Homer

Odyssey    —    Ὀδύσσεια

Book 9

1τὸν δ̓ απαμειβόμενος προσέφη πολύμητις Οδυσσεύς
2Αλκίνοε κρεῖον, πάντων αριδείκετε λαῶν,
3 τοι μὲν τόδε καλὸν ακουέμεν εστὶν αοιδοῦ
4τοιοῦδ̓ οἷος όδ̓ εστί, θεοῖς εναλίγκιος αυδήν

5ου γὰρ εγώ γέ τί φημι τέλος χαριέστερον εῖναι
6 ότ̓ ευφροσύνη μὲν έχῃ κάτα δῆμον ἅπαντα,
7δαιτυμόνες δ̓ ανὰ δώματ̓ ακουάζωνται αοιδοῦ
8ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
9σίτου καὶ κρειῶν, μέθυ δ̓ εκ κρητῆρος αφύσσων
10οινοχόος φορέῃσι καὶ εγχείῃ δεπάεσσι

11τοῦτό τί μοι κάλλιστον ενὶ φρεσὶν είδεται εῖναι

12σοὶ δ̓ εμὰ κήδεα θυμὸς επετράπετο στονόεντα
13είρεσθ̓, όφῤ έτι μᾶλλον οδυρόμενος στεναχίζω

14τί πρῶτόν τοι έπειτα, τί δ̓ ὑστάτιον καταλέξω;

15κήδἐ επεί μοι πολλὰ δόσαν θεοὶ Ουρανίωνες

16νῦν δ̓ όνομα πρῶτον μυθήσομαι, όφρα καὶ ὑμεῖς
17είδετ̓, εγὼ δ̓ ὰν έπειτα φυγὼν ὕπο νηλεὲς ῆμαρ
18ὑμῖν ξεῖνος έω καὶ απόπροθι δώματα ναίων

19είμ̓ Οδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
20ανθρώποισι μέλω, καί μευ κλέος ουρανὸν ἵκει

21ναιετάω δ̓ Ιθάκην ευδείελον
εν δ̓ όρος αυτῇ
22Νήριτον εινοσίφυλλον, αριπρεπές·
αμφὶ δὲ νῆσοι
23πολλαὶ ναιετάουσι μάλα σχεδὸν αλλήλῃσι,
24Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος

25αυτὴ δὲ χθαμαλὴ πανυπερτάτη ειν ἁλὶ κεῖται
26πρὸς ζόφον, αἱ δέ τ̓ άνευθε πρὸς ηῶ τ̓ ηέλιόν τε,
27τρηχεῖ̓, αλλ̓ αγαθὴ κουροτρόφος·
ού τοι εγώ γε
28ἧς γαίης δύναμαι γλυκερώτερον άλλο ιδέσθαι

29 μέν μ̓ αυτόθ̓ έρυκε Καλυψώ, δῖα θεάων,
30εν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εῖναι

31ὣς δ̓ αύτως Κίρκη κατερήτυεν εν μεγάροισιν
32Αιαίη δολόεσσα, λιλαιομένη πόσιν εῖναι·

33αλλ̓ εμὸν ού ποτε θυμὸν ενὶ στήθεσσιν έπειθον

34ὣς ουδὲν γλύκιον ἧς πατρίδος ου δὲ τοκήων
35γίγνεται, εί περ καί τις απόπροθι πίονα οῖκον
36γαίῃ εν αλλοδαπῇ ναίει απάνευθε τοκήων

37ει δ̓ άγε τοι καὶ νόστον εμὸν πολυκηδέ̓ ενίσπω,
38ὅν μοι Ζεὺς εφέηκεν απὸ Τροίηθεν ιόντι

39Ιλιόθεν με φέρων άνεμος Κικόνεσσι πέλασσεν,
40Ισμάρῳ
ένθα δ̓ εγὼ πόλιν έπραθον, ώλεσα δ̓ αυτούς
41εκ πόλιος δ̓ αλόχους καὶ κτήματα πολλὰ λαβόντες
42δασσάμεθ̓, ὡς μή τίς μοι ατεμβόμενος κίοι ίσης

43ένθ̓ τοι μὲν εγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας
44ηνώγεα, τοὶ δὲ μέγα νήπιοι ουκ επίθοντο

45ένθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα
46έσφαζον παρὰ θῖνα καὶ ειλίποδας ἕλικας βοῦς

47τόφρα δ̓ άῤ οιχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
48οἵ σφιν γείτονες ῆσαν, ἅμα πλέονες καὶ αρείους,
49ήπειρον ναίοντες, επιστάμενοι μὲν αφ̓ ἵππων
50ανδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν εόντα

51ῆλθον έπειθ̓ ὅσα φύλλα καὶ άνθεα γίγνεται ὥρῃ,
52ηέριοι·
τότε δή ῥα κακὴ Διὸς αῖσα παρέστη
53ἡμῖν αινομόροισιν, ίν̓ άλγεα πολλὰ πάθοιμεν

54στησάμενοι δ̓ εμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
55βάλλον δ̓ αλλήλους χαλκήρεσιν εγχείῃσιν

56όφρα μὲν ηὼς ῆν καὶ αέξετο ἱερὸν ῆμαρ,
57τόφρα δ̓ αλεξόμενοι μένομεν πλέονάς περ εόντας.

58ῆμος δ̓ ηέλιος μετενίσσετο βουλυτόνδε,
59καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Αχαιούς

60ἓξ δ̓ αφ̓ ἑκάστης νηὸς ευκνήμιδες ἑταῖροι
61ώλονθ̓
οἱ δ̓ άλλοι φύγομεν θάνατόν τε μόρον τε
62ένθεν δὲ προτέρω πλέομεν ακαχήμενοι ῆτορ,
63άσμενοι εκ θανάτοιο, φίλους ολέσαντες ἑταίρους

64ου δ̓ άρα μοι προτέρω νῆες κίον αμφιέλισσαι,
65πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον αῦσαι,
66οἳ θάνον εν πεδίῳ Κικόνων ὕπο δῃωθέντες

67νηυσὶ δ̓ επῶρσ̓ άνεμον Βορέην νεφεληγερέτα Ζεὺς
68λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
69γαῖαν ὁμοῦ καὶ πόντον
ορώρει δ̓ ουρανόθεν νύξ
70αἱ μὲν έπειτ̓ εφέροντ̓ επικάρσιαι, ἱστία δέ σφιν
71τριχθά τε καὶ τετραχθὰ διέσχισεν ὶς ανέμοιο

72καὶ τὰ μὲν ες νῆας κάθεμεν, δείσαντες όλεθρον,
73αυτὰς δ̓ εσσυμένως προερέσσαμεν ήπειρόνδε

74ένθα δύω νύκτας δύο τ̓ ήματα συνεχὲς αιεὶ
75κείμεθ̓, ὁμοῦ καμάτῳ τε καὶ άλγεσι θυμὸν έδοντες

76αλλ̓ ὅτε δὴ τρίτον ῆμαρ ευπλόκαμος τέλεσ̓ Ηώς,
77ἱστοὺς στησάμενοι ανά θ̓ ἱστία λεύκ̓ ερύσαντες
78ἥμεθα, τὰς δ̓ άνεμός τε κυβερνῆταί τ̓ ίθυνον

79καί νύ κεν ασκηθὴς ἱκόμην ες πατρίδα γαῖαν

80αλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
81καὶ Βορέης απέωσε, παρέπλαγξεν δὲ Κυθήρων

82ένθεν δ̓ εννῆμαρ φερόμην ολοοῖς ανέμοισιν
83πόντον επ̓ ιχθυόεντα
ατὰρ δεκάτῃ επέβημεν
84γαίης Λωτοφάγων, οἵ τ̓ άνθινον εῖδαρ έδουσιν.

85ένθα δ̓ επ̓ ηπείρου βῆμεν καὶ αφυσσάμεθ̓ ὕδωρ,
86αῖψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι

87αυτὰρ επεὶ σίτοιό τ̓ επασσάμεθ̓ ηδὲ ποτῆτος,
88δὴ τοτ̓ εγὼν ἑτάρους προΐειν πεύθεσθαι ιόντας,
89οἵ τινες ανέρες εῖεν επὶ χθονὶ σῖτον έδοντες
90άνδρε δύω κρίνας, τρίτατον κήρυχ̓ άμ̓ οπάσσας

91οἱ δ̓ αῖψ̓ οιχόμενοι μίγεν ανδράσι Λωτοφάγοισιν

92ου δ̓ άρα Λωτοφάγοι μήδονθ̓ ἑτάροισιν όλεθρον
93ἡμετέροις, αλλά σφι δόσαν λωτοῖο πάσασθαι

94τῶν δ̓ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,
95ουκέτ̓ απαγγεῖλαι πάλιν ήθελεν ου δὲ νέεσθαι,
96αλλ̓ αυτοῦ βούλοντο μετ̓ ανδράσι Λωτοφάγοισι
97λωτὸν ερεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.

98τοὺς μὲν εγὼν επὶ νῆας άγον κλαίοντας ανάγκῃ,
99νηυσὶ δ̓ ενὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ερύσσας

100αυτὰρ τοὺς άλλους κελόμην ερίηρας ἑταίρους
101σπερχομένους νηῶν επιβαινέμεν ωκειάων,
102μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται

103οἱ δ̓ αῖψ̓ είσβαινον καὶ επὶ κληῖσι καθῖζον,
104ἑξῆς δ̓ ἑζόμενοι πολιὴν ἅλα τύπτον ερετμοῖς

105ένθεν δὲ προτέρω πλέομεν ακαχήμενοι ῆτορ

106Κυκλώπων δ̓ ες γαῖαν ὑπερφιάλων αθεμίστων
107ικόμεθ̓, οἵ ῥα θεοῖσι πεποιθότες αθανάτοισιν
108ού τε φυτεύουσιν χερσὶν φυτὸν ού τ̓ αρόωσιν,
109αλλὰ τά γ̓ άσπαρτα καὶ ανήροτα πάντα φύονται,
110πυροὶ καὶ κριθαὶ ηδ̓ άμπελοι, αἵ τε φέρουσιν
111οῖνον εριστάφυλον, καί σφιν Διὸς όμβρος αέξει

112τοῖσιν δ̓ ού τ̓ αγοραὶ βουληφόροι ού τε θέμιστες,
113αλλ̓ οἵ γ̓ ὑψηλῶν ορέων ναίουσι κάρηνα
114εν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
115παίδων ηδ̓ αλόχων, ου δ̓ αλλήλων αλέγουσιν.

116νῆσος έπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,
117γαίης Κυκλώπων ού τε σχεδὸν ού τ̓ αποτηλοῦ,
118υλήεσσ̓
εν δ̓ αῖγες απειρέσιαι γεγάασιν
119άγριαι
ου μὲν γὰρ πάτος ανθρώπων απερύκει,
120ου δέ μιν εισοιχνεῦσι κυνηγέται, οἵ τε καθ̓ ὕλην
121άλγεα πάσχουσιν κορυφὰς ορέων εφέποντες

122ού τ̓ άρα ποίμνῃσιν καταΐσχεται ού τ̓ αρότοισιν,
123αλλ̓ γ̓ άσπαρτος καὶ ανήροτος ήματα πάντα
124ανδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αῖγας

125ου γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,
126ου δ̓ άνδρες νηῶν ένι τέκτονες, οἵ κε κάμοιεν
127νῆας ευσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
128άστἐ επ̓ ανθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ
129άνδρες επ̓ αλλήλους νηυσὶν περόωσι θάλασσαν·

130οἵ κέ σφιν καὶ νῆσον ευκτιμένην εκάμοντο

131ου μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·

132εν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παῤ όχθας
133ὑδρηλοὶ μαλακοί·
μάλα κ̓ άφθιτοι άμπελοι εῖεν
134εν δ̓ άροσις λείη·
μάλα κεν βαθὺ λήιον αιεὶ
135εις ὥρας αμῷεν, επεὶ μάλα πῖαρ υπ̓ οῦδας.

136εν δὲ λιμὴν εύορμος, ίν̓ ου χρεὼ πείσματός εστιν,
137ού τ̓ ευνὰς βαλέειν ού τε πρυμνήσἰ ανάψαι,
138αλλ̓ επικέλσαντας μεῖναι χρόνον εις κε ναυτέων
139θυμὸς εποτρύνῃ καὶ επιπνεύσωσιν αῆται.

140αυτὰρ επὶ κρατὸς λιμένος ῥέει αγλαὸν ὕδωρ,
141κρήνη ὑπὸ σπείους
περὶ δ̓ αίγειροι πεφύασιν
142ένθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν
143νύκτα δἰ ορφναίην, ου δὲ προυφαίνετ̓ ιδέσθαι

144αὴρ γὰρ περὶ νηυσὶ βαθεῖ̓ ῆν, ου δὲ σελήνη
145ουρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν

146ένθ̓ ού τις τὴν νῆσον εσέδρακεν οφθαλμοῖσιν,
147ού τ̓ οῦν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
148εισίδομεν, πρὶν νῆας ευσσέλμους επικέλσαι

149κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,
150εκ δὲ καὶ αυτοὶ βῆμεν επὶ ῥηγμῖνι θαλάσσης

151ένθα δ̓ αποβρίξαντες εμείναμεν Ηῶ δῖαν

152ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς,
153νῆσον θαυμάζοντες εδινεόμεσθα κατ̓ αυτήν

154ῶρσαν δὲ νύμφαι, κοῦραι Διὸς αιγιόχοιο,
155αῖγας ορεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι

156αυτίκα καμπύλα τόξα καὶ αιγανέας δολιχαύλους
157ειλόμεθ̓ εκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες
158βάλλομεν
αῖψα δ̓ έδωκε θεὸς μενοεικέα θήρην
159νῆες μέν μοι ἕποντο δυώδεκα, ες δὲ ἑκάστην
160εννέα λάγχανον αῖγες
εμοὶ δὲ δέκ̓ έξελον οίῳ
161ὣς τότε μὲν πρόπαν ῆμαρ ες ηέλιον καταδύντα
162ἥμεθα δαινύμενοι κρέα τ̓ άσπετα καὶ μέθυ ἡδύ

163ου γάρ πω νηῶν εξέφθιτο οῖνος ερυθρός,
164αλλ̓ ενέην
πολλὸν γὰρ εν αμφιφορεῦσιν ἕκαστοι
165ηφύσαμεν Κικόνων
ἱερὸν πτολίεθρον ἑλόντες
166Κυκλώπων δ̓ ες γαῖαν ελεύσσομεν εγγὺς εόντων,
167καπνόν τ̓ αυτῶν τε φθογγὴν οίων τε καὶ αιγῶν

168ῆμος δ̓ ηέλιος κατέδυ καὶ επὶ κνέφας ῆλθε,
169δὴ τότε κοιμήθημεν επὶ ῥηγμῖνι θαλάσσης

170ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς,
171καὶ τότ̓ εγὼν αγορὴν θέμενος μετὰ πᾶσιν έειπον

172άλλοι μὲν νῦν μίμνετ̓, εμοὶ ερίηρες ἑταῖροι

173αυτὰρ εγὼ σὺν νηί τ̓ εμῇ καὶ εμοῖς ἑτάροισιν
174ελθὼν τῶνδ̓ ανδρῶν πειρήσομαι, οἵ τινές εισιν,
175ή ῥ̓ οἵ γ̓ ὑβρισταί τε καὶ άγριοι ου δὲ δίκαιοι,
176ῆε φιλόξεινοι, καί σφιν νόος εστὶ θεουδής.

177ὣς ειπὼν ανὰ νηὸς έβην, εκέλευσα δ̓ ἑταίρους
178αυτούς τ̓ αμβαίνειν ανά τε πρυμνήσια λῦσαι

179οἱ δ̓ αῖψ̓ είσβαινον καὶ επὶ κληῖσι καθῖζον,
180ἑξῆς δ̓ ἑζόμενοι πολιὴν ἅλα τύπτον ερετμοῖς

181αλλ̓ ὅτε δὴ τὸν χῶρον αφικόμεθ̓ εγγὺς εόντα,
182ένθα δ̓ επ̓ εσχατιῇ σπέος είδομεν άγχι θαλάσσης,
183ὑψηλόν, δάφνῃσι κατηρεφές
ένθα δὲ πολλὰ
184μῆλ̓, όιές τε καὶ αῖγες, ιαύεσκον
περὶ δ̓ αυλὴ
185ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι
186μακρῇσίν τε πίτυσσιν ιδὲ δρυσὶν ὑψικόμοισιν

187ένθα δ̓ ανὴρ ενίαυε πελώριος, ὅς ῥα τὰ μῆλα
188οῖος ποιμαίνεσκεν απόπροθεν
ου δὲ μετ̓ άλλους
189πωλεῖτ̓, αλλ̓ απάνευθεν εὼν αθεμίστια ῄδη

190καὶ γὰρ θαῦμ̓ ετέτυκτο πελώριον, ου δὲ εῴκει
191ανδρί γε σιτοφάγῳ, αλλὰ ῥίῳ ὑλήεντι
192ὑψηλῶν ορέων, τε φαίνεται οῖον απ̓ άλλων.

193δὴ τότε τοὺς άλλους κελόμην ερίηρας ἑταίρους
194αυτοῦ πὰρ νηί τε μένειν καὶ νῆα έρυσθαι,
195αυτὰρ εγὼ κρίνας ἑτάρων δυοκαίδεκ̓ αρίστους
196βῆν·
ατὰρ αίγεον ασκὸν έχον μέλανος οίνοιο
197ἡδέος, ὅν μοι έδωκε Μάρων, Ευάνθεος υἱός,
198ἱρεὺς Απόλλωνος, ὃς Ίσμαρον αμφιβεβήκει,
199οὕνεκά μιν σὺν παιδὶ περισχόμεθ̓ ηδὲ γυναικὶ
200ἁζόμενοι
ῴκει γὰρ εν άλσεϊ δενδρήεντι
201Φοίβου Απόλλωνος
δέ μοι πόρεν αγλαὰ δῶρα
202χρυσοῦ μέν μοι έδωκ̓ ευεργέος ἑπτὰ τάλαντα,
203δῶκε δέ μοι κρητῆρα πανάργυρον, αυτὰρ έπειτα
204οῖνον εν αμφιφορεῦσι δυώδεκα πᾶσιν αφύσσας
205ἡδὺν ακηράσιον, θεῖον ποτόν·
ου δέ τις αυτὸν
206ηείδη δμώων ου δ̓ αμφιπόλων ενὶ οίκῳ,
207αλλ̓ αυτὸς άλοχός τε φίλη ταμίη τε μί̓ οίη.

208τὸν δ̓ ὅτε πίνοιεν μελιηδέα οῖνον ερυθρόν,
209ἓν δέπας εμπλήσας ὕδατος ανὰ είκοσι μέτρα
210χεῦ̓, οδμὴ δ̓ ἡδεῖα απὸ κρητῆρος οδώδει
211θεσπεσίη·
τότ̓ ὰν ού τοι αποσχέσθαι φίλον ῆεν
212τοῦ φέρον εμπλήσας ασκὸν μέγαν, εν δὲ καὶ ῇα
213κωρύκῳ·
αυτίκα γάρ μοι οίσατο θυμὸς αγήνωρ
214άνδῤ επελεύσεσθαι μεγάλην επιειμένον αλκήν,
215άγριον, ού τε δίκας εὺ ειδότα ού τε θέμιστας

216καρπαλίμως δ̓ εις άντρον αφικόμεθ̓, ου δέ μιν ένδον
217εὕρομεν, αλλ̓ ενόμευε νομὸν κάτα πίονα μῆλα

218ελθόντες δ̓ εις άντρον εθηεύμεσθα ἕκαστα

219ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ
220αρνῶν ηδ̓ ερίφων
διακεκριμέναι δὲ ἕκασται
221έρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,
222χωρὶς δ̓ αῦθ̓ ἕρσαι.
ναῖον δ̓ ορῷ άγγεα πάντα,
223γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ενάμελγεν

224ένθ̓ εμὲ μὲν πρώτισθ̓ ἕταροι λίσσοντ̓ επέεσσιν
225τυρῶν αινυμένους ιέναι πάλιν, αυτὰρ έπειτα
226καρπαλίμως επὶ νῆα θοὴν ερίφους τε καὶ άρνας
227σηκῶν εξελάσαντας επιπλεῖν ἁλμυρὸν ὕδωρ

228αλλ̓ εγὼ ου πιθόμην, τ̓ ὰν πολὺ κέρδιον ῆεν,
229όφῤ αυτόν τε ίδοιμι, καὶ εί μοι ξείνια δοίη

230ου δ̓ άῤ έμελλ̓ ἑτάροισι φανεὶς ερατεινὸς έσεσθαι

231ένθα δὲ πῦρ κήαντες εθύσαμεν ηδὲ καὶ αυτοὶ
232τυρῶν αινύμενοι φάγομεν, μένομέν τέ μιν ένδον
233ἥμενοι, ἧος επῆλθε νέμων
φέρε δ̓ όβριμον άχθος
234ὕλης αζαλέης, ἵνα οἱ ποτιδόρπιον είη,
235έντοσθεν δ̓ άντροιο βαλὼν ορυμαγδὸν έθηκεν

236ἡμεῖς δὲ δείσαντες απεσσύμεθ̓ ες μυχὸν άντρου

237αυτὰρ γ̓ εις ευρὺ σπέος ήλασε πίονα μῆλα
238πάντα μάλ̓ όσσ̓ ήμελγε, τὰ δ̓ άρσενα λεῖπε θύρηφιν,
239αρνειούς τε τράγους τε, βαθείης έκτοθεν αυλῆς

240αυτὰρ έπειτ̓ επέθηκε θυρεὸν μέγαν υψόσ̓ αείρας,
241όβριμον
ουκ ὰν τόν γε δύω καὶ είκοσ̓ άμαξαι
242εσθλαὶ τετράκυκλοι απ̓ ούδεος οχλίσσειαν

243τόσσην ηλίβατον πέτρην επέθηκε θύρῃσιν

244ἑζόμενος δ̓ ήμελγεν όις καὶ μηκάδας αῖγας,
245πάντα κατὰ μοῖραν, καὶ υπ̓ έμβρυον ἧκεν ἑκάστῃ

246αυτίκα δ̓ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος
247πλεκτοῖς εν ταλάροισιν αμησάμενος κατέθηκεν,
248ἥμισυ δ̓ αῦτ̓ έστησεν εν άγγεσιν, όφρα οἱ είη
249πίνειν αινυμένῳ καί οἱ ποτιδόρπιον είη

250αυτὰρ επεὶ δὴ σπεῦσε πονησάμενος τὰ έργα,
251καὶ τότε πῦρ ανέκαιε καὶ είσιδεν, είρετο δ̓ ἡμέας

252 ξεῖνοι, τίνες εστέ
πόθεν πλεῖθ̓ ὑγρὰ κέλευθα
253 τι κατὰ πρῆξιν μαψιδίως αλάλησθε,
254οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τ̓ αλόωνται
255ψυχὰς παρθέμενοι κακὸν αλλοδαποῖσι φέροντες ;"

256ὣς έφαθ̓, ἡμῖν δ̓ αῦτε κατεκλάσθη φίλον ῆτορ,
257δεισάντων φθόγγον τε βαρὺν αυτόν τε πέλωρον

258αλλὰ καὶ ὥς μιν έπεσσιν αμειβόμενος προσέειπον

259ἡμεῖς τοι Τροίηθεν αποπλαγχθέντες Αχαιοὶ
260παντοίοις ανέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,
261οίκαδε ἱέμενοι, άλλην ὁδὸν άλλα κέλευθα
262ήλθομεν·
οὕτω που Ζεὺς ήθελε μητίσασθαι
263λαοὶ δ̓ Ατρεΐδεω Αγαμέμνονος ευχόμεθ̓ εῖναι,
264τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος εστί

265τόσσην γὰρ διέπερσε πόλιν καὶ απώλεσε λαοὺς
266πολλούς
ἡμεῖς δ̓ αῦτε κιχανόμενοι τὰ σὰ γοῦνα
267ικόμεθ̓, εί τι πόροις ξεινήιον ηὲ καὶ άλλως
268δοίης δωτίνην, τε ξείνων θέμις εστίν

269αλλ̓ αιδεῖο, φέριστε, θεούς
ἱκέται δέ τοί ειμεν,
270Ζεὺς δ̓ επιτιμήτωρ ἱκετάων τε ξείνων τε,
271ξείνιος, ὃς ξείνοισιν άμ̓ αιδοίοισιν οπηδεῖ.

272ὣς εφάμην, δέ μ̓ αυτίκ̓ αμείβετο νηλέι θυμῷ

273νήπιός εις, ξεῖν̓, τηλόθεν ειλήλουθας,
274ὅς με θεοὺς κέλεαι δειδίμεν αλέασθαι·

275ου γὰρ Κύκλωπες Διὸς αιγιόχου αλέγουσιν
276ου δὲ θεῶν μακάρων, επεὶ πολὺ φέρτεροί ειμεν·

277ου δ̓ ὰν εγὼ Διὸς έχθος αλευάμενος πεφιδοίμην
278ού τε σεῦ ούθ̓ ἑτάρων, ει μὴ θυμός με κελεύοι.

279αλλά μοι είφ̓ ὅπῃ έσχες ιὼν ευεργέα νῆα,
280ή που επ̓ εσχατιῆς, καὶ σχεδόν, όφρα δαείω

281ὣς φάτο πειράζων, εμὲ δ̓ ου λάθεν ειδότα πολλά,
282αλλά μιν άψορρον προσέφην δολίοις επέεσσι

283νέα μέν μοι κατέαξε Ποσειδάων ενοσίχθων
284πρὸς πέτρῃσι βαλὼν ὑμῆς επὶ πείρασι γαίης,
285άκρῃ προσπελάσας
άνεμος δ̓ εκ πόντου ένεικεν
286αυτὰρ εγὼ σὺν τοῖσδε ὑπέκφυγον αιπὺν όλεθρον

287ὣς εφάμην, δέ μ̓ ουδὲν αμείβετο νηλέι θυμῷ,
288αλλ̓ γ̓ αναΐξας ἑτάροις επὶ χεῖρας ίαλλε,
289σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ
290κόπτ̓·
εκ δ̓ εγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν
291τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον

292ήσθιε δ̓ ὥς τε λέων ορεσίτροφος, ου δ̓ απέλειπεν,
293έγκατά τε σάρκας τε καὶ οστέα μυελόεντα.

294ἡμεῖς δὲ κλαίοντες ανεσχέθομεν Διὶ χεῖρας,
295σχέτλια έργ̓ ὁρόωντες, αμηχανίη δ̓ έχε θυμόν

296αυτὰρ επεὶ Κύκλωψ μεγάλην εμπλήσατο νηδὺν
297ανδρόμεα κρέ̓ έδων καὶ επ̓ άκρητον γάλα πίνων,
298κεῖτ̓ έντοσθ̓ άντροιο τανυσσάμενος διὰ μήλων

299τὸν μὲν εγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν
300ᾶσσον ιών, ξίφος οξὺ ερυσσάμενος παρὰ μηροῦ,
301ουτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ έχουσι,
302χείῤ επιμασσάμενος
ἕτερος δέ με θυμὸς έρυκεν
303αυτοῦ γάρ κε καὶ άμμες απωλόμεθ̓ αιπὺν όλεθρον

304ου γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων
305χερσὶν απώσασθαι λίθον όβριμον, ὃν προσέθηκεν

306ὣς τότε μὲν στενάχοντες εμείναμεν Ηῶ δῖαν

307ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς,
308καὶ τότε πῦρ ανέκαιε καὶ ήμελγε κλυτὰ μῆλα,
309πάντα κατὰ μοῖραν, καὶ υπ̓ έμβρυον ἧκεν ἑκάστῃ.

310αυτὰρ επεὶ δὴ σπεῦσε πονησάμενος τὰ έργα,
311σὺν δ̓ γε δὴ αῦτε δύω μάρψας ὡπλίσσατο δεῖπνον

312δειπνήσας δ̓ άντρου εξήλασε πίονα μῆλα,
313ῥηιδίως αφελὼν θυρεὸν μέγαν
αυτὰρ έπειτα
314ὰψ επέθηχ̓, ὡς εί τε φαρέτρῃ πῶμ̓ επιθείη.

315πολλῇ δὲ ῥοίζῳ πρὸς όρος τρέπε πίονα μῆλα
316Κύκλωψ
αυτὰρ εγὼ λιπόμην κακὰ βυσσοδομεύων,
317εί πως τισαίμην, δοίη δέ μοι εῦχος Αθήνη

318ἥδε δέ μοι κατὰ θυμὸν αρίστη φαίνετο βουλή

319Κύκλωπος γὰρ έκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,
320χλωρὸν ελαΐνεον·
τὸ μὲν έκταμεν, όφρα φοροίη
321αυανθέν
τὸ μὲν άμμες είσκομεν εισορόωντες
322ὅσσον θ̓ ἱστὸν νηὸς εεικοσόροιο μελαίνης,
323φορτίδος ευρείης, τ̓ εκπεράᾳ μέγα λαῖτμα·

324τόσσον έην μῆκος, τόσσον πάχος εισοράασθαι

325τοῦ μὲν ὅσον τ̓ όργυιαν εγὼν απέκοψα παραστὰς
326καὶ παρέθηχ̓ ἑτάροισιν, αποξῦναι δ̓ εκέλευσα

327οἱ δ̓ ὁμαλὸν ποίησαν
εγὼ δ̓ εθόωσα παραστὰς
328άκρον, άφαρ δὲ λαβὼν επυράκτεον εν πυρὶ κηλέῳ

329καὶ τὸ μὲν εῦ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,
330 ῥα κατὰ σπείους κέχυτο μεγάλ̓ ήλιθα πολλή

331αυτὰρ τοὺς άλλους κλήρῳ πεπαλάσθαι άνωγον,
332ὅς τις τολμήσειεν εμοὶ σὺν μοχλὸν αείρας
333τρῖψαι εν οφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι

334οἱ δ̓ έλαχον τοὺς άν κε καὶ ήθελον αυτὸς ἑλέσθαι,
335τέσσαρες, αυτὰρ εγὼ πέμπτος μετὰ τοῖσιν ελέγμην

336ἑσπέριος δ̓ ῆλθεν καλλίτριχα μῆλα νομεύων

337αυτίκα δ̓ εις ευρὺ σπέος ήλασε πίονα μῆλα
338πάντα μάλ̓, ου δέ τι λεῖπε βαθείης έκτοθεν αυλῆς,
339ή τι οισάμενος, καὶ θεὸς ὣς εκέλευσεν.

340αυτὰρ έπειτ̓ επέθηκε θυρεὸν μέγαν υψόσ̓ αείρας,
341ἑζόμενος δ̓ ήμελγεν όις καὶ μηκάδας αῖγας,
342πάντα κατὰ μοῖραν, καὶ υπ̓ έμβρυον ἧκεν ἑκάστῃ.

343αυτὰρ επεὶ δὴ σπεῦσε πονησάμενος τὰ έργα,
344σὺν δ̓ γε δὴ αῦτε δύω μάρψας ὡπλίσσατο δόρπον

345καὶ τότ̓ εγὼ Κύκλωπα προσηύδων άγχι παραστάς,
346κισσύβιον μετὰ χερσὶν έχων μέλανος οίνοιο

347Κύκλωψ, τῆ, πίε οῖνον, επεὶ φάγες ανδρόμεα κρέα,
348όφῤ ειδῇς οἷόν τι ποτὸν τόδε νηῦς εκεκεύθει
349ἡμετέρη
σοὶ δ̓ αῦ λοιβὴν φέρον, εί μ̓ ελεήσας
350οίκαδε πέμψειας
σὺ δὲ μαίνεαι ουκέτ̓ ανεκτῶς
351σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον άλλος ἵκοιτο
352ανθρώπων πολέων, επεὶ ου κατὰ μοῖραν έρεξας

353ὣς εφάμην, δ̓ έδεκτο καὶ έκπιεν
ἥσατο δ̓ αινῶς
354ἡδὺ ποτὸν πίνων καὶ μ̓ ῄτεε δεύτερον αῦτις

355δός μοι έτι πρόφρων, καί μοι τεὸν ούνομα ειπὲ
356αυτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, κε σὺ χαίρῃς

357καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος άρουρα
358οῖνον εριστάφυλον, καί σφιν Διὸς όμβρος αέξει

359αλλὰ τόδ̓ αμβροσίης καὶ νέκταρός εστιν απορρώξ

360ὣς φάτ̓, ατάρ οἱ αῦτις εγὼ πόρον αίθοπα οῖνον

361τρὶς μὲν έδωκα φέρων, τρὶς δ̓ έκπιεν αφραδίῃσιν

362αυτὰρ επεὶ Κύκλωπα περὶ φρένας ήλυθεν οῖνος,
363καὶ τότε δή μιν έπεσσι προσηύδων μειλιχίοισι

364Κύκλωψ, ειρωτᾷς μ̓ όνομα κλυτόν, αυτὰρ εγώ τοι
365εξερέω
σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης
366Οῦτις εμοί γ̓ όνομα·
Οῦτιν δέ με κικλήσκουσι
367μήτηρ ηδὲ πατὴρ ηδ̓ άλλοι πάντες ἑταῖροι

368ὣς εφάμην, δέ μ̓ αυτίκ̓ αμείβετο νηλέι θυμῷ

369Οῦτιν εγὼ πύματον έδομαι μετὰ οἷς ἑτάροισιν,
370τοὺς δ̓ άλλους πρόσθεν·
τὸ δέ τοι ξεινήιον έσται
371 καὶ ανακλινθεὶς πέσεν ὕπτιος, αυτὰρ έπειτα
372κεῖτ̓ αποδοχμώσας παχὺν αυχένα, κὰδ δέ μιν ὕπνος
373ᾕρει πανδαμάτωρ
φάρυγος δ̓ εξέσσυτο οῖνος
374ψωμοί τ̓ ανδρόμεοι
δ̓ ερεύγετο οινοβαρείων
375καὶ τότ̓ εγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ήλασα πολλῆς,
376ἧος θερμαίνοιτο
έπεσσι δὲ πάντας ἑταίρους
377θάρσυνον, μή τίς μοι ὑποδείσας αναδύη

378αλλ̓ ὅτε δὴ τάχ̓ μοχλὸς ελάινος εν πυρὶ μέλλεν
379ἅψεσθαι, χλωρός περ εών, διεφαίνετο δ̓ αινῶς,
380καὶ τότ̓ εγὼν ᾶσσον φέρον εκ πυρός, αμφὶ δ̓ ἑταῖροι
381ίσταντ̓
αυτὰρ θάρσος ενέπνευσεν μέγα δαίμων
382οἱ μὲν μοχλὸν ἑλόντες ελάινον, οξὺν επ̓ άκρῳ,
383οφθαλμῷ ενέρεισαν
εγὼ δ̓ εφύπερθεν ερεισθεὶς
384δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ανὴρ
385τρυπάνῳ, οἱ δέ τ̓ ένερθεν ὑποσσείουσιν ἱμάντι
386ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει εμμενὲς αιεί.

387ὣς τοῦ εν οφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
388δινέομεν, τὸν δ̓ αἷμα περίρρεε θερμὸν εόντα

389πάντα δέ οἱ βλέφαῤ αμφὶ καὶ οφρύας εὗσεν αυτμὴ
390γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι

391ὡς δ̓ ότ̓ ανὴρ χαλκεὺς πέλεκυν μέγαν ηὲ σκέπαρνον
392ειν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ιάχοντα
393φαρμάσσων·
τὸ γὰρ αῦτε σιδήρου γε κράτος εστίν
394ὣς τοῦ σίζ̓ οφθαλμὸς ελαϊνέῳ περὶ μοχλῷ

395σμερδαλέον δὲ μέγ̓ ῴμωξεν, περὶ δ̓ ίαχε πέτρη,
396ἡμεῖς δὲ δείσαντες απεσσύμεθ̓
αυτὰρ μοχλὸν
397εξέρυσ̓ οφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ

398τὸν μὲν έπειτ̓ έρριψεν απὸ ἕο χερσὶν αλύων,
399αυτὰρ Κύκλωπας μεγάλ̓ ήπυεν, οἵ ῥά μιν αμφὶς
400ῴκεον εν σπήεσσι δἰ άκριας ηνεμοέσσας

401οἱ δὲ βοῆς αίοντες εφοίτων άλλοθεν άλλος,
402ἱστάμενοι δ̓ είροντο περὶ σπέος ὅττι κήδοι

403τίπτε τόσον, Πολύφημ̓, αρημένος ῶδ̓ εβόησας
404νύκτα δἰ αμβροσίην καὶ αύπνους άμμε τίθησθα

405 μή τίς σευ μῆλα βροτῶν αέκοντος ελαύνει

406 μή τίς σ̓ αυτὸν κτείνει δόλῳ ηὲ βίηφιν

407τοὺς δ̓ αῦτ̓ εξ άντρου προσέφη κρατερὸς Πολύφημος

408 φίλοι, Οῦτίς με κτείνει δόλῳ ου δὲ βίηφιν

409οἱ δ̓ απαμειβόμενοι έπεα πτερόεντ̓ αγόρευον

410ει μὲν δὴ μή τίς σε βιάζεται οῖον εόντα,
411νοῦσον γ̓ ού πως έστι Διὸς μεγάλου αλέασθαι,
412αλλὰ σύ γ̓ εύχεο πατρὶ Ποσειδάωνι άνακτι

413ὣς άῤ έφαν απιόντες, εμὸν δ̓ εγέλασσε φίλον κῆρ,
414ὡς όνομ̓ εξαπάτησεν εμὸν καὶ μῆτις αμύμων

415Κύκλωψ δὲ στενάχων τε καὶ ωδίνων οδύνῃσι
416χερσὶ ψηλαφόων απὸ μὲν λίθον εἷλε θυράων,
417αυτὸς δ̓ εινὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,
418εί τινά που μετ̓ όεσσι λάβοι στείχοντα θύραζε

419οὕτω γάρ πού μ̓ ήλπετ̓ ενὶ φρεσὶ νήπιον εῖναι

420αυτὰρ εγὼ βούλευον, ὅπως όχ̓ άριστα γένοιτο,
421εί τιν̓ ἑταίροισιν θανάτου λύσιν ηδ̓ εμοὶ αυτῷ
422εὑροίμην
πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον
423ὥς τε περὶ ψυχῆς·
μέγα γὰρ κακὸν εγγύθεν ῆεν
424ἥδε δέ μοι κατὰ θυμὸν αρίστη φαίνετο βουλή

425άρσενες όιες ῆσαν ευτρεφέες, δασύμαλλοι,
426καλοί τε μεγάλοι τε, ιοδνεφὲς εῖρος έχοντες

427τοὺς ακέων συνέεργον ευστρεφέεσσι λύγοισιν,
428τῇς έπι Κύκλωψ εὗδε πέλωρ, αθεμίστια ειδώς,
429σύντρεις αινύμενος·
μὲν εν μέσῳ άνδρα φέρεσκε,
430τὼ δ̓ ἑτέρω ἑκάτερθεν ίτην σώοντες ἑταίρους

431τρεῖς δὲ ἕκαστον φῶτ̓ όιες φέρον
αυτὰρ εγώ γε -
432αρνειὸς γὰρ έην μήλων όχ̓ άριστος ἁπάντων,
433τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέῤ ελυσθεὶς
434κείμην
αυτὰρ χερσὶν αώτου θεσπεσίοιο
435νωλεμέως στρεφθεὶς εχόμην τετληότι θυμῷ

436ὣς τότε μὲν στενάχοντες εμείναμεν Ηῶ δῖαν

437ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς,
438καὶ τότ̓ έπειτα νομόνδ̓ εξέσσυτο άρσενα μῆλα,
439θήλειαι δὲ μέμηκον ανήμελκτοι περὶ σηκούς

440ούθατα γὰρ σφαραγεῦντο
άναξ δ̓ οδύνῃσι κακῇσι
441τειρόμενος πάντων οίων επεμαίετο νῶτα
442ορθῶν ἑσταότων
τὸ δὲ νήπιος ουκ ενόησεν,
443ὥς οἱ υπ̓ ειροπόκων οίων στέρνοισι δέδεντο

444ὕστατος αρνειὸς μήλων έστειχε θύραζε
445λάχνῳ στεινόμενος καὶ εμοὶ πυκινὰ φρονέοντι

446τὸν δ̓ επιμασσάμενος προσέφη κρατερὸς Πολύφημος

447κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος έσσυο μήλων
448ὕστατος
ού τι πάρος γε λελειμμένος έρχεαι οιῶν,
449αλλὰ πολὺ πρῶτος νέμεαι τέρεν̓ άνθεα ποίης
450μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν αφικάνεις,
451πρῶτος δὲ σταθμόνδε λιλαίεαι απονέεσθαι
452ἑσπέριος
νῦν αῦτε πανύστατος. σύ γ̓ άνακτος
453οφθαλμὸν ποθέεις, τὸν ανὴρ κακὸς εξαλάωσε
454σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οίνῳ,
455Οῦτις, ὃν ού πώ φημι πεφυγμένον εῖναι όλεθρον

456ει δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο
457ειπεῖν ὅππῃ κεῖνος εμὸν μένος ηλασκάζει

458τῷ κέ οἱ εγκέφαλός γε διὰ σπέος άλλυδις άλλῃ
459θεινομένου ῥαίοιτο πρὸς ούδεϊ, κὰδ δέ κ̓ εμὸν κῆρ
460λωφήσειε κακῶν, τά μοι ουτιδανὸς πόρεν Οῦτις.

461ὣς ειπὼν τὸν κριὸν απὸ ἕο πέμπε θύραζε

462ελθόντες δ̓ ηβαιὸν απὸ σπείους τε καὶ αυλῆς
463πρῶτος υπ̓ αρνειοῦ λυόμην, ὑπέλυσα δ̓ ἑταίρους

464καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,
465πολλὰ περιτροπέοντες ελαύνομεν, όφῤ επὶ νῆα
466ικόμεθ̓
ασπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,
467οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.

468αλλ̓ εγὼ ουκ είων, ανὰ δ̓ οφρύσι νεῦον ἑκάστῳ,
469κλαίειν, αλλ̓ εκέλευσα θοῶς καλλίτριχα μῆλα
470πόλλ̓ εν νηὶ βαλόντας επιπλεῖν ἁλμυρὸν ὕδωρ.

471οἱ δ̓ αῖψ̓ είσβαινον καὶ επὶ κληῖσι καθῖζον,
472ἑξῆς δ̓ ἑζόμενοι πολιὴν ἅλα τύπτον ερετμοῖς

473αλλ̓ ὅτε τόσσον απῆν, ὅσσον τε γέγωνε βοήσας,
474καὶ τότ̓ εγὼ Κύκλωπα προσηύδων κερτομίοισι·

475Κύκλωψ, ουκ άῤ έμελλες ανάλκιδος ανδρὸς ἑταίρους
476έδμεναι εν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι

477καὶ λίην σέ γ̓ έμελλε κιχήσεσθαι κακὰ έργα,
478σχέτλἰ, επεὶ ξείνους ουχ ἅζεο σῷ ενὶ οίκῳ
479εσθέμεναι
τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ άλλοι
480ὣς εφάμην, δ̓ έπειτα χολώσατο κηρόθι μᾶλλον,
481ἧκε δ̓ απορρήξας κορυφὴν όρεος μεγάλοιο,
482κὰδ δ̓ έβαλε προπάροιθε νεὸς κυανοπρῴροιο
483τυτθόν, εδεύησεν δ̓ οιήιον άρκον ἱκέσθαι,
484εκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης

485τὴν δ̓ αῖψ̓ ήπειρόνδε παλιρρόθιον φέρε κῦμα,
486πλημυρὶς εκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι

487αυτὰρ εγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
488ῶσα παρέξ, ἑτάροισι δ̓ εποτρύνας εκέλευσα
489εμβαλέειν κώπῃς, ίν̓ ὑπὲκ κακότητα φύγοιμεν,
490κρατὶ κατανεύων
οἱ δὲ προπεσόντες έρεσσον
491αλλ̓ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες απῆμεν,
492καὶ τότε δὴ Κύκλωπα προσηύδων
αμφὶ δ̓ ἑταῖροι
493μειλιχίοις επέεσσιν ερήτυον άλλοθεν άλλος

494σχέτλιε, τίπτ̓ εθέλεις ερεθιζέμεν άγριον άνδρα

495ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ήγαγε νῆα
496αῦτις ες ήπειρον, καὶ δὴ φάμεν αυτόθ̓ ολέσθαι

497ει δὲ φθεγξαμένου τευ αυδήσαντος άκουσε,
498σύν κεν άραξ̓ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα
499μαρμάρῳ οκριόεντι βαλών
τόσσον γὰρ ἵησιν
500ὣς φάσαν, αλλ̓ ου πεῖθον εμὸν μεγαλήτορα θυμόν,
501αλλά μιν άψορρον προσέφην κεκοτηότι θυμῷ

502Κύκλωψ, αί κέν τίς σε καταθνητῶν ανθρώπων
503οφθαλμοῦ είρηται αεικελίην αλαωτύν,
504φάσθαι Οδυσσῆα πτολιπόρθιον εξαλαῶσαι,
505υἱὸν Λαέρτεω, Ιθάκῃ ένι οικί̓ έχοντα

506ὣς εφάμην, δέ μ̓ οιμώξας ημείβετο μύθῳ

507 πόποι, μάλα δή με παλαίφατα θέσφαθ̓ ἱκάνει

508έσκε τις ενθάδε μάντις ανὴρ ηύς τε μέγας τε,
509Τήλεμος Ευρυμίδης, ὃς μαντοσύνῃ εκέκαστο
510καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν

511ὅς μοι έφη τάδε πάντα τελευτήσεσθαι οπίσσω,
512χειρῶν εξ Οδυσῆος ἁμαρτήσεσθαι οπωπῆς

513αλλ̓ αιεί τινα φῶτα μέγαν καὶ καλὸν εδέγμην
514ενθάδ̓ ελεύσεσθαι, μεγάλην επιειμένον αλκήν

515νῦν δέ μ̓ εὼν ολίγος τε καὶ ουτιδανὸς καὶ άκικυς
516οφθαλμοῦ αλάωσεν, επεί μ̓ εδαμάσσατο οίνῳ

517αλλ̓ άγε δεῦῤ, Οδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω
518πομπήν τ̓ οτρύνω δόμεναι κλυτὸν εννοσίγαιον·

519τοῦ γὰρ εγὼ πάϊς ειμί, πατὴρ δ̓ εμὸς εύχεται εῖναι

520αυτὸς δ̓, αί κ̓ εθέλῃσ̓, ιήσεται, ου δέ τις άλλος ού τε θεῶν μακάρων ού τε θνητῶν ανθρώπων.

521ὣς έφατ̓ ευχόμενος, τοῦ δ̓ έκλυε κυανοχαίτης

537αυτὰρ γ̓ εξαῦτις πολὺ μείζονα λᾶαν αείρας
538ῆκ̓ επιδινήσας, επέρεισε δὲ ῖν̓ απέλεθρον,
539κὰδ̓ δ̓ έβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
540τυτθόν, εδεύησεν δ̓ οιήιον άκρον ἱκέσθαι

541εκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης

542τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι

543αλλ̓ ὅτε δὴ τὴν νῆσον αφικόμεθ̓, ένθα περ άλλαι
544νῆες εύσσελμοι μένον ἁθρόαι, αμφὶ δ̓ ἑταῖροι
545ήατ̓ οδυρόμενοι, ἡμέας ποτιδέγμενοι αιεί,
546νῆα μὲν ένθ̓ ελθόντες εκέλσαμεν εν ψαμάθοισιν,
547εκ δὲ καὶ αυτοὶ βῆμεν επὶ ῥηγμῖνι θαλάσσης

548μῆλα δὲ Κύκλωπος γλαφυρῆς εκ νηὸς ἑλόντες
549δασσάμεθ̓, ὡς μή τίς μοι ατεμβόμενος κίοι ίσης

550αρνειὸν δ̓ εμοὶ οίῳ ευκνήμιδες ἑταῖροι
551μήλων δαιομένων δόσαν έξοχα
τὸν δ̓ επὶ θινὶ
552Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ανάσσει,
553ῥέξας μηρί̓ έκαιον
δ̓ ουκ εμπάζετο ἱρῶν,
554αλλ̓ γε μερμήριξεν ὅπως απολοίατο πᾶσαι
555νῆες εύσσελμοι καὶ εμοὶ ερίηρες ἑταῖροι

556ὣς τότε μὲν πρόπαν ῆμαρ ες ηέλιον καταδύντα
557ἥμεθα δαινύμενοι κρέα τ̓ άσπετα καὶ μέθυ ἡδύ

558ῆμος δ̓ ηέλιος κατέδυ καὶ επὶ κνέφας ῆλθε,
559δὴ τότε κοιμήθημεν επὶ ῥηγμῖνι θαλάσσης

560ῆμος δ̓ ηριγένεια φάνη ῥοδοδάκτυλος Ηώς,
561δὴ τότ̓ εγὼν ἑτάροισιν εποτρύνας εκέλευσα
562αυτούς τ̓ αμβαίνειν ανά τε πρυμνήσια λῦσαι

563οἱ δ̓ αῖψ̓ είσβαινον καὶ επὶ κληῖσι καθῖζον,
564ἑξῆς δ̓ ἑζόμενοι πολιὴν ἅλα τύπτον ερετμοῖς

565ένθεν δὲ προτέρω πλέομεν ακαχήμενοι ῆτορ, άσμενοι εκ θανάτοιο, φίλους ολέσαντες ἑταίρους