Aeschylus

Seven Against Thebes    —    Ἑπτὰ ἐπὶ Θήβας

Ἐτεοκλής

1Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια
2ὅστις φυλάσσει πρᾶγος εν πρύμνῃ πόλεως
3οίακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ

4ει μὲν γὰρ εῦ πράξαιμεν, αιτία θεοῦ·

5ει δ̓ αῦθ̓, μὴ γένοιτο, συμφορὰ τύχοι,
6Ετεοκλέης ὰν εἷς πολὺς κατὰ πτόλιν
7υμνοῖθ̓ υπ̓ αστῶν φροιμίοις πολυρρόθοις
8οιμώγμασίν θ̓, ὧν Ζεὺς αλεξητήριος
9επώνυμος γένοιτο Καδμείων πόλει

10ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ελλείποντ̓ έτι
11ἥβης ακμαίας καὶ τὸν έξηβον χρόνῳ,
12βλαστημὸν αλδαίνοντα σώματος πολύν,
13ὥραν τ̓ έχονθ̓ ἕκαστον ὥστε συμπρεπές,
14πόλει τ̓ αρήγειν καὶ θεῶν εγχωρίων
15βωμοῖσι, τιμὰς μὴ ξαλειφθῆναί ποτε·

16τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ·

17 γὰρ νέους ἕρποντας ευμενεῖ πέδῳ,
18ἅπαντα πανδοκοῦσα παιδείας ότλον,
19εθρέψατ̓ οικητῆρας ασπιδηφόρους
20πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε

21καὶ νῦν μὲν ες τόδ̓ ῆμαρ εῦ ῥέπει θεός

22χρόνον γὰρ ήδη τόνδε πυργηρουμένοις
23καλῶς τὰ πλείω πόλεμος εκ θεῶν κυρεῖ

24νῦν δ̓ ὡς μάντις φησίν, οιωνῶν βοτήρ,
25εν ωσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,
26χρηστηρίους όρνιθας αψευδεῖ τέχνῃ·

27οὗτος τοιῶνδε δεσπότης μαντευμάτων
28λέγει μεγίστην προσβολὴν Αχαιίδα
29νυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει.

30αλλ̓ ές τ̓ επάλξεις καὶ πύλας πυργωμάτων
31ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,
32πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν
33πύργων στάθητε, καὶ πυλῶν επ̓ εξόδοις
34μίμνοντες εῦ θαρσεῖτε, μη δ̓ επηλύδων
35ταρβεῖτ̓ άγαν ὅμιλον
εῦ τελεῖ θεός
36σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ
37έπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ

38καὶ τῶνδ̓ ακούσας ού τι μὴ ληφθῶ δόλῳ

Ἄγγελος

39Ετεόκλεες, φέριστε Καδμείων άναξ,
40ἥκω σαφῆ τἀκεῖθεν εκ στρατοῦ φέρων,
41αυτὸς κατόπτης δ̓ είμ̓ εγὼ τῶν πραγμάτων

42άνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,
43ταυροσφαγοῦντες ες μελάνδετον σάκος
44καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,
45Άρη τ̓, Ενυώ, καὶ φιλαίματον Φόβον
46ὡρκωμότησαν πόλει κατασκαφὰς
47θέντες λαπάξειν άστυ Καδμείων βίᾳ,
48 γῆν θανόντες τήνδε φυράσειν φόνῳ

49μνημεῖά θ̓ αὑτῶν τοῖς τεκοῦσιν ες δόμους
50πρὸς άρμ̓ Αδράστου χερσὶν έστεφον, δάκρυ
51λείβοντες
οῖκτος δ̓ ούτις ῆν διὰ στόμα
52σιδηρόφρων γὰρ θυμὸς ανδρείᾳ φλέγων
53έπνει, λεόντων ὡς Άρη δεδορκότων.

54καὶ τῶνδε πύστις ουκ όκνῳ χρονίζεται

55κληρουμένους δ̓ έλειπον, ὡς πάλῳ λαχὼν
56ἕκαστος αυτῶν πρὸς πύλας άγοι λόχον

57πρὸς ταῦτ̓ αρίστους άνδρας εκκρίτους πόλεως
58πυλῶν επ̓ εξόδοισι τάγευσαι τάχος

59εγγὺς γὰρ ήδη πάνοπλος Αργείων στρατὸς
60χωρεῖ, κονίει, πεδία δ̓ αργηστὴς αφρὸς
61χραίνει σταλαγμοῖς ἱππικῶν εκ πλευμόνων

62σὺ δ̓ ὥστε ναὸς κεδνὸς οιακοστρόφος
63φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς
64Άρεως·
βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ
65καὶ τῶνδε καιρὸν ὅστις ώκιστος λαβέ·

66κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον
67οφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου
68ειδὼς τὰ τῶν θύραθεν αβλαβὴς έσῃ

69 Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,
70Αρά τ̓ Ερινὺς πατρὸς μεγασθενής,
71μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον
72εκθαμνίσητε δῃάλωτον, Ἑλλάδος
73φθόγγον χέουσαν, καὶ δόμους εφεστίους

74ελευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν
75ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν

76γένεσθε δ̓ αλκή
ξυνὰ δ̓ ελπίζω λέγειν
77πόλις γὰρ εῦ πράσσουσα δαίμονας τίει

Χορός

78θρέομαι φοβερὰ μεγάλ̓ άχη
79μεθεῖται στρατός
στρατόπεδον λιπὼν
80ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας

81αιθερία κόνις με πείθει φανεῖσ̓,
82άναυδος σαφὴς έτυμος άγγελος

83έτι δὲ γᾶς εμᾶς πεδί̓ οπλόκτυπ̓ ω -
84τὶ χρίμπτει βοάν
ποτᾶται, βρέμει δ̓
85αμαχέτου δίκαν ὕδατος οροτύπου

86ιὼ ιὼ
87ιὼ θεοὶ θεαί τ̓ ορόμενον κακὸν
88βοᾷ τειχέων ὕπερ αλεύσατε

89 λεύκασπις όρνυται λαὸς ευ -
90τρεπὴς επὶ πόλιν διώκων [πόδα]

91τίς άρα ῥύσεται, τίς άῤ επαρκέσει
92θεῶν θεᾶν

93πότερα δῆτ̓ εγὼ πάτρια ποτιπέσω
94βρέτη δαιμόνων

96ιὼ μάκαρες εύεδροι,
97ακμάζει βρετέων έχεσθαι
τί μέλ -
98λομεν αγάστονοι

99ακούετ̓ ουκ ακούετ̓ ασπίδων κτύπον

101πέπλων καὶ στεφέων πότ̓ ει μὴ νῦν αμ -
102φὶ λιτάν̓ ἕξομεν;

103κτύπον δέδορκα
πάταγος ουχ ἑνὸς δορός.
104τί ῥέξεις
προδώσεις, παλαίχθων
105Άρης, τὰν τεάν

106ιὼ χρυσοπήληξ δαῖμον έπιδ̓ έπι -
107δε πόλιν ἅν ποτ̓ ευφιλήταν έθου

108θεοὶ πολιάοχοι πάντες ίτε χθονὸς

109ίδετε παρθένων
111ἱκέσιον λόχον δουλοσύνας ὕπερ

112κῦμα [γὰρ] περὶ πτόλιν δοχμολόφων ανδρῶν
113καχλάζει πνοαῖς Άρεος ορόμενον

116αλλ̓, Ζεῦ ? πάτερ παντελές,
117πάντως άρηξον δαΐων ἅλωσιν

118Αργέιοι δὲ πόλισμα Κάδμου
121κυκλοῦνται
φόβος δ̓ αρῄων ὅπλων
122[δονεῖ], διὰ δέ τοι γενύων ἱππίων
123κινύρονται φόνον χαλινοί

124ἑπτὰ δ̓ αγάνορες πρέποντες στρατοῦ
125δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις
126προσίστανται πάλῳ λαχόντες

Χορός

128σύ τ̓, Διογενὲς φιλόμαχον κράτος,
129ῥυσίπολις γενοῦ,
130Παλλάς, θ̓ ἵππιος ποντομέδων άναξ
131ιχθυβόλῳ Ποσειδάων μαχανᾷ,
132επίλυσιν φόβων, επίλυσιν δίδου

133σύ τ̓, Άρης, φεῦ, φεῦ, πόλιν επώνυμον
136Κάδμου φύλαξον κήδεσαί τ̓ εναργῶς

137καὶ Κύπρις, άτ̓ εῖ γένους προμάτωρ,
141άλευσον
σέθεν γὰρ εξ αἵματος
142γεγόναμεν
λιταῖσί σε θεοκλύτοις
143αυτοῦσαι πελαζόμεσθα

144καὶ σύ, Λύκεἰ άναξ, Λύκειος γενοῦ
146στρατῷ δαΐῳ στόνων αντίτας.

147σύ τ̓, Λατογένει -
148α κούρα, τόξον ευτυκάζου [Ἄρτεμι φίλα]
Άρτεμι φίλα,
149 έ,
150δοριτίνακτος αιθὴρ δ̓ επιμαίνεται

156τί πόλις άμμι πάσχει, τί γενήσεται

157ποῖ δ̓ έτι τέλος επάγει θεός

Χορός

158 έ,
159ακροβόλων δ̓ επάλξεων λιθὰς έρχεται

159 φίλ̓ Άπολλον·

160κόναβος εν πύλαις χαλκοδέτων σακέων,
161παῖ Διός, ὅθεν
162πολεμόκραντον ἁγνὸν τέλος εν μάχᾳ.

163σύ τε, μάκαιῤ άνασσ̓ Όγκα, πρὸ πόλεως
164ἑπτάπυλον ἕδος επιρρύου

Χορός

166ιὼ παναρκεῖς θεοί,
167ιὼ τέλειοι τέλειαί τε γᾶς
168τᾶσδε πυργοφύλακες,
169πόλιν δορίπονον μὴ προδῶθ̓
170ἑτεροφώνῳ στρατῷ

171κλύετε παρθένων κλύετε πανδίκως
172χειροτόνους λιτάς

173ιὼ φίλοι δαίμονες,
174λυτήριοί τ̓ αμφιβάντες πόλιν,
176δείξαθ̓ ὡς φιλοπόλεις,
177μέλεσθέ θ̓ ἱερῶν δημίων,
178μελόμενοι δ̓ αρήξατε·

179φιλοθύτων δέ τοι πόλεος οργίων
180μνήστορες εστέ μοι

Ἐτεοκλής

181ὑμᾶς ερωτῶ, θρέμματ̓ ουκ ανασχετά,
182 ταῦτ̓ άριστα καὶ πόλει σωτήρια,
183στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,
184βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν
186αύειν, λακάζειν, σωφρόνων μισήματα;

187μήτ̓ εν κακοῖσι μήτ̓ εν ευεστοῖ φίλῃ
188ξύνοικος είην τῷ γυναικείῳ γένει

189κρατοῦσα μὲν γὰρ ουχ ὁμιλητὸν θράσος,
190δείσασα δ̓ οίκῳ καὶ πόλει πλέον κακόν.

191καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς
192θεῖσαι διερροθήσατ̓ άψυχον κάκην

193τὰ τῶν θύραθεν δ̓ ὡς άριστ̓ οφέλλεται,
194αυτοὶ δ̓ υπ̓ αυτῶν ένδοθεν πορθούμεθα

195τοιαῦτά τἂν γυναιξὶ συνναίων έχοις

196κεἰ μή τις αρχῆς τῆς εμῆς ακούσεται,
197ανὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,
198ψῆφος κατ̓ αυτῶν ολεθρία βουλεύσεται,
199λευστῆρα δήμου δ̓ ού τι μὴ φύγῃ μόρον.

200μέλει γὰρ ανδρί, μὴ γυνὴ βουλευέτω,
201τἄξωθεν
ένδον δ̓ οῦσα μὴ βλάβην τίθει
202ήκουσας ουκ ήκουσας, κωφῇ λέγω

Χορός

203 φίλον Οιδίπου τέκος, έδεισ̓ ακού -
204σασα τὸν ἁρματόκτυπον ότοβον ότοβον,
205ὅτε τε σύριγγες έκλαγξαν ἑλίτροχοι,
206ἱππικῶν τ̓ απύαν πηδαλίων διὰ στόμα
207πυριγενετᾶν χαλινῶν.

208τί οῦν;
ναύτης ᾶρα μὴ ς πρῷραν φυγὼν
209πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,
210νεὼς καμούσης ποντίῳ πρὸς κύματι

Χορός

211αλλ̓ επὶ δαιμόνων πρόδρομος ῆλθον αρ -
212χαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδος
213ότ̓ ολοᾶς νειφομένας βρόμος εν πύλαις·

214δὴ τότ̓ ήρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως
215ίν̓ ὑπερέχοιεν αλκάν

216πύργον στέγειν εύχεσθε πολέμιον δόρυ

217ουκοῦν τάδ̓ έσται πρὸς θεῶν
αλλ̓ οῦν θεοὺς
218τοὺς τῆς ἁλούσης πόλεος εκλείπειν λόγος.

Χορός

219μήποτ̓ εμὸν κατ̓ αιῶνα λίποι θεῶν
220ἅδε πανάγυρις, μη δ̓ επίδοιμι τάνδ̓
221αστυδρομουμέναν πόλιν καὶ στράτευμ̓
222ἁπτόμενον πυρὶ δαΐῳ

223μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς

224πειθαρχία γάρ εστι τῆς ευπραξίας
225μήτηρ, γυνὴ σωτῆρος
ῶδ̓ έχει λόγος

Χορός

226 έστι θεοῦ δ̓ έτ̓ ισχὺς καθυπερτέρα·
227πολλάκι δ̓ εν κακοῖσι τὸν αμάχανον
228κἀκ χαλεπᾶς δύας ύπερθ̓ ομμάτων
229κρημναμενᾶν νεφελᾶν ορθοῖ

230ανδρῶν τάδ̓ εστί, σφάγια καὶ χρηστήρια
231θεοῖσιν ἕρδειν πολεμίων πειρωμένους

232σὸν δ̓ αῦ τὸ σιγᾶν καὶ μένειν είσω δόμων.

Χορός

233διὰ θεῶν πόλιν νεμόμεθ̓ αδάματον,
234δυσμενέων δ̓ όχλον πύργος αποστέγει

235τίς τάδε νέμεσις στυγεῖ

236ούτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος

237αλλ̓ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,
238εύκηλος ίσθι μη δ̓ άγαν ὑπερφοβοῦ

Χορός

239ποτίφατον κλύουσα πάταγον ανάμιγα
240ταρβοσύνῳ φόβῳ τάνδ̓ ες ακρόπτολιν,
241τίμιον ἕδος, ἱκόμαν

242μή νυν, εὰν θνῄσκοντας τετρωμένους
243πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε

244τούτῳ γὰρ Άρης βόσκεται, φόνῳ βροτῶν

Χορός

245καὶ μὴν ακούω γ̓ ἱππικῶν φρυαγμάτων
246μή νυν ακούουσ̓ εμφανῶς άκοὐ άγαν

247στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων

248ουκοῦν έμ̓ αρκεῖ τῶνδε βουλεύειν πέρι

249δέδοικ̓, αραγμὸς δ̓ εν πύλαις οφέλλεται

250ου σῖγα μηδὲν τῶνδ̓ ερεῖς κατὰ πτόλιν

251 ξυντέλεια, μὴ προδῷς πυργώματα

252ουκ ες φθόρον σιγῶσ̓ ανασχήσῃ τάδε

253θεοὶ πολῖται, μή με δουλείας τυχεῖν

254αυτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν

255 παγκρατὲς Ζεῦ, τρέψον εις εχθροὺς βέλος

256 Ζεῦ, γυναικῶν οἷον ώπασας γένος

257μοχθηρόν, ὥσπερ άνδρας ὧν ἁλῷ πόλις.

258παλινστομεῖς αῦ θιγγάνουσ̓ αγαλμάτων

259αψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος

260αιτουμένῳ μοι κοῦφον ει δοίης τέλος

261λέγοις ὰν ὡς τάχιστα, καὶ τάχ̓ είσομαι

262σίγησον, τάλαινα, μὴ φίλους φόβει

263 σιγῶ
σὺν άλλοις πείσομαι τὸ μόρσιμον
264τοῦτ̓ αντ̓ εκείνων τοὔπος αἱροῦμαι σέθεν

265καὶ πρός γε τούτοις, εκτὸς οῦσ̓ αγαλμάτων,
266εύχου τὰ κρείσσω, ξυμμάχους εῖναι θεούς

267κἀμῶν ακούσασ̓ ευγμάτων, έπειτα σὺ
268ολολυγμὸν ἱερὸν ευμενῆ παιώνισον,
269Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,
270θάρσος φίλοις, λύουσα πολέμιον φόβον

271εγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,
272πεδιονόμοις τε κἀγορᾶς επισκόποις,
273Δίρκης τε πηγαῖς, ὕδατί τ̓ Ισμηνοῦ λέγω
274εῦ ξυντυχόντων καὶ πόλεως σεσωμένης,
275μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,
276[ταυροκτονοῦντας θεοῖσιν, ῶδ̓ επεύχομαι]
277θύσειν τροπαῖα, δαΐων δ̓ εσθήματα,
278στέψω λάφυρα δουρίπληχθ̓ ἁγνοῖς δόμοις

279στέψω πρὸ ναῶν, πολεμίων δ̓ εσθήματα.
?]
280τοιαῦτ̓ επεύχου μὴ φιλοστόνως θεοῖς,
281μη δ̓ εν ματαίοις κἀγρίοις ποιφύγμασιν·

282ου γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον

283εγὼ δέ γ̓ άνδρας ἓξ εμοὶ σὺν ἑβδόμῳ
284αντηρέτας εχθροῖσι τὸν μέγαν τρόπον
285εις ἑπτατειχεῖς εξόδους τάξω μολών,
286πρὶν αγγέλους σπερχνούς τε καὶ ταχυρρόθους
287λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο

Χορός

288μέλει, φόβῳ δ̓ ουχ ὑπνώσσει κέαρ
289γείτονες δὲ καρδίας
290μέριμναι ζωπυροῦσι τάρβος
291τὸν αμφιτειχῆ λεών,
292δράκοντας ὥς τις τέκνων
293ὑπερδέδοικεν λεχαίων δυσευνάτορας
294πάντρομος πελειάς

295τοὶ μὲν γὰρ ποτὶ πύργους
296πανδαμεὶ πανομιλεὶ
297στείχουσιν
τί γένωμαι
298τοὶ δ̓ επ̓ αμφιβόλοισιν
299ιάπτουσι πολίταις
300χερμάδ̓ οκριόεσσαν

301παντὶ τρόπῳ, Διογενεῖς
302θεοί, πόλιν καὶ στρατὸν
303Καδμογενῆ ῥύεσθε

Χορός

304ποῖον δ̓ αμείψεσθε γαίας πέδον
305τᾶσδ̓ άρειον, εχθροῖς
306αφέντες τὰν βαθύχθον̓ αῖαν,
307ὕδωρ τε Διρκαῖον, ευ -
308τραφέστατον πωμάτων
309ὅσων ἵησιν Ποσει -
310δᾶν γαιάοχος
311Τηθύος τε παῖδες

312πρὸς τάδ̓, πολιοῦχοι
313θεοί, τοῖσι μὲν έξω
314πύργων ανδρολέτειραν
315κῆρα, ῥίψοπλον άταν,
316εμβαλόντες άροισθε
317κῦδος τοῖσδε πολίταις

318καὶ πόλεως ῥύτορες έστ̓
319εύεδροί τε στάθητ̓
320οξυγόοις λιταῖσιν

Χορός

321οικτρὸν γὰρ πόλιν ῶδ̓ ωγυγίαν
322Αίδᾳ προϊάψαι, δορὸς άγραν
323δουλίαν ψαφαρᾷ σποδῷ
324υπ̓ ανδρὸς Αχαιοῦ θεόθεν
325περθομέναν ατίμως,
326τὰς δὲ κεχειρωμένας άγεσθαι,
327 έ, νέας τε καὶ παλαιὰς
328ἱππηδὸν πλοκάμων, περιρ -
329ρηγνυμένων φαρέων.
βοᾷ
330δ̓ εκκενουμένα πόλις,
331λαΐδος ολλυμένας μιξοθρόου

332βαρείας τοι τύχας προταρβῶ

Χορός

333κλαυτὸν δ̓ αρτιτρόποις ωμοδρόποις
334νομίμων προπάροιθεν διαμεῖψαι
335δωμάτων στυγερὰν ὁδόν·

336 τί ;
τὸν φθίμενον γὰρ προλέγω
337βέλτερα τῶνδε πράσσειν

338πολλὰ γάρ, εῦτε πτόλις δαμασθῇ,
339 έ, δυστυχῆ τε πράσσει

340άλλος δ̓ άλλον άγει, φονεύ -
341ει, τὰ δὲ πυρφορεῖ
καπνῷ
342[δὲ] χραίνεται πόλισμ̓ ἅπαν

343μαινόμενος δ̓ επιπνεῖ λαοδάμας
344μιαίνων ευσέβειαν Άρης

Χορός

345κορκορυγαὶ δ̓ αν̓ άστυ, προτὶ [πτόλιν]
346δ̓ ὁρκάνα
347πυργῶτις·
πρὸς ανδρὸς δ̓ ανὴρ
348αμφὶ δορὶ κλίνεται

349βλαχαὶ δ̓ αἱματόεσσαι
350τῶν επιμαστιδίων αρτιτρεφεῖς βρέμονται

351ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες·

352ξυμβολεῖ φέρων φέροντι,
353καὶ κενὸς κενὸν καλεῖ,
354ξύννομον θέλων έχειν,
355ού τε μεῖον ού τ̓ ίσον λελιμμένοι

356τἀκ τῶνδ̓ εικάσαι λόγος πάρα

Χορός

357παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν
358αλγύνει κυρήσας
πικρὸν δ̓
359όμμα θαλαμηπόλων·

360πολλὰ δ̓ ακριτόφυρτος
361γᾶς δόσις ουτιδανοῖς
362εν ῥοθίοις φορεῖται

363δμωίδες δὲ καινοπήμονες νέαι·

364τλάμον̓ ευνὰν αιχμάλωτον
365ανδρὸς ευτυχοῦντος ὣς
366δυσμενοῦς ὑπερτέρου
367ελπίς εστι νύκτερον τέλος μολεῖν,
368παγκλαύτων αλγέων επίρροθον.

Ἡμιχόριον Α

369 τοι κατόπτης, ὡς εμοὶ δοκεῖ, στρατοῦ
370πευθώ τιν̓ ἡμῖν, φίλαι, νέαν φέρει,
371σπουδῇ διώκων πομπίμους χνόας ποδῶν

372καὶ μὴν άναξ όδ̓ αυτὸς Οιδίπου τόκος
373εις αρτίκολλον αγγέλου λόγον μαθεῖν·

374σπουδὴ δὲ καὶ τοῦδ̓ ουκ απαρτίζει πόδα

375λέγοιμ̓ ὰν ειδὼς εῦ τὰ τῶν εναντίων,
376ὥς τ̓ εν πύλαις ἕκαστος είληχεν πάλον

377Τυδεὺς μὲν ήδη πρὸς πύλαισι Προιτίσιν
378βρέμει, πόρον δ̓ Ισμηνὸν ουκ εᾷ περᾶν
379 μάντις
ου γὰρ σφάγια γίγνεται καλά
380Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος
381μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ·

382θείνει δ̓ ονείδει μάντιν Οικλείδην σοφόν,
383σαίνειν μόρον τε καὶ μάχην αψυχίᾳ

384τοιαῦτ̓ αυτῶν τρεῖς κατασκίους λόφους
385σείει, κράνους χαίτωμ̓, υπ̓ ασπίδος δ̓ έσω
386χαλκήλατοι κλάζουσι κώδωνες φόβον

387έχει δ̓ ὑπέρφρον σῆμ̓ επ̓ ασπίδος τόδε,
388φλέγονθ̓ υπ̓ άστροις ουρανὸν τετυγμένον

389λαμπρὰ δὲ πανσέληνος εν μέσῳ σάκει,
390πρέσβιστον άστρων, νυκτὸς οφθαλμός, πρέπει

391τοιαῦτ̓ αλύων ταῖς ὑπερκόμποις σαγαῖς
392βοᾷ παῤ όχθαις ποταμίαις, μάχης ερῶν,
393ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,
394ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.

395τίν̓ αντιτάξεις τῷδε
τίς Προίτου πυλῶν
396κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;

397κόσμον μὲν ανδρὸς ούτιν̓ ὰν τρέσαιμ̓ εγώ,
398ου δ̓ ἑλκοποιὰ γίγνεται τὰ σήματα

399λόφοι δὲ κώδων τ̓ ου δάκνουσ̓ άνευ δορός

400καὶ νύκτα ταύτην ἣν λέγεις επ̓ ασπίδος
401άστροισι μαρμαίρουσαν ουρανοῦ κυρεῖν,
402τάχ̓ ὰν γένοιτο μάντις ανοία τινί.

403ει γὰρ θανόντι νὺξ επ̓ οφθαλμοῖς πέσοι,
404τῷ τοι φέροντι σῆμ̓ ὑπέρκομπον τόδε
405γένοιτ̓ ὰν ορθῶς ενδίκως τ̓ επώνυμον,
406καὐτὸς καθ̓ αὑτοῦ τήνδ̓ ὕβριν μαντεύσεται

407εγὼ δὲ Τυδεῖ κεδνὸν Αστακοῦ τόκον
408τῶνδ̓ αντιτάξω προστάτην πυλωμάτων,
409μάλ̓ ευγενῆ τε καὶ τὸν Αισχύνης θρόνον
410τιμῶντα καὶ στυγοῦνθ̓ ὑπέρφρονας λόγους

411αισχρῶν γὰρ αργός, μὴ κακὸς δ̓ εῖναι φιλεῖ.

412σπαρτῶν δ̓ απ̓ ανδρῶν, ὧν Άρης εφείσατο,
413ῥίζωμ̓ ανεῖται, κάρτα δ̓ έστ̓ εγχώριος,
414Μελάνιππος
έργον δ̓ εν κύβοις Άρης κρινεῖ
415Δίκη δ̓ ὁμαίμων κάρτα νιν προστέλλεται
416είργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ

Χορός

417τὸν ἁμόν νυν αντίπαλον ευτυχεῖν
418θεοὶ δοῖεν, ὡς δικαίως πόλεως
419πρόμαχος όρνυται
τρέμω δ̓ αἱματη -
420φόρους μόρους ὑπὲρ φίλων
421ολομένων ιδέσθαι

Ἄγγελος

422τούτῳ μὲν οὕτως ευτυχεῖν δοῖεν θεοί
423Καπανεὺς δ̓ επ̓ Ηλέκτραισιν είληχεν πύλαις,
424γίγας όδ̓ άλλος τοῦ πάρος λελεγμένου
425μείζων, κόμπος δ̓ ου κατ̓ άνθρωπον φρονεῖ,
426πύργοις δ̓ απειλεῖ δείν̓, μὴ κραίνοι τύχη·

427θεοῦ τε γὰρ θέλοντος εκπέρσειν πόλιν
428καὶ μὴ θέλοντός φησιν, ου δὲ τὴν Διὸς
429έριν πέδοι σκήψασαν εμποδὼν σχεθεῖν

430τὰς δ̓ αστραπάς τε καὶ κεραυνίους βολὰς
431μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν

432έχει δὲ σῆμα γυμνὸν άνδρα πυρφόρον,
433φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη

434χρυσοῖς δὲ φωνεῖ γράμμασιν πρήσω πόλιν

435τοιῷδε φωτὶ πέμπε - τίς ξυστήσεται,
436τίς άνδρα κομπάζοντα μὴ τρέσας μενεῖ

437καὶ τῷδε κέρδει κέρδος άλλο τίκτεται

438τῶν τοι ματαίων ανδράσιν φρονημάτων
439 γλῶσσ̓ αληθὴς γίγνεται κατήγορος

440Καπανεὺς δ̓ απειλεῖ, δρᾶν παρεσκευασμένος,
441θεοὺς ατίζων, κἀπογυμνάζων στόμα
442χαρᾷ ματαίᾳ θνητὸς ὼν εις ουρανὸν
443πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ̓ έπη

444πέποιθα δ̓ αυτῷ ξὺν δίκῃ τὸν πυρφόρον
445ἥξειν κεραυνόν, ουδὲν εξῃκασμένον
446μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου

447ανὴρ δ̓ επ̓ αυτῷ, κεἰ στόμαργός εστ̓ άγαν,
448αίθων τέτακται λῆμα, Πολυφόντου βία,
449φερέγγυον φρούρημα, προστατηρίας
450Αρτέμιδος ευνοίαισι σύν τ̓ άλλοις θεοῖς

451λέγ̓ άλλον άλλαις εν πύλαις ειληχότα

Χορός

452όλοιθ̓ ὃς πόλει μεγάλ̓ επεύχεται,
453κεραυνοῦ δέ νιν βέλος επισχέθοι,
454πρὶν εμὸν εσθορεῖν δόμον, πωλικῶν
455θ̓ ἑδωλίων ὑπερκόπῳ
456δορί ποτ̓ εκλαπάξαι

Ἄγγελος

457καὶ μὴν τὸν εντεῦθεν λαχόντα πρὸς πύλαις
458λέξω
τρίτῳ γὰρ Ετεόκλῳ τρίτος πάλος
459εξ ὑπτίου πήδησεν ευχάλκου κράνους,
460πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον

461ἵππους δ̓ εν αμπυκτῆρσιν εμβριμωμένας
462δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι

463φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,
464μυκτηροκόμποις πνεύμασιν πληρούμενοι

465εσχημάτισται δ̓ ασπὶς ου σμικρὸν τρόπον

466ανὴρ ὁπλίτης κλίμακος προσαμβάσεις
467στείχει πρὸς εχθρῶν πύργον, εκπέρσαι θέλων

468βοᾷ δὲ χοὖτος γραμμάτων εν ξυλλαβαῖς,
469ὡς ου δ̓ ὰν Άρης σφ̓ εκβάλοι πυργωμάτων

470καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον
471πόλεως απείργειν τῆσδε δούλιον ζυγόν

472πέμποιμ̓ ὰν ήδη τόνδε, σὺν τύχῃ δέ τῳ·

473καὶ δὴ πέπεμπται κόμπον εν χεροῖν έχων,
474Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν
475γένους, ὃς ούτι μάργων ἱππικῶν φρυαγμάτων
476βρόμον φοβηθεὶς εκ πυλῶν χωρήσεται,
477αλλ̓ θανὼν τροφεῖα πληρώσει χθονί,
478 καὶ δύ̓ άνδρε καὶ πόλισμ̓ επ̓ ασπίδος
479ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός

480κόμπαζ̓ επ̓ άλλῳ, μη δέ μοι φθόνει λέγων

Χορός

481επεύχομαι τῷδε μὲν ευτυχεῖν, ιὼ
482πρόμαχ̓ εμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.

483ὡς δ̓ ὑπέραυχα βάζουσιν επὶ πτόλει
484μαινομένᾳ φρενί, τώς νιν
485Ζεὺς νεμέτωρ επίδοι κοταίνων

Ἄγγελος

486τέταρτος άλλος, γείτονας πύλας έχων
487Όγκας Αθάνας, ξὺν βοῇ παρίσταται,
488Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος

489ἅλω δὲ πολλήν, ασπίδος κύκλον λέγω,
490έφριξα δινήσαντος
ουκ άλλως ερῶ
491 σηματουργὸς δ̓ ού τις ευτελὴς άῤ ῆν
492ὅστις τόδ̓ έργον ώπασεν πρὸς ασπίδι,
493Τυφῶν̓ ἱέντα πύρπνοον διὰ στόμα
494λιγνὺν μέλαιναν, αιόλην πυρὸς κάσιν

495όφεων δὲ πλεκτάναισι περίδρομον κύτος
496προσηδάφισται κοιλογάστορος κύκλου

497αυτὸς δ̓ επηλάλαξεν, ένθεος δ̓ Άρει
498βακχᾷ πρὸς αλκὴν Θυιὰς ὣς φόβον βλέπων.

499τοιοῦδε φωτὸς πεῖραν εῦ φυλακτέον·

500Φόβος γὰρ ήδη πρὸς πύλαις κομπάζεται

501πρῶτον μὲν Όγκα Παλλάς, ήτ̓ αγχίπτολις,
502πύλαισι γείτων, ανδρὸς εχθαίρουσ̓ ὕβριν,
503είρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον·

504Ὑπέρβιος δέ, κεδνὸς Οίνοπος τόκος,
505ανὴρ κατ̓ άνδρα τοῦτον ᾑρέθη, θέλων
506εξιστορῆσαι μοῖραν εν χρείᾳ τύχης,
507ού τ̓ εῖδος ού τε θυμὸν ου δ̓ ὅπλων σχέσιν
508μωμητός, Ἑρμῆς δ̓ ευλόγως ξυνήγαγεν

509εχθρὸς γὰρ ἁνὴρ ανδρὶ τῷ ξυστήσεται,
510ξυνοίσετον δὲ πολεμίους επ̓ ασπίδων
511θεούς·
μὲν γὰρ πύρπνοον Τυφῶν̓ έχει,
512Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ επ̓ ασπίδος
513σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων

514κοὔπω τις εῖδε Ζῆνά που νικώμενον

515τοιάδε μέντοι προσφίλεια δαιμόνων·

516πρὸς τῶν κρατούντων δ̓ εσμέν, οἱ δ̓ ἡσσωμένων,
517ει Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ·

518εικὸς δὲ πράξειν άνδρας ῶδ̓ αντιστάτας, Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος
519σωτὴρ γένοιτ̓ ὰν Ζεὺς επ̓ ασπίδος τυχών.

Χορός

521πέποιθα δὴ τὸν Διὸς αντίτυπον έχοντ̓
522άφιλον εν σάκει τοῦ χθονίου δέμας
523δαίμονος, εχθρὸν είκασμα βροτοῖς τε καὶ
524δαροβίοισι θεοῖσιν,
525πρόσθε πυλᾶν κεφαλὰν ιάψειν

Ἄγγελος

526οὕτως γένοιτο τὸν δὲ πέμπτον αῦ λέγω,
527πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,
528τύμβον κατ̓ αυτὸν Διογενοῦς Αμφίονος

529όμνυσι δ̓ αιχμὴν ἣν έχει μᾶλλον θεοῦ
530σέβειν πεποιθὼς ομμάτων θ̓ ὑπέρτερον,
531 μὴν λαπάξειν άστυ Καδμείων βίᾳ
532Διός
τόδ̓ αυδᾷ μητρὸς εξ ορεσκόου
533βλάστημα καλλίπρῳρον, ανδρόπαις ανήρ

534στείχει δ̓ ίουλος άρτι διὰ παρηίδων,
535ὥρας φυούσης, ταρφὺς αντέλλουσα θρίξ

536 δ̓ ωμόν, ούτι παρθένων επώνυμον,
537φρόνημα, γοργὸν δ̓ όμμ̓ έχων, προσίσταται

538ου μὴν ακόμπαστός γ̓ εφίσταται πύλαις

539τὸ γὰρ πόλεως όνειδος εν χαλκηλάτῳ
540σάκει, κυκλωτῷ σώματος προβλήματι,
541Σφίγγ̓ ωμόσιτον προσμεμηχανημένην
542γόμφοις ενώμα, λαμπρὸν έκκρουστον δέμας,
543φέρει δ̓ υφ̓ αὑτῇ φῶτα Καδμείων ἕνα,
544ὡς πλεῖστ̓ επ̓ ανδρὶ τῷδ̓ ιάπτεσθαι βέλη

545ελθὼν δ̓ έοικεν ου καπηλεύσειν μάχην,
546μακρᾶς κελεύθου δ̓ ου καταισχυνεῖν πόρον,
547Παρθενοπαῖος Αρκάς
δὲ τοιόσδ̓ ανὴρ
548μέτοικος, Άργει δ̓ εκτίνων καλὰς τροφάς,
549πύργοις απειλεῖ τοῖσδ̓ μὴ κραίνοι θεός.

550ει γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,
551αυτοῖς εκείνοις ανοσίοις κομπάσμασιν

552 τἂν πανώλεις παγκάκως τ̓ ολοίατο

553έστιν δὲ καὶ τῷδ̓, ὃν λέγεις τὸν Αρκάδα,
554ανὴρ άκομπος, χεὶρ δ̓ ὁρᾷ τὸ δράσιμον,
555Άκτωρ αδελφὸς τοῦ πάρος λελεγμένου

556ὃς ουκ εάσει γλῶσσαν εργμάτων άτερ
557έσω πυλῶν ῥέουσαν αλδαίνειν κακά,
558ου δ̓ εισαμεῖψαι θηρὸς εχθίστου δάκους
559εικὼ φέροντα πολεμίας επ̓ ασπίδος·

560 ξωθεν είσω τῷ φέροντι μέμψεται,
561πυκνοῦ κροτησμοῦ τυγχάνουσ̓ ὑπὸ πτόλιν

562θεῶν θελόντων τἂν αληθεύσαιμ̓ εγώ

Χορός

563ἱκνεῖται λόγος διὰ στηθέων,
564τριχὸς δ̓ ορθίας πλόκαμος ἵσταται,
565μεγάλα μεγαληγόρων κλυούσᾳ
566ανοσίων ανδρῶν
είθε γὰρ
567θεοὶ τοῦδ̓ ολέσειαν εν γᾷ

Ἄγγελος

568ἕκτον λέγοιμ̓ ὰν άνδρα σωφρονέστατον,
569αλκήν τ̓ άριστον μάντιν, Αμφιάρεω βίαν

570Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος
571κακοῖσι βάζει πολλὰ Τυδέως βίαν

572τὸν ανδροφόντην, τὸν πόλεως ταράκτορα,
573μέγιστον Άργει τῶν κακῶν διδάσκαλον,
574Ερινύος κλητῆρα, πρόσπολον φόνου,
575κακῶν τ̓ Αδράστῳ τῶνδε βουλευτήριον.

576καὶ τὸν σὸν αῦθις προσθροῶν ὁμόσπορον,
577εξυπτιάζων όμμα, Πολυνείκους βίαν,
578δίς τ̓ εν τελευτῇ τοὔνομ̓ ενδατούμενος,
579καλεῖ
λέγει δὲ τοῦτ̓ έπος διὰ στόμα
580 τοῖον έργον καὶ θεοῖσι προσφιλές,
581καλόν τ̓ ακοῦσαι καὶ λέγειν μεθυστέροις,
582πόλιν πατρῴαν καὶ θεοὺς τοὺς εγγενεῖς
583πορθεῖν, στράτευμ̓ επακτὸν εμβεβληκότα;

584μητρός τε πηγὴν τίς κατασβέσει δίκη

585πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ
586ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται

587έγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,
588μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός

589μαχώμεθ̓, ουκ άτιμον ελπίζω μόρον

590τοιαῦθ̓ μάντις ασπίδ̓ ευκήλως έχων
591πάγχαλκον ηύδα
σῆμα δ̓ ουκ επῆν κύκλῳ
592ου γὰρ δοκεῖν άριστος, αλλ̓ εῖναι θέλει,
593βαθεῖαν άλοκα διὰ φρενὸς καρπούμενος,
594εξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα

595τούτῳ σοφούς τε κἀγαθοὺς αντηρέτας
596πέμπειν επαινῶ.
δεινὸς ὃς θεοὺς σέβει.
597φεῦ τοῦ ξυναλλάσσοντος όρνιθος βροτοῖς
598δίκαιον άνδρα τοῖσι δυσσεβεστέροις.

599εν παντὶ πράγει δ̓ έσθ̓ ὁμιλίας κακῆς
600κάκιον ουδέν, καρπὸς ου κομιστέος·

601άτης άρουρα θάνατον εκκαρπίζεται

602 γὰρ ξυνεισβὰς πλοῖον ευσεβὴς ανὴρ
603ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ
604όλωλεν ανδρῶν σὺν θεοπτύστῳ γένει,
605 ξὺν πολίταις ανδράσιν δίκαιος ὼν
606εχθροξένοις τε καὶ θεῶν αμνήμοσιν,
607ταὐτοῦ κυρήσας εκδίκως αγρεύματος,
608πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ δάμη

609οὕτως δ̓ μάντις, υἱὸν Οικλέους λέγω,
610σώφρων δίκαιος αγαθὸς ευσεβὴς ανήρ,
611μέγας προφήτης, ανοσίοισι συμμιγεὶς
612θρασυστόμοισιν ανδράσιν βίᾳ φρενῶν,
613τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,
614Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.

615δοκῶ μὲν οῦν σφε μη δὲ προσβαλεῖν πύλαις
616ουχ ὡς άθυμος ου δὲ λήματος κάκῇ,
617αλλ̓ οῖδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,
618ει καρπὸς έσται θεσφάτοισι Λοξίου·

619φιλεῖ δὲ σιγᾶν λέγειν τὰ καίρια

620ὅμως δ̓ επ̓ αυτῷ φῶτα, Λασθένους βίαν,
621εχθρόξενον πυλωρὸν αντιτάξομεν,
622γέροντα τὸν νοῦν, σάρκα δ̓ ἡβῶσαν φύει,
623ποδῶκες όμμα, χεῖρα δ̓ ου βραδύνεται
624παῤ ασπίδος γυμνωθὲν ἁρπάσαι δόρυ

625θεοῦ δὲ δῶρόν εστιν ευτυχεῖν βροτούς

Χορός

626κλύοντες θεοὶ δικαίας λιτὰς
627ἁμετέρας τελεῖθ̓, ὡς πόλις ευτυχῇ,
628δορίπονα κάκ̓ εκτρέποντες ες γᾶς
629επιμόλους
πύργων δ̓ έκτοθεν
630βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ

Ἄγγελος

631τὸν ἕβδομον δὴ τόνδ̓ εφ̓ ἑβδόμαις πύλαις
632λέξω, τὸν αυτοῦ σοῦ κασίγνητον, πόλει
633οἵας αρᾶται καὶ κατεύχεται τύχας

634πύργοις επεμβὰς κἀπικηρυχθεὶς χθονί,
635ἁλώσιμον παιᾶν̓ επεξιακχάσας,
636σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,
637 ζῶντ̓ ατιμαστῆρα τὼς ανδρηλάτην
638φυγῇ τὸν αυτὸν τόνδε τείσασθαι τρόπον.

639τοιαῦτ̓ αυτεῖ καὶ θεοὺς γενεθλίους
640καλεῖ πατρῴας γῆς εποπτῆρας λιτῶν
641τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία

642έχει δὲ καινοπηγὲς εύκυκλον σάκος
643διπλοῦν τε σῆμα προσμεμηχανημένον

644χρυσήλατον γὰρ άνδρα τευχηστὴν ιδεῖν
645άγει γυνή τις σωφρόνως ἡγουμένη

646Δίκη δ̓ άῤ εῖναί φησιν, ὡς τὰ γράμματα
647λέγει κατάξω δ̓ άνδρα τόνδε καὶ πόλιν
648ἕξει πατρῴων δωμάτων τ̓ επιστροφάς

649τοιαῦτ̓ εκείνων εστὶ τἀξευρήματα

650σὺ δ̓ αυτὸς ήδη γνῶθι τίνα πέμπειν δοκεῖ

651ὡς ούποτ̓ ανδρὶ τῷδε κηρυκευμάτων
652μέμψῃ, σὺ δ̓ αυτὸς γνῶθι ναυκληρεῖν πόλιν.

653 θεομανές τε καὶ θεῶν μέγα στύγος,
654 πανδάκρυτον ἁμὸν Οιδίπου γένος·

656ώμοι, πατρὸς δὴ νῦν αραὶ τελεσφόροι.

657αλλ̓ ού τε κλαίειν ού τ̓ οδύρεσθαι πρέπει,
658μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος

659επωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω,
660τάχ̓ εισόμεσθα τοὐπίσημ̓ ὅποι τελεῖ, εί νιν κατάξει χρυσότευκτα γράμματα
661επ̓ ασπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.

662ει δ̓ Διὸς παῖς παρθένος Δίκη παρῆν
663έργοις εκείνου καὶ φρεσίν, τάχ̓ ὰν τόδ̓ ῆν·

664αλλ̓ ού τε νιν φυγόντα μητρόθεν σκότον,
665ού τ̓ εν τροφαῖσιν, ού τ̓ εφηβήσαντά πω, ού τ̓
666εν γενείου ξυλλογῇ τριχώματος,
667Δίκη προσεῖδε καὶ κατηξιώσατο

668ου δ̓ εν πατρῴας μὴν χθονὸς κακουχίᾳ
669οῖμαί νιν αυτῷ νῦν παραστατεῖν πέλας

670 δῆτ̓ ὰν είη πανδίκως ψευδώνυμος
671Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας

672τούτοις πεποιθὼς εῖμι καὶ ξυστήσομαι
673αυτός
τίς άλλος μᾶλλον ενδικώτερος;
674άρχοντί τ̓ άρχων καὶ κασιγνήτῳ κάσις,
675εχθρὸς σὺν εχθρῷ στήσομαι.
φέῤ ὡς τάχος
676κνημῖδας, αιχμῆς καὶ πέτρων προβλήματα

677μή, φίλτατ̓ ανδρῶν, Οιδίπου τέκος, γένῃ
678οργὴν ὁμοῖος τῷ κάκιστ̓ αυδωμένῳ

679αλλ̓ άνδρας Αργείοισι Καδμείους ἅλις
680ες χεῖρας ελθεῖν·
αἷμα γὰρ καθάρσιον.
681ανδροῖν δ̓ ὁμαίμοιν θάνατος ῶδ̓ αυτοκτόνος,
682ουκ έστι γῆρας τοῦδε τοῦ μιάσματος.

683είπερ κακὸν φέροι τις, αισχύνης άτερ
684έστω
μόνον γὰρ κέρδος εν τεθνηκόσι·
685κακῶν δὲ κᾀσχρῶν ούτιν̓ ευκλείαν ερεῖς.

Χορός

686τί μέμονας, τέκνον μή τί σε θυμοπλη -
687θὴς δορίμαργος άτα φερέτω
κακοῦ δ̓
688έκβαλ̓ έρωτος αρχάν

689επεὶ τὸ πρᾶγμα κάρτ̓ επισπέρχει θεός,
690ίτω κατ̓ οῦρον κῦμα Κωκυτοῦ λαχὸν
691Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος

Χορός

692ωμοδακής σ̓ άγαν ἵμερος εξοτρύ -
693νει πικρόκαρπον ανδροκτασίαν τελεῖν
694αἵματος ου θεμιστοῦ

695φίλου γὰρ εχθρά μοι πατρὸς τάλαιν̓ αρὰ
696ξηροῖς ακλαύτοις όμμασιν προσιζάνει,
697λέγουσα κέρδος πρότερον ὑστέρου μόρου

Χορός

698αλλὰ σὺ μὴ ποτρύνου κακὸς ου κεκλή -
699σῃ βίον εῦ κυρήσας
μελάναιγις ουκ
700εῖσι δόμων Ερινύς, ὅταν εκ χερῶν
701θεοὶ θυσίαν δέχωνται

702θεοῖς μὲν ήδη πως παρημελήμεθα,
703χάρις δ̓ αφ̓ ἡμῶν ολομένων θαυμάζεται

704τί οῦν έτ̓ ὰν σαίνοιμεν ολέθριον μόρον

Χορός

705νῦν ὅτε σοι παρέστακεν· επεὶ δαίμων
706λήματος εν τροπαίᾳ χρονίᾳ μεταλ -
707λακτὸς ίσως ὰν έλθοι θελεμωτέρῳ
708πνεύματι
νῦν δ̓ έτι ζεῖ
709εξέζεσεν γὰρ Οιδίπου κατεύγματα

710άγαν δ̓ αληθεῖς ενυπνίων φαντασμάτων
711όψεις, πατρῴων χρημάτων δατήριοι.

Χορός

712πιθοῦ γυναιξί, καίπερ ου στέργων ὅμως
713λέγοιτ̓ ὰν ὧν άνη τις·
ου δὲ χρὴ μακράν.
714μὴ λθῃς ὁδοὺς σὺ τάσδ̓ εφ̓ ἑβδόμαις πύλαις

715τεθηγμένον τοί μ̓ ουκ απαμβλυνεῖς λόγῳ

716νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός

717ουκ άνδῤ ὁπλίτην τοῦτο χρὴ στέργειν έπος

718αλλ̓ αυτάδελφον αἷμα δρέψασθαι θέλεις

719θεῶν διδόντων ουκ ὰν εκφύγοις κακά

Χορός

720πέφρικα τὰν ωλεσίοικον
721θεόν, ου θεοῖς ὁμοίαν,
722παναλαθῆ κακόμαντιν
723πατρὸς ευκταίαν Ερινὺν
724τελέσαι τὰς περιθύμους
725κατάρας Οιδιπόδα βλαψίφρονος

726παιδολέτωρ δ̓ έρις άδ̓ οτρύνει

Χορός

727ξένος δὲ κλήρους επινωμᾷ,
728Χάλυβος Σκυθᾶν άποικος,
729κτεάνων χρηματοδαίτας
730πικρός, ωμόφρων σίδαρος,
731χθόνα ναίειν διαπήλας,
732ὁπόσαν καὶ φθιμένοισιν κατέχειν,
733τῶν μεγάλων πεδίων αμοίρους.

Χορός

734επεὶ δ̓ ὰν αυτοκτόνως
735αυτοδάικτοι θάνωσι,
736καὶ γαΐα κόνις πίῃ
737μελαμπαγὲς αἷμα φοίνιον,
738τίς ὰν καθαρμοὺς πόροι,
739τίς άν σφε λούσειεν

740πόνοι δόμων νέοι παλαι -
741οῖσι συμμιγεῖς κακοῖς.

Χορός

742παλαιγενῆ γὰρ λέγω
743παρβασίαν ωκύποινον

744αιῶνα δ̓ ες τρίτον μένει

745Απόλλωνος εῦτε Λάιος
746βίᾳ, τρὶς ειπόντος εν
747μεσομφάλοις Πυθικοῖς
748χρηστηρίοις θνᾴσκοντα γέν -
749νας άτερ σῴζειν πόλιν,

Χορός

750κρατηθεὶς δ̓ εκ φίλων αβουλιᾶν
751εγείνατο μὲν μόρον αὑτῷ,
752πατροκτόνον Οιδιπόδαν,
753ὅστε ματρὸς ἁγνὰν
754σπείρας άρουραν, ίν̓ ετράφη,
755ῥίζαν αἱματόεσσαν
756έτλα·
παράνοια συνᾶγε
757νυμφίους φρενώλεις

Χορός

758κακῶν δ̓ ὥσπερ θάλασσα κῦμ̓ άγει·
759τὸ μὲν πίτνον, άλλο δ̓ αείρει
760τρίχαλον, καὶ περὶ πρύμ -
761ναν πόλεως καχλάζει.

762μεταξὺ δ̓ αλκὰ δἰ ολίγου
763τείνει, πύργος εν εύρει

764δέδοικα δὲ σὺν βασιλεῦσι
765μὴ πόλις δαμασθῇ

Χορός

766τελειᾶν γὰρ παλαιφάτων αρᾶν
767βαρεῖαι καταλλαγαί·
τὰ δ̓ ολοὰ
768πελόμεν̓ ου παρέρχεται

769πρόπρυμνα δ̓ εκβολὰν φέρει
770ανδρῶν αλφηστᾶν
771όλβος άγαν παχυνθείς

Χορός

772τίν̓ ανδρῶν γὰρ τοσόνδ̓ εθαύμασαν
773θεοὶ καὶ ξυνέστιοι πόλεος
774πολύβατός τ̓ αγὼν βροτῶν,
775ὅσον τότ̓ Οιδίπουν τίον,
776τὰν ἁρπαξάνδραν
777κῆῤ αφελόντα χώρας

Χορός

778επεὶ δ̓ αρτίφρων
779εγένετο μέλεος αθλίων
780γάμων, επ̓ άλγει δυσφορῶν
781μαινομένᾳ κραδίᾳ
782δίδυμα κάκ̓ ετέλεσεν

783πατροφόνῳ χερὶ τῶν ?
784κρεισσοτέκνων ομμάτων επλάγχθη

Χορός

785τέκνοις δ̓ αγρίας
786εφῆκεν επικότους τροφᾶς,
787αιαῖ, πικρογλώσσους αράς,
788καί σφε σιδαρονόμῳ
789διὰ χερί ποτε λαχεῖν
790κτήματα
νῦν δὲ τρέω
791μὴ τελέσῃ καμψίπους Ερινύς

Ἄγγελος

792θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι
793πόλις πέφευγεν ἥδε δούλιον ζυγόν

794πέπτωκεν ανδρῶν οβρίμων κομπάσματα

795πόλις δ̓ εν ευδίᾳ τε καὶ κλυδωνίου
796πολλαῖσι πληγαῖς άντλον ουκ εδέξατο

797στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις
798εφραξάμεσθα μονομάχοισι προστάταις

799καλῶς έχει τὰ πλεῖστ̓, εν ἓξ πυλώμασι

800τὰς δ̓ ἑβδόμας σεμνὸς ἑβδομαγέτης
801άναξ Απόλλων είλετ̓, Οιδίπου γένει
802κραίνων παλαιὰς Λαΐου δυσβουλίας

803τί δ̓ έστι πρᾶγμα νεόκοτον πόλει πλέον

804πόλις σέσωσται
βασιλέες δ̓ ὁμόσποροι -
805τίνες;
τί δ̓ εῖπας παραφρονῶ φόβῳ λόγου
806φρονοῦσα νῦν άκουσον
Οιδίπου τόκοι -
807οὶ γὼ τάλαινα, μάντις ειμὶ τῶν κακῶν.

808ου δ̓ αμφιλέκτως μὴν κατεσποδημένοι -
809εκεῖθι κεῖσθον;
βαρέα δ̓ οῦν ὅμως φράσον
810ἅνδρες τεθνᾶσιν εκ χερῶν αυτοκτόνων

811οὕτως αδελφαῖς χερσὶν ηναίρονθ̓ ἅμα

812οὕτως δαίμων κοινὸς ῆν αμφοῖν άγαν

813αυτὸς δ̓ αναλοῖ δῆτα δύσποτμον γένος

814τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα

815πόλιν μὲν εῦ πράσσουσαν, οἱ δ̓ επιστάται,
816δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ
817Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.

818ἕξουσι δ̓ ἣν λάβωσιν εν ταφῇ χθονός,
819πατρὸς κατ̓ ευχὰς δυσπότμως φορούμενοι

820πόλις σέσωσται
βασιλέοιν δ̓ ὁμοσπόροιν
821πέπωκεν αἷμά γαῖ̓ υπ̓ αλλήλων φόνῳ

Χορός

822 μεγάλε Ζεῦ καὶ πολιοῦχοι
823δαίμονες, οἳ δὴ Κάδμου πύργους
824τούσδε ῥύεσθε,
825πότερον χαίρω κἀπολολύξω
826πόλεως ασινεῖ ? σωτῆρι . .,

827 τοὺς μογεροὺς καὶ δυσδαίμονας
828ατέκνους κλαύσω πολεμάρχους

831οἳ δῆτ̓ ορθῶς κατ̓ επωνυμίαν
832καὶ πολυνεικεῖς
833ώλοντ̓ ασεβεῖ διανοίᾳ

Χορός

833 μέλαινα καὶ τελεία
834γένεος Οιδίπου τ̓ αρά,
834κακόν με καρδίαν τι περιπίτνει κρύος

835έτευξα τύμβῳ μέλος
836Θυιὰς αἱματοσταγεῖς
837νεκροὺς κλύουσα δυσμόρως
838θανόντας
δύσορνις -
839δε ξυναυλία δορός.

Χορός

840εξέπραξεν, ου δ̓ απεῖπεν
841πατρόθεν ευκταία φάτις

842βουλαὶ δ̓ άπιστοι Λαΐου διήρκεσαν

843μέριμνα δ̓ αμφὶ πτόλιν·

844θέσφατ̓ ουκ αμβλύνεται

845ιὼ πολύστονοι, τόδ̓ ηρ -
846γάσασθ̓ άπιστον
ῆλθε δ̓ αι -
847ακτὰ πήματ̓ ου λόγῳ

Χορός

848τάδ̓ αυτόδηλα, προῦπτος αγγέλου λόγος·
849διπλαῖ μέριμναι, ? διδυμάνορα
850κάκ̓ αυτοφόνα, δίμοιρα τέ -
851λεια τάδε πάθη.
τί φῶ
852τί δ̓ άλλο γ̓ πόνοι πόνων
853δόμων εφέστιοι;

854αλλὰ γόων, φίλαι, κατ̓ οῦρον
855ερέσσετ̓ αμφὶ κρατὶ πόμπιμον χεροῖν
856πίτυλον, ὃς αιὲν δἰ Αχέροντ̓ αμείβεται
857τὰν άστολον μελάγκροκον [ναύστολον] θεωρίδα,
858τὰν αστιβῆ Απόλλωνι, τὰν ανάλιον
859πάνδοκον εις αφανῆ τε χέρσον

861αλλὰ γὰρ ήκουσ̓ αίδ̓ επὶ πρᾶγος
862πικρὸν Αντιγόνη τ̓ ηδ̓ Ισμήνη,
863θρῆνον αδελφοῖν·
ουκ αμφιβόλως
864οῖμαί σφ̓ ερατῶν εκ βαθυκόλπων
865στηθέων ἥσειν άλγος επάξιον

866ἡμᾶς δὲ δίκη πρότερον φήμης
867τὸν δυσκέλαδόν θ̓ ὕμνον Ερινύος
868ιαχεῖν Αίδα τ̓
869εχθρὸν παιᾶν̓ επιμέλπειν.

871ιώ, δυσαδελφόταται πασῶν ὁπόσαι
872στρόφον εσθῆσιν περιβάλλονται,
873κλαίω, στένομαι, καὶ δόλος ουδεὶς
874μὴ κ φρενὸς ορθῶς με λιγαίνειν.

Χορός

875ιὼ ιὼ δύσφρονες,
876φίλων άπιστοι καὶ κακῶν ατρύμονες,
877δόμους πατρῴους ἑλόν -
878τες μέλεοι σὺν αιχμᾷ.

879μέλεοι δῆθ̓ οἳ μελέους θανάτους
880εὕροντο δόμων επὶ λύμῃ.

Χορός

881ιὼ ιὼ δωμάτων
882ερειψίτοιχοι καὶ πικρὰς μοναρχίας
883ιδόντες, ήδη διήλ -
884λαχθε σὺν σιδάρῳ

886κάρτα δ̓ αληθῆ πατρὸς Οιδιπόδα
887πότνἰ Ερινὺς επέκρανεν

Χορός

888δἰ ευωνύμων τετυμμένοι,
889τετυμμένοι δῆθ̓,
890ὁμοσπλάγχνων τε πλευρωμάτων
891αιαῖ δαιμόνιοι,
893αιαῖ δ̓ αντιφόνων
894θανάτων αραί.

895διανταίαν λέγεις [πλαγὰν] δόμοισι καὶ
896σώμασιν πεπλαγμένους, [ἐννέπω]
897αναυδάτῳ μένει
898αραίῳ τ̓ εκ πατρὸς
899ου διχόφρονι πότμῳ

Χορός

900διήκει δὲ καὶ πόλιν στόνος,
901στένουσι πύργοι,
902στένει πέδον φίλανδρον
μένει
903κτέανα δ̓ επιγόνοις,
904δἰ ὧν αινομόροις,
905δἰ ὧν νεῖκος έβα
906[καὶ] θανάτου τέλος.

907εμοιράσαντο δ̓ οξυκάρδιοι
908κτήμαθ̓, ώστ̓ ίσον λαχεῖν

909διαλλακτῆρι δ̓ ουκ
910αμεμφεία φίλοις, ου δ̓ επίχαρις Άρης.

Χορός

911σιδαρόπλακτοι μὲν ῶδ̓ έχουσιν,
912σιδαρόπλακτοι δὲ τοὺς μένουσι,
913τάχ̓ άν τις είποι, τίνες;

914τάφων πατρῴων λαχαί.

915όδ̓ ἁμῶν μάλ̓ αχέτας τοὺς
916προπέμπει δαϊκτὴρ γόος αυ -
917τόστονος, αυτοπήμων,
918δαϊόφρων, ου φιλογαθής, ετύμως
919δακρυχέων εκ φρενός,
920κλαιομένας μου μινύθει
921τοῖνδε δυοῖν ανάκτοιν

Χορός

922πάρεστι δ̓ ειπεῖν επ̓ αθλίοισιν
923ὡς ερξάτην πολλὰ μὲν πολίτας,
924ξένων τε πάντων στίχας
925πολυφθόρους εν δαΐ

926δυσδαίμων σφιν τεκοῦσα
927πρὸ πασᾶν γυναικῶν ὁπόσαι
928τεκνογόνοι κέκληνται.

929παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα
930τούσδ̓ έτεχ̓, οἱ δ̓ ῶδ̓ ετελεύ -
931τασαν υπ̓ αλλαλοφόνοις
932χερσὶν ὁμοσπόροισιν

Χορός

933ὁμόσποροι δῆτα καὶ πανώλεθροι,
934διατομαῖς ου φίλαις,
935έριδι μαινομένᾳ,
936νείκεος εν τελευτᾷ.

937πέπαυται δ̓ έχθος, εν δὲ γαίᾳ
938ζόα φονορύτῳ
939μέμεικται
κάρτα δ̓ είσ̓ ὅμαιμοι
940πικρὸς λυτὴρ νεικέων πόντιος
941ξεῖνος εκ πυρὸς συθεὶς
942θακτὸς σίδαρος·
πικρὸς δὲ χρημάτων
943κακὸς δατητὰς Άρης αρὰν πατρῴ -
944αν τιθεὶς αλαθῆ.

Χορός

945έχουσι μοῖραν λαχόντες οἱ μέλεοι
946διοδότων αχθέων

947ὑπὸ δὲ σώματι γᾶς
948πλοῦτος άβυσσος έσται

949ιὼ πολλοῖς επανθίσαντες
950πόνοισι γενεάν·

951τελευταῖαι δ̓ επηλάλαξαν
952Αραὶ τὸν οξὺν νόμον, τετραμμένου
953παντρόπῳ φυγᾷ γένους

954ἕστακε δ̓ Άτας τροπαῖον εν πύλαις,
955εν αἷς εθείνοντο, καὶ δυοῖν κρατή -
956σας έληξε δαίμων

Ἀντιγόνη

957παισθεὶς έπαισας
958σὺ δ̓ έθανες κατακτανών

959δορὶ δ̓ έκανες - δορὶ δ̓ έθανες -
960μελεοπόνος

961 μελεοπαθής .

962ίτω γόος

963ίτω δάκρυ

964πρόκεισαι -
965κατακτάς

Ἀντιγόνη

966 ηέ .
967 ηέ .

968μαίνεται γόοισι φρήν

969εντὸς δὲ καρδία στένει

970ιὼ ιὼ πάνδυρτε σύ.
σὺ δ̓ αῦτε καὶ πανάθλιε.
971πρὸς φίλου έφθισο

972καὶ φίλον έκτανες

973διπλᾶ λέγειν -
974διπλᾶ δ̓ ὁρᾶν -
975άχθεα τῶνδε τάδ̓ εγγύθεν.

976πέλας αδελφέ̓ αδελφεῶν.

977ιὼ Μοῖρα βαρυδότειρα μογερά,
978πότνιά τ̓ Οιδίπου σκιά,
979μέλαιν̓ Ερινύς, μεγασθενής τις εῖ

Ἀντιγόνη

980 ηέ .
981 ηέ .

982δυσθέατα πήματα -
983έδειξεν εκ φυγᾶς εμοί

984ου δ̓ ίκεθ̓ ὡς κατέκτανεν

985σωθεὶς δὲ πνεῦμ̓ απώλεσεν
ώλεσε δῆτ̓ άγαν
986καὶ τὸν ενόσφισεν

987τάλαν γένος.

988τάλαν πάθος.

989δύστονα κήδἐ ὁμαίμονα.
?
990δίυγρα τριπάλτων πημάτων.

991ιὼ Μοῖρα βαρυδότειρα μογερά,
992πότνιά τ̓ Οιδίπου σκιά,
993μέλαιν̓ Ερινύς, μεγασθενής τις εῖ

Ἀντιγόνη

994σὺ τοί νιν οῖσθα διαπερῶν -
995σὺ δ̓ ουδὲν ὕστερος μαθών -
996επεὶ κατῆλθες ες πόλιν,
997δορός γε τῷδ̓ αντηρέτας.

998ολοὰ λέγειν.

999ολοὰ δ̓ ὁρᾶν.

1000ιὼ πόνος -
1001ιὼ κακά -
1002δώμασι καὶ χθονί

1003πρὸ πάντων δ̓ εμοί.

1004καὶ τὸ πρόσω γ̓ εμοί.

1005ιὼ ιὼ δυστόνων κακῶν, άναξ.

1006ιὼ πάντων πολυστονώτατοι.

1007ιὼ ιὼ δαιμονῶντες άτᾳ.

1008ιὼ ιώ, ποῦ σφε θήσομεν χθονός

1009ιώ, ὅπου στι τιμιώτατον.

1010ιὼ ιώ, πῆμα πατρὶ πάρευνον.

Κῆρυξ

1011δοκοῦντα καὶ δόξαντ̓ απαγγέλλειν με χρὴ
1012δήμου προβούλοις τῆσδε Καδμείας πόλεως

1013Ετεοκλέα μὲν τόνδ̓ επ̓ ευνοίᾳ χθονὸς
1014θάπτειν έδοξε γῆς φίλαις κατασκαφαῖς

1015στυγῶν γὰρ εχθροὺς θάνατον είλετ̓ εν πόλει
1016ἱερῶν πατρῴων δ̓ ὅσιος ὼν μομφῆς άτερ
1017τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.

1018οὕτω μὲν αμφὶ τοῦδ̓ επέσταλται λέγειν

1019τούτου δ̓ αδελφὸν τόνδε Πολυνείκους νεκρὸν
1020έξω βαλεῖν άθαπτον, ἁρπαγὴν κυσίν,
1021ὡς όντ̓ αναστατῆρα Καδμείων χθονός,
1022ει μὴ θεῶν τις εμποδὼν έστη δορὶ
1023τῷ τοῦδ̓ ·.
άγος δὲ καὶ θανὼν κεκτήσεται
1024θεῶν πατρῴων, οὓς ατιμάσας ὅδε
1025στράτευμ̓ επακτὸν εμβαλὼν ᾕρει πόλιν

1026οὕτω πετηνῶν τόνδ̓ υπ̓ οιωνῶν δοκεῖ
1027ταφέντ̓ ατίμως τοὐπιτίμιον λαβεῖν,
1028καὶ μήθ̓ ὁμαρτεῖν τυμβοχόα χειρώματα
1029μήτ̓ οξυμόλποις προσσέβειν οιμώγμασιν,
1030άτιμον εῖναι δ̓ εκφορᾶς φίλων ὕπο

1031τοιαῦτ̓ έδοξε τῷδε Καδμείων τέλει

Ἀντιγόνη

1032εγὼ δὲ Καδμείων γε προστάταις λέγω
1033ὴν μή τις άλλος τόνδε συνθάπτειν θέλῃ,
1034εγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ
1035θάψασ̓ αδελφὸν τὸν εμόν, ου δ̓ αισχύνομαι
1036έχουσ̓ άπιστον τήνδ̓ αναρχίαν πόλει

1037δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν,
1038μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.

1039τοιγὰρ θέλουσ̓ άκοντι κοινώνει κακῶν
1040ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί

1041τούτου δὲ σάρκας ου δὲ κοιλογάστορες
1042λύκοι σπάσονται
μὴ δοκησάτω τινί
1043τάφον γὰρ αυτῷ καὶ κατασκαφὰς εγώ,
1044γυνή περ οῦσα, τῷδε μηχανήσομαι,
1045κόλπῳ φέρουσα βυσσίνου πεπλώματος

1046καὐτὴ καλύψω, μη δέ τῳ δόξῃ πάλιν

1047θάρσει, παρέσται μηχανὴ δραστήριος

Κῆρυξ

1048αυδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε
1049αυδῶ σὲ μὴ περισσὰ κηρύσσειν εμοί

1050τραχύς γε μέντοι δῆμος εκφυγὼν κακά.

1051 τράχυν̓
άθαπτος δ̓ οὗτος ου γενήσεται
1052αλλ̓ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ,

1053ήδη τὰ τοῦδε διατετίμηται θεοῖς

1054ού, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.

1055παθὼν κακῶς κακοῖσιν αντημείβετο

1056αλλ̓ εις ἅπαντας ανθ̓ ἑνὸς τόδ̓ έργον ῆν

1057έρις περαίνει μῦθον ὑστάτη θεῶν

1058εγὼ δὲ θάψω τόνδε
μὴ μακρηγόρει
1059αλλ̓ αυτόβουλος ίσθ̓, απεννέπω δ̓ εγώ

1060φεῦ φεῦ
μεγάλαυχοι καὶ φθερσιγενεῖς
1061Κῆρες Ερινύες, αίτ̓ Οιδιπόδα
1062γένος ωλέσατε πρυμνόθεν οὕτως,
1063τί πάθω
τί δὲ δρῶ τί δὲ μήσωμαι
1064πῶς τολμήσω μήτε σὲ κλαίειν
1065μήτε προπέμπειν επὶ τύμβον

1066αλλὰ φοβοῦμαι κἀποτρέπομαι
1067δεῖμα πολιτῶν.

1068σύ γε μὴν πολλῶν πενθητήρων
1069τεύξει
κεῖνος δ̓ τάλας άγοος
1070μονόκλαυτον έχων θρῆνον αδελφῆς
1071εῖσιν
τίς ὰν οῦν τὰ πίθοιτο
1072δράτω τι πόλις καὶ μὴ δράτω
1073τοὺς κλαίοντας Πολυνείκη

1074ἡμεῖς μὲν ίμεν καὶ συνθάψομεν
1075αἵδε προπομποί
καὶ γὰρ γενεᾷ
1076κοινὸν τόδ̓ άχος, καὶ πόλις άλλως
1077άλλοτ̓ επαινεῖ τὰ δίκαια.

1078ἡμεῖς δ̓ ἅμα τῷδ̓, ὥσπερ τε πόλις
1079καὶ τὸ δίκαιον ξυνεπαινεῖ.

1080μετὰ γὰρ μάκαρας καὶ Διὸς ισχὺν
1081ὅδε Καδμείων ήρυξε πόλιν
1082μὴ νατραπῆναι μη δ̓ αλλοδαπῷ
1083κύματι φωτῶν
1084κατακλυσθῆναι τὰ μάλιστα