Sophocles

Œdipus Rex    —    Οἰδίπους τύραννος

1 τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή,
2τίνας ποθ᾽ ἕδρας τάσδε μοι θοάζετε
3ἱκτηρίοις κλάδοισιν εξεστεμμένοι

4πόλις δ᾽ ὁμοῦ μὲν θυμιαμάτων γέμει,
5ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων

6ἁγὼ δικαιῶν μὴ παρ᾽ αγγέλων, τέκνα,
7άλλων ακούειν αυτὸς ὧδ᾽ ελήλυθα,
8 πᾶσι κλεινὸς Οιδίπους καλούμενος

9αλλ᾽ γεραιέ, φράζ᾽, επεὶ πρέπων έφυς
10πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε,
11δείσαντες στέρξαντες
ὡς θέλοντος ὰν
12εμοῦ προσαρκεῖν πᾶν:
δυσάλγητος γὰρ ὰν
13είην τοιάνδε μὴ ου κατοικτίρων ἕδραν

14αλλ᾽ κρατύνων Οιδίπους χώρας εμῆς,
15ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα
16βωμοῖσι τοῖς σοῖς:
οἱ μὲν ουδέπω μακρὰν
17πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς,
18ἱερῆς, εγὼ μὲν Ζηνός, οἵδε τ᾽ ῃθέων
19λεκτοί:
τὸ δ᾽ άλλο φῦλον εξεστεμμένον
20αγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς
21ναοῖς, επ᾽ Ισμηνοῦ τε μαντείᾳ σποδῷ

22πόλις γάρ, ὥσπερ καὐτὸς εισορᾷς, άγαν
23ήδη σαλεύει κἀνακουφίσαι κάρα
24βυθῶν έτ᾽ ουχ οἵα τε φοινίου σάλου,
25φθίνουσα μὲν κάλυξιν εγκάρποις χθονός,
26φθίνουσα δ᾽ αγέλαις βουνόμοις τόκοισί τε
27αγόνοις γυναικῶν:
εν δ᾽ πυρφόρος θεὸς
28σκήψας ελαύνει, λοιμὸς έχθιστος, πόλιν,
29ὑφ᾽ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ᾽
30Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται

31θεοῖσι μέν νυν ουκ ισούμενόν σ᾽ εγὼ
32ου δ᾽ οἵδε παῖδες ἑζόμεσθ᾽ εφέστιοι,
33ανδρῶν δὲ πρῶτον έν τε συμφοραῖς βίου
34κρίνοντες έν τε δαιμόνων συναλλαγαῖς

35ὅς γ᾽ εξέλυσας άστυ Καδμεῖον μολὼν
36σκληρᾶς αοιδοῦ δασμὸν ὃν παρείχομεν,
37καὶ ταῦθ᾽ ὑφ᾽ ἡμῶν ουδὲν εξειδὼς πλέον
38ου δ᾽ εκδιδαχθείς, αλλὰ προσθήκῃ θεοῦ
39λέγει νομίζει θ᾽ ἡμὶν ορθῶσαι βίον

40νῦν τ᾽, κράτιστον πᾶσιν Οιδίπου κάρα,
41ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι
42αλκήν τιν᾽ εὑρεῖν ἡμίν, είτε του θεῶν
43φήμην ακούσας είτ᾽ απ᾽ ανδρὸς οῖσθά του:

44ὡς τοῖσιν εμπείροισι καὶ τὰς ξυμφορὰς
45ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.

46ίθ᾽, βροτῶν άριστ᾽, ανόρθωσον πόλιν,
47ίθ᾽, ευλαβήθηθ᾽
ὡς σὲ νῦν μὲν ἥδε γῆ
48σωτῆρα κλῄζει τῆς πάρος προθυμίας:

49αρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα
50στάντες τ᾽ ες ορθὸν καὶ πεσόντες ὕστερον

51αλλ᾽ ασφαλείᾳ τήνδ᾽ ανόρθωσον πόλιν

52όρνιθι γὰρ καὶ τὴν τότ᾽ αισίῳ τύχην
53παρέσχες ἡμῖν, καὶ τανῦν ίσος γενοῦ

54ὡς είπερ άρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς,
55ξὺν ανδράσιν κάλλιον κενῆς κρατεῖν:

56ὡς ουδέν εστιν ού τε πύργος ού τε ναῦς
57έρημος ανδρῶν μὴ ξυνοικούντων έσω.

58 παῖδες οικτροί, γνωτὰ κοὐκ άγνωτά μοι
59προσήλθεθ᾽ ἱμείροντες
εῦ γὰρ οῖδ᾽ ὅτι
60νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς εγὼ
61ουκ έστιν ὑμῶν ὅστις εξ ίσου νοσεῖ.

62τὸ μὲν γὰρ ὑμῶν άλγος εις ἕν᾽ έρχεται
63μόνον καθ᾽ αὑτὸν κοὐδέν᾽ άλλον, δ᾽ εμὴ
64ψυχὴ πόλιν τε κἀμὲ καὶ σ᾽ ὁμοῦ στένει.

65ὥστ᾽ ουχ ὕπνῳ γ᾽ εὕδοντά μ᾽ εξεγείρετε,
66αλλ᾽ ίστε πολλὰ μέν με δακρύσαντα δή,
67πολλὰς δ᾽ ὁδοὺς ελθόντα φροντίδος πλάνοις:

68ἣν δ᾽ εῦ σκοπῶν ηὕρισκον ίασιν μόνην,
69ταύτην έπραξα
παῖδα γὰρ Μενοικέως
70Κρέοντ᾽, εμαυτοῦ γαμβρόν, ες τὰ Πυθικὰ
71έπεμψα Φοίβου δώμαθ᾽, ὡς πύθοιθ᾽ τι
72δρῶν τί φωνῶν τήνδε ῥυσαίμην πόλιν

73καί μ᾽ ῆμαρ ήδη ξυμμετρούμενον χρόνῳ
74λυπεῖ τί πράσσει
τοῦ γὰρ εικότος πέρα
75άπεστι πλείω τοῦ καθήκοντος χρόνου

76ὅταν δ᾽ ἵκηται, τηνικαῦτ᾽ εγὼ κακὸς
77μὴ δρῶν ὰν είην πάνθ᾽ ὅσ᾽ ὰν δηλοῖ θεός

78αλλ᾽ εις καλὸν σύ τ᾽ εῖπας οἵδε τ᾽ αρτίως
79Κρέοντα προσστείχοντα σημαίνουσί μοι

80ῶναξ Άπολλον, ει γὰρ εν τύχῃ γέ τῳ
81σωτῆρι βαίη λαμπρὸς ὥσπερ όμματι
82αλλ᾽ εικάσαι μέν, ἡδύς:
ου γὰρ ὰν κάρα
83πολυστεφὴς ὧδ᾽ εἷρπε παγκάρπου δάφνης

84τάχ᾽ εισόμεσθα
ξύμμετρος γὰρ ὡς κλύειν.
85άναξ, εμὸν κήδευμα, παῖ Μενοικέως,
86τίν᾽ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων

87 εσθλήν :
λέγω γὰρ καὶ τὰ δύσφορ᾽, ει τύχοι
88κατ᾽ ορθὸν εξελθόντα, πάντ᾽ ὰν ευτυχεῖν

89έστιν δὲ ποῖον τοὔπος
ού τε γὰρ θρασὺς ού τ᾽
90οῦν προδείσας ειμὶ τῷ γε νῦν λόγῳ

91ει τῶνδε χρῄζεις πλησιαζόντων κλύειν,
92ἕτοιμος ειπεῖν, είτε καὶ στείχειν έσω.

93ες πάντας αύδα
τῶνδε γὰρ πλέον φέρω
94τὸ πένθος καὶ τῆς εμῆς ψυχῆς πέρι.

95λέγοιμ᾽ ὰν οἷ᾽ ήκουσα τοῦ θεοῦ πάρα

96άνωγεν ἡμᾶς Φοῖβος εμφανῶς άναξ
97μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ
98εν τῇδ᾽, ελαύνειν μη δ᾽ ανήκεστον τρέφειν

99ποίῳ καθαρμῷ;
τίς τρόπος τῆς ξυμφορᾶς;
100ανδρηλατοῦντας φόνῳ φόνον πάλιν
101λύοντας, ὡς τόδ᾽ αἷμα χειμάζον πόλιν.

102ποίου γὰρ ανδρὸς τήνδε μηνύει τύχην

103ῆν ἡμίν, ῶναξ, Λάϊός ποθ᾽ ἡγεμὼν
104γῆς τῆσδε, πρὶν σὲ τήνδ᾽ απευθύνειν πόλιν

105έξοιδ᾽ ακούων
ου γὰρ εισεῖδόν γέ πω
106τούτου θανόντος νῦν επιστέλλει σαφῶς
107τοὺς αυτοέντας χειρὶ τιμωρεῖν τινας

108οἳ δ᾽ εισὶ ποῦ γῆς
ποῦ τόδ᾽ εὑρεθήσεται
109ίχνος παλαιᾶς δυστέκμαρτον αιτίας

110εν τῇδ᾽ έφασκε γῇ:
τὸ δὲ ζητούμενον
111ἁλωτόν, εκφεύγειν δὲ τἀμελούμενον.

112πότερα δ᾽ εν οίκοις ν αγροῖς Λάϊος
113 γῆς επ᾽ άλλης τῷδε συμπίπτει φόνῳ

114θεωρός, ὡς έφασκεν, εκδημῶν, πάλιν
115πρὸς οῖκον ουκέθ᾽ ἵκεθ᾽, ὡς απεστάλη

116ου δ᾽ άγγελός τις ου δὲ συμπράκτωρ ὁδοῦ
117κατεῖδ᾽, ὅτου τις εκμαθὼν εχρήσατ᾽ άν

118θνῄσκουσι γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼν
119ὧν εῖδε πλὴν ἓν ουδὲν εῖχ᾽ ειδὼς φράσαι.

120τὸ ποῖον;
ἓν γὰρ πόλλ᾽ ὰν εξεύροι μαθεῖν,
121αρχὴν βραχεῖαν ει λάβοιμεν ελπίδος

122λῃστὰς έφασκε συντυχόντας ου μιᾷ
123ῥώμῃ κτανεῖν νιν, αλλὰ σὺν πλήθει χερῶν

124πῶς οῦν λῃστής, εί τι μὴ ξὺν αργύρῳ
125επράσσετ᾽ ενθένδ᾽, ες τόδ᾽ ὰν τόλμης έβη

126δοκοῦντα ταῦτ᾽ ῆν
Λαΐου δ᾽ ολωλότος
127ουδεὶς αρωγὸς εν κακοῖς εγίγνετο

128κακὸν δὲ ποῖον εμποδών, τυραννίδος
129οὕτω πεσούσης, εῖργε τοῦτ᾽ εξειδέναι

130 ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖν
131μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο

132αλλ᾽ εξ ὑπαρχῆς αῦθις αύτ᾽ εγὼ φανῶ

133επαξίως γὰρ Φοῖβος, αξίως δὲ σὺ
134πρὸ τοῦ θανόντος τήνδ᾽ έθεσθ᾽ επιστροφήν:

135ὥστ᾽ ενδίκως όψεσθε κἀμὲ σύμμαχον
136γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θ᾽ ἅμα.

137ὑπὲρ γὰρ ουχὶ τῶν απωτέρω φίλων,
138αλλ᾽ αυτὸς αὑτοῦ τοῦτ᾽ αποσκεδῶ μύσος.

139ὅστις γὰρ ῆν εκεῖνον κτανών, τάχ᾽ ὰν
140κἄμ᾽ ὰν τοιαύτῃ χειρὶ τιμωροῦνθ᾽ ἕλοι

141κείνῳ προσαρκῶν οῦν εμαυτὸν ωφελῶ

142αλλ᾽ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων
143ἵστασθε, τούσδ᾽ άραντες ἱκτῆρας κλάδους,
144άλλος δὲ Κάδμου λαὸν ὧδ᾽ αθροιζέτω,
145ὡς πᾶν εμοῦ δράσοντος
γὰρ ευτυχεῖς
146σὺν τῷ θεῷ φανούμεθ᾽ πεπτωκότες.

147 παῖδες, ἱστώμεσθα
τῶνδε γὰρ χάριν
148καὶ δεῦρ᾽ έβημεν ὧν ὅδ᾽ εξαγγέλλεται

149Φοῖβος δ᾽ πέμψας τάσδε μαντείας ἅμα
150σωτήρ δ᾽ ἵκοιτο καὶ νόσου παυστήριος

151 Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου
152Πυθῶνος αγλαὰς έβας
153Θήβας
εκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων,
154ιήιε Δάλιε Παιάν,
155αμφὶ σοὶ ἁζόμενος τί μοι νέον
156 περιτελλομέναις ὥραις πάλιν εξανύσεις χρέος.

157ειπέ μοι, χρυσέας τέκνον Ελπίδος, άμβροτε Φάμα

158πρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, άμβροτ᾽ Αθάνα
161γαιάοχόν τ᾽ αδελφεὰν
162Άρτεμιν, κυκλόεντ᾽ αγορᾶς θρόνον ευκλέα
163θάσσει,
164καὶ Φοῖβον ἑκαβόλον, ιὼ
165τρισσοὶ αλεξίμοροι προφάνητέ μοι, εί ποτε καὶ προτέρας άτας ὕπερ ορνυμένας πόλει
166ηνύσατ᾽ εκτοπίαν φλόγα πήματος, έλθετε καὶ νῦν.

167 πόποι, ανάριθμα γὰρ φέρω
168πήματα
νοσεῖ δέ μοι πρόπας στόλος, ου δ᾽ ένι φροντίδος έγχος
171 τις αλέξεται
ού τε γὰρ έκγονα
172κλυτᾶς χθονὸς αύξεται ού τε τόκοισιν
173ιηίων καμάτων ανέχουσι γυναῖκες

174άλλον δ᾽ ὰν άλλῳ προσίδοις ἅπερ εύπτερον όρνιν
176κρεῖσσον αμαιμακέτου πυρὸς όρμενον
177ακτὰν πρὸς ἑσπέρου θεοῦ.

178ὧν πόλις ανάριθμος όλλυται

179νηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται ανοίκτως

181εν δ᾽ άλοχοι πολιαί τ᾽ έπι ματέρες
182αχὰν παραβώμιον άλλοθεν άλλαν
183λυγρῶν πόνων ἱκετῆρες επιστενάχουσιν.

184παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος
186ὧν ὕπερ, χρυσέα θύγατερ Διός,
187ευῶπα πέμψον αλκάν

188Άρεά τε τὸν μαλερόν, ὃς νῦν άχαλκος ασπίδων
191φλέγει με περιβόατον, αντιάζω
192παλίσσυτον δράμημα νωτίσαι πάτρας
193έπουρον, είτ᾽ ες μέγαν θάλαμον Αμφιτρίτας
194είτ᾽ ες τὸν απόξενον ὅρμων
196Θρῄκιον κλύδωνα:

197τελεῖν γὰρ εί τι νὺξ αφῇ,
198τοῦτ᾽ επ᾽ ῆμαρ έρχεται

199τόν, τᾶν πυρφόρων
200αστραπᾶν κράτη νέμων,
201 Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ

202Λύκει᾽ άναξ, τά τε σὰ χρυσοστρόφων απ᾽ αγκυλᾶν
203βέλεα θέλοιμ᾽ ὰν αδάματ᾽ ενδατεῖσθαι
204αρωγὰ προσταχθέντα τάς τε πυρφόρους
206Αρτέμιδος αίγλας, ξὺν αἷς Λύκι᾽ όρεα διᾴσσει

207τὸν χρυσομίτραν τε κικλήσκω,
208τᾶσδ᾽ επώνυμον γᾶς,
211οινῶπα Βάκχον εύιον,
212Μαινάδων ὁμόστολον,
213πελασθῆναι φλέγοντ᾽
214αγλαῶπι ¯ ? ¯ πεύκᾳ πὶ
215τὸν απότιμον εν θεοῖς θεόν

216 αιτεῖς
δ᾽ αιτεῖς, τἄμ᾽ εὰν θέλῃς έπη
217κλύων δέχεσθαι τῇ νόσῳ θ᾽ ὑπηρετεῖν,
218αλκὴν λάβοις ὰν κἀνακούφισιν κακῶν:

219ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ᾽ εξερῶ,
220ξένος δὲ τοῦ πραχθέντος
ου γὰρ ὰν μακρὰν
221ίχνευον αυτός, μὴ ουκ έχων τι σύμβολον,
222νῦν δ᾽ ὕστερος γὰρ αστὸς εις αστοὺς τελῶ,
223ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε

224ὅστις ποθ᾽ ὑμῶν Λάϊον τὸν Λαβδάκου
225κάτοιδεν ανδρὸς εκ τίνος διώλετο,
226τοῦτον κελεύω πάντα σημαίνειν εμοί:

227κεἰ μὲν φοβεῖται, τοὐπίκλημ᾽ ὑπεξελεῖν
228αυτὸν καθ᾽ αὑτοῦ
πείσεται γὰρ άλλο μὲν
229αστεργὲς ουδέν
γῆς δ᾽ άπεισιν ασφαλής
230ει δ᾽ αῦ τις άλλον οῖδεν εξ άλλης χθονὸς
231τὸν αυτόχειρα, μὴ σιωπάτω
τὸ γὰρ
232κέρδος τελῶ γὼ χἠ χάρις προσκείσεται

233ει δ᾽ αῦ σιωπήσεσθε, καί τις φίλου
234δείσας απώσει τοὔπος χαὐτοῦ τόδε,
235ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν εμοῦ

236τὸν άνδρ᾽ απαυδῶ τοῦτον, ὅστις εστί, γῆς
237τῆσδ᾽, ἧς εγὼ κράτη τε καὶ θρόνους νέμω,
238μήτ᾽ εισδέχεσθαι μήτε προσφωνεῖν τινα,
239μήτ᾽ εν θεῶν ευχαῖσι μήτε θύμασιν
240κοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν

241ωθεῖν δ᾽ απ᾽ οίκων πάντας, ὡς μιάσματος
242τοῦδ᾽ ἡμὶν όντος, ὡς τὸ Πυθικὸν θεοῦ
243μαντεῖον εξέφηνεν αρτίως εμοί.

244εγὼ μὲν οῦν τοιόσδε τῷ τε δαίμονι
245τῷ τ᾽ ανδρὶ τῷ θανόντι σύμμαχος πέλω

246κατεύχομαι δὲ τὸν δεδρακότ᾽, είτε τις
247εἷς ὼν λέληθεν είτε πλειόνων μέτα,
248κακὸν κακῶς νιν άμορον εκτρῖψαι βίον:

249επεύχομαι δ᾽, οίκοισιν ει ξυνέστιος
250εν τοῖς εμοῖς γένοιτ᾽ εμοῦ συνειδότος,
251παθεῖν ἅπερ τοῖσδ᾽ αρτίως ηρασάμην

252ὑμῖν δὲ ταῦτα πάντ᾽ επισκήπτω τελεῖν,
253ὑπέρ τ᾽ εμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε
254γῆς ὧδ᾽ ακάρπως κἀθέως εφθαρμένης.

255ου δ᾽ ει γὰρ ῆν τὸ πρᾶγμα μὴ θεήλατον,
256ακάθαρτον ὑμᾶς εικὸς ῆν οὕτως εᾶν,
257ανδρός γ᾽ αρίστου βασιλέως τ᾽ ολωλότος,
258αλλ᾽ εξερευνᾶν
νῦν δ᾽ επεὶ κυρῶ γ᾽ εγὼ
259έχων μὲν αρχὰς ἃς εκεῖνος εῖχε πρίν,
260έχων δὲ λέκτρα καὶ γυναῖχ᾽ ὁμόσπορον,
261κοινῶν τε παίδων κοίν᾽ άν, ει κείνῳ γένος
262μὴ δυστύχησεν, ῆν ὰν εκπεφυκότα:

263νῦν δ᾽ ες τὸ κείνου κρᾶτ᾽ ενήλαθ᾽ τύχη

264ανθ᾽ ὧν εγὼ τάδ᾽, ὡσπερεὶ τοὐμοῦ πατρός,
265ὑπερμαχοῦμαι κἀπὶ πᾶν αφίξομαι,
266ζητῶν τὸν αυτόχειρα τοῦ φόνου λαβεῖν,
267τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ
268τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τ᾽ Αγήνορος.

269καὶ ταῦτα τοῖς μὴ δρῶσιν εύχομαι θεοὺς
270μήτ᾽ άροτον αυτοῖς γῆς ανιέναι τινὰ
271μήτ᾽ οῦν γυναικῶν παῖδας, αλλὰ τῷ πότμῳ
272τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ᾽ εχθίονι

273ὑμῖν δὲ τοῖς άλλοισι Καδμείοις, ὅσοις
274τάδ᾽ έστ᾽ αρέσκονθ᾽, τε σύμμαχος Δίκη
275χοἰ πάντες εῦ ξυνεῖεν εισαεὶ θεοί

276ὥσπερ μ᾽ αραῖον έλαβες, ὧδ᾽, άναξ, ερῶ

277ού τ᾽ έκτανον γὰρ ού τε τὸν κτανόντ᾽ έχω
278δεῖξαι
τὸ δὲ ζήτημα τοῦ πέμψαντος ῆν
279Φοίβου τόδ᾽ ειπεῖν, ὅστις είργασταί ποτε

280δίκαι᾽ έλεξας
αλλ᾽ αναγκάσαι θεοὺς
281ἃν μὴ θέλωσιν ου δ᾽ ὰν εἷς δύναιτ᾽ ανήρ

282τὰ δεύτερ᾽ εκ τῶνδ᾽ ὰν λέγοιμ᾽ ἁμοὶ δοκεῖ

283ει καὶ τρίτ᾽ εστί, μὴ παρῇς τὸ μὴ ου φράσαι

284άνακτ᾽ άνακτι ταὔθ᾽ ὁρῶντ᾽ επίσταμαι
285μάλιστα Φοίβῳ Τειρεσίαν, παρ᾽ οὗ τις ὰν
286σκοπῶν τάδ᾽, ῶναξ, εκμάθοι σαφέστατα

287αλλ᾽ ουκ εν αργοῖς ου δὲ τοῦτ᾽ επραξάμην

288έπεμψα γὰρ Κρέοντος ειπόντος διπλοῦς
289πομπούς
πάλαι δὲ μὴ παρῶν θαυμάζεται
290καὶ μὴν τά γ᾽ άλλα κωφὰ καὶ παλαί᾽ έπη.

291τὰ ποῖα ταῦτα;
πάντα γὰρ σκοπῶ λόγον
292θανεῖν ελέχθη πρός τινων ὁδοιπόρων

293ήκουσα κἀγώ
τὸν δ᾽ ιδόντ᾽ ουδεὶς ὁρᾷ
294αλλ᾽ εί τι μὲν δὴ δείματός γ᾽ έχει μέρος,
295τὰς σὰς ακούων ου μενεῖ τοιάσδ᾽ αράς,
296 μή στι δρῶντι τάρβος, ου δ᾽ έπος φοβεῖ

297αλλ᾽ οὑξελέγξων αυτὸν έστιν
οἵδε γὰρ
298τὸν θεῖον ήδη μάντιν ὧδ᾽ άγουσιν,
299τἀληθὲς εμπέφυκεν ανθρώπων μόνῳ

300 πάντα νωμῶν Τειρεσία, διδακτά τε
301άρρητά τ᾽, ουράνιά τε καὶ χθονοστιβῆ,
302πόλιν μέν, ει καὶ μὴ βλέπεις, φρονεῖς δ᾽ ὅμως
303οἵᾳ νόσῳ σύνεστιν:
ἧς σὲ προστάτην
304σωτῆρά τ᾽, ῶναξ, μοῦνον εξευρίσκομεν

305Φοῖβος γάρ, εί τι μὴ κλύεις τῶν αγγέλων,
306πέμψασιν ἡμῖν αντέπεμψεν, έκλυσιν
307μόνην ὰν ελθεῖν τοῦδε τοῦ νοσήματος,
308ει τοὺς κτανόντας Λάϊον μαθόντες εῦ
309κτείναιμεν γῆς φυγάδας εκπεμψαίμεθα

310σύ νυν φθονήσας μήτ᾽ απ᾽ οιωνῶν φάτιν
311μήτ᾽ εί τιν᾽ άλλην μαντικῆς έχεις ὁδόν,
312ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ᾽ εμέ,
313ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος.

314εν σοὶ γὰρ εσμέν
άνδρα δ᾽ ωφελεῖν αφ᾽ ὧν
315έχοι τε καὶ δύναιτο, κάλλιστος πόνων.

316φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ένθα μὴ τέλη
317λύῃ φρονοῦντι:
ταῦτα γὰρ καλῶς εγὼ
318ειδὼς διώλεσ᾽
ου γὰρ ὰν δεῦρ᾽ ἱκόμην
319τί δ᾽ έστιν
ὡς άθυμος εισελήλυθας
320άφες μ᾽ ες οίκους
ῥᾷστα γὰρ τὸ σόν τε σὺ
321κἀγὼ διοίσω τοὐμόν, ὴν εμοὶ πίθῃ.

322ού τ᾽ έννομ᾽ εῖπας ού τε προσφιλῆ πόλει
323τῇδ᾽, σ᾽ έθρεψε, τήνδ᾽ αποστερῶν φάτιν

324ὁρῶ γὰρ ου δὲ σοὶ τὸ σὸν φώνημ᾽ ιὸν
325πρὸς καιρόν
ὡς οῦν μη δ᾽ εγὼ ταὐτὸν πάθω -
326μὴ πρὸς θεῶν φρονῶν γ᾽ αποστραφῇς, επεὶ
327πάντες σε προσκυνοῦμεν οἵδ᾽ ἱκτήριοι.

328πάντες γὰρ ου φρονεῖτ᾽
εγὼ δ᾽ ου μή ποτε
329τἄμ᾽, ὡς ὰν είπω μὴ τὰ σ᾽, εκφήνω κακά

330τί φής
ξυνειδὼς ου φράσεις, αλλ᾽ εννοεῖς
331ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν

332εγὼ ού τ᾽ εμαυτὸν ού τε σ᾽ αλγυνῶ
τί ταῦτ᾽
333άλλως ελέγχεις
ου γὰρ ὰν πύθοιό μου
334ουκ, κακῶν κάκιστε, καὶ γὰρ ὰν πέτρου
335φύσιν σύ γ᾽ οργάνειας, εξερεῖς ποτε,
336αλλ᾽ ὧδ᾽ άτεγκτος κἀτελεύτητος φανεῖ;

337οργὴν εμέμψω τὴν εμήν, τὴν σὴν δ᾽ ὁμοῦ
338ναίουσαν ου κατεῖδες, αλλ᾽ εμὲ ψέγεις

339τίς γὰρ τοιαῦτ᾽ ὰν ουκ ὰν οργίζοιτ᾽ έπη
340κλύων, νῦν σὺ τήνδ᾽ ατιμάζεις πόλιν

341ἥξει γὰρ αυτά, κἂν εγὼ σιγῇ στέγω

342ουκοῦν γ᾽ ἥξει καὶ σὲ χρὴ λέγειν εμοί

343ουκ ὰν πέρα φράσαιμι
πρὸς τάδ᾽, ει θέλεις,
344θυμοῦ δι᾽ οργῆς ἥτις αγριωτάτη.

345καὶ μὴν παρήσω γ᾽ ουδέν, ὡς οργῆς έχω,
346ἅπερ ξυνίημ᾽
ίσθι γὰρ δοκῶν εμοὶ
347καὶ ξυμφυτεῦσαι τοὔργον ειργάσθαι θ᾽, ὅσον
348μὴ χερσὶ καίνων:
ει δ᾽ ετύγχανες βλέπων,
349καὶ τοὔργον ὰν σοῦ τοῦτ᾽, έφην εῖναι μόνου

350 άληθες ;
εννέπω σὲ τῷ κηρύγματι
351ᾧπερ προεῖπας εμμένειν, κἀφ᾽ ἡμέρας
352τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτ᾽ εμέ,
353ὡς όντι γῆς τῆσδ᾽ ανοσίῳ μιάστορι

354οὕτως αναιδῶς εξεκίνησας τόδε
355τὸ ῥῆμα
καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς
356 πέφευγα
τἀληθὲς γὰρ ισχῦον τρέφω
357πρὸς τοῦ διδαχθείς;
ου γὰρ έκ γε τῆς τέχνης.
358πρὸς σοῦ:
σὺ γάρ μ᾽ άκοντα προυτρέψω λέγειν
359ποῖον λόγον;
λέγ᾽ αῦθις, ὡς μᾶλλον μάθω
360ουχὶ ξυνῆκας πρόσθεν
κπειρᾷ λέγων
361ουχ ὥστε γ᾽ ειπεῖν γνωστόν:
αλλ᾽ αῦθις φράσον
362φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν

363αλλ᾽ ού τι χαίρων δίς γε πημονὰς ερεῖς

364είπω τι δῆτα κἄλλ᾽, ἵν᾽ οργίζῃ πλέον

365ὅσον γε χρῄζεις:
ὡς μάτην ειρήσεται.
366λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοις
367αίσχισθ᾽ ὁμιλοῦντ᾽, ου δ᾽ ὁρᾶν ἵν᾽ εῖ κακοῦ

368 καὶ γεγηθὼς ταῦτ᾽ αεὶ λέξειν δοκεῖς

369είπερ τί γ᾽ εστὶ τῆς αληθείας σθένος.

370αλλ᾽ έστι, πλὴν σοί
σοὶ δὲ τοῦτ᾽ ουκ έστ᾽ επεὶ
371τυφλὸς τά τ᾽ ῶτα τόν τε νοῦν τά τ᾽ όμματ᾽ εῖ

372σὺ δ᾽ άθλιός γε ταῦτ᾽ ονειδίζων, σοὶ
373ουδεὶς ὃς ουχὶ τῶνδ᾽ ονειδιεῖ τάχα.

374μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτ᾽ εμὲ
375μήτ᾽ άλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτ᾽ άν

376ου γάρ σε μοῖρα πρός γ᾽ εμοῦ πεσεῖν, επεὶ
377ἱκανὸς Απόλλων, τάδ᾽ εκπρᾶξαι μέλει.

378Κρέοντος σοῦ ταῦτα τἀξευρήματα;

379Κρέων δέ σοι πῆμ᾽ ουδέν, αλλ᾽ αυτὸς σὺ σοί.

380 πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης
381ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ,
382ὅσος παρ᾽ ὑμῖν φθόνος φυλάσσεται,
383ει τῆσδέ γ᾽ αρχῆς οὕνεχ᾽, ἣν εμοὶ πόλις
384δωρητόν, ουκ αιτητόν, εισεχείρισεν,
385ταύτης Κρέων πιστός, οὑξ αρχῆς φίλος,
386λάθρᾳ μ᾽ ὑπελθὼν εκβαλεῖν ἱμείρεται,
387ὑφεὶς μάγον τοιόνδε μηχανορράφον,
388δόλιον αγύρτην, ὅστις εν τοῖς κέρδεσιν
389μόνον δέδορκε, τὴν τέχνην δ᾽ έφυ τυφλός

390επεί, φέρ᾽ ειπέ, ποῦ σὺ μάντις εῖ σαφής;

391πῶς ουκ, ὅθ᾽ ῥαψῳδὸς ενθάδ᾽ ῆν κύων,
392ηύδας τι τοῖσδ᾽ αστοῖσιν εκλυτήριον

393καίτοι τό γ᾽ αίνιγμ᾽ ουχὶ τοὐπιόντος ῆν
394ανδρὸς διειπεῖν, αλλὰ μαντείας έδει

395ἣν ού τ᾽ απ᾽ οιωνῶν σὺ προυφάνης έχων
396ού τ᾽ εκ θεῶν του γνωτόν
αλλ᾽ εγὼ μολών,
397 μηδὲν ειδὼς Οιδίπους, έπαυσά νιν,
398γνώμῃ κυρήσας ου δ᾽ απ᾽, οιωνῶν μαθών

399ὃν δὴ σὺ πειρᾷς εκβαλεῖν, δοκῶν θρόνοις
400παραστατήσειν τοῖς Κρεοντείοις πέλας

401κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε
402αγηλατήσειν
ει δὲ μὴ δόκεις γέρων
403εῖναι, παθὼν έγνως ὰν οἷά περ φρονεῖς

404ἡμῖν μὲν εικάζουσι καὶ τὰ τοῦδ᾽ έπη
405οργῇ λελέχθαι καὶ τά σ᾽, Οιδίπους, δοκεῖ,
406δεῖ δ᾽ ου τοιούτων, αλλ᾽ ὅπως τὰ τοῦ θεοῦ
407μαντεῖ᾽ άριστα λύσομεν, τόδε σκοπεῖν.

408ει καὶ τυραννεῖς, εξισωτέον τὸ γοῦν
409ίσ᾽ αντιλέξαι:
τοῦδε γὰρ κἀγὼ κρατῶ
410ου γάρ τι σοὶ ζῶ δοῦλος, αλλὰ Λοξίᾳ

411ὥστ᾽ ου Κρέοντος προστάτου γεγράψομαι.

412λέγω δ᾽, επειδὴ καὶ τυφλόν μ᾽ ωνείδισας

413σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵν᾽ εῖ κακοῦ,
414ου δ᾽ ένθα ναίεις, ου δ᾽ ὅτων οικεῖς μέτα

415ᾶρ᾽ οῖσθ᾽ αφ᾽ ὧν εῖ
καὶ λέληθας εχθρὸς ὼν
416τοῖς σοῖσιν αυτοῦ νέρθε κἀπὶ γῆς άνω,
417καί σ᾽ αμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς
418ελᾷ ποτ᾽ εκ γῆς τῆσδε δεινόπους αρά,
419βλέποντα νῦν μὲν όρθ᾽, έπειτα δὲ σκότον.

420βοῆς δὲ τῆς σῆς ποῖος ουκ έσται λιμήν,
421ποῖος Κιθαιρὼν ουχὶ σύμφωνος τάχα,
422ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοις
423άνορμον εισέπλευσας, ευπλοίας τυχών;

424άλλων δὲ πλῆθος ουκ επαισθάνει κακῶν,
425 σ᾽ εξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις

426πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα
427προπηλάκιζε
σοῦ γὰρ ουκ έστιν βροτῶν
428κάκιον ὅστις εκτριβήσεταί ποτε

429 ταῦτα δῆτ᾽ ανεκτὰ πρὸς τούτου κλύειν;

430ουκ εις όλεθρον;
ουχὶ θᾶσσον; ου πάλιν
431άψορρος οίκων τῶνδ᾽ αποστραφεὶς άπει

432ου δ᾽ ἱκόμην έγωγ᾽ άν, ει σὺ μὴ κάλεις

433ου γάρ τί σ᾽ ῄδη μῶρα φωνήσοντ᾽, επεὶ
434σχολῇ σ᾽ ὰν οίκους τοὺς εμοὺς εστειλάμην

435ἡμεῖς τοιοίδ᾽ έφυμεν, ὡς μὲν σοὶ δοκεῖ,
436μῶροι, γονεῦσι δ᾽, οἵ σ᾽ έφυσαν, έμφρονες.

437 ποίοισι ;
μεῖνον, τίς δέ μ᾽ εκφύει βροτῶν
438ἥδ᾽ ἡμέρα φύσει σε καὶ διαφθερεῖ

439ὡς πάντ᾽ άγαν αινικτὰ κἀσαφῆ λέγεις.

440ούκουν σὺ ταῦτ᾽ άριστος εὑρίσκειν έφυς

441τοιαῦτ᾽ ονείδιζ᾽, οἷς έμ᾽ εὑρήσεις μέγαν

442αὕτη γε μέντοι σ᾽ τύχη διώλεσεν

443αλλ᾽ ει πόλιν τήνδ᾽ εξέσωσ᾽, ού μοι μέλει

444άπειμι τοίνυν
καὶ σύ, παῖ, κόμιζέ με
445κομιζέτω δῆθ᾽
ὡς παρὼν σύ γ᾽ εμποδὼν
446οχλεῖς, συθείς τ᾽ ὰν ουκ ὰν αλγύνοις πλέον.

447ειπὼν άπειμ᾽ ὧν οὕνεκ᾽, ῆλθον, ου τὸ σὸν
448δείσας πρόσωπον
ου γὰρ έσθ᾽ ὅπου μ᾽ ολεῖς
449λέγω δέ σοι
τὸν άνδρα τοῦτον, ὃν πάλαι
450ζητεῖς απειλῶν κἀνακηρύσσων φόνον
451τὸν Λαΐειον, οὗτός εστιν ενθάδε,
452ξένος λόγῳ μέτοικος, εῖτα δ᾽ εγγενὴς
453φανήσεται Θηβαῖος, ου δ᾽ ἡσθήσεται
454τῇ ξυμφορᾷ:
τυφλὸς γὰρ εκ δεδορκότος
455καὶ πτωχὸς αντὶ πλουσίου ξένην έπι
456σκήπτρῳ προδεικνὺς γαῖαν εμπορεύσεται

457φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν
458αδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς έφυ
459γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς
460ὁμόσπορός τε καὶ φονεύς.
καὶ ταῦτ᾽ ιὼν
461είσω λογίζου
κἂν λάβῃς εψευσμένον,
462φάσκειν έμ᾽ ήδη μαντικῇ μηδὲν φρονεῖν

463τίς ὅντιν᾽ θεσπιέπεια Δελφὶς εῖπε πέτρα
464άρρητ᾽ αρρήτων τελέσαντα φοινίαισι χερσίν;

466ὥρα νιν αελλάδων
467ἵππων σθεναρώτερον
468φυγᾷ πόδα νωμᾶν.

469ένοπλος γὰρ επ᾽ αυτὸν επενθρῴσκει
470πυρὶ καὶ στεροπαῖς Διὸς γενέτας,
471δειναὶ δ᾽ ἅμ᾽ ἕπονται
472κῆρες

473έλαμψε γὰρ τοῦ νιφόεντος αρτίως φανεῖσα
474φάμα Παρνασοῦ τὸν άδηλον άνδρα πάντ᾽ ιχνεύειν

475φοιτᾷ γὰρ ὑπ᾽ αγρίαν
476ὕλαν ανά τ᾽ άντρα καὶ
477πέτρας ισόταυρος
478μέλεος μελέῳ ποδὶ χηρεύων,
479τὰ μεσόμφαλα γᾶς απονοσφίζων
481μαντεῖα:
τὰ δ᾽ αεὶ
482ζῶντα περιποτᾶται

483δεινὰ μὲν οῦν, δεινὰ ταράσσει σοφὸς οιωνοθέτας
484ού τε δοκοῦντ᾽ ού τ᾽ αποφάσκονθ᾽
τι λέξω δ᾽ απορῶ
486πέτομαι δ᾽ ελπίσιν ού τ᾽, ενθάδ᾽ ὁρῶν ού τ᾽ οπίσω

487τί γὰρ Λαβδακίδαις
488 τῷ Πολύβου νεῖκος έκειτ᾽, ού τε πάροιθέν ποτ᾽ έγωγ᾽
491έμαθον, πρὸς ὅτου δὴ βασανίζων βασάνῳ
492επὶ τὰν επίδαμον φάτιν εῖμ᾽ Οιδιπόδα Λαβδακίδαις
493επίκουρος αδήλων θανάτων

496αλλ᾽ μὲν οῦν Ζεὺς τ᾽ Απόλλων ξυνετοὶ καὶ τὰ βροτῶν
497ειδότες:
ανδρῶν δ᾽ ὅτι μάντις πλέον γὼ φέρεται,
501κρίσις ούκ έστιν αλαθής:
σοφίᾳ δ᾽ ὰν σοφίαν
502παραμείψειεν ανήρ

503αλλ᾽ ούποτ᾽ έγωγ᾽ άν, πρὶν ίδοιμ᾽ ορθὸν έπος, μεμφομένων ὰν καταφαίην

506φανερὰ γὰρ επ᾽ αυτῷ, πτερόεσσ᾽ ῆλθε κόρα
507ποτέ, καὶ σοφὸς ώφθη βασάνῳ θ᾽ ἁδύπολις τῷ απ᾽ εμᾶς
511φρενὸς ούποτ᾽ οφλήσει κακίαν

512άνδρες πολῖται, δείν᾽ έπη πεπυσμένος
513κατηγορεῖν μου τὸν τύραννον Οιδίπουν,
514πάρειμ᾽ ατλητῶν
ει γὰρ εν ταῖς ξυμφοραῖς
516ταῖς νῦν νομίζει πρός γ᾽ εμοῦ πεπονθέναι
517λόγοισιν είτ᾽ έργοισιν εις βλάβην φέρον,
518ούτοι βίου μοι τοῦ μακραίωνος πόθος,
519φέροντι τήνδε βάξιν.
ου γὰρ εις ἁπλοῦν
520 ζημία μοι τοῦ λόγου τούτου φέρει,
521αλλ᾽ ες μέγιστον, ει κακὸς μὲν εν πόλει,
522κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.

523αλλ᾽ ῆλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχ᾽ ὰν
524οργῇ βιασθὲν μᾶλλον γνώμῃ φρενῶν.

525τοὔπος δ᾽ εφάνθη, ταῖς εμαῖς γνώμαις ὅτι
526πεισθεὶς μάντις τοὺς λόγους ψευδεῖς λέγοι

527ηυδᾶτο μὲν τάδ᾽, οῖδα δ᾽ ου γνώμῃ τίνι.

528εξ ομμάτων δ᾽ ορθῶν τε κἀξ ορθῆς φρενὸς
529κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;

530ουκ οῖδ᾽
γὰρ δρῶσ᾽, οἱ κρατοῦντες ουχ ὁρῶ
531αυτὸς δ᾽ ὅδ᾽ ήδη δωμάτων έξω περᾷ

532οὗτος σύ, πῶς δεῦρ᾽ ῆλθες
τοσόνδ᾽ έχεις
533τόλμης πρόσωπον ὥστε τὰς εμὰς στέγας
534ἵκου, φονεὺς ὼν τοῦδε τἀνδρὸς εμφανῶς
535λῃστής τ᾽ εναργὴς τῆς εμῆς τυραννίδος

536φέρ᾽ ειπὲ πρὸς θεῶν, δειλίαν μωρίαν
537ιδών τιν᾽ έν μοι ταῦτ᾽ εβουλεύσω ποεῖν

538 τοὔργον ὡς ου γνωριοῖμί σου τόδε
539δόλῳ προσέρπον ουκ αλεξοίμην μαθών;

540ᾶρ᾽ ουχὶ μῶρόν εστι τοὐγχείρημά σου,
541άνευ τε πλήθους καὶ φίλων τυραννίδα
542θηρᾶν, πλήθει χρήμασίν θ᾽ ἁλίσκεται

543οῖσθ᾽ ὡς πόησον
αντὶ τῶν ειρημένων
544ίσ᾽ αντάκουσον, κᾆτα κρῖν᾽ αυτὸς μαθών

545λέγειν σὺ δεινός, μανθάνειν δ᾽ εγὼ κακὸς
546σοῦ:
δυσμενῆ γὰρ καὶ βαρύν σ᾽ ηὕρηκ᾽ εμοί
547τοῦτ᾽ αυτὸ νῦν μου πρῶτ᾽ άκουσον ὡς ερῶ

548τοῦτ᾽ αυτὸ μή μοι φράζ᾽, ὅπως ουκ εῖ κακός

549εί τοι νομίζεις κτῆμα τὴν αυθαδίαν
550εῖναί τι τοῦ νοῦ χωρίς, ουκ ορθῶς φρονεῖς

551εί τοι νομίζεις άνδρα συγγενῆ κακῶς
552δρῶν ουχ ὑφέξειν τὴν δίκην, ουκ εῦ φρονεῖς

553ξύμφημί σοι ταῦτ᾽ ένδικ᾽ ειρῆσθαι
τὸ δὲ
554πάθημ᾽ ὁποῖον φὴς παθεῖν, δίδασκέ με

555έπειθες ουκ έπειθες, ὡς χρείη μ᾽ επὶ
556τὸν σεμνόμαντιν άνδρα πέμψασθαί τινα

557καὶ νῦν έθ᾽ αὑτός ειμι τῷ βουλεύματι

558πόσον τιν᾽ ήδη δῆθ᾽ Λάϊος χρόνον
559δέδρακε ποῖον έργον;
ου γὰρ εννοῶ
560άφαντος έρρει θανασίμῳ χειρώματι

561μακροὶ παλαιοί τ᾽ ὰν μετρηθεῖεν χρόνοι

562τότ᾽ οῦν μάντις οὗτος ῆν εν τῇ τέχνῃ

563σοφός γ᾽ ὁμοίως κἀξ ίσου τιμώμενος.

564εμνήσατ᾽ οῦν εμοῦ τι τῷ τότ᾽ εν χρόνῳ

565ούκουν εμοῦ γ᾽ ἑστῶτος ουδαμοῦ πέλας.

566αλλ᾽ ουκ έρευναν τοῦ κτανόντος έσχετε

567παρέσχομεν, πῶς δ᾽ ουχί;
κοὐκ ηκούσαμεν
568πῶς οῦν τόθ᾽ οὗτος σοφὸς ουκ ηύδα τάδε

569ουκ οῖδ᾽
εφ᾽ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ
570τοσόνδε γ᾽ οῖσθα καὶ λέγοις ὰν εῦ φρονῶν

571ποῖον τόδ᾽;
ει γὰρ οῖδά γ᾽, ουκ αρνήσομαι
572ὁθούνεκ᾽, ει μὴ σοὶ ξυνῆλθε, τάσδ᾽ εμὰς
573ουκ άν ποτ᾽ εῖπε Λαΐου διαφθοράς.

574ει μὲν λέγει τάδ᾽, αυτὸς οῖσθ᾽
εγὼ δὲ σοῦ
575μαθεῖν δικαιῶ ταὔθ᾽ ἅπερ κἀμοῦ σὺ νῦν.

576 εκμάνθαν᾽
ου γὰρ δὴ φονεὺς ἁλώσομαι
577τί δῆτ᾽;
αδελφὴν τὴν εμὴν γήμας έχεις
578άρνησις ουκ ένεστιν ὧν ανιστορεῖς

579άρχεις δ᾽ εκείνῃ ταὐτὰ γῆς ίσον νέμων

580ἃν θέλουσα πάντ᾽ εμοῦ κομίζεται

581ούκουν ισοῦμαι σφῷν εγὼ δυοῖν τρίτος

582ενταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος

583ούκ, ει διδοίης γ᾽ ὡς εγὼ σαυτῷ λόγον.

584σκέψαι δὲ τοῦτο πρῶτον, εί τιν᾽ ὰν δοκεῖς
585άρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον
586άτρεστον εὕδοντ᾽, ει τά γ᾽ αύθ᾽ ἕξει κράτη.

587εγὼ μὲν οῦν ού τ᾽ αυτὸς ἱμείρων έφυν
588τύραννος εῖναι μᾶλλον τύραννα δρᾶν,
589ού τ᾽ άλλος ὅστις σωφρονεῖν επίσταται.

590νῦν μὲν γὰρ εκ σοῦ πάντ᾽ άνευ φόβου φέρω,
591ει δ᾽ αυτὸς ῆρχον, πολλὰ κἂν άκων έδρων

592πῶς δῆτ᾽ εμοὶ τυραννὶς ἡδίων έχειν
593αρχῆς αλύπου καὶ δυναστείας έφυ

594ούπω τοσοῦτον ηπατημένος κυρῶ
595ὥστ᾽ άλλα χρῄζειν τὰ σὺν κέρδει καλά.

596νῦν πᾶσι χαίρω, νῦν με πᾶς ασπάζεται,
597νῦν οἱ σέθεν χρῄζοντες εκκαλοῦσί με

598τὸ γὰρ τυχεῖν αυτοῖσι πᾶν ενταῦθ᾽ ένι

599πῶς δῆτ᾽ εγὼ κεῖν᾽ ὰν λάβοιμ᾽ αφεὶς τάδε

600ουκ ὰν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν

601αλλ᾽ ού τ᾽ εραστὴς τῆσδε τῆς γνώμης έφυν
602ού τ᾽ ὰν μετ᾽ άλλου δρῶντος ὰν τλαίην ποτέ

603καὶ τῶνδ᾽ έλεγχον τοῦτο μὲν Πυθώδ᾽ ιὼν
604πεύθου τὰ χρησθέντ᾽ ει σαφῶς ήγγειλά σοι

605τοῦτ᾽ άλλ᾽, εάν με τῷ τερασκόπῳ λάβῃς
606κοινῇ τι βουλεύσαντα, μή μ᾽ ἁπλῇ κτάνῃς
607ψήφῳ, διπλῇ δέ, τῇ τ᾽ εμῇ καὶ σῇ, λαβών

608γνώμῃ δ᾽ αδήλῳ μή με χωρὶς αιτιῶ

609ου γὰρ δίκαιον ού τε τοὺς κακοὺς μάτην
610χρηστοὺς νομίζειν ού τε τοὺς χρηστοὺς κακούς.

611φίλον γὰρ εσθλὸν εκβαλεῖν ίσον λέγω
612καὶ τὸν παρ᾽ αὑτῷ βίοτον, ὃν πλεῖστον, φιλεῖ.

613αλλ᾽ εν χρόνῳ γνώσει τάδ᾽ ασφαλῶς, επεὶ
614χρόνος δίκαιον άνδρα δείκνυσιν μόνος

615κακὸν δὲ κἂν εν ἡμέρᾳ γνοίης μιᾷ

616καλῶς έλεξεν ευλαβουμένῳ πεσεῖν,
617άναξ
φρονεῖν γὰρ οἱ ταχεῖς ουκ ασφαλεῖς.
618ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ
619χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν

620ει δ᾽ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν
621πεπραγμέν᾽ έσται, τἀμὰ δ᾽ ἡμαρτημένα.

622τί δῆτα χρῄζεις
με γῆς έξω βαλεῖν;
623 ἥκιστα :
θνῄσκειν, ου φυγεῖν σε βούλομαι
624ὡς ὰν προδείξῃς οἷόν εστι τὸ φθονεῖν.

625ὡς ουχ ὑπείξων ου δὲ πιστεύσων λέγεις

626ου γὰρ φρονοῦντά σ᾽ εῦ βλέπω

627τὸ γοῦν εμόν.

628αλλ᾽ εξ ίσου δεῖ κἀμόν.

629αλλ᾽ έφυς κακός

630ει δὲ ξυνίης μηδέν;

631αρκτέον γ᾽ ὅμως.

632ούτοι κακῶς γ᾽ άρχοντος.

633 πόλις πόλις.
κἀμοὶ πόλεως μέτεστιν, ουχί σοι μόνῳ
631παύσασθ᾽, άνακτες
καιρίαν δ᾽ ὑμῖν ὁρῶ
632τήνδ᾽ εκ δόμων στείχουσαν Ιοκάστην, μεθ᾽ ἧς
633τὸ νῦν παρεστὸς νεῖκος εῦ θέσθαι χρεών.

634τί τὴν άβουλον, ταλαίπωροι, στάσιν
635γλώσσης επήρασθ᾽ ου δ᾽ επαισχύνεσθε γῆς
636οὕτω νοσούσης ίδια κινοῦντες κακά

637ουκ εῖ σύ τ᾽ οίκους σύ τε, Κρέων, κατὰ στέγας,
638καὶ μὴ τὸ μηδὲν άλγος εις μέγ᾽ οίσετε;

639ὅμαιμε, δεινά μ᾽ Οιδίπους σὸς πόσις
640δρᾶσαι δικαιοῖ δυοῖν αποκρίνας κακοῖν
641 γῆς απῶσαι πατρίδος κτεῖναι λαβών

642 ξύμφημι
δρῶντα γάρ νιν, γύναι, κακῶς
643είληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ

644μή νυν οναίμην, αλλ᾽ αραῖος, εί σέ τι
645δέδρακ᾽, ολοίμην, ὧν επαιτιᾷ με δρᾶν

646 πρὸς θεῶν πίστευσον, Οιδίπους, τάδε,
647μάλιστα μὲν τόνδ᾽ ὅρκον αιδεσθεὶς θεῶν,
648έπειτα κἀμὲ τούσδε θ᾽ οἳ πάρεισί σοι.

649πιθοῦ θελήσας φρονήσας τ᾽, άναξ, λίσσομαι

650τί σοι θέλεις δῆτ᾽ εικάθω

651τὸν ού τε πρὶν νήπιον νῦν τ᾽ εν ὅρκῳ μέγαν καταίδεσαι.

652οῖσθ᾽ οῦν χρῄζεις

653 οῖδα

654φράζε δὴ τί φής

655τὸν εναγῆ φίλον μήποτ᾽ εν αιτίᾳ
656σὺν αφανεῖ λόγῳ σ᾽ άτιμον βαλεῖν.

657εῦ νυν επίστω, ταῦθ᾽ ὅταν ζητῇς, εμοὶ
658ζητῶν όλεθρον φυγὴν εκ τῆσδε γῆς

659ου τὸν πάντων θεῶν θεὸν πρόμον
661Ἅλιον:
επεὶ άθεος άφιλος τι πύματον
662ολοίμαν, φρόνησιν ει τάνδ᾽ έχω.

663αλλά μοι δυσμόρῳ γᾶ φθινὰς
666τρύχει ψυχάν, τάδ᾽ ει κακοῖς κακὰ
667προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν

668 δ᾽ οῦν ίτω, κεἰ χρή με παντελῶς θανεῖν
669 γῆς άτιμον τῆσδ᾽ απωσθῆναι βίᾳ

671τὸ γὰρ σόν, ου τὸ τοῦδ᾽, εποικτίρω στόμα
672ελεινόν
οὗτος δ᾽ ένθ᾽ ὰν στυγήσεται
673στυγνὸς μὲν είκων δῆλος εῖ, βαρὺς δ᾽, ὅταν
674θυμοῦ περάσῃς:
αἱ δὲ τοιαῦται φύσεις
675αὑταῖς δικαίως εισὶν άλγισται φέρειν

676ούκουν μ᾽ εάσεις κἀκτὸς εῖ;

677πορεύσομαι,
678σοῦ μὲν τυχὼν αγνῶτος, εν δὲ τοῖσδ᾽ ίσος.

679γύναι, τί μέλλεις κομίζειν δόμων τόνδ᾽ έσω

680μαθοῦσά γ᾽ ἥτις τύχη.

681δόκησις αγνὼς λόγων ῆλθε, δάπτει δὲ καὶ τὸ μὴ
682 νδικον

683αμφοῖν απ᾽ αυτοῖν;

684 ναίχι .

685καὶ τίς ῆν λόγος
ἅλις έμοιγ᾽, ἅλις, γᾶς προπονουμένας,
686φαίνεται ένθ᾽ έληξεν αυτοῦ μένειν

687ὁρᾷς ἵν᾽ ἥκεις, αγαθὸς ὼν γνώμην ανήρ,
688τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ

689ῶναξ, εῖπον μὲν ουχ ἅπαξ μόνον,
691ίσθι δὲ παραφρόνιμον, άπορον επὶ φρόνιμα
692πεφάνθαι μ᾽ άν, εί σ᾽ ενοσφιζόμαν,
693ὅς τ᾽ εμὰν γᾶν φίλαν εν πόνοις
694αλύουσαν κατ᾽ ορθὸν ούρισας,
696τανῦν τ᾽ εύπομπος, ὰν γένοιο

697πρὸς θεῶν δίδαξον κἄμ᾽, άναξ, ὅτου ποτὲ
698μῆνιν τοσήνδε πράγματος στήσας έχεις

699 ερῶ
σὲ γὰρ τῶνδ᾽ ες πλέον, γύναι, σέβω
701Κρέοντος, οἷά μοι βεβουλευκὼς έχει.

702λέγ᾽, ει σαφῶς τὸ νεῖκος εγκαλῶν ερεῖς

703φονέα με φησὶ Λαΐου καθεστάναι

704αυτὸς ξυνειδὼς μαθὼν άλλου πάρα;

705μάντιν μὲν οῦν κακοῦργον εισπέμψας, επεὶ
706τό γ᾽ εις ἑαυτὸν πᾶν ελευθεροῖ στόμα.

707σύ νυν αφεὶς σεαυτὸν ὧν λέγεις πέρι
708εμοῦ πάκουσον, καὶ μάθ᾽ οὕνεκ᾽ εστί σοι
709βρότειον ουδὲν μαντικῆς έχον τέχνης

710φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα

711χρησμὸς γὰρ ῆλθε Λαΐῳ ποτ᾽, ουκ ερῶ
712Φοίβου γ᾽ άπ᾽ αυτοῦ, τῶν δ᾽ ὑπηρετῶν άπο,
713ὡς αυτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν,
714ὅστις γένοιτ᾽ εμοῦ τε κἀκείνου πάρα.

715καὶ τὸν μέν, ὥσπερ γ᾽ φάτις, ξένοι ποτὲ
716λῃσταὶ φονεύουσ᾽ εν τριπλαῖς ἁμαξιτοῖς:

717παιδὸς δὲ βλάστας ου διέσχον ἡμέραι
718τρεῖς, καί νιν άρθρα κεῖνος ενζεύξας ποδοῖν
719έρριψεν άλλων χερσὶν άβατον εις όρος

720κἀνταῦθ᾽ Απόλλων ού τ᾽ εκεῖνον ήνυσεν
721φονέα γενέσθαι πατρὸς ού τε Λάϊον
722τὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν

723τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν,
724ὧν εντρέπου σὺ μηδέν
ὧν γὰρ ὰν θεὸς
725χρείαν ερευνᾷ, ῥᾳδίως αυτὸς φανεῖ

726οἷόν μ᾽ ακούσαντ᾽ αρτίως έχει, γύναι,
727ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.

728ποίας μερίμνης τοῦθ᾽ ὑποστραφεὶς λέγεις

729έδοξ᾽ ακοῦσαι σοῦ τόδ᾽, ὡς Λάϊος
730κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς

731ηυδᾶτο γὰρ ταῦτ᾽ ου δέ πω λήξαντ᾽ έχει

732καὶ ποῦ σθ᾽ χῶρος οὗτος οὗ τόδ᾽ ῆν πάθος

733Φωκὶς μὲν γῆ κλῄζεται, σχιστὴ δ᾽ ὁδὸς
734ες ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας άγει.

735καὶ τίς χρόνος τοῖσδ᾽ εστὶν οὑξεληλυθώς

736σχεδόν τι πρόσθεν σὺ τῆσδ᾽ έχων χθονὸς
737αρχὴν εφαίνου, τοῦτ᾽ εκηρύχθη πόλει

738 Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι

739τί δ᾽ εστί σοι τοῦτ᾽, Οιδίπους, ενθύμιον

740μήπω μ᾽ ερώτα
τὸν δὲ Λάϊον φύσιν
741τίν᾽ ῆλθε φράζε, τίνα δ᾽ ακμὴν ἥβης έχων.

742μέγας, χνοάζων άρτι λευκανθὲς κάρα,
743μορφῆς δὲ τῆς σῆς ουκ απεστάτει πολύ

744οίμοι τάλας
έοικ᾽ εμαυτὸν εις αρὰς
745δεινὰς προβάλλων αρτίως ουκ ειδέναι

746πῶς φῄς
οκνῶ τοι πρός σ᾽ αποσκοποῦσ᾽, άναξ
747δεινῶς αθυμῶ μὴ βλέπων μάντις

748δείξεις δὲ μᾶλλον, ὴν ἓν εξείπῃς έτι

749καὶ μὴν οκνῶ μέν, δ᾽ ὰν έρῃ μαθοῦσ᾽ ερῶ

750πότερον εχώρει βαιὸς πολλοὺς έχων
751άνδρας λοχίτας, οἷ᾽ ανὴρ αρχηγέτης;

752πέντ᾽ ῆσαν οἱ ξύμπαντες, εν δ᾽ αυτοῖσιν ῆν

753 κῆρυξ :
απήνη δ᾽ ῆγε Λάϊον μία
754αιαῖ, τάδ᾽ ήδη διαφανῆ.
τίς ῆν ποτε
755 τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι

756οικεύς τις, ὅσπερ ἵκετ᾽ εκσωθεὶς μόνος.

757 κἀν δόμοισι τυγχάνει τανῦν παρών

758ου δῆτ᾽:
αφ᾽ οὗ γὰρ κεῖθεν ῆλθε καὶ κράτη
759σέ τ᾽ εῖδ᾽ έχοντα Λάϊόν τ᾽ ολωλότα,
760εξικέτευσε τῆς εμῆς χειρὸς θιγὼν
761αγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,
762ὡς πλεῖστον είη τοῦδ᾽ άποπτος άστεως.

763κἄπεμψ᾽ εγώ νιν
άξιος γὰρ οἷ᾽ ανὴρ
764δοῦλος φέρειν ῆν τῆσδε καὶ μείζω χάριν

765πῶς ὰν μόλοι δῆθ᾽ ἡμὶν εν τάχει πάλιν

766 πάρεστιν
αλλὰ πρὸς τί τοῦτ᾽ εφίεσαι
767δέδοικ᾽ εμαυτόν, γύναι, μὴ πόλλ᾽ άγαν
768ειρημέν᾽ μοι δι᾽ νιν εισιδεῖν θέλω

769αλλ᾽ ἵξεται μέν
αξία δέ που μαθεῖν
770κἀγὼ τά γ᾽ εν σοὶ δυσφόρως έχοντ᾽, άναξ.

771κοὐ μὴ στερηθῇς γ᾽, ες τοσοῦτον ελπίδων
772εμοῦ βεβῶτος
τῷ γὰρ ὰν καὶ μείζονι
773λέξαιμ᾽ ὰν σοί, διὰ τύχης τοιᾶσδ᾽ ιών;

774εμοὶ πατὴρ μὲν Πόλυβος ῆν Κορίνθιος,
775μήτηρ δὲ Μερόπη Δωρίς.
ηγόμην δ᾽ ανὴρ
776αστῶν μέγιστος τῶν εκεῖ, πρίν μοι τύχη
777τοιάδ᾽ επέστη, θαυμάσαι μὲν αξία,
778σπουδῆς γε μέντοι τῆς εμῆς ουκ αξία

779ανὴρ γὰρ εν δείπνοις μ᾽ ὑπερπλησθεὶς μέθῃ
780καλεῖ παρ᾽ οίνῳ, πλαστὸς ὡς είην πατρί

781κἀγὼ βαρυνθεὶς τὴν μὲν οῦσαν ἡμέραν
782μόλις κατέσχον, θἀτέρᾳ δ᾽ ιὼν πέλας
783μητρὸς πατρός τ᾽ ήλεγχον
οἱ δὲ δυσφόρως
784τοὔνειδος ῆγον τῷ μεθέντι τὸν λόγον

785κἀγὼ τὰ μὲν κείνοιν ετερπόμην, ὅμως δ᾽
786έκνιζέ μ᾽ αεὶ τοῦθ᾽
ὑφεῖρπε γὰρ πολύ
787λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι
788Πυθώδε, καί μ᾽ Φοῖβος ὧν μὲν ἱκόμην
789άτιμον εξέπεμψεν, άλλα δ᾽ άθλια
790καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων,
791ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δ᾽
792άτλητον ανθρώποισι δηλώσοιμ᾽ ὁρᾶν,
793φονεὺς δ᾽ εσοίμην τοῦ φυτεύσαντος πατρός

794κἀγὼ πακούσας ταῦτα τὴν Κορινθίαν,
795άστροις τὸ λοιπὸν εκμετρούμενος, χθόνα
796έφευγον, ένθα μήποτ᾽ οψοίμην κακῶν
797χρησμῶν ονείδη τῶν εμῶν τελούμενα

798στείχων δ᾽ ἱκνοῦμαι τούσδε τοὺς χώρους, εν οἷς
799σὺ τὸν τύραννον τοῦτον όλλυσθαι λέγεις

800καί σοι, γύναι, τἀληθὲς εξερῶ
τριπλῆς
801ὅτ᾽ κελεύθου τῆσδ᾽ ὁδοιπορῶν πέλας,
802ενταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς
803ανὴρ απήνης εμβεβώς, οἷον σὺ φῇς,
804ξυνηντίαζον:
κἀξ ὁδοῦ μ᾽ θ᾽ ἡγεμὼν
805αυτός θ᾽ πρέσβυς πρὸς βίαν ηλαυνέτην

806κἀγὼ τὸν εκτρέποντα, τὸν τροχηλάτην,
807παίω δι᾽ οργῆς
καί μ᾽ πρέσβυς ὡς ὁρᾷ,
808όχου παραστείχοντα τηρήσας, μέσον
809κάρα διπλοῖς κέντροισί μου καθίκετο

810ου μὴν ίσην γ᾽ έτισεν, αλλὰ συντόμως
811σκήπτρῳ τυπεὶς εκ τῆσδε χειρὸς ὕπτιος
812μέσης απήνης ευθὺς εκκυλίνδεται

813κτείνω δὲ τοὺς ξύμπαντας
ει δὲ τῷ ξένῳ
814τούτῳ προσήκει Λαΐου τι συγγενές,
815τίς τοῦδέ γ᾽ ανδρός εστιν αθλιώτερος

816τίς εχθροδαίμων μᾶλλον ὰν γένοιτ᾽ ανήρ

817ὃν μὴ ξένων έξεστι μη δ᾽ αστῶν τινι
818δόμοις δέχεσθαι μη δὲ προσφωνεῖν τινα,
819ωθεῖν δ᾽ απ᾽ οίκων.
καὶ τάδ᾽ ούτις άλλος ῆν
820 γὼ π᾽ εμαυτῷ τάσδ᾽ αρὰς προστιθείς.

821λέχη δὲ τοῦ θανόντος εκ χεροῖν εμαῖν
822χραίνω, δι᾽ ὧνπερ ώλετ᾽
ᾶρ᾽ έφυν κακός
823ᾶρ᾽ ουχὶ πᾶς άναγνος;
εί με χρὴ φυγεῖν,
824καί μοι φυγόντι μἤστι τοὺς εμοὺς ιδεῖν
825μη δ᾽ εμβατεύειν πατρίδος, γάμοις με δεῖ
826μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν
827Πόλυβον, ὃς εξέφυσε κἀξέθρεψέ με.

828ᾶρ᾽ ουκ απ᾽ ωμοῦ ταῦτα δαίμονός τις ὰν
829κρίνων επ᾽ ανδρὶ τῷδ᾽ ὰν ορθοίη λόγον

830μὴ δῆτα, μὴ δῆτ᾽, θεῶν ἁγνὸν σέβας,
831ίδοιμι ταύτην ἡμέραν, αλλ᾽ εκ βροτῶν
832βαίην άφαντος πρόσθεν τοιάνδ᾽ ιδεῖν
833κηλῖδ᾽ εμαυτῷ συμφορᾶς αφιγμένην

834ἡμῖν μέν, ῶναξ, ταῦτ᾽ οκνήρ᾽:
ἕως δ᾽ ὰν οῦν
835πρὸς τοῦ παρόντος εκμάθῃς, έχ᾽ ελπίδα

836καὶ μὴν τοσοῦτόν γ᾽ εστί μοι τῆς ελπίδος,
837τὸν άνδρα τὸν βοτῆρα προσμεῖναι μόνον

838πεφασμένου δὲ τίς ποθ᾽ προθυμία;

839εγὼ διδάξω σ᾽
ὴν γὰρ εὑρεθῇ λέγων
840σοὶ ταὔτ᾽, έγωγ᾽ ὰν εκπεφευγοίην πάθος

841ποῖον δέ μου περισσὸν ήκουσας λόγον

842λῃστὰς έφασκες αυτὸν άνδρας εννέπειν
843ὥς νιν κατακτείνειαν.
ει μὲν οῦν έτι
844λέξει τὸν αυτὸν αριθμόν, ουκ εγὼ κτανον

845ου γὰρ γένοιτ᾽ ὰν εἷς γε τοῖς πολλοῖς ίσος

846ει δ᾽ άνδρ᾽ ἕν᾽ οιόζωνον αυδήσει, σαφῶς
847τοῦτ᾽ εστὶν ήδη τοὔργον εις εμὲ ῥέπον

848αλλ᾽ ὡς φανέν γε τοὔπος ὧδ᾽ επίστασο,
849κοὐκ έστιν αυτῷ τοῦτό γ᾽ εκβαλεῖν πάλιν

850πόλις γὰρ ήκουσ᾽, ουκ εγὼ μόνη, τάδε

851ει δ᾽ οῦν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,
852ούτοι ποτ᾽, ῶναξ, σόν γε Λαΐου φόνον
853φανεῖ δικαίως ορθόν, ὅν γε Λοξίας
854διεῖπε χρῆναι παιδὸς εξ εμοῦ θανεῖν

855καίτοι νιν ου κεῖνός γ᾽ δύστηνός ποτε
856κατέκταν᾽, αλλ᾽ αυτὸς πάροιθεν ώλετο

857ὥστ᾽ ουχὶ μαντείας γ᾽ ὰν ού τε τῇδ᾽ εγὼ
858βλέψαιμ᾽ ὰν εἵνεκ᾽ ού τε τῇδ᾽ ὰν ὕστερον.

859καλῶς νομίζεις
αλλ᾽ ὅμως τὸν εργάτην
860πέμψον τινὰ στελοῦντα μη δὲ τοῦτ᾽ αφῇς

861πέμψω ταχύνασ᾽
αλλ᾽ ίωμεν ες δόμους
862ουδὲν γὰρ ὰν πράξαιμ᾽ ὰν ὧν ου σοὶ φίλον.

863εί μοι ξυνείη φέροντι
864μοῖρα τὰν εύσεπτον ἁγνείαν λόγων
865έργων τε πάντων, ὧν νόμοι πρόκεινται
866ὑψίποδες, ουρανίαν
867δι᾽ αιθέρα τεκνωθέντες, ὧν Όλυμπος
868πατὴρ μόνος, ου δέ νιν
869θνατὰ φύσις ανέρων
870έτικτεν ου δὲ μή ποτε λάθα κατακοιμάσῃ:

871μέγας εν τούτοις θεὸς ου δὲ γηράσκει.

872ὕβρις φυτεύει τύραννον

873ὕβρις, ει πολλῶν ὑπερπλησθῇ μάταν,
874 μὴ πίκαιρα μη δὲ συμφέροντα,
876ακρότατον εισαναβᾶσ᾽
877αῖπος απότομον ώρουσεν εις ανάγκαν,
878ένθ᾽ ου ποδὶ χρησίμῳ
879χρῆται.
τὸ καλῶς δ᾽ έχον
881πόλει πάλαισμα μήποτε λῦσαι θεὸν αιτοῦμαι

882θεὸν ου λήξω ποτὲ προστάταν ίσχων

883ει δέ τις ὑπέροπτα χερσὶν λόγῳ πορεύεται,
884δίκας αφόβητος ου δὲ δαιμόνων ἕδη σέβων,
886κακά νιν ἕλοιτο μοῖρα,
887δυσπότμου χάριν χλιδᾶς,
888ει μὴ τὸ κέρδος κερδανεῖ δικαίως
889καὶ τῶν ασέπτων έρξεται
891 τῶν αθίκτων θίξεται ματᾴζων.

892τίς έτι ποτ᾽ εν τοῖσδ᾽ ανὴρ θεῶν βέλη
893εύξεται ψυχᾶς αμύνειν

894ει γὰρ αἱ τοιαίδε πράξεις τίμιαι,
896τί δεῖ με χορεύειν;

897ουκέτι τὸν άθικτον εῖμι γᾶς επ᾽ ομφαλὸν σέβων,
898ου δ᾽ ες τὸν Αβαῖσι ναὸν ου δὲ τὰν Ολυμπίαν,
901ει μὴ τάδε χειρόδεικτα
902πᾶσιν ἁρμόσει βροτοῖς

903αλλ᾽, κρατύνων, είπερ όρθ᾽ ακούεις,
906Ζεῦ, πάντ᾽ ανάσσων, μὴ λάθοι
907σὲ τάν τε σὰν αθάνατον αιὲν αρχάν

908φθίνοντα γὰρ Λαΐου παλαίφατα
909θέσφατ᾽ εξαιροῦσιν ήδη,
910κοὐδαμοῦ τιμαῖς Απόλλων εμφανής:
έρρει δὲ τὰ θεῖα
911χώρας άνακτες, δόξα μοι παρεστάθη
912ναοὺς ἱκέσθαι δαιμόνων, τάδ᾽ εν χεροῖν
913στέφη λαβούσῃ κἀπιθυμιάματα.

914ὑψοῦ γὰρ αίρει θυμὸν Οιδίπους άγαν
915λύπαισι παντοίαισιν
ου δ᾽ ὁποῖ᾽ ανὴρ
916έννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,
917αλλ᾽ εστὶ τοῦ λέγοντος, ει φόβους λέγοι.

918ὅτ᾽ οῦν παραινοῦσ᾽ ουδὲν ες πλέον ποιῶ,
919πρὸς σ᾽, Λύκει᾽ Άπολλον, άγχιστος γὰρ εῖ,
920ἱκέτις αφῖγμαι τοῖσδε σὺν κατεύγμασιν,
921ὅπως λύσιν τιν᾽ ἡμὶν ευαγῆ πόρῃς

922ὡς νῦν οκνοῦμεν πάντες εκπεπληγμένον
923κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.

924ᾶρ᾽ ὰν παρ᾽ ὑμῶν, ξένοι, μάθοιμ᾽ ὅπου
925τὰ τοῦ τυράννου δώματ᾽ εστὶν Οιδίπου

926μάλιστα δ᾽ αυτὸν είπατ᾽, ει κάτισθ᾽ ὅπου.

927στέγαι μὲν αἵδε, καὐτὸς ένδον, ξένε:

928γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.

929αλλ᾽ ολβία τε καὶ ξὺν ολβίοις αεὶ
930γένοιτ᾽, εκείνου γ᾽ οῦσα παντελὴς δάμαρ

931αύτως δὲ καὶ σύ γ᾽, ξέν᾽:
άξιος γὰρ εῖ
932τῆς ευεπείας εἵνεκ᾽
αλλὰ φράζ᾽ ὅτου
933χρῄζων αφῖξαι χὤ τι σημῆναι θέλων.

934αγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι.

935τὰ ποῖα ταῦτα;
παρὰ τίνος δ᾽ αφιγμένος;
936εκ τῆς Κορίνθου:
τὸ δ᾽ έπος οὑξερῶ τάχα,
937ἥδοιο μέν, πῶς δ᾽ ουκ άν, ασχάλλοις δ᾽ ίσως.

938τί δ᾽ έστι
ποίαν δύναμιν ὧδ᾽ έχει διπλῆν
939τύραννον αυτὸν οὑπιχώριοι χθονὸς
940τῆς Ισθμίας στήσουσιν, ὡς ηυδᾶτ᾽ εκεῖ

941τί δ᾽;
ουχ πρέσβυς Πόλυβος εγκρατὴς έτι;
942ου δῆτ᾽, επεί νιν θάνατος εν τάφοις έχει.

943πῶς εῖπας
τέθνηκε Πόλυβος, γέρον
944ει μὴ λέγω τἀληθές, αξιῶ θανεῖν

945 πρόσπολ᾽, ουχὶ δεσπότῃ τάδ᾽ ὡς τάχος
946μολοῦσα λέξεις
θεῶν μαντεύματα,
947ἵν᾽ εστέ
τοῦτον Οιδίπους πάλαι τρέμων
948τὸν άνδρ᾽ έφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε
949πρὸς τῆς τύχης όλωλεν ου δὲ τοῦδ᾽ ὕπο

950 φίλτατον γυναικὸς Ιοκάστης κάρα,
951τί μ᾽ εξεπέμψω δεῦρο τῶνδε δωμάτων

952άκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων
953τὰ σέμν᾽ ἵν᾽ ἥκει τοῦ θεοῦ μαντεύματα

954οὗτος δὲ τίς ποτ᾽ εστὶ καὶ τί μοι λέγει

955εκ τῆς Κορίνθου, πατέρα τὸν σὸν αγγελῶν
956ὡς ουκέτ᾽ όντα Πόλυβον, αλλ᾽ ολωλότα.

957τί φῄς, ξέν᾽
αυτός μοι σὺ σημάντωρ γενοῦ
958ει τοῦτο πρῶτον δεῖ μ᾽ απαγγεῖλαι σαφῶς,
959εῦ ίσθ᾽ εκεῖνον θανάσιμον βεβηκότα

960πότερα δόλοισιν νόσου ξυναλλαγῇ;

961σμικρὰ παλαιὰ σώματ᾽ ευνάζει ῥοπή

962νόσοις τλήμων, ὡς έοικεν, έφθιτο

963καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.

964φεῦ φεῦ, τί δῆτ᾽ άν, γύναι, σκοποῖτό τι
965τὴν Πυθόμαντιν ἑστίαν τοὺς άνω
966κλάζοντας όρνεις, ὧν ὑφηγητῶν εγὼ
967κτενεῖν έμελλον πατέρα τὸν εμόν;
δὲ θανὼν
968κεύθει κάτω δὴ γῆς
εγὼ δ᾽ ὅδ᾽ ενθάδε
969άψαυστος έγχους:
εί τι μὴ τὠμῷ πόθῳ
970κατέφθιθ᾽:
οὕτω δ᾽ ὰν θανὼν είη ξ εμοῦ
971τὰ δ᾽ οῦν παρόντα συλλαβὼν θεσπίσματα
972κεῖται παρ᾽ Ἅιδῃ Πόλυβος άξι᾽ ουδενός

973ούκουν εγώ σοι ταῦτα προύλεγον πάλαι

974 ηύδας
εγὼ δὲ τῷ φόβῳ παρηγόμην
975μὴ νῦν έτ᾽ αυτῶν μηδὲν ες θυμὸν βάλῃς

976καὶ πῶς τὸ μητρὸς ουκ οκνεῖν λέχος με δεῖ

977τί δ᾽ ὰν φοβοῖτ᾽ άνθρωπος τὰ τῆς τύχης
978κρατεῖ, πρόνοια δ᾽ εστὶν ουδενὸς σαφής

979εικῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις.

980σὺ δ᾽ εις τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα

981πολλοὶ γὰρ ήδη κἀν ονείρασιν βροτῶν
982μητρὶ ξυνηυνάσθησαν
αλλὰ ταῦθ᾽ ὅτῳ
983παρ᾽ ουδέν εστι, ῥᾷστα τὸν βίον φέρει

984καλῶς ἅπαντα ταῦτ᾽ ὰν εξείρητό σοι,
985ει μὴ κύρει ζῶσ᾽ τεκοῦσα
νῦν δ᾽ επεὶ
986ζῇ, πᾶσ᾽ ανάγκη, κεἰ καλῶς λέγεις, οκνεῖν.

987καὶ μὴν μέγας γ᾽ οφθαλμὸς οἱ πατρὸς τάφοι.

988μέγας, ξυνίημ᾽:
αλλὰ τῆς ζώσης φόβος.
989ποίας δὲ καὶ γυναικὸς εκφοβεῖσθ᾽ ὕπερ

990Μερόπης, γεραιέ, Πόλυβος ἧς ῴκει μέτα.

991τί δ᾽ έστ᾽ εκείνης ὑμὶν ες φόβον φέρον

992θεήλατον μάντευμα δεινόν, ξένε.

993 ῥητόν;
ουχὶ θεμιτὸν άλλον ειδέναι;
994μάλιστά γ᾽:
εῖπε γάρ με Λοξίας ποτὲ
995χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τε
996πατρῷον αἷμα χερσὶ ταῖς εμαῖς ἑλεῖν

997ὧν οὕνεχ᾽ Κόρινθος εξ εμοῦ πάλαι
998μακρὰν απῳκεῖτ᾽
ευτυχῶς μέν, αλλ᾽ ὅμως
999τὰ τῶν τεκόντων όμμαθ᾽ ἥδιστον βλέπειν.

1000 γὰρ τάδ᾽ οκνῶν κεῖθεν ῆσθ᾽ απόπτολις

1001πατρός τε χρῄζων μὴ φονεὺς εῖναι, γέρον.

1002τί δῆτ᾽ εγὼ ουχὶ τοῦδε τοῦ φόβου σ᾽, άναξ,
1003επείπερ εύνους ῆλθον, εξελυσάμην

1004καὶ μὴν χάριν γ᾽ ὰν αξίαν λάβοις εμοῦ

1005καὶ μὴν μάλιστα τοῦτ᾽ αφικόμην, ὅπως
1006σοῦ πρὸς δόμους ελθόντος εῦ πράξαιμί τι

1007αλλ᾽ ούποτ᾽ εῖμι τοῖς φυτεύσασίν γ᾽ ὅμοῦ

1008 παῖ, καλῶς εῖ δῆλος ουκ ειδὼς τί δρᾷς

1009πῶς, γεραιέ;
πρὸς θεῶν δίδασκέ με
1010ει τῶνδε φεύγεις οὕνεκ᾽ εις οίκους μολεῖν.

1011ταρβῶν γε μή μοι Φοῖβος εξέλθῃ σαφής.

1012 μὴ μίασμα τῶν φυτευσάντων λάβῃς;

1013τοῦτ᾽ αυτό, πρέσβυ, τοῦτό μ᾽ εισαεὶ φοβεῖ

1014ᾶρ᾽ οῖσθα δῆτα πρὸς δίκης ουδὲν τρέμων

1015πῶς δ᾽ ουχί, παῖς γ᾽ ει τῶνδε γεννητῶν έφυν;

1016ὁθούνεκ᾽ ῆν σοι Πόλυβος ουδὲν εν γένει.

1017πῶς εῖπας
ου γὰρ Πόλυβος εξέφυσέ με
1018ου μᾶλλον ουδὲν τοῦδε τἀνδρός, αλλ᾽ ίσον.

1019καὶ πῶς φύσας εξ ίσου τῷ μηδενί;

1020αλλ᾽ ού σ᾽ εγείνατ᾽ ού τ᾽ εκεῖνος ού τ᾽ εγώ

1021αλλ᾽ αντὶ τοῦ δὴ παῖδά μ᾽ ωνομάζετο

1022δῶρόν ποτ᾽, ίσθι, τῶν εμῶν χειρῶν λαβών.

1023κᾆθ᾽ ὧδ᾽ απ᾽ άλλης χειρὸς έστερξεν μέγα;

1024 γὰρ πρὶν αυτὸν εξέπεισ᾽ απαιδία

1025σὺ δ᾽ εμπολήσας τυχών μ᾽ αυτῷ δίδως

1026εὑρὼν ναπαίαις εν Κιθαιρῶνος πτυχαῖς.

1027ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους

1028ενταῦθ᾽ ορείοις ποιμνίοις επεστάτουν

1029ποιμὴν γὰρ ῆσθα κἀπὶ θητείᾳ πλάνης;

1030σοῦ τ᾽, τέκνον, σωτήρ γε τῷ τότ᾽ εν χρόνῳ.

1031τί δ᾽ άλγος ίσχοντ᾽ αγκάλαις με λαμβάνεις

1032ποδῶν ὰν άρθρα μαρτυρήσειεν τὰ σά

1033οίμοι, τί τοῦτ᾽ αρχαῖον εννέπεις κακόν

1034λύω σ᾽ έχοντα διατόρους ποδοῖν ακμάς

1035δεινόν γ᾽ όνειδος σπαργάνων ανειλόμην

1036ὥστ᾽ ωνομάσθης εκ τύχης ταύτης ὃς εῖ.

1037 πρὸς θεῶν, πρὸς μητρὸς πατρός;
φράσον
1038ουκ οῖδ᾽
δοὺς δὲ ταῦτ᾽ εμοῦ λῷον φρονεῖ
1039 γὰρ παρ᾽ άλλου μ᾽ έλαβες ου δ᾽ αυτὸς τυχών;

1040ούκ, αλλὰ ποιμὴν άλλος εκδίδωσί μοι.

1041τίς οὗτος;
κάτοισθα δηλῶσαι λόγῳ
1042τῶν Λαΐου δήπου τις ωνομάζετο

1043 τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ;

1044 μάλιστα :
τούτου τἀνδρὸς οὗτος ῆν βοτήρ
1045 κἄστ᾽ έτι ζῶν οὗτος, ὥστ᾽ ιδεῖν εμέ

1046ὑμεῖς γ᾽ άριστ᾽ ειδεῖτ᾽ ὰν οὑπιχώριοι

1047έστιν τις ὑμῶν τῶν παρεστώτων πέλας,
1048ὅστις κάτοιδε τὸν βοτῆρ᾽ ὃν εννέπει,
1049είτ᾽ οῦν επ᾽ αγρῶν είτε κἀνθάδ᾽ εισιδών

1050σημήναθ᾽, ὡς καιρὸς ηὑρῆσθαι τάδε.

1051οῖμαι μὲν ουδέν᾽ άλλον τὸν εξ αγρῶν,
1052ὃν κἀμάτευες πρόσθεν εισιδεῖν:
ατὰρ
1053ἥδ᾽ ὰν τάδ᾽ ουχ ἥκιστ᾽ ὰν Ιοκάστη λέγοι

1054γύναι, νοεῖς εκεῖνον, ὅντιν᾽ αρτίως
1055μολεῖν εφιέμεσθα
τόνδ᾽ οὗτος λέγει
1056τί δ᾽ ὅντιν᾽ εῖπε;
μηδὲν εντραπῇς τὰ δὲ
1057ῥηθέντα βούλου μη δὲ μεμνῆσθαι μάτην

1058ουκ ὰν γένοιτο τοῦθ᾽ ὅπως εγὼ λαβὼν
1059σημεῖα τοιαῦτ᾽ ου φανῶ τοὐμὸν γένος.

1060μὴ πρὸς θεῶν, είπερ τι τοῦ σαυτοῦ βίου
1061κήδει, ματεύσῃς τοῦθ᾽
ἅλις νοσοῦσ᾽ εγώ.
1062 θάρσει
σὺ μὲν γὰρ ου δ᾽ εὰν τρίτης εγὼ
1063μητρὸς φανῶ τρίδουλος, εκφανεῖ κακή

1064ὅμως πιθοῦ μοι, λίσσομαι
μὴ δρᾶ τάδε
1065ουκ ὰν πιθοίμην μὴ ου τάδ᾽ εκμαθεῖν σαφῶς

1066καὶ μὴν φρονοῦσά γ᾽ εῦ τὰ λῷστά σοι λέγω

1067τὰ λῷστα τοίνυν ταῦτά μ᾽ αλγύνει πάλαι

1068 δύσποτμ᾽, είθε μήποτε γνοίης ὃς εῖ

1069άξει τις ελθὼν δεῦρο τὸν βοτῆρά μοι

1070ταύτην δ᾽ εᾶτε πλουσίῳ χαίρειν γένει

1071ιοὺ ιού, δύστηνε:
τοῦτο γάρ σ᾽ έχω
1072μόνον προσειπεῖν, άλλο δ᾽ ούποθ᾽ ὕστερον

1073τί ποτε βέβηκεν, Οιδίπους, ὑπ᾽ αγρίας
1074ᾴξασα λύπης γυνή
δέδοιχ᾽ ὅπως
1075μὴ κ τῆς σιωπῆς τῆσδ᾽ αναρρήξει κακά

1076ὁποῖα χρῄζει ῥηγνύτω
τοὐμὸν δ᾽ εγώ,
1077κεἰ σμικρόν εστι, σπέρμ᾽ ιδεῖν βουλήσομαι

1078αὕτη δ᾽ ίσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα,
1079τὴν δυσγένειαν τὴν εμὴν αισχύνεται

1080εγὼ δ᾽ εμαυτὸν παῖδα τῆς Τύχης νέμων
1081τῆς εῦ διδούσης ουκ ατιμασθήσομαι

1082τῆς γὰρ πέφυκα μητρός
οἱ δὲ συγγενεῖς
1083μῆνές με μικρὸν καὶ μέγαν διώρισαν

1084τοιόσδε δ᾽ εκφὺς ουκ ὰν εξέλθοιμ᾽ έτι
1085ποτ᾽ άλλος, ὥστε μὴ κμαθεῖν τοὐμὸν γένος

1086είπερ εγὼ μάντις ειμὶ καὶ κατὰ γνώμαν ίδρις,
1087ου τὸν Όλυμπον απείρων, Κιθαιρών,
1088ουκ έσει τὰν αύριον
1091πανσέληνον, μὴ ου σέ γε καὶ πατριώταν Οιδίπουν
1092καὶ τροφὸν καὶ ματέρ᾽ αύξειν,
1093καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς επὶ ῆρα φέροντα τοῖς εμοῖς τυράννοις

1096ιήϊε Φοῖβε, σοὶ δὲ ταῦτ᾽ αρέστ᾽ είη

1097τίς σε, τέκνον, τίς σ᾽ έτικτε τᾶν μακραιώνων άρα
1098Πανὸς ορεσσιβάτα πατρὸς πελασθεῖσ᾽

1101 σέ γ᾽ ευνάτειρά τις
1102Λοξίου;
τῷ γὰρ πλάκες αγρόνομοι πᾶσαι φίλαι:
1103είθ᾽ Κυλλάνας ανάσσων,
1106είθ᾽ Βακχεῖος θεὸς ναίων επ᾽ άκρων ορέων σ᾽ εὕρημα δέξατ᾽ έκ του
1107Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει

1108ει χρή τι κἀμὲ μὴ συναλλάξαντά πω,
1111πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρ᾽ ὁρᾶν δοκῶ,
1112ὅνπερ πάλαι ζητοῦμεν
έν τε γὰρ μακρῷ
1113γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος,
1114άλλως τε τοὺς άγοντας ὥσπερ οικέτας
1115έγνωκ᾽ εμαυτοῦ
τῇ δ᾽ επιστήμῃ σύ μου
1116προύχοις τάχ᾽ άν που, τὸν βοτῆρ᾽ ιδὼν πάρος

1117έγνωκα γάρ, σάφ᾽ ίσθι
Λαΐου γὰρ ῆν
1118είπερ τις άλλος πιστὸς ὡς νομεὺς ανήρ.

1119σὲ πρῶτ᾽ ερωτῶ, τὸν Κορίνθιον ξένον, τόνδε φράζεις

1120τοῦτον, ὅνπερ εισορᾷς.

1121οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων
1122ὅσ᾽ άν σ᾽ ερωτῶ
Λαΐου ποτ᾽ ῆσθα σύ
1123 δοῦλος ουκ ωνητός, αλλ᾽ οίκοι τραφείς.

1124έργον μεριμνῶν ποῖον βίον τινά;

1125ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην

1126χώροις μάλιστα πρὸς τίσι ξύναυλος ών;

1127ῆν μὲν Κιθαιρών, ῆν δὲ πρόσχωρος τόπος

1128τὸν άνδρα τόνδ᾽ οῦν οῖσθα τῇδέ που μαθών

1129τί χρῆμα δρῶντα;
ποῖον άνδρα καὶ λέγεις
1130τόνδ᾽ ὃς πάρεστιν:
ξυναλλάξας τί πω;
1131ουχ ὥστε γ᾽ ειπεῖν εν τάχει μνήμης άπο.

1132κοὐδέν γε θαῦμα, δέσποτ᾽:
αλλ᾽ εγὼ σαφῶς
1133αγνῶτ᾽ αναμνήσω νιν
εῦ γὰρ οῖδ᾽ ὅτι
1134κάτοιδεν, ῆμος τῷ Κιθαιρῶνος τόπῳ,
1135 μὲν διπλοῖσι ποιμνίοις, εγὼ δ᾽ ἑνί,
1136επλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους
1137εξ ῆρος εις αρκτοῦρον ἑκμήνους χρόνους:

1138χειμῶνα δ᾽ ήδη τἀμά τ᾽ εις έπαυλ᾽ εγὼ
1139ήλαυνον οὗτός τ᾽ εις τὰ Λαΐου σταθμά.

1140λέγω τι τούτων ου λέγω πεπραγμένον

1141λέγεις αληθῆ, καίπερ εκ μακροῦ χρόνου

1142φέρ᾽ ειπὲ νῦν, τότ᾽ οῖσθα παῖδά μοί τινα
1143δούς, ὡς εμαυτῷ θρέμμα θρεψαίμην εγώ

1144τί δ᾽ έστι
πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς
1145ὅδ᾽ εστίν, τᾶν, κεῖνος ὃς τότ᾽ ῆν νέος

1146ουκ εις όλεθρον;
ου σιωπήσας έσει
1147, μὴ κόλαζε, πρέσβυ, τόνδ᾽, επεὶ τὰ σὰ
1148δεῖται κολαστοῦ μᾶλλον τὰ τοῦδ᾽ έπη.

1149τί δ᾽, φέριστε δεσποτῶν, ἁμαρτάνω

1150ουκ εννέπων τὸν παῖδ᾽ ὃν οὗτος ἱστορεῖ.

1151λέγει γὰρ ειδὼς ουδέν, αλλ᾽ άλλως πονεῖ

1152σὺ πρὸς χάριν μὲν ουκ ερεῖς, κλαίων δ᾽ ερεῖς

1153μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μ᾽ αικίσῃ

1154ουχ ὡς τάχος τις τοῦδ᾽ αποστρέψει χέρας

1155δύστηνος, αντὶ τοῦ;
τί προσχρῄζων μαθεῖν;
1156τὸν παῖδ᾽ έδωκας τῷδ᾽ ὃν οὗτος ἱστορεῖ

1157 έδωκ᾽
ολέσθαι δ᾽ ώφελον τῇδ᾽ ἡμέρᾳ
1158αλλ᾽ εις τόδ᾽ ἥξεις μὴ λέγων γε τοὔνδικον

1159πολλῷ γε μᾶλλον, ὴν φράσω, διόλλυμαι

1160ἁνὴρ ὅδ᾽, ὡς έοικεν, ες τριβὰς ελᾷ

1161ου δῆτ᾽ έγωγ᾽, αλλ᾽ εῖπον, ὡς δοίην, πάλαι.

1162πόθεν λαβών;
οικεῖον ξ άλλου τινός;
1163εμὸν μὲν ουκ έγωγ᾽, εδεξάμην δέ του.

1164τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης;

1165μὴ πρὸς θεῶν, μή, δέσποθ᾽, ἱστόρει πλέον

1166όλωλας, εί σε ταῦτ᾽ ερήσομαι πάλιν

1167τῶν Λαΐου τοίνυν τις ῆν γεννημάτων

1168 δοῦλος κείνου τις εγγενὴς γεγώς;

1169οίμοι, πρὸς αυτῷ γ᾽ ειμὶ τῷ δεινῷ λέγειν

1170κἄγωγ᾽ ακούειν:
αλλ᾽ ὅμως ακουστέον.
1171κείνου γέ τοι δὴ παῖς εκλῄζεθ᾽
δ᾽ έσω
1172κάλλιστ᾽ ὰν είποι σὴ γυνὴ τάδ᾽ ὡς έχει

1173 γὰρ δίδωσιν ἥδε σοι

1174μάλιστ᾽, άναξ.

1175ὡς πρὸς τί χρείας;

1176ὡς αναλώσαιμί νιν.

1177τεκοῦσα τλήμων;

1178θεσφάτων γ᾽ όκνῳ κακῶν.

1179 ποίων ;

1180κτενεῖν νιν τοὺς τεκόντας ῆν λόγος

1181πῶς δῆτ᾽ αφῆκας τῷ γέροντι τῷδε σύ

1182κατοικτίσας, δέσποθ᾽, ὡς άλλην χθόνα
1183δοκῶν αποίσειν, αυτὸς ένθεν ῆν:
δὲ κάκ᾽ εις μέγιστ᾽ έσωσεν ει γὰρ οὗτος εῖ
1181ὅν φησιν οὗτος, ίσθι δύσποτμος γεγώς

1182ιοὺ ιού:
τὰ πάντ᾽ ὰν εξήκοι σαφῆ
1183 φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν,
1184ὅστις πέφασμαι φύς τ᾽ αφ᾽ ὧν ου χρῆν, ξὺν οἷς τ᾽
1185ου χρῆν ὁμιλῶν, οὕς τέ μ᾽ ουκ έδει κτανών.

1186ιὼ γενεαὶ βροτῶν,
1187ὡς ὑμᾶς ίσα καὶ τὸ μηδὲν ζώσας εναριθμῶ.

1188τίς γάρ, τίς ανὴρ πλέον
1189τᾶς ευδαιμονίας φέρει
1191 τοσοῦτον ὅσον δοκεῖν
1192καὶ δόξαντ᾽ αποκλῖναι;

1193τὸν σόν τοι παράδειγμ᾽ έχων,
1194τὸν σὸν δαίμονα, τὸν σόν, τλᾶμον Οιδιπόδα, βροτῶν
1195ουδὲν μακαρίζω

1196ὅστις καθ᾽ ὑπερβολὰν
1197τοξεύσας εκράτησε τοῦ πάντ᾽ ευδαίμονος όλβου,
1198 Ζεῦ, κατὰ μὲν φθίσας
1199τὰν γαμψώνυχα παρθένον
1200χρησμῳδόν, θανάτων δ᾽ εμᾷ
1201χώρᾳ πύργος ανέστα
εξ οὗ καὶ βασιλεὺς καλεῖ
1202εμὸς καὶ τὰ μέγιστ᾽ ετιμάθης, ταῖς μεγάλαισιν εν
1203Θήβαισιν ανάσσων

1204τανῦν δ᾽ ακούειν τίς αθλιώτερος;

1205τίς άταις αγρίαις, τίς εν πόνοις
1206ξύνοικος αλλαγᾷ βίου;

1207ιὼ κλεινὸν Οιδίπου κάρα,
1208 στέγας λιμὴν
1209αὑτὸς ήρκεσεν
1210παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν
πῶς ποτε πῶς ποθ᾽ αἱ πατρῷαί σ᾽ άλοκες φέρειν, τάλας,
1211σῖγ᾽ εδυνάθησαν ες τοσόνδε

1212εφηῦρέ σ᾽ άκονθ᾽ πάνθ᾽ ὁρῶν χρόνος,
1213δικάζει τ᾽ άγαμον γάμον πάλαι
1214τεκνοῦντα καὶ τεκνούμενον

1216ιώ, Λαΐειον τέκνον,
1217είθε σ᾽ είθε σε
1218μήποτ᾽ ειδόμαν

1219δύρομαι γὰρ ὥσπερ ιάλεμον χέων
1220εκ στομάτων.
τὸ δ᾽ ορθὸν ειπεῖν, ανέπνευσά τ᾽ εκ σέθεν
1221καὶ κατεκοίμασα τοὐμὸν όμμα

1222 γῆς μέγιστα τῆσδ᾽ αεὶ τιμώμενοι,
1223οἷ᾽, έργ᾽ ακούσεσθ᾽, οἷα δ᾽ εισόψεσθ᾽, ὅσον δ᾽
1224αρεῖσθε πένθος, είπερ εγγενῶς έτι
1226τῶν Λαβδακείων εντρέπεσθε δωμάτων

1227οῖμαι γὰρ ού τ᾽ ὰν Ίστρον ού τε Φᾶσιν ὰν
1228νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα
1229κεύθει, τὰ δ᾽ αυτίκ᾽ εις τὸ φῶς φανεῖ κακὰ
1230ἑκόντα κοὐκ άκοντα.
τῶν δὲ πημονῶν
1231μάλιστα λυποῦσ᾽ αἳ φανῶσ᾽ αυθαίρετοι

1232λείπει μὲν ου δ᾽ πρόσθεν είδομεν τὸ μὴ ου
1233βαρύστον᾽ εῖναι
πρὸς δ᾽ εκείνοισιν τί φῄς
1234 μὲν τάχιστος τῶν λόγων ειπεῖν τε καὶ
1235μαθεῖν, τέθνηκε θεῖον Ιοκάστης κάρα

1236 δυστάλαινα, πρὸς τίνος ποτ᾽ αιτίας;

1237αυτὴ πρὸς αὑτῆς.
τῶν δὲ πραχθέντων τὰ μὲν
1238άλγιστ᾽ άπεστιν
γὰρ όψις ου πάρα
1239ὅμως δ᾽, ὅσον γε κἀν εμοὶ μνήμης ένι,
1240πεύσει τὰ κείνης αθλίας παθήματα

1241ὅπως γὰρ οργῇ χρωμένη παρῆλθ᾽ έσω
1242θυρῶνος, ἵετ᾽ ευθὺ πρὸς τὰ νυμφικὰ
1243λέχη, κόμην σπῶσ᾽ αμφιδεξίοις ακμαῖς

1244πύλας δ᾽, ὅπως εισῆλθ᾽, επιρράξασ᾽ έσω
1245καλεῖ τὸν ήδη Λάϊον πάλαι νεκρόν,
1246μνήμην παλαιῶν σπερμάτων έχουσ᾽, ὑφ᾽ ὧν
1247θάνοι μὲν αυτός, τὴν δὲ τίκτουσαν λίποι
1248τοῖς οἷσιν αυτοῦ δύστεκνον παιδουργίαν

1249γοᾶτο δ᾽ ευνάς, ένθα δύστηνος διπλοῦς
1250εξ ανδρὸς άνδρα καὶ τέκν᾽ εκ τέκνων τέκοι.

1251χὤπως μὲν εκ τῶνδ᾽ ουκέτ᾽ οῖδ᾽ απόλλυται

1252βοῶν γὰρ εισέπαισεν Οιδίπους, ὑφ᾽ οὗ
1253ουκ ῆν τὸ κείνης εκθεάσασθαι κακόν,
1254αλλ᾽ εις εκεῖνον περιπολοῦντ᾽ ελεύσσομεν

1255φοιτᾷ γὰρ ἡμᾶς έγχος εξαιτῶν πορεῖν,
1256γυναῖκά τ᾽ ου γυναῖκα, μητρῴαν δ᾽ ὅπου
1257κίχοι διπλῆν άρουραν οὗ τε καὶ τέκνων

1258λυσσῶντι δ᾽ αυτῷ δαιμόνων δείκνυσί τις

1259ουδεὶς γὰρ ανδρῶν, οἳ παρῆμεν εγγύθεν.

1260δεινὸν δ᾽ αύσας ὡς ὑφηγητοῦ τινος
1261πύλαις διπλαῖς ενήλατ᾽, εκ δὲ πυθμένων
1262έκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.

1263οὗ δὴ κρεμαστὴν τὴν γυναῖκ᾽ εσείδομεν,
1264πλεκταῖσιν αιώραισιν εμπεπλεγμένην

1265 δ᾽ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας
1266χαλᾷ κρεμαστὴν

1267αποσπάσας γὰρ εἱμάτων χρυσηλάτους
1269περόνας απ᾽ αυτῆς, αἷσιν εξεστέλλετο,
1270άρας έπαισεν άρθρα τῶν αὑτοῦ κύκλων,
1271αυδῶν τοιαῦθ᾽, ὁθούνεκ᾽ ουκ όψοιντό νιν
1272ούθ᾽ οἷ᾽ έπασχεν ούθ᾽ ὁποῖ᾽ έδρα κακά,
1273αλλ᾽ εν σκότῳ τὸ λοιπὸν οὓς μὲν ουκ έδει
1274οψοίαθ᾽, οὓς δ᾽ έχρῃζεν ου γνωσοίατο.

1275τοιαῦτ᾽ εφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ
1276ήρασσ᾽ επαίρων βλέφαρα
φοίνιαι δ᾽ ὁμοῦ
1277γλῆναι γένει᾽ έτελλον, ου δ᾽ ανίεσαν
1278φόνου μυδώσας σταγόνας, αλλ᾽ ὁμοῦ μέλας
1279όμβρος χαλάζης αἱματοῦς ετέγγετο

1280τάδ᾽ εκ δυοῖν έρρωγεν, ου μόνου κάτα, αλλ᾽ ανδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.

1281 πρὶν παλαιὸς δ᾽ όλβος ῆν πάροιθε μὲν
1282όλβος δικαίως
νῦν δὲ τῇδε θἠμέρᾳ
1283στεναγμός, άτη, θάνατος, αισχύνη, κακῶν
1284ὅσ᾽ εστὶ πάντων ονόματ᾽, ουδέν εστ᾽ απόν

1285νῦν δ᾽ έσθ᾽ τλήμων εν τίνι σχολῇ κακοῦ

1286βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα
1287τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον,
1288τὸν μητέρ᾽ - αυδῶν ανόσι᾽ ου δὲ ῥητά μοι,
1289ὡς εκ χθονὸς ῥίψων ἑαυτὸν ου δ᾽ έτι
1291μενῶν δόμοις αραῖος, ὡς ηράσατο

1292ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος
1293δεῖται
τὸ γὰρ νόσημα μεῖζον φέρειν.
1294δείξει δὲ καὶ σοί
κλῇθρα γὰρ πυλῶν τάδε
1295διοίγεται
θέαμα δ᾽ εισόψει τάχα
1296τοιοῦτον οἷον καὶ στυγοῦντ᾽ εποικτίσαι

1297 δεινὸν ιδεῖν πάθος ανθρώποις,
1298 δεινότατον πάντων ὅσ᾽ εγὼ
1299προσέκυρσ᾽ ήδη.
τίς σ᾽, τλῆμον,
1300προσέβη μανία
τίς πηδήσας
1301μείζονα δαίμων τῶν μακίστων
1302πρὸς σῇ δυσδαίμονι μοίρᾳ;

1303φεῦ φεῦ, δύσταν᾽:

1304αλλ᾽ ου δ᾽ εσιδεῖν δύναμαί σε, θέλων
1305πόλλ᾽ ανερέσθαι, πολλὰ πυθέσθαι, πολλὰ δ᾽ αθρῆσαι

1306τοίαν φρίκην παρέχεις μοι

1307αιαῖ αιαῖ, δύστανος εγώ,
1308ποῖ γᾶς φέρομαι τλάμων
πᾷ μοι
1309φθογγὰ διαπωτᾶται φοράδην

1311ιὼ δαῖμον, ἵν᾽ εξήλλου

1312ες δεινὸν ου δ᾽ ακουστὸν ου δ᾽ επόψιμον.

1313ιὼ σκότου
1314νέφος εμὸν απότροπον, επιπλόμενον άφατον,
1315αδάματόν τε καὶ δυσούριστον όν.

1316οίμοι,
1317οίμοι μάλ᾽ αῦθις:
οἷον εισέδυ μ᾽ ἅμα
1318κέντρων τε τῶνδ᾽ οίστρημα καὶ μνήμη κακῶν

1319καὶ θαῦμά γ᾽ ουδὲν εν τοσοῖσδε πήμασιν
1320διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά.

1321ιὼ φίλος,
1322σὺ μὲν εμὸς επίπολος έτι μόνιμος:
έτι γὰρ
1323ὑπομένεις με τὸν τυφλὸν κηδεύων

1324φεῦ φεῦ.

1325ου γάρ με λήθεις, αλλὰ γιγνώσκω σαφῶς,
1326καίπερ σκοτεινός, τήν γε σὴν αυδὴν ὅμως.

1327 δεινὰ δράσας, πῶς έτλης τοιαῦτα σὰς
1328όψεις μαρᾶναι
τίς σ᾽ επῆρε δαιμόνων
1329Απόλλων τάδ᾽ ῆν, Απόλλων, φίλοι,
1330 κακὰ κακὰ τελῶν εμὰ τάδ᾽ εμὰ πάθεα

1331έπαισε δ᾽ αυτόχειρ νιν ούτις, αλλ᾽ εγὼ τλάμων

1332τί γὰρ έδει μ᾽ ὁρᾶν,
1333ὅτῳ γ᾽ ὁρῶντι μηδὲν ῆν ιδεῖν γλυκύ

1336ῆν τᾷδ᾽ ὅπωσπερ καὶ σύ φῄς

1337τί δῆτ᾽ εμοὶ βλεπτὸν
1338στερκτὸν προσήγορον
1339έτ᾽ έστ᾽ ακούειν ἡδονᾷ φίλοι

1340απάγετ᾽ εκτόπιον τι τάχιστά με,
1341απάγετ᾽, φίλοι, τὸν μέγ᾽ ολέθριον
1342τὸν καταρατότατον, έτι δὲ καὶ θεοῖς
1343εχθρότατον βροτῶν

1346δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ίσον,
1347ὡς σ᾽ ηθέλησα μη δέ γ᾽ ὰν γνῶναί ποτε

1348όλοιθ᾽ ὅστις ῆν, ὃς αγρίας πέδας
1349μονάδ᾽ επιποδίας έλυσ᾽ μ᾽ από τε φόνου
1351έρυτο κἀνέσωσεν, ουδὲν εις χάριν πράσσων.

1352τότε γὰρ ὰν θανὼν
1353ουκ φίλοισιν ου δ᾽ εμοὶ τοσόνδ᾽ άχος

1356θέλοντι κἀμοὶ τοῦτ᾽ ὰν ῆν

1357ούκουν πατρός γ᾽ ὰν φονεὺς
1358ῆλθον ου δὲ νυμφίος
1359βροτοῖς εκλήθην ὧν έφυν άπο

1360νῦν δ᾽ άθεος μέν ειμ᾽, ανοσίων δὲ παῖς,
1361ὁμολεχὴς δ᾽ αφ᾽ ὧν αυτὸς έφυν τάλας

1362ει δέ τι πρεσβύτερον έτι κακοῦ κακόν,
1366τοῦτ᾽ έλαχ᾽ Οιδίπους.

1367ουκ οῖδ᾽ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς

1368κρείσσων γὰρ ῆσθα μηκέτ᾽ ὼν ζῶν τυφλός.

1369ὡς μὲν τάδ᾽ ουχ ὧδ᾽ έστ᾽ άριστ᾽ ειργασμένα,
1370μή μ᾽ εκδίδασκε, μη δὲ συμβούλευ᾽ έτι

1371εγὼ γὰρ ουκ οῖδ᾽ όμμασιν ποίοις βλέπων
1372πατέρα ποτ᾽ ὰν προσεῖδον εις Ἅιδου μολὼν
1373ου δ᾽ αῦ τάλαιναν μητέρ᾽, οἷν εμοὶ δυοῖν
1374έργ᾽ εστὶ κρείσσον᾽ αγχόνης ειργασμένα

1375αλλ᾽ τέκνων δῆτ᾽ όψις ῆν εφίμερος,
1376βλαστοῦσ᾽ ὅπως έβλαστε, προσλεύσσειν εμοί

1377ου δῆτα τοῖς γ᾽ εμοῖσιν οφθαλμοῖς ποτε:

1378ου δ᾽ άστυ γ᾽ ου δὲ πύργος ου δὲ δαιμόνων
1379αγάλμαθ᾽ ἱερά, τῶν παντλήμων εγὼ
1380κάλλιστ᾽ ανὴρ εἷς έν γε ταῖς Θήβαις τραφεὶς
1381απεστέρησ᾽ εμαυτόν, αυτὸς εννέπων
1382ωθεῖν ἅπαντας τὸν ασεβῆ, τὸν εκ θεῶν
1383φανέντ᾽ άναγνον καὶ γένους τοῦ Λαΐου.

1384τοιάνδ᾽ εγὼ κηλῖδα μηνύσας εμὴν
1385ορθοῖς έμελλον όμμασιν τούτους ὁρᾶν

1386ἥκιστά γ᾽:
αλλ᾽ ει τῆς ακουούσης έτ᾽ ῆν
1387πηγῆς δι᾽ ώτων φραγμός, ουκ ὰν εσχόμην
1388τὸ μὴ αποκλῇσαι τοὐμὸν άθλιον δέμας,
1389ἵν᾽ τυφλός τε καὶ κλύων μηδέν
τὸ γὰρ
1390τὴν φροντίδ᾽ έξω τῶν κακῶν οικεῖν γλυκύ.

1391ιὼ Κιθαιρών, τί μ᾽ εδέχου
τί μ᾽ ου λαβὼν
1392έκτεινας ευθύς, ὡς έδειξα μήποτε
1393εμαυτὸν ανθρώποισιν ένθεν γεγώς;

1394 Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια
1395λόγῳ παλαιὰ δώμαθ᾽, οἷον ᾶρά με
1396κάλλος κακῶν ὕπουλον εξεθρέψατε

1397νῦν γὰρ κακός τ᾽ ὼν κἀκ κακῶν εὑρίσκομαι.

1398 τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη
1399δρυμός τε καὶ στενωπὸς εν τριπλαῖς ὁδοῖς,
1400αἳ τοὐμὸν αἷμα τῶν εμῶν χειρῶν άπο
1401επίετε πατρός, ᾶρά μου μέμνησθ᾽ έτι
1402οἷ᾽ έργα δράσας ὑμὶν εῖτα δεῦρ᾽ ιὼν
1403ὁποῖ᾽ έπρασσον αῦθις;
γάμοι γάμοι,
1404εφύσαθ᾽ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν
1405ανεῖτε ταὐτοῦ σπέρμα, κἀπεδείξατε
1406πατέρας, αδελφούς, παῖδας, αἷμ᾽ εμφύλιον,
1407νύμφας, γυναῖκας μητέρας τε, χὠπόσα
1408αίσχιστ᾽ εν ανθρώποισιν έργα γίγνεται

1409αλλ᾽ ου γὰρ αυδᾶν έσθ᾽ μη δὲ δρᾶν καλόν,
1410ὅπως τάχιστα πρὸς θεῶν έξω μέ που
1411καλύψατ᾽ φονεύσατ᾽ θαλάσσιον
1412εκρίψατ᾽, ένθα μήποτ᾽ εισόψεσθ᾽ έτι.

1413ίτ᾽, αξιώσατ᾽ ανδρὸς αθλίου θιγεῖν

1414πίθεσθε, μὴ δείσητε
τἀμὰ γὰρ κακὰ
1415ουδεὶς οἷός τε πλὴν εμοῦ φέρειν βροτῶν.

1416αλλ᾽ ὧν επαιτεῖς εις δέον πάρεσθ᾽ ὅδε
1417Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, επεὶ
1418χώρας λέλειπται μοῦνος αντὶ σοῦ φύλαξ

1419οίμοι, τί δῆτα λέξομεν πρὸς τόνδ᾽ έπος

1420τίς μοι φανεῖται πίστις ένδικος
τὰ γὰρ
1421πάρος πρὸς αυτὸν πάντ᾽ εφεύρημαι κακός

1422ουχ ὡς γελαστής, Οιδίπους, ελήλυθα,
1423ου δ᾽ ὡς ονειδιῶν τι τῶν πάρος κακῶν.

1424αλλ᾽ ει τὰ θνητῶν μὴ καταισχύνεσθ᾽ έτι
1425γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα
1426αιδεῖσθ᾽ άνακτος Ἡλίου, τοιόνδ᾽ άγος
1427ακάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ
1428μήτ᾽ όμβρος ἱερὸς μήτε φῶς προσδέξεται

1429αλλ᾽ ὡς τάχιστ᾽ ες οῖκον εσκομίζετε

1430τοῖς εν γένει γὰρ τἀγγενῆ μάλισθ᾽ ὁρᾶν
1431μόνοις τ᾽ ακούειν ευσεβῶς έχει κακά

1432πρὸς θεῶν, επείπερ ελπίδος μ᾽ απέσπασας,
1433άριστος ελθὼν πρὸς κάκιστον άνδρ᾽ εμέ,
1434πιθοῦ τί μοι
πρὸς σοῦ γὰρ ου δ᾽ εμοῦ φράσω
1435καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν

1436ῥῖψόν με γῆς εκ τῆσδ᾽ ὅσον τάχισθ᾽, ὅπου
1437θνητῶν φανοῦμαι μηδενὸς προσήγορος

1438έδρασ᾽ ὰν εῦ τοῦτ᾽ ίσθ᾽ άν, ει μὴ τοῦ θεοῦ
1439πρώτιστ᾽ έχρῃζον εκμαθεῖν τί πρακτέαν.

1440αλλ᾽ γ᾽ εκείνου πᾶσ᾽ εδηλώθη φάτις,
1441τὸν πατροφόντην, τὸν ασεβῆ μ᾽ απολλύναι

1442οὕτως ελέχθη ταῦθ᾽
ὅμως δ᾽ ἵν᾽ ἕσταμεν
1443χρείας, άμεινον εκμαθεῖν τι δραστέον.

1444οὕτως άρ᾽ ανδρὸς αθλίου πεύσεσθ᾽ ὕπερ

1445καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις

1446καὶ σοί γ᾽ επισκήπτω τε καὶ προστέψομαι,
1447τῆς μὲν κατ᾽ οίκους αυτὸς ὃν θέλεις τάφον
1448θοῦ
καὶ γὰρ ορθῶς τῶν γε σῶν τελεῖς ὕπερ
1449εμοῦ δὲ μήποτ᾽ αξιωθήτω τόδε
1450πατρῷον άστυ ζῶντος οικητοῦ τυχεῖν,
1451αλλ᾽ έα με ναίειν όρεσιν, ένθα κλῄζεται
1452οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι
1453πατήρ τ᾽ εθέσθην ζῶντε κύριον τάφον,
1454ἵν᾽ εξ εκείνων, οἵ μ᾽ απωλλύτην, θάνω

1455καίτοι τοσοῦτόν γ᾽ οῖδα, μήτε μ᾽ ὰν νόσον
1456μήτ᾽ άλλο πέρσαι μηδέν
ου γὰρ άν ποτε
1457θνῄσκων εσώθην, μὴ πί τῳ δεινῷ κακῷ.

1458αλλ᾽ μὲν ἡμῶν μοῖρ᾽, ὅποιπερ εῖσ᾽, ίτω

1459παίδων δὲ τῶν μὲν αρσένων μή μοι, Κρέων,
1460προσθῇ μέριμναν
άνδρες εισίν, ὥστε μὴ
1461σπάνιν ποτὲ σχεῖν, ένθ᾽ ὰν ῶσι, τοῦ βίου

1462ταῖν δ᾽ αθλίαιν οικτραῖν τε παρθένοιν εμαῖν,
1463αἷν ούποθ᾽ ἡμὴ χωρὶς εστάθη βορᾶς
1464τράπεζ᾽ άνευ τοῦδ᾽ ανδρός, αλλ᾽ ὅσων εγὼ
1465ψαύοιμι, πάντων τῶνδ᾽ αεὶ μετειχέτην:

1466αἷν μοι μέλεσθαι
καὶ μάλιστα μὲν χεροῖν
1467ψαῦσαί μ᾽ έασον κἀποκλαύσασθαι κακά.

1468ίθ᾽ ῶναξ,
1469ίθ᾽ γονῇ γενναῖε
χερσί τἂν θιγὼν
1470δοκοῖμ᾽ έχειν σφᾶς, ὥσπερ ἡνίκ᾽ έβλεπον.

1471τί φημί

1472ου δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν
1473δακρυρροούντοιν, καί μ᾽ εποικτίρας Κρέων
1474έπεμψέ μοι τὰ φίλτατ᾽ εκγόνοιν εμοῖν

1475λέγω τι

1476 λέγεις
εγὼ γὰρ ειμ᾽ πορσύνας τάδε,
1477γνοὺς τὴν παροῦσαν τέρψιν, σ᾽ εῖχεν πάλαι

1478αλλ᾽ ευτυχοίης, καί σε τῆσδε τῆσδε τῆς ὁδοῦ
1479δαίμων άμεινον μὲ φρουρήσας τύχοι.

1480 τέκνα, ποῦ ποτ᾽ εστέ
δεῦρ᾽ ίτ᾽, έλθετε
1481ὡς τὰς αδελφὰς τάσδε τὰς εμὰς χέρας,
1482αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδ᾽ ὁρᾶν
1483τὰ πρόσθε λαμπρὰ προυξένησαν όμματα

1484ὃς ὑμίν, τέκν᾽, ούθ᾽ ὁρῶν ούθ᾽ ἱστορῶν
1485πατὴρ εφάνθην ένθεν αυτὸς ηρόθην

1486καὶ σφὼ δακρύω
προσβλέπειν γὰρ ου σθένω
1487νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,
1488οἷον βιῶναι σφὼ πρὸς ανθρώπων χρεών.

1489ποίας γὰρ αστῶν ἥξετ᾽ εις ὁμιλίας,
1490ποίας δ᾽ ἑορτάς, ένθεν ου κεκλαυμέναι
1491πρὸς οῖκον ἵξεσθ᾽ αντὶ τῆς θεωρίας

1492αλλ᾽ ἡνίκ᾽ ὰν δὴ πρὸς γάμων ἥκητ᾽ ακμάς,
1493τίς οὗτος έσται, τίς παραρρίψει, τέκνα,
1494τοιαῦτ᾽ ονείδη λαμβάνων, ταῖς εμαῖς
1495γοναῖσιν έσται σφῷν θ᾽ ὁμοῦ δηλήματα

1496τί γὰρ κακῶν άπεστι
τὸν πατέρα πατὴρ
1497ὑμῶν έπεφνε
τὴν τεκοῦσαν ήροσεν,
1498ὅθεν περ αυτὸς εσπάρη, κἀκ τῶν ίσων
1499εκτήσαθ᾽ ὑμᾶς, ὧνπερ αυτὸς εξέφυ

1500τοιαῦτ᾽ ονειδιεῖσθε
κᾆτα τίς γαμεῖ
1501ουκ έστιν ουδείς, τέκν᾽, αλλὰ δηλαδὴ
1502χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.

1503 παῖ Μενοικέως, αλλ᾽ επεὶ μόνος πατὴρ
1504ταύταιν λέλειψαι, νὼ γάρ, φυτεύσαμεν,
1505ολώλαμεν δύ᾽ όντε, μή σφε περιίδῃς
1506πτωχὰς ανάνδρους εκγενεῖς αλωμένας,
1507μη δ᾽ εξισώσῃς τάσδε τοῖς εμοῖς κακοῖς

1508αλλ᾽ οίκτισόν σφας, ὧδε τηλικάσδ᾽ ὁρῶν
1509πάντων ερήμους, πλὴν ὅσον τὸ σὸν μέρος.

1510ξύννευσον, γενναῖε, σῇ ψαύσας χερί

1511πόλλ᾽ ὰν παρῄνουν
νῦν δὲ τοῦτ᾽ εύχεσθέ μοι,
1512οὗ καιρὸς εᾷ ζῆν, τοῦ βίου δὲ λῴονος
1513ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός

1514ἅλις ἵν᾽ εξήκεις δακρύων:
αλλ᾽ ίθι στέγης έσω
1516πειστέον, κεἰ μηδὲν ἡδύ.

1517πάντα γὰρ καιρῷ καλά.

1518οῖσθ᾽ εφ᾽ οἷς οῦν εῖμι

1519λέξεις, καὶ τότ᾽ είσομαι κλύων

1520γῆς μ᾽ ὅπως πέμψεις άποικον.

1521τοῦ θεοῦ μ᾽ αιτεῖς δόσιν

1522αλλὰ θεοῖς γ᾽ έχθιστος ἥκω

1523τοιγαροῦν τεύξει τάχα

1524φῂς τάδ᾽ οῦν

1525 μὴ φρονῶ γὰρ ου φιλῶ λέγειν μάτην

1526άπαγέ νύν μ᾽ εντεῦθεν ήδη

1527στεῖχέ νυν, τέκνων δ᾽ αφοῦ

1528μηδαμῶς ταύτας γ᾽ ἕλῃ μου

1529πάντα μὴ βούλου κρατεῖν

1530καὶ γὰρ ἁκράτησας ού σοι τῷ βίῳ ξυνέσπετο

1531 πάτρας Θήβης ένοικοι, λεύσσετ᾽, Οιδίπους ὅδε, ὃς τὰ κλείν᾽ αινίγματ᾽ ῄδει καὶ κράτιστος ῆν ανήρ,
1526οὗ τίς ου ζήλῳ πολιτῶν ῆν τύχαις επιβλέπων,
1527εις ὅσον κλύδωνα δεινῆς συμφορᾶς ελήλυθεν.

1528ὥστε θνητὸν όντα κείνην τὴν τελευταίαν ιδεῖν
1529ἡμέραν επισκοποῦντα μηδέν᾽ ολβίζειν, πρὶν ὰν
1530τέρμα τοῦ βίου περάσῃ μηδὲν αλγεινὸν παθών.