Aeschylus

Persians    —    Πέρσαι

Χορός

1Τάδε μὲν Περσῶν τῶν οιχομένων
2Ελλάδ̓ ες αῖαν πιστὰ καλεῖται,
3καὶ τῶν αφνεῶν καὶ πολυχρύσων
4ἑδράνων φύλακες, κατὰ πρεσβείαν
5οὓς αυτὸς άναξ Ξέρξης βασιλεὺς
6Δαρειογενὴς
7εἵλετο χώρας εφορεύειν

8αμφὶ δὲ νόστῳ τῷ βασιλείῳ
9καὶ πολυχρύσου στρατιᾶς ήδη
10κακόμαντις άγαν ορσολοπεῖται
11θυμὸς έσωθεν

12πᾶσα γὰρ ισχὺς Ασιατογενὴς
13ῴχωκε, νέον δ̓ άνδρα βαΰζει,
14κοὔτε τις άγγελος ού τε τις ἱππεὺς
15άστυ τὸ Περσῶν αφικνεῖται

16οἵτε τὸ Σούσων ηδ̓ Αγβατάνων
17καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος
18προλιπόντες έβαν, τοὶ μὲν εφ̓ ἵππων,
19τοὶ δ̓ επὶ ναῶν, πεζοί τε βάδην
20πολέμου στῖφος παρέχοντες·

21οἷος Αμίστρης ηδ̓ Αρταφρένης
22καὶ Μεγαβάτης ηδ̓ Αστάσπης,
23ταγοὶ Περσῶν,
24βασιλῆς βασιλέως ὕποχοι μεγάλου,
25σοῦνται, στρατιᾶς πολλῆς έφοροι,
26τοξοδάμαντές τ̓ ηδ̓ ἱπποβάται,
27φοβεροὶ μὲν ιδεῖν, δεινοὶ δὲ μάχην
28ψυχῆς ευτλήμονι δόξῃ

29Αρτεμβάρης θ̓ ἱππιοχάρμης
30καὶ Μασίστρης, τε τοξοδάμας
31εσθλὸς Ιμαῖος, Φαρανδάκης θ̓,
32ἵππων τ̓ ελατὴρ Σοσθάνης.

33άλλους δ̓ μέγας καὶ πολυθρέμμων
34Νεῖλος έπεμψεν
Σουσισκάνης,
35Πηγασταγὼν Αιγυπτογενής,
36 τε τῆς ἱερᾶς Μέμφιδος άρχων
37μέγας Αρσάμης, τάς τ̓ ωγυγίους
38Θήβας εφέπων Αριόμαρδος,
39καὶ ἑλειοβάται ναῶν ερέται
40δεινοὶ πλῆθός τ̓ ανάριθμοι.

Χορός

41ἁβροδιαίτων δ̓ ἕπεται Λυδῶν
42όχλος, οἵ τ̓ επίπαν ηπειρογενὲς
43κατέχουσιν έθνος, τοὺς Μητρογαθὴς
44Αρκτεύς τ̓ αγαθός, βασιλῆς δίοποι,
45καὶ πολύχρυσοι Σάρδεις επόχους
46πολλοῖς ἅρμασιν εξορμῶσιν,
47δίρρυμά τε καὶ τρίρρυμα τέλη,
48φοβερὰν όψιν προσιδέσθαι

49στεῦται δ̓ ἱεροῦ Τμώλου πελάται
50ζυγὸν αμφιβαλεῖν δούλιον Ἑλλάδι,
51Μάρδων, Θάρυβις, λόγχης άκμονες,
52καὶ ακοντισταὶ Μυσοί
Βαβυλὼν δ̓
53 πολύχρυσος πάμμικτον όχλον
54πέμπει σύρδην, ναῶν τ̓ επόχους
55καὶ τοξουλκῷ λήματι πιστούς

56τὸ μαχαιροφόρον τ̓ έθνος εκ πάσης
57Ασίας ἕπεται
58δειναῖς βασιλέως ὑπὸ πομπαῖς

59τοιόνδ̓ άνθος Περσίδος αίας
60οίχεται ανδρῶν,
61οὓς πέρι πᾶσα χθὼν Ασιῆτις
62θρέψασα πόθῳ στένεται μαλερῷ,
63τοκέες τ̓ άλοχοί θ̓ ἡμερολεγδὸν
64τείνοντα χρόνον τρομέονται

Χορός

65πεπέρακεν μὲν περσέπτολις ήδη
66βασίλειος στρατὸς εις αν -
67τίπορον γείτονα χώραν,
68λινοδέσμῳ σχεδίᾳ πορθ -
69μὸν αμείψας
70Αθαμαντίδος Ἕλλας,
71πολύγομφον ὅδισμα
72ζυγὸν αμφιβαλὼν αυχένι πόντου

Χορός

73πολυάνδρου δ̓ Ασίας θούριος άρχων
74επὶ πᾶσαν χθόνα ποιμα -
75νόριον θεῖον ελαύνει
76διχόθεν, πεζονόμον τ̓ έκ
77τε θαλάσσας,
78εχυροῖσι πεποιθὼς
79στυφελοῖς εφέταις, χρυ -
80σογόνου γενεᾶς ισόθεος φώς

Χορός

81κυάνεον δ̓ όμμασι λεύσσων
82φονίου δέργμα δράκοντος,
83πολύχειρ καὶ πολυναύτας,
84Σύριόν θ̓ ἅρμα διώκων,
85επάγει δουρικλύτοις αν -
86δράσι τοξόδαμνον Άρη

Χορός

87δόκιμος δ̓ ούτις ὑποστὰς
88μεγάλῳ ῥεύματι φωτῶν
89εχυροῖς ἕρκεσιν είργειν
90άμαχον κῦμα θαλάσσας·

91απρόσοιστος γὰρ Περσᾶν
92στρατὸς αλκίφρων τε λαός.

Χορός

93θεόθεν γὰρ κατὰ Μοῖῤ
94εκράτησεν τὸ παλαι -
95όν, επέσκηψε δὲ Πέρσαις
96πολέμους πυργοδαΐκτους
97διέπειν ἱππιοχάρμας
98τε κλόνους
99πόλεών τ̓ αναστάσεις

Χορός

100έμαθον δ̓ ευρυπόροι- ο θαλάσσας πολιαι-
101νομένας πνεύματι λάβρῳ
103εσορᾶν πόντιον άλσος,
104πίσυνοι λεπτοδόμοις πεί- σμασι λα-
105οπόροις τε μαχαναῖς

Χορός

107δολόμητιν δ̓ απάταν θεοῦ
108τίς ανὴρ θνατὸς αλύξει

109τίς κραιπνῷ ποδὶ πήδη-
110μα τόδ̓ ευπετῶς ανᾴσσων;

Χορός

111φιλόφρων γὰρ παρασαίνει
112βροτὸν εις άρκυας Άτα,
113τόθεν ουκ έστιν ὕπερθέν
114νιν άνατον εξαλύξαι

Χορός

115ταῦτά μοι μελαγχίτων
116φρὴν αμύσσεται φόβῳ,
117οᾶ, Περσικοῦ στρατεύματος
118τοῦδε, μὴ πόλις πύθη-
119ται κένανδρον μέγ̓ άστυ Σουσίδος

Χορός

120καὶ τὸ Κισσίων πόλισμ̓
121αντίδουπον ᾴσεται,
122οᾶ, τοῦτ̓ έπος γυναικοπλη -
123θὴς ὅμιλος απύων,
124βυσσίνοις δ̓ εν πέπλοις πέσῃ λακίς.

Χορός

126πᾶς γὰρ ἱππηλάτας
127καὶ πεδοστιβὴς λεὼς
128σμῆνος ὣς εκλέλοιπεν μελις -
129σᾶν σὺν ορχάμῳ στρατοῦ,
130τὸν αμφίζευκτον εξαμείψας
131αμφοτέρας ἅλιον
132πρῶνα κοινὸν αίας.

Χορός

133λέκτρα δ̓ ανδρῶν πόθῳ
134πίμπλαται δακρύμασιν

135Περσίδες δ̓ ἁβροπενθεῖς ἑκά -
136στα πόθῳ φιλάνορι
137τὸν αιχμάεντα θοῦρον ευνα -
138τῆῤ αποπεμψαμένα
139λείπεται μονόζυξ.

Χορός

140αλλ̓ άγε, Πέρσαι, τόδ̓ ενεζόμενοι
141στέγος αρχαῖον,
142φροντίδα κεδνὴν καὶ βαθύβουλον
143θώμεθα, χρεία δὲ προσήκει,
144πῶς άρα πράσσει Ξέρξης βασιλεὺς
145Δαρειογενής,
146τὸ πατρωνύμιον γένος ἡμέτερον

147πότερον τόξου ῥῦμα τὸ νικῶν,
148 δορικράνου
149λόγχης ισχὺς κεκράτηκεν.

150αλλ̓ ἥδε θεῶν ίσον οφθαλμοῖς
151φάος ὁρμᾶται μήτηρ βασιλέως,
152βασίλεια δ̓ εμή
προσπίτνω
153καὶ προσφθόγγοις δὲ χρεὼν αυτὴν
154πάντας μύθοισι προσαυδᾶν.

Χορός

155 βαθυζώνων άνασσα Περσίδων ὑπερτάτη,
156μῆτερ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι

157θεοῦ μὲν ευνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ έφυς,
158εί τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ

Ἄτοσσα

159ταῦτα δὴ λιποῦσ̓ ἱκάνω χρυσεοστόλμους δόμους
160καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν ευνατήριον

161κἀμὲ καρδίαν αμύσσει φροντίς
ες δ̓ ὑμᾶς ερῶ
162μῦθον ουδαμῶς εμαυτῆς οῦσ̓ αδείμαντος, φίλοι,
163μὴ μέγας πλοῦτος κονίσας οῦδας αντρέψῃ ποδὶ
164όλβον, ὃν Δαρεῖος ῆρεν ουκ άνευ θεῶν τινος

165ταῦτά μοι διπλῆ μέριμνα φραστός εστιν εν φρεσίν,
166μήτε χρημάτων ανάνδρων πλῆθος εν τιμῇ σέβειν
167μήτ̓ αχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.

168έστι γὰρ πλοῦτός γ̓ αμεμφής, αμφὶ δ̓ οφθαλμῷ φόβος·

169όμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν

170πρὸς τάδ̓ ὡς οὕτως εχόντων τῶνδε, σύμβουλοι λόγου
171τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα

172πάντα γὰρ τὰ κέδν̓ εν ὑμῖν εστί μοι βουλεύματα

173εῦ τόδ̓ ίσθι, γῆς άνασσα τῆσδε, μή σε δὶς φράσαι
174μήτ̓ έπος μήτ̓ έργον ὧν ὰν δύναμις ἡγεῖσθαι θέλῃ

175ευμενεῖς γὰρ όντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς

Ἄτοσσα

176πολλοῖς μὲν αιεὶ νυκτέροις ονείρασιν
177ξύνειμ̓, αφ̓ οὗπερ παῖς εμὸς στείλας στρατὸν
178Ιαόνων γῆν οίχεται πέρσαι θέλων

179αλλ̓ ούτι πω τοιόνδ̓ εναργὲς ειδόμην
180ὡς τῆς πάροιθεν ευφρόνης·
λέξω δέ σοι
181εδοξάτην μοι δύο γυναῖκ̓ ευείμονε,
182 μὲν πέπλοισι Περσικοῖς ησκημένη,
183 δ̓ αῦτε Δωρικοῖσιν, εις όψιν μολεῖν,
184μεγέθει τε τῶν νῦν εκπρεπεστάτα πολύ,
185κάλλει τ̓ αμώμω, καὶ κασιγνήτα γένους
186ταὐτοῦ·
πάτραν δ̓ έναιον μὲν Ἑλλάδα
187κλήρῳ λαχοῦσα γαῖαν, δὲ βάρβαρον.

188τούτω στάσιν τιν̓, ὡς εγὼ δόκουν ὁρᾶν,
189τεύχειν εν αλλήλαισι
παῖς δ̓ εμὸς μαθὼν
190κατεῖχε κἀπράυνεν, ἅρμασιν δ̓ ὕπο
191ζεύγνυσιν αυτὼ καὶ λέπαδν̓ επ̓ αυχένων
192τίθησι
χἠ μὲν τῇδ̓ επυργοῦτο στολῇ
193εν ἡνίαισί τ̓ εῖχεν εύαρκτον στόμα,
194 δ̓ εσφάδαζε, καὶ χεροῖν έντη δίφρου
195διασπαράσσει καὶ ξυναρπάζει βίᾳ
196άνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον

197πίπτει δ̓ εμὸς παῖς, καὶ πατὴρ παρίσταται
198Δαρεῖος οικτείρων σφε
τὸν δ̓ ὅπως ὁρᾷ
199Ξέρξης, πέπλους ῥήγνυσιν αμφὶ σώματι

200καὶ ταῦτα μὲν δὴ νυκτὸς εισιδεῖν λέγω

201επεὶ δ̓ ανέστην καὶ χεροῖν καλλιρρόου
202έψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ
203βωμὸν προσέστην, αποτρόποισι δαίμοσιν
204θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.

205ὁρῶ δὲ φεύγοντ̓ αιετὸν πρὸς εσχάραν
206Φοίβου
φόβῳ δ̓ άφθογγος εστάθην, φίλοι
207μεθύστερον δὲ κίρκον εισορῶ δρόμῳ
208πτεροῖς εφορμαίνοντα καὶ χηλαῖς κάρα
209τίλλονθ̓
δ̓ ουδὲν άλλο γ̓ πτήξας δέμας
210παρεῖχε.
ταῦτ̓ έμοιγε δείματ̓ εισιδεῖν,
211ὑμῖν δ̓ ακούειν.
εῦ γὰρ ίστε, παῖς εμὸς
212πράξας μὲν εῦ θαυμαστὸς ὰν γένοιτ̓ ανήρ,
213κακῶς δὲ πράξας, ουχ ὑπεύθυνος πόλει,
214σωθεὶς δ̓ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.

Χορός

215ού σε βουλόμεσθα, μῆτερ, ού τ̓ άγαν φοβεῖν λόγοις
216ού τε θαρσύνειν
θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,
217εί τι φλαῦρον εῖδες, αιτοῦ τῶνδ̓ αποτροπὴν τελεῖν,
218τὰ δ̓ αγάθ̓ εκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν
219καὶ πόλει φίλοις τε πᾶσι
δεύτερον δὲ χρὴ χοὰς
220Γῇ τε καὶ φθιτοῖς χέασθαι
πρευμενῶς δ̓ αιτοῦ τάδε,
221σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ιδεῖν κατ̓ ευφρόνην,
222εσθλά σοι πέμπειν τέκνῳ τε γῆς ένερθεν ες φάος,
223τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ

224ταῦτα θυμόμαντις ών σοι πρευμενῶς παρῄνεσα

225εῦ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι

226αλλὰ μὴν εύνους γ̓ πρῶτος τῶνδ̓ ενυπνίων κριτὴς
227παιδὶ καὶ δόμοις εμοῖσι τήνδ̓ εκύρωσας φάτιν

228εκτελοῖτο δὴ τὰ χρηστά
ταῦτα δ̓, ὡς εφίεσαι,
229πάντα θήσομεν θεοῖσι τοῖς τ̓ ένερθε γῆς φίλοις,
230εῦτ̓ ὰν εις οίκους μόλωμεν
κεῖνα δ̓ εκμαθεῖν θέλω,
231 φίλοι, ποῦ τὰς Αθήνας φασὶν ἱδρῦσθαι χθονός

Χορός

232τῆλε πρὸς δυσμαῖς άνακτος Ἡλίου φθινασμάτων.
233αλλὰ μὴν ίμειῤ εμὸς παῖς τήνδε θηρᾶσαι πόλιν

234πᾶσα γὰρ γένοιτ̓ ὰν Ἑλλὰς βασιλέως ὑπήκοος

235ὧδέ τις πάρεστιν αυτοῖς ανδροπλήθεια στρατοῦ

236καὶ στρατὸς τοιοῦτος, έρξας πολλὰ δὴ Μήδους κακά.

237καὶ τί πρὸς τούτοισιν άλλο;
πλοῦτος εξαρκὴς δόμοις;
238αργύρου πηγή τις αυτοῖς εστι, θησαυρὸς χθονός

239πότερα γὰρ τοξουλκὸς αιχμὴ διὰ χεροῖν αυτοῖς πρέπει

240 ουδαμῶς ·
έγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.
241τίς δὲ ποιμάνωρ έπεστι κἀπιδεσπόζει στρατῷ;

242ούτινος δοῦλοι κέκληνται φωτὸς ου δ̓ ὑπήκοοι

243πῶς ὰν οῦν μένοιεν άνδρας πολεμίους επήλυδας

244ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν.

245δεινά τοι λέγεις ιόντων τοῖς τεκοῦσι φροντίσαι

246αλλ̓ εμοὶ δοκεῖν τάχ̓ είσῃ πάντα νημερτῆ λόγον

247τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν,
248καὶ φέρει σαφές τι πρᾶγος εσθλὸν κακὸν κλύειν

Ἄγγελος

249 γῆς ἁπάσης Ασιάδος πολίσματα,
250 Περσὶς αῖα καὶ πολὺς πλούτου λιμήν,
251ὡς εν μιᾷ πληγῇ κατέφθαρται πολὺς
252όλβος, τὸ Περσῶν δ̓ άνθος οίχεται πεσόν

253ώμοι, κακὸν μὲν πρῶτον αγγέλλειν κακά·

254ὅμως δ̓ ανάγκη πᾶν αναπτύξαι πάθος,
255Πέρσαι·
στρατὸς γὰρ πᾶς όλωλε βαρβάρων

Χορός

256άνἰ άνια κακὰ
257νεόκοτα καὶ δάἰ ·.
αιαῖ,
258διαίνεσθε, Πέρσαι,
259τόδ̓ άχος κλύοντες

Ἄγγελος

260ὡς πάντα γ̓ έστ̓ εκεῖνα διαπεπραγμένα·
261αυτὸς δ̓ αέλπτως νόστιμον βλέπω φάος

Χορός

262 μακροβίοτος
263ὅδε γέ τις αιὼν εφάνθη
264γεραιοῖς, ακούειν
265τόδε πῆμ̓ άελπτον

Ἄγγελος

266καὶ μὴν παρών γε κοὐ λόγους άλλων κλύων,
267Πέρσαι, φράσαιμ̓ ὰν οῖ επορσύνθη κακά

Χορός

268οτοτοτοῖ, μάταν
269τὰ πολλὰ βέλεα παμμιγῆ
270γᾶς απ̓ Ασίδος ῆλθε δᾴ -
271αν εφ̓ Ἑλλάδα χώραν

Ἄγγελος

272πλήθουσι νεκρῶν δυσπότμως εφθαρμένων
273Σαλαμῖνος ακταὶ πᾶς τε πρόσχωρος τόπος

Χορός

274οτοτοτοῖ, φίλων
275ἁλίδονα μέλεα πολυβαφῆ
276κατθανόντα λέγεις φέρε -
277σθαι πλάγκτ̓ εν διπλάκεσσιν

Ἄγγελος

278ουδὲν γὰρ ήρκει τόξα, πᾶς δ̓ απώλλυτο
279στρατὸς δαμασθεὶς ναΐοισιν

Χορός

280ίυζ̓ άποτμον Πέρσαις
281δυσαιανῆ βοὰν
282δᾴοις, ὡς πάντα παγκάκως
283έφθισαν
αιαῖ στρατοῦ φθαρέντος.

Ἄγγελος

284 πλεῖστον έχθος όνομα Σαλαμῖνος κλύειν.
285φεῦ, τῶν Αθηνῶν ὡς στένω μεμνημένος

Χορός

286στυγναί γ̓ Αθᾶναι δᾴοις·
287μεμνῆσθαί τοι πάρα
288ὡς πολλὰς Περσίδων μάταν
289έκτισαν εύνιδας ηδ̓ ανάνδρους

Ἄτοσσα

290σιγῶ πάλαι δύστηνος εκπεπληγμένη
291κακοῖς
ὑπερβάλλει γὰρ ἥδε συμφορὰ
292τὸ μήτε λέξαι μήτ̓ ερωτῆσαι πάθη

293ὅμως δ̓ ανάγκη πημονὰς βροτοῖς φέρειν
294θεῶν διδόντων·
πᾶν δ̓ αναπτύξας πάθος
295λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως

296τίς ου τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν
297τῶν αρχελείων, όστ̓ επὶ σκηπτουχίᾳ
298ταχθεὶς άνανδρον τάξιν ηρήμου θανών

299Ξέρξης μὲν αυτὸς ζῇ τε καὶ βλέπει φάος

300εμοῖς μὲν εῖπας δώμασιν φάος μέγα
301καὶ λευκὸν ῆμαρ νυκτὸς εκ μελαγχίμου

302Αρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς
303στύφλους παῤ ακτὰς θείνεται Σιληνιῶν.

304χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς
305πήδημα κοῦφον εκ νεὼς αφήλατο

306Τενάγων τ̓ αριστεὺς Βακτρίων ιθαιγενὴς
307θαλασσόπληκτον νῆσον Αίαντος πολεῖ.

308Λίλαιος, Αρσάμης τε κἈργήστης τρίτος,
309οίδ̓ αμφὶ νῆσον τὴν πελειοθρέμμονα
310δινούμενοι κύρισσον ισχυρὰν χθόνα

311πηγαῖς τε Νείλου γειτονῶν Αιγυπτίου
312Αρκτεύς, Αδεύης, καὶ φερεσσάκης τρίτος
313Φαρνοῦχος, οἵδε ναὸς εκ μιᾶς πέσον

314Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,
315ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,
316πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα
317έτεγγ̓, αμείβων χρῶτα πορφυρέᾳ βαφῇ

318καὶ Μᾶγος Άραβος, Αρτάβης τε Βάκτριος,
319σκληρᾶς μέτοικος γῆς, εκεῖ κατέφθιτο

320Άμιστρις Αμφιστρεύς τε πολύπονον δόρυ
321νωμῶν, τ̓ εσθλὸς Αριόμαρδος Σάρδεσι
322πένθος παρασχών, Σεισάμης θ̓ Μύσιος,
323Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν
324ταγός, γένος Λυρναῖος, ευειδὴς ανήρ,
325κεῖται θανὼν δείλαιος ου μάλ̓ ευτυχῶς·

326Συέννεσίς τε πρῶτος εις ευψυχίαν,
327Κιλίκων άπαρχος, εἷς ανὴρ πλεῖστον πόνον
328εχθροῖς παρασχών ευκλεῶς απώλετο

329τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι

330πολλῶν παρόντων δ̓ ολίγ̓ απαγγέλλω κακά

Ἄτοσσα

331αιαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,
332αίσχη τε Πέρσαις καὶ λιγέα κωκύματα

333ατὰρ φράσον μοι τοῦτ̓ αναστρέψας πάλιν

334πόσον δὲ πλῆθος ῆν νεῶν Ἑλληνίδων,
335ώστ̓ αξιῶσαι Περσικῷ στρατεύματι
336μάχην συνάψαι ναΐοισιν εμβολαῖς

337πλήθους μὲν ὰν σάφ̓ ίσθ̓ ἕκατι βάρβαρον
338ναυσὶν κρατῆσαι
καὶ γὰρ Ἕλλησιν μὲν ῆν
339 πᾶς αριθμὸς ες τριακάδας δέκα
340ναῶν, δεκὰς δ̓ ῆν τῶνδε χωρὶς έκκριτος

341Ξέρξῃ δέ, καὶ γὰρ οῖδα, χιλιὰς μὲν ῆν
342ὧν ῆγε πλῆθος, αἱ δ̓ ὑπέρκοποι τάχει
343ἑκατὸν δὶς ῆσαν ἑπτά θ̓
ῶδ̓ έχει λόγος
344μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ

345αλλ̓ ὧδε δαίμων τις κατέφθειρε στρατόν,
346τάλαντα βρίσας ουκ ισορρόπῳ τύχῃ

347θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς

348έτ̓ ᾶῤ Αθηνῶν έστ̓ απόρθητος πόλις

349ανδρῶν γὰρ όντων ἕρκος εστὶν ασφαλές

350αρχὴ δὲ ναυσὶ συμβολῆς τίς ῆν, φράσον

351τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης,
352 παῖς εμός, πλήθει καταυχήσας νεῶν;

Ἄγγελος

353ῆρξεν μέν, δέσποινα, τοῦ παντὸς κακοῦ
354φανεὶς αλάστωρ κακὸς δαίμων ποθέν

355ανὴρ γὰρ Ἕλλην εξ Αθηναίων στρατοῦ
356ελθὼν έλεξε παιδὶ σῷ Ξέρξῃ τάδε,
357ὡς ει μελαίνης νυκτὸς ἵξεται κνέφας,
358Ἕλληνες ου μενοῖεν, αλλὰ σέλμασιν
359ναῶν επανθορόντες άλλος άλλοσε
360δρασμῷ κρυφαίῳ βίοτον εκσωσοίατο

361 δ̓ ευθὺς ὡς ήκουσεν, ου ξυνεὶς δόλον
362Ἕλληνος ανδρὸς ου δὲ τὸν θεῶν φθόνον,
363πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,
364εῦτ̓ ὰν φλέγων ακτῖσιν ἥλιος χθόνα
365λήξῃ, κνέφας δὲ τέμενος αιθέρος λάβῃ,
366τάξαι νεῶν στῖφος μὲν εν στοίχοις τρισὶν
367έκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους,
368άλλας δὲ κύκλῳ νῆσον Αίαντος πέριξ·

369ὡς ει μόρον φευξοίαθ̓ Ἕλληνες κακόν,
370ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,
371πᾶσιν στέρεσθαι κρατὸς ῆν προκείμενον

372τοσαῦτ̓ έλεξε κάρθ̓ υπ̓ ευθύμου φρενός

373ου γὰρ τὸ μέλλον εκ θεῶν ηπίστατο

374οἱ δ̓ ουκ ακόσμως, αλλὰ πειθάρχῳ φρενὶ
375δεῖπνόν τ̓ επορσύνοντο, ναυβάτης τ̓ ανὴρ
376τροποῦτο κώπην σκαλμὸν αμφ̓ ευήρετμον

377επεὶ δὲ φέγγος ἡλίου κατέφθιτο
378καὶ νὺξ επῄει, πᾶς ανὴρ κώπης άναξ
379ες ναῦν εχώρει πᾶς θ̓ ὅπλων επιστάτης

380τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς

381πλέουσι δ̓ ὡς ἕκαστος ῆν τεταγμένος,
382καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν
383ναῶν άνακτες πάντα ναυτικὸν λεών

384καὶ νὺξ εχώρει, κοὐ μάλ̓ Ἑλλήνων στρατὸς
385κρυφαῖον έκπλουν ουδαμῇ καθίστατο

386επεί γε μέντοι λευκόπωλος ἡμέρα
387πᾶσαν κατέσχε γαῖαν ευφεγγὴς ιδεῖν,
388πρῶτον μὲν ηχῇ κέλαδος Ἑλλήνων πάρα
389μολπηδὸν ηυφήμησεν, όρθιον δ̓ ἅμα
390αντηλάλαξε νησιώτιδος πέτρας
391ηχώ
φόβος δὲ πᾶσι βαρβάροις παρῆν
392γνώμης αποσφαλεῖσιν
ου γὰρ ὡς φυγῇ
393παιᾶν̓ εφύμνουν σεμνὸν Ἕλληνες τότε,
394αλλ̓ ες μάχην ὁρμῶντες ευψύχῳ θράσει

Ἄγγελος

395σάλπιγξ δ̓ αϋτῇ πάντ̓ εκεῖν̓ επέφλεγεν
396ευθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ
397έπαισαν ἅλμην βρύχιον εκ κελεύματος,
398θοῶς δὲ πάντες ῆσαν εκφανεῖς ιδεῖν

399τὸ δεξιὸν μὲν πρῶτον ευτάκτως κέρας
400ἡγεῖτο κόσμῳ, δεύτερον δ̓ πᾶς στόλος
401επεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν
402πολλὴν βοήν, παῖδες Ἑλλήνων ίτε,
403ελευθεροῦτε πατρίδ̓, ελευθεροῦτε δὲ
404παῖδας, γυναῖκας, θεῶν τέ πατρῴων ἕδη,
405θήκας τε προγόνων
νῦν ὑπὲρ πάντων αγών.
406καὶ μὴν παῤ ἡμῶν Περσίδος γλώσσης ῥόθος
407ὑπηντίαζε, κοὐκέτ̓ ῆν μέλλειν ακμή

408ευθὺς δὲ ναῦς εν νηὶ χαλκήρη στόλον
409έπαισεν
ῆρξε δ̓ εμβολῆς Ἑλληνικὴ
410ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς
411κόρυμβ̓, επ̓ άλλην δ̓ άλλος ηύθυνεν δόρυ

412τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ
413αντεῖχεν
ὡς δὲ πλῆθος εν στενῷ νεῶν
414ήθροιστ̓ αρωγὴ δ̓ ούτις αλλήλοις παρῆν,
415αυτοὶ δ̓ υφ̓ αὑτῶν εμβόλοις χαλκοστόμοις
416παίοντ̓, έθραυον πάντα κωπήρη στόλον,
417Ἑλληνικαί τε νῆες ουκ αφρασμόνως
418κύκλῳ πέριξ έθεινον, ὑπτιοῦτο δὲ
419σκάφη νεῶν, θάλασσα δ̓ ουκέτ̓ ῆν ιδεῖν,
420ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν

421ακταὶ δὲ νεκρῶν χοιράδες τ̓ επλήθυον,
422φυγῇ δ̓ ακόσμῳ πᾶσα ναῦς ηρέσσετο,
423ὅσαιπερ ῆσαν βαρβάρου στρατεύματος

424τοὶ δ̓ ὥστε θύννους ή τιν̓ ιχθύων βόλον
425αγαῖσι κωπῶν θραύμασίν τ̓ ερειπίων
426έπαιον, ερράχιζον·
οιμωγὴ δ̓ ὁμοῦ
427κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,
428ἕως κελαινῆς νυκτὸς όμμ̓ αφείλετο

429κακῶν δὲ πλῆθος, ου δ̓ ὰν ει δέκ̓ ήματα
430στοιχηγοροίην, ουκ ὰν εκπλήσαιμί σοι

431εῦ γὰρ τόδ̓ ίσθι, μηδάμ̓ ἡμέρᾳ μιᾷ
432πλῆθος τοσουτάριθμον ανθρώπων θανεῖν

Ἄτοσσα

433αιαῖ, κακῶν δὴ πέλαγος έρρωγεν μέγα
434Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει

435εῦ νυν τόδ̓ ίσθι, μηδέπω μεσοῦν κακόν

436τοιάδ̓ επ̓ αυτοῖς ῆλθε συμφορὰ πάθους
437ὡς τοῖσδε καὶ δὶς αντισηκῶσαι ῥοπῇ

438καὶ τίς γένοιτ̓ ὰν τῆσδ̓ έτ̓ εχθίων τύχη

439λέξον τίν̓ αῦ φὴς τήνδε συμφορὰν στρατῷ
440ελθεῖν κακῶν ῥέπουσαν ες τὰ μάσσονα

441Περσῶν ὅσοιπερ ῆσαν ακμαῖοι φύσιν,
442ψυχήν τ̓ άριστοι κεὐγένειαν εκπρεπεῖς,
443αυτῷ τ̓ άνακτι πίστιν εν πρώτοις αεί,
444τεθνᾶσιν αισχρῶς δυσκλεεστάτῳ μόρῳ.

445οὶ γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.

446ποίῳ μόρῳ δὲ τούσδε φὴς ολωλέναι

447νῆσός τις έστι πρόσθε Σαλαμῖνος τόπων,
448βαιά, δύσορμος ναυσίν, ἣν φιλόχορος
449Πὰν εμβατεύει, ποντίας ακτῆς έπι

450ενταῦθα πέμπει τούσδ̓, ὅπως, ὅταν νεῶν
451φθαρέντες εχθροὶ νῆσον εκσῳζοίατο,
452κτείνοιεν ευχείρωτον Ἑλλήνων στρατόν,
453φίλους δ̓ ὑπεκσῴζοιεν εναλίων πόρων,
454κακῶς τὸ μέλλον ἱστορῶν
ὡς γὰρ θεὸς
455ναῶν έδωκε κῦδος Ἕλλησιν μάχης,
456αυθημερὸν φράξαντες ευχάλκοις δέμας
457ὅπλοισι ναῶν εξέθρῳσκον
αμφὶ δὲ
458κυκλοῦντο πᾶσαν νῆσον, ώστ̓ αμηχανεῖν
459ὅποι τράποιντο
πολλὰ μὲν γὰρ εκ χερῶν
460πέτροισιν ηράσσοντο, τοξικῆς τ̓ άπο
461θώμιγγος ιοὶ προσπίτνοντές ώλλυσαν

462τέλος δ̓ εφορμηθέντες εξ ἑνὸς ῥόθου
463παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,
464ἕως ἁπάντων εξαπέφθειραν βίον

465Ξέρξης δ̓ ανῴμωξεν κακῶν ὁρῶν βάθος

466ἕδραν γὰρ εῖχε παντὸς ευαγῆ στρατοῦ,
467ὑψηλὸν όχθον άγχι πελαγίας ἁλός

468ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,
469πεζῷ παραγγείλας άφαρ στρατεύματι,
470ίησ̓ ακόσμῳ ξὺν φυγῇ.
τοιάνδε σοι
471πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν

Ἄτοσσα

472 στυγνὲ δαῖμον, ὡς άῤ έψευσας φρενῶν
473Πέρσας
πικρὰν δὲ παῖς εμὸς τιμωρίαν
474κλεινῶν Αθηνῶν ηὗρε, κοὐκ απήρκεσαν
475οὓς πρόσθε Μαραθὼν βαρβάρων απώλεσεν

476ὧν αντίποινα παῖς εμὸς πράξειν δοκῶν
477τοσόνδε πλῆθος πημάτων επέσπασεν

478σὺ δ̓ ειπέ, ναῶν αἳ πεφεύγασιν μόρον,
479ποῦ τάσδ̓ έλειπες
οῖσθα σημῆναι τορῶς

Ἄγγελος

480ναῶν γε ταγοὶ τῶν λελειμμένων σύδην
481κατ̓ οῦρον ουκ εύκοσμον αίρονται φυγήν

482στρατὸς δ̓ λοιπὸς έν τε Βοιωτῶν χθονὶ
483διώλλυθ̓, οἱ μὲν αμφὶ κρηναῖον γάνος
484δίψῃ πονοῦντες, οἱ δ̓ υπ̓ άσθματος κενοὶ
485διεκπερῶμεν ές τε Φωκέων χθόνα
486καὶ Δωρίδ̓ αῖαν, Μηλιᾶ τε κόλπον, οὗ
487Σπερχειὸς άρδει πεδίον ευμενεῖ ποτῷ·

488κἀντεῦθεν ἡμᾶς γῆς Αχαιίδος πέδον
489καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους
490βορᾶς εδέξαντ̓
ένθα δὴ πλεῖστοι θάνον
491δίψῃ τε λιμῷ τ̓
αμφότερα γὰρ ῆν τάδε
492Μαγνητικὴν δὲ γαῖαν ές τε Μακεδόνων
493χώραν αφικόμεσθ̓, επ̓ Αξίου πόρον,
494Βόλβης θ̓ ἕλειον δόνακα, Πάγγαιόν τ̓ όρος,
495Ηδωνίδ̓ αῖαν
νυκτὶ δ̓ εν ταύτῃ θεὸς
496χειμῶν̓ άωρον ῶρσε, πήγνυσιν δὲ πᾶν
497ῥέεθρον ἁγνοῦ Στρυμόνος
θεοὺς δέ τις
498τὸ πρὶν νομίζων ουδαμοῦ τότ̓ ηύχετο
499λιταῖσι, γαῖαν ουρανόν τε προσκυνῶν

500επεὶ δὲ πολλὰ θεοκλυτῶν επαύσατο
501στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον

502χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ
503ακτῖνας ὡρμήθη, σεσωσμένος κυρεῖ

504φλέγων γὰρ αυγαῖς λαμπρὸς ἡλίου κύκλος
505μέσον πόρον διῆκε, θερμαίνων φλογί

506πῖπτον δ̓ επ̓ αλλήλοισιν
ηυτύχει δέ τοι
507ὅστις τάχιστα πνεῦμ̓ απέρρηξεν βίου

508ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,
509Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,
510ἥκουσιν εκφυγόντες, ου πολλοί τινες,
511εφ̓ ἑστιοῦχον γαῖαν
ὡς στένειν πόλιν
512Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.

513ταῦτ̓ έστ̓ αληθῆ
πολλὰ δ̓ εκλείπω λέγων
514κακῶν Πέρσαις εγκατέσκηψεν θεός

Χορός

515 δυσπόνητε δαῖμον, ὡς άγαν βαρὺς
516ποδοῖν ενήλου παντὶ Περσικῷ γένει

517οὶ γὼ τάλαινα διαπεπραγμένου στρατοῦ·

518 νυκτὸς όψις εμφανὴς ενυπνίων,
519ὡς κάρτα μοι σαφῶς εδήλωσας κακά

520ὑμεῖς δὲ φαύλως αύτ̓ άγαν εκρίνατε

521ὅμως δ̓, επειδὴ τῇδ̓ εκύρωσεν φάτις
522ὑμῶν, θεοῖς μὲν πρῶτον εύξασθαι θέλω

523έπειτα Γῇ τε καὶ φθιτοῖς δωρήματα
524ἥξω λαβοῦσα πέλανον εξ οίκων εμῶν, -
525επίσταμαι μὲν ὡς επ̓ εξειργασμένοις,
526αλλ̓ ες τὸ λοιπὸν εί τι δὴ λῷον πέλοι.

527ὑμᾶς δὲ χρὴ πὶ τοῖσδε τοῖς πεπραγμένοις
528πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα

529καὶ παῖδ̓, εάν περ δεῦῤ εμοῦ πρόσθεν μόλῃ,
530παρηγορεῖτε, καὶ προπέμπετ̓ ες δόμους,
531μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν

Χορός

532 Ζεῦ βασιλεῦ, νῦν γὰρ Περσῶν
533τῶν μεγαλαύχων καὶ πολυάνδρων
534στρατιὰν ολέσας
535άστυ τὸ Σούσων ηδ̓ Αγβατάνων
536πένθει δνοφερῷ κατέκρυψας·

537πολλαὶ δ̓ αταλαῖς χερσὶ καλύπτρας
538κατερεικόμεναι
539διαμυδαλέοις δάκρυσι κόλπους
540τέγγουσ̓, άλγους μετέχουσαι

541αἱ δ̓ ἁβρόγοοι Περσίδες ανδρῶν
542ποθέουσαι ιδεῖν αρτιζυγίαν,
543λέκτρων ευνὰς ἁβροχίτωνας,
544χλιδανῆς ἥβης τέρψιν, αφεῖσαι,
545πενθοῦσι γόοις ακορεστοτάτοις

546κἀγὼ δὲ μόρον τῶν οιχομένων
547αίρω δοκίμως πολυπενθῆ

Χορός

548νῦν γὰρ δὴ πρόπασα μὲν στένει γαῖ̓
549Ασιὰς εκκενουμένα

550Ξέρξης μὲν άγαγεν, ποποῖ,
551Ξέρξης δ̓ απώλεσεν, τοτοῖ,
552Ξέρξης δὲ πάντ̓ επέσπε δυσφρόνως
553βαρίδεσσι ποντίαις

554τίπτε Δαρεῖος μὲν οὕ -
555τω τότ̓ αβλαβὴς επῆν
556τόξαρχος πολιήταις,
557Σουσίδαις φίλος άκτωρ

Χορός

558πεζούς τε γὰρ καὶ θαλασσίους
559λινόπτεροι κυανώπιδες
560νᾶες μὲν άγαγον, ποποῖ,
561νᾶες δ̓ απώλεσαν, τοτοῖ,
562νᾶες πανωλέθροισιν εμβολαῖς,
563αἵ τ̓ Ιαόνων χέρες

564τυτθὰ δ̓ εκφυγεῖν άνακτ̓
565αυτὸν εισακούομεν
566Θρῄκης ὰμ πεδιήρεις
567δυσχίμους τε κελεύθους

Χορός

568τοὶ δ̓ άρα πρωτόμοιροι, φεῦ,
569λειφθέντες πρὸς ανάγκας, ηέ,
570ακτὰς αμφὶ Κυχρείας, οᾶ,
571σύρονται
στένε καὶ δακνά -
572ζου, βαρὺ δ̓ αμβόασον
573ουράνἰ άχη, οᾶ

574τεῖνε δὲ δυσβάυκτον
575βοᾶτιν τάλαιναν αυδάν

Χορός

576γναπτόμενοι δὲ δίνᾳ, φεῦ,
577σκύλλονται πρὸς αναύδων, ηέ,
578παίδων τᾶς αμιάντου, οᾶ

579πενθεῖ δ̓ άνδρα δόμος στερη -
580θείς τοκέες τ̓ άπαιδες
581δαιμόνἰ άχη, οᾶ,
582δυρόμενοι γέροντες
583τὸ πᾶν δὴ κλύουσιν άλγος

Χορός

584τοὶ δ̓ ανὰ γᾶν Ασίαν δὴν
585ουκέτι περσονομοῦνται,
586ου δ̓ έτι δασμοφοροῦσιν
587δεσποσύνοισιν ανάγκαις,
588ου δ̓ ες γᾶν προπίτνοντες
589ἅζονται
βασιλεία
590γὰρ διόλωλεν ισχύς

Χορός

591ου δ̓ έτι γλῶσσα βροτοῖσιν
592εν φυλακαῖς·
λέλυται γὰρ
593λαὸς ελεύθερα βάζειν,
594ὡς ελύθη ζυγὸν αλκᾶς

595αἱμαχθεῖσα δ̓ άρουραν
596Αίαντος περικλύστα
597νᾶσος έχει τὰ Περσᾶν

Ἄτοσσα

598φίλοι, κακῶν μὲν ὅστις έμπειρος κυρεῖ,
599επίσταται βροτοῖσιν ὡς ὅταν κλύδων
600κακῶν επέλθῃ πάντα δειμαίνειν φιλεῖ

601ὅταν δ̓ δαίμων ευροῇ, πεποιθέναι
602τὸν αυτὸν αιεὶ δαίμον̓ ουριεῖν τύχην.

603εμοὶ γὰρ ήδη πάντα μὲν φόβου πλέα
604εν όμμασιν τἀνταῖα φαίνεται θεῶν,
605βοᾷ δ̓ εν ωσὶ κέλαδος ου παιώνιος

606τοία κακῶν έκπληξις εκφοβεῖ φρένας

607τοιγὰρ κέλευθον τήνδ̓ άνευ τ̓ οχημάτων
608χλιδῆς τε τῆς πάροιθεν εκ δόμων πάλιν
609έστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς
610φέρουσ̓, ἅπερ νεκροῖσι μειλικτήρια,
611βοός τ̓ αφ̓ ἁγνῆς λευκὸν εύποτον γάλα,
612τῆς τ̓ ανθεμουργοῦ στάγμα, παμφαὲς μέλι,
613λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,
614ακήρατόν τε μητρὸς αγρίας άπο
615ποτὸν παλαιᾶς αμπέλου γάνος τόδε·

616τῆς τ̓ αιὲν εν φύλλοισι θαλλούσης βίον
617ξανθῆς ελαίας καρπὸς ευώδης πάρα,
618άνθη τε πλεκτά, παμφόρου γαίας τέκνα,
619αλλ̓, φίλοι, χοαῖσι ταῖσδε νερτέρων
620ὕμνους επευφημεῖτε, τόν τε δαίμονα
621Δαρεῖον ανακαλεῖσθε, γαπότους δ̓ εγὼ
622τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς

Χορός

623βασίλεια γύναι, πρέσβος Πέρσαις,
624σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
625ἡμεῖς θ̓ ὕμνοις αιτησόμεθα
626φθιμένων πομποὺς
627εύφρονας εῖναι κατὰ γαίας

628αλλά, χθόνιοι δαίμονες ἁγνοί,
629Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τ̓ ενέρων,
630πέμψατ̓ ένερθεν ψυχὴν ες φῶς

631ει γάρ τι κακῶν άκος οῖδε πλέον,
632μόνος ὰν θνητῶν πέρας είποι

Χορός

633 ῥ̓ αίει μου μακαρίτας
634ισοδαίμων βασιλεὺς
635βάρβαῤ ασαφηνῆ
636ἱέντος τὰ παναίολ̓ αι -
637ανῆ δύσθροα βάγματ̓,
638παντάλαν̓ άχη διαβοάσω

639νέρθεν ᾶρα κλύει μου

Χορός

640αλλὰ σύ μοι Γᾶ τε καὶ άλλοι
641χθονίων ἁγεμόνες
642δαίμονα μεγαυχῆ
643ιόντ̓ αινέσατ̓ εκ δόμων,
644Περσᾶν Σουσιγενῆ θεόν·

645πέμπετε δ̓ άνω οἷον ούπω
646Περσὶς αῖ εκάλυψεν

Χορός

647 φίλος ἁνήρ, φίλος όχθος·
648φίλα γὰρ κέκευθεν ήθη

649Αιδωνεὺς δ̓ αναπομ -
650πὸς ανείης, Αιδωνεύς,
651θεῖον ανάκτορα Δαριᾶνα
ηέ .

Χορός

652ου δὲ γὰρ άνδρας ποτ̓ απώλλυ
653πολεμοφθόροισιν άταις,
654θεομήστωρ δ̓ εκικλή -
655σκετο Πέρσαις, θεομήστωρ δ̓
656έσκεν, επεὶ στρατὸν εῦ ποδούχει
ηέ .

Χορός

657βαλήν, αρχαῖος βαλήν,
658ίθι, ἱκοῦ

659έλθ̓ επ̓ άκρον κόρυμβον όχθου,
660κροκόβαπτον ποδὸς εύμαριν αείρων,
661βασιλείου τιάρας
662φάλαρον πιφαύσκων

663βάσκε πάτερ άκακε Δαριάν, οῖ

Χορός

664ὅπως αιανῆ κλύῃς
665νέα τ̓ άχη,
666δέσποτα δεσπότου φάνηθι

667Στυγία γάρ τις επ̓ αχλὺς πεπόταται

668νεολαία γὰρ ήδη
669κατὰ πᾶσ̓ όλωλεν

671βάσκε πάτερ άκακε Δαριάν, οῖ

672αιαῖ αιαῖ·

Χορός

673 πολύκλαυτε φίλοισι θανών, ?
674τί τάδε δυνάτα δυνάτα
676περὶ τᾷ σᾷ δίδυμα [διαγόεν] ἁμάρτια ;?

677πᾶσαι γᾷ τᾷδ̓
678εξέφθινται τρίσκαλμοι
679νᾶες άναες άναες

Εἴδωλον Δαρείου

681 πιστὰ πιστῶν ἥλικές θ̓ ἥβης εμῆς
682Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον

683στένει, κέκοπται, καὶ χαράσσεται πέδον

684λεύσσων δ̓ άκοιτιν τὴν εμὴν τάφου πέλας
685ταρβῶ, χοὰς δὲ πρευμενὴς εδεξάμην

686ὑμεῖς δὲ θρηνεῖτ̓ εγγὺς ἑστῶτες τάφου
687καὶ ψυχαγωγοῖς ορθιάζοντες γόοις
688οικτρῶς καλεῖσθέ μ̓
εστὶ δ̓ ουκ ευέξοδον,
689άλλως τε πάντως χοἰ κατὰ χθονὸς θεοὶ
690λαβεῖν αμείνους εισὶν μεθιέναι.

691ὅμως δ̓ εκείνοις ενδυναστεύσας εγὼ
692ἥκω
τάχυνε δ̓ ὡς άμεμπτος χρόνου
693τί εστι Πέρσαις νεοχμὸν εμβριθὲς κακόν

Χορός

694σέβομαι μὲν προσιδέσθαι,
695σέβομαι δ̓ αντία λέξαι
696σέθεν αρχαίῳ περὶ τάρβει

Δαρεῖος

697αλλ̓ επεὶ κάτωθεν ῆλθον σοῖς γόοις πεπεισμένος,
698μή τι μακιστῆρα μῦθον, αλλὰ σύντομον λέγων
699ειπὲ καὶ πέραινε πάντα, τὴν εμὴν αιδῶ μεθείς

Χορός

700δίεμαι μὲν χαρίσασθαι,
701δίεμαι δ̓ αντία φάσθαι,
702λέξας δύσλεκτα φίλοισιν

Δαρεῖος

703αλλ̓ επεὶ δέος παλαιὸν σοὶ φρενῶν ανθίσταται,
704τῶν εμῶν λέκτρων γεραιὰ ξύννομ̓ ευγενὲς γύναι,
705κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι
706λέξον
ανθρώπεια δ̓ άν τοι πήματ̓ ὰν τύχοι βροτοῖς
707πολλὰ μὲν γὰρ εκ θαλάσσης, πολλὰ δ̓ εκ χέρσου κακὰ
708γίγνεται θνητοῖς, μάσσων βίοτος ὴν ταθῇ, πρόσω.

709 βροτῶν πάντων ὑπερσχὼν όλβον ευτυχεῖ πότμῳ
710ὡς ἕως τ̓ έλευσσες αυγὰς ἡλίου ζηλωτὸς ὼν
711βίοτον ευαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,
712νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ιδεῖν βάθος

713πάντα γάρ, Δαρεῖ̓ ακούσῃ μῦθον εν βραχεῖ χρόνῳ

714διαπεπόρθηται τὰ Περσῶν πράγμαθ̓, ὡς ειπεῖν έπος

Δαρεῖος

715τίνι τρόπῳ; λοιμοῦ τις ῆλθε σκηπτὸς στάσις πόλει
716 ουδαμῶς ·
αλλ̓ αμφ̓ Αθήνας πᾶς κατέφθαρται στρατός
717τίς δ̓ εμῶν εκεῖσε παίδων εστρατηλάτει
φράσον
718θούριος Ξέρξης, κενώσας πᾶσαν ηπείρου πλάκα.

719πεζὸς ναύτης δὲ πεῖραν τήνδ̓ εμώρανεν τάλας

720 αμφότερα ·
διπλοῦν μέτωπον ῆν δυοῖν στρατευμάτοιν
721πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ήνυσεν περᾶν

722μηχαναῖς έζευξεν Ἕλλης πορθμόν, ώστ̓ έχειν πόρον

723καὶ τόδ̓ εξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν

724ῶδ̓ έχει
γνώμης δέ πού τις δαιμόνων ξυνήψατο
725φεῦ, μέγας τις ῆλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς

726ὡς ιδεῖν τέλος πάρεστιν οἷον ήνυσεν κακόν.

727καὶ τί δὴ πράξασιν αυτοῖς ῶδ̓ επιστενάζετε

728ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ώλεσε στρατόν

729ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί

730πρὸς τάδ̓ ὡς Σούσων μὲν άστυ πᾶν κενανδρίαν στένει.

731 πόποι κεδνῆς αρωγῆς κἀπικουρίας στρατοῦ.

732Βακτρίων δ̓ έρρει πανώλης δῆμος, ου δέ τις γέρων.

733 μέλεος, οἵαν άῤ ἥβην ξυμμάχων απώλεσεν

734μονάδα δὲ Ξέρξην έρημόν φασιν ου πολλῶν μέτα -

735πῶς τε δὴ καὶ ποῖ τελευτᾶν;

736άσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.

737καὶ πρὸς ήπειρον σεσῶσθαι τήνδε, τοῦτ̓ ετήτυμον;

738 ναί ·
λόγος κρατεῖ σαφηνὴς τοῦτό γ̓, ου δ̓ ένι στάσις

Δαρεῖος

739φεῦ, ταχεῖά γ̓ ῆλθε χρησμῶν πρᾶξις, ες δὲ παῖδ̓ εμὸν
740Ζεὺς απέσκηψεν τελευτὴν θεσφάτων
εγὼ δέ που
741διὰ μακροῦ χρόνου τάδ̓ ηύχουν εκτελευτήσειν θεούς

742αλλ̓ ὅταν σπεύδῃ τις αυτός, χὠ θεὸς συνάπτεται

743νῦν κακῶν έοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις

744παῖς δ̓ εμὸς τάδ̓ ου κατειδὼς ήνυσεν νέῳ θράσει

745ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν
746ήλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ·

747καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις
748περιβαλὼν πολλὴν κέλευθον ήνυσεν πολλῷ στρατῷ,
749θνητὸς ὼν θεῶν τε πάντων ῴετ̓, ουκ ευβουλίᾳ,
750καὶ Ποσειδῶνος κρατήσειν
πῶς τάδ̓ ου νόσος φρενῶν
751εῖχε παῖδ̓ εμόν
δέδοικα μὴ πολὺς πλούτου πόνος
752οὑμὸς ανθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή

753ταῦτά τοι κακοῖς ὁμιλῶν ανδράσιν διδάσκεται
754θούριος Ξέρξης
λέγουσι δ̓ ὡς σὺ μὲν μέγαν τέκνοις
755πλοῦτον εκτήσω ξὺν αιχμῇ, τὸν δ̓ ανανδρίας ὕπο
756ένδον αιχμάζειν, πατρῷον δ̓ όλβον ουδὲν αυξάνειν

757τοιάδ̓ εξ ανδρῶν ονείδη πολλάκις κλύων κακῶν
758τήνδ̓ εβούλευσεν κέλευθον καὶ στράτευμ̓ εφ̓ Ἑλλάδα

Δαρεῖος

759τοιγάρ σφιν έργον εστὶν εξειργασμένον
760μέγιστον, αείμνηστον, οἷον ουδέπω
761τόδ̓ άστυ Σούσων εξεκείνωσεν πεσόν,
762εξ οὗτε τιμὴν Ζεὺς άναξ τήνδ̓ ώπασεν,
763έν̓ άνδῤ ἁπάσης Ασίδος μηλοτρόφου
764ταγεῖν, έχοντα σκῆπτρον ευθυντήριον

765Μῆδος γὰρ ῆν πρῶτος ἡγεμὼν στρατοῦ

766άλλος δ̓ εκείνου παῖς τόδ̓ έργον ήνυσεν

767φρένες γὰρ αυτοῦ θυμὸν ῳακοστρόφουν

768τρίτος δ̓ απ̓ αυτοῦ Κῦρος, ευδαίμων ανήρ,
769άρξας έθηκε πᾶσιν ειρήνην φίλοις

770Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν εκτήσατο,
771Ιωνίαν τε πᾶσαν ήλασεν βίᾳ.

772θεὸς γὰρ ουκ ήχθηρεν, ὡς εύφρων έφυ

773Κύρου δὲ παῖς τέταρτος ηύθυνε στρατόν

774πέμπτος δὲ Μάρδος ῆρξεν, αισχύνη πάτρᾳ
775θρόνοισί τ̓ αρχαίοισι
τὸν δὲ σὺν δόλῳ
776Αρταφρένης έκτεινεν εσθλὸς εν δόμοις,
777ξὺν ανδράσιν φίλοισιν, οἷς τόδ̓ ῆν χρέος

778[ἕκτος δὲ Μάραφις, ἕβδομος δ̓ Αρταφρένης .]

779κἀγὼ πάλου τ̓ έκυρσα τοῦπερ ήθελον,
780κἀπεστράτευσα πολλὰ σὺν πολλῷ

781αλλ̓ ου κακὸν τοσόνδε προσέβαλον πόλει

782Ξέρξης δ̓ εμὸς παῖς ὼν νέος νέα φρονεῖ,
783κοὐ μνημονεύει τὰς εμὰς επιστολάς

784εῦ γὰρ σαφῶς τόδ̓ ίστ̓, εμοὶ ξυνήλικες,
785ἅπαντες ἡμεῖς, οἳ κράτη τάδ̓ έσχομεν,
786ουκ ὰν φανεῖμεν πήματ̓ έρξαντες τόσα

Χορός

787τί οῦν, άναξ Δαρεῖε, ποῖ καταστρέφεις
788λόγων τελευτήν;
πῶς ὰν εκ τούτων έτι
789πράσσοιμεν ὡς άριστα Περσικὸς λεώς

790ει μὴ στρατεύοισθ̓ ες τὸν Ἑλλήνων τόπον,
791μη δ̓ ει στράτευμα πλεῖον τὸ Μηδικόν.

792αυτὴ γὰρ γῆ ξύμμαχος κείνοις πέλει

793πῶς τοῦτ̓ έλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ

794κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους άγαν.

795αλλ̓ ευσταλῆ τοι λεκτὸν αροῦμεν στόλον

796αλλ̓ ου δ̓ μείνας νῦν εν Ἑλλάδος τόποις
797στρατὸς κυρήσει νοστίμου σωτηρίας

798πῶς εῖπας
ου γὰρ πᾶν στράτευμα βαρβάρων
799περᾷ τὸν Ἕλλης πορθμὸν Ευρώπης άπο

Δαρεῖος

800παῦροι γε πολλῶν, εί τι πιστεῦσαι θεῶν
801χρὴ θεσφάτοισιν, ες τὰ νῦν πεπραγμένα
802βλέψαντα·
συμβαίνει γὰρ ου τὰ μέν, τὰ δ̓ ού
803κεἴπερ τάδ̓ εστί, πλῆθος έκκριτον στρατοῦ
804λείπει κεναῖσιν ελπίσιν πεπεισμένος

805μίμνουσι δ̓ ένθα πεδίον Ασωπὸς ῥοαῖς
806άρδει, φίλον πίασμα Βοιωτῶν χθονί

807οὗ σφιν κακῶν ύψιστ̓ επαμμένει παθεῖν,
808ὕβρεως άποινα κἀθέων φρονημάτων

809οἳ γῆν μολόντες Ελλάδ̓ ου θεῶν βρέτη
810ῃδοῦντο συλᾶν ου δὲ πιμπράναι νεώς

811βωμοὶ δ̓ άιστοι, δαιμόνων θ̓ ἱδρύματα
812πρόρριζα φύρδην εξανέστραπται βάθρων.

813τοιγὰρ κακῶς δράσαντες ουκ ελάσσονα
814πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν
815κρηνὶς απέσβηκ̓ αλλ̓ έτ̓ εκπιδύεται.

816τόσος γὰρ έσται πέλανος αἱματοσφαγὴς
817πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο

818θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ
819άφωνα σημανοῦσιν όμμασιν βροτῶν
820ὡς ουχ ὑπέρφευ θνητὸν όντα χρὴ φρονεῖν

821ὕβρις γὰρ εξανθοῦσ̓ εκάρπωσεν στάχυν
822άτης, ὅθεν πάγκλαυτον εξαμᾷ θέρος

823τοιαῦθ̓ ὁρῶντες τῶνδε τἀπιτίμια
824μέμνησθ̓ Αθηνῶν Ἑλλάδος τε, μη δέ τις
825ὑπερφρονήσας τὸν παρόντα δαίμονα
826άλλων ερασθεὶς όλβον εκχέῃ μέγαν

827Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων άγαν
828φρονημάτων έπεστιν, εύθυνος βαρύς

829πρὸς ταῦτ̓ εκεῖνον, σωφρονεῖν κεχρημένον,
830πινύσκετ̓ ευλόγοισι νουθετήμασιν,
831λῆξαι θεοβλαβοῦνθ̓ ὑπερκόμπῳ θράσει

832σὺ δ̓, γεραιὰ μῆτερ Ξέρξου φίλη,
833ελθοῦσ̓ ες οίκους κόσμον ὅστις ευπρεπὴς
834λαβοῦσ̓ ὑπαντίαζε παιδί.
πάντα γὰρ
835κακῶν υπ̓ άλγους λακίδες αμφὶ σώματι
836στημορραγοῦσι ποικίλων εσθημάτων

837αλλ̓ αυτὸν ευφρόνως σὺ πράυνον λόγοις

838μόνης γάρ, οῖδα, σοῦ κλύων ανέξεται

839εγὼ δ̓ άπειμι γῆς ὑπὸ ζόφον κάτω

840ὑμεῖς δέ, πρέσβεις, χαίρετ̓, εν κακοῖς ὅμως
841ψυχῇ διδόντες ἡδονὴν καθ̓ ἡμέραν,
842ὡς τοῖς θανοῦσι πλοῦτος ουδὲν ωφελεῖ

Χορός

843 πολλὰ καὶ παρόντα καὶ μέλλοντ̓ έτι
844ήλγησ̓ ακούσας βαρβάροισι πήματα

845 δαῖμον, ὥς με πόλλ̓ εσέρχεται κακὰ
846άλγη, μάλιστα δ̓ ἥδε συμφορὰ δάκνει,
847ατιμίαν γε παιδὸς αμφὶ σώματι
848εσθημάτων κλύουσαν, νιν αμπέχει

849αλλ̓ εῖμι, καὶ λαβοῦσα κόσμον εκ δόμων
850ὑπαντιάζειν παιδί μου πειράσομαι

851ου γὰρ τὰ φίλτατ̓ εν κακοῖς προδώσομεν

Χορός

852 πόποι μεγάλας αγαθᾶς τε πο -
853λισσονόμου βιοτᾶς επεκύρσαμεν,
854εῦθ̓ γηραιὸς
855πανταρκὴς ακάκας
856άμαχος βασιλεὺς
857ισόθεος Δαρεῖος ᾶρχε χώρας

Χορός

858πρῶτα μὲν ευδοκίμους στρατιὰς απε -
859φαινόμεθ̓, ηδὲ νομίσματα πύργινα
860πάντ̓ επηύθυνε,
861νόστοι δ̓ εκ πολέμων
862απόνους απαθεῖς
863ανέρας εῦ πράσσοντας ᾶγον οίκους

Χορός

864ὅσσας δ̓ εἷλε πόλεις πόρον
865ου διαβὰς Ἅλυος ποταμοῖο,
866ου δ̓ αφ̓ ἑστίας συθείς,
867οἷαι Στρυμονίου πελά -
868γους Αχελωίδες εισὶ πάροικοι
869Θρῃκίων επαύλων

Χορός

871λίμνας τ̓ έκτοθεν αἳ κατὰ
872χέρσον εληλαμέναι πέρι πύργον
873τοῦδ̓ άνακτος άιον,
874Ἕλλας τ̓ αμφὶ πόρον πλατὺν
876ευχόμεναι, μυχία τε Προποντίς,
877καὶ στόμωμα Πόντου·

878νᾶσοί θ̓ αἳ κατὰ πρῶν̓
879ἅλιον περίκλυστοι
881τᾷδε γᾷ προσήμεναι
882οἵα Λέσβος ελαι -
883όφυτός τε Σάμος, Χίος
884ηδὲ Πάρος, Νάξος, Μύκο -
885νος, Τήνῳ τε συνάπτουσ̓
886Ανδρος αγχιγείτων,

887καὶ τὰς αγχιάλους
888εκράτυνε μεσάκτους,
889Λῆμνον, Ικάρου θ̓ ἕδος,
891καὶ Ῥόδον ηδὲ Κνίδον
892Κυπρίας τε πόλεις, Πάφον,
893ηδὲ Σόλους, Σαλαμῖνά τε,
894τᾶς νῦν ματρόπολις τῶνδ̓
896αιτία στεναγμῶν.

897καὶ τὰς ευκτεάνους κατὰ
898κλῆρον Ιαόνιον πολυάνδρους
899Ἑλλάνων εκράτει σφετέραις φρεσίν

901ακάματον δὲ παρῆν σθένος
902ανδρῶν τευχηστήρων
903παμμίκτων τ̓ επικούρων

904νῦν δ̓ ουκ αμφιλόγως
905θεότρεπτα τάδ̓ αῦ
906φέρομεν πολέμοισι
907δμαθέντες μεγάλως
908πλαγαῖσι ποντίαισιν

Ξέρξης

909ιώ,
910δύστηνος εγὼ στυγερᾶς μοίρας τῆσδε κυρήσας ατεκμαρτοτάτης,
911ὡς ωμοφρόνως δαίμων ενέβη
912Περσῶν γενεᾷ
τί πάθω τλήμων
913λέλυται γὰρ εμοὶ γυίων ῥώμη
914τήνδ̓ ἡλικίαν εσιδόντ̓ αστῶν

915είθ̓ όφελεν, Ζεῦ, κἀμὲ μετ̓ ανδρῶν
916τῶν οιχομένων
917θανάτου κατὰ μοῖρα καλύψαι

918οτοτοῖ, βασιλεῦ, στρατιᾶς αγαθῆς
919καὶ περσονόμου τιμῆς μεγάλης,
920κόσμου τ̓ ανδρῶν,
921οὓς νῦν δαίμων επέκειρεν.

922γᾶ δ̓ αιάζει τὰν εγγαίαν
923ἥβαν Ξέρξᾳ κταμέναν Ἅιδου
924σάκτορι Περσᾶν
ᾁδοβάται γὰρ
925πολλοὶ φῶτες, χώρας άνθος,
926τοξοδάμαντες, πάνυ ταρφύς τις
927μυριὰς ανδρῶν, εξέφθινται

928αιαῖ αιαῖ κεδνᾶς αλκᾶς.

929Ασία δὲ χθών, βασιλεῦ γαίας,
930αινῶς αινῶς
931επὶ γόνυ κέκλιται

Ξέρξης

932όδ̓ εγώ, οιοῖ, αιακτὸς
933μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ
934κακὸν άῤ εγενόμαν

935πρόσφθογγόν σοι νόστου τὰν
936κακοφάτιδα βοάν,
937κακομέλετον ιὰν
938Μαριανδυνοῦ θρηνητῆρος
939πέμψω πέμψω,
940πολύδακρυν ιαχάν

Ξέρξης

941ίετ̓ αιανῆ [καὶ] πάνδυρτον
942δύσθροον αυδάν
δαίμων γὰρ όδ̓ αῦ
943μετάτροπος επ̓ εμοί.

944ἥσω τοι τὰν πάνδυρτον,
945σὰ πάθη τε σέβων
946ἁλίτυπά τε βάρη,
947πόλεως γέννας πενθητῆρος

948κλάγξω κλάγξω
949δὲ γόον αρίδακρυν

Ξέρξης

950Ιάνων γὰρ απηύρα,
951Ιάνων ναύφρακτος
952Άρης ἑτεραλκὴς
953νυχίαν πλάκα κερσάμενος
954δυσδαίμονά τ̓ ακτάν

955οιοιοῖ βόα καὶ πάντ̓ εκπεύθου
-
956ποῦ δὲ φίλων άλλος όχλος,
957ποῦ δέ σοι παραστάται,
958οἷος ῆν Φαρανδάκης,
959Σούσας, Πελάγων, [καὶ] Δοτάμας, ηδ̓ Α -
960γδαβάτας, Ψάμμις, Σουσισκάνης τ̓
961Αγβάτανα λιπών;

Ξέρξης

962ολοοὺς απέλειπον
963Τυρίας εκ ναὸς
964έρροντας επ̓ ακταῖς
965Σαλαμινιάσι στυφελοῦ
966θείνοντας επ̓ ακτᾶς

967οιοιοῖ, βόα
ποῦ σοι Φαρνοῦχος
968Αριόμαρδός τ̓ αγαθός,
969ποῦ δὲ Σευάλκης άναξ,
970 Λίλαιος ευπάτωρ,
971Μέμφις, Θάρυβις, καὶ Μασίστρας,
972Αρτεμβάρης τ̓ ηδ̓ Ὑσταίχμας;

973τάδε σ̓ επανερόμαν

Ξέρξης

974ιὼ ιώ μοί μοι
975τὰς ωγυγίους κατιδόντες
976στυγνὰς Αθάνας πάντες ἑνὶ πιτύλῳ,
977εὴ εή, τλάμονες ασπαίρουσι χέρσῳ

978 καὶ τὸν Περσᾶν αυτοῦ
979τὸν σὸν πιστὸν πάντ̓ οφθαλμὸν
980μυρία μυρία πεμπαστὰν
981Βατανώχου παῖδ̓ Άλπιστον
982τοῦ Σησάμα τοῦ Μεγαβάτα,
983Πάρθον τε μέγαν τ̓ Οιβάρην
984έλιπες έλιπες

985 δᾴων.

986Πέρσαις αγαυοῖς κακὰ πρόκακα λέγεις

987ιὼ ιὼ δῆτα
988ίυγγ̓ αγαθῶν ἑτάρων μοι [ὑπομιμνήσκεις]
989κινεῖς άλαστα στυγνὰ πρόκακα λέγων

991βοᾷ βοᾷ μοι μελέων έντοσθεν ῆτορ

992καὶ μὴν άλλους γε ποθοῦμεν,
993Μάρδων ανδρῶν μυριοταγὸν
994Ξάνθιν άρειόν τ̓ Αγχάρην,
995Δίαιξίν τ̓ ηδ̓ Αρσάκην
996ἱππιάνακτας,
997Κηγδαδάταν καὶ Λυθίμναν
998Τόλμον τ̓ αιχμᾶς ακόρεστον

999έταφον έταφον,
1000ουκ αμφὶ σκηναῖς
1001τροχηλάτοισιν όπιθεν ἑπομένους

Ξέρξης

1002βεβᾶσι γὰρ τοίπερ αγρέται στρατοῦ.
1003βεβᾶσιν, οί, νώνυμοι

1004ιὴ ιή, ιὼ ιώ.

1005ιὼ ιώ, δαίμονες,
1006έθεθ̓ άελπτον κακὸν
1007διαπρέπον, οἷον δέδορκεν Άτα

Ξέρξης

1008πεπλήγμεθ̓ οἵᾳ δἰ αιῶνος τύχᾳ·
1009 πεπλήγμεθ̓
εύδηλα γάρ·
1010νέᾳ νέᾳ δύᾳ δύᾳ.

1011κύρσαντες ουκ ευτυχῶς Ιάνων ναυβατᾶν.

1012δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.

Ξέρξης

1014πῶς δ̓ ού; στρατὸν μὲν τοσοῦ -
1015τον τάλας πέπληγμαι

1016τί δ̓ ούκ;
όλωλεν μεγάλως τὰ Περσᾶν
1017ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς εμᾶς στολᾶς

1018ὁρῶ ὁρῶ

1019τόνδε τ̓ οιστοδέγμονα -

1021τί τόδε λέγεις σεσωσμένον

1022θησαυρὸν βελέεσσιν;

1023βαιά γ̓ ὡς απὸ πολλῶν.

1024εσπανίσμεθ̓ αρωγῶν

1025Ιάνων λαὸς ου φυγαίχμας.

Ξέρξης

1026 αγανόρειος ·
1027κατεῖδον δὲ πῆμ̓ άελπτον

1028τραπέντα ναύφρακτον ερεῖς ὅμιλον

1029πέπλον δ̓ επέρρηξ̓ επὶ συμφορᾷ κακοῦ

1031παπαῖ παπαῖ

1032καὶ πλέον παπαῖ μὲν οῦν.

1033δίδυμα γάρ εστι καὶ τριπλᾶ -
1034λυπρά, χάρματα δ̓ εχθροῖς.

1035καὶ σθένος γ̓ εκολούσθη -
1036γυμνός ειμι προπομπῶν

1037φίλων άταισι ποντίαισιν·

Ξέρξης

1038δίαινε δίαινε πῆμα πρὸς δόμους δ̓ ίθι
1039αιαῖ αιαῖ, δύα δύα.

1040βόα νυν αντίδουπά μοι

1041δόσιν κακὰν κακῶν κακοῖς.

1042ίυζε μέλος ὁμοῦ τιθείς

1043 οτοτοτοτοῖ .

1044βαρεῖά γ̓ ἅδε συμφορά.

1045οὶ μάλα καὶ τόδ̓ αλγῶ

Ξέρξης

1046έρεσσ̓ έρεσσε καὶ στέναζ̓ εμὴν χάριν
1047διαίνομαι γοεδνὸς ών

1048βόα νυν αντίδουπά μοι

1049μέλειν πάρεστι, δέσποτα

1050επορθίαζέ νυν γόοις

1051 οτοτοτοτοῖ .

1052μέλαινα δ̓ αμμεμείξεται,
1053οί, στονόεσσα πλαγά

Ξέρξης

1054καὶ στέρν̓ άρασσε κἀπιβόα τὸ Μύσιον
1055άνἰ άνια.

1056καί μοι γενείου πέρθε λευκήρη τρίχα

1057άπριγδ̓ άπριγδα μάλα γοεδνά.

1058αύτει δ̓ οξύ

1059καὶ τάδ̓ έρξω

Ξέρξης

1060πέπλον δ̓ έρεικε κολπίαν ακμῇ χερῶν
1061άνἰ άνια.

1062καὶ ψάλλ̓ έθειραν καὶ κατοίκτισαι στρατόν

1063άπριγδ̓ άπριγδα μάλα γοεδνά.

1064διαίνου δ̓ όσσε

1065τέγγομαί τοι

Ξέρξης

1066βόα νυν αντίδουπά μοι
1067οιοῖ οιοῖ.

1068αιακτὸς ες δόμους κίε

1069ιὼ ιώ, [Περσὶς αῖα δύσβατος].
ιὼ ιώ, Περσὶς αῖα δύσβατος.
1071ιὴ ιὴ τρισκάλμοισιν, ιὴ ιή, βάρισιν ολόμενοι.

1076πέμψω τοί σε δυσθρόοις γόοις