓς τέκεν ηύκομος Ῥείη Κρόνου εν φιλότητι ,
626Γαίης φραδμοσύνῃσιν ανήγαγον ες φάος αῦτις
627αυτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε
628σὺν κείνοις νίκην τε καὶ αγλαὸν εῦχος αρέσθαι
629δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέ᾽ έχοντες
630Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου εξεγένοντο ,
631αντίον αλλήλοισι διὰ κρατερὰς ὑσμίνας ,
632οἳ μὲν αφ᾽ ὑψηλῆς Όθρυος Τιτῆνες αγαυοί ,
633οἳ δ᾽ άρ᾽ απ᾽ Ουλύμποιο θεοί , δωτῆρες εάων ,
634οὓς τέκεν ηύκομος Ῥείη Κρόνῳ ευνηθεῖσα .
635οἵ ῥα τότ᾽ αλλήλοισι χόλον θυμαλγέ᾽ έχοντες
636συνεχέως εμάχοντο δέκα πλείους ενιαυτούς
637ου δέ τις ῆν έριδος χαλεπῆς λύσις ου δὲ τελευτὴ
638ουδετέροις , ῖσον δὲ τέλος τέτατο πτολέμοιο .
639αλλ᾽ ὅτε δὴ κείνοισι παρέσχεθεν άρμενα πάντα ,
640νέκταρ τ᾽ αμβροσίην τε , τά περ θεοὶ αυτοὶ έδουσι ,
641πάντων εν στήθεσσιν αέξετο θυμὸς αγήνωρ
642ὡς νέκταρ τ᾽ επάσαντο καὶ αμβροσίην ερατεινήν ,
643δὴ τότε τοῖς μετέειπε πατὴρ ανδρῶν τε θεῶν τε
644κέκλυτε μευ , Γαίης τε καὶ Ουρανοῦ αγλαὰ τέκνα ,
645όφρ᾽ είπω , τά με θυμὸς ενὶ στήθεσσι κελεύει .
646ήδη γὰρ μάλα δηρὸν εναντίοι αλλήλοισι
647νίκης καὶ κράτεος πέρι μαρνάμεθ᾽ ήματα πάντα
648Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου εκγενόμεσθα
649ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας αάπτους
650φαίνετε Τιτήνεσσιν εναντίοι εν δαῒ λυγρῇ
651μνησάμενοι φιλότητος ενηέος , ὅσσα παθόντες
652ες φάος ὰψ αφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ
653ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ηερόεντος
654ὣς φάτο
τὸν δ᾽ εξαῦτις αμείβετο Κόττος αμύμων
655Δαιμόνι᾽ , ουκ αδάητα πιφαύσκεαι
αλλὰ καὶ αυτοὶ
656ίδμεν , ὅ τοι περὶ μὲν πραπίδες , περὶ δ᾽ εστὶ νόημα ,
657αλκτὴρ δ᾽ αθανάτοισιν αρῆς γένεο κρυεροῖο .
658σῇσι δ᾽ επιφροσύνῃσιν ὑπὸ ζόφου ηερόεντος
659άψορρον δ᾽ ? εξαῦτις αμειλίκτων ὑπὸ δεσμῶν
660ηλύθομεν , Κρόνου υἱὲ άναξ , ανάελπτα παθόντες
661τῷ καὶ νῦν ατενεῖ τε νόῳ καὶ επίφρονι βουλῇ
662ῥυσόμεθα κράτος ὑμὸν εν αινῇ δηϊοτῆτι
663μαρνάμενοι Τιτῆσιν ανὰ κρατερὰς ὑσμίνας
664ὣς φάτ᾽
επῄνεσσαν δὲ θεοί , δωτῆρες εάων ,
665μῦθον ακούσαντες
πολέμου δ᾽ ελιλαίετο θυμὸς
666μᾶλλον έτ᾽ ὴ τὸ πάροιθε :
μάχην δ᾽ αμέγαρτον έγειραν
667πάντες , θήλειαι τε καὶ άρσενες , ήματι κείνῳ ,
668Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου εξεγένοντο ,
669οὕς τε Ζεὺς Ερέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε
670δεινοί τε κρατεροί τε , βίην ὑπέροπλον έχοντες
671τῶν ἑκατὸν μὲν χεῖρες απ᾽ ώμων αίσσοντο
672πᾶσιν ὁμῶς , κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
673εξ ώμων επέφυκον επὶ στιβαροῖσι μέλεσσιν
674οἳ τότε Τιτήνεσσι κατέσταθεν εν δαῒ λυγρῇ
675πέτρας ηλιβάτους στιβαρῇς εν χερσὶν έχοντες
676Τιτῆνες δ᾽ ἑτέρωθεν εκαρτύναντο φάλαγγας
677προφρονέως , χειρῶν τε βίης θ᾽ ἅμα έργον έφαινον
678αμφότεροι
δεινὸν δὲ περίαχε πόντος απείρων ,
679γῆ δὲ μέγ᾽ εσμαράγησεν , επέστενε δ᾽ ουρανὸς ευρὺς
680σειόμενος , πεδόθεν δὲ τινάσσετο μακρὸς Όλυμπος
681ῥιπῇ ὕπ᾽ αθανάτων , ένοσις δ᾽ ἵκανε βαρεῖα
682Τάρταρον ηερόεντα , ποδῶν τ᾽ αιπεῖα ιωὴ
683ασπέτου ιωχμοῖο βολάων τε κρατεράων
684ὣς άρ᾽ επ᾽ αλλήλοις ἵεσαν βέλεα στονόεντα
685φωνὴ δ᾽ αμφοτέρων ἵκετ᾽ ουρανὸν αστερόεντα
686κεκλομένων
οἳ δὲ ξύνισαν μεγάλῳ αλαλητῷ
687ου δ᾽ άρ᾽ έτι Ζεὺς ίσχεν ἑὸν μένος , αλλά νυ τοῦ γε
688εῖθαρ μὲν μένεος πλῆντο φρένες , εκ δέ τε πᾶσαν
689φαῖνε βίην
άμυδις δ᾽ άρ᾽ απ᾽ ουρανοῦ ηδ᾽ απ᾽ Ολύμπου
690αστράπτων έστειχε συνωχαδόν
οἱ δὲ κεραυνοὶ
691ίκταρ ἅμα βροντῇ τε καὶ αστεροπῇ ποτέοντο
692χειρὸς άπο στιβαρῆς , ἱερὴν φλόγα ειλυφόωντες
693ταρφέες
αμφὶ δὲ γαῖα φερέσβιος εσμαράγιζε
694καιομένη , λάκε δ᾽ αμφὶ πυρὶ μεγάλ᾽ άσπετος ὕλη
695έζεε δὲ χθὼν πᾶσα καὶ Ωκεανοῖο ῥέεθρα
696πόντος τ᾽ ατρύγετος
τοὺς δ᾽ άμφεπε θερμὸς αυτμὴ
697Τιτῆνας χθονίους , φλὸξ δ᾽ αιθέρα δῖαν ἵκανεν
698άσπετος , όσσε δ᾽ άμερδε καὶ ιφθίμων περ εόντων
699αυγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε
700καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος
είσατο δ᾽ άντα
701οφθαλμοῖσιν ιδεῖν ηδ᾽ ούασι όσσαν ακοῦσαι
702αύτως , ὡς ει Γαῖα καὶ Ουρανὸς ευρὺς ὕπερθε
703πίλνατο :
τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ορώρει
704τῆς μὲν ερειπομένης , τοῦ δ᾽ ὑψόθεν εξεριπόντος
705τόσσος δοῦπος έγεντο θεῶν έριδι ξυνιόντων
706σὺν δ᾽ άνεμοι ένοσίν τε κονίην τ᾽ εσφαράγιζον
707βροντήν τε στεροπήν τε καὶ αιθαλόεντα κεραυνόν ,
708κῆλα Διὸς μεγάλοιο , φέρον δ᾽ ιαχήν τ᾽ ενοπήν τε
709ες μέσον αμφοτέρων
ότοβος δ᾽ άπλητος ορώρει
710σμερδαλέης έριδος , κάρτος δ᾽ ανεφαίνετο έργων
711εκλίνθη δὲ μάχη
πρὶν δ᾽ αλλήλοις επέχοντες
712εμμενέως εμάχοντο διὰ κρατερὰς ὑσμίνας
713οἳ δ᾽ άρ᾽ ενὶ πρώτοισι μάχην δριμεῖαν έγειραν
714Κόττος τε Βριάρεώς τε Γύης τ᾽ άατος πολέμοιο ,
715οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν απὸ χειρῶν
716πέμπον επασσυτέρας , κατὰ δ᾽ εσκίασαν βελέεσσι
717Τιτῆνας , καὶ τοὺς μὲν ὑπὸ χθονὸς ευρυοδείης
718πέμψαν καὶ δεσμοῖσιν εν αργαλέοισιν έδησαν
719χερσὶν νικήσαντες ὑπερθύμους περ εόντας ,
720τόσσον ένερθ᾽ ὑπὸ γῆς , ὅσον ουρανός εστ᾽ απὸ γαίης :
721τόσσον γάρ τ᾽ απὸ γῆς ες Τάρταρον ηερόεντα .
722εννέα γὰρ νύκτας τε καὶ ήματα χάλκεος άκμων
723ουρανόθεν κατιὼν δεκάτῃ κ᾽ ες γαῖαν ἵκοιτο :
724εννέα δ᾽ αῦ νύκτας τε καὶ ήματα χάλκεος άκμων
725εκ γαίης κατιὼν δεκάτῃ κ᾽ ες Τάρταρον ἵκοι .
726τὸν πέρι χάλκεον ἕρκος ελήλαται
αμφὶ δέ μιν νὺξ
727τριστοιχεὶ κέχυται περὶ δειρήν
αυτὰρ ὕπερθεν
728γῆς ῥίζαι πεφύασι καὶ ατρυγέτοιο θαλάσσης
729ένθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ηερόεντι
730κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο
731χώρῳ εν ευρώεντι , πελώρης έσχατα γαίης
732τοῖς ουκ εξιτόν εστι
θύρας δ᾽ επέθηκε Ποσειδέων
733χαλκείας , τεῖχος δὲ περοίχεται αμφοτέρωθεν
734ένθα Γύης Κόττος τε καὶ Οβριάρεως μεγάθυμος
735ναίουσιν , φύλακες πιστοὶ Διὸς αιγιόχοιο
736ένθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ηερόεντος
737πόντου τ᾽ ατρυγέτοιο καὶ ουρανοῦ αστερόεντος
738ἑξείης πάντων πηγαὶ καὶ πείρατ᾽ έασιν
739αργαλέ᾽ ευρώεντα , τά τε στυγέουσι θεοί περ ,
740χάσμα μέγ᾽ , ου δέ κε πάντα τελεσφόρον εις ενιαυτὸν
741οῦδας ἵκοιτ᾽ , ει πρῶτα πυλέων έντοσθε γένοιτο ,
742αλλά κεν ένθα καὶ ένθα φέροι πρὸ θύελλα θυέλλῃ
743αργαλέη :
δεινὸν δὲ καὶ αθανάτοισι θεοῖσι
744τοῦτο τέρας .
Νυκτὸς δ᾽ ερεβεννῆς οικία δεινὰ
745ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν
746τῶν πρόσθ᾽ Ιαπετοῖο πάις έχει ουρανὸν ευρὺν
747ἑστηὼς κεφαλῇ τε καὶ ακαμάτῃσι χέρεσσιν
748αστεμφέως , ὅθι Νύξ τε καὶ Ἡμέρη ᾶσσον ιοῦσαι
749αλλήλας προσέειπον , αμειβόμεναι μέγαν ουδὸν
750χάλκεον
ἣ μὲν έσω καταβήσεται , ἣ δὲ θύραζε
751έρχεται , ου δέ ποτ᾽ αμφοτέρας δόμος εντὸς εέργει ,
752αλλ᾽ αιεὶ ἑτέρη γε δόμων έκτοσθεν εοῦσα
753γαῖαν επιστρέφεται , ἣ δ᾽ αῦ δόμου εντὸς εοῦσα
754μίμνει τὴν αυτῆς ὥρην ὁδοῦ , έστ᾽ ὰν ἵκηται ,
755ἣ μὲν επιχθονίοισι φάος πολυδερκὲς έχουσα ,
756ἣ δ᾽ Ὕπνον μετὰ χερσί , κασίγνητον Θανάτοιο .
757Νὺξ ολοή , νεφέλῃ κεκαλυμμένη ηεροειδεῖ .
758ένθα δὲ Νυκτὸς παῖδες ερεμνῆς οικί᾽ έχουσιν ,
759Ὕπνος καὶ Θάνατος , δεινοὶ θεοί
ου δέ ποτ᾽ αυτοὺς
760Ηέλιος φαέθων επιδέρκεται ακτίνεσσιν
761ουρανὸν εὶς ανιὼν ου δ᾽ ουρανόθεν καταβαίνων .
762τῶν δ᾽ ἕτερος γαῖάν τε καὶ ευρέα νῶτα θαλάσσης
763ἥσυχος ανστρέφεται καὶ μείλιχος ανθρώποισι ,
764τοῦ δὲ σιδηρέη μὲν κραδίη , χάλκεον δέ οἱ ῆτορ
765νηλεὲς εν στήθεσσιν :
έχει δ᾽ ὃν πρῶτα λάβῃσιν
766ανθρώπων
εχθρὸς δὲ καὶ αθανάτοισι θεοῖσιν .
767ένθα θεοῦ χθονίου πρόσθεν δόμοι ηχήεντες
768ιφθίμου τ᾽ Αίδεω καὶ επαινῆς Περσεφονείης
769ἑστᾶσιν , δεινὸς δὲ κύων προπάροιθε φυλάσσει
770νηλειής , τέχνην δὲ κακὴν έχει :
ες μὲν ιόντας
771σαίνει ὁμῶς ουρῇ τε καὶ ούασιν αμφοτέροισιν ,
772εξελθεῖν δ᾽ ουκ αῦτις εᾷ πάλιν , αλλὰ δοκεύων
773εσθίει , ὅν κε λάβῃσι πυλέων έκτοσθεν ιόντα
774[ἰφθίμου τ᾽ Αίδεω καὶ επαινῆς Περσεφονείης .
]
775ένθα δὲ ναιετάει στυγερὴ θεὸς αθανάτοισι ,
776δεινὴ Στύξ , θυγάτηρ αψορρόου Ωκεανοῖο
777πρεσβυτάτη
νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει
778μακρῇσιν πέτρῃσι κατηρεφέ᾽
αμφὶ δὲ πάντη
779κίοσιν αργυρέοισι πρὸς ουρανὸν εστήρικται
780παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ωκέα Ι͂ρις
781αγγελίην πωλεῖται επ᾽ ευρέα νῶτα θαλάσσης .
782ὁππότ᾽ έρις καὶ νεῖκος εν αθανάτοισιν όρηται
783καί ῥ᾽ ὅστις ψεύδηται Ολύμπια δώματ᾽ εχόντων ,
784Ζεὺς δέ τε Ι͂ριν έπεμψε θεῶν μέγαν ὅρκον ενεῖκαι
785τηλόθεν εν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ
786ψυχρόν , ὅτ᾽ εκ πέτρης καταλείβεται ηλιβάτοιο
787ὑψηλῆς :
πολλὸν δὲ ὑπὸ χθονὸς ευρυοδείης
788εξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν
789Ωκεανοῖο κέρας
δεκάτη δ᾽ επὶ μοῖρα δέδασται
790εννέα μὲν περὶ γῆν τε καὶ ευρέα νῶτα θαλάσσης
791δίνῃς αργυρέῃς εἱλιγμένος εις ἅλα πίπτει ,
792ἣ δὲ μί᾽ εκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν .
793ὅς κεν τὴν επίορκον απολλείψας επομόσσῃ
794αθανάτων , οἳ έχουσι κάρη νιφόεντος Ολύμπου ,
795κεῖται νήυτμος τετελεσμένον εις ενιαυτόν
796ου δέ ποτ᾽ αμβροσίης καὶ νέκταρος έρχεται ᾶσσον
797βρώσιος , αλλά τε κεῖται ανάπνευστος καὶ άναυδος
798στρωτοῖς εν λεχέεσσι , κακὸν δέ ἑ κῶμα καλύπτει
799αυτὰρ επεὶ νοῦσον τελέσῃ μέγαν εις ενιαυτόν ,
800άλλος γ᾽ εξ άλλου δέχεται χαλεπώτερος άεθλος
801εινάετες δὲ θεῶν απαμείρεται αιὲν εόντων ,
802ου δέ ποτ᾽ ες βουλὴν επιμίσγεται ου δ᾽ επὶ δαῖτας
803εννέα πάντα έτεα :
δεκάτῳ δ᾽ επιμίσγεται αῦτις
804είρας ες αθανάτων , οἳ Ολύμπια δώματ᾽ έχουσιν .
805τοῖον άρ᾽ ὅρκον έθεντο θεοὶ Στυγὸς άφθιτον ὕδωρ
806ωγύγιον , τὸ δ᾽ ἵησι καταστυφέλου διὰ χώρου
807ένθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ηερόεντος
808πόντου τ᾽ ατρυγέτοιο καὶ ουρανοῦ αστερόεντος
809ἑξείης πάντων πηγαὶ καὶ πείρατ᾽ έασιν
810αργαλέ᾽ ευρώεντα , τά τε στυγέουσι θεοί περ .
811ένθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος ουδὸς
812αστεμφής , ῥίζῃσι διηνεκέεσσιν αρηρώς ,
813αυτοφυής :
πρόσθεν δὲ θεῶν έκτοσθεν ἁπάντων
814Τιτῆνες ναίουσι , πέρην Χάεος ζοφεροῖο
815αυτὰρ ερισμαράγοιο Διὸς κλειτοὶ επίκουροι
816δώματα ναιετάουσιν επ᾽ Ωκεανοῖο θεμέθλοις ,
817Κόττος τ᾽ ηδὲ Γύης
Βριάρεών γε μὲν ηὺν εόντα
818γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Εννοσίγαιος ,
819δῶκε δὲ Κυμοπόλειαν οπυίειν , θυγατέρα ἥν
820αυτὰρ επεὶ Τιτῆνας απ᾽ ουρανοῦ εξέλασεν Ζεύς ,
821ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη
822Ταρτάρου εν φιλότητι διὰ χρυσέην Αφροδίτην :
823οὗ χεῖρες μὲν έασιν επ᾽ ισχύι , έργματ᾽ έχουσαι ,
824καὶ πόδες ακάματοι κρατεροῦ θεοῦ :
εκ δέ οἱ ώμων
825ἣν ἑκατὸν κεφαλαὶ όφιος , δεινοῖο δράκοντος ,
826γλώσσῃσιν δνοφερῇσι λελιχμότες , εκ δέ οἱ όσσων
827θεσπεσίῃς κεφαλῇσιν ὑπ᾽ οφρύσι πῦρ αμάρυσσεν
828πασέων δ᾽ εκ κεφαλέων πῦρ καίετο δερκομένοιο
829φωναὶ δ᾽ εν πάσῃσιν έσαν δεινῇς κεφαλῇσι
830παντοίην όπ᾽ ιεῖσαι αθέσφατον
άλλοτε μὲν γὰρ
831φθέγγονθ᾽ ὥστε θεοῖσι συνιέμεν , άλλοτε δ᾽ αῦτε
832ταύρου εριβρύχεω , μένος ασχέτου , όσσαν αγαύρου ,
833άλλοτε δ᾽ αῦτε λέοντος αναιδέα θυμὸν έχοντος ,
834άλλοτε δ᾽ αῦ σκυλάκεσσιν εοικότα , θαύματ᾽ ακοῦσαι ,
835άλλοτε δ᾽ αῦ ῥοίζεσχ᾽ , ὑπὸ δ᾽ ήχεεν ούρεα μακρά .
836καί νύ κεν έπλετο έργον αμήχανον ήματι κείνῳ
837καί κεν ὅ γε θνητοῖσι καὶ αθανάτοισιν άναξεν ,
838ει μὴ άρ᾽ οξὺ νόησε πατὴρ ανδρῶν τε θεῶν τε
839σκληρὸν δ᾽ εβρόντησε καὶ όβριμον , αμφὶ δὲ γαῖα
840σμερδαλέον κονάβησε καὶ ουρανὸς ευρὺς ὕπερθε
841πόντος τ᾽ Ωκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης
842ποσσὶ δ᾽ ὕπ᾽ αθανάτοισι μέγας πελεμίζετ᾽ Όλυμπος
843ορνυμένοιο άνακτος
επεστενάχιζε δὲ γαῖα
844καῦμα δ᾽ ὑπ᾽ αμφοτέρων κάτεχεν ιοειδέα πόντον
845βροντῆς τε στεροπῆς τε , πυρός τ᾽ απὸ τοῖο πελώρου ,
846πρηστήρων ανέμων τε κεραυνοῦ τε φλεγέθοντος
847έζεε δὲ χθὼν πᾶσα καὶ ουρανὸς ηδὲ θάλασσα
848θυῖε δ᾽ άρ᾽ αμφ᾽ ακτὰς περί τ᾽ αμφί τε κύματα μακρὰ
849ῥιπῇ ὕπ᾽ αθανάτων , ένοσις δ᾽ άσβεστος ορώρει
850τρέε δ᾽ Αίδης , ενέροισι καταφθιμένοισιν ανάσσων ,
851Τιτῆνές θ᾽ ὑποταρτάριοι , Κρόνον αμφὶς εόντες ,
852ασβέστου κελάδοιο καὶ αινῆς δηιοτῆτος
853Ζεὺς δ᾽ επεὶ οῦν κόρθυνεν ἑὸν μένος , εἵλετο δ᾽ ὅπλα ,
854βροντήν τε στεροπήν τε καὶ αιθαλόεντα κεραυνόν ,
855πλῆξεν απ᾽ Ουλύμποιο επάλμενος
αμφὶ δὲ πάσας
856έπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου
857αυτὰρ επεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας ,
858ήριπε γυιωθείς , στενάχιζε δὲ γαῖα πελώρη
859φλὸξ δὲ κεραυνωθέντος απέσσυτο τοῖο άνακτος
860ούρεος εν βήσσῃσιν αιδνῇς παιπαλοέσσῃς ,
861πληγέντος
πολλὴ δὲ πελώρη καίετο γαῖα
862ατμῇ θεσπεσίῃ καὶ ετήκετο κασσίτερος ὣς
863τέχνῃ ὕπ᾽ αιζηῶν εν ευτρήτοις χοάνοισι
864θαλφθείς , ηὲ σίδηρος , ὅ περ κρατερώτατός εστιν .
865ούρεος εν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ
866τήκεται εν χθονὶ δίῃ ὑφ᾽ Ἡφαιστου παλάμῃσιν
867ὣς άρα τήκετο γαῖα σέλαι πυρὸς αιθομένοιο
868ῥῖψε δέ μιν θυμῷ ακαχὼν ες Τάρταρον ευρύν
869εκ δὲ Τυφωέος έστ᾽ ανέμων μένος ὑγρὸν αέντων ,
870νόσφι Νότου Βορέω τε καὶ αργέστεω Ζεφύροιο
871οἵ γε μὲν εκ θεόφιν γενεή , θνητοῖς μέγ᾽ όνειαρ :
872οἱ δ᾽ άλλοι μαψαῦραι επιπνείουσι θάλασσαν :
873αἳ δή τοι πίπτουσαι ες ηεροειδέα πόντον ,
874πῆμα μέγα θνητοῖσι , κακῇ θυίουσιν αέλλῃ
875άλλοτε δ᾽ άλλαι άεισι διασκιδνᾶσί τε νῆας
876ναύτας τε φθείρουσι
κακοῦ δ᾽ ου γίγνεται αλκὴ
877ανδράσιν , οἳ κείνῃσι συνάντωνται κατὰ πόντον
878αἳ δ᾽ αῦ καὶ κατὰ γαῖαν απείριτον ανθεμόεσσαν
879έργ᾽ ερατὰ φθείρουσι χαμαιγενέων ανθρώπων
880πιμπλεῖσαι κόνιός τε καὶ αργαλέου κολοσυρτοῦ
881αυτὰρ επεί ῥα πόνον μάκαρες θεοὶ εξετέλεσσαν ,
882Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι ,
883δή ῥα τότ᾽ ώτρυνον βασιλευέμεν ηδὲ ανάσσειν
884Γαίης φραδμοσύνῃσιν Ολύμπιον ευρύοπα Ζῆν
885αθανάτων
ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς
886Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην άλοχον θέτο Μῆτιν
887πλεῖστα τε ιδυῖαν ιδὲ θνητῶν ανθρώπων .
888αλλ᾽ ὅτε δὴ άρ᾽ έμελλε θεὰν γλαυκῶπιν Αθήνην
889τέξεσθαι , τότ᾽ έπειτα δόλῳ φρένας εξαπατήσας
890αἱμυλίοισι λόγοισιν ἑὴν εσκάτθετο νηδὺν
891Γαίης φραδμοσύνῃσι καὶ Ουρανοῦ αστερόεντος .
892τὼς γάρ οἱ φρασάτην , ἵνα μὴ βασιληίδα τιμὴν
893άλλος έχοι Διὸς αντὶ θεῶν αιειγενετάων
894εκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι
895πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν
896ῖσον έχουσαν πατρὶ μένος καὶ επίφρονα βουλήν .
897αυτὰρ έπειτ᾽ άρα παῖδα θεῶν βασιλῆα καὶ ανδρῶν
898ήμελλεν τέξεσθαι , ὑπέρβιον ῆτορ έχοντα :
899αλλ᾽ άρα μιν Ζεὺς πρόσθεν ἑὴν εσκάτθετο νηδύν ,
900ὡς δή οἱ φράσσαιτο θεὰ αγαθόν τε κακόν τε
901δεύτερον ηγάγετο λιπαρὴν Θέμιν , ἣ τέκεν Ὥρας ,
902Ευνουμίην τε Δίκην τε καὶ Ειρήνην τεθαλυῖαν ,
903αἳ έργ᾽ ωρεύουσι καταθνητοῖσι βροτοῖσι ,
904Μοίρας θ᾽ , ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς ,
905Κλωθώ τε Λάχεσίν τε καὶ Άτροπον , αἵτε διδοῦσι
906θνητοῖς ανθρώποισιν έχειν αγαθόν τε κακόν τε .
907τρεῖς δέ οἱ Ευρυνομη Χάριτας τέκε καλλιπαρῄους ,
908Ωκεανοῦ κούρη , <
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
403
404
405
406
407
408
409
410
411
412
413
414
415
416
417
418
419
420
421
422
423
424
425
426
427
429
430
431
432
433
434
436
437
438
439
440
441
442
443
444
445
446
447
448
449
450
451
452
453
454
455
456
457
458
459
460
461
462
463
464
465
466
467
468
469
470
471
472
473
474
475
476
477
478
479
480
481
482
483
484
485
486
487
488
489
490
491
492
493
494
495
496
497
498
499
500
501
502
503
504
505
506
507
508
509
510
511
512
513
514
515
516
517
518
519
520
521
522
523
524
525
526
527
528
529
530
531
532
533
534
535
536
537
538
539
540
541
542
543
544
545
546
547
548
549
550
551
552
553
554
555
556
557
558
559
560
561
562
563
564
565
566
567
568
569
570
571
572
573
574
575
576
577
579
580
581
582
583
584
585
586
587
588
589
590
591
592
593
594
595
596
597
598
599
600
601
602
603
604
605
606
607
608
609
610
611
612
613
614
615
616
617
618
619
620
621
622
623
624
625
626
627
628
629
630
631
632
633
634
635
636
637
638
639
640
641
642
643
644
645
646
647
648
649
650
651
652
653
654
655
656
657
658
659
660
661
662
663
664
665
666
667
668
669
670
671
672
673
674
675
676
677
678
679
680
681
682
683
684
685
686
687
688
689
690
691
692
693
694
695
696
697
698
699
700
701
702
703
704
705
706
707
708
709
710
711
712
713
714
715
716
717
718
719
720
721
722
723
724
725
726
727
728
729
730
731
732
733
734
735
736
737
738
739
740
741
742
743
744
745
746
747
748
749
750
751
752
753
754
755
756
757
758
759
760
761
762
763
764
765
766
767
768
769
770
771
772
773
774
775
776
777
778
779
780
781
782
783
784
785
786
787
788
789
790
791
792
793
794
795
796
797
798
799
800
801
802
803
804
805
806
807
808
809
810
811
812
813
814
815
816
817
818
819
820
821
822
823
824
825
826
827
828
829
830
831
832
833
834
835
836
837
838
839
840
841
842
843
844
845
846
847
848
849
850
851
852
853
854
855
856
857
858
859
860
861
862
863
864
865
866
867
868
869
870
871
872
873
874
875
876
877
878
879
880
881
882
883
884
885
886
887
888
889
890
891
892
893
894
895
896
897
898
899
900
901
902
903
904
905
906
907
908