Aeschylus

Suppliants    —    Ἱκέτιδες

Χορός

1Ζεὺς μὲν αφίκτωρ επίδοι προφρόνως
2στόλον ἡμέτερον νάιον αρθέντ̓
3απὸ προστομίων λεπτοψαμάθων
4Νείλου
Δίαν δὲ λιποῦσαι
5χθόνα σύγχορτον Συρίᾳ φεύγομεν,
6ούτιν̓ εφ̓ αἵματι δημηλασίαν
7ψήφῳ πόλεως γνωσθεῖσαν,
8αλλ̓ αυτογενεῖ φυξανορίᾳ
9γάμον Αιγύπτου παίδων ασεβῆ
10 ξονοταζόμεναι

11Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος
12καὶ στασίαρχος τάδε πεσσονομῶν
13κύδιστ̓ αχέων επέκρανε,
14φεύγειν ανέδην διὰ κῦμ̓ ἅλιον,
15κέλσαι δ̓ Άργους γαῖαν, ὅθεν δὴ
16γένος ἡμέτερον τῆς οιστροδόνου
17βοὸς εξ επαφῆς κἀξ επιπνοίας
18Διὸς ευχόμενον τετέλεσται.

19τίν̓ ὰν οῦν χώραν εύφρονα μᾶλλον
20τῆσδ̓ αφικοίμεθα
21σὺν τοῖσδ̓ ἱκετῶν εγχειριδίοις
22εριοστέπτοισι κλάδοισιν;

23 πόλις, γῆ, καὶ λευκὸν ὕδωρ,
24ὕπατοί τε θεοί, καὶ βαρύτιμοι
25χθόνιοι θήκας κατέχοντες,
26καὶ Ζεὺς σωτὴρ τρίτος, οικοφύλαξ
27ὁσίων ανδρῶν, δέξασθ̓ ἱκέτην
28τὸν θηλυγενῆ στόλον αιδοίῳ
29πνεύματι χώρας
αρσενοπληθῆ δ̓
30ἑσμὸν ὑβριστὴν Αιγυπτογενῆ,
31πρὶν πόδα χέρσῳ τῆδ̓ εν ασώδει
32θεῖναι, ξὺν όχῳ ταχυήρει
33πέμψατε πόντονδ̓
ένθα δὲ λαίλαπι
34χειμωνοτύπῳ, βροντῇ στεροπῇ τ̓
35ομβροφόροισίν τ̓ ανέμοις αγρίας
36ἁλὸς αντήσαντες, όλοιντο,
37πρίν ποτε λέκτρων, ὧν θέμις είργει,
38σφετεριξάμενοι πατραδέλφειαν
39τήνδ̓ αεκόντων επιβῆναι

Χορός

40νῦν δ̓ επικεκλομένα
41Δῖον πόρτιν ὑπερ -
42πόντιον τιμάοῤ, ῖνίν τ̓
43ανθονομούσας προγόνου
44βοὸς εξ επιπνοίας
45Ζηνὸς έφαψιν·
επωνυμίᾳ δ̓
46επεκραίνετο μόρσιμος αιὼν
47ευλόγως,
48Έπαφόν τ̓ εγέννασεν

Χορός

49όντ̓ επιλεξαμένα,
50νῦν εν ποιονόμοις
51ματρὸς αρχαίας τόποις τῶν
52πρόσθε πόνων μνασαμένα,
53τά τε νῦν επιδείξω
54πιστὰ τεκμήρια γαιονόμοις,
55τὰ δ̓ άελπτά περ όντα φανεῖται.

56γνώσεται
57δὲ λόγους τις εν μάκει

Χορός

58ει δὲ κυρεῖ τις πέλας οιωνοπόλων
59έγγαιος οῖκτον [οἰκτρὸν] αίων,
60δοξάσει τις ακούειν όπα τᾶς Τηρεΐας
61Μήτιδος οικτρᾶς αλόχου,
62κιρκηλάτου τ̓ αηδόνος

Χορός

63άτ̓ απὸ χλωρῶν πετάλων εργομένα
64πενθεῖ μὲν οῖκτον ηθέων·

65ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αυτοφόνως
66ώλετο πρὸς χειρὸς ἕθεν
67δυσμάτορος κότου τυχών

Χορός

68τὼς καὶ εγὼ φιλόδυρ -
69τος Ιαονίοισι νόμοισι
70δάπτω τὰν ἁπαλὰν
71Νειλοθερῆ παρειὰν
72απειρόδακρύν τε καρδίαν

73γοεδνὰ δ̓ ανθεμίζομαι
74δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς
75αερίας απὸ γᾶς
76εί τις εστὶ κηδεμών

Χορός

77αλλά, θεοὶ γενέται
78κλύετ̓ εῦ τὸ δίκαιον ιδόντες

79ἥβᾳ μὴ τέλεον
80δόντες έχειν παῤ αῖσαν,
81ὕβριν δ̓ ἑτοίμως στυγοῦντες,
82πέλοιτ̓ ὰν ένδικοι γάμοις

83έστι δὲ κἀκ πολέμου τειρομένοις
84βωμὸς αρῆς φυγάσιν
85ῥῦμα, δαιμόνων σέβας

Χορός

86εῦ δ̓ είη Διόθεν παναληθῶς
87Διὸς ἵμερος ουκ ευθήρατος ετύχθη

88παντᾷ τοι φλεγέθει
89κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ
90μερόπεσσι λαοῖς

Χορός

91πίπτει δ̓ ασφαλὲς ου δ̓ επὶ νώτῳ,
92κορυφᾷ Διὸς ει κρανθῇ, πρᾶγμα τέλειον

93δαυλοὶ γὰρ πραπίδων
94δάσκιοί τε τείνουσιν πόροι
95κατιδεῖν άφραστοι

Χορός

96ιάπτει δ̓ ελπίδων
97αφ̓ ὑψιπύργων πανώλεις
98βροτούς, βίαν δ̓
99ούτιν̓ εξοπλίζει

100πᾶν άπονον δαιμονίων.

101ἥμενος ὃν φρόνημά πως
102αυτόθεν εξέπραξεν έμπας
103ἑδράνων εφ̓ ἁγνῶν

Χορός

104ιδέσθω δ̓ εις ὕβριν
105βρότειον, οἵα νεάζει
106πυθμὴν δἰ -
107μὸν γάμον τεθαλὼς
108δυσπαραβούλοισι φρεσίν,
109καὶ διάνοιαν μαινόλιν
110κέντρον έχων άφυκτον, άταν δ̓
111απάτᾳ μεταγνούς

Χορός

112τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω
113λιγέα βαρέα δακρυοπετῆ,
114ιὴ ιή,
115ιηλέμοισιν εμπρεπῆ·
[θρεομένη μέλη]
116ζῶσα γόοις με τιμῶ

Χορός

117ἱλεοῦμαι μὲν Απίαν βοῦνιν,
118καρβᾶνα δ̓ αυδὰν
119εῦ, γᾶ, κοννεῖς

120πολλάκι δ̓ εμπίτνω ξὺν λακίδι
121λινοσινεῖ
122Σιδονίᾳ καλύπτρᾳ

Χορός

123θεοῖς δ̓ εναγέα τέλεα πελομένων καλῶς
124επίδρομ̓, ὁπόθι θάνατος απῇ.

125ιὼ ιώ,
126ιὼ δυσάγκριτοι πόνοι.

127ποῖ τόδε κῦμ̓ απάξει

Χορός

128ἱλεοῦμαι μὲν Απίαν βοῦνιν,
129καρβᾶνα δ̓ αυδὰν
130εῦ, γᾶ, κοννεῖς

131πολλάκι δ̓ εμπίτνω ξὺν λακίδι
132λινοσινεῖ
133Σιδονίᾳ καλύπτρᾳ

Χορός

134πλάτα μὲν οῦν λινορραφής τε
135δόμος ἅλα στέγων δορὸς
136αχείματόν μ̓ έπεμπε σὺν πνοαῖς

137ου δὲ μέμφομαι

138τελευτὰς δ̓ εν χρόνῳ
139πατήρ μοι παντόπτας
140πρευμενεῖς κτίσειεν

Χορός

141σπέρμα σεμνᾶς μέγα ματρὸς
142ευνὰς ανδρῶν, έ,
143άγαμον αδάματον εκφυγεῖν

Χορός

144θέλουσα δ̓ αῦ θέλουσαν ἁγνά μ̓
145επιδέτω Διὸς κόρα,
146έχουσα σέμν̓ ενώπἰ ασφαλῶς,
147παντὶ δὲ σθένει
148διωγμοῖς ασχαλῶσ̓
149αδμήτας αδμήτα
150ῥύσιος γενέσθω

Χορός

151σπέρμα σεμνᾶς μέγα ματρὸς
152ευνὰς ανδρῶν, έ,
153άγαμον αδάματον εκφυγεῖν

Χορός

154ει δὲ μή, μελανθὲς
155ἡλιόκτυπον γένος τὸν γάιον,
156τὸν πολυξενώτατον
157Ζῆνα τῶν κεκμηκότων
158ἱξόμεθα σὺν κλάδοις
159αρτάναις θανοῦσαι,
161μὴ τυχοῦσαι θεῶν Ολυμπίων.

Χορός

162 Ζήν, Ιοῦς ιῷ
163μῆνις μάστειῤ εκ θεῶν·

164κοννῶ δ̓ άγαν
165γαμετᾶς ουρανόνικον

166χαλεποῦ γὰρ εκ
167πνεύματος εῖσι χειμών

Χορός

168καὶ τότ̓ ου δικαίοις
169Ζεὺς ενέξεται λόγοις,
170τὸν τᾶς βοὸς
171παῖδ̓ ατιμάσας, τὸν αυ -
172τός ποτ̓ έκτισεν γόνῳ,
173νῦν έχων παλίντροπον
174όψιν εν λιταῖσιν

175ὑψόθεν δ̓ εῦ κλύοι καλούμενος

Δαναός

176παῖδες, φρονεῖν χρή ξὺν φρονοῦντι δ̓ ἥκετε
177πιστῷ γέροντι τῷ δε ναυκλήρῳ πατρί

178καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν
179αινῶ φυλάξαι τἄμ̓ έπη δελτουμένας

180ὁρῶ κόνιν, άναυδον άγγελον στρατοῦ

181σύριγγες ου σιγῶσιν αξονήλατοι

182όχλον δ̓ ὑπασπιστῆρα καὶ δορυσσόον
183λεύσσω, ξὺν ἵπποις καμπύλοις τ̓ οχήμασιν

184τάχ̓ ὰν πρὸς ἡμᾶς τῆσδε γῆς αρχηγέται
185οπτῆρες εῖεν αγγέλων πεπυσμένοι

186αλλ̓ είτ̓ απήμων είτε καὶ τεθηγμένος
187ωμῇ ξὺν οργῇ τόνδ̓ επόρνυται στόλον,
188άμεινόν εστι παντὸς είνεκ̓, κόραι,
189πάγον προσίζειν τόνδ̓ αγωνίων θεῶν.

190κρεῖσσον δὲ πύργου βωμός, άρρηκτον σάκος
191αλλ̓ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς
192ἱκετηρίας, αγάλματ̓ αιδοίου Διός,
193σεμνῶς έχουσαι διὰ χερῶν ευωνύμων,
194αιδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖ̓ έπη
195ξένους αμείβεσθ̓, ὡς επήλυδας πρέπει,
196τορῶς λέγουσαι τάσδ̓ αναιμάκτους φυγάς.

197φθογγῇ δ̓ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,
198τὸ μὴ μάταιον δ̓ εκ μετωποσωφρόνων
199ίτω προσώπων όμματος παῤ ἡσύχου

200καὶ μὴ πρόλεσχος μη δ̓ εφολκὸς εν λόγῳ
201γένῃ
τὸ τῇδε κάρτ̓ επίφθονον γένος.
202μέμνησο δ̓ είκειν
χρεῖος εῖ ξένη φυγάς
203θρασυστομεῖν γὰρ ου πρέπει τοὺς ἥσσονας

204πάτερ, φρονούντως πρὸς φρονοῦντας εννέπεις

205φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν
206κεδνὰς εφετμάς
Ζεὺς δὲ γεννήτωρ ίδοι

Δαναός

207ίδοιτο δῆτα πρευμενοῦς απ̓ όμματος
208θέλοιμ̓ ὰν ήδη σοὶ πέλας θρόνους έχειν

209μή νυν σχόλαζε, μηχανῆς δ̓ έστω κράτος

210 Ζεῦ, κόπων οίκτιρε μὴ απολωλότας

211κείνου θέλοντος εῦ τελευτήσει τάδε

212καὶ Ζηνὸς όρνιν τόνδε νῦν κικλῄσκετε

213καλοῦμεν αυγὰς ἡλίου σωτηρίους, -
214ἁγνόν τ̓ Απόλλω, φυγάδ̓ απ̓ ουρανοῦ θεόν

215ειδὼς ὰν αῖσαν τήνδε συγγνοίη βροτοῖς

216συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων

217τίν̓ οῦν κικλῄσκω τῶνδε δαιμόνων έτι

218ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ

219αλλ̓ εῦ τ̓ έπεμψεν εῦ τε δεξάσθω χθονί

220Ἑρμῆς όδ̓ άλλος τοῖσιν Ἑλλήνων νόμοις.

221ελευθέροις νυν εσθλὰ κηρυκευέτω

222πάντων δ̓ ανάκτων τῶνδε κοινοβωμίαν
223σέβεσθ̓
εν ἁγνῷ δ̓ ἑσμὸς ὡς πελειάδων
224ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ,
225εχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.

226όρνιθος όρνις πῶς ὰν ἁγνεύοι φαγών

227πῶς δ̓ ὰν γαμῶν άκουσαν άκοντος πάρα
228ἁγνὸς γένοιτ̓ άν
ου δὲ μὴ ν Ἅιδου θανὼν
229φύγῃ ματαίων αιτίας, πράξας τάδε

230κἀκεῖ δικάζει τἀπλακήμαθ̓, ὡς λόγος,
231Ζεὺς άλλος εν καμοῦσιν ὑστάτας δίκας.

232σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,
233ὅπως ὰν ὑμῖν πρᾶγος εῦ νικᾷ τόδε

Βασιλεύς

234ποδαπὸν ὅμιλον τόνδ̓ ανελληνόστολον
235πέπλοισι βαρβάροισι καὶ πυκνώμασι
236χλίοντα προσφωνοῦμεν
ου γὰρ Αργολὶς
237εσθὴς γυναικῶν ου δ̓ αφ̓ Ἑλλάδος τόπων.

238ὅπως δὲ χώραν ού τε κηρύκων ὕπο,
239απρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν
240έτλητ̓ ατρέστως, τοῦτο θαυμαστὸν πέλει

241κλάδοι γε μὲν δὴ κατὰ νόμους αφικτόρων
242κεῖνται παῤ ὑμῖν πρὸς θεοῖς αγωνίοις

243μόνον τόδ̓ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ

244καὶ τἄλλα πόλλ̓ έτ̓ εικάσαι δίκαιον ῆν,
245ει μὴ παρόντι φθόγγος ῆν σημανῶν

246είρηκας αμφὶ κόσμον αψευδῆ λόγον

247εγὼ δὲ πρὸς σὲ πότερον ὡς έτην λέγω,
248 ῥήτοῤ ἱεροράβδον, πόλεως αγόν;

249πρὸς ταῦτ̓ αμείβου καὶ λέγ̓ ευθαρσὴς εμοί

250τοῦ γηγενοῦς γάρ ειμ̓ εγὼ Παλαίχθονος
251ῖνις Πελασγός, τῆσδε γῆς αρχηγέτης

252εμοῦ δ̓ άνακτος ευλόγως επώνυμον
253γένος Πελασγῶν τήνδε καρποῦται χθόνα

254καὶ πᾶσαν αῖαν, ἧς δἰ ἁγνὸς έρχεται
255Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ

256ὁρίζομαι δὲ τήν τε Περραίβων χθόνα,
257Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,
258όρη τε Δωδωναῖα
συντέμνει δ̓ ὅρος
259ὑγρᾶς θαλάσσης
τῶνδε τἀπὶ τάδε κρατῶ
260αυτῆς δὲ χώρας Απίας πέδον τόδε
261πάλαι κέκληται φωτὸς ιατροῦ χάριν

262Α͂πις γὰρ ελθὼν εκ πέρας Ναυπακτίας
263ιατρόμαντις παῖς Απόλλωνος χθόνα
264τήνδ̓ εκκαθαίρει κνωδάλων βροτοφθόρων,
265τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασιν
266χρανθεῖσ̓ ανῆκε γαῖα μηνιταῖ̓ άχη
267δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.

268τούτων άκη τομαῖα καὶ λυτήρια
269πράξας αμέμπτως Α͂πις Αργείᾳ χθονὶ
270μνήμην ποτ̓ αντίμισθον ηύρετ̓ εν λιταῖς

271έχουσα δ̓ ήδη τἀπ̓ εμοῦ τεκμήρια
272γένος τ̓ ὰν εξεύχοιο καὶ λέγοις πρόσω

273μακράν γε μὲν δὴ ῥῆσιν ου στέργει πόλις

Χορός

274βραχὺς τορός θ̓ μῦθος· Αργεῖαι γένος
275εξευχόμεσθα, σπέρματ̓ ευτέκνου βοός

276καὶ ταῦτ̓ αληθῆ πάντα προσφύσω λόγῳ

277άπιστα μυθεῖσθ̓, ξέναι, κλύειν εμοί,
278ὅπως τόδ̓ ὑμῖν εστιν Αργεῖον γένος

279Λιβυστικαῖς γὰρ μᾶλλον εμφερέστεραι
280γυναιξίν εστε κοὐδαμῶς εγχωρίαις

281καὶ Νεῖλος ὰν θρέψειε τοιοῦτον φυτόν,
282Κύπριος χαρακτήρ τ̓ εν γυναικείοις τύποις
283εικὼς πέπληκται τεκτόνων πρὸς αρσένων

284τοίας τ̓ ακούω νομάδας ἱπποβάμοσιν
285εῖναι καμήλοις αστραβιζούσας, χθόνα
286παῤ Αιθίοψιν αστυγειτονουμένας

287καὶ τὰς ανάνδρους κρεοβόρους τ̓ Αμαζόνας,
288ει τοξοτευχεῖς ῆτε, κάρτ̓ ὰν ῄκασα
289ὑμᾶς.
διδαχθεὶς δ̓ ὰν τόδ̓ ειδείην πλέον,
290ὅπως γένεθλον σπέρμα τ̓ Αργεῖον τὸ σόν.

Χορός

291κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ
292Ιὼ γενέσθαι τῇ δ̓ εν Αργείᾳ χθονί

293ῆν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ

294μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ;

296κἄκρυπτά γ̓ Ἥρας ταῦτα τἀμπαλάγματα.

297πῶς οῦν τελευτᾷ βασιλέων νείκη τάδε

298βοῦν τὴν γυναῖκ̓ έθηκεν Αργεία θεός

299ούκουν πελάζει Ζεὺς επ̓ ευκραίρῳ βοΐ

301φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.

302τί δῆτα πρὸς ταῦτ̓ άλοχος ισχυρὰ Διός;

303τὸν πάνθ̓ ὁρῶντα φύλακ̓ επέστησεν βοΐ

304ποῖον πανόπτην οιοβουκόλον λέγεις

305Άργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.

306τί οῦν έτευξεν άλλο δυσπότμῳ βοΐ

307βοηλάτην μύωπα κινητήριον.

308οῖστρον καλοῦσιν αυτὸν οἱ Νείλου πέλας

309τοιγάρ νιν εκ γῆς ήλασεν μακρῷ δρόμῳ

310καὶ ταῦτ̓ έλεξας πάντα συγκόλλως εμοί

311καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο

312καὶ Ζεύς γ̓ εφάπτωρ χειρὶ φιτύει γόνον

313τίς οῦν Δῖος πόρτις εύχεται βοός

314Έπαφος αληθῶς ῥυσίων επώνυμος.

316Λιβύη, μέγιστον γῆς πέδον καρπουμένη.

317τίν̓ οῦν έτ̓ άλλον τῆσδε βλαστημὸν λέγεις

318Βῆλον δίπαιδα πατέρα τοῦδ̓ εμοῦ πατρός.

319τὸ πάνσοφον νῦν όνομα τοῦτό μοι φράσον

321Δαναός, αδελφὸς δ̓ εστὶ πεντηκοντάπαις.

322καὶ τοῦδ̓ άνοιγε τοὔνομ̓ αφθόνῳ λόγῳ

Χορός

323 Αίγυπτος . ειδὼς δ̓ ἁμὸν αρχαῖον γένος
324πράσσοις ὰν ὡς Αργεῖον ανστήσῃς στόλον

325δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸς
326τἀρχαῖον
αλλὰ πῶς πατρῷα δώματα
327λιπεῖν έτλητε
τίς κατέσκηψεν τύχη
328άναξ Πελασγῶν, αιόλ̓ ανθρώπων κακά.

329πόνου δ̓ ίδοις ὰν ουδαμοῦ ταὐτὸν πτερόν

330επεὶ τίς ηύχει τήνδ̓ ανέλπιστον φυγὴν
331κέλσειν ες Άργος κῆδος εγγενὲς τὸ πρίν,
332έχθει μεταπτοιοῦσαν ευναίων γάμων;

333τί φὴς ἱκνεῖσθαι τῶνδ̓ αγωνίων θεῶν,
334λευκοστεφεῖς έχουσα νεοδρέπτους κλάδους

335ὡς μὴ γένωμαι δμωὶς Αιγύπτου γένει.

336πότερα κατ̓ έχθραν, τὸ μὴ θέμις λέγεις;

337τίς δ̓ ὰν φίλους ωνοῖτο τοὺς κεκτημένους

338σθένος μὲν οὕτως μεῖζον αύξεται βροτοῖς

339καὶ δυστυχούντων γ̓ ευμαρὴς απαλλαγή.

340πῶς οῦν πρὸς ὑμᾶς ευσεβὴς εγὼ πέλω

341αιτοῦσι μὴ κδοὺς παισὶν Αιγύπτου πάλιν.

342βαρέα σύ γ̓ εῖπας, πόλεμον άρασθαι νέον

343αλλ̓ δίκη γε ξυμμάχων ὑπερστατεῖ

344είπερ γ̓ απ̓ αρχῆς πραγμάτων κοινωνὸς ῆν.

345αιδοῦ σὺ πρύμναν πόλεος ῶδ̓ εστεμμένην

346πέφρικα λεύσσων τάσδ̓ ἕδρας κατασκίους

347βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.

Χορός

348Παλαίχθονος τέκος, κλῦθί μου
349πρόφρονι καρδίᾳ, Πελασγῶν άναξ

350ίδε με τὰν ἱκέτιν φυγάδα περίδρομον,
351λυκοδίωκτον ὡς δάμαλιν ὰμ πέτραις
352ηλιβάτοις, ίν̓ αλκᾷ πίσυνος μέμυ -
353κε φράζουσα βοτῆρι μόχθους.

Βασιλεύς

354ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον
355νεύονθ̓ ὅμιλον τόνδ̓ αγωνίων θεῶν

356είη δ̓ άνατον πρᾶγμα τοῦτ̓ αστοξένων

357μη δ̓ εξ αέλπτων κἀπρομηθήτων πόλει
358νεῖκος γένηται
τῶν γὰρ ου δεῖται πόλις

Χορός

359ίδοιτο δῆτ̓ άνατον φυγὰν
360ἱκεσία Θέμις Διὸς κλαρίου

361σὺ δὲ παῤ οψιγόνου μάθε γεραιόφρων

362ποτιτρόπαιον αιδόμενος ? οῦνπερ ἱεροδόκα ? . .

363θεῶν λήματ̓ απ̓ ανδρὸς ἁγνοῦ.

Βασιλεύς

365ούτοι κάθησθε δωμάτων εφέστιοι
366εμῶν
τὸ κοινὸν δ̓ ει μιαίνεται πόλις,
367ξυνῇ μελέσθω λαὸς εκπονεῖν άκη

368εγὼ δ̓ ὰν ου κραίνοιμ̓ ὑπόσχεσιν πάρος,
369αστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι

Χορός

370σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον.
371πρύτανις άκριτος ών,
372κρατύνεις βωμόν, ἑστίαν χθονός,
373μονοψήφοισι νεύμασιν σέθεν,
374μονοσκήπτροισι δ̓ εν θρόνοις χρέος
375πᾶν επικραίνεις
άγος φυλάσσου

Βασιλεύς

376άγος μὲν είη τοῖς εμοῖς παλιγκότοις,
377ὑμῖν δ̓ αρήγειν ουκ έχω βλάβης άτερ

378ου δ̓ αῦ τόδ̓ εῦφρον, τάσδ̓ ατιμάσαι λιτάς.

379αμηχανῶ δὲ καὶ φόβος μ̓ έχει φρένας
380δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν

Χορός

381τὸν ὑψόθεν σκοπὸν επισκόπει,
382φύλακα πολυπόνων
383βροτῶν, οἳ τοῖς πέλας προσήμενοι
384δίκας ου τυγχάνουσιν εννόμου

385μένει τοι Ζηνὸς ἱκταίου κότος
386δυσπαραθέλκτους παθόντος οίκτοις

Βασιλεύς

387εί τοι κρατοῦσι παῖδες Αιγύπτου σέθεν
388νόμῳ πόλεως, φάσκοντες εγγύτατα γένους
389εῖναι, τίς ὰν τοῖσδ̓ αντιωθῆναι θέλοι

390δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οίκοθεν,
391ὡς ουκ έχουσιν κῦρος ουδὲν αμφὶ σοῦ

Χορός

392μή τί ποτ̓ οῦν γενοίμαν ὑποχείριος
393κράτεσιν αρσένων
ὕπαστρον δέ τοι
394μῆχαρ ὁρίζομαι γάμου δύσφρονος
395φυγάν
ξύμμαχον δ̓ ἑλόμενος δίκαν
396κρῖνε σέβας τὸ πρὸς θεῶν

Βασιλεύς

397ουκ εύκριτον τὸ κρῖμα. μή μ̓ αἱροῦ κριτήν
398εῖπον δὲ καὶ πρίν, ουκ άνευ δήμου τάδε
399πράξαιμ̓ άν, ου δέ περ κρατῶν, μὴ καί ποτε
400είπῃ λεώς, εί πού τι μὴ τοῖον τύχοι,
401επήλυδας τιμῶν απώλεσας πόλιν

Χορός

402αμφοτέρους ὁμαίμων τάδ̓ επισκοπεῖ
403Ζεὺς ἑτερορρεπής, νέμων εικότως
404άδικα μὲν κακοῖς, ὅσια δ̓ εννόμοις.

405τί τῶνδ̓ εξ ίσου ῥεπομένων μεταλ -
406γεῖς τὸ δίκαιον έρξας

Βασιλεύς

407δεῖ τοι βαθείας φροντίδος σωτηρίου,
408δίκην κολυμβητῆρος, ες βυθὸν μολεῖν
409δεδορκὸς όμμα, μη δ̓ άγαν ῳνωμένον,
410ὅπως άνατα ταῦτα πρῶτα μὲν πόλει,
411αυτοῖσί θ̓ ἡμῖν εκτελευτήσει καλῶς,
412καὶ μήτε δῆρις ῥυσίων εφάψεται
413μήτ̓ εν θεῶν ἕδραισιν ῶδ̓ ἱδρυμένας
414εκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν
415βαρὺν ξύνοικον θησόμεσθ̓ αλάστορα,
416ὃς ου δ̓ εν Ἅιδου τὸν θανόντ̓ ελευθεροῖ.

417μῶν ου δοκεῖ δεῖν φροντίδος σωτηρίου

Χορός

418φρόντισον καὶ γενοῦ
419πανδίκως ευσεβὴς
420πρόξενος
τὰν φυγάδα μὴ προδῷς,
421τὰν ἕκαθεν εκβολαῖς
422δυσθέοις ορμέναν

Χορός

423μη δ̓ ίδῃς μ̓ εξ ἑδρᾶν
424πολυθέων ῥυσια -
425σθεῖσαν, πᾶν κράτος έχων χθονός

426γνῶθι δ̓ ὕβριν ανέρων
427καὶ φύλαξαι κότον

Χορός

428μή τι τλῇς τὰν ἱκέτιν εισιδεῖν
429απὸ βρετέων βίᾳ
430δίκας αγομέναν
431ἱππηδὸν αμπύκων,
432πολυμίτων πέπλων τ̓ επιλαβὰς εμῶν

Χορός

433ίσθι γάρ παισὶ τάδε καὶ δόμοις,
434οπότεῤ ὰν κτίσῃς,
435μένει άρ εκτίνειν
436ὁμοιΐαν θέμιν

437τάδε φράσαι δίκαια Διόθεν κράτη

Βασιλεύς

438καὶ δὴ πέφρασμαι δεῦρο δ̓ εξοκέλλεται
439 τοῖσιν τοῖς πόλεμον αίρεσθαι μέγαν
440πᾶσ̓ έστ̓ ανάγκη, καὶ γεγόμφωται σκάφος
441στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον

442άνευ δὲ λύπης ουδαμοῦ καταστροφή.

443καὶ χρημάτων μὲν εκ δόμων πορθουμένων, ?
444άτην γε μείζω καὶ μέγ̓ εμπλήσας γόμου ?
445γένοιτ̓ ὰν άλλα Κτησίου Διὸς χάριν

446καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,
447γένοιτο μύθου μῦθος ὰν θελκτήριος
448[ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια].

449ὅπως δ̓ ὅμαιμον αἷμα μὴ γενήσεται,
450δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια
451θεοῖσι πολλοῖς πολλά, πημονῆς άκη

452 κάρτα νείκους τοῦδ̓ έσω παροίχομαι
453θέλω δ̓ άιδρις μᾶλλον σοφὸς κακῶν
454εῖναι.
γένοιτο δ̓ εῦ παρὰ γνώμην εμήν
455πολλῶν άκουσον τέρματ̓ αιδοίων λόγων

456ήκουσα, καὶ λέγοις άν
ού με φεύξεται
457έχω στρόφους ζώνας τε, συλλαβὰς

458τάχ̓ ὰν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι

459εκ τῶνδε τοίνυν, ίσθι, μηχανὴ καλή -

460λέξον τίν̓ αυδὴν τήνδε γηρυθεῖσ̓ έσῃ

461ει μή τι πιστὸν τῷδ̓ ὑποστήσεις στόλῳ -

462τί σοι περαίνει μηχανὴ συζωμάτων

463νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.

464αινιγματῶδες τοὔπος·
αλλ̓ ἁπλῶς φράσον
465εκ τῶνδ̓ ὅπως τάχιστ̓ απάγξασθαι θεῶν.

466ήκουσα μαστικτῆρα καρδίας λόγον

467 ξυνῆκας
ωμμάτωσα γὰρ σαφέστερον
468καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα,
469κακῶν δὲ πλῆθος ποταμὸς ὣς επέρχεται·

470άτης δ̓ άβυσσον πέλαγος ου μάλ̓ εύπορον
471τόδ̓ εσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.

472ει μὲν γὰρ ὑμῖν μὴ τόδ̓ εκπράξω χρέος,
473μίασμ̓ έλεξας ουχ ὑπερτοξεύσιμον

474ει δ̓ αῦθ̓ ὁμαίμοις παισὶν Αιγύπτου σέθεν
475σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,
476πῶς ουχὶ τἀνάλωμα γίγνεται πικρόν,
477άνδρας γυναικῶν ούνεχ̓ αἱμάξαι πέδον

478ὅμως δ̓ ανάγκη Ζηνὸς αιδεῖσθαι κότον
479ἱκτῆρος·
ὕψιστος γὰρ εν βροτοῖς φόβος.
480σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,
481κλάδους τε τούτους αῖψ̓ εν αγκάλαις λαβὼν
482βωμοὺς επ̓ άλλους δαιμόνων εγχωρίων
483θές, ὡς ίδωσι τῆσδ̓ αφίξεως τέκμαρ
484πάντες πολῖται, μη δ̓ απορριφθῇ ψόγος
485εμοῦ
κατ̓ αρχῆς γὰρ φιλαίτιος λεώς.
486καὶ γὰρ τάχ̓ άν τις οικτίσας ιδὼν τάδε
487ὕβριν μὲν εχθήρειεν άρσενος στόλου,
488ὑμῖν δ̓ ὰν είη δῆμος ευμενέστερος

489τοῖς ἥσσοσιν γὰρ πᾶς τις ευνοίας φέρει

Δαναός

490πολλῶν τάδ̓ ἡμῖν εστιν ηξιωμένα,
491αιδοῖον εὑρεθέντα πρόξενον λαβεῖν

492οπάονας δὲ φράστοράς τ̓ εγχωρίων
493ξύμπεμψον, ὡς ὰν τῶν πολισσούχων θεῶν
494βωμοὺς προνάους καὶ ? πολισσούχων ἕδρας
495εὕρωμεν, ασφάλεια δ̓ δἰ άστεως
496στείχουσι
μορφῆς δ̓ ουχ ὁμόστολος φύσις.
497Νεῖλος γὰρ ουχ ὅμοιον Ινάχῳ γένος
498τρέφει
φύλαξαι μὴ θράσος τέκῃ φόβον
499καὶ δὴ φίλον τις έκταν̓ αγνοίας ὕπο

500στείχοιτ̓ άν, άνδρες
εῦ γὰρ ξένος λέγει
501ἡγεῖσθε βωμοὺς αστικούς, θεῶν ἕδρας

502καὶ ξυμβολοῦσιν ου πολυστομεῖν χρεὼν
503ναύτην άγοντας τόνδ̓ εφέστιον θεῶν

504τούτῳ μὲν εῖπας, καὶ τεταγμένος κίοι

505εγὼ δὲ πῶς δρῶ
ποῦ θράσος νέμεις εμοί
506κλάδους μὲν αυτοῦ λεῖπε, σημεῖον πόνου

507καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν

508λευρὸν κατ̓ άλσος νῦν επιστρέφου τόδε

509καὶ πῶς βέβηλον άλσος ὰν ῥύοιτό με

510ούτοι πτερωτῶν ἁρπαγαῖς σ̓ εκδώσομεν

511αλλ̓ ει δρακόντων δυσφρόνων εχθίοσιν;

512εύφημον είη τοὔπος ευφημουμένῃ

513ούτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός.

514αεί γ̓ άναρκτόν εστι δεῖμ̓ εξαίσιον

515σὺ καὶ λέγων εύφραινε καὶ πράσσων φρένα

516αλλ̓ ούτι δαρὸν χρόνον ερημώσει πατήρ

517εγὼ δὲ λαοὺς συγκαλῶν εγχωρίους
518στείχω, τὸ κοινὸν ὡς ὰν ευμενὲς τιθῶ

519καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν

520πρὸς ταῦτα μίμνε καὶ θεοὺς εγχωρίους
521λιταῖς παραιτοῦ τῶν σ̓ έρως έχει τυχεῖν

522εγὼ δὲ ταῦτα πορσυνῶν ελεύσομαι

523πειθὼ δ̓ ἕποιτο καὶ τύχη πρακτήριος

Χορός

524άναξ ανάκτων, μακάρων
525μακάρτατε καὶ τελέων
526τελειότατον κράτος, όλβιε Ζεῦ,
527πιθοῦ τε καὶ γένει σῷ
528άλευσον ανδρῶν ὕβριν εῦ στυγήσας

529λίμνᾳ δ̓ έμβαλε πορφυροειδεῖ
530τὰν μελανόζυγ̓ άταν

Χορός

531τὸ πρὸς γυναικῶν δ̓ επιδὼν
532παλαίφατον ἁμέτερον
533γένος φιλίας προγόνου γυναικὸς
534νέωσον εύφρον̓ αῖνον,
535γενοῦ πολυμνάστωρ, έφαπτορ Ιοῦς

536Δῖαί τοι γένος ευχόμεθ̓ εῖναι
537γᾶς απὸ τᾶσδ̓ άποικοι.

Χορός

538παλαιὸν, δ̓ εις ίχνος μετέσταν
539ματέρος ανθονόμους επωπάς,
540λειμῶνα βούχιλον, ένθεν Ιὼ
541οίστρῳ ερεθομένα
542φεύγει ἁμαρτίνοος,
543πολλὰ βροτῶν διαμειβομένα
544φῦλα, διχῇ δ̓ αντίπορον
545γαῖαν εν αίσᾳ διατέμ -
546νουσα πόρον κυματίαν ὁρίζει

Χορός

547ιάπτει δ̓ Ασίδος δἰ αίας
548μηλοβότου Φρυγίας διαμπάξ

549περᾷ δὲ Τεύθραντος άστυ Μυσῶν,
550Λύδιά τε γύαλα,
551καὶ δἰ ορῶν Κιλίκων
552Παμφύλων τε [γένη] διορνυμένα
553καί ποταμοὺς αενάους
554καὶ βαθύπλουτον χθόνα καὶ
555τὰν Αφροδίτας πολύπυρον αῖαν.

Χορός

556ἱκνεῖται δὴ σινουμένα βέλει
557βουκόλου πτερόεντος
558Δῖον πάμβοτον άλσος,
559λειμῶνα χιονόβοσκον, όντ̓ επέρχεται
560Τυφῶ μένος,
561ὕδωρ τε Νείλου νόσοις άθικτον,
562μαινομένα πόνοις ατί -
563μοις οδύναις τε κεντροδα -
564λήτισι, θυιὰς Ἥρας

Χορός

565βροτοὶ δ̓, οἳ γᾶς τότ̓ ῆσαν έννομοι
566χλωρῷ δείματι θυμὸν
567πάλλοντ̓ όψιν αήθη,
568βοτὸν εσορῶντες δυσχερὲς μειξόμβροτον,
569τὰν μὲν βοός,
570τὰν δ̓ αῦ γυναικός
τέρας δ̓ εθάμβουν
571καὶ τότε δὴ τίς ῆν θέλ -
572ξας πολύπλαγκτον αθλίαν
573οιστροδόνητον Ιώ

574λαβοῦσα δ̓ ἕρμα Δῖον αψευδεῖ λόγῳ
581γείνατο παῖδ̓ αμεμφῆ

Χορός

582δἰ αιῶνος μακροῦ πάνολβον·
583ένθεν πᾶσα βοᾷ χθών,
584φυσιζόου γένος τόδε
585Ζηνός εστιν αληθῶς

586τίς γὰρ ὰν κατέπαυσεν -
587ρας νόσους

588Διὸς τόδ̓ έργον καὶ τόδ̓ ὰν γένος λέγων
589εξ Επάφου κυρήσαις.

Χορός

590τίν̓ ὰν θεῶν ενδικωτέροισιν
591κεκλοίμαν ευλόγως επ̓ έργοις

592αυτὸς πατὴρ φυτουργὸς αυτόχειρ άναξ
593γένους παλαιόφρων μέγας
594τέκτων, τὸ πᾶν μῆχαρ ούριος Ζεύς.

Χορός

595υπ̓ αρχᾶς δ̓ ού τινος θοάζων
596τὸ μεῖον κρεισσόνων κρατύνει

597ούτινος άνωθεν ἡμένου σέβει κράτη

598πάρεστι δ̓ έργον ὡς έπος
599σπεῦσαί τι τῶν βούλιος φέρει φρήν.

Δαναός

600θαρσεῖτε παῖδες εῦ τὰ τῶν εγχωρίων·
601δήμου δέδοκται παντελῆ ψηφίσματα

602 χαῖρε πρέσβυ, φίλτατ̓ αγγέλλων εμοί
603ένισπε δ̓ ἡμῖν ποῖ κεκύρωται τέλος,
604δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται

605έδοξεν Αργείοισιν ου διχορρόπως,
606αλλ̓ ώστ̓ ανηβῆσαί με γηραιᾷ φρενί

607πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις
608έφριξεν αιθὴρ τόνδε κραινόντων λόγον

609ἡμᾶς μετοικεῖν τῆσδε γῆς ελευθέρους
610κἀρρυσιάστους ξύν τ̓ ασυλίᾳ βροτῶν·

611καὶ μήτ̓ ενοίκων μήτ̓ επηλύδων τινὰ
612άγειν·
εὰν δὲ προστιθῇ τὸ καρτερόν,
613τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων
614άτιμον εῖναι ξὺν φυγῇ δημηλάτῳ.

615τοιάνδ̓ έπειθεν ῥῆσιν αμφ̓ ἡμῶν λέγων
616άναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον
617μέγαν προφωνῶν μήποτ̓ εισόπιν χρόνου
618πόλιν παχῦναι, ξενικὸν αστικόν θ̓ ἅμα
619λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν
620αμήχανον βόσκημα πημονῆς πέλειν

621τοιαῦτ̓ ακούων χερσὶν Αργεῖος λεὼς
622έκραν̓ άνευ κλητῆρος ὡς εῖναι τάδε

623δημηγόρους δ̓ ήκουσεν ευπιθὴς στροφὰς
624δῆμος Πελασγῶν
Ζεὺς δ̓ επέκρανεν

Χορός

625άγε δή, λέξωμεν επ̓ Αργείοις
626ευχὰς αγαθάς, αγαθῶν ποινάς

627Ζεὺς δ̓ εφορεύοι ξένιος ξενίου
628στόματος τιμὰς επ̓ αληθείᾳ,
629τέρμον̓ άμεμπτον προσαπαντᾶν

Χορός

630νῦν ὅτε καί, θεοὶ
631διογενεῖς, κλύοιτ̓ ευ -
632κταῖα γένει χεούσας

633μήποτε πυρίφατον
634γᾶν Πελασγίαν [πόλιν]
635τὸν άκορον βοᾶς,
636κτίσαι μάχλον Άρη,
637τὸν αρότοις θερί -
638ζοντα βροτοὺς εν άλλοις,
639ούνεκ̓ ῴκτισαν ἡμᾶς,
640ψῆφον δ̓ εύφρον̓ έθεντο,
641αιδοῦνται δ̓ ἱκέτας Διός,
642ποίμναν τάνδ̓ αμέγαρτον

Χορός

643ου δὲ μετ̓ αρσένων
644ψῆφον έθεντ̓ ατιμώ -
645σαντες έριν γυναικῶν,
646Δῖον επιδόμενοι
647πράκτορά [τε] σκοπὸν
648δυσπολέμητον, ὃν [οὐ]
649τίς ὰν δόμος έχοι
650επ̓ ορόφων μιαί -
651νοντα
βαρὺς δ̓ εφίζει
652ἅζονται γὰρ ὁμαίμους
653Ζηνὸς ἵκτορας ἁγνοῦ

654τοιγάρτοι καθαροῖσι βω -
655μοῖς θεοὺς αρέσονται

Χορός

656τοιγὰρ ὑποσκίων
657εκ στομάτων ποτά -
658σθω φιλότιμος ευχά,
659μήποτε λοιμὸς ανδρῶν
660τάνδε πόλιν κενώσαι

661μη δ̓ επιχωρίοις έρις
662πτώμασιν αἱματίσαι πέδον γᾶς

663ἥβας δ̓ άνθος άδρεπτον
664έστω, μη δ̓ Αφροδίτας
665ευνάτωρ βροτολοιγὸς Ά -
666ρης κέρσειεν άωτον.

Χορός

?
667καὶ γεραροῖσι πρε -
668σβυτοδόκοι γεμόν -
669των ? θυμέλαι φλεγόντων

670τὼς πόλις εῦ νέμοιτο
671Ζῆνα μέγαν σεβόντων,
672τὸν ξένιον δ̓ ὑπερτάτως,
673ὃς πολιῷ νόμῳ αῖσαν ορθοῖ.

674τίκτεσθαι δ̓ εφόρους γᾶς
675άλλους ευχόμεθ̓ αεί,
676Άρτεμιν δ̓ Ἑκάταν γυναι -
677κῶν λόχους εφορεύειν

Χορός

678μη δέ τις ανδροκμὴς
679λοιγὸς επελθέτω
680τάνδε πόλιν δαΐζων,
681άχορον ακίθαριν
682δακρυογόνον Άρη
683βοάν τ̓ ένδημον εξοπλίζων

684νούσων δ̓ ἑσμὸς απ̓ αστῶν
685ἵζοι κρατὸς ατερπής

686ευμενὴς δ̓ Λύκειος έ -
687στω πάσᾳ νεολαίᾳ

Χορός

688καρποτελῆ δέ τοι
689Ζεὺς επικραινέτω
690φέρματι γᾶν πανώρῳ

691πρόνομα δὲ βότ̓ αγροῖς
692πολύγονα τελέθοι

693τὸ πᾶν τ̓ εκ δαιμόνων λάχοιεν

694εύφαμον δ̓ επὶ βωμοῖς
695μοῦσαν θείατ̓ αοιδοί

696ἁγνῶν τ̓ εκ στομάτων φερέ -
697σθω φάμα φιλοφόρμιγξ

Χορός

698φυλάσσοι τ̓ ατρεμαῖα τιμὰς
699τὸ δάμιον, τὸ πτόλιν κρατύνει,
700προμαθὶς ευκοινόμητις αρχά

701ξένοισί τ̓ ευξυμβόλους,
702πρὶν εξοπλίζειν Άρη,
703δίκας άτερ πημάτων διδοῖεν

Χορός

704θεοὺς δ̓, οἳ γᾶν έχουσιν αεὶ
705τίοιεν εγχωρίοις πατρῴαις
706δαφνηφόροις βουθύτοισι τιμαῖς

707τὸ γὰρ τεκόντων σέβας
708τρίτον τόδ̓ εν θεσμίοις
709Δίκας γέγραπται μεγιστοτίμου

Δαναός

710ευχὰς μὲν αινῶ τάσδε σώφρονας, φίλαι
711ὑμεῖς δὲ μὴ τρέσητ̓ ακούσασαι πατρὸς
712απροσδοκήτους τούσδε καὶ νέους λόγους

713ἱκεταδόκου γὰρ τῆσδ̓ απὸ σκοπῆς ὁρῶ
714τὸ πλοῖον
εύσημον γὰρ ού με λανθάνει·
715στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς,
716καὶ πρῷρα πρόσθεν όμμασιν βλέπουσ̓ ὁδόν,
717οίακος ευθυντῆρος ὑστάτου νεὼς
718άγαν καλῶς κλύουσα, τοῖσιν ου φίλη.

719πρέπουσι δ̓ άνδρες νάιοι μελαγχίμοις
720γυίοισι λευκῶν εκ πεπλωμάτων ιδεῖν,
721καὶ τἄλλα πλοῖα πᾶσά θ̓ πικουρία
722εύπρεπτος·
αυτὴ δ̓ ἡγεμὼν ὑπὸ χθόνα
723στείλασα λαῖφος παγκρότως ερέσσεται

724αλλ̓ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως
725πρὸς πρᾶγμ̓ ὁρώσας τῶνδε μὴ αμελεῖν θεῶν

726εγὼ δ̓ αρωγοὺς ξυνδίκους θ̓ ἥξω λαβών

727ίσως γὰρ ὰν κῆρυξ τις πρέσβη μόλοι,
728άγειν θέλοντες ῥυσίων εφάπτορες

729αλλ̓ ουδὲν έσται τῶνδε
μὴ τρέσητέ νιν
730ὅμως δ̓ άμεινον, ει βραδύνοιμεν βοῇ,
731αλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε.

732 θάρσει
χρόνῳ τοι κυρίῳ τ̓ εν ἡμέρᾳ
733θεοὺς ατίζων τις βροτῶν δώσει δίκην

734πάτερ, φοβοῦμαι, νῆες ὡς ωκύπτεροι
735ἥκουσι
μῆκος δ̓ ουδὲν εν μέσῳ χρόνου.

Χορός

736περίφοβόν μ̓ έχει τάρβος ετητύμως
737πολυδρόμου φυγᾶς όφελος εί τί μοι.

738παροίχομαι, πάτερ, δείματι

Δαναός

739επεὶ τελεία ψῆφος Αργείων, τέκνα,
740θάρσει, μαχοῦνται περὶ σέθεν, σάφ̓ οῖδ̓ εγώ.

741εξῶλές εστι μάργον Αιγύπτου γένος
742μάχης τ̓ άπληστον
καὶ λέγω πρὸς ειδότα

Χορός

743δοριπαγεῖς δ̓ έχοντες κυανώπιδας
744νῆας έπλευσαν ῶδ̓ επιτυχεῖ κότῳ
745πολεῖ μελαγχίμῳ σὺν στρατῷ

Δαναός

746πολλοὺς δέ γ̓ εὑρήσουσιν εν μεσημβρίας
747θάλπει βραχίον̓ εῦ κατερρινημένους

748μόνην δὲ μὴ πρόλειπε
λίσσομαι, πάτερ
749γυνὴ μονωθεῖσ̓ ουδέν·
ουκ ένεστ̓ Άρης

Χορός

750ουλόφρονες, δὲ καὶ δολιομήτιδες
751δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω -
752μῶν αλέγοντες ουδέν.

Δαναός

753καλῶς ὰν ἡμῖν ξυμφέροι ταῦτ̓ τέκνα,
754ει σοί τε καὶ θεοῖσιν εχθαιροίατο

755ου μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη
756δείσαντες ἡμῶν χεῖῤ απόσχωνται, πάτερ

Χορός

757περίφρονες δ̓ άγαν ανιέρῳ μένει
758μεμαργωμένοι κυνοθρασεῖς, θεῶν
759ουδὲν επαΐοντες.

Δαναός

760αλλ̓ έστι φήμη τοὺς λύκους κρείσσους κυνῶν
761εῖναι
βύβλου δὲ καρπὸς ου κρατεῖ στάχυν
762ὡς καὶ ματαίων ανοσίων τε κνωδάλων
763έχοντας οργάς, χρὴ φυλάσσεσθαι τάχος.

764ούτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή,
765ου δ̓ ὅρμος, οὗ δεῖ πεισμάτων σωτήρια
766ες γῆν ενεγκεῖν, ου δ̓ εν αγκυρουχίαις
767θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,
768άλλως τε καὶ μολόντες αλίμενον χθόνα
769ες νύκτ̓ αποστείχοντος ἡλίου.
φιλεῖ
770ωδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ

771οὕτω γένοιτ̓ ὰν ου δ̓ ὰν έκβασις στρατοῦ
772καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι
σὺ δὲ
773φρόνει μὲν ὡς ταρβοῦσα μὴ αμελεῖν θεῶν

774πράξας αρωγήν·
άγγελον δ̓ ου μέμψεται
775πόλις γέρονθ̓, ἡβῶντα δ̓ ευγλώσσῳ φρενί

Χορός

776ιὼ γᾶ βοῦνι, πάνδικον σέβας,
777τί πεισόμεσθα
ποῖ φύγωμεν Απίας
778χθονός, κελαινὸν εί τι κεῦθός εστί που

779μέλας γενοίμαν καπνὸς
780νέφεσσι γειτονῶν Διός

781τὸ πᾶν δ̓ άφαντος
782αμπετὴς αιδνὸς ὡς
783κόνις άτερθε πτερύγων ολοίμαν.

Χορός

784άφυκτον δ̓ ουκέτ̓ ὰν πέλοι κακόν
785κελαινόχρως δὲ πάλλεταί μου καρδία

786πατρὸς σκοπαὶ δέ μ̓ εἷλον
οίχομαι φόβῳ
787θέλοιμι δ̓ ὰν μορσίμου
788βρόχου τυχεῖν εν αρτάναις,
789πρὶν άνδῤ απευκτὸν
790τῷδε χριμφθῆναι χροΐ

791πρόπαρ θανούσας δ̓ Αίδας ανάσσοι

Χορός

792πόθεν δέ μοι γένοιτ̓ ὰν αιθέρος θρόνος,
793πρὸς ὃν νέφη μυδηλὰ γίγνεται χιών,
794 λισσὰς αιγίλιψ απρός -
795δεικτος οιόφρων κρεμὰς
796γυπιὰς πέτρα, βαθὺ
797πτῶμα μαρτυροῦσά μοι,
798πρὶν δαΐκτορος βίᾳ
799καρδίας γάμου κυρῆσαι

Χορός

800κυσὶν δ̓ έπειθ̓ ἕλωρα κἀπιχωρίοις
801όρνισι δεῖπνον ουκ αναίνομαι πέλειν

802τὸ γὰρ θανεῖν ελευθεροῦ -
803ται φιλαιάκτων κακῶν
[ἐλθέτω]
804ελθέτω μόρος, πρὸ κοί -
805τας γαμηλίου τυχών

806αμφυγᾶς τίν̓ έτι πόρον
807τέμνω γάμου λυτῆρα

Χορός

808ίυζε δ̓ ομφὰν ουρανίαν
809μέλεα μέλη λιτανὰ θεοῖς·

810τέλεα δέ πως πελόμενά μοι
811λύσιμά τ̓ άχιμά τ̓ έπιδε, πάτερ,
812βίαια μὴ φαιδρῶς ὁρῶν
813όμμασιν ενδίκοις

814σεβίζου δ̓ ἱκέτας σέθεν,
816γαιάοχε παγκρατὲς Ζεῦ

Χορός

817γένος γὰρ Αιγύπτειον ὕβριν
818δύσφορον αρσενογενὲς
819μετά με δρόμοισι διόμενοι
820φυγάδα μάταισι πολυθρόοις
821βίαια δίζηνται λαβεῖν

822σὸν δ̓ επίπαν ζυγὸν
823ταλάντου.
τί δ̓ άνευ σέθεν
824θνατοῖσι τέλειόν εστιν

Χορός

825ό ό ό, ά ά ά·
826ὅδε μάρπτις νάιος γάιος.

827τῶν πρό, μάρπτι, κάμνοις
?
828ιόφ .. ομ .. αῦθι κάκκας νυ
829δυϊαν βοᾶν αμφαίνω
?
830ὁρῶ τάδε φροίμια ? πράξαν πόνων
831βιαίων εμῶν
ηὲ ηέ.
832βαῖνε φυγᾷ πρὸς αλκάν
?
833βλοσυρόφρονα χλιδᾷ
834δύσφορα ναῒ κἀν γᾷ.

835γαϊάναξ προτάσσου

836σοῦσθε σοῦσθ̓ επὶ βᾶ -
837ριν ὅπως ποδῶν έχετε ?
838ουκοῦν ουκοῦν ?
839τιλμοὶ τιλμοὶ καὶ στιγμοί,
840πολυαίμων φόνιος
841αποκοπὰ κρατός.

842σοῦσθε σοῦσθ̓ ? ολύμεναι ολόμεν̓ επαμίδα

843είθ̓ ανὰ πολύρυτον
844ἁλμήεντα πόρον
845δεσποσίῳ ξὺν ὕβρει,
846γομφοδέτῳ τε δόρει διώλου
?
847αἵμονες ὡς επάμιδα ησυδουπιάπιτα ?
? κελεύω
848βοᾶν μεθέσθαι
850ίχαρ φρενί τ̓ άταν.
?
851ιοὺ ιού.

852λεῖφ̓ ἕδρανα, κί̓ ες δόρυ

853ατίετον άπολιν ου σέβω.

854μήποτε πάλιν ίδοιμ̓
855αλφεσίβοιον ὕδωρ,
856ένθεν αεξόμενον
857ζώφυτον αἷμα βροτοῖσι θάλλει

858έγγαιος εγὼ βαθυχαῖος ?
859βαθρείας βαθρείας, γέρον.

861σὺ δ̓ εν ναῒ ναῒ βάσῃ
862τάχα θέλεος αθέλεος,
863βίᾳ βίᾳ τε πολλᾷ φροῦδα.
?
864βάτεαι βαθυμιτροκακὰ παθῶν ? [ὀλόμεναι παλάμαις]

865αιαῖ αιαῖ.
867αὶ γὰρ δυσπαλάμως όλοιο
868δἰ ἁλίρρυτον άλσος,
869κατὰ Σαρπηδόνιον
870χῶμα πολύψαμμον αλαθεὶς
871Ευρεΐαισιν αύραις

Κῆρυξ

872ίυζε καὶ λάκαζε καὶ κάλει θεούς
873Αιγυπτίαν γὰρ βᾶριν ουχ ὑπερθορῇ

874[ἴυζε καὶ]
875βόα, χέον πικρότερον οιζύος νόμον

876οιοῖ οιοῖ,
877λύμας, σὺ πρὸ γᾶς ὑλάσκων
878περί, χάμψα, βρυάζεις·

879ὃς επωπᾷ σ̓, μέγας
880Νεῖλος, ὑβρίζοντά σ̓ αποτρέ -
881ψειεν άιστον ὕβριν

Κῆρυξ

882βαίνειν κελεύω βᾶριν εις αμφίστροφον
883ὅσον τάχιστα
μη δέ τις σχολαζέτω
884ὁλκὴ γὰρ ούτοι πλόκαμον ουδάμ̓ ἅζεται

Χορός

885οιοῖ, πάτερ, βρέτεος άρος
886ατᾷ μ̓
άλαδ̓ άγει
887άραχνος ὡς βάδην.

888όναρ όναρ μέλαν,
889οτοτοτοτοῖ,
890μᾶ Γᾶ μᾶ Γᾶ, βοὰν
891φοβερὸν απότρεπε,
892 πᾶ, Γᾶς παῖ, Ζεῦ.

Κῆρυξ

893ούτοι φοβοῦμαι δαίμονας τοὺς ενθάδε
894ου γάρ μ̓ έθρεψαν, ου δ̓ εγήρασαν τροφῇ

Χορός

895μαιμᾷ πέλας δίπους όφις
896έχιδνα δ̓ ὥς μέ τις
897πόδα δακοῦσ̓ έχει.

898οτοτοτοτοῖ,
899μᾶ Γᾶ μᾶ Γᾶ βοὰν
900φοβερὸν απότρεπε,
901 πᾶ, Γᾶς παῖ, Ζεῦ

Κῆρυξ

902ει μή τις ες ναῦν εῖσιν αινέσας τάδε,
903λακὶς χιτῶνος έργον ου κατοικτιεῖ

904 διωλόμεσθ̓
άσεπτ̓, άναξ, πάσχομεν -
905πολλοὺς άνακτας, παῖδας Αιγύπτου τάχα
906όψεσθε
θαρσεῖτ̓, ουκ ερεῖτ̓ αναρχίαν
907ιὼ πόλεως αγοὶ πρόμοι, δάμναμαι

908ἕλξειν έοιχ̓ ὑμᾶς αποσπάσας κόμης,
909επεὶ ουκ ακούετ̓ οξὺ τῶν εμῶν λόγων

911οὗτος, τί ποιεῖς
εκ ποίου φρονήματος
912ανδρῶν Πελασγῶν τήνδ̓ ατιμάζεις χθόνα

913αλλ̓ γυναικῶν ες πόλιν δοκεῖς μολεῖν

914κάρβανος ὼν δ̓ Ἕλλησιν εγχλίεις άγαν

915καὶ πόλλ̓ ἁμαρτὼν ουδὲν ώρθωσας φρενί

916τί δ̓ ημπλάκηται τῶνδ̓ εμοὶ δίκης άτερ

917ξένος μὲν εῖναι πρῶτον ουκ επίστασαι

918πῶς δ̓ ουχί;
τἄμ̓ ολωλόθ̓ εὑρίσκων άγω
919ποίοισιν ειπὼν προξένοις εγχωρίοις;

920Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.

921θεοῖσιν ειπὼν τοὺς θεοὺς ουδὲν σέβῃ

922τοὺς αμφὶ Νεῖλον δαίμονας σεβίζομαι

923οἱ δ̓ ενθάδ̓ ουδέν, ὡς εγὼ σέθεν κλύω;

924άγοιμ̓ άν, εί τις τάσδε μὴ ξαιρήσεται

925κλάοις άν, ει ψαύσειας, ου μάλ̓ ες μακράν

926ήκουσα τοὔπος δ̓ ουδαμῶς φιλόξενον

927ου γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας

928λέγοιμ̓ ὰν ελθὼν παισὶν Αιγύπτου τάδε

929αβουκόλητον τοῦτ̓ εμῷ φρονήματι.

Κῆρυξ

930αλλ̓ ὡς ὰν ειδὼς εννέπω σαφέστερον, -
931καὶ γὰρ πρέπει κήρυκ̓ απαγγέλλειν τορῶς
932ἕκαστα, - πῶς φῶ, πρὸς τίνος τ̓ αφαιρεθεὶς
933ἥκειν γυναικῶν αυτανέψιον στόλον

934ούτοι δικάζει ταῦτα μαρτύρων ὕπο
935Άρης
τὸ νεῖκος δ̓ ουκ εν αργύρου λαβῇ
936έλυσεν
αλλὰ πολλὰ γίγνεται πάρος
937πεσήματ̓ ανδρῶν κἀπολακτισμοὶ βίου.

938τί σοι λέγειν χρὴ τοὔνομ̓
εν χρόνῳ μαθὼν
939είσῃ σύ τ̓ αυτὸς χοἰ ξυνέμποροι σέθεν

940ταύτας δ̓ ἑκούσας μὲν κατ̓ εύνοιαν φρενῶν
941άγοις άν, είπερ ευσεβὴς πίθοι λόγος

942τοία δὲ δημόπρακτος εκ πόλεως μία
943ψῆφος κέκρανται, μήποτ̓ εκδοῦναι βίᾳ
944στόλον γυναικῶν
τῶνδ̓ εφήλωται τορῶς
945γόμφος διαμπάξ, ὡς μένειν αραρότως

946ταῦτ̓ ου πίναξίν εστιν εγγεγραμμένα
947ου δ̓ εν πτυχαῖς βίβλων κατεσφραγισμένα,
948σαφῆ δ̓ ακούεις εξ ελευθεροστόμου
949γλώσσης
κομίζου δ̓ ὡς τάχιστ̓ εξ ομμάτων
950έοιγμεν ήδη πόλεμον αρεῖσθαι νέον

951είη δὲ νίκη καὶ κράτη τοῖς άρσεσιν

952αλλ̓ άρσενάς τοι τῆσδε γῆς οικήτορας
953ευρήσετ̓ ου πίνοντας εκ κριθῶν μέθυ

954ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις οπάοσι
955θράσος λαβοῦσαι στείχετ̓ ευερκῆ πόλιν,
956πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην

957καὶ δώματ̓ εστὶ πολλὰ μὲν τὰ δήμια,
958δεδωμάτωμαι δ̓ ου δ̓ εγὼ σμικρᾷ χερί

959ένθ̓ ὑμίν εστιν ευτύκους ναίειν δόμους
960πολλῶν μετ̓ άλλων
ει δέ τις μείζων χάρις,
961πάρεστιν οικεῖν καὶ μονορρύθμους δόμους.

962τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα
963πάρεστι, λωτίσασθε
προστάτης δ̓ εγὼ
964αστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται
965ψῆφος.
τί τῶνδε κυριωτέρους μένεις

Χορός

966αλλ̓ αντ̓ αγαθῶν αγαθοῖσι βρύοις,
967δῖε Πελασγῶν

968πέμψον δὲ πρόφρων δεῦῤ ἡμέτερον
969πατέῤ ευθαρσῆ Δαναόν, πρόνοον
970καὶ βούλαρχον
τοῦ γὰρ προτέρα
971μῆτις, ὅπου χρὴ δώματα ναίειν
972καὶ τόπος εύφρων.
πᾶς τις επειπεῖν
973ψόγον αλλοθρόοις
974εύτυκος·
είη δὲ τὰ λῷστα
975σύν τ̓ ευκλείᾳ καὶ αμηνίτῳ
976βάξει λαῶν εγχώρων
977τάσσεσθε, φίλαι δμωίδες, οὕτως
978ὡς εφ̓ ἑκάστῃ διεκλήρωσεν
979Δαναὸς θεραποντίδα φερνήν

Δαναός

980 παῖδες, Αργείοισιν εύχεσθαι χρεών,
981θύειν τε λείβειν θ̓, ὡς θεοῖς, Ολυμπίοις,
982σπονδάς, επεὶ σωτῆρες ου διχορρόπως.

983καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς εγγενεῖς
984φίλους πικρῶς ήκουσαν αυτανεψίοις

985εμοὶ δ̓ οπαδοὺς τούσδε καὶ δορυσσόους
986έταξαν, ὡς έχοιμι τίμιον γέρας,
987καὶ μὴ ξ αέλπτων δορικανεῖ μόρῳ θανὼν
988λάθοιμι, χώρᾳ δ̓ άχθος αείζων πέλοι

989τοιῶνδε τυγχάνοντας εκ πρυμνῆς φρενὸς
990χάριν σέβεσθαι τιμιωτέραν χρεών

991καὶ ταῦθ̓ άμ̓ εγγράψασθε πρὸς γεγραμμένοις
992πολλοῖσιν άλλοις σωφρονίσμασιν πατρός,
993αγνῶθ̓ ὅμιλον εξελέγχεσθαι χρόνῳ

994πᾶς δ̓ εν μετοίκῳ γλῶσσαν εύτυκον φέρει
995κακήν, τό τ̓ ειπεῖν ευπετὲς μύσαγμά πως.

996ὑμᾶς δ̓ επαινῶ μὴ καταισχύνειν εμέ,
997ὥραν εχούσας τήνδ̓ επίστρεπτον βροτοῖς

998τέρειν̓ οπώρα δ̓ ευφύλακτος ουδαμῶς·

999θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν;

1000καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.
?
1001καρπώματα στάζοντα κηρύσσει Κύπρις
1002καλωρα κωλύουσαν θωσμένειν ερῶ, ?
1003καὶ παρθένων χλιδαῖσιν ευμόρφοις έπι
1004πᾶς τις παρελθὼν όμματος θελκτήριον
1005τόξευμ̓ έπεμψεν, ἱμέρου νικώμενος

1006πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος
1007πολὺς δὲ πόντος ούνεκ̓ ηρόθη δορί,
1008μη δ̓ αῖσχος ἡμῖν, ἡδονὴν δ̓ εχθροῖς εμοῖς
1009πράξωμεν.
οίκησις δὲ καὶ διπλῆ πάρα
1010τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,
1011οικεῖν λάτρων άτερθεν·
ευπετῆ τάδε.
1012μόνον φύλαξαι τάσδ̓ επιστολὰς πατρός,
1013τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον

1014τἄλλ̓ ευτυχοῖμεν πρὸς θεῶν Ολυμπίων

1015εμῆς δ̓ οπώρας ούνεκ̓ εῦ θάρσει, πάτερ

1016ει γάρ τι μὴ θεοῖς βεβούλευται νέον,
1017ίχνος τὸ πρόσθεν ου διαστρέψω φρενός

Χορός

1018ίτε μὰν αστυάνακτας
1019μάκαρας θεοὺς γανάοντες πολιούχους
1020τε καὶ οἳ χεῦμ̓ Ερασίνου
1021περιναίουσιν παλαιόν

1022ὑποδέξασθε δ̓ οπαδοὶ
1023μέλος
αῖνος δὲ πόλιν τήνδε Πελασγῶν
1024εχέτω, μη δ̓ έτι Νείλου
1025προχοὰς σέβωμεν ὕμνοις

Χορός

1026ποταμοὺς δ̓ οἳ διὰ χώρας
1027θελεμὸν πῶμα χέουσιν πολύτεκνοι,
1028λιπαροῖς χεύμασι γαίας
1029τόδε μειλίσσοντες οῦδας.

1030επίδοι δ̓ Άρτεμις ἁγνὰ
1031στόλον οικτιζομένα, μη δ̓ υπ̓ ανάγκας
1032γάμος έλθοι Κυθερείας

1033στυγίων πέλοι τόδ̓ ᾶθλον

1034Κύπριδος δ̓ ουκ αμελεῖ θεσμὸς όδ̓ εύφρων
1035δύναται γὰρ Διὸς άγχιστα σὺν Ἥρᾳ

1036τίεται δ̓ αιολόμητις
1037θεὸς έργοις επὶ σεμνοῖς

1038μετάκοινοι δὲ φίλᾷ ματρὶ πάρεισιν
1039Πόθος τ̓ ουδὲν άπαρνον
1040τελέθει θέλκτορι Πειθοῖ

1041δέδοται δ̓ Ἁρμονίᾳ μοῖῤ Αφροδίτας
1042ψεδυρᾷ τρίβῳ τ̓ Ερώτων

1043φυγάδεσσιν δ̓ επιπνοίας κακά τ̓ άλγη
1044πολέμους θ̓ αἱματόεντας προφοβοῦμαι

1045τί ποτ̓ εύπλοιαν έπραξαν
1046ταχυπόμποισι διωγμοῖς

1047 τί τοι μόρσιμόν εστιν, τὸ γένοιτ̓ άν

1048Διὸς ου παρβατός εστιν
1049μεγάλα φρὴν απέρατος

1050μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ
1051προτερᾶν πέλοι γυναικῶν

1052 μέγας Ζεὺς απαλέξαι
1053γάμον Αιγυπτογενῆ μοι

1054τὸ μὲν ὰν βέλτατον είη

1055σὺ δὲ θέλγοις ὰν άθελκτον

1056σὺ δέ γ̓ ουκ οῖσθα τὸ μέλλον

1057τί δὲ μέλλω φρένα Δίαν
1058καθορᾶν, όψιν άβυσσον

1059μέτριον νῦν έπος εύχου

1060τίνα καιρόν με διδάσκεις

1061τὰ θεῶν μηδὲν αγάζειν.

1062Ζεὺς άναξ αποστεροί -
1063η γάμον δυσάνορα
1064δάιον, ὅσπερ Ιὼ
1065πημονᾶς ελύσατ̓ εῦ
1066χειρὶ παιωνίᾳ κατασχεθών,
1067ευμενῆ βίαν κτίσας

1068καὶ κράτος νέμοι γυναι -
1069ξίν
τὸ βέλτερον κακοῦ
1070καὶ τὸ δίμοιρον αινῶ,
1071καὶ δίκᾳ δίκας ἕπε -
1072σθαι, ξὺν ευχαῖς εμαῖς, λυτηρίοις
1073μαχαναῖς θεοῦ πάρα