Aeschylus

Prometheus Bound    —    Προμηθεὺς Δεσμώτης

Κράτος

1Χθονὸς μὲν ες τηλουρὸν ἥκομεν πέδον,
2Σκύθην ες οἷμον, άβατον εις ερημίαν

3Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν επιστολὰς
4ἅς σοι πατὴρ εφεῖτο, τόνδε πρὸς πέτραις
5ὑψηλοκρήμνοις τὸν λεωργὸν οχμάσαι
6αδαμαντίνων δεσμῶν εν αρρήκτοις πέδαις

7τὸ σὸν γὰρ άνθος, παντέχνου πυρὸς σέλας,
8θνητοῖσι κλέψας ώπασεν
τοιᾶσδέ τοι
9ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
10ὡς ὰν διδαχθῇ τὴν Διὸς τυραννίδα
11στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου

12Κράτος Βία τε, σφῷν μὲν εντολὴ Διὸς
13έχει τέλος δὴ κοὐδὲν εμποδὼν έτι·

14εγὼ δ̓ άτολμός ειμι συγγενῆ θεὸν
15δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ

16πάντως δ̓ ανάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·

17εξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.

18τῆς ορθοβούλου Θέμιδος αιπυμῆτα παῖ,
19άκοντά σ̓ άκων δυσλύτοις χαλκεύμασι
20προσπασσαλεύσω τῷδ̓ απανθρώπῳ πάγῳ
21ίν̓ ού τε φωνὴν ού τε του μορφὴν βροτῶν
22όψει, σταθευτὸς δ̓ ἡλίου φοίβῃ φλογὶ
23χροιᾶς αμείψεις άνθος
ασμένῳ δέ σοι
24 ποικιλείμων νὺξ αποκρύψει φάος,
25πάχνην θ̓ ἑῴαν ἥλιος σκεδᾷ πάλιν

26αεὶ δὲ τοῦ παρόντος αχθηδὼν κακοῦ
27τρύσει σ̓
λωφήσων γὰρ ου πέφυκέ πω
28τοιαῦτ̓ επηύρω τοῦ φιλανθρώπου τρόπου

29θεὸς θεῶν γὰρ ουχ ὑποπτήσσων χόλον
30βροτοῖσι τιμὰς ώπασας πέρα δίκης

31ανθ̓ ὧν ατερπῆ τήνδε φρουρήσεις πέτραν
32ορθοστάδην, άυπνος, ου κάμπτων γόνυ

33πολλοὺς δ̓ οδυρμοὺς καὶ γόους ανωφελεῖς
34φθέγξῃ
Διὸς γὰρ δυσπαραίτητοι φρένες.
35ἅπας δὲ τραχὺς ὅστις ὰν νέον κρατῇ.

Κράτος

36εῖεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην
37τί τὸν θεοῖς έχθιστον ου στυγεῖς θεόν,
38ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας

39τὸ συγγενές τοι δεινὸν θ̓ ὁμιλία.

40 σύμφημ̓
ανηκουστεῖν δὲ τῶν πατρὸς λόγων
41οἷόν τε πῶς;
ου τοῦτο δειμαίνεις πλέον
42αιεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.

43άκος γὰρ ουδὲν τόνδε θρηνεῖσθαι.
σὺ δὲ
44τὰ μηδὲν ωφελοῦντα μὴ πόνει μάτην

45 πολλὰ μισηθεῖσα χειρωναξία.

46τί νιν στυγεῖς
πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
47τῶν νῦν παρόντων ουδὲν αιτία τέχνη.

48έμπας τις αυτὴν άλλος ώφελεν λαχεῖν

49άπαντ̓ επαχθῆ πλὴν θεοῖσι κοιρανεῖν·

50ελεύθερος γὰρ ούτις εστὶ πλὴν Διός

51έγνωκα τοῖσδε κοὐδὲν αντειπεῖν έχω

52ούκουν επείξῃ τῷδε δεσμὰ περιβαλεῖν,
53ὡς μή σ̓ ελινύοντα προσδερχθῇ πατήρ

54καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα

55βαλών νιν αμφὶ χερσὶν εγκρατεῖ σθένει
56ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις

57περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε

58άρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα

59δεινὸς γὰρ εὑρεῖν κἀξ αμηχάνων πόρον.

60άραρεν ἥδε γ̓ ωλένη δυσεκλύτως

Κράτος

61καὶ τήνδε νῦν πόρπασον ασφαλῶς, ἵνα
62μάθῃ σοφιστὴς ὼν Διὸς νωθέστερος.

63πλὴν τοῦδ̓ ὰν ουδεὶς ενδίκως μέμψαιτό μοι

64αδαμαντίνου νῦν σφηνὸς αυθάδη γνάθον
65στέρνων διαμπὰξ πασσάλεὐ ερρωμένως

66αιαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων

67σὺ δ̓ αῦ κατοκνεῖς τῶν Διός τ̓ εχθρῶν ὕπερ
68στένεις
ὅπως μὴ σαυτὸν οικτιεῖς ποτε.
69ὁρᾷς θέαμα δυσθέατον όμμασιν

70ὁρῶ κυροῦντα τόνδε τῶν επαξίων

71αλλ̓ αμφὶ πλευραῖς μασχαλιστῆρας βάλε

72δρᾶν ταῦτ̓ ανάγκη, μηδὲν εγκέλεὐ άγαν.

73 μὴν κελεύσω κἀπιθωύξω γε πρός.

74χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ

75καὶ δὴ πέπρακται τοὔργον ου μακρῷ πόνῳ

76ερρωμένως νῦν θεῖνε διατόρους πέδας

77ὡς οὑπιτιμητής γε τῶν έργων βαρύς.

78ὅμοια μορφῇ γλῶσσά σου γηρύεται

79σὺ μαλθακίζου, τὴν δ̓ εμὴν αυθαδίαν
80οργῆς τε τραχύτητα μὴ πίπλησσέ μοι

81στείχωμεν, ὡς κώλοισιν αμφίβληστῤ έχει

82ενταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα
83συλῶν εφημέροισι προστίθει
τί σοι
84οἷοί τε θνητοὶ τῶνδ̓ απαντλῆσαι πόνων;

85ψευδωνύμως σε δαίμονες Προμηθέα
86καλοῦσιν
αυτὸν γάρ σε δεῖ προμηθέως,
87ὅτῳ τρόπῳ τῆσδ̓ εκκυλισθήσῃ τέχνης

Προμηθεύς

88 δῖος αιθὴρ καὶ ταχύπτεροι πνοαί,
89ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων
90ανήριθμον γέλασμα, παμμῆτόρ τε γῆ,
91καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ.

92ίδεσθέ μ̓ οἷα πρὸς θεῶν πάσχω θεός.

93δέρχθηθ̓ οἵαις αικείαισιν
94διακναιόμενος τὸν μυριετῆ
95χρόνον αθλεύσω

96τοιόνδ̓ νέος ταγὸς μακάρων
97εξηῦῤ επ̓ εμοὶ δεσμὸν αεικῆ

98φεῦ φεῦ, τὸ παρὸν τό τ̓ επερχόμενον
99πῆμα στενάχω, πῇ ποτε μόχθων
100χρὴ τέρματα τῶνδ̓ επιτεῖλαι

Προμηθεύς

101καίτοι τί φημι πάντα προυξεπίσταμαι
102σκεθρῶς τὰ μέλλοντ̓, ου δέ μοι ποταίνιον
103πῆμ̓ ουδὲν ἥξει
τὴν πεπρωμένην δὲ χρὴ
104αῖσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ̓ ὅτι
105τὸ τῆς ανάγκης έστ̓ αδήριτον σθένος

106αλλ̓ ού τε σιγᾶν ού τε μὴ σιγᾶν τύχας
107οἷόν τέ μοι τάσδ̓ εστί
θνητοῖς γὰρ γέρα
108πορὼν ανάγκαις ταῖσδ̓ ενέζευγμαι τάλας

109ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς
110πηγὴν κλοπαίαν, διδάσκαλος τέχνης
111πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος

112τοιῶνδε ποινὰς αμπλακημάτων τίνω
113ὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος

Προμηθεύς

114 έα έα.
115τίς αχώ, τίς οδμὰ προσέπτα μ̓ αφεγγής,
116θεόσυτος, βρότειος, κεκραμένη

117ἵκετο τερμόνιον επὶ πάγον
118πόνων εμῶν θεωρός, τί δὴ θέλων

119ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν
120τὸν Διὸς εχθρόν, τὸν πᾶσι θεοῖς
121δἰ απεχθείας ελθόνθ̓ ὁπόσοι
122τὴν Διὸς αυλὴν εισοιχνεῦσιν,
123διὰ τὴν λίαν φιλότητα βροτῶν

124φεῦ φεῦ, τί ποτ̓ αῦ κινάθισμα κλύω
125πέλας οιωνῶν
αιθὴρ δ̓ ελαφραῖς
126πτερύγων ῥιπαῖς ὑποσυρίζει

127πᾶν μοι φοβερὸν τὸ προσέρπον.

Χορός

128μηδὲν φοβηθῇς φιλία
129γὰρ ἅδε τάξις πτερύγων
129θοαῖς ἁμίλλαις προσέβα
130τόνδε πάγον, πατρῴας
131μόγις παρειποῦσα φρένας

132κραιπνοφόροι δέ μ̓ έπεμψαν αῦραι

133κτύπου γὰρ αχὼ χάλυβος διῇξεν άντρων μυχόν, εκ
131δ̓ έπληξέ μου τὰν θεμερῶπιν αιδῶ

132σύθην δ̓ απέδιλος όχῳ πτερωτῷ

Προμηθεύς

136αιαῖ αιαῖ,
137τῆς πολυτέκνου Τηθύος έκγονα,
138τοῦ περὶ πᾶσάν θ̓ εἱλισσομένου
139χθόν̓ ακοιμήτῳ ῥεύματι παῖδες
140πατρὸς, Ωκεανοῦ,
141δέρχθητ̓, εσίδεσθ̓ οἵῳ δεσμῷ,
142προσπορπατὸς τῆσδε φάραγγος
143σκοπέλοις εν άκροις
144φρουρὰν άζηλον οχήσω

Χορός

144λεύσσω, Προμηθεῦ φοβερὰ
145δ̓ εμοῖσιν όσσοις ομίχλα
146προσῇξε πλήρης δακρύων
147σὸν δέμας εισιδούσᾳ
148πέτραις προσαυαινόμενον
149ταῖσδ̓ αδαμαντοδέτοισι λύμαις

150νέοι γὰρ οιακονόμοι
151κρατοῦσ̓, Ολύμπου
νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς αθέτως κρατύνει
151τὰ πρὶν δὲ πελώρια νῦν αιστοῖ

Προμηθεύς

152ει γάρ μ̓ ὑπὸ γῆν νέρθεν θ̓ Ἅιδου
153τοῦ νεκροδέγμονος εις απέρατον
154Τάρταρον ἧκεν,
155δεσμοῖς αλύτοις αγρίως πελάσας,
156ὡς μήτε θεὸς μήτε τις άλλος
157τοῖσδ̓ επεγήθει

158νῦν δ̓ αιθέριον κίνυγμ̓ τάλας
159εχθροῖς επίχαρτα πέπονθα

Χορός

160τίς ὧδε τλησικάρδιος
161θεῶν, ὅτῳ τάδ̓ επιχαρῆ;

162τίς ου ξυνασχαλᾷ κακοῖς
163τεοῖσι, δίχα γε Διός
δ̓ επικότως αεὶ
164θέμενος άγναμπτον νόον
165δάμναται Ουρανίαν
166γένναν, ου δὲ λήξει, πρὶν ὰν κορέσῃ κέαρ παλάμᾳ τινὶ
167τὰν δυσάλωτον ἕλῃ τις αρχάν

Προμηθεύς

168 μὴν έτ̓ εμοῦ, καίπερ κρατεραῖς
169εν γυιοπέδαις αικιζομένου,
170χρείαν ἕξει μακάρων πρύτανις,
171δεῖξαι τὸ νέον βούλευμ̓ υφ̓ ὅτου
172σκῆπτρον τιμάς τ̓ αποσυλᾶται

173καί μ̓ ούτι μελιγλώσσοις πειθοῦς
174επαοιδαῖσιν θέλξει, στερεάς τ̓
175ούποτ̓ απειλὰς πτήξας τόδ̓ εγὼ
176καταμηνύσω,
177πρὶν ὰν εξ αγρίων δεσμῶν χαλάσῃ
178ποινάς τε τίνειν
179τῆσδ̓ αικείας εθελήσῃ

Χορός

180σὺ μὲν θρασύς τε καὶ πικραῖς
181δύαισιν ουδὲν επιχαλᾷς,
182άγαν δ̓ ελευθεροστομεῖς.

183εμὰς δὲ φρένας ερέθισε διάτορος φόβος

184δέδια δ̓ αμφὶ σαῖς τύχαις,
185πᾷ ποτε τῶνδε πόνων
186χρή σε τέρμα κέλ -
187σαντ̓ εσιδεῖν
ακίχητα γὰρ ήθεα καὶ κέαρ
188απαράμυθον έχει Κρόνου παῖς

Προμηθεύς

189οῖδ̓ ὅτι τραχὺς καὶ παῤ ἑαυτῷ
190τὸ δίκαιον έχων Ζεύς.
αλλ̓ έμπας [ὀίω]
191μαλακογνώμων
192έσται ποθ̓, ὅταν ταύτῃ ῥαισθῇ

193τὴν δ̓ ατέραμνον στορέσας οργὴν
194εις αρθμὸν εμοὶ καὶ φιλότητα
195σπεύδων σπεύδοντί ποθ̓ ἥξει

Χορός

196πάντ̓ εκκάλυψον καὶ γέγων̓ ἡμῖν λόγον,
197ποίῳ λαβών σε Ζεὺς επ̓ αιτιάματι,
198οὕτως ατίμως καὶ πικρῶς αικίζεται

199δίδαξον ἡμᾶς, εί τι μὴ βλάπτει λόγῳ

200αλγεινὰ μέν μοι καὶ λέγειν εστὶν τάδε, άλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.

201επεὶ τάχιστ̓ ήρξαντο δαίμονες χόλου
202στάσις τ̓ εν αλλήλοισιν ωροθύνετο,
203οἱ μὲν θέλοντες εκβαλεῖν ἕδρας Κρόνον,
204ὡς Ζεὺς ανάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν
205σπεύδοντες, ὡς Ζεὺς μήποτ̓ άρξειεν θεῶν,
206ενταῦθ̓ εγὼ τὰ λῷστα βουλεύων πιθεῖν
207Τιτᾶνας, Ουρανοῦ τε καὶ Χθονὸς τέκνα,
208ουκ ηδυνήθην
αἱμύλας δὲ μηχανὰς
209ατιμάσαντες καρτεροῖς φρονήμασιν
210ῴοντ̓ αμοχθεὶ πρὸς βίαν τε δεσπόσειν

211εμοὶ δὲ μήτηρ ουχ ἅπαξ μόνον Θέμις,
212καὶ Γαῖα, πολλῶν ονομάτων μορφὴ μία,
213τὸ μέλλον κραίνοιτο προυτεθεσπίκει,
214ὡς ου κατ̓ ισχὺν ου δὲ πρὸς τὸ καρτερόν
215χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.

216τοιαῦτ̓ εμοῦ λόγοισιν εξηγουμένου
217ουκ ηξίωσαν ου δὲ προσβλέψαι τὸ πᾶν

218κράτιστα δή μοι τῶν παρεστώτων τότε
219εφαίνετ̓ εῖναι προσλαβόντα μητέρα
220εκόνθ̓ ἑκόντι Ζηνὶ συμπαραστατεῖν

221εμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
222κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
223αυτοῖσι συμμάχοισι
τοιάδ̓ εξ εμοῦ
224 τῶν θεῶν τύραννος ωφελημένος
225κακαῖσι ποιναῖς ταῖσδὲ μ̓ εξημείψατο

226ένεστι γάρ πως τοῦτο τῇ τυραννίδι
227νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι

228 δ̓ οῦν ερωτᾶτ̓, αιτίαν καθ̓ ἥντινα
229αικίζεταί με, τοῦτο δὴ σαφηνιῶ

230ὅπως τάχιστα τὸν πατρῷον ες θρόνον
231καθέζετ̓, ευθὺς δαίμοσιν νέμει γέρα
232άλλοισιν άλλα καὶ διεστοιχίζετο
233αρχήν
βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
234ουκ έσχεν ουδέν̓, αλλ̓ αιστώσας γένος
235τὸ πᾶν έχρῃζεν άλλο φιτῦσαι νέον

236καὶ τοῖσιν ουδεὶς αντέβαινε πλὴν εμοῦ

237εγὼ δ̓ ετόλμησ̓
εξελυσάμην βροτοὺς
238τὸ μὴ διαρραισθέντας εις Ἅιδου μολεῖν

239τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,
240πάσχειν μὲν αλγειναῖσιν, οικτραῖσιν δ̓ ιδεῖν

241θνητοὺς δ̓ εν οίκτῳ προθέμενος, τούτου τυχεῖν
242ουκ ηξιώθην αυτός, αλλὰ νηλεῶς
243ῶδ̓ ερρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα

Χορός

244σιδηρόφρων τε κἀκ πέτρας ειργασμένος
245ὅστις, Προμηθεῦ, σοῖσιν ου συνασχαλᾷ
246μόχθοις·
εγὼ γὰρ ού τ̓ ὰν εισιδεῖν τάδε
247έχρῃζον εισιδοῦσά τ̓ ηλγύνθην κέαρ

248καὶ μὴν φίλοις γ̓ ελεινὸς εισορᾶν εγώ.

249μή πού τι προύβης τῶνδε καὶ περαιτέρω

250θνητούς γ̓ έπαυσα μὴ προδέρκεσθαι μόρον

251τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;

252τυφλὰς εν αυτοῖς ελπίδας κατῴκισα

253μέγ̓ ωφέλημα τοῦτ̓ εδωρήσω βροτοῖς

254πρὸς τοῖσδε μέντοι πῦρ εγώ σφιν ώπασα

255καὶ νῦν φλογωπὸν πῦρ έχουσ̓ εφήμεροι

256αφ̓ οὗ γε πολλὰς εκμαθήσονται τέχνας

257τοιοῖσδε δή σε Ζεὺς επ̓ αιτιάμασιν -

258αικίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν

259ου δ̓ έστιν άθλου τέρμα σοι προκείμενον

260ουκ άλλο γ̓ ουδέν, πλὴν ὅταν κείνῳ δοκῇ.

261δόξει δὲ πῶς
τίς ελπίς; ουχ ὁρᾷς ὅτι
262ἥμαρτες
ὡς δ̓ ἥμαρτες ού τ̓ εμοὶ λέγειν
263καθ̓ ἡδονὴν σοί τ̓ άλγος.
αλλὰ ταῦτα μὲν
264μεθῶμεν, άθλου δ̓ έκλυσιν ζήτει τινά

Προμηθεύς

265ελαφρὸν ὅστις πημάτων έξω πόδα
266έχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς
267πράσσοντ̓·
εγὼ δὲ ταῦθ̓ άπαντ̓ ηπιστάμην
268ἑκὼν ἑκὼν ἥμαρτον, ουκ αρνήσομαι

269θνητοῖς αρήγων αυτὸς ηὑρόμην πόνους

270ου μήν τι ποιναῖς γ̓ ῳόμην τοίαισί με
271κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,
272τυχόντ̓ ερήμου τοῦδ̓ αγείτονος πάγου

273καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθ̓ άχη,
274πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας
275ακούσαθ̓, ὡς μάθητε διὰ τέλους τὸ πᾶν

276πίθεσθέ μοι πίθεσθε, συμπονήσατε
277τῷ νῦν μογοῦντι
ταὐτά τοι πλανωμένη
278πρὸς άλλοτ̓ άλλον πημονὴ προσιζάνει

Χορός

279ουκ ακούσαις επεθώυξας
280τοῦτο, Προμηθεῦ

281καὶ νῦν ελαφρῷ ποδὶ κραιπνόσυτον
282θᾶκον προλιποῦσ̓, αιθέρα θ̓ ἁγνὸν
283πόρον οιωνῶν, οκριοέσσῃ
284χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους
285χρῄζω διὰ παντὸς ακοῦσαι.

286ἥκω δολιχῆς τέρμα κελεύθου
287διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,
288τὸν πτερυγωκῆ τόνδ̓ οιωνὸν
289γνώμῃ στομίων άτερ ευθύνων

290ταῖς σαῖς δὲ τύχαις, ίσθι, συναλγῶ

291τὸ τε γάρ με, δοκῶ, συγγενὲς οὕτως
292εσαναγκάζει,
293χωρίς τε γένους ουκ έστιν ὅτῳ
294μείζονα μοῖραν νείμαιμ̓ σοί.

295γνώσῃ δὲ τάδ̓ ὡς έτυμ̓, ου δὲ μάτην
296χαριτογλωσσεῖν ένι μοι·
φέρε γὰρ
297σήμαιν̓ τι χρή σοι συμπράσσειν

298ου γάρ ποτ̓ ερεῖς ὡς Ωκεανοῦ
299φίλος εστὶ βεβαιότερός σοι

Προμηθεύς

300 έα · τί χρῆμα λεύσσω καὶ σὺ δὴ πόνων εμῶν
301ἥκεις επόπτης
πῶς ετόλμησας, λιπὼν
302επώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ
303αυτόκτιτ̓ άντρα, τὴν σιδηρομήτορα
304ελθεῖν ες αῖαν
θεωρήσων τύχας
305εμὰς αφῖξαι καὶ συνασχαλῶν κακοῖς

306δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,
307τὸν συγκαταστήσαντα τὴν τυραννίδα,
308οἵαις υπ̓ αυτοῦ πημοναῖσι κάμπτομαι

309ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι
310θέλω τὰ λῷστα, καίπερ όντι ποικίλῳ

311γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους
312νέους
νέος γὰρ καὶ τύραννος εν θεοῖς.
313ει δ̓ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους
314ῥίψεις, τάχ̓ άν σου καὶ μακρὰν ανωτέρω
315θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν όχλον
316παρόντα μόχθων παιδιὰν εῖναι δοκεῖν

317αλλ̓, ταλαίπωῤ, ἃς έχεις οργὰς άφες,
318ζήτει δὲ τῶνδε πημάτων απαλλαγάς

319αρχαῖ̓ ίσως σοι φαίνομαι λέγειν τάδε

320τοιαῦτα μέντοι τῆς άγαν ὑψηγόρου
321γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται

322σὺ δ̓ ουδέπω ταπεινὸς ου δ̓ είκεις κακοῖς,
323πρὸς τοῖς παροῦσι δ̓ άλλα προσλαβεῖν θέλεις.

324ούκουν έμοιγε χρώμενος διδασκάλῳ
325πρὸς κέντρα κῶλον εκτενεῖς, ὁρῶν ὅτι
326τραχὺς μόναρχος ου δ̓ ὑπεύθυνος κρατεῖ

327καὶ νῦν εγὼ μὲν εῖμι καὶ πειράσομαι
328εὰν δύνωμαι τῶνδέ σ̓ εκλῦσαι πόνων

329σὺ δ̓ ἡσύχαζε μη δ̓ άγαν λαβροστόμει

330 ουκ οῖσθ̓ ακριβῶς ὼν περισσόφρων ὅτι
331γλώσσῃ ματαίᾳ ζημία προστρίβεται

Προμηθεύς

332ζηλῶ σ̓ οθούνεκ̓ εκτὸς αιτίας κυρεῖς
333τούτων μετασχεῖν καὶ τετολμηκὼς εμοί

334καὶ νῦν έασον μη δέ σοι μελησάτω

335πάντως γὰρ ου πείσεις νιν
ου γὰρ ευπιθής.
336πάπταινε δ̓ αυτὸς μή τι πημανθῇς ὁδῷ

337πολλῷ γ̓ αμείνων τοὺς πέλας φρενοῦν έφυς
338 σαυτόν·
έργῳ κοὐ λόγῳ τεκμαίρομαι
339ὁρμώμενον δὲ μηδαμῶς αντισπάσῃς

341αυχῶ γὰρ αυχῶ τήνδε δωρεὰν εμοὶ
342δώσειν Δί̓, ὥστε τῶνδέ σ̓ εκλῦσαι πόνων

Προμηθεύς

343τὰ μὲν σ̓ επαινῶ κοὐδαμῇ λήξω ποτέ
344προθυμίας γὰρ ουδὲν ελλείπεις
ατὰρ
344μηδὲν πόνει
μάτην γὰρ ουδὲν ωφελῶν
345εμοὶ πονήσεις, εί τι καὶ πονεῖν θέλεις

346αλλ̓ ἡσύχαζε σαυτὸν εκποδὼν έχων

347εγὼ γὰρ ουκ, ει δυστυχῶ, τοῦδ̓ εἵνεκα
348θέλοιμ̓ ὰν ὡς πλείστοισι πημονὰς τυχεῖν

349ου δῆτ̓ επεί με καὶ κασιγνήτου τύχαι
350τείρουσ̓ Άτλαντος, ὃς πρὸς ἑσπέρους τόπους
351ἕστηκε κίον̓ ουρανοῦ τε καὶ χθονὸς
352ώμοις ερείδων, άχθος ουκ ευάγκαλον.

353τὸν γηγενῆ τε Κιλικίων οικήτορα
354άντρων ιδὼν ῴκτιρα, δάιον τέρας
355ἑκατογκάρανον πρὸς βίαν χειρούμενον
356Τυφῶνα θοῦρον
πᾶσιν [ὅς] αντέστη θεοῖς,
357σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον

358εξ ομμάτων δ̓ ήστραπτε γοργωπὸν σέλας,
359ὡς τὴν Διὸς τυραννίδ̓ εκπέρσων βίᾳ

360αλλ̓ ῆλθεν αυτῷ Ζηνὸς άγρυπνον βέλος,
361καταιβάτης κεραυνὸς εκπνέων φλόγα,
362ὃς αυτὸν εξέπληξε τῶν ὑψηγόρων
363κομπασμάτων
φρένας γὰρ εις αυτὰς τυπεὶς
364εφεψαλώθη κἀξεβροντήθη σθένος.

365καὶ νῦν αχρεῖον καὶ παράορον δέμας
366κεῖται στενωποῦ πλησίον θαλασσίου
367ιπούμενος ῥίζαισιν Αιτναίαις ὕπο

368κορυφαῖς δ̓ εν άκραις ἥμενος μυδροκτυπεῖ
369Ἥφαιστος
ένθεν εκραγήσονταί ποτε
370ποταμοὶ πυρὸς δάπτοντες αγρίαις γνάθοις
371τῆς καλλικάρπου Σικελίας λευροὺς γύας

372τοιόνδε Τυφὼς εξαναζέσει χόλον
373θερμοῖς απλάτου βέλεσι πυρπνόου ζάλης,
374καίπερ κεραυνῷ Ζηνὸς ηνθρακωμένος

375σὺ δ̓ ουκ άπειρος, ου δ̓ εμοῦ διδασκάλου
376χρῄζεις·
σεαυτὸν σῷζ̓ ὅπως επίστασαι
377εγὼ δὲ τὴν παροῦσαν αντλήσω τύχην,
378έστ̓ ὰν Διὸς φρόνημα λωφήσῃ χόλου

Ὠκεανός

379ούκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι
380οργῆς νοσούσης εισὶν ιατροὶ λόγοι

381εάν τις εν καιρῷ γε μαλθάσσῃ κέαρ
382καὶ μὴ σφριγῶντα θυμὸν ισχναίνῃ βίᾳ.

383εν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα
384ὁρᾷς ενοῦσαν ζημίαν
δίδασκέ με
385μόχθον περισσὸν κουφόνουν τ̓ ευηθίαν.

386έα με τῇδε τῇ νόσῳ νοσεῖν, επεὶ
387κέρδιστον εῦ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.

388εμὸν δοκήσει τἀμπλάκημ̓ εῖναι τόδε

389σαφῶς μ̓ ες οῖκον σὸς λόγος στέλλει πάλιν

390μὴ γάρ σε θρῆνος οὑμὸς εις έχθραν βάλῃ

391 τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;

392τούτου φυλάσσου μή ποτ̓ αχθεσθῇ κέαρ

393 σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.

394στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν

395ὁρμωμένῳ μοι τόνδ̓ εθώυξας λόγον

396λευρὸν γὰρ οἷμον αιθέρος ψαίρει πτεροῖς
397τετρασκελὴς οιωνός
άσμενος δέ τἂν
398σταθμοῖς εν οικείοισι κάμψειεν γόνυ

Χορός

399στένω σε τᾶς ουλομένας τύχας, Προμηθεῦ
400δακρυσίστακτα δ̓ απ̓ όσσων
401ῥαδινὰν λειβομένα ῥέος παρειὰν
402νοτίοις έτεγξα παγαῖς

403αμέγαρτα γὰρ τάδε Ζεὺς
404ιδίοις νόμοις κρατύνων
405ὑπερήφανον θεοῖς τοῖς
406πάρος ενδείκνυσιν αιχμάν

Χορός

407πρόπασα δ̓ ήδη στονόεν λέλακε χώρα,
408μεγαλοσχήμονά αρχαι -
409οπρεπῆ στένουσι τὰν σὰν
410ξυνομαιμόνων τε τιμάν,
411ὁπόσοι τ̓ έποικον ἁγνᾶς
412Ασίας ἕδος νέμονται,
413μεγαλοστόνοισι σοῖς πή -
414μασι συγκάμνουσι θνατοί

Χορός

415Κολχίδος τε γᾶς ένοικοι
416παρθένοι, μάχας άτρεστοι,
417καὶ Σκύθης ὅμιλος, οἳ γᾶς
418έσχατον τόπον αμφὶ Μαι -
419ῶτιν έχουσι λίμναν,

Χορός

?
420Αραβίας τ̓ άρειον άνθος,
421ὑψίκρημνον οἳ πόλισμα
422Καυκάσου πέλας νέμονται,
423δάιος στρατός, οξυπρῴ -
424ροισι βρέμων εν αιχμαῖς.

Χορός

?
425μόνον δὴ πρόσθεν άλλον εν πόνοις
426δαμέντ̓ αδαμαντοδέτοις
427Τιτᾶνα λύμαις εισιδόμαν, θεόν,
428Άτλαντος ὑπέροχον σθένος κραταιόν,
429ὃς ουράνιόν [τε] πόλον
430νώτοις στέγων ὑποστενάζει
?]
431βοᾷ δὲ πόντιος κλύδων
432ξυμπίτνων, στένει βυθός,
433κελαινὸς δ̓ Άιδος ὑποβρέμει μυχὸς γᾶς,
434παγαί θ̓ ἁγνορύτων ποταμῶν
435στένουσιν άλγος οικτρόν

Προμηθεύς

436μή τοι χλιδῇ δοκεῖτε μη δ̓ αυθαδίᾳ
437σιγᾶν με
συννοίᾳ δὲ δάπτομαι κέαρ,
438ὁρῶν εμαυτὸν ὧδε προυσελούμενον

439καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
440τίς άλλος γὼ παντελῶς διώρισεν;

441αλλ̓ αυτὰ σιγῶ
καὶ γὰρ ειδυίαισιν ὰν
442ὑμῖν λέγοιμι
τἀν βροτοῖς δὲ πήματα
443ακούσαθ̓, ὥς σφας νηπίους όντας τὸ πρὶν
444έννους έθηκα καὶ φρενῶν επηβόλους

445λέξω δέ, μέμψιν ούτιν̓ ανθρώποις έχων,
446αλλ̓ ὧν δέδωκ̓ εύνοιαν εξηγούμενος

447οἳ πρῶτα μὲν βλέποντες έβλεπον μάτην,
448κλύοντες ουκ ήκουον, αλλ̓ ονειράτων
449αλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον
450έφυρον εικῇ πάντα, κοὔτε πλινθυφεῖς
451δόμους προσείλους, ῇσαν, ου ξυλουργίαν

452κατώρυχες δ̓ έναιον ώστ̓ αήσυροι
453μύρμηκες άντρων εν μυχοῖς ανηλίοις.

454ῆν δ̓ ουδὲν αυτοῖς ού τε χείματος τέκμαρ ού τ̓ ανθεμώδους ῆρος ού τε
455καρπίμου
456θέρους βέβαιον, αλλ̓ άτερ γνώμης τὸ πᾶν
457έπρασσον, έστε δή σφιν αντολὰς εγὼ
458άστρων έδειξα τάς τε δυσκρίτους δύσεις

459καὶ μὴν αριθμόν, έξοχον σοφισμάτων,
460εξηῦρον αυτοῖς, γραμμάτων τε συνθέσεις,
461μνήμην ἁπάντων, μουσομήτοῤ εργάνην

462κἄζευξα πρῶτος εν ζυγοῖσι κνώδαλα
463ζεύγλαισι δουλεύοντα σάγμασὶν θ̓, ὅπως
464θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
465γένοινθ̓, υφ̓ ἅρμα τ̓ ήγαγον φιληνίους
466ἵππους, άγαλμα τῆς ὑπερπλούτου χλιδῆς

467θαλασσόπλαγκτα δ̓ ούτις άλλος αντ̓ εμοῦ
468λινόπτεῤ ηὗρε ναυτίλων οχήματα

469τοιαῦτα μηχανήματ̓ εξευρὼν τάλας
470βροτοῖσιν, αυτὸς ουκ έχω σόφισμ̓ ὅτῳ
471τῆς νῦν παρούσης πημονῆς απαλλαγῶ

Χορός

472πέπονθας αικὲς πῆμ̓ αποσφαλεὶς φρενῶν
473πλανᾷ, κακὸς δ̓ ιατρὸς ὥς τις ες νόσον
474πεσὼν αθυμεῖς καὶ σεαυτὸν ουκ έχεις
475εὑρεῖν ὁποίοις φαρμάκοις ιάσιμος.

476τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,
477οἵας τέχνας τε καὶ πόρους εμησάμην

478τὸ μὲν μέγιστον, εί τις ες νόσον πέσοι,
479ουκ ῆν αλέξημ̓ ουδέν, ού τε βρώσιμον,
480ου χριστόν, ου δὲ πιστόν, αλλὰ φαρμάκων
481χρείᾳ κατεσκέλλοντο, πρίν γ̓ εγώ σφισιν
482έδειξα κράσεις ηπίων ακεσμάτων,
483αἷς τὰς ἁπάσας εξαμύνονται νόσους

484τρόπους τε πολλοὺς μαντικῆς εστοίχισα,
485κἄκρινα πρῶτος εξ ονειράτων χρὴ
486ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους
487εγνώρισ̓ αυτοῖς ενοδίους τε συμβόλους

488γαμψωνύχων τε πτῆσιν οιωνῶν σκεθρῶς
489διώρισ̓, οἵτινές τε δεξιοὶ φύσιν
490ευωνύμους τε, καὶ δίαιταν ἥντινα
491έχουσ̓ ἕκαστοι, καὶ πρὸς αλλήλους τίνες
492έχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι·

493σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα
494έχουσ̓ ὰν είη δαίμοσιν πρὸς ἡδονὴν
495χολή, λοβοῦ τε ποικίλην ευμορφίαν.

496κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν
497οσφῦν πυρώσας δυστέκμαρτον ες τέχνην
498ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα
499εξωμμάτωσα, πρόσθεν όντ̓ επάργεμα

500τοιαῦτα μὲν δὴ ταῦτ̓·
ένερθε δὲ χθονὸς
501κεκρυμμέν̓, ανθρώποισιν ωφελήματα,
502χαλκόν, σίδηρον, άργυρον, χρυσόν τε τίς
503φήσειεν ὰν πάροιθεν εξευρεῖν εμοῦ

504ουδείς, σάφ̓ οῖδα, μὴ μάτην φλύσαι θέλων.

505βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε,
506πᾶσαι τέχναι βροτοῖσιν εκ Προμηθέως.

Χορός

507μή νυν βροτοὺς μὲν ωφέλει καιροῦ πέρα,
508σαυτοῦ δ̓ ακήδει δυστυχοῦντος
ὡς εγὼ
509εύελπίς ειμι τῶνδέ σ̓ εκ δεσμῶν έτι
510λυθέντα μηδὲν μεῖον ισχύσειν Διός.

511ου ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος
512κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
513δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω

514τέχνη δ̓ ανάγκης ασθενεστέρα μακρῷ.

515τίς οῦν ανάγκης εστὶν οιακοστρόφος

516Μοῖραι τρίμορφοι μνήμονές τ̓ Ερινύες

517τούτων άρα Ζεύς εστιν ασθενέστερος

518ούκουν ὰν εκφύγοι γε τὴν πεπρωμένην

519τί γὰρ πέπρωται Ζηνὶ πλὴν αεὶ κρατεῖν

520τοῦτ̓ ουκέτ̓ ὰν πύθοιο μη δὲ λιπάρει

521 πού τι σεμνόν εστιν ξυναμπέχεις

522άλλου λόγου μέμνησθε, τόνδε δ̓ ουδαμῶς
523καιρὸς γεγωνεῖν, αλλὰ συγκαλυπτέος
524ὅσον μάλιστα·
τόνδε γὰρ σῴζων εγὼ
525δεσμοὺς αεικεῖς καὶ δύας εκφυγγάνω

Χορός

526μηδάμ̓ πάντα νέμων
527θεῖτ̓ εμᾷ γνώμᾳ κράτος αντίπαλον Ζεύς,
528μη δ̓ ελινύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισομένα
531βουφόνοις παῤ Ωκεανοῦ πατρὸς άσβεστον πόρον,
532μη δ̓ αλίτοιμι λόγοις

536αλλά μοι τόδ̓ εμμένοι καὶ μήποτ̓ εκτακείη

Χορός

537ἁδύ τι θαρσαλέαις
538τὸν μακρὸν τείνειν βίον ελπίσι, φαναῖς
539θυμὸν αλδαίνουσαν εν ευφροσύναις.

540φρίσσω δέ σε δερκομένα
541μυρίοις μόχθοις διακναιόμενον

542Ζῆνα γὰρ ου τρομέων
543ιδίᾳ γνώμᾳ σέβῃ θνατοὺς άγαν, Προμηθεῦ

Χορός

544φέῤ, ὅπως άχαρις χάρις, φίλος·
546ειπὲ ποῦ τίς αλκά;

547τίς εφαμερίων άρηξις;
ου δ̓ εδέρχθης
548ολιγοδρανίαν άκικυν,
549ισόνειρον, τὸ φωτῶν
550αλαὸν γένος εμπεποδισμένον
ούποτε
551τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί

Χορός

552έμαθον τάδε σὰς προσιδοῦσ̓ ολο -
553ὰς τύχας, Προμηθεῦ

554τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα
555τόδ̓ εκεῖνό θ̓, τ̓ αμφὶ λουτρὰ
556καὶ λέχος σὸν ὑμεναίουν
557ιότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις
558άγαγες Ἡσιόναν πείθων δάμαρτα κοινόλεκτρον

Ἰώ

561τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν
562τόνδε χαλινοῖς εν πετρίνοισιν
563χειμαζόμενον

564τίνος αμπλακίας ποινὰς ολέκῃ

565σήμηνον ὅποι γῆς μογερὰ πεπλάνημαι

Ἰώ

566 , έ,
567χρίει τις αῦ με τὰν τάλαιναν οῖστρος,
568είδωλον Άργου γηγενοῦς, άλεὐ δᾶ
φοβοῦμαι
569τὸν μυριωπὸν εισορῶσα βούταν

570 δὲ πορεύεται δόλιον όμμ̓ έχων, ὃν ου δὲ κατθανόντα γαῖα κεύθει

571αλλ̓, εμὲ τὰν τάλαιναν
572εξ ενέρων περῶν κυναγετεῖ, πλανᾷ
573τε νῆστιν ανὰ τὰν παραλίαν ψάμμαν

574ὑπὸ δὲ κηρόπλαστος οτοβεῖ δόναξ
575αχέτας ὑπνοδόταν νόμον

576ιὼ ιὼ πόποι, ποῖ μ̓ άγουσι τη -
577λέπλαγκτοι πλάναι

578τί ποτέ μ̓, Κρόνιε παῖ, τί ποτε ταῖσδ̓
579ενέζευξας εὑρὼν ἁμαρτοῦσαν εν
580πημοναῖσιν
,
581οιστρηλάτῳ δὲ δείματι
582δειλαίαν παράκοπον ὧδε τείρεις

583πυρί με φλέξον, χθονὶ κάλυψον, ή
584ποντίοις δάκεσι δὸς βοράν,
585μη δέ μοι φθονήσῃς
586ευγμάτων, άναξ
άδην με πολύπλανοι πλάναι
586γεγυμνάκασιν, ου δ̓ έχω μαθεῖν ὅπα
587πημονὰς αλύξω

588κλύεις φθέγμα τᾶς βούκερω παρθένου

Προμηθεύς

589πῶς δ̓ ου κλύω τῆς οιστροδινήτου κόρης,
590τῆς Ιναχείας
Διὸς θάλπει κέαρ
591έρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
592Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται

Ἰώ

593πόθεν εμοῦ σὺ πατρὸς όνομ̓ απύεις
594ειπέ μοι τᾷ μογερᾷ τίς ών;

595τίς άρα μ̓, τάλας, τὰν τάλαιναν ῶδ̓
596έτυμα προσθροεῖς

597θεόσυτόν τε νόσον ωνόμασας,
598μαραίνει με χρίουσα κέντροις, ιώ,
599φοιταλέοισιν

600σκιρτημάτων δὲ νήστισιν αικείαις λαβρόσυτος ῆλθον, Ἥρας
601επικότοισι μήδεσι δαμεῖσα

602δυσδαιμόνων δὲ τίνες οἵ, ,
603οῖ εγὼ μογοῦσιν;

604αλλά μοι τορῶς
605τέκμηρον τι μ̓ επαμμένει
606παθεῖν, τί μῆχαρ, τί φάρμακον νόσου,
607δεῖξον, είπερ οῖσθα·

608θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ

Προμηθεύς

609λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν,
610ουκ εμπλέκων αινίγματ̓, αλλ̓ ἁπλῷ λόγῳ,
611ὥσπερ δίκαιον πρὸς φίλους οίγειν στόμα.

612πυρὸς βροτοῖς δοτῆῤ ὁρᾷς Προμηθέα

613 κοινὸν ωφέλημα θνητοῖσιν φανείς,
614τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε

615ἁρμοῖ πέπαυμαι τοὺς εμοὺς θρηνῶν πόνους

616ούκουν πόροις ὰν τήνδε δωρεὰν εμοί

617λέγ̓ ήντιν̓ αιτῇ
πᾶν γὰρ ὰν πύθοιό μου
618σήμηνον ὅστις εν φάραγγί σ̓ ώχμασεν

619βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.

620ποινὰς δὲ ποίων αμπλακημάτων τίνεις

621τοσοῦτον αρκῶ σοι σαφηνίσας μόνον

622καὶ πρός γε τούτοις τέρμα τῆς εμῆς πλάνης
623δεῖξον, τίς έσται τῇ ταλαιπώρῳ χρόνος

624τὸ μὴ μαθεῖν σοι κρεῖσσον μαθεῖν τάδε.

625μήτοι με κρύψῃς τοῦθ̓ ὅπερ μέλλω παθεῖν

626αλλ̓ ου μεγαίρω τοῦδέ σοι δωρήματος

627τί δῆτα μέλλεις μὴ ου γεγωνίσκειν τὸ πᾶν

628φθόνος μὲν ουδείς, σὰς δ̓ οκνῶ θράξαι φρένας.

629μή μου προκήδου μᾶσσον ὡς εμοὶ γλυκύ.

630επεὶ προθυμῇ, χρὴ λέγειν
άκουε δή
631μήπω γε·
μοῖραν δ̓ ἡδονῆς κἀμοὶ πόρε
632τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,
633αυτῆς λεγούσης τὰς πολυφθόρους τύχας

634τὰ λοιπὰ δ̓ άθλων σοῦ διδαχθήτω πάρα

635σὸν έργον, Ιοῖ, ταῖσδ̓ ὑπουργῆσαι χάριν,
636άλλως τε πάντως καὶ κασιγνήταις πατρός.

637ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας
638ενταῦθ̓, ὅπου μέλλοι τις οίσεσθαι δάκρυ
639πρὸς τῶν κλυόντων, αξίαν τριβὴν έχει.

Ἰώ

640ουκ οῖδ̓ ὅπως ὑμῖν απιστῆσαί με χρή,
641σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε
642πεύσεσθε
καίτοι καὶ λέγουσ̓ αισχύνομαι
643θεόσσυτον χειμῶνα καὶ διαφθορὰν
644μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο

645αιεὶ γὰρ όψεις έννυχοι πωλεύμεναι
646ες παρθενῶνας τοὺς εμοὺς παρηγόρουν
647λείοισι μύθοις μέγ̓ εύδαιμον κόρη,
648τί παρθενεύει δαρόν, εξόν σοι γάμου
649τυχεῖν μεγίστου
Ζεὺς γὰρ ἱμέρου βέλει
650πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν
651θέλει
σὺ δ̓, παῖ, μὴ πολακτίσῃς λέχος
652τὸ Ζηνός, αλλ̓ έξελθε πρὸς Λέρνης βαθὺν
653λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,
654ὡς ὰν τὸ Δῖον όμμα λωφήσῃ πόθου

655τοιοῖσδε πάσας ευφρόνας ονείρασι
656συνειχόμην δύστηνος, έστε δὴ πατρὶ
657έτλην γεγωνεῖν νυκτίφοιτ̓ ονείρατα

658 δ̓ ές τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς
659θεοπρόπους ίαλλεν, ὡς μάθοι τί χρὴ
660δρῶντ̓ λέγοντα δαίμοσιν πράσσειν φίλα

661ἧκον δ̓ αναγγέλλοντες αιολοστόμους
662χρησμοὺς ασήμους δυσκρίτως τ̓ ειρημένους

663τέλος δ̓ εναργὴς βάξις ῆλθεν Ινάχῳ
664σαφῶς επισκήπτουσα καὶ μυθουμένη
665έξω δόμων τε καὶ πάτρας ωθεῖν εμέ,
666άφετον αλᾶσθαι γῆς επ̓ εσχάτοις ὅροις

667κεἰ μὴ θέλοι, πυρωπὸν εκ Διὸς μολεῖν
668κεραυνόν, ὃς πᾶν εξαϊστώσοι γένος.

669τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν
670εξήλασέν με κἀπέκλῃσε δωμάτων
671άκουσαν άκων·
αλλ̓ επηνάγκαζέ νιν
672Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε

673ευθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι
674ῆσαν, κεραστὶς δ̓, ὡς ορᾶτ̓, οξυστόμῳ
675μύωπι χρισθεῖσ̓ εμμανεῖ σκιρτήματι
676ῇσσον πρὸς εύποτόν τε Κερχνείας ῥέος
677Λέρνης τε κρήνην
βουκόλος δὲ γηγενὴς
678άκρατος οργὴν Άργος ὡμάρτει, πυκνοῖς
679όσσοις δεδορκὼς τοὺς εμοὺς κατὰ στίβους

680απροσδόκητος δ̓ αυτὸν αφνίδιος μόρος
681τοῦ ζῆν απεστέρησεν
οιστροπλὴξ δ̓ εγὼ
682μάστιγι θείᾳ γῆν πρὸ γῆς ελαύνομαι

683κλύεις τὰ πραχθέντ̓
ει δ̓ έχεις ειπεῖν τι
684λοιπὸν πόνων, σήμαινε·
μη δέ μ̓ οικτίσας
685ξύνθαλπε μύθοις ψευδέσιν
νόσημα γὰρ
686αίσχιστον εῖναί φημι συνθέτους λόγους

Χορός

687έα έα, άπεχε, φεῦ
688ούποτ̓ ούποτ̓ ηύχουν ὧδε ξένους
689μολεῖσθαι λόγους εις ακοὰν εμάν,
690ου δ̓ ὧδε δυσθέατα καὶ δύσοιστα
691πήματα, λύματα, [δείματα] αμ -
692φάκει κέντρῳ τύψειν ψυχὰν εμάν

693ιὼ [ἰὼ] μοῖρα μοῖρα,
694πέφρικ̓ εισιδοῦσα πρᾶξιν Ιοῦς

Προμηθεύς

696πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εῖ
697επίσχες έστ̓ ὰν καὶ τὰ λοιπὰ προσμάθῃς

698λέγ̓, εκδίδασκε
τοῖς νοσοῦσί τοι γλυκὺ
699τὸ λοιπὸν άλγος προυξεπίστασθαι τορῶς.

700τὴν πρίν γε χρείαν ηνύσασθ̓ εμοῦ πάρα
701κούφως
μαθεῖν γὰρ τῆσδε πρῶτ̓ εχρῄζετε
702τὸν αμφ̓ ἑαυτῆς ᾶθλον εξηγουμένης

703τὰ λοιπὰ νῦν ακούσαθ̓, οἷα χρὴ πάθη
704τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα

705σύ τ̓ Ινάχειον σπέρμα, τοὺς εμοὺς λόγους
706θυμῷ βάλ̓, ὡς ὰν τέρματ̓ εκμάθῃς ὁδοῦ.

707πρῶτον μὲν ενθένδ̓ ἡλίου πρὸς αντολὰς
708στρέψασα σαυτὴν στεῖχ̓ ανηρότους γύας

709Σκύθας δ̓ αφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας
710πεδάρσιοι ναίουσ̓ επ̓ ευκύκλοις όχοις
711ἑκηβόλοις τόξοισιν εξηρτυμένοι

712οἷς μὴ πελάζειν, αλλ̓ ἁλιστόνοις πόδας
713χρίμπτουσα ῥαχίαισιν εκπερᾶν χθόνα

714λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες
715οικοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή

716ανήμεροι γὰρ ου δὲ πρόσπλατοι ξένοις.

717ἥξεις δ̓ Ὑβριστὴν ποταμὸν ου ψευδώνυμον,
718ὃν μὴ περάσῃς, ου γὰρ εύβατος περᾶν,
719πρὶν ὰν πρὸς αυτὸν Καύκασον μόλῃς, ορῶν
720ὕψιστον, ένθα ποταμὸς εκφυσᾷ μένος
721κροτάφων απ̓ αυτῶν.
αστρογείτονας δὲ χρὴ
722κορυφὰς ὑπερβάλλουσαν ες μεσημβρινὴν
723βῆναι κέλευθον, ένθ̓, Αμαζόνων στρατὸν
724ἥξεις στυγάνοῤ, αἳ Θεμίσκυράν ποτε
725κατοικιοῦσιν αμφὶ Θερμώδονθ̓, ἵνα
726τραχεῖα πόντου Σαλμυδησσία γνάθος
727εχθρόξενος ναύταισι, μητρυιὰ νεῶν·

728αὗταί σ̓ ὁδηγήσουσι καὶ μάλ̓ ασμένως

729ισθμὸν δ̓ επ̓ αυταῖς στενοπόροις λίμνης πύλαις
730Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ
731λιποῦσαν αυλῶν̓ εκπερᾶν Μαιωτικόν

732έσται δὲ θνητοῖς εισαεὶ λόγος μέγας
733τῆς σῆς πορείας, Βόσπορος δ̓ επώνυμος
734κεκλήσεται
λιποῦσα δ̓ Ευρώπης πέδον
735ήπειρον ἥξεις Ασιάδ̓
ᾶῤ, ὑμῖν δοκεῖ
736 τῶν θεῶν τύραννος ες τὰ πάνθ̓ ὁμῶς
737βίαιος εῖναι
τῇδε γὰρ θνητῇ θεὸς
738χρῄζων μιγῆναι τάσδ̓ επέρριψεν πλάνας

739πικροῦ δ̓ έκυρσας, κόρη, τῶν σῶν γάμων
740μνηστῆρος
οὓς γὰρ νῦν ακήκοας λόγους,
741εῖναι δόκει σοι μηδέπω ν προοιμίοις

Ἰώ

742ιώ μοί μοι, έ.
743σὺ δ̓ αῦ κέκραγας κἀναμυχθίζῃ;
τί που
744δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά

745 γάρ τι λοιπὸν τῇδε πημάτων ερεῖς

746δυσχείμερόν γε πέλαγος ατηρᾶς δύης.

747τί δῆτ̓ εμοὶ ζῆν κέρδος, αλλ̓ ουκ εν τάχει
748έρριψ̓ εμαυτὴν τῆσδ̓ απὸ στύφλου πέτρας,
749ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων
750απηλλάγην;
κρεῖσσον γὰρ εισάπαξ θανεῖν
751 τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.

752 δυσπετῶς ὰν τοὺς εμοὺς άθλους φέροις,
753ὅτῳ θανεῖν μέν εστιν ου πεπρωμένον

754αὕτη γὰρ ῆν ὰν πημάτων απαλλαγή

755νῦν δ̓ ουδέν εστι τέρμα μοι προκείμενον
756μόχθων, πρὶν ὰν Ζεὺς εκπέσῃ τυραννίδος

757 γάρ ποτ̓ έστιν εκπεσεῖν αρχῆς Δία

758ήδοἰ άν, οῖμαι, τήνδ̓ ιδοῦσα συμφοράν

759πῶς δ̓ ουκ άν, ἥτις εκ Διὸς πάσχω κακῶς;

760ὡς τοίνυν όντων τῶνδέ σοι μαθεῖν πάρα

761πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται

762πρὸς αυτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων.

763ποίῳ τρόπῳ;
σήμηνον, ει μή τις βλάβη.
764γαμεῖ γάμον τοιοῦτον ποτ̓ ασχαλᾷ

765θέορτον, βρότειον;
ει ῥητόν, φράσον.
766τί δ̓ όντιν̓;
ου γὰρ ῥητὸν αυδᾶσθαι τόδε.
767 πρὸς δάμαρτος εξανίσταται θρόνων

768 τέξεταί γε παῖδα φέρτερον πατρός

769ου δ̓ έστιν αυτῷ τῆσδ̓ αποστροφὴ τύχης

770ου δῆτα, πλὴν έγωγ̓ ὰν εκ δεσμῶν λυθείς.

771τίς οῦν λύσων εστὶν άκοντος Διός;

772τῶν σῶν τιν̓ αυτὸν εγγόνων εῖναι χρεών

773πῶς εῖπας
μὸς παῖς σ̓ απαλλάξει κακῶν
774τρίτος γε γένναν πρὸς δέκ̓ άλλαισιν γοναῖς.

775ήδ̓ ουκέτ̓ ευξύμβλητος χρησμῳδία.

776καὶ μη δὲ σαυτῆς εκμαθεῖν ζήτει πόνους

777μή μοι προτείνων κέρδος εῖτ̓ αποστέρει

778δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι

779 ποίοιν ;
πρόδειξον, αἵρεσίν τ̓ εμοὶ δίδου

Προμηθεύς

780 δίδωμ̓ ἑλοῦ γάρ, πόνων τὰ λοιπά σοι
781φράσω σαφηνῶς, τὸν εκλύσοντ̓ εμέ

782τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ̓ εμοὶ χάριν
783θέσθαι θέλησον, μη δ̓ ατιμάσῃς λόγου·

784καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,
785εμοὶ δὲ τὸν λύσοντα·
τοῦτο γὰρ ποθῶ
786επεὶ προθυμεῖσθ̓, ουκ εναντιώσομαι
787τὸ μὴ ου γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε

788σοὶ πρῶτον, Ιοῖ, πολύδονον πλάνην φράσω,
789ἣν εγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν

790ὅταν περάσῃς ῥεῖθρον ηπείροιν ὅρον,
791πρὸς αντολὰς φλογῶπας ἡλιοστιβεῖς
792πόντου περῶσα φλοῖσβον, έστ̓ ὰν εξίκῃ
793πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα
794αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι
795τρεῖς κυκνόμορφοι, κοινὸν όμμ̓ εκτημέναι,
796μονόδοντες, ἃς ούθ̓ ἥλιος προσδέρκεται
797ακτῖσιν ούθ̓ νύκτερος μήνη ποτέ.

798πέλας δ̓ αδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,
799δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,
800ἃς θνητὸς ουδεὶς εισιδὼν ἕξει πνοάς.

801τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω

802άλλην δ̓ άκουσον δυσχερῆ θεωρίαν

803οξυστόμους γὰρ Ζηνὸς ακραγεῖς κύνας
804γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν
805Αριμασπὸν ιπποβάμον̓, οἳ χρυσόρρυτον
806οικοῦσιν αμφὶ νᾶμα Πλούτωνος πόρου

807τούτοις σὺ μὴ πέλαζε
τηλουρὸν δὲ γῆν
808ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου
809ναίουσι πηγαῖς, ένθα ποταμὸς Αιθίοψ.

810τούτου παῤ όχθας έρφ̓, ἕως ὰν εξίκῃ
811καταβασμόν, ένθα Βιβλίνων ορῶν άπο
812ἵησι σεπτὸν Νεῖλος εύποτον ῥέος

813οὗτός σ̓ ὁδώσει τὴν τρίγωνον ες χθόνα
814Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν αποικίαν,
815Ιοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι

816τῶν δ̓ εί τί σοι ψελλόν τε καὶ δυσεύρετον,
817επανδίπλαζε καὶ σαφῶς εκμάνθανε·

818σχολὴ δὲ πλείων θέλω πάρεστί μοι

Χορός

819ει μέν τι τῇδε λοιπὸν παρειμένον
820έχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,
821λέγ̓
ει δὲ πάντ̓ είρηκας, ἡμῖν αῦ χάριν
822δὸς ἥνπερ αιτούμεσθα, μέμνησαι δέ που

823τὸ πᾶν πορείας ἥδε τέρμ̓ ακήκοεν

824ὅπως δ̓ ὰν ειδῇ μὴ μάτην κλύουσά μου,
825 πρὶν μολεῖν δεῦῤ εκμεμόχθηκεν φράσω,
826τεκμήριον τοῦτ̓ αυτὸ δοὺς μύθων εμῶν

827όχλον μὲν οῦν τὸν πλεῖστον εκλείψω λόγων,
828πρὸς αυτὸ δ̓ εῖμι τέρμα σῶν πλανημάτων

829επεὶ γὰρ ῆλθες πρὸς Μολοσσὰ γάπεδα,
830τὴν αιπύνωτόν τ̓ αμφὶ Δωδώνην, ἵνα
831μαντεῖα θᾶκός τ̓ εστὶ Θεσπρωτοῦ Διός,
832τέρας τ̓ άπιστον, αἱ προσήγοροι δρύες,
833υφ̓ ὧν σὺ λαμπρῶς κοὐδὲν αινικτηρίως
834προσηγορεύθης Διὸς κλεινὴ δάμαρ
835μέλλουσ̓ έσεσθαι.
τῶνδε προσσαίνει σέ τι
836εντεῦθεν οιστρήσασα τὴν παρακτίαν
837κέλευθον ῇξας πρὸς μέγαν κόλπον Ῥέας,
838αφ̓ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις

839χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,
840σαφῶς επίστασ̓, Ιόνιος κεκλήσεται,
841τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς

842σημεῖά σοι τάδ̓ εστὶ τῆς εμῆς φρενός,
843ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου

844τὰ λοιπὰ δ̓ ὑμῖν τῇδέ τ̓ ες κοινὸν φράσω,
845ες ταὐτὸν ελθὼν τῶν πάλαι λόγων ίχνος

Προμηθεύς

846έστιν πόλις Κάνωβος εσχάτη χθονός,
847Νείλου πρὸς αυτῷ στόματι καὶ προσχώματι

848ενταῦθα δή σε Ζεὺς τίθησιν έμφρονα
849επαφῶν αταρβεῖ χειρὶ καὶ θιγὼν μόνον

850επώνυμον δὲ τῶν Διὸς γεννημάτων
851τέξεις κελαινὸν Έπαφον, ὃς καρπώσεται
852ὅσην πλατύρρους Νεῖλος αρδεύει χθόνα

853πέμπτη δ̓ απ̓ αυτοῦ γέννα πεντηκοντάπαις
854πάλιν πρὸς Άργος ουχ εκοῦσ̓ ελεύσεται
855θηλύσπορος, φεύγουσα συγγενῆ γάμον
856ανεψιῶν
οἱ δ̓ επτοημένοι φρένας,
857κίρκοι πελειῶν ου μακρὰν λελειμμένοι,
858ἥξουσι θηρεύοντες ου θηρασίμους
859γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός

860Πελασγία δὲ δέξεται θηλυκτόνῳ
861Άρει, δαμέντων νυκτιφρουρήτῳ θράσει

862γυνὴ γὰρ άνδῤ ἕκαστον αιῶνος στερεῖ,
863δίθηκτον εν σφαγαῖσι βάψασα ξίφος

864τοιάδ̓ επ̓ εχθροὺς τοὺς εμοὺς έλθοι Κύπρις

865μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ
866κτεῖναι σύνευνον, αλλ̓ απαμβλυνθήσεται
867γνώμην
δυοῖν δὲ θάτερον βουλήσεται,
868κλύειν άναλκις μᾶλλον μιαιφόνος·

869αὕτη κατ̓ Άργος βασιλικὸν τέξει γένος

870μακροῦ λόγου δεῖ ταῦτ̓ επεξελθεῖν τορῶς

871σπορᾶς γε μὴν εκ τῆσδε φύσεται θρασὺς
872τόξοισι κλεινός, ὃς πόνων εκ τῶνδ̓ εμὲ
873λύσει
τοιόνδε χρησμὸν παλαιγενὴς
874μήτηρ εμοὶ διῆλθε Τιτανὶς Θέμις·

875ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου
876ειπεῖν, σύ τ̓ ουδὲν εκμαθοῦσα κερδανεῖς.

Ἰώ

877ελελεῦ ελελεῦ,
878ὑπό μ̓ αῦ σφάκελος καὶ φρενοπληγεῖς
879μανίαι θάλπουσ̓, οίστρου δ̓ άρδις
880χρίει μ̓ άπυρος

881κραδία δὲ φόβῳ φρένα λακτίζει

882τροχοδινεῖται δ̓ όμμαθ̓ ἑλίγδην,
883έξω δὲ δρόμου φέρομαι λύσσης
884πνεύματι μάργῳ, γλώσσης ακρατής

885θολεροὶ δὲ λόγοι παίουσ̓ εικῆ
886στυγνῆς πρὸς κύμασιν άτης

Χορός

887 σοφὸς σοφὸς [ἦν] ὃς
888πρῶτος εν γνώμᾳ τόδ̓ εβάστασε καὶ γλώς -
889σᾳ διεμυθολόγησεν,
890ὡς τὸ κηδεῦσαι καθ̓ ἑαυτὸν αριστεύει μακρῷ,
891καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων
892μήτε τῶν γέννᾳ μεγαλυνομένων
893όντα χερνήταν εραστεῦσαι γάμων.

Χορός

894μήποτε μήποτέ μ̓,
895πότνιαι Μοῖραι, λεχέων Διὸς ευνά -
896τειραν ίδοισθε πέλουσαν

897μη δὲ πλαθείην γαμέτᾳ τινὶ τῶν εξ ουρανοῦ

898ταρβῶ γὰρ αστεργάνορα παρθενίαν
899εισορῶσ̓ Ιοῦς αμαλαπτομέναν
900δυσπλάνοις Ἥρας αλατείαις πόνων

Χορός

901εμοὶ δ̓ ὅτε μὲν ὁμαλὸς γάμος,
902άφοβος·
[ου δέδια· μη δὲ κρεισσόνων θεῶν
903έρως άφυκτον όμμα προσδράκοι με

904απόλεμος ὅδε γ̓ πόλεμος, άπορα πόριμος·

905ου δ̓ έχω τίς ὰν γενοίμαν

906τὰν Διὸς γὰρ ουχ ὁρῶ
907μῆτιν ὅπα φύγοιμ̓ άν

Προμηθεύς

907 μὴν έτι Ζεύς, καίπερ αυθάδης φρενῶν,
908έσται ταπεινός, οἷον εξαρτύεται
909γάμον γαμεῖν, ὃς αυτὸν εκ τυραννίδος
910θρόνων τ̓ άιστον εκβαλεῖ
πατρὸς δ̓ αρὰ
911Κρόνου τότ̓ ήδη παντελῶς κρανθήσεται,
912ἣν εκπίτνων ηρᾶτο δηναιῶν θρόνων

913τοιῶνδε μόχθων εκτροπὴν ουδεὶς θεῶν
914δύναιτ̓ ὰν αυτῷ πλὴν εμοῦ δεῖξαι σαφῶς

915εγὼ τάδ̓ οῖδα χᾦ τρόπῳ.
πρὸς ταῦτά νυν
916θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
917πιστός, τινάσσων τ̓ εν χεροῖν πύρπνουν βέλος

918ουδὲν γὰρ αυτῷ ταῦτ̓ επαρκέσει τὸ μὴ ου
919πεσεῖν ατίμως πτώματ̓ ουκ ανασχετά

920τοῖον παλαιστὴν νῦν παρασκευάζεται
921επ̓ αυτὸς αὑτῷ, δυσμαχώτατον τέρας

922ὃς δὴ κεραυνοῦ κρείσσον̓ εὑρήσει φλόγα,
923βροντῆς θ̓ ὑπερβάλλοντα καρτερὸν κτύπον

924θαλασσίαν τε γῆς τινάκτειραν νόσον
925τρίαιναν, αιχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ

926πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται
927ὅσον τό τ̓ άρχειν καὶ τὸ δουλεύειν δίχα.

928σύ θην χρῄζεις, ταῦτ̓ επιγλωσσᾷ Διός

929ἅπερ τελεῖται, πρὸς δ̓ βούλομαι λέγω

930καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα

931καὶ τῶνδέ γ̓, ἕξει δυσλοφωτέρους πόνους

932πῶς δ̓ ουχὶ ταρβεῖς τοιάδ̓ εκρίπτων έπη

933τί δ̓ ὰν φοβοίμην θανεῖν ου μόρσιμον;

934αλλ̓ ᾶθλον άν σοι τοῦδ̓ έτ̓ αλγίω πόροι

935 δ̓ οῦν ποιείτω
πάντα προσδοκητά μοι.
936οἱ προσκυνοῦντες τὴν Αδράστειαν σοφοί.

937σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ̓ αεί

938εμοὶ δ̓ έλασσον Ζηνὸς μηδὲν μέλει.

939δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον,
940ὅπως θέλει
δαρὸν γὰρ ουκ άρξει θεοῖς
941αλλ̓ εισορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,
942τὸν τοῦ τυράννου τοῦ νέου διάκονον

943πάντως τι καινὸν αγγελῶν ελήλυθεν

Ἑρμῆς

944σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,
945τὸν εξαμαρτόντ̓ εις θεοὺς εφημέροις
946πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω

947πατὴρ άνωγέ σ̓ οὕστινας κομπεῖς γάμους
948αυδᾶν, πρὸς ὧν εκεῖνος εκπίπτει κράτους

949καὶ ταῦτα μέντοι μηδὲν αινικτηρίως,
950αλλ̓ αύθ̓ ἕκαστα φράζε·
μη δέ μοι διπλᾶς
951ὁδούς, Προμηθεῦ, προσβάλῃς
ὁρᾷς δ̓ ὅτι
952Ζεὺς τοῖς τοιούτοις ουχὶ μαλθακίζεται

953σεμνόστομός γε καὶ φρονήματος πλέως
954 μῦθός εστιν, ὡς θεῶν ὑπηρέτου.

955νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ
956ναίειν απενθῆ πέργαμ̓
ουκ εκ τῶνδ̓ εγὼ
957δισσοὺς τυράννους εκπεσόντας ῃσθόμην

958τρίτον δὲ τὸν νῦν κοιρανοῦντ̓ επόψομαι
959αίσχιστα καὶ τάχιστα.
μή τί σοι δοκῶ
960ταρβεῖν ὑποπτήσσειν τε τε τοὺς νέους θεούς

961πολλοῦ γε καὶ τοῦ παντὸς ελλείπω
σὺ δὲ
962κέλευθον ἥνπερ ῆλθες εγκόνει πάλιν

963πεύσῃ γὰρ ουδὲν ὧν ανιστορεῖς εμέ

Ἑρμῆς

964τοιοῖσδε μέντοι καὶ πρὶν αυθαδίσμασιν
965ες τάσδε σαυτὸν πημονὰς καθώρμισας

966τῆς σῆς λατρείας τὴν εμὴν δυσπραξίαν,
967σαφῶς επίστασ̓, ουκ ὰν αλλάξαιμ̓ εγώ

968κρεῖσσον γὰρ οῖμαι τῇδε λατρεύειν πέτρᾳ
969 πατρὶ φῦναι Ζηνὶ πιστὸν άγγελον

970οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών

971χλιδᾶν έοικας τοῖς παροῦσι πράγμασι

972 χλιδῶ
χλιδῶντας ὧδε τοὺς εμοὺς εγὼ
973εχθροὺς ίδοιμι
καὶ σὲ δ̓ εν τούτοις λέγω
974 κἀμὲ γάρ τι συμφοραῖς επαιτιᾷ

975ἁπλῷ λόγῳ τοὺς πάντας εχθαίρω θεούς,
976ὅσοι παθόντες εῦ κακοῦσί μ̓ εκδίκως

977κλύω σ̓ εγὼ μεμηνότ̓ ου σμικρὰν νόσον

978νοσοῖμ̓ άν, ει νόσημα τοὺς εχθροὺς στυγεῖν.

979είης φορητὸς ουκ άν, ει πράσσοις καλῶς

980 ώμοι .
ώμοι ; τόδε Ζεὺς τοὔπος ουκ επίσταται
981αλλ̓ εκδιδάσκει πάνθ̓ γηράσκων χρόνος

982καὶ μὴν σύ γ̓ ούπω σωφρονεῖν επίστασαι

983σὲ γὰρ προσηύδων ουκ ὰν όνθ̓ ὑπηρέτην

984ερεῖν έοικας ουδὲν ὧν χρῄζει πατήρ

985καὶ μὴν οφείλων γ̓ ὰν τίνοιμ̓ αυτῷ χάριν

986εκερτόμησας δῆθεν ὡς παῖδ̓ όντα με.

987ου γὰρ σὺ παῖς τε κἄτι τοῦδ̓ ανούστερος
988ει προσδοκᾷς εμοῦ τι πεύσεσθαι πάρα;

989ουκ έστιν αίκισμ̓ ου δὲ μηχάνημ̓ ὅτῳ
990προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,
991πρὶν ὰν χαλασθῇ δεσμὰ λυμαντήρια

992πρὸς ταῦτα ῥιπτέσθω μὲν αιθαλοῦσσα φλόξ,
993λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι
994χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω

995γνάμψει γὰρ ουδὲν τῶνδέ μ̓ ὥστε καὶ φράσαι
996πρὸς οὗ χρεών νιν εκπεσεῖν τυραννίδος

997ὅρα νυν εί σοι ταῦτ̓ αρωγὰ φαίνεται

998ῶπται πάλαι δὴ καὶ βεβούλευται τάδε

999τόλμησον, μάταιε, τόλμησόν ποτε
1000πρὸς τὰς παρούσας πημονὰς ορθῶς φρονεῖν

1001οχλεῖς μάτην με κῦμ̓ ὅπως παρηγορῶν.

1002εισελθέτω σε μήποθ̓ ὡς εγὼ Διὸς
1003γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,
1004καὶ λιπαρήσω τὸν μέγα στυγούμενον
1005γυναικομίμοις ὑπτιάσμασιν χερῶν
1006λῦσαί με δεσμῶν τῶνδε
τοῦ παντὸς δέω

Ἑρμῆς

1007λέγων έοικα πολλὰ καὶ μάτην ερεῖν
1008τέγγῃ γὰρ ουδὲν ου δὲ μαλθάσσῃ λιταῖς
1009εμαῖς
δακὼν δὲ στόμιον ὡς νεοζυγὴς
1010πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ.

1011ατὰρ σφοδρύνῃ γ̓ ασθενεῖ σοφίσματι

1012αυθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς
1013αυτὴ καθ̓ αὑτὴν ουδενὸς μεῖζον σθένει

1014σκέψαι δ̓, εὰν μὴ τοῖς εμοῖς πεισθῇς λόγοις,
1015οἷός σε χειμὼν καὶ κακῶν τρικυμία
1016έπεισ̓ άφυκτος
πρῶτα μὲν γὰρ οκρίδα
1017φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ
1018πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
1019τὸ σόν, πετραία δ̓ αγκάλη σε βαστάσει

1020μακρὸν δὲ μῆκος εκτελευτήσας χρόνου
1021άψορρον ἥξεις εις φάος
Διὸς δέ τοί
1022πτηνὸς κύων, δαφοινὸς αιετός, λάβρως
1023διαρταμήσει σώματος μέγα ῥάκος,
1024άκλητος ἕρπων δαιταλεὺς πανήμερος,
1025κελαινόβρωτον δ̓ ἧπαρ εκθοινήσεται

1026τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,
1027πρὶν ὰν θεῶν τις διάδοχος τῶν σῶν πόνων
1028φανῇ, θελήσῃ τ̓ εις αναύγητον μολεῖν
1029Ἅιδην κνεφαῖά τ̓ αμφὶ Ταρτάρου βάθη

1030πρὸς ταῦτα βούλεὐ
ὡς όδ̓ ου πεπλασμένος
1031 κόμπος, αλλὰ καὶ λίαν ειρημένος·

1032ψευδηγορεῖν γὰρ ουκ επίσταται στόμα
1033τὸ Δῖον, αλλὰ πᾶν έπος τελεῖ
σὺ δὲ
1034πάπταινε καὶ φρόντιζε, μη δ̓ αυθαδίαν
1035ευβουλίας αμείνον̓ ἡγήσῃ ποτέ

1036ἡμῖν μὲν Ἑρμῆς ουκ άκαιρα φαίνεται
1037λέγειν
άνωγε γάρ σε τὴν αυθαδίαν
1038μεθέντ̓ ερευνᾶν τὴν σοφὴν ευβουλίαν

1039 πιθοῦ
σοφῷ γὰρ αισχρὸν εξαμαρτάνειν.

Προμηθεύς

1040ειδότι τοί μοι τάσδ̓ αγγελίας
1041όδ̓ εθώυξεν
πάσχειν δὲ κακῶς
1042εχθρὸν υπ̓ εχθρῶν ουδὲν αεικές.

1043πρὸς ταῦτ̓ επ̓ εμοὶ ῥιπτέσθω μὲν
1044πυρὸς αμφήκης βόστρυχος, αιθὴρ δ̓
1045ερεθιζέσθω βροντῇ σφακέλῳ τ̓
1046αγρίων ανέμων
χθόνα δ̓ εκ πυθμένων
1047αυταῖς ῥίζαις πνεῦμα κραδαίνοι,
1048κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ
1049συγχώσειεν τῶν ουρανίων
1050άστρων διόδους
είς τε κελαινὸν
1051Τάρταρον άρδην ῥίψειε δέμας
1052τοὐμὸν ανάγκης στερραῖς δίναις

1053πάντως εμέ γ̓ ου θανατώσει

1054τοιάδε μέντοι τῶν φρενοπλήκτων
1055βουλεύματ̓ έπη τ̓ έστιν ακοῦσαι

1056τί γὰρ ελλείπει μὴ ου παραπαίειν
1057 τοῦδ̓ ευχή
τί χαλᾷ μανιῶν
1058αλλ̓ οῦν ὑμεῖς γ̓ αἱ πημοσύναις
1059συγκάμνουσαι ταῖς τοῦδε τόπων
1060μετά ποι χωρεῖτ̓ εκ τῶνδε θοῶς,
1061μὴ φρένας ὑμῶν ηλιθιώσῃ
1062βροντῆς μύκημ̓ ατέραμνον

1063άλλο τι φώνει καὶ παραμυθοῦ μ̓
1064 τι καὶ πείσεις
ου γὰρ δή που
1065τοῦτό γε τλητὸν παρέσυρας έπος

1066πῶς με κελεύεις κακότητ̓ ασκεῖν

1067μετὰ τοῦδ̓ τι χρὴ πάσχειν εθέλω·

1068τοὺς προδότας γὰρ μισεῖν έμαθον,
1069κοὐκ έστι νόσος
1070τῆσδ̓ ήντιν̓ απέπτυσα μᾶλλον

1071αλλ̓ οῦν μέμνησθ̓ ἁγὼ προλέγω
1072μη δὲ πρὸς άτης θηραθεῖσαι
1073μέμψησθε τύχην, μη δέ ποτ̓ είπηθ̓
1074ὡς Ζεὺς ὑμᾶς εις απρόοπτον
1075πῆμ̓ εισέβαλεν
μὴ δῆτ̓ αυταὶ δ̓
1076ὑμᾶς αυτάς.
ειδυῖαι γὰρ
1077κοὐκ εξαίφνης ου δὲ λαθραίως
1078εις απέρατον δίκτυον άτης
1079εμπλεχθήσεσθ̓ υπ̓ ανοίας

Προμηθεύς

1080καὶ μὴν έργῳ κοὐκέτι μύθῳ
1081χθὼν σεσάλευται

1082βρυχία δ̓ ηχὼ παραμυκᾶται
1083βροντῆς, ἕλικες δ̓ εκλάμπουσι
1084στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν
1085εἱλίσσουσι
σκιρτᾷ δ̓ ανέμων
1086πνεύματα πάντων εις άλληλα
1087στάσιν αντίπνουν αποδεικνύμενα

1088ξυντετάρακται δ̓ αιθὴρ πόντῳ

1089τοιάδ̓ επ̓ εμοὶ ῥιπὴ Διόθεν
1090τεύχουσα φόβον στείχει φανερῶς

1091 μητρὸς εμῆς σέβας, πάντων
1092αιθὴρ κοινὸν φάος εἱλίσσων,
1093εσορᾷς μ̓ ὡς έκδικα πάσχω.